Hippocrates: De alimento (Nutriment)
ΠΕΡΙ ΤΡΟΦΗΣ.
1. Τροφὴ καὶ τροφῆς εἶδος, μία καὶ πολλαί· μία μὲν ᾗ γένος ἓν, εἶδος δὲ ὑγρότητι καὶ ξηρότητι· καὶ ἐν τουτέοισιν ἰδέαι καὶ πόσον ἐστὶ καὶ ἐς τίνα καὶ ἐς τοσαῦτα.
2. Αὔξει δὲ καὶ ῥώννυσι καὶ σαρκοῖ καὶ ὁμοιοῖ καὶ ἀνομοιοῖ τὰ ἐν ἑκάστοισι κατὰ φύσιν τὴν ἑκάστου καὶ τὴν ἐξ ἀρχῆς δύναμιν.
3. Ὁμοιοῖ δὲ ἐς [φύσιν καὶ] δύναμιν, ὁκόταν κρατέῃ μὲν ἡ ἐπεισιοῦσα, ἐπικρατέῃ δὲ ἡ προϋπάρχουσα.
4. Γίνεται δὲ καὶ ἐξίτηλος, ὁτὲ μὲν ἡ προτέρη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροστεθεῖσα, ὁτὲ δὲ ἡ ὑστέρη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροστεθεῖσα.
5. Ἀμαυροῖ δὲ ἑκατέρας ἐν χρόνῳ καὶ μετὰ χρόνον ἡ ἔξωθεν συνεχὴς ἐπεισκριθεῖσα καὶ ἐπὶ πολλὸν χρόνον στερεμνίως πᾶσι τοῖσι μέλεσι διαπλεκεῖσα.
6. Καὶ τὴν μὲν ἰδίην ἰδέην ἐξεβλάστησε· μεταβάλλει τε τὴν ἀρχαίαν, καὶ καταφέρεται· τρέφει δὲ πεττομένη· τὴν δὲ προτέρην ἰδέην ἐξαλλάττει ἔστιν ὅτε καὶ τὰς προτέρας ἐξημαύρωσεν.
7. Δύναμις δὲ τροφῆς ἀφικνέεται καὶ ἐς ὀστέον καὶ πάντα τὰ μέρεα αὐτοῦ, καὶ ἐς νεῦρον καὶ ἐς φλέβα καὶ ἐς ἀρτηρίην καὶ ἐς μῦν καὶ ἐς ὑμένα καὶ σάρκα καὶ πιμελὴν καὶ αἷμα καὶ φλέγμα καὶ μυελὸν καὶ ἐγκέφαλον καὶ νωτιαῖον καὶ τὰ ἐντοσθίδια καὶ πάντα τὰ μέρεα αὐτῶν, καὶ δὴ καὶ ἐς θερμασίην καὶ πνεῦμα καὶ ὑγρασίην.
8. Τροφὴ δὲ τὸ τρέφον, τροφὴ δὲ τὸ οἷον, τροφὴ δὲ τὸ μέλλον.
9. Ἀρχὴ δὲ πάντων μία καὶ τελευτὴ πάντων μία καὶ ἡ αὐτὴ τελευτὴ καὶ ἀρχή.
10. Καὶ ὅσα κατὰ μέρος ἐν τροφῇ καλῶς καὶ κακῶς διοικέεται, καλῶς μὲν ὅσα προείρηται, κακῶς δὲ ὅσα τούτοισι τὴν ἐναντίην ἔχει τάξιν.
11. Χυλοὶ ποικίλοι καὶ χρώμασι καὶ δυνάμεσι καὶ ἐς βλάβην καὶ ἐς ὠφελείην, καὶ οὔτε βλάπτειν οὔτε ὠφελέειν, καὶ πλήθει καὶ ὑπερβολῇ καὶ ἐλλείψει καὶ διαπλοκῇ ὧν μὲν, ὧν δ’ οὔ.
