Alexander of Aphrodisias: De libero arbitrio (On Free Will)

Work

Alexander of Aphrodisias, De libero arbitrio (Τῶν παρὰ Ἀριστοτέλους περὶ τοῦ ἐφ´ ἡμῖν (I))
English: On Free Will

Text information

Type: Original (Greek)

Source

Ivo Bruns. Alexander Aphrodisiensis praeter commentaria scripta minora: De anima liber cum mantissa. Supplementum Aristotelicum 2/1. Berlin (Reimer) 1887, 172-175

Download

alexaphrod_deliberoarbitrio-orig-gr1.xml [20.06 KB]

Τῶν παρὰ Ἀριστοτέλους περὶ τοῦ ἐφ’ ἡμῖν.

Τῶν γιγνομένων τε καὶ συνισταμένων ὑπὸ τῆς θείας δυνάμεως τῆς ἐν τῷ γενητῷ σώματι ἐγγιγνομένης ἀπὸ τῆς πρὸς τὸ θεῖον γειτνιάσεως, ἣν καὶ φύσιν καλοῦμεν, τιμιώτατον ἄνθρωπός ἐστι· μόνον γὰρ κεκοινώνηκεν τοῦτο τῶν τῇδε τῆς τελειοτάτης τῶν ψυχικῶν δυνάμεων, αὕτη δέ ἐστι νοῦς, καὶ μόνον ψυχὴν λογικὴν ἔχει, καθ’ ἣν βουλεύεσθαί τε καὶ ζητεῖν δύναται περὶ τῶν πρακτέων αὐτῷ, καὶ οὐ παραπλήσιόν ἐστι τοῖς ἄλλοις ζῴοις, ἃ τῷ μὴ κοινωνεῖν τῆς τοιᾶσδε δυνάμεως ἄλογα καλοῦμεν, ταῖς προσπιπτούσαις φαντασίαις ἑπόμενά τε καὶ συγκατατιθέμενα καὶ ἀνεξετάστως ἕκαστον, ὧν πράττει, ποιοῦντα. ὁ γὰρ ἄνθρωπος μόνον τῶν ἄλλων ζῴων μετὰ τὴν προσπεσοῦσαν αὐτῷ φαντασίαν περί τινος ὡς πρακτέου οἷός τε ζητεῖν περὶ αὐτοῦ καὶ βουλεύεσθαι, εἴτε χρὴ συγκατατίθεσθαι τῷ φανέντι, εἴτε καὶ μή. βουλευσάμενος δὲ καὶ κρίνας οὕτως ὁρμᾷ καὶ ἐπὶ τὸ πράττειν ἢ μὴ πράττειν ὁπότερον· καὶ ὁπότερον προέκρινεν ἐκ τῆς βουλῆς ἔρχεται. διὰ τοῦτο καὶ μόνον τῶν ζῴων ἁπάντων ἐφ’ αὑτῷ τὸ πράττειν ἔχει, ὅτι καὶ τοῦ μὴ πράττειν τὸ αὐτὸ τοῦτο τὴν ἐξουσίαν ἔχει. ἐφ’ ἑαυτῷ γὰρ ἡ αἵρεσις τῶν πρακτέων, εἴ γε βουλεύεσθαι καὶ κρίνειν

