Digital Corpus for Graeco-Arabic Studies

Galen: De Consuetudinibus (On Habits)

von Müller 1879

κατ’ ἀρχὰς δ’ εὐθέως κατὰ συμβεβηκός, οὐ πρώτως, ὑπὸ τοῦ δρῶντος αἰτίου μεταβολὴ καὶ ἀλλοίωσις οὐχ ἥκιστα τοῖς ἐν τῷ βάθει κειμένοις συμπίπτει· πυκνωθέντος γὰρ τοῦ δέρματος ἀθροίζεται κατὰ τὸ τοῦ σώματος ὅλου βάθος ἡ θερμασία. ὥσπερ δὲ τὸ ψῦχον αἴτιον τὰς εἰρημένας ἀλλοιώσεις ἐργάζεται, κατὰ τὸν αὐτὸν λόγον τὰς ἐναντίας αὐτῷ τὸ θερμαῖνον. καὶ γὰρ φύσιν ἔχει πρὸς τῶν ἐναντίων γίνεσθαι τὰ ἐναντία, τὰ μὲν πρώτως, τὰ δὲ κατὰ συμβεβηκός, ἐφ’ ὧν δὴ καὶ μάλιστα σφάλλονται πολλοὶ θεώμενοί τινα κατὰ συμβεβηκὸς ὡσαύτως ἐπιτελούμενα πρὸς τῶν ἐναντίων, ὥσπερ γε πάλιν καὶ ἐναντία πολλάκις ὑπὸ τῶν αὐτῶν αἰτίων γινόμενα. ἀμέλει κἀπὶ τῶν θερμαινόντων ὁμοίως ἀπατᾶσθαι συμβαίνει. τὸ γοῦν θερμὸν αἴτιον, οἷον ὁ ἥλιος, ὁπόταν ὁμιλήσῃ τινὶ σώματι πολυχρονίως, ἐναντίαν διάθεσιν τῇ κατ’ ἀρχὰς ἐργάζεται περὶ αὐτό. ἐν ἀρχῇ μὲν γὰρ ἀλεαίνων ἡμᾶς διαχεῖ μὲν τὰ ὑγρά, χαλᾷ δὲ τὸ δέρμα καὶ μαλακωτέρας ἐργάζεται τὰς σάρκας· εἰ δὲ πλέοσιν ἡμέραις ὥρᾳ θέρους ἐν αὐτῷ διατρίψειέ τις γυμνός, αὐχμηρὸν μὲν καὶ σκληρὸν τούτῳ γίνεται τὸ δέρμα, ξηραὶ δ’ αἱ σάρκες. ἀλλ’ ἐπὶ μὲν τῶν τοιούτων οὐ μόνης τῆς πολυχρονίου θερμασίας τοὖργον ἀλλὰ καὶ τῆς ἐζευγμένης αὐτῇ ξηρότητος. καὶ πολλάκις γ’ ἡμᾶς ἐν τοῖς περὶ τῶν αἰτίων λογισμοῖς σφάλλει τοῦτο παρορωμένης τῆς ἐπιπλεκομένης αἰτίας. ἐχρῆν γὰρ ἡμᾶς ἐννοεῖν ἕτερον μέν τι δρᾶν τὴν ὑγρὰν θερμασίαν, ἕτερον δὲ τὴν ξηράν, ὅπερ οὐ ποιοῦμεν ἐνίοτε καὶ διὰ τοῦτο σφαλλόμεθα τὴν οἰκείαν ἐνέργειαν ἑκατέρων τῶν αἰτίων παρορῶντες· εἰ δὲ τις προσέχοι τὸν νοῦν, εἴσεται φυλαττομένην ἑκατέραν. ὥσπερ γὰρ ἡ μὲν ὑγρότης μόνη χωρὶς θερμότητος ἢ ψύξεως ἐπιφανοῦς ὑγραίνει τὸ σῶμα, τῆς θερμότητος θερμαινούσης, οὕτως ἡ σύνοδος ἀμφοτέρων ἀμφότερα φαίνεται δρῶσα. κατὰ μὲν οὖν τὰ τῶν γλυκέων ὑδάτων λουτρὰ συμβαίνει τοῦτο, κατὰ δὲ τὰ εἱληθερῆ τὸ ξηραῖνον αἴτιον ἐπιπλέκεται τῷ θερμαίνοντι. τοιοῦτος γὰρ ὁ θηρινὸς ἥλιος, ὥστ’ εἰκός, ὅσοι γυμνοὶ τὸ πλεῖστον ἐν αὐτῷ διατρίβουσιν, ὥσπερ οἵ τε θερισταὶ καὶ οἱ ναῦται, σκληρὸν καὶ ξηρὸν αὐτῶν γίνεσθαι τὸ δέρμα παραπλησίως τῷ τῶν φολιδωτῶν ζῴων. ὥσπερ οὖν αἱ

Work

Title: Galen: De Consuetudinibus
English: On Habits
Original: Πρὸς Φαβωρῖνον

Domains: Ethics, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: von Müller, Iwan

Title: Galeni libellus De consuetudinibus
in: Programm der Kgl.-Bayer. Studienanstalt zu Erlangen

Published: 1879

Pages: 5-19

Publisher: Universität Erlangen, Erlangen

Download