12. Καὶ πάντων ἐς θερμασίην βλάπτει καὶ ὠφελέει· ἐς ψύξιν βλάπτει καὶ ὠφελέει· ἐς δύναμιν βλάπτει καὶ ὠφελέει.
13. Δυνάμιος δὲ ποικίλαι φύσιες.
14. Χυλοὶ φθείροντες καὶ ὅλον καὶ μέρος καὶ ἔξωθεν καὶ ἔνδοθεν, αὐτόματοι καὶ οὐκ αὐτόματοι, ἡμῖν μὲν αὐτόματοι, αἰτίῃ δ’ οὐκ αὐτόματοι· αἰτίης δὲ τὰ μὲν δῆλα, τὰ δ’ ἄδηλα, καὶ τὰ μὲν δυνατὰ, τὰ δ’ ἀδύνατα.
15. Φύσις ἐξαρκέει πάντα πᾶσιν.
16. Ἐς δὲ ταύτην, ἔξωθεν μὲν, κατάπλασμα, κατάχρισμα, ἄλειμμα, γυμνότης ὅλου καὶ μέρεος, καὶ σκέπη ὅλου καὶ μέρεος, θερμασίη καὶ ψύξις κατὰ τὸν αὐτὸν λόγον καὶ στύψις καὶ ἕλκωσις καὶ δηγμὸς καὶ λίπασμα· ἔνδοθεν δὲ, τινά τε τῶν εἰρημένων, καὶ ἐπὶ τούτοισιν αἰτίη ἄδηλος καὶ μέρει καὶ ὅλῳ, τινί τε καὶ οὐτινί.
17. Ἀποκρίσιες κατὰ φύσιν, κοιλίης, οὔρων, ἱδρῶτος, πτυάλου, μύξης, ὑστέρης, καθ’ αἱμοῤῥοΐδα, θύμον, λέπρην, φῦμα, καρκίνωμα, ἐκ ῥινῶν, ἐκ πλεύμονος, ἐκ κοιλίης, ἐξ ἕδρης, ἐκ καυλοῦ, κατὰ φύσιν καὶ παρὰ φύσιν· αἱ διακρίσιες τούτων ἄλλοισι πρὸς ἄλλον λόγον ἄλλοτε καὶ ἀλλοίως. Μία φύσις ἐστὶ ταῦτα πάντα καὶ οὐ μία· πολλαὶ φύσιές εἰσι ταῦτα πάντα καὶ μία.
18. Φαρμακείη ἄνω καὶ κάτω, καὶ οὔτε ἄνω οὔτε κάτω.
19. Ἐν τροφῇ φαρμακείη ἄριστον, ἐν τροφῇ φαρμακείη φλαῦρον, φλαῦρον καὶ ἄριστον πρὸς τί.
20. Ἕλκος, ἐσχάρη, αἷμα, πῦον, ἰχὼρ, λέπρη, πίτυρον, ἀχὼρ, λειχὴν, ἀλφὸς, ἔφηλις, ὁτὲ μὲν βλάπτει, ὁτὲ δὲ ὠφελέει, ὁτὲ δὲ οὔτε βλάπτει οὔτε ὠφελέει.
21. Τροφὴ οὐ τροφὴ, ἢν μὴ δύνηται· μὴ τροφὴ τροφὴ, ἢν οἷόν τε ᾖ τρέφεσθαι· οὔνομα τροφὴ, ἔργον δὲ οὐχί· ἔργον τροφὴ, οὔνομα δὲ οὐχί.
22. Ἐς τρίχας τροφὴ καὶ ἐς ὄνυχας καὶ ἐς τὴν ἐσχάτην ἐπιφανείην ἔνδοθεν ἀφικνέεται· ἔξωθεν τροφὴ ἐκ τῆς ἐσχάτης ἐπιφανείης ἐνδοτάτω ἀφικνέεται.
