Περὶ νοῦ.
Νοῦς ἐστι κατὰ Ἀριστοτέλη τριττός, ὁ μὲν γάρ τίς ἐστι νοῦς ὑλικός.
ὑλικὸν δὲ λέγω οὐ τῷ ὑποκείμενόν τινα εἶναι ὥσπερ τὴν ὕλην (ὕλην γὰρ
λέγω ὑποκείμενόν τι δυνάμενον εἴδους τινὸς παρουσίᾳ τόδε τι γενέσθαι),
ἀλλ’ ἐπεὶ τῇ ὕλῃ τὸ εἶναι ὕλῃ ἐν τῷ δύνασθαι πάντα, ἐν ᾧ τὸ δύνασθαι
καὶ αὐτὸ τὸ δυνάμει, καθόσον ἐστὶ τοιοῦτον, ὑλικόν. καὶ δὴ καὶ νοῦς ὁ
μήπω μὲν νοῶν, δυνάμενος δὲ τοιοῦτος γενέσθαι, ὑλικός, καὶ ἡ δύναμις ἡ
τοιαύτη τῆς ψυχῆς ὁ ὑλικὸς νοῦς, οὐδὲν μὲν ἐνεργείᾳ τῶν ὄντων ὤν, δυνάμενος
δὲ πάντα γίνεσθαι, εἴ γε πάντων τῶν ὄντων οἷόν τε νόησιν γενέσθαι.
τὸ γὰρ πάντων μέλλον ἀντιλήψεσθαι οὐδὲν αὐτῶν εἶναι δεῖ κατὰ τὴν οἰκείαν
φύσιν ἐνεργείᾳ. παρεμφαινόμενον γὰρ τὸ οἰκεῖον εἶδος αὐτοῦ ἐν ταῖς
τῶν ἐκτὸς ἀντιλήψεσιν ἔμελλεν ἐμπόδιον γίνεσθαι ταῖς ἐκείνων νοήσεσιν.
οὔτε γὰρ αἱ αἰσθήσεις τούτων ἀντιλαμβάνονται, ἐν οἷς τὸ εἶναι αὐταῖς. διὰ
τοῦτ’ οὖν ἡ μὲν ὄψις χρωμάτων οὖσα ἀντιληπτικὴ ἄχρουν τὸ ὄργανον ἔχει,
ἐν ᾧ τέ ἐστι καὶ δι’ οὗ ἡ ἀντίληψις αὐτῇ. ἄχρουν γὰρ τὸ ὕδωρ οἰκείῳ
χρώματι. ἀλλὰ καὶ ἡ ὄσφρησις ἐξ ἀέρος (ἄοσμος δὲ οὗτος), ὀσμῶν δέ
ἐστιν ἀντιληπτική· καὶ ἡ ἁφὴ δὲ τῶν μὲν ὁμοίως αὐτῇ θερμῶν ἢ ψυχρῶν
ἢ σκληρῶν ἢ μαλακῶν οὐκ αἰσθάνεται, τῶν δὲ παρηλλαγμένων ἐπὶ τὸ
μᾶλλον ἢ ἧττον. τοῦτο δέ, ἐπεὶ ἦν ἀδύνατον σῶμα οὖσαν μὴ ταύτας
ἔχειν τὰς ἐναντιώσεις. πᾶν γὰρ σῶμα φυσικόν τε καὶ γενητὸν ἁπτόν. ὡς
οὖν ἐπὶ τῶν αἰσθήσεων ἀδύνατον τὴν ἔχουσάν τι τούτου οὗ ἔχει εἶναι ἀντιληπτικήν
τε καὶ κριτικήν, οὕτως, ἐπεὶ καὶ ὁ νοῦς ἀντίληψίς τις καὶ κρίσις
τῶν νοητῶν, οὐδὲ αὐτὸν οἷόν τε εἶναι τῶν κρινομένων ὑπ’ αὐτοῦ. πάντων
δὲ τῶν ὄντων ἐστὶν ἀντιληπτικός, εἴ γε πάντα ἔστι νοεῖν. οὐδὲν ἄρα τῶν
ὄντων ἐστὶν ἐνεργείᾳ, δυνάμει δὲ πάντα. τοῦτο γάρ ἐστιν αὐτῷ τὸ εἶναι
νῷ. αἱ μὲν γὰρ αἰσθήσεις γινόμεναι διὰ σωμάτων οὐκ εἰσὶν μὲν ταῦτα
ὧν ἀντιλαμβάνονται, ἄλλα δέ τινά ἐστιν ἐνεργείᾳ, ἔστι δὲ ἡ δύναμις σώματός
τινος. διὸ καὶ τοῦ σώματός τι πάσχοντος ἡ τῶν αἰσθητῶν ἀντίληψις.