ἐφ’ ἑαυτῷ. ἔστι γὰρ τὸ ἐφ’ αὑτῷ τὸ αὐτὸ 〈τῷ〉 ἀρχήν τε καὶ αἴτιον ποιητικὸν εἶναι τούτων, ἅ φαμεν εἶναι ἐφ’ αὑτῷ. ἔστι δὲ τὸ ἐφ’ ἡμῖν ἐν τούτοις, περὶ ἃ καὶ τὸ βουλεύεσθαι. βουλευόμεθα δὲ οὔτε περὶ τῶν γεγονότων οὔτε περὶ τῶν ὄντων ἤδη, ἀλλὰ περὶ τῶν μελλόντων καὶ ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι, καὶ ὧν αἰτία διάνοια. ταῦτα γὰρ οἷά τε ὑφ’ ἡμῶν πραχθῆναί τε καὶ μή. ἐν τούτοις ἄρα καὶ τὸ ἐφ’ ἡμῖν, καὶ ἔστιν ἀρχὴ καὶ αἰτία τῶν δι’ αὐτοῦ πραττομένων ὁ ἄνθρωπος, τοῦτο παρὰ τῆς φύσεως ἐξαίρετον ἔχων παρὰ τὰ ἄλλα πάντα τὰ γιγνόμενα πρὸς αὐτῆς, ὅτι καὶ μόνον λογικόν ἐστι φύσει καὶ βουλευτικόν. τὸ γὰρ λογικὸν ἐν τούτῳ τὸ εἶναι ἔχει. εἰ δὲ ἀρχὴ μὲν ἡ αἰτία τούτων, ὧν ἐστιν αἰτία, ὁ δὲ ἄνθρωπος ἀρχὴ τῶν πραττομένων ὑπ’ αὐτοῦ, καὶ αἴτιος τούτων ἂν εἴη. εἴπερ οὖν ἀρχὴν ἀρχῆς ζητεῖν τε καὶ λέγειν ἄτοπον (οὐ γὰρ ἔτι ἁπλῶς ἀρχὴ τοῦτο, οὗ ἐστιν ἀρχή τις ἄλλη), οὐδ’ ἂν τῆς προαιρέσεως καὶ τῆς βουλήσεώς τε καὶ τοιᾶσδε κρίσεως τοῦ τε ἀνθρώπου αἴτιον ἄλλο τι ποιητικὸν προκαταβεβλημένον εἴη (οὐ γὰρ ἂν ἔτι ἀρχὴ μένοι), ἀλλὰ τῶν μὲν πραττομένων ὑφ’ αὑτοῦ αὐτὸς αἴτιος καὶ ἡ κρίσις τε καὶ προαίρεσις καὶ ἡ ποιητικὴ τούτων αἰτία, αὐτῶν δὲ ἐκείνων οὐκέτι ἄλλο τι. εἰ γὰρ ἀρχὴ μὲν ταῦτα, οὐκ ἔστιν δὲ τῆς κυρίως λεγομένης ἀρχῆς ἀρχή τε καὶ αἴτιον (τοῦ μὲν γὰρ εἶναι καὶ γενέσθαι τὸν ἄνθρωπόν ἐστί τις ἀρχή, τοῦ δὲ τάδε ἢ τάδε προαιρεῖσθαι οὔ, καὶ τοῦτο γὰρ εἶναι τουτέστιν αὐτῷ τὸ τὴν τοιάνδε ἔχειν δύναμιν ἐν αὐτῷ) †. τί γὰρ ἔτι καὶ χρήσιμον ἂν εἴη τὸ βουλεύεσθαι, εἰ προκαταβεβλημένας ἔχοιμεν τῶν πραττομένων τὰς αἰτίας; πῶς δ’ ἂν ἔτι τῶν ἄλλων ζῴων τιμιώτερον ἄνθρωπος εἴη ἀχρήστου τοῦ βουλεύεσθαι φανέντος; ἄχρηστον δέ, εἰ μὴ ἐφ’ ἡμῖν εἴη τὸ ἐκ τῆς βουλῆς προκρῖναί τι καὶ τὸ προκριθὲν ἑλέσθαι. τὸ μὲν