De Consuetudinibus (On Habits)
von Müller 1879
ὕες ἢ ὄνοι ζῶσιν, ἀλλὰ παρακολουθοῦσιν ὑφ’ ὧν ὠφελοῦνταί τε καὶ βλάπτονται. πάρεστι γοῦν αὐτῶν ἀκούειν ὁσημέραι λεγόντων εἰθίσθαι τῷδε τῷ βρώματι καὶ τῷδε τῷ πόματι καὶ διὰ τοῦτο μὴ δύνασθαι καταλιπεῖν αὐτά· καὶ γὰρ καὶ βλάπτεσθαι κατὰ τὰς μεταβολάς. ὁμοίως δὲ καὶ περὶ τῶν ἐπιτηδευμάτων λέγουσιν, οἷον ἀλουσίας λουτρῶν, ἱππασίας κυνηγεσίων, δρόμου πάλης, ἀγρυπνιῶν ὕπνων, ἡλιώσεως ψύξεως, φροντίδων ὅσα τ’ ἄλλα τοιαῦτα.
Καταφρονήσαντες οὖν καὶ ἡμεῖς τῶν ἤτοι μηδὲν πάνυ ἢ σμικρὸν ἡγουμένων εἰς θεραπείαν συντελεῖν τὸν ἀπὸ τῶν ἐθῶν σκοπὸν ἐπισκεψώμεθα, τίς ποτ’ ἐστὶν ἡ αἰτία τοῦ πολὺ δύνασθαι τὸ ἔθος καὶ εἴτε μία τις ἐστὶν ἢ καὶ καθ’ ἑκάστην ὕλην ἑτέρα. λέγω δ’ ὕλην, ἐφ’ ᾗ συνέστη τὸ ἔθος, οἷον, ὡς ἔφην, ἐδέσματα ἢ πόματα ἢ γυμνάσια ἢ ἕτερόν τι τοιοῦτο. καὶ γὰρ τήν γ’ ἀρχὴν ἐπὶ τῶν ἐσθιομένων τε καὶ πινομένων ποιησώμεθα. τί δή ποτε γὰρ οἱ τῇ τῶν βοείων κρεῶν ἐδωδῇ συνήθως χρώμενοι τινὲς μὲν οὐδ’ ὅλως βλάπτονται, τινὲς δ’ ἧττον ἢ πρόσθεν ; ἢ διὰ τί κατὰ φύσιν τινὲς εὐθὺς ἐξ ἀρχῆς, ὡς αὐτὸς Ἐρασίστρατος ἔγραψε, ῥᾷον πέττουσι τὰ βόεια κρέα τῶν πετραίων ἰχθύων ; ἀλλὰ τούτου μὲν ἡ αἰτία λέλεκται κατὰ τὴν τῶν φυσικῶν δυνάμεων ἐπίσκεψιν, εἰρήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον ἐν τῇ τοῦ λόγου κοινωνίᾳ· νυνὶ δ’ ἀπὸ τῶν δι’ ἔθος ἄμεινον πεττόντων ὁτιοῦν ἐδεσμάτων τὴν ἀρχὴν τῆς διδασκαλίας ποιησώμεθα κοινὴν ὑπόθεσιν λαβόντες εἰς ταῦτα πάντα τὰ φύσει τισὶν οἰκεῖά τε καὶ οὐκ οἰκεῖα. λέλεκται. μὲν οὖν ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων κατὰ τὴν τῶν φυσικῶν δυνάμεων ἐπίσκεψιν· ἀρξώμεθα δὲ καὶ νῦν τοῦ λόγου τὴν τῆς πέψεως ἔννοιαν προχειρισάμενοι. καθάπερ γὰρ ἄρτους οἱ σιτοποιοὶ λέγονται πέττειν οὐκ ἐπειδὰν ἀλοῦντές τε καὶ διάττοντες
Work
Title: De Consuetudinibus
English: On Habits
Original: Πρὸς Φαβωρῖνον
Domains: Ethics, Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Article
Author/Editor: von Müller, Iwan
Title: Galeni libellus De consuetudinibus
in: Programm der Kgl.-Bayer. Studienanstalt zu Erlangen
Published: 1879
Pages: 5-19
Publisher: Universität Erlangen, Erlangen
Download
Galen-Gr_121.xml [56 Kb]