καὶ διὰ τοῦτο οὐ πάντων πᾶσα αἴσθησις ἀντιληπτική. ἔστι γάρ
τις καὶ αὐτὴ ἤδη ἐνεργείᾳ. ὁ δὲ νοῦς οὔτε διὰ σώματος ἀντιλαμβανόμενος
τῶν ὄντων, οὔτε σώματος δύναμις ὤν, οὐδὲ πάσχων, οὐδέ ἐστί τι τῶν
ὄντων ὅλως ἐνεργείᾳ, οὐδέ ἐστι τόδε τι τὸ δυνάμενον, ἀλλ’ ἔστιν δύναμίς
τις ἁπλῶς τῆς τοιᾶσδε ἐντελεχείας τε καὶ ψυχῆς εἰδῶν καὶ νοημάτων δεκτική.
οὗτος μὲν οὖν ὁ νοῦς ὑλικὸς ὢν ἐν πᾶσίν ἐστι τοῖς τῆς τελείας
ψυχῆς κεκοινωνηκόσιν, τουτέστιν ἀνθρώποις.
Ἄλλος δέ ἐστιν ὁ ἤδη νοῶν καὶ ἕξιν ἔχων τοῦ νοεῖν καὶ δυνάμενος
τὰ εἴδη τῶν νοητῶν κατὰ τὴν αὑτοῦ δύναμιν λαμβάνειν, ἀνάλογον ὢν τοῖς
τὴν ἕξιν ἔχουσιν τῶν τεχνιτῶν καὶ δυναμένοις δι’ αὑτῶν ποιεῖν τὰ κατὰ
τὴν τέχνην. ὁ γὰρ πρῶτος οὐ τούτοις ἦν ἐοικώς, ἀλλὰ μᾶλλον τοῖς δυναμένοις
τὴν τέχνην ἀναλαβεῖν καὶ γενέσθαι τεχνίταις. καὶ ἔστιν οὗτος ὁ
ὑλικὸς ἕξιν ἤδη καὶ τὸ νοεῖν τε καὶ ἐνεργεῖν προσειληφώς. ὁ τοιοῦτος νοῦς
ἐν τοῖς τελειοτέροις ἐστὶν ἤδη καὶ νοοῦσιν. οὗτος μὲν οὖν ὁ δεύτερος
νοῦς ἐστι.
Τρίτος δέ ἐστι νοῦς παρὰ τοὺς προειρημένους δύο ὁ ποιητικός, δι’ ὃν
ὁ ὑλικὸς ἐν ἕξει γίνεται, ἀνάλογον ὢν οὗτος ὁ ποιητικός, ὥς φησιν ὁ Ἀριστοτέλης,
τῷ φωτί. ὡς γὰρ τὸ φῶς αἴτιον γίνεται τοῖς χρώμασιν τοῦ δυνάμει
οὖσιν ὁρατοῖς ἐνεργείᾳ γίνεσθαι τοιούτοις, οὕτως καὶ οὗτος ὁ τρίτος
νοῦς τὸν δυνάμει καὶ ὑλικὸν νοῦν ἐνεργείᾳ νοῦν ποιεῖ ἕξιν ἐμποιῶν αὐτῷ
τὴν νοητικήν. ἔστι δὲ οὗτος τὸ τῇ αὑτοῦ φύσει νοητὸν καὶ ἐνεργείᾳ τοιοῦτον·
τοῦτο γὰρ ποιητικόν τε τοῦ νοεῖν καὶ εἰς ἐνέργειαν ἄγον τὸν ὑλικὸν
νοῦν. νοῦς οὖν καὶ αὐτός· τὸ γὰρ ἄϋλον εἶδος, ὅπερ ἐστὶ μόνον τῇ αὑτοῦ
φύσει νοητόν, νοῦς. τὰ μὲν γὰρ ἔνυλα εἴδη ὑπὸ τοῦ νοῦ νοητὰ γίνεται
ὄντα δυνάμει νοητά. χωρίζων γὰρ αὐτὰ τῆς ὕλης ὁ νοῦς, μεθ’ ἧς ἐστιν
αὐτοῖς τὸ εἶναι, ἐνεργείᾳ νοητὰ αὐτὸς αὐτὰ ποιεῖ, καὶ τότε ἕκαστον αὐτῶν,
ὅταν νοῆται, ἐνεργείᾳ τε νοητὸν καὶ νοῦς γίνεται οὐ πρότερον οὐδὲ τῇ
αὑτῶν φύσει ὄντα τοιαῦτα. ὁ γὰρ κατ’ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ
νοούμενον εἶδός ἐστιν, ὥστε καὶ τούτων ἕκαστον τῶν οὐκ ὄντων ἁπλῶς
νοητῶν νοῦς, ὅταν νοῆται, γίνεται. ὡς γὰρ ἡ κατ’ ἐνέργειαν ἐπιστήμη
ταὐτὸν τῷ κατ’ ἐνέργειαν ἐπιστητῷ, καὶ ὡς ἡ κατ’ ἐνέργειαν αἴσθησις ἡ
αὐτὴ τῷ κατ’ ἐνέργειαν αἰσθητῷ, καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν τῇ κατ’
ἐνέργειαν αἰσθήσει, οὕτως δὲ καὶ ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τῷ
κατ’ ἐνέργειαν νοητῷ καὶ τὸ κατ’ ἐνέργειαν νοητὸν τῷ κατ’ ἐνέργειαν νῷ.