23. Ξύῤῥοια μία, ξύμπνοια μία, ξυμπαθέα πάντα· κατὰ μὲν οὐλομελίην πάντα, κατὰ μέρος δὲ τὰ ἐν ἑκάστῳ μέρει μέρεα πρὸς τὸ ἔργον.
24. Ἀρχὴ μεγάλη εἰς ἔσχατον μέρος ἀφικνέεται· ἐξ ἐσχάτου μέρεος ἐς ἀρχὴν μεγάλην ἀφικνέεται μία φύσις εἶναι καὶ μὴ εἶναι.
25. Νούσων διαφοραὶ ἐν τροφῇ, ἐν πνεύματι, ἐν θερμασίῃ, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ, ἐν χυμοῖσιν, ἐν σαρκὶ, ἐν πιμελῇ, ἐν φλεβὶ, ἐν ἀρτηρίῃ, ἐν νεύρῳ, μυὶ, ὑμένι, ὀστέῳ, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ, στόματι, γλώσσῃ, στομάχῳ, κοιλίῃ, ἐντέροισι, φρεσὶ, περιτοναίῳ, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστεϊ, μήτρῃ, δέρματι· ταῦτα πάντα καὶ καθ’ ἓν καὶ κατὰ μέρος· μέγεθος αὐτῶν μέγα καὶ οὐ μέγα.
26. Τεκμήρια, γαργαλισμὸς, ὀδύνη, ῥῆξις, γνώμη, ἱδρὼς, οὔρων ὑπόστασις, ἡσυχίη, ῥιπτασμὸς, ὄψιος στάσιες, φαντασίαι, ἴκτερος, λυγμὸς, ἐπιληψίη, αἷμα ὁλοσχερὲς, ὕπνος, καὶ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων τῶν κατὰ φύσιν, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς βλάβην καὶ ἐς ὠφελίην ὁρμᾷ· πόνοι ὅλου καὶ μέρεος· μεγέθους σημήϊα, τοῦ μὲν ἐς τὸ μᾶλλον, τοῦ δὲ ἐς τὸ ἧσσον, καὶ ἀπ’ ἀμφοτέρων ἐς τὸ μᾶλλον καὶ ἀπ’ ἀμφοτέρων ἐς τὸ ἧσσον.
27. Γλυκὺ οὐ γλυκὺ, γλυκὺ ἐς δύναμιν οἷον ὕδωρ, γλυκὺ ἐς γεῦσιν οἷον μέλι· σημήϊα ἑκατέρων, ἕλκεα, ὀφθαλμοὶ καὶ γεύσιες, καὶ ἐν τούτοισι τὸ μᾶλλον καὶ τὸ ἧσσον· γλυκὺ ἐς τὴν ὄψιν καὶ ἐν χρώμασι καὶ ἐν ἄλλῃσι μίξεσι, γλυκὺ μᾶλλον καὶ ἧσσον.
28. Ἀραιότης σώματος ἐς διαπνοὴν, οἷσι πλέον ἀφαιρέεται ὑγιεινόν· πυκνότης σώματος ἐς διαπνοὴν, οἷσιν ἔλασσον ἀφαιρέεται νοσερόν· οἱ διαπνεόμενοι καλῶς ἀσθενέστεροι καὶ ὑγιεινότεροι καὶ εὐανάσφαλτοι, οἱ διαπνεόμενοι κακῶς πρὶν ἢ νοσέειν ἰσχυρότεροι, νοσήσαντες δὲ δυσανάσφαλτοι· ταῦτα δὲ καὶ ὅλῳ καὶ μέρει.
29. Πλεύμων ἐναντίην σώματι τροφὴν ἕλκει, τὰ δ’ ἄλλα πάντα τὴν αὐτήν.
