De Consuetudinibus (On Habits)
von Müller 1879
εἰ δὲ κατὰ βραχὺ τὴν πρὸς αὐτὰ συνήθειαν ὑπομείναιεν, οὔτ’ ἀηδῶς οὔτε βλαβερῶς ἔτι διατιθεμένων. ἡ δ’ αἰτία καὶ τοῦδε τοιαύτη τις ἐστίν· ὥσπερ ἀλλοιοῦται κατὰ ποιότητα τῶν ἐσθιομένων τε καὶ πινομένων ἕκαστον, οὕτω καὶ αὐτὸ διατίθησί πως τὸ ἀλλοιοῦν. ἔνεστι δὲ καὶ τούτου λαβεῖν ἐναργὲς τεκμήριον ἐκ τῆς τῶν γεννωμένων χυμῶν διαφορᾶς ὑφ’ ἑκάστου τῶν ἐδεσμάτων· τὰ μὲν γὰρ μελαγχολικὸν αἷμα γεννᾷ, τὰ δὲ φλεγματικὸν ἢ τὴν ὠχράν τε καὶ ξανθὴν ὀνομαζομένην χολὴν οὐκ ὀλίγην ἔχον, ὥσπερ ἔνια καθαρὸν αἷμα· διαφορὰν οὖν τινα καὶ τοῖς τρεφομένοις μορίοις ἀναγκαῖον γίνεσθαι πρὸς ἄλληλα κατὰ τὴν τοῦ τρέφοντος αἵματος ἰδέαν. ἐναργὲς δὲ τεκμήριον τῆς τῶν τρεφομένων ὁμοιώσεως πρὸς τὸ τρέφον ἡ τῶν φυτῶν τε καὶ σπερμάτων μεταβολὴ μέχρι τοσούτου γινομένη πολλάκις, ὡς τὸ βλαβερώτατον ἐν ἑτέρᾳ γῇ μεταφυτευθὲν εἰς ἑτέραν γῆν οὐ μόνον ἀβλαβὲς ἀλλὰ καὶ χρήσιμον γίνεσθαι. πολλὴ γὰρ καὶ ἡ τούτων πεῖρα τοῖς τὰ γεωργικά τε καὶ περὶ φυτῶν ὑπομνήματα συνθεῖσι, καθάπερ γε καὶ τοῖς περὶ τῆς τῶν ζῴων ἱστορίας γράψασι τῆς κατὰ τὰ χωρία γινομένης μεταβολῆς. ἐπεὶ τοίνυν οὐ μόνον ἀλλοιοῦται τὸ τρέφον ὑπὸ τοῦ τρεφομένου, ἀλλὰ καὶ αὐτό πως τιν’ ἀλλοιοῖ βραχεῖαν ἀλλοίωσιν, ἀναγκαῖόν ἐστι τὴν βραχεῖαν ταύτην ἀξιόλογον ἐν τῷ χρόνῳ γίνεσθαι, ὥστ’ εἰς ἴσον ἥκειν οἰκειότητι φυσικῇ τὴν ἐκ τῶν πολυχρονίων ἐθῶν.
Ἐπὶ μὲν οὖν τῶν ἐσθιομένων τε καὶ πινομένων εὑρῆσθαί μοι δοκῶ τὴν αἰτίαν τῆς τῶν ἐθῶν δυνάμεως, ἐπὶ δὲ τῶν ἔξωθεν ἡμῖν προσπιπτόντων ἴδωμεν ἐφεξῆς. ἔοικε γὰρ καὶ ταῦτα τὴν αὐτὴν κατὰ γένος ἔχειν αἰτίαν τοῖς προειρημένοις. ἀλλοίωσιν οὖν τιν’ ἐργάζεται κατὰ τὸ σῶμα μάλιστα μὲν τῶν ἐπιπολῆς μορίων, ἤδη δὲ καὶ τῶν διὰ βάθους. πιλεῖται μὲν γὰρ καὶ συνάγεται καὶ σφίγγεται καὶ πυκνοῦται τὸ δέρμα πρῶτον μὲν ὑπὸ τῶν ψυχόντων, ἐφεξῆς δὲ καὶ τὰ τούτῳ συνεχῆ κἂν ἐν χρόνῳ πλείονι τὴν αὐτὴν ἀλλοίωσιν πάσχῃ τὸ σῶμα, καὶ τοῖς διὰ βάθους ἡ κοινωνία τῆς μεταβολῆς γίνεται.
Work
Title: De Consuetudinibus
English: On Habits
Original: Πρὸς Φαβωρῖνον
Domains: Ethics, Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Article
Author/Editor: von Müller, Iwan
Title: Galeni libellus De consuetudinibus
in: Programm der Kgl.-Bayer. Studienanstalt zu Erlangen
Published: 1879
Pages: 5-19
Publisher: Universität Erlangen, Erlangen
Download
Galen-Gr_121.xml [56 Kb]