ὁ γὰρ νοῦς τὸ εἶδος τοῦ νοουμένου λαμβάνων καὶ χωρίζων αὐτὸ τῆς ὕλης
κατ’ ἐνέργειαν ἐκεῖνό τε νοητὸν ποιεῖ καὶ νοῦς αὐτὸς κατ’ ἐνέργειαν γίνεται.
εἰ δή τι τῶν ὄντων ἐστὶν ἐνεργείᾳ νοητὸν τῇ αὑτοῦ φύσει καὶ ἐξ αὑτοῦ
τὸ εἶναι τοιοῦτον ἔχον τῷ ἄϋλον εἶναι, οὐ παρὰ τοῦ χωρίζοντος αὐτὸ τῆς
ὕλης νοῦ, τὸ τοιοῦτον ἐνεργείᾳ νοῦς ἐστιν ἀεί. νοῦς γὰρ τὸ κατ’ ἐνέργειαν
νοητόν. τοῦτο δὴ τὸ νοητόν τε τῇ αὑτοῦ φύσει καὶ κατ’ ἐνέργειαν νοῦς,
αἴτιον γινόμενον τῷ ὑλικῷ νῷ τοῦ κατὰ τὴν πρὸς τὸ τοιοῦτο εἶδος ἀναφορὰν
χωρίζειν τε καὶ μιμεῖσθαι καὶ νοεῖν καὶ τῶν ἐνύλων εἰδῶν ἕκαστον
καὶ ποιεῖν νοητὸν αὐτό, θύραθέν ἐστι λεγόμενος νοῦς ὁ ποιητικός, οὐκ ὢν
μόριον καὶ δύναμίς τις τῆς ἡμετέρας ψυχῆς, ἀλλ’ ἔξωθεν γινόμενος ἐν ἡμῖν,
ὅταν αὐτὸν νοῶμεν, εἴ γε κατὰ μὲν τὴν τοῦ εἴδους λῆψιν τὸ νοεῖν γίνεται,
τὸ δέ ἐστιν εἶδος ἄϋλον αὐτὸ οὐ μεθ’ ὕλης ὄν ποτε οὐδὲ χωριζόμενον
αὐτῆς ἐπειδὰν νοῆται. χωριστὸς δέ ἐστιν ἡμῶν τοιοῦτος ὢν εἰκότως, ἐπεὶ
μὴ ἐν τῷ νοεῖσθαι αὐτῷ ὑφ’ ἡμῶν τὸ εἶναι νῷ γίνεται, ἀλλ’ ἔστιν τῇ
αὑτοῦ φύσει τοιοῦτος, ἐνεργείᾳ νοῦς τε ὢν καὶ νοητός. τὸ δὲ τοιοῦτον
εἶδος καὶ ἡ χωρὶς ὕλης οὐσία ἄφθαρτος. διὸ καὶ ποιητικὸς νοῦς, ὁ κατ’
ἐνέργειαν θύραθεν ὢν τὸ τοιοῦτον εἶδος, εἰκότως ἀθάνατος ὑπ’ Ἀριστοτέλους
καλεῖται νοῦς. νοῦς μὲν γὰρ καὶ τῶν ἄλλων ἕκαστον τῶν νοουμένων
εἰδῶν ὅταν νοῆται, ἀλλ’ οὐ θύραθεν οὐδ’ ἔξωθεν νοῦς ὤν, ἀλλ’ ὅτε νοεῖται
γινόμενος. οὗτος δὲ νοῦς, ὢν καὶ πρὸ τοῦ νοεῖσθαι, εἰκότως ὅταν
νοηθῇ, θύραθέν τέ ἐστι καὶ λέγεται. νοεῖν δὲ αὑτὸν ὁ ἐν ἕξει νοῦς καὶ
ἐνεργῶν δύναται· οὐ καθὸ νοῦς ἐστιν, ἅμα γὰρ καὶ κατὰ ταὐτὸν αὐτῷ τὸ
νοεῖν ἔσται καὶ νοεῖσθαι, ἀλλὰ καὶ ταύτῃ μέν, ᾗ ὁ κατ’ ἐνέργειαν νοῦς
ὁ αὐτός ἐστι τοῖς κατ’ ἐνέργειαν νοουμένοις. ἐκεῖνα δὴ νοῶν αὑτὸν
νοεῖ, εἴ γε ταῦτα ἃ νοεῖ ἐν τῷ νοεῖσθαι νοῦς γίνεται. εἰ γὰρ τὰ νοούμενά
ἐστιν ὁ κατ’ ἐνέργειαν νοῦς, ταῦτα δὲ νοεῖ, αὑτὸν νοῶν γίνεται. νοῶν
μὲν γὰρ ὁ αὐτὸς γίνεται τοῖς νοουμένοις, μὴ νοῶν δὲ ἄλλος ἐστὶν αὐτῶν.