30. Ἀρχὴ τροφῆς πνεύματος, ῥῖνες, στόμα, βρόγχος, πλεύμων, καὶ ἡ ἄλλη διαπνοή· ἀρχὴ τροφῆς καὶ ὑγρῆς καὶ ξηρῆς, στόμα, στόμαχος, κοιλίη· ἡ δὲ ἀρχαιοτέρη τροφὴ, διὰ τοῦ ἐπιγαστρίου, ᾗ ὀμφαλός.
31. Ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται ἐς πάντα αἷμα καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ.
32. Δύναμις μίη καὶ οὐ μίη, ᾗ πάντα ταῦτα καὶ τὰ ἑτεροῖα διοικέεται, ἡ μὲν ἐς ζωὴν ὅλου καὶ μέρεος, ἡ δὲ ἐς αἴσθησιν ὅλου καὶ μέρεος.
33. Γάλα τροφὴ, οἷσι γάλα τροφὴ κατὰ φύσιν, ἄλλοισι δὲ οὐχὶ, ἄλλοισι δὲ οἶνος τροφὴ, καὶ ἄλλοισιν οὐχὶ, καὶ σάρκες καὶ ἄλλαι ἰδέαι τροφῆς πολλαὶ, καὶ κατὰ χώρην καὶ ἐθισμόν.
34. Τρέφεται δὲ τὰ μὲν ἐς αὔξησιν καὶ ἐς τὸ εἶναι, τὰ δὲ ἐς τὸ εἶναι μοῦνον, οἷον γέροντες, τὰ δὲ πρὸς τούτων καὶ ἐς ῥώμην. Διάθεσις ἀθλητικὴ οὐ φύσει· ἕξις ὑγιεινὴ κρείσσων ἐν πᾶσιν.
35. Μέγα τὸ ποσὸν εὐστόχως ἐς δύναμιν ξυναρμοσθέν.
36. Γάλα καὶ αἷμα τροφῆς πλεονασμός.
37. Περίοδοι ἐς πολλὰ σύμφωνοι, ἐς ἔμβρυον καὶ ἐς τὴν τούτου τροφήν· αὖτις δὲ ἄνω ῥέπει ἐς γάλα καὶ ἐς τροφὴν βρέφεος.
38. Ζωοῦται τὰ μὴ ζῶα, ζωοῦται τὰ ζῶα, ζωοῦται τὰ μέρεα τῶν ζώων.
39. Φύσιες πάντων ἀδίδακτοι.
40. Αἷμα ἀλλότριον ὠφέλιμον, αἷμα ἴδιον ὠφέλιμον, αἷμα ἀλλότριον βλαβερὸν, αἷμα ἴδιον βλαβερὸν, χυμοὶ ἴδιοι βλαβεροὶ, χυμοὶ ἀλλότριοι βλαβεροὶ, χυμοὶ ἀλλότριοι ξυμφέροντες, χυμοὶ ἴδιοι ξυμφέροντες, τὸ ξύμφωνον διάφωνον, τὸ διάφωνον ξύμφωνον, γάλα ἀλλότριον ἀστεῖον, γάλα ἴδιον βλαβερὸν, γάλα ἀλλότριον βλαβερὸν, γάλα ἴδιον ὠφέλιμον.
41. Σιτίον νέοισιν ἀκροσαπὲς, γέρουσιν ἐς τέλος μεταβεβλημένον, ἀκμάζουσιν ἀμετάβλητον.
42. Ἐς τύπωσιν λεβ ἠέλιοι, ἐς κίνησιν οβ, ἐς τελειότητα σιβ· ἄλλοι, ἐς ἰδέην μέ, ἐς κίνησιν β, ἐς ἔξοδον σοβ· ἄλλοι, β ἐς ἰδέην, ἐς πρῶτον ἅλμα ρβ, ἐς τελείοτητα β· ἐς διάκρισιν β, ἐς μετάβασιν β, ἐς ἔκπτωσιν σμβ· οὐκ ἔστι καὶ ἔστι· γίνεται δὲ ἐν τούτοισι καὶ πλείω καὶ ἐλάσσω, καὶ ὅλον καὶ κατὰ μέρος, οὐ πολλὸν δὲ καὶ πλείω πλείω καὶ ἐλάσσω ἐλάσσω, τοσαῦτα καὶ ὅσα ἄλλα τούτοισιν ὅμοια.
