Digital Corpus for Graeco-Arabic Studies

Galen: De Consuetudinibus (On Habits)

von Müller 1879

ἀποδιδόναι“. ἐν τούτοις τοῖς λόγοις ὁ Πλάτων περὶ τῶν τριῶν τῆς ψυχῆς εἰδῶν ἐδίδαξεν ἡμᾶς οὐ μόνον εἰς φιλοσοφίαν τι χρήσιμον ἀλλὰ καὶ τὴν τοῦ σώματος ὑγίειαν ἀκολουθήσας Ἱπποκράτει κατὰ τοῦτο καθόλου μὲν εἰπόντι ,,χρῆσις κρατύνει, ἀργίη τήκει“, κατ’ εἶδος δ’ ἐπὶ γυμνασίων αὖθις ἐν τῷ φάναι ,,πόνοι σιτίων ἡγείσθωσαν“, ἐπὶ δὲ τῶν κατὰ μέρος εἰδῶν ἁπάντων ,,πόνοι, σιτία, ποτά, ὕπνοι, ἀφροδίσια, πάντα μέτρια“. διὸ κἀνταῦθα προσέχειν χρὴ τὸν νοῦν ἀκριβῶς τοῖς λεγομένοις· ἔχει γάρ τινα παρακοὴν ὁμοίως τοῖς ἄλλοις ἅπασι λόγοις, ἐάν τις ἀμελῶς ἀκούῃ, καθάπερ ἔνιοι. γυμνάζεσθαι γὰρ ἑκάστην τῶν δυνάμεων ἀξιοῦμεν, οὐ δήπου χωρὶς ὅρων καὶ μέτρων προσηκόντων ἐπὶ πλεῖστον ἐκτεταμένων τῶν γυμνασίων, ὡς καταλῦσαι τὴν δύναμιν· οὕτω δὲ καὶ σιτίοις καὶ ποτοῖς καὶ ὕπνοις καὶ ἀφροδισίοις ἐν τῷ προσήκοντι μέτρῳ χρῆσθαι μήτ’ ἐλλείποντι μήτε πλεονάζοντι. αἱ μὲν γὰρ ὑπερβολαὶ καταλύουσί γε τὰς δυνάμεις, τὸ δ’ ἐλλιπὲς ἐν ἑκάστῳ κωλύει τοσοῦτον τῆς τελείας ὠφελείας, ὅσον αὐτὸ τῆς συμμετρίας ἀπολείπεται. παρήγγελτο τοῦτο καὶ ὑφ’ Ἱπποκράτους ἐφ’ ἑνὸς ὡς παραδείγματος, ἔνθα φησίν ,,ἐν πάσῃ κινήσει τοῦ σώματος ὅταν ἄρξηται πονέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον“. καί πως ὁ λόγος ἤδη κατὰ τὴν οἰκειότητα τῶν πραγμάτων ἐδίδαξέ τι καὶ περὶ τῶν τῆς ψυχῆς ἐθῶν ἐν μνήμαις καὶ διαλογισμοῖς καὶ ζητήσεσι λογικαῖς, ὧν καὶ αὐτὸς ὁ Ἐρασίστρατος ἐμνημόνευσεν ἐν τῷ περὶ τῶν ἐθῶν λόγῳ μὴ προσθεὶς τὴν αἰτίαν καίτοι μὴ μόνον τοῦ Ἱπποκράτους ἀλλὰ καὶ τοῦ Πλάτωνος εἰρηκότων αὐτήν. τὸ γὰρ ἐν τοῖς οἰκείοις τε καὶ συμμέτροις γυμνασίοις ἑκάστην τῶν δυνάμεων ἐνεργεῖν εὐρωστίαν αὐταῖς ἀποτελεῖ.

Work

Title: Galen: De Consuetudinibus
English: On Habits
Original: Πρὸς Φαβωρῖνον

Domains: Ethics, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: von Müller, Iwan

Title: Galeni libellus De consuetudinibus
in: Programm der Kgl.-Bayer. Studienanstalt zu Erlangen

Published: 1879

Pages: 5-19

Publisher: Universität Erlangen, Erlangen

Download