οὕτως δὲ καὶ ἡ αἴσθησις αὑτῆς αἰσθάνεσθαι λέγοιτ’ ἂν αἰσθανομένη τούτων,
ἃ ἐνεργείᾳ αὐτῇ ταὐτὰ γίνεται. ὡς γὰρ ἔφαμεν, καὶ ἡ κατ’ ἐνέργειαν
αἴσθησις τὸ αἰσθητόν ἐστι. καὶ γὰρ ἡ αἴσθησις καὶ ὁ νοῦς τῇ τῶν
εἰδῶν λήψει χωρὶς ὕλης τῶν οἰκείων αὐτοῖς ἀντιλαμβάνονται. ἔτι δὲ λέγοιτ’
ἂν αὑτὸν νοεῖν ὁ νοῦς οὐχ ᾗ νοῦς ἐστιν, ἀλλ’ ᾗ καὶ αὐτὸς νοητός. ὡς
γὰρ νοητοῦ ἀντιλήψεται, ὥσπερ καὶ τῶν ἄλλων ἑκάστου τῶν νοητῶν, οὐχ
ὡς νοῦ. συμβέβηκε γὰρ τῷ νῷ εἶναι καὶ νοητῷ· ἐπεὶ γάρ ἐστι τῶν ὄντων
τι καὶ αὐτός, καὶ οὐκ ἔστιν αἰσθητός, λείπεται νοητὸν αὐτὸν εἶναι.
εἰ γὰρ ὡς νοῦς καὶ καθὸ νοῦς ἐστιν ἐνοεῖτο ὑφ’ αὑτοῦ, οὐδὲν ἂν ἄλλο, ὃ
μὴ νοῦς ἦν, ἐνόει, ὥστε αὑτὸν ἂν ἐνόει μόνον. νοῶν δὲ τὰ νοητά, ἃ μή
ἐστιν νοῦς πρὸ τοῦ νοεῖσθαι, καὶ αὑτὸν ὡς τοιοῦτον νοεῖ ὡς ἕν τι τῶν νοητῶν.
γίνεται οὖν κατὰ συμβεβηκὸς αὑτὸν νοῶν ὁ νοῦς οὗτος ἀπὸ τοῦ ὑλικοῦ
νοῦ προϊών. καὶ ὁ πρῶτος δὲ νοῦς καὶ ἐνεργείᾳ νοῦς αὑτὸν νοεῖ παραπλησίως
καὶ διὰ τὴν αὐτὴν αἰτίαν. ἀλλ’ ἐκεῖνος πλέον τι παρὰ τοῦτον ἔχει.
οὐδὲν γὰρ ἄλλο ἢ αὑτὸν νοεῖ. τῷ μὲν γὰρ εἶναι νοητὸς νοεῖται πρὸς αὑτοῦ,
καὶ τῷ ἐνεργείᾳ καὶ φύσει τῇ αὑτοῦ νοητὸς εἶναι ἀεὶ νοούμενος ἔσται,
δηλονότι ὑπὸ τοῦ 〈ἀεὶ〉 ἐνεργείᾳ νοοῦντος. ἀεὶ δὲ ἐνεργείᾳ νοῶν ἐστι νοῦς
αὐτὸς μόνος· ἀεὶ ἄρα αὑτὸν νοήσει. μόνον δέ, καθόσον ἐστὶν ἁπλοῦς. ὁ
γὰρ ἁπλοῦς νοῦς ἁπλοῦν τι νοεῖ, οὐδὲν δὲ ἄλλο ἁπλοῦν ἐστι νοητὸν πλὴν
αὐτός. ἀμιγὴς γὰρ οὗτος καὶ ἄϋλος καὶ οὐδὲν ἔχων ἐν αὑτῷ δυνάμει.
αὑτὸν ἄρα μόνον νοήσει. καθὸ μὲν ἄρα νοῦς ἐστιν, αὑτὸν ὡς νοητὸν νοήσει,
καθὸ δὲ ἐνεργείᾳ καὶ νοῦς ἐστι καὶ νοητόν, αὑτὸν ἀεὶ νοήσει, καθὸ δὲ
ἁπλοῦς μόνος, αὑτὸν μόνον νοήσει. αὐτός τε γὰρ μόνος ἁπλοῦς ὢν ἁπλοῦ
τινος νοητικός ἐστιν καὶ μόνος ἁπλοῦς τῶν νοητῶν ἐστιν αὐτός.
Ἤκουσα δὲ περὶ νοῦ τοῦ θύραθεν παρὰ † Ἀριστοτέλους, ἃ διεσωσάμην.
τὰ γὰρ κινήσαντα Ἀριστοτέλη εἰσαγαγεῖν τὸν θύραθεν νοῦν, ταῦτα ἐλέγετο
εἶναι· ἥ τε ἀπὸ τῶν αἰσθητῶν ἀναλογία καὶ ἡ ἐπὶ τῶν γινομένων ἁπάντων.