43. Ὀστέων τροφῂ ἐκ κατήξιος, ῥινὶ δὶς πέντε, γνάθῳ καὶ κληβδι καὶ πλευρῇσι διπλάσιαι, πήχει τριπλάσιαι, κνήμῃ καὶ βραχίονι τετραπλάσιαι, μηρῷ πενταπλάσιαι, καὶ εἴ τι ἐν τούτοισι δύναται πλέον ἢ ἔλασσον.
44. Αἷμα ὑγρὸν καὶ αἷμα στερεόν· αἷμα ὑγρὸν ἀστεῖον, αἷμα ὑγρὸν φλαῦρον· αἷμα στερεὸν ἀστεῖον, αἷμα στερεὸν φλαῦρον· πρός τι πάντα φλαῦρα καὶ πάντα ἀστεῖα.
45. Ὁδὸς ἄνω κάτω, μία.
46. Δύναμις τροφῆς κρέσσων ἢ ὄγκος, ὄγκος τροφῆς κρεσσων ἢ δύναμις, καὶ ἐν ὑγροῖσι καὶ ἐν ξηροῖσιν.
47. Ἀφαιρέει καὶ προστίθησιν οὐ τωὐτὸ, τῷ μὲν ἀφαιρέει, τῷ δὲ προστίθησι τωὐτό.
48. Φλεβῶν διασφύξιες καὶ ἀναπνοὴ πνεύματος καθ’ ἡλικίην, καὶ ξύμφωνα καὶ διάφωνα, καὶ νούσου καὶ ὑγιείης σημήϊα, καὶ ὑγιείης μᾶλλον ἢ νούσου, καὶ νούσου μᾶλλον ἢ ὑγιείης· τροφὴ γὰρ καὶ πνεῦμα.
49. Ὑγρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ξηρὴ· ξηρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ὑγρή· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος.
50. Καὶ ὁκόσοι ταχείης προσθέσιος δέονται, ὑγρὸν ἴημα ἐς ἀνάληψιν δυνάμιος κράτιστον· ὁκόσοι δὲ ἔτι ταχυτέρης, δι’ ὀσφρήσιος· ὁκόσοι δὲ βραδυτέρης προσθέσιος δέονται, στερεῇ τροφῇ.
51. Μῦες στερεώτεροι δυσέκτηκτοι [μᾶλλον] τῶν ἄλλων, παρὲξ ὀστέου καὶ νεύρου· δυσμετάβλητα τὰ γεγυμνασμένα, κατὰ γένος αὐτὰ ἑωυτῶν ἰσχυρότερα ἐόντα, διὰ τοῦτο αὐτὰ ἑωυτῶν δυστηκτότερα.
52. Πῦον τὸ ἐκ σαρκός· πυῶδες τὸ ἐξ αἵματος καὶ ἐξ ἄλλης ὑγρασίης· πῦον τροφὴ ἕλκεος· πυῶδες τροφὴ φλεβὸς, ἀρτηρίης.
53. Μυελὸς τροφὴ ὀστέου, διὰ τοῦτο ἐπιπωροῦται.
54. Δύναμις πάντα αὔξει καὶ τρέφει καὶ βλαστάνει.
55. Ὑγρασίη τροφῆς ὄχημα.
بسم اللّه الرحمن الرحيم وبه أستعين
كتاب الغذاء لأبقراط نقل البطريق
(١) قال: إنّ الغذاء وصورة الغذاء واحد وكثير فأمّا واحد فالجنس وأمّا كثير فالصور أعني الرطوبة واليبوسة وصورة هذه أيضاً وكمّيّتها ...
