Digital Corpus for Graeco-Arabic Studies

pseudo-Hippocrates: De Septimestri Partu (Seven Months' Child)

Littré 1851

ἐμβρύοισιν· τρωσμοί τε γὰρ γίνονται καὶ οἱ πλεῖστοι ταύτῃσι τῇσιν ἡμέρῃσιν· ὀνομάζεται δὲ τὰ τηλικαῦτα ἐκρύσιες, ἀλλ’ οὐ τρωσμοί· αἱ δὲ ἄλλαι ἡμέραι ὅσαι ἐντὸς τῶν τεσσαράκοντα, ἐπίσημοι μὲν ἧσσον, πολλαὶ δὲ κρίνουσιν. Ἐν δὲ τοῖσι μησὶ ταῦτά τε καὶ ἐν τῇσιν ἡμέρῃσι γινόμενα ἔνεστι κατὰ λόγον. Καὶ τὰ καταμήνια τῇσι γυναιξὶ τῇσιν ὑγιαινούσῃσι φαίνεται καθ’ ἕκαστον τῶν μηνῶν, ὡς ἔχοντος τοῦ μηνὸς ἰδίην δύναμιν ἐν τοῖσι σώμασιν. Ἐξ ὧν δὴ καὶ οἱ ἕβδομοι μῆνες τῇσιν ἐν γαστρὶ ἐχούσῃσι τὰ ἔμβρυα ἐς τὴν ἀρχὴν καθιστᾶσι τῆς τελειώσιος, τοἶσι δὲ παιδίοισιν ἑπταμήνοισιν ἐοῦσι καὶ ἄλλα διαφέροντα γίνονται ἐν τοῖσι σώμασι· καὶ οἱ ὀὀόντες φαίνεσθαι ἄρχονται ἐν τουτέῳ τῷ χρόνῳ. Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ κρισίμων, ἤν περ ἴσως καὶ τοῖσδέ τις συγχρέοιτο, ὁκοῖα ἔλεξα ἱστορίης τε ἕνεκα εἰρήσω· σκοπεῖν γὰρ χρὴ τὸν μέλλοντα ἰητρὸν ὀρθῶς στοχάζεσθαι τῆς τῶν καμνόντων σωτηρίης, θεωροῦντα μὲν περίττας πάσας, τῶν δὲ ἀρτίων τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν ὀγδόην εἰκοστὴν καὶ τεσσαρακοστὴν καὶ δευτέρην. Οὗτος γὰρ ὁ ὅρος τίθεται τῷ τῆς ἁρμονίης λόγῳ πρός τινων καὶ ὁ ἀρτιφυής τε καὶ τέλειος ἀριθμός· δι’ ἣν δὲ αἰτίην, μακρότερον ἂν εἴη ἐπὶ τοῦ παρόντος διεξελθεῖν· θεωρεῖν δὲ χρὴ οὕτως τριάσι τε καὶ τετράσι· ταῖς μὲν τριάσι συνημμέναις ἁπάσαις, ταῖς δὲ τετράσι δύο μὲν παρὰ δύο συνημμέναις, δύο δὲ παρὰ δύο συνεζευγμέναις. Αἱ δὲ τεσσαρακοντάδες πρῶτον μὲν κρίνουσιν ἐπὶ τῶν ἐμβρύων· ὅ τι δ’ ἂν ὑπερβάλλῃ τὰς τεσσαράκοντα ἡμέρας τὰς πρώτας, ἐκφεύγει τοὺς τρωσμοὺς ἐπὶ

Work

Title: pseudo-Hippocrates: De Septimestri Partu
English: Seven Months' Child
Original: Περὶ ἑπταμήνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 436-452

Publisher: Baillière, Paris

Download