ὥσπερ γὰρ ἐπὶ πάντων τῶν γινομένων ἐστί τι τὸ πάσχον, ἔστι τι καὶ τὸ
ποιοῦν καὶ τρίτον ἐκ τούτων τὸ γινόμενον (καὶ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως·
ἔστι γὰρ πάσχον τὸ αἰσθητήριον, ποιοῦν δὲ τὸ αἰσθητόν, γινόμενον δὲ ἡ
ἀντίληψις ἡ διὰ τοῦ αἰσθητηρίου τοῦ αἰσθητοῦ), τὸν αὐτὸν τρόπον δὴ καὶ
ἐπὶ τοῦ νοῦ ὑπελάμβανεν δεῖν εἶναί τινα ποιητικὸν νοῦν, ὅστις τὸν δυνάμει
νοῦν καὶ ὑλικὸν εἰς ἐνέργειαν ἄγειν δυνήσεται (ἔστι δὲ ἐνέργεια τὸ αὑτῷ
ποιεῖν νοητὰ πάντα τὰ ὄντα). ὥσπερ γάρ ἐστιν αἰσθητά, ἃ κατ’ ἐνέργειαν
καὶ ἐνεργείᾳ τὴν αἴσθησιν ποιεῖ, οὕτω δεῖ εἶναί τινα καὶ τὰ τὸν νοῦν ποιοῦντα
ἐνεργείᾳ ὄντα αὐτὰ νοητά. οὐ γὰρ οἷόν τε ποιητικόν τι εἶναί τινος
μὴ ὂν αὐτὸ ἐνεργείᾳ. ἐνεργείᾳ δὲ νοητὸν τούτων τῶν νοουμένων ὑφ’ ἡμῶν
οὐδέν ἐστιν. ὁ γὰρ νοῦς ὁ ἡμέτερος νοεῖ τὰ αἰσθητὰ δυνάμει ὄντα νοητά,
καὶ ὑπὸ τοῦ νοῦ νοητὰ ταῦτα γίνεται. αὕτη γὰρ ἐνέργεια τοῦ νοῦ, τὰ
ἐνεργείᾳ αἰσθητὰ τῇ αὑτοῦ δυνάμει χωρίσαι καὶ ἀφελεῖν τούτων, σὺν οἷς
ὄντα ἐστὶν αἰσθητά, καὶ ὁρίσασθαι καθ’ αὑτά. εἰ δὴ αὕτη ἐστὶν ἡ τοῦ νοῦ
τοῦ δυνάμει πρότερον ὄντος ἐνέργεια, δεῖ δὲ τὸ γινόμενον καὶ ἀγόμενον ἐκ
τοῦ δυνάμει εἰς ἐνέργειαν ὑπό τινος γίνεσθαι ἐνεργείᾳ ὄντος, δεῖ τινα
εἶναι καὶ νοῦν ποιητικὸν ἐνεργείᾳ ὄντα, ὃς ποιήσει τὸν τέως ὄντα δυνάμει
ἐνεργεῖν δύνασθαι καὶ νοεῖν. τοιοῦτος δέ ἐστιν ὁ θύραθεν εἰσιών. ταῦτα
μὲν τὰ κινήσαντα ἐκεῖνον. ἔσται δή τι καὶ ἐνεργείᾳ νοητὸν τῇ αὑτοῦ φύσει
τοιοῦτον ὄν, ὥσπερ αὖ καὶ αἰσθητὸν οὐχ ὑπὸ τῆς αἰσθήσεως γινόμενον τοιοῦτον.
τοῦτο δέ ἐστι νοῦς, φύσις τις καὶ οὐσία, οὐδενὶ ἄλλῳ γνωστὴ ἢ
νῷ. οὐ γὰρ δὴ αἰσθητός γέ ἐστιν, οὐδὲ πάντα τὰ νοούμενα ὑπὸ τοῦ ἡμετέρου
νοῦ νοητὰ γίνεται οὐκ ὄντα τῇ ἑαυτῶν φύσει νοητά, ἀλλ’ ἔστιν τι
καὶ καθ’ αὑτὸ νοητὸν τῇ αὑτοῦ φύσει τοιοῦτον ὄν. τοῦτο δὴ καὶ αὐτὸ ὁ
δυνάμει νοῦς τελειούμενος καὶ αὐξόμενος νοεῖ. ὥσπερ γὰρ ἡ περιπατητικὴ
δύναμις, ἣν ἔχει ὁ ἄνθρωπος εὐθὺς τῷ γενέσθαι, εἰς ἐνέργειαν ἄγεται προϊόντος
τοῦ χρόνου τελειουμένου αὐτοῦ οὐ κατὰ πάθος τι, τὸν αὐτὸν τρόπον
καὶ ὁ νοῦς τελειωθεὶς τά τε φύσει νοητὰ νοεῖ καὶ τὰ αἰσθητὰ δὲ νοητὰ
αὑτῷ ποιεῖ, ἅτε ὢν ποιητικός. οὐ γὰρ παθητικὸς ὁ νοῦς τῇ αὑτοῦ φύσει,
ὡς ὑπὸ ἄλλου γίνεσθαι καὶ πάσχειν, καθάπερ ἡ αἴσθησις. ὑπεναντίως
γὰρ ἔχει. ἡ μὲν γὰρ αἴσθησις κατὰ πάθος, παθητικὸν γάρ, καὶ ἡ ἀντίληψις
αὐτῇ διὰ πάθους, ὁ δὲ νοῦς ποιητικόν. νοητικὸς γὰρ ὢν τῶν πλείστων
ἅμα καὶ ποιητὴς ἵνα αὐτὰ νοήσῃ γίνεται, πλὴν εἰ μὴ κατὰ τοῦτό
τις καὶ τὸν νοῦν βούλοιτο παθητικὸν λέγειν, καθὸ ληπτικός ἐστι τῶν εἰδῶν.
