Digital Corpus for Graeco-Arabic Studies

pseudo-Hippocrates: De Septimestri Partu (Seven Months' Child)

Littré 1851

ὀκταμήνοισι γενομένων. Καὶ γὰρ τὰ ἐν ἑπτὰ τεσσαρακοντάσι τικτόμενα, τὰ δεκάμηνα καλεόμενα, διὰ ταῦτα μάλιστα ἐκτρέφεται, ὅτι ἰσχυρότατά ἐστι καὶ πλεῖστον ἀπέχει τῶν γονίμων παιδίων τοῦ χρόνου ἐν ᾧ ἐκακοπάθησε τὰς τεσσαράκοντα ἡμέρας τὰς νοσουμένας περὶ τὸν μῆνα τὸν ὄγδοον.

8. Σαφηνίζει δὲ περὶ τῶν νοσημάτων καὶ παθημάτων τῶν τοῖσιν ὀκταμήνοισι γινομένων καὶ τὰ ἐννεάμηνα λεπτὰ τικτόμενα κατὰ τὸ πλῆθος τοῦ χρόνου οὗ γέγονε καὶ τὸ μέγεθος τοῦ σώματος, ἐκ νούσων κακοπαθείης ἀφιγμένης, οὐχ ὥσπερ τὰ ἑπτάμηνα τίκτεται σεσαρκωμένα καὶ τὸ πάχος ἔχοντα εὐτραφέως, ἄνοσα διατετελεκότα ὃν χρόνον ἐν τῇ μήτρῃ διεφέρετο.

9. Τῇσι δὲ γυναιξὶν αἱ συλλήψιες τῶν ἐμβρύων καὶ οἱ τρωσμοί τε καὶ οἱ τόκοι κρίνονται ἐν οἷσί περ αἵ τε νοῦσοι καὶ αἱ ὑγίειαι καὶ οἱ θάνατοι τοῖσι σύμπασιν ἀνθρώποισιν. Ταῦτα γὰρ πάντα τὰ μὲν καθ’ ἡμέρας, τὰ δὲ κατὰ μῆνας ἐπισημαίνει, τὰ δὲ κατὰ τεσσαρακοντάδας ἡμερέων, τὰ δὲ κατ’ ἐνιαυτόν· ἐν πᾶσι γὰρ τοῖς χρόνοισι τουτέοισιν ἔνεστι πρὸς ἕκαστον πολλὰ μὲν ξυμφέροντα, πολλὰ δὲ πολέμια· ἐκ μὲν οὖν τῶν συμφερόντων αἵ τε ὑγίειαι γίνονται καὶ αἱ αὐξήσιες· ἐκ δὲ τῶν ἐναντίων αἵ τε νοῦσοι καὶ οἱ θάνατοι. Αἱ μὲν οὖν ἡμέραι ἐπιστημόταταί εἰσὶν ἐν τοῖσι πλείστοισιν αἵ τε πρῶται καὶ αἱ ἕβδομαι, πολλαὶ μὲν περὶ νούσων, πολλαὶ δὲ καὶ τοῖσιν

Work

Title: pseudo-Hippocrates: De Septimestri Partu
English: Seven Months' Child
Original: Περὶ ἑπταμήνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 436-452

Publisher: Baillière, Paris

Download