Digital Corpus for Graeco-Arabic Studies

Galen: De Consuetudinibus (On Habits)

von Müller 1879

τὰ βρώματα, ἃ μὴ εἰθίδαται, καὶ ἢν μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά. καὶ ὅσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει ἢ σκόροδα ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς ἢ ἄλλα ὅσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων· ἀλλὰ εἰ καταμάθοις, ὅσον μᾶζα ὄχλον καὶ ὄγκον καὶ στρόφον καὶ φῦσαν τῇ κοιλίῃ παρέχει παρὰ τὸ ἔθος βρωθεῖσα τῷ ἀρτοφαγέειν εἰθισμένῳ ἢ οἷον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ ἢ αὐτός γε ὁ ἄρτος θερμὸς βρωθεὶς οἵην δίψην παρέχει καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον· καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες οἷα διαφέροντα ἀλλήλων ποιέουσι· καὶ μᾶζά γε ξηρὴ παρὰ τὸ ἔθος ἢ ὑγρὴ ἢ γλίσχρη· καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος ἐς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής τε οἶνος καὶ ἄκρητος ἐξαπίνης ποθείς· ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψην· καὶ λευκός τε καὶ μέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλουσιν, εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα ᾖσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα“. Παρὰ μὲν Ἱπποκράτους ἀρκεῖ τὰ δεῦρο τοῦδε γεγραμμένα παραδείγματα περὶ τῆς τῶν ἐθῶν δυνάμεως, Ἐρασίστρατος δ’ ἐν τῷ δευτέρῳ περὶ παραλύσεως ὧδέ πως ἔγραψεν· ,,δεῖ δὲ πολλὴν πάνυ ἐπίσκεψιν ποιήσασθαι περὶ συνηθείας καὶ ἀσυνηθείας καὶ ἀσυνηθείας τὸν μέλλοντα κατὰ τρόπον ἰατρεύειν· λέγω δὴ τὸ τοιοῦτο· πόνους τοὺς μὲν συνήθεις πολλοὺς πονοῦντες ἄκοποι διατελοῦσιν ὄντες, τοὺς δὲ ἀσυνήθεις ὀλίγους πονήσαντες ὑπόκοποι γίνονται· βρώματά τε ὅσα συνήθη

Work

Title: Galen: De Consuetudinibus
English: On Habits
Original: Πρὸς Φαβωρῖνον

Domains: Ethics, Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Article

Author/Editor: von Müller, Iwan

Title: Galeni libellus De consuetudinibus
in: Programm der Kgl.-Bayer. Studienanstalt zu Erlangen

Published: 1879

Pages: 5-19

Publisher: Universität Erlangen, Erlangen

Download