(أمّا الحسو فينبغي أن يتّخذ بالغداة فأمّا بالعشيّ فينبغي لنا أن نغيّر الغذاء ونصيّره إلى اليبوسة)
(٢) إنّ الغذاء ينمّي ويقوّي ويربّي اللحم وينشئه ولا ينشئه في كلّ واحد من الأعضاء،
(٧) إنّ القوّة الغذاء تنفذ إلى العظام وإلى جميع أجزائها وإلى العروق وإلى العصب وإلى العضلة وإلى الصفاق وإلى اللحم وإلى الشحم والدم والبلغم والدماغ والمخّ وإلى الكاهل وإلى الأحشاء وإلى جميع أجزائها وإلى الحرارة أيضاً وإلى الرطوبة وإلى الريح.
(٨) إنّ الغذاء هو الغاذي وإنّ شبه الغذاء وما يكون يغذّي في المستقبل غذاء هو غذاء،
(١٠) وكلّ ما يدبّر من أجزاء الغذاء تدبيراً جيّداً أو رديئاً فعلى هذا التدبير الجيّد فما ذكرنا آنفاً وأمّا التدبير الرديء فضدّ ما ذكرنا آنفاً.
(١١) عصارات مختلفة في ألوانها وقوّتها ومنفعتها ومضرّتها وفي غير منفعتها وغير مضرّتها وفي كثرتها وزيادتها ونقصانها وبالتفافها،
(١٦) وتغنيها أمّا من خارج فبالضماد وبالطلاء والدهن وكشف الجزء والكلّ وكذلك بالحرارة وبالتدسيم أمّا من داخل فبعض ما ذكرنا ومع هذا أيضاً المجاري الخفيّة الجزء منها والكلّ.
(١٧) إنّ المرخض الطبيعيّ هو البطن والبول والعرق والبصاق والمخاط والرحم والبواسير والبرص والبثر والسرطان ومن المنخرين ومن الرئة ومن البطن ومن المقعدة ومن الحوق طبيعيّ وغير طبيعيّ وتمييز هذه الأشياء بعضها من بعض بعلّة وعلّة غيرها، إنّ تميّز هذه الأشياء الذي ذكرنا قد يميّزها على أحد على مبلغ علمه ورأيه في بعض الأزمان الحاليّة، إنّ الأشياء التي ذكرنا كلّها هي طبيعة واحدة وليست بطبيعة واحدة وإنّ هذه الأشياء كلّها هي طبائع كثيرة وهي طبيعة واحدة.
(١٨) الدواء من فوق وأسفل وليس من فوق ولا من أسفل
(١٩) لكنّ أفضل الدواء وأكرمه الكائن بالغذاء وأردأ الدواء الكائن بالغذاء، إنّ الأفضل والأردأ يكون بالإضافة.
(٢٠) جرح جلبة دم قيح صديداً برص حزازة وبهق كلف ربّما ضرّت وربّما نفعت وربّما ولم تنفع ولم تضرّ.
(٢١) إنّ الغذاء ليس بغذاء إن لم يقو على أن يغذو، الغذاء ليس بغذاء إن لم يكن شبه الغذاء لأنّه بالاسم غذاء وأمّا بالفعل فليس بعذاء وأمّا بالفعل فغذاء وأمّا بالاسم فليس بغذاء،
(٢٤) إنّ بدءاً كبيراً ينتهي إلى آخر جزء البدن ومن آخر جزء البدن ينتهي إلى بدء كبير، إنّ الطبيعة ما هو وليس هو واحد.
(٢٥) اختلاف الأمراض في الغذاء في الريح في الحرارة في الدم في البلغم في المرّة في الأخلاط في اللحم في الشحم في العرق في الوريد في العصب في العضلة في الصفاق في العظم في الدماغ في النخاع في الفم واللسان في المعدة في البطن في الأمعاء في الحجاب في الثوب في الكبد في الطحال في المثانة في الرحم في الجلد، هذه الأعضاء كلّها وأجزاؤها قد تصيبه الآلام، إنّه قد يكون السقم فيها عظيماً ولا عظيماً.