γὰρ λέγειν αἰτίαν τὴν φαντασίαν τοῦ βουλεύεσθαι περὶ τοῦ φανέντος οὐδὲν ἄτοπον, τὸ δὲ καὶ τοῦ πράττειν τόδε τι μὴ τὴν βουλήν, ἀλλὰ τὴν φαντασίαν αἰτιᾶσθαι ἀναιρεῖν ἐστι τὴν βουλήν, ἥν τε ἔχομεν ὡς οὔσης τινὸς τὴν φαντασίαν αἰτίαν. ὥστ’ εἰ τοῦ μὲν βουλεύεσθαι τὸ φανὲν αἴτιον, τῆς δὲ κρίσεως ἡ βουλή, τῆς δὲ ὁρμῆς ἡ κρίσις, ἡ δὲ ὁρμὴ τῶν πραττομένων, οὐδὲν ἐν τούτοις ἐστὶν ἀναίτιον. ὥσπερ δὲ τὸ βουλεύεσθαι τοῦ ἐφ’ ἡμῖν εἶναί τι δεικτικόν, οὕτως καὶ τὸ μεταγινώσκειν ἐπὶ πραχθεῖσίν τισιν καὶ αὑτοὺς καὶ τὴν αὑτῶν αἵρεσιν αἰτιᾶσθαι· μαρτύριον γὰρ ἡ τοιαύτη αἰτία τοῦ καὶ τοῦ πρᾶξαι τότε τὸ πεπραγμένον ἡμᾶς τὴν αἰτίαν ἔχειν, τὸ δὲ ἄλλο τι ζητεῖν αἴτιον τοῦ τόδε τι ἐκ τῆς βουλῆς προκρῖναι ἀνελεῖν ἐστι τὴν βουλήν. τὸ γὰρ
εἶναι τῷ βουλεύεσθαι ἐν τῷ δύνασθαι κρίνειν τε καὶ αἱρεῖσθαι τὸ φανὲν ἐκ τῆς βουλῆς ἄριστον. ὁ δὴ τοῦτο τῆς βουλῆς ἀφαιρῶν ὄνομα βουλῆς καταλείπει μόνον. τὸ γὰρ λέγειν πάντων τῶν ἐκτὸς περιεστώτων ὁμοίων ἢ ταὐτὰ αἱρήσεσθαί τινα, ἢ καὶ πράξειν, ἢ δὴ ἀναιτίως ἔσεσθαί τι, τούτων δὲ τὸ μὲν ἀναιτίως τι γίγνεσθαι ἀδύνατον εἶναι, τὸ δὲ ταὐτὰ αἱρεῖσθαι τῶν αὐτῶν περιεστώτων δεικτικὸν εἶναι τοῦ τὰ ἐκτὸς αἴτια κύρια τῶν ὑφ’ ἡμῶν πραττομένων εἶναι, οὐχ ὑγιές. οὔτε γὰρ ἀνάγκη τὰ αὐτὰ αἱρεῖσθαι τὸν ἄνθρωπον ἀεὶ τῶν αὐτῶν περιεστώτων ἁπάντων, οὔτε ἀναίτιος ἡ πρᾶξις, εἰ μὴ κατὰ τὰ αὐτὰ γίγνοιτο. ἡ γὰρ βουλὴ καὶ ἡ προαίρεσις καὶ ἡ κρίσις καὶ ὁ ἄνθρωπος τῆς τοιαύτης πράξεως αἴτιος, ἔχων ἐν αὐτῷ τὴν ἐξουσίαν τοῦ βουλεύεσθαι περὶ τῶν περιεστώτων, ἔχει καὶ τὸ δύνασθαι ἐκ τῶν αὐτῶν μὴ τὰ αὐτὰ αἱρεῖσθαι. καὶ τοῦτο οὐκ ἀλόγως τίθεται, οὐδέ ἐστιν αἴτημα τὸ λεγόμενον. εἰ μὲν γὰρ ἦν εἷς ὁ σκοπὸς αὐτῷ, πρὸς ὃν τὴν ἀναφορὰν τῆς κρίσεως ἐποιεῖτο, εὔλογον ἦν ἀπὸ τῶν αὐτῶν ἀεὶ ταὐτὸν αὐτὸν αἱρεῖσθαι τὴν αὐτήν γε