Digital Corpus for Graeco-Arabic Studies

Galen: De Consuetudinibus (On Habits)

von Müller 1879

ἡμῖν ἔνιοι κωλύοντες μὲν διδόναι τοῖς πυρέττουσι, κελεύοντες δ’ ἡμᾶς ἀρκεῖσθαι ταῖς ἀπὸ τῶν ἄλλων σκοπῶν ἐνδείξεσιν, ὡς ἀπό τε τῶν πεπονθότων τόπων καὶ τῆς ἐν αὐτοῖς διαθέσεως ἡλικίας τε καὶ χώρας καὶ ὥρας ἔτι τε τῆς τοῦ κάμνοντος αὐτοῦ κράσεως καὶ δυνάμεως, αἷς εἰώθαμεν χρῆσθαι, γελοῖον εἶναι φάσκοντες, εἰ φλεγμαίνοντος ἥπατος ἢ πνεύμονος ἢ γαστρὸς ἤ τινος ἑτέρου τῶν οὕτως ἐπικαίρων μορίων ἐπιτρέψομεν τῷ ψυχροπότῃ ψυχρὸν προσφέρεσθαι πόμα δι’ οὐδὲν ἄλλ’ ἢ τὸ ἔθος (ὅμοιον γὰρ τοῦτ’ εἶναί φασιν ὡς εἰ ἐπιτρέποιμεν λούεσθαι ψυχρῷ τοὺς οὕτως εἰθικότας, εἰ πυρέττοιεν), ὥσπερ ἂν ἡμῶν ἅπασι τοῖς ὁπωσοῦν νοσοῦσι τὰ συνήθη πάντα πράττειν ἐπιτρεπόντων, ἀλλ’ οὐχὶ πρὸς τοῖς ἄλλοις ἅπασι σκοποῖς καὶ τὸν ἀπὸ τῶν ἐθῶν παραλαμβανόντων. Ἀριστοτέλης γοῦν ὁ Μιτυληναῖος, ἀνὴρ πρωτεύσας ἐν τῇ Περιπατητικῇ θεωρίᾳ, νοσήματι περιπεσὼν ὑπὸ ψυχροῦ πόσεως ὠφεληθῆναι δυναμένῳ, διότι μηδέποτε τοιοῦτο προσενήνεγκτο πόμα, διεκώλυσε τοὺς συμβουλεύοντας αὐτῷ πιεῖν ἐπίστασθαι σαφῶς εἰπών, ὅτι σπασθήσοιτο γευσάμενος ψυχροῦ· καὶ γὰρ ἐπ’ ἄλλου τοῦτ’ ἔφασκεν ἑωρακέναι τήν τε τοῦ σώματος ἕξιν καὶ κρᾶσιν ὁμοίαν ἑαυτῷ καὶ τὸ τῆς θερμοποσίας ἔθος ἐσχηκότος· εἰ δ’ ἦν ἔθος ὥσπερ ἐνίοις πόματος τοιούτου, μάλιστα μὲν ἂν οὐδ’ αὐτὸς ἔδεισεν αὐτοῦ τὴν προσφοράν· ἐπειδὴ δὲ καὶ τοῦτ’ ἔπαθεν, ἐασάτωσαν οἱ παρόντες ἰατροὶ πάντως αὐτόν. ἐκεῖνος μὲν οὖν οὕτως ἀπέθανεν, ὡς ἐπυθόμην· ἐρομένων δέ με τῶν παραγενομένων αὐτῷ τελευτῶντι, πότερον, ὡς ἐπ’ ἄλλων ἐτόλμησα τοῖς μὲν δι’ ὅλης τῆς νόσον, τοῖς δ’ ἔν τινι καιρῷ δοῦναι ψυχρὸν εὐλαβουμένων

Work

Title: Galen: De Consuetudinibus
English: On Habits
Original: Πρὸς Φαβωρῖνον

Domains: Ethics, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: von Müller, Iwan

Title: Galeni libellus De consuetudinibus
in: Programm der Kgl.-Bayer. Studienanstalt zu Erlangen

Published: 1879

Pages: 5-19

Publisher: Universität Erlangen, Erlangen

Download