(٢٦) الدليل على ذلك الدغدغة الوجع صدع الذهن العرق سحابة الأبوال السكون الاضطراب امتداد الوجه الخيال اليرقان الفواق والجنون بالخيال الدم النوم الثقيل قد يستدلّ بهذه وغيرها على الطبيعة وكلّ ما أشبه هذه الدالّة على المنفعة والمضرّة، وجع الموضع والجزء وعلامات العظم منها بالأكثر ومنها بالأقلّ وكلاهما بالأكثر وكلاهما بالأقلّ.
(٢٧) حلو ولا حلو حلو بالقوّة شبه الماء حلو بالمذاقة شبه العسل علاماتهما كلاهما جراحات عيون ومذاقة إمّا اللسان وإمّا قوّة المذاقة الذي تدعى المذاقة، حلو في البصر وفي الذهن وفي اللون وفي سائر الأخلاط.
(٢٨) إنّ سخافة البدن موائمة للتنفّس فإذا خرجت الفضول خروجاً سهلاً كثيراً كان أصحّ للبدن وإنّ صفاقته غير موائمة للتنفّس لأنّه لا يخرج من الفضول إلّا يسير فيضرّ ذلك البدن، إنّ الذين يتنفّسون تنفّساً سهلاً سلساً فهو أضعف بالقوّة وأصحّ ويسرع يزول في الأسقام، إنّ المتنفّسين تنفّساً رديئاً أقوياء قبل أن يسقموا فإذا سقموا لم يبرأوا سريعاً، إنّ هذه الأشياء قد تعرض في الكلّ والجزء.
(٢٩) الرئة تجذب الريح جذباً مضادّاً ومثل ذلك سائر الأعضاء،
(٣٠) بدء غذاء الريح الفم والمنخران قصبة الرئة وسائر متنفّسات البدن، أمّا الغذاء الأوّل النزول فالكائن من السرّة ومراقّ البطن.
(٣١) أصل العروق الكبد وأصل الأوردة القلب فمن هذه العضوين ينبثّ في أعضاء البدن كلّها الدم والريح والحرارة.
(٣٢) القوّة واحدة وليست بواحدة وهذه الأشياء كلّها تدبّر تدبيراً مخالفاً منها في حياة الكلّ والجزء ومنها في حسّ الكلّ والجزء.
(٣٣) إنّ غذاء اللبن هو غذاء الذين لهم في طبائعهم غذاء فأمّا في سائر الناس فلا والخمر هي غذاء لبعض الناس ولبعضهم غير غذاء وكذلك اللحوم وسائر صور الأغذاء الأكثر في بلاد وعلى العادة،
(٣٤) إنّ الأعضاء الذي تغتذي منها ما يغتذي للكون والنماء والزيادة ومنها ما يغتذي للكون وحده شبه المشيخة ومنها ما يغتذي للقوّة، إنّ حال الصريعين ليست بطبيعيّة وحال الصحّة أفضل من بعض حالات البدن في الأشياء كلّها.
(٣٥) إنّ الكمّيّة إذا كانت على نحو قوّة السقيم كانت جسيمة.
(٣٦) إنّ اللبن والدم هما أكثر الغذاء.
(٣٧) إنّ الدور يوافق في أشياء كثيرة منها في الأجنّة وغذائها وإذا مال إلى فوق في اللبن وفي غذاء المولود.
(٣٨) التي ليست حيّة تحيا والحيّة وأجزاء الحيوان.
(٣٩) إنّ طبائع الأشياء كلّها غير متعلّمة.
