Digital Corpus for Graeco-Arabic Studies

pseudo-Hippocrates: De Septimestri Partu (Seven Months' Child)

Littré 1851

πᾶσαι ἑνὶ λόγῳ περὶ τουτέου· φασὶ γὰρ τοὺς ὀγδόους τῶν μηνῶν καὶ χαλεπώτατα φέρειν τὰς γαστέρας, ὀρθῶς λέγουσαι, Ἔστι δὲ ὄγδοος μὴν οὐ μόνον ὁ χρόνος οὗτος, ἀλλ’ εἰ καὶ ἡμέρας λάβοι ἀπό τε τοῦ ἑβδόμου μηνὸς καὶ τοῦ ἐννάτου. Ἀλλὰ τὰς ἡμέρας οὐχ ὁμοίως οὔτε λέγουσιν οὔτε γινώσκουσιν αἱ γυναῖκες· πλανῶνται γὰρ διὰ τὸ κατὰ ταὐτὸ μὴ γίνεσθαι, ἀλλ’ ὁτὲ μὲν ἀπὸ τοῦ ἑβδόμου μηνὸς πλέονας ἡμέρας προσγενέσθαι ἐς τὰς τεσσαράκοντα, ὁτὲ δὲ ἀπὸ τοῦ ἐννάτου· ὧδε γὰρ ἀνάγκη γίνεσθαι, ὅκως ἂν τύχῃ ἡ γυνὴ ἐν γαστρὶ λαβοῦσα, τοῦ μηνός τε καὶ τοῦ χρόνου. Ὁ δὲ δὴ ὄγδοος ἀναμφισβήτητός ἐστι, κατὰ τοῦτον γὰρ γίνεται, ὥστε δυσκρίτως ἔχειν, καὶ ἓν δὲ μέρος ἐν τοῖς δέκα μησὶν ὁ μήν ἐστιν, ὥστε τοῦτον εὐμέριστον εἶναι.

4. Χρὴ δὲ οὐκ ἀπιστέειν τῇσι γυναιξὶ περὶ τῶν τόκων· λέγουσι γὰρ πάντα καὶ αἰεὶ λέγουσι καὶ αἰεὶ ἐρέουσιν· οὐ γὰρ ἂν πεισθείησαν οὔτ’ ἔργῳ οὔτε λόγῳ, ἀλλ’ ὅτι γνῶναι τὸ ἐν τοῖσι σώμασιν αὐτέων

Work

Title: pseudo-Hippocrates: De Septimestri Partu
English: Seven Months' Child
Original: Περὶ ἑπταμήνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 436-452

Publisher: Baillière, Paris

Download