πάσχειν γὰρ εἶναι δοκεῖ τὸ λαμβάνειν. καὶ τοῦτο μὲν κοινὸν πρὸς τὴν
αἴσθησίν ἐστιν αὐτῷ, ἀλλ’ ἐπεὶ ἕκαστον αὐτῶν χαρακτηρίζεται καὶ ὁρίζεται
οὐκ ἀπὸ τοῦ κοινοῦ τοῦ πρὸς ἄλλο τι, ἀλλ’ ἀπὸ τοῦ ἰδίου, καὶ τοῦτο ἂν
τὸ πρὸς τὴν αἴσθησιν αὐτῷ κοινὸν ὑπὸ ἰδίου χαρακτηρίζοιτο, ὥστε εἰ κοινὸν
μέν ἐστιν αὐτῷ πρὸς τὴν αἴσθησιν τὸ τῶν εἰδῶν εἶναι ληπτικῷ, εἰ
καὶ μὴ ὁμοίως, ἴδιον δὲ τὸ ποιητικῷ εἶναι τούτων τῶν εἰδῶν ἃ λαμβάνει,
ἀπὸ τοῦ ποιεῖν ἂν μᾶλλον ὁρίζοιτο. ὥστε ποιητικὸν ἄν, οὐ παθητικὸν ὁ
νοῦς εἴη. ἔτι καὶ πρότερον αὐτῷ τὸ ποιεῖν καὶ οὐσιῶδες. πρότερον γὰρ
ποιεῖ τῇ ἀφαιρέσει νοητόν, εἶθ’ οὕτως λαμβάνει τούτων τι ὃ νοεῖ τε καὶ
ὁρίζεται, ὅτι τόδε τί ἐστι. καὶ γὰρ εἰ ἅμα χωρίζεται καὶ λαμβάνει, ἀλλὰ
τὸ χωρίζειν προεπινοεῖται· τοῦτο γάρ ἐστιν αὐτῷ τὸ ληπτικῷ εἶναι τοῦ
εἴδους. ὥσπερ δὲ τὸ πῦρ ποιητικώτατον λέγομεν, ἐπειδήπερ πάσης ὕλης
ἧς ἂν ἐπιλάβηται ταύτην ἀναλίσκει καὶ αὑτῷ τροφὴν παρέχει (καίτοι καθὸ
τρέφεται πάσχει), τὸν αὐτὸν τρόπον καὶ τὸν νοῦν τὸν ἐν ἡμῖν ποιητικὸν
ἡγητέον. τὰ γὰρ οὐκ ὄντα ἐνεργείᾳ νοητὰ αὐτὸς νοητὰ ποιεῖ. οὐδὲν γὰρ
ἄλλο νοητόν ἐστιν ἢ ὁ νοῦς ὁ ὢν ἐνεργείᾳ καὶ καθ’ αὑτόν. καὶ τὰ ὑπὸ
τοῦ νοοῦντος δὲ γινόμενα νοητὰ καὶ αἱ τούτου ἐνέργειαι νοῦς καὶ αὐτὰ ὅταν
νοῆται. ὥστε μὴ ὄντος νοῦ, οὐδὲν ἂν εἴη νοητόν. οὔτε γὰρ ὁ φύσει (αὐτὸς
γὰρ ἦν μόνος τοιοῦτος), οὔτε τὸ ὑπὸ τούτου γινόμενον. οὐκ ὢν γὰρ οὐδ’
ἂν ποιοῖ. συνεργὸς δ’ ἂν γίνοιτο τῷ ἐν ἡμῖν ὁ φύσει τε νοῦς καὶ θύραθεν,
ὅτι οὐδ’ ἂν τὰ ἄλλα νοητὰ ἦν ὄντα δυνάμει μὴ ὄντος τινὸς τῇ ἰδίᾳ
φύσει νοητοῦ. τοῦτο δὴ τῇ αὑτοῦ φύσει νοητὸν ὂν ἐν τῷ νοοῦντι γενόμενον
διὰ τοῦ νοηθῆναι νοῦς τέ ἐστι γεγενημένος ἐν τῷ νοοῦντι καὶ θύραθεν
νοεῖται καὶ ἀθάνατος καὶ ἐντίθησιν τὴν ἕξιν τῷ ὑλικῷ ὥστε νοεῖν
τὰ δυνάμει νοητά. ὡς γὰρ τὸ φῶς, ποιητικὸν ὂν τῆς κατ’ ἐνέργειαν ὄψεως,
καὶ αὐτὸ ὁρᾶται καὶ τὰ σὺν αὐτῷ, καὶ δι’ αὐτοῦ τὸ χρῶμα, οὕτως δὲ καὶ
ὁ θύραθεν νοῦς αἴτιος γίνεται τοῦ νοεῖν ἡμῖν, νοούμενος καὶ αὐτός, οὐ ποιῶν
αὐτὸν νοῦν, ἀλλὰ τὸν ὄντα νοῦν τῇ αὑτοῦ φύσει τελειῶν καὶ ἄγων ἐπὶ τὰ
οἰκεῖα. ἔστιν οὖν φύσει μὲν νοητὸν ὁ νοῦς, τὰ δὲ ἄλλα τὰ νοητὰ τέχνῃ
τούτου καὶ τούτου ποιήματα, ἃ ποιεῖ οὐ παθὼν καὶ γενόμενος ὑπό τινος ὁ
δυνάμει (ἦν γὰρ νοῦς καὶ πρὸ τοῦ ἐνεργεῖν), ἀλλὰ αὐξηθεὶς καὶ τελειούμενος.