σχέσιν ἔχοντα ἀεὶ καὶ φυλάττοντα πρὸς τὸν προκείμενον αὐτῷ σκοπόν, πρὸς ὃν ὁρῶν ἐποιεῖτο τὴν κρίσιν αὐτῶν. ἐπεὶ δέ ἐστι πλείω τὰ τέλη, πρὸς ἃ βλέπων τὴν κρίσιν καὶ τὴν αἵρεσιν τῶν πρακτέων ποιεῖται (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον καὶ τὸ καλὸν ἔχει πρὸ ὀφθαλμῶν), ταῦτα δὲ ἀλλήλων διαφέρει, οὐ πάντα δὲ τὰ περιεστῶτα ὁμοίαν τὴν σχέσιν ἔχει πρὸς τούτων ἕκαστον, τὴν κρίσιν αὐτῶν καὶ τὴν ἐξ αὐτῶν αἵρεσιν ποιούμενος ποτὲ μὲν πρὸς τὸ ἡδύ, ποτὲ δὲ πρὸς τὸ καλόν, ἄλλοτε δὲ πρὸς τὸ συμφέρον καὶ οὐκ ἀεὶ ταὐτὰ πράξει οὐδὲ ἀεὶ ταὐτὰ αἱρήσεται τῶν αὐτῶν περιεστώτων ἁπάντων, ἀλλ’ ἑκάστοτε ταῦτα τὰ πρὸς τὸν κριθέντα σκοπὸν μάλιστα συντείνειν δοκοῦντα. λύοιτο δ’ ἂν διὰ τούτου καὶ ὁ τῇ φαντασίᾳ τὴν αἰτίαν ἀνατιθεὶς τῶν πραττομένων λόγος, διότι παρὰ τὸ φαινόμενον ἄμεινον αὐτῷ οὐδεὶς ἄν τι πράξαι ποτέ. πλείους γὰρ οἱ σκοποί, πρὸς οὓς ἡ τῆς φαντασίας κρίσις. ὅτι δὲ οὐδ’ εἰ τὰ αὐτὰ αἱροῖτό τις τῶν αὐτῶν περιεστώτων, ἤδη τούτῳ καὶ τὸ κατηναγκασμένως αἱρεῖσθαι ταῦτα ἕπεται καὶ τὸ εἶναι τῆς κρίσεως τὰ ἐκτὸς αἴτια· ἐφ’ ἑκάστης γὰρ αἱρέσεως ἔνεστιν αὐτὸν δεικνύναι πρὸ τοῦ πρᾶξαι καὶ προκρῖναί γέ τι καὶ τὸ ἀντικείμενον ἑλέσθαι δυνάμενον· οὐ γὰρ ὡς οὐ δυνάμενος καὶ τὰ ἀντικείμενα τούτοις ἑλέσθαι αἱρεῖται ταῦτα, ἀλλ’ ὡς εὔλογα μᾶλλον αὐτῷ δοκοῦντα. ἔξεστιν γοῦν αὐτῷ αὐτὸ τὸ μὴ κατηναγκασμένην τὴν αἵρεσιν εἶναι βουληθέντι δεῖξαί ποτε καὶ πρὸς τοῦτο φιλονεικήσαντι καὶ τὸ μὴ δοκοῦν εὔλογον ἑλέσθαι. ἔτι, εἰ μὴ ἀεὶ τὴν ἕξιν ἐσμὲν ὅμοιοι, καθ’ ἣν βουλευόμεθα, οὐκ ἀεὶ τὰ αὐτὰ αἱρησόμεθα ἐκ τῶν περιεστώτων ὄντων ὁμοίων. εἰ δὲ τῶν αὐτῶν περιεστώτων τοῖς ἀνομοίοις οὐ τῶν αὐτῶν ἡ αἵρεσις, δῆλον ὡς καὶ τῆς τῶν ὁμοίων αἱρέσεως αἴτια οὐ τὰ περιεστῶτα ὅμοια ὄντα, ἀλλ’ ᾧ περιέστηκεν ὢν ὅμοιος αὑτῷ. ὅλως δέ,

