Digital Corpus for Graeco-Arabic Studies

Galen: De Consuetudinibus (On Habits)

von Müller 1879

εἰς λεπτὰ μόρια καταθραύσωσι τοὺς πυρούς, ἀλλ’ ὅταν ἐπὶ τῷ τοιοῦτο πρᾶξαι δεύσαντες ὕδατι ζύμην μίξαντες μαλάξωσιν, εἶτα καλύψαντές τινι τῶν θαλπόντων ἐάσωσιν, ἄχρις ἄν, ὡς αὐτοὶ καλοῦσι, ζυμωθῇ, καὶ μετὰ ταῦτα διὰ κλιβάνων ἢ ἰπνῶν ὀπτήσωσιν, οὕτω κἀπὶ τῶν εἰς γαστέρα καταποθέντων οὐκ ἐπειδὰν ἐν αὐτῇ καταθραυσθῇ καὶ λυθῇ, πεπέφθαι φαμέν, ἀλλ’ ὅταν, ὡς οἱ πεττόμενοι πυροί, κατὰ ποιότητα τὴν μεταβολὴν σχῇ. καθάπερ δ’ ἐπὶ τῶν ἄρτων εἰς τὴν οἰκείαν ἡμῖν τοῖς ἐσθίουσιν ἀχθῆναι χρὴ ποιότητα τὸν πεττόμενον σῖτον, οὕτω κατὰ τὴν κοιλίαν ἔτι καὶ μᾶλλον εἰς οἰκειοτέραν, ὀνομάζω δ’ οἰκειοτέραν ἑτέραν ἑτέρας κατὰ τὴν ὁμοιότητα τοῦ μέλλοντος ἐξ αὐτῆς τρέφεσθαι σώματος. ἄλλο γὰρ ἄλλῳ σώματι τῶν τρεφόντων οἰκεῖόν ἐστι καὶ διὰ τοῦτο τὰ ζῷα πρὸς τὰς οἰκείας ἔρχονται τροφὰς ἀδιδάκτως ὑπὸ τῆς φύσεως ὠθούμενα, τὰ μὲν ὑποζύγια πρός τε τὰς βοτάνας καὶ ἄχυρα καὶ χιλὴν καὶ κριθήν, οἱ λέοντες δὲ πρὸς τὰς σάρκας, ὥσπερ καὶ παρδάλεις καὶ λύκοι. καθάπερ οὖν ἐν τοῖς ζῴοις κατὰ γένος οὐ σμικρὰ διαφορὰ τῶν οἰκείων ἑκάστῳ τροφῶν ἐστιν, οὕτω καὶ κατ’ εἶδος ἐν τοῖς γένεσιν εὑρίσκονται διαφοραὶ μεγάλαι τῶν μὲν μηδὲ γεύσασθαι δυναμένων οἴνου, πάμπολυ δ’ ἑτέρων ἀλύπως πινόντων καὶ τῶν μέν, ὡς εἴρηται, τά τε τῶν βοῶν καὶ τράγων καὶ κριῶν κρέα μεθ’ ἡδονῆς μὲν ἐσθιόντων, πεττόντων δ’ ἀλύπως, τῶν δὲ μηδὲ τὴν ὀσμὴν αὐτῶν ὑπομενόντων, μήτι γε τὴν ἐδωδὴν καὶ εἰ δι’ ἀπορίαν ἐδέσματος ἑτέρου, καθάπερ ἐν λιμῷ γίνεται, βιάσαιντο σφᾶς αὐτοὺς προσάρασθαι τὸ τοιοῦτον κρέας, οὔτε πέψαι δυναμένων αὐτὸ χωρὶς βλάβης ἀνατρεπομένων τε τὴν ὄρεξιν ἐπὶ τῇ προσφορᾷ βαρυνομένων τε παραχρῆμα κἂν ἐρυγή τις αὐτοῖς ἐπιγένηται, μηδὲ ταύτης ἀλύπως ἀνεχομένων. ὅτι δὲ ταῦθ’ οὕτως ἔχοντα φαίνεται, πρῶτον μὲν ἐκείνου χρὴ μεμνῆσθαι, τοῦ προσφέρεσθαι τοὺς ἀνθρώπους ἥδιον ἄλλον ἄλλο κατὰ τὴν οἰκειότητα τῆς φύσεως ἔρχεσθαί τε πρὸς τὴν τῶν τοιούτων ἐδωδὴν μᾶλλον, ὥσπερ γε καὶ πρὸς τὴν τῶν εὐπέπτων αὐτοῖς εἶναι φανέντων, ἀποστρέφεσθαι δὲ καὶ φεύγειν ἀπὸ τῶν ἀηδῶν καὶ δυσπέπτων, ὥστε σημεῖον εἶναι τὸ ἔθος οἰκειότητος φυσικῆς. ὅτι δὲ καὶ αἰτία γίνεται πολλάκις, δῆλον ἐκ τῶν ἐν ἀρχῇ μὲν ἀηδῶς ἢ βλαβερῶς ὑπό τινων διατιθεμένων,

Work

Title: Galen: De Consuetudinibus
English: On Habits
Original: Πρὸς Φαβωρῖνον

Domains: Ethics, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: von Müller, Iwan

Title: Galeni libellus De consuetudinibus
in: Programm der Kgl.-Bayer. Studienanstalt zu Erlangen

Published: 1879

Pages: 5-19

Publisher: Universität Erlangen, Erlangen

Download