τελειωθεὶς δὲ τά τε φύσει νοητὰ νοεῖ καὶ τὰ κατὰ τὴν οἰκείαν
ἐνέργειαν καὶ τέχνην. ἴδιον γὰρ τοῦ νοῦ τὸ ποιητικόν, καὶ τὸ νοεῖν αὐτῷ
ἐνεργεῖν ἐστιν οὐ πάσχειν. βουλόμενος δὲ τὸν νοῦν ἀθάνατον δεικνύναι καὶ
φεύγειν τὰς ἀπορίας ἃς ἐπιφέρουσιν τῷ θύραθεν νῷ ἀνάγκην ἔχοντι τόπον
ἀλλάττειν, οὐ δυναμένῳ δέ, εἴ γέ ἐστιν ἀσώματος, οὔτε ἐν τόπῳ εἶναι οὔτε
μεταβαίνειν καὶ ἄλλοτε ἐν ἄλλῳ γίνεσθαι, κατ’ ἰδίαν ἐπίνοιαν ἔλεγε τοιαῦτα
περὶ τοῦ νοῦ ἐν παντὶ εἶναι τῷ θνητῷ λεγομένου σώματι. καὶ δὴ
ἔφασκεν τὸν νοῦν καὶ ἐν τῇ ὕλῃ ὡς οὐσίαν ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ εἶναι
ἀεὶ ἐνεργοῦντα τὰς αὑτοῦ ἐνεργείας. ὅταν μὲν οὖν ἐκ τοῦ σώματος τοῦ
κραθέντος πῦρ γένηται ἤ τι τοιοῦτον ἐκ τῆς μίξεως, ὡς καὶ ὄργανον δύνασθαι
τῷ νῷ τούτῳ παρασχεῖν, ὅς ἐστιν ἐν τῷ μίγματι τούτῳ (διότι
ἐστὶν ἐν παντὶ σώματι, σῶμα δὲ καὶ τοῦτο), τοῦτο τὸ ὄργανον δυνάμει
νοῦς λέγεται ἐπιτήδειός τις δύναμις ἐπὶ τῇ τοιᾷδε κράσει τῶν σωμάτων
γινομένη πρὸς τὸ δέξασθαι τὸν ἐνεργείᾳ νοῦν. ὅταν δὴ τούτου τοῦ ὀργάνου
λάβηται, τότε καὶ ὡς δι’ ὀργάνου καὶ ὡς περὶ ὕλην καὶ ὡς δι’ ὕλης ἐνήργησεν,
καὶ τότε λεγόμεθα νοεῖν ἡμεῖς. ὁ γὰρ ἡμέτερος νοῦς σύνθετός
ἐστιν ἔκ τε τῆς δυνάμεως, ἥτις ὄργανόν ἐστι τοῦ θείου νοῦ, ὃν δυνάμει
νοῦν ὁ Ἀριστοτέλης καλεῖ, καὶ τῆς ἐκείνου ἐνεργείας. ὧν θατέρου μὴ παρόντος
ἀδύνατον ἡμᾶς νοεῖν. εὐθὺ μὲν γὰρ τῇ πρώτῃ καταβολῇ τοῦ σπέρματός
ἐστιν ὁ ἐνεργείᾳ νοῦς διὰ πάντων γε κεχωρηκὼς καὶ ὢν ἐνεργείᾳ,
ὡς καὶ ἐν ἄλλῳ τινὶ σώματι τῶν τυχόντων. ἐπειδὰν δὲ καὶ διὰ τῆς ἡμετέρας
δυνάμεως ἐνεργήσῃ, τότε ἡμέτερος νοῦς οὗτος λέγεται καὶ ἡμεῖς νοοῦμεν,
ὥσπερ εἴ τις τεχνίτην ἐννοήσαι τοτὲ μὲν ἄνευ ὀργάνων ἐνεργοῦντα
κατὰ τὴν τέχνην, τοτὲ δὲ καὶ μετ’ ὀργάνων, ὅτε καὶ ἡ κατὰ τὴν τέχνην
ἐνέργεια αὐτῷ περὶ τὴν ὕλην γίνεται. τὸν αὐτὸν τρόπον καὶ ὁ θεῖος νοῦς
ἀεὶ μὲν ἐνεργεῖ (διὸ καὶ ἔστιν ἐνεργείᾳ), καὶ δι’ ὀργάνου δέ, ὅταν ἐκ
τῆς συγκρίσεως τῶν σωμάτων καὶ τῆς εὐκρασίας γένηται ὄργανον τοιοῦτον.
