Epistulae, Decretum, Orationes (Letters, Decree, Speeches)
Littré 1861
αἰτίην θεοῖσιν ἢ τύχη, προσνέμουσι· πολλοὶ δὲ τῇ φύσει προσάψαντες,
ἐχθαίρουσι τὸν εὐεργετήσαντα, μικροῦ δεῖν προσαγανακτεῦντες, εἰ
νομίζονται χρεωφειλέται· οἵ τε πολλοὶ τὸ τῆς ἀτεχνίης ἐφ’ ἑωυτέοισιν
ἔχοντες, ἀΐδριες ἐόντες, καθαιροῦσι τὸ κρέσσον· ἐν ἀναισθήτοισι
γάρ εἰσιν αἱ ψῆφοι· οὔτε δ’ οἱ πάσχοντες συνομολογέειν ἐθέλουσιν,
οὔτε οἱ ὁμοτεχνεῦγτες μαρτυρέειν· φθόνος γὰρ ἐνίσταται. Οὐκ
ἀπείρῳ σοὶ τῶν τοιαυτέων λεσχέων ταῦτα σαφέω, εἰδὼς ἐν ἀναξιοπαθείῃσι
σὲ πολλάκις γενηθέντα καὶ οὐ δι’ οὐσίῃν ἢ βασκανίην φιλοτωθάσσοντα·
ἀτρεκίης γὰρ οὐδεμία οὔτε γνῶσις οὔτε μαρτυρίη.
Ἐπεμειδία δὲ λέγων ταῦτα καί μοι Δαμάγητε, θεοειδής τις.
κατεφαίνετο, καὶ τὴν προτέρην αὐτέου μορφὴν ἐξελελήσμην· καὶ
φημὶ ὦ Δημόκριτε μεγαλόδοξε, μεγάλας γε τῶν σῶν ξενίων δωρεὰς
εἰς Κῶ ἀποίσομαι· πολλοῦ γάρ με τῆς σῆς σοφίης θαυμασμοῦ πεπλήρωκας·
ἀπονοστέω δέ σου κῆρυξ ἀληθείην ἀνθρωπίνης φύσιος
Work
Title: Epistulae, Decretum, Orationes
English: Letters, Decree, Speeches
Original: Ἐπιστολαί, Δόγμα, Ἐπιβώμιος, Πρεσβευτικὸς Θεσσαλοῦ
Domains: Medicine, Ethics
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1861
Series: Oeuvres complètes d'Hippocrate
Volume: 9
Pages: 312-428
Publisher: Baillière, Paris
Download
Hipp-Gr_066.xml [160 Kb]