(٤٠) الدم الغريب نافع الدم 〈الخاصّ〉 ضارّ الدم الغريب ضارّ الدم الخاصّ نافع، إنّ الأخلاط الغريبة أعني الكيموسات نافعة وكيموسات الخاصّة ضارّة والكيموسات الغريبة ضارّة والكيموسات الخاصّة نافعة، المتّفق مختلف والمختلف متّفق، اللبن الغريب نافع اللبن الخاصّ ضارّ اللبن الغريب ضارّ اللبن الخاصّ نافع.
(٤١) إنّة قد ينبغي أن تكون أطعمة الأحداث متغيّرة تغيّراً يسيراً فأمّا أطعمة الشيوخ فينبغي أن تكون متغيّرة تامّة التغيّر كاملته وأن تكون أطعمة الشباب غير متغيّرة البتّة.
(٤٢) إنّ الجنين تتمّ خلقته في خمسة وثلاثين شمساً ويتحرّك في سبعين ويتمّ في مائتي وعشرة وقال آخرون إنّ خلقة الجنين تتمّ في خمسة وأربعين يوماً ويتحرّك في تسعين ويخرج في مائتي وسبعين وقال آخرون إنّ خلقته تتمّ في خمسين ويتحرّك في مائة ويتمّ في ثلاثمائة وقال آخرون إنّ صورة الجنين تتمّ في أربعين ويتحرّك في ثمانين ويخرج في مائتين وأربعين.
قد يكون في هذه الأشياء أقلّ وأكثر وفي الكلّ وفي الجزء، الكثير ليس بكثير والقليل ليس بقليل.
(٤٣) إنّ الأنف إذا انكسر وعولج اشتدّ في مخمّسين فأمّا اللحي والترقوة والجنبان فضعفي تلك وأمّا العضد فثلاثة أضعافها وأمّا الساق والساعد فأربعة أضعافها وأمّا الفخذان فخمسة أضعافها.
(٤٤) الدم اللدن خير جيّد الدم اللدن رديء الدم اليابس فاضل الدم اليابس رديء.
(٤٥) المسلك فوق وأسفل.
(٤٦) إنّ قوّة الغذاء هي أفضل من كثرة جرمه وجرم الغذاء أفضل من قوّته،
(٤٧) إنّ هذا يزيد وينقص ينقص في وجه ويزيد في وجه.
(٤٨) إنّ حركات العروق وتنفّس الرئة والعروق تتّفق وتختلف وفي السقم والصحّة الريح غذاء.
(٤٩) إنّ الغذاء الرطب يسرع الاستحالة ما لا يسرع اليابس والغذاء اليابس سريع الاستحالة أكثر من الرطب، والغذاء البطيء الاستحالة بطيء الانفشاش،
(٥٠) إنّ الذين يحتاجون إلى زيادة سريعة يكون الغذاء اللدن لهم شفاء لأنّه يقوّي قوّتهم والذين يحتاجون إلى زيادة أسرع سرعة فالشامّ لهم شفاء، من احتاج إلى زيادة بطيئة فليلزم الغذاء اليابس فأمّا الذين انفرغت أبدانهم وانحلّت فالغذاء الرطب لهم أنفع وأنجع.
(٥١) إنّ العضلات أصلب وأبطأ في العياء والذوب ولا تحصر في الإضمار ولا تهن وهي أقوى في أجناسها فصارت لذلك قويّة لا يصل إليها الوهن سريعاً.
(٥٢) القيح يكون من اللحم والقيح الكائن من الدم وسائر الرطوبات، إنّ القيح هو غذاء الجرح، إنّ القيح هو غذاء العروق والوريد إذا كانا على غير طبائعها.
(٥٣) إنّ المخّ غذاء للعظم.
(٥٤) إنّ القوّة تنمّي وتغذو.
(٥٥) إنّ الرطوبة مركب للغذاء.
تمّ كتاب الأغذية لبقراط بحمد اللّه وعونه وتوفيقه.