ὑλικὴν γὰρ ἤδη τινὰ τότε ἐνέργειαν ἐνεργεῖ καὶ ἔστιν οὗτος ἡμέτερος νοῦς.
καὶ ἐκκρίνεται δή, ὅνπερ τρόπον καὶ εἰσκρίνεται. οὐ γὰρ ἀλλαχοῦ ὢν
μεταβαίνει, ἀλλὰ τῷ πανταχοῦ εἶναι μένει καὶ ἐν τῷ ἐκ τῆς ἐκκρίσεως διαλυομένῳ
σώματι φθειρομένου τοῦ ὀργανικοῦ, ὡς ὁ τεχνίτης ἀποβαλὼν τὰ
ὄργανα ἐνεργεῖ μὲν καὶ τότε, οὐ μὴν ὑλικὴν καὶ ὀργανικὴν ἐνέργειαν. ἔλεγεν
δὴ ὅτι εἰ ὅλως ὑπολαμβάνειν χρὴ κατὰ Ἀριστοτέλη θεῖον καὶ ἄφθαρτον
εἶναι τὸν νοῦν, οὕτως ἡγεῖσθαι δεῖν, οὐκ ἄλλως. καὶ τὴν λέξιν δὲ τὴν ἐν
τῷ τρίτῳ Περὶ ψυχῆς τούτοις προσοικειοῦν ἔλεγεν δεῖν καὶ τὴν ἕξιν καὶ τὸ
φῶς ἐπὶ τοῦτον φέρειν τὸν πανταχοῦ ὄντα. οὗτος δὲ ὁ νοῦς ἤτοι μόνος
αὐτὸς τὰ ἐνθάδε διοικεῖ πρὸς τὴν τῶν θείων ἀναφορὰν καὶ συγκρίνει τε
καὶ διακρίνει, ὥστε αὐτὸς καὶ τοῦ δυνάμει νοῦ δημιουργός, ἢ μετὰ τῆς τῶν
οὐρανίων εὐτάκτου κινήσεως. ὑπὸ γὰρ ταύτης γίνεται τὰ ἐνθάδε τῇ προσόδῳ
καὶ ἀφόδῳ τοῦ ἡλίου μάλιστα ἢ ὑπ’ αὐτοῦ γινόμενα καὶ τοῦ ἐνθάδε
νοῦ ἢ ὑπὸ τούτων μὲν καὶ τῆς τούτων κινήσεως ἡ φύσις γίνεται, αὐτὴ δὲ
τὰ καθέκαστα μετὰ τοῦ νοῦ διοικεῖ. ἀντιπίπτειν ἐδόκει μοι τούτοις τό τε
τὸν νοῦν καὶ ἐν τοῖς φαυλοτάτοις εἶναι θεῖον ὄντα, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς
ἔδοξεν, καὶ τὸ ὅλως εἶναι καὶ ἐν τοῖς ἐνταῦθα νοῦν καὶ προηγουμένην τινὰ
πρόνοιαν (καὶ μὴν κατὰ τὴν ἐπὶ τὰ θεῖα ἀναφορὰν τὴν τῶν ἐνταῦθα γίνεσθαι
πρόνοιαν), καὶ τὸ μὴ ἐφ’ ἡμῖν εἶναι τὸ νοεῖν μηδ’ εἶναι τοῦτο
ἡμέτερον ἔργον, ἀλλ’ εὐθὺ γινομένοις ἡμῖν ἐνυπάρχειν φύσει τήν τε σύστασιν
τοῦ δυνάμει καὶ ὀργανικοῦ καὶ τὴν διὰ τοῦ θύραθεν ἐνέργειαν. ἢ οὐκ ἀλλάσσει
τόπον τὸ τῷ νοεῖσθαι ἔν τινι γινόμενον. οὐδὲ γὰρ τὰ τῶν αἰσθητῶν
εἴδη, ἐπειδὰν αὐτῶν αἰσθώμεθα, ἐν τοῖς αἰσθητηρίοις ὡς τόποις αὐτῶν
γίνεται. χωριστὸς δὲ λέγεται ὁ θύραθεν νοῦς καὶ χωρίζεται ἡμῶν, οὐχ
ὡς μετιών που καὶ ἀμείβων τόπον, ἀλλὰ χωριστὸς μὲν ὡς καθ’ αὑτόν τε
ὢν καὶ μὴ σὺν ὕλῃ, χωριζόμενος δὲ ἡμῶν τῷ μὴ νοεῖσθαι, οὐ τῷ μετέρχεσθαι.
οὕτως γὰρ ἐγίνετο καὶ ἐν ἡμῖν.