ὅτι ἐστίν τι ἐφ’ ἡμῖν, πειρᾶσθαι δεικνύναι διὰ λόγων οὕτως ἐναργὲς ὄν, οὐκ εἰδότων κρίνειν ἐστὶ τό τε γνώριμον καὶ τὸ μή· δῆλον γὰρ τοῦτο, ὡς ἔφαμεν, ἐκ πολλῶν, ἐκ τοῦ βουλεύεσθαι, ἐκ τοῦ μετανοεῖν, ἐκ τοῦ συμβουλεύεσθαι, ἐκ τοῦ καταγιγνώσκειν τινῶν, ἐκ τοῦ προτρέπειν, ἐκ τοῦ ἐπαινεῖν, ἐκ τοῦ ψέγειν, ἐκ τοῦ τιμᾶν, ἐκ τοῦ κολάζειν, ἐκ τοῦ διδάσκειν, ἐκ τοῦ κελεύειν, ἐκ τοῦ μαντεύεσθαι, ἐκ τοῦ εὔχεσθαι, ἐκ τοῦ ἐθίζειν, ἐκ τοῦ νομοθετεῖν. ὅλως γὰρ τούτοις καὶ τοῖς τοιούτοις ὁ πᾶς τῶν ἀνθρώπων βίος χρώμενος μαρτυρεῖ μηδὲν οὕτως ἴδιον εἶναι τοῦ ἀνθρώπου παρὰ τὰ ἄλλα ζῷα ὡς τὸ ἐφ’ ἡμῖν. ὅτι δὲ καὶ τοῦ ποιοὶ γενέσθαι τὸ ἦθος αὐτοὶ τὴν ἀρχὴν ἔχομεν, δι’ ἃ καὶ τὰς αἱρέσεις διαφόρους ποιούμεθα, δῆλον ἐκ τοῦ διὰ τῶν ἐθῶν ἡμᾶς ποιοὺς γίγνεσθαι, τῶν δὲ ἐθῶν τὰ πλεῖστα ἐφ’ ἡμῖν εἶναι. καὶ γὰρ εἰ τὰ πρῶτά τις μοχθηρῶς ἐθισθείη παῖς ὢν ἔτι, ἀλλὰ φύσει γε πάντες ἄνθρωποι διορατικοὶ τῶν καλῶν εἰσιν τελειούμενοι. οὐδεὶς γοῦν κατὰ φύσιν ἔχων ἀνεννόητός ἐστιν, τίνα μέν ἐστι δίκαια, τίνα δὲ ἄδικα, καὶ τίνα μὲν καλά, τίνα δὲ αἰσχρά. ἀλλ’ οὐδ’ ὅτι ἐκ τοῦ ἐθίζεσθαί πως ἢ τῶν καλῶν ἢ τῶν αἰσχρῶν γίγνονται προαιρετικοί τε καὶ πρακτικοί, οὐδὲ τοῦτο αὐτοὺς λανθάνει. οἱ γοῦν ἀσκῆσαί τι καὶ μαθεῖν βουλόμενοι ἐπὶ τὸ διὰ τῶν ἐθῶν αὑτοὺς προάγειν τῷ προκειμένῳ τρέπονται, ὡς οὐκ ἀγνοοῦντες τὴν τῶν ἐθῶν ἰσχὺν πρὸς τὸ τῶν προκειμένων τυγχάνειν. τίνι γὰρ ἄδηλον, ὅτι διὰ τοῦ τὰ σωφρονικὰ ποιεῖν περιγίνεται τὸ σωφρονεῖν; εἰ δὲ μήτε τὰ καλὰ τοῖς κατὰ φύσιν ἔχουσιν ἔτι καὶ μηδέπω διὰ κακίαν πεπηρωμένοις † οὐκ ἀγνοεῖται ἥ γε ὁδὸς ἡ ἐφ’ αὑτὰ ἐφ’ ἡμῖν τε καὶ γνώριμος, ἐφ’ ἡμῖν ἂν εἴη καὶ τὸ ποιοῖς γίνεσθαι τὰ ἤθη καὶ τὰς ἕξεις κτήσασθαι, ἀφ’ ὧν ἢ τάδε 〈ἢ τάδε〉 αἱρησόμεθά τε καὶ πράξομεν. αἱ δὲ εὐφυΐαι τε πρός τινα καὶ ἀφυΐαι ἔστ’ ἂν ἐν τῇ οἰκείᾳ φύσει τηρῶσιν τὸν ἄνθρωπον, πρὸς εὐκολωτέραν ἀνάληψιν τούτων συντελοῦσιν μόνον ἢ χαλεπωτέραν, πρὸς ἃ πεφύκασιν εὖ τε καὶ κακῶς. πᾶσιν γὰρ ἀνθρώποις τοῖς κατὰ φύσιν τε ἔχουσιν καὶ ἀστρόφοις ἐπὶ τὴν κρίσιν τε καὶ τὴν αἵρεσιν δυνατὸν ἀρετὴν κτήσασθαι καὶ δυνατὸν δι’ αὑτοῦ. διὸ πολλῶν καλῶς πρὸς ἀρετὴν πεφυκότων φαυλότερόν τινες πεφυκότες ἀμείνους γίγνονται πολλάκις τὴν ἔνδειαν τῆς φύσεως ἰασάμενοι τῇ παρ’ αὐτῶν ἐξουσίᾳ.