Digital Corpus for Graeco-Arabic Studies

pseudo-Hippocrates: De Septimestri Partu (Seven Months' Child)

Littré 1851

γινόμενον. Τὰς δὲ βουλομένας ἄλλο λέγειν ἔξεστιν, αἱ δὲ κρίνουσαι καὶ τὰ νικητήρια διδοῦσαι περὶ τουτέου τοῦ λόγου, αἰεὶ ἐρέουσι καὶ φήσουσι τίκτειν καὶ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ ἐννεάμηνα καὶ δεκάμηνα, καὶ τουτέων τὰ ὀκτάμηνα οὐ περιγενέσθαι. Φήσουσι δὲ καὶ τοὺς τρωσμοὺς πλείστους ἐν τῇ πρώτῃ τεσσαρακοντάδι γίνεσθαι, καὶ τἄλλα τὰ καταγεγραμμένα ἐν τῇσι τεσσαρακοντάσι καὶ ἐν τοῖσι μησὶν ἑκάστοισιν· ὅταν δὲ τῷ ἑβδόμῳ μηνὶ περιῤῥαγέωσιν οἱ ὑμένες καὶ τὸ ἔμβρυον μεταχωρήσῃ, ὑπέλαβον οἱ πόνοι οἱ περὶ τὸν μῆνα τὸν ὄγδοον γενεαλογούμενοι καὶ περὶ τὴν ἕκτην τεσσαρακοντάδα· τουτέου δὲ τοῦ χρόνου παρελθόντος, ὅσῃσι μέλλει εὖ εἶναι, αἱ φλεγμοναὶ ἐλύθησαν καὶ τοῦ ἐμβρύου καὶ τῆς μητρὸς, ἥ τε γαστὴρ ἐμαλάχθη, καὶ ὁ ὄγκος ὑποκατέβη ἀπὸ τῶν ὑποχονδρίων καὶ τῶν κενεώνων ἐς τὰ κάτω χωρία ἐς εὐτρεπῆ τὴν ἐπὶ τοὺς τόκους τροπήν. Καὶ τὴν ἑβδόμην τεσσαρακοντάδα ἐνταῦθ’ ἐστὶ τὸ πλεῖστον τοῦ χρόνου τὰ ἔμβρυα· τὰ γὰρ χωρία αὐτέοις μαλθακὰ, καὶ αἱ μετακινήσιες αὐτέοισιν εὐπετέστεραι γίνονται καὶ πυκνότεραι· καὶ διὰ ταῦτα κατέστη πρὸς τὸν τόκον εὐλυτώτερα. Καὶ τεσσαράκοντα ταύτας αἱ γυναῖκες φέρουσι τὰς τελευταίας ἡμέρας εὐπετέστερον τὰς γαστέρας, ἔστ’ ἂν ὁρμήσῃ τὸ ἔμβρυον στρέφεσθαι· μετὰ δὲ ταῦτα αἵ τε ὠδῖνες εἰσὶ καὶ οἱ πόνοι ἐπίκεινται, ἔστ’ ἂν ἐλευθερωθῇ τοῦ τε παιδίου καὶ τοῦ ὑστέρου.

Work

Title: pseudo-Hippocrates: De Septimestri Partu
English: Seven Months' Child
Original: Περὶ ἑπταμήνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 436-452

Publisher: Baillière, Paris

Download