Πῶς κατὰ Ἀριστοτέλη τὸ ὁρᾶν γίνεται.
Δοκεῖ τοίνυν Ἀριστοτέλει, ὥσπερ καὶ αἱ ἄλλαι αἰσθήσεις πασχόντων
γίνονται τῶν αἰσθητηρίων, οὕτως δὲ καὶ τὸ ὁρᾶν πασχούσης τῆς ὄψεως
γίνεσθαι, ἀλλ’ οὐχὶ ἐκπεμπούσης τι καὶ ποιούσης, εἰ μὴ καὶ τὸ πάσχειν
ποιεῖν τις λέγοι. πάσχει δὲ οὐκ ἀπορρέοντά τινα ἀπὸ τῶν ὁρατῶν δεχομένη,
ἀλλὰ τοῦ μεταξὺ τῆς τε ὄψεως καὶ τοῦ ὁρωμένου διαφανοῦς ἀλλοιουμένου
πως ὑπὸ τοῦ ὁρατοῦ καὶ τὸ εἶδος τὸ ἀπὸ τοῦ ὁρατοῦ τῇ ὄψει
διαγγέλλοντος. πᾶν γὰρ τὸ διαφανές, ὅταν ᾖ κατ’ ἐνέργειαν τοιοῦτον, τουτέστιν,
ὅταν ᾖ πεφωτισμένον (τὸ γὰρ φῶς ἐστιν ἐνέργεια τοῦ διαφανοῦς,
ᾗ διαφανές), τὸ δὴ κατ’ ἐνέργειαν διαφανὲς τρέπεταί πως καὶ πάσχει πρὸς
τῶν χρωμάτων τὸν αὐτὸν τρόπον, ὅνπερ καὶ τὸ κατὰ δύναμιν διαφανὲς τῇ
τοῦ φωτίζειν πεφυκότος παρουσίᾳ τρεπόμενον φωτίζεται. ἔστι δὲ τὸ φωτίζειν
πεφυκὸς τό τε τῶν ἄστρων σῶμα καὶ τὸ πῦρ καὶ εἴ τις τοιαύτη
ἐστὶν ἐν διαφέρουσιν σώμασιν κοινὴ φύσις ἡ τοῦτο δυναμένη. ἡ γὰρ τούτων
παρουσία ἐν τῷ διαφανεῖ φῶς, καὶ τοῦτό ἐστι τὸ κατ’ ἐνέργειαν διαφανές.
τότε γὰρ τὴν αὑτοῦ τελειότητα τὸ διαφανὲς ἴσχει, λέγω δὲ τὸ δυνάμει
διαφανές, ἐπειδὰν ᾖ πεφωτισμένον, καὶ ἔστι κυρίως διαφανὲς τὸ
πεφωτισμένον. ὡς οὖν ἡ τῶν φωτίζειν πεφυκότων παρουσία ποιεῖ τὸ διαφανὲς
δυνάμει κατ’ ἐνέργειαν διαφανές, οὕτως πάλιν τὸ κατ’ ἐνέργειαν διαφανὲς
τὸ χρῶμα τῶν ὁρωμένων ὡς δεύτερόν τι φῶς τῇ παρουσίᾳ αὐτῶν
λαμβάνει δευτέραν τινὰ ταύτην ἐνέργειαν δεχόμενον· ἔστι γὰρ τὸ χρῶμα
τοῦ κατ’ ἐνέργειαν διαφανοῦς κινητικόν, ὡς τὸ φῶς τοῦ κατὰ δύναμιν, παντὸς
ἀθρόως τοῦ δυναμένου ἀπὸ τῆς τοιᾶσδε τοῦ χρώματος παρουσίας τραπῆναι
τρεπομένου τε καὶ χρωματιζομένου τρόπον τινά. ἔστιν δὲ τῶν διαφανῶν
καὶ ἡ κόρη, καὶ αὕτη δὴ σὺν τῷ μεταξὺ ἀέρι τῷ πεφωτισμένῳ
καὶ αὐτὴ οὐδὲν ἔλαττον ἐκείνου τὸ φῶς δεχομένη, εἴ γε καὶ αὐτὴ διαφανὴς
ἔκκειται, τῇ τροπῇ τῇ ὑπὸ τῶν χρωμάτων, ὑφ’ ὧν τρεπομένη πως
ὁμοιοτρόπως τῷ ἐκτὸς διαφανεῖ, ὁρατική τε καὶ αἰσθητικὴ ψυχὴ γίνεται.
τὸ δὲ χρῶμα ἐν μὲν τῷ ἀέρι οὐκ ἐμφαίνεται ὄν, ἐν δὲ τῇ κόρῃ, ὅτι τῶν
διαφανῶν τὰ μέν ἐστι διαφανῆ μόνον, τὰ δὲ πρὸς τῷ εἶναι διαφανῆ καὶ
ἐμφανῆ ἐστιν, διὰ λειότητα καὶ πυκνότητα στέγειν καὶ ἀθροίζειν τὴν ἔμφασιν
δυνάμενα. τὰ μὲν οὖν διαφανῆ μόνον οὐχ οὕτως ἐν αὐτοῖς σώζει
τὸ ὁρώμενον, ὥστε καὶ ἐμφαίνεσθαι ἐν αὐτοῖς (τοιαῦτα δέ ἐστιν, ὅσα
λεπτὰ τῶν διαφανῶν, ὡς ὁ ἀήρ), ὅσα δὲ πυκνότητός τινος καὶ στερρότητος
μετέχει, ταῦτα διαδείκνυσιν ἐν αὐτοῖς καὶ σώζει τὴν ἀπὸ τοῦ ὁρωμένου
εἰκόνα καὶ σκιάν. τοιαῦτά ἐστι τῶν διαφανῶν τά τε κάτοπτρα καὶ αἱ ὕελοι
καὶ αἱ διαφανεῖς λίθοι καὶ δὴ καὶ τὸ ὕδωρ· στερεώτερον γὰρ καὶ παχύτερον
τοῦτο τοῦ ἀέρος καὶ μᾶλλον στέγειν τε καὶ ἀθροίζειν τὰς ἀπὸ τῶν ὁρωμένων
εἰκόνας τε καὶ σκιὰς δυνάμενον. ὑδατώδης δὲ οὖσα καὶ ἡ κόρη δέδεικται,
καὶ ὁ ἀπὸ τῆσδε διήκων πόρος ἐπὶ τὸ πρῶτον αἰσθητικὸν τοιοῦτος
ὢν τὸ ἀπὸ τοῦ ὁρωμένου εἶδος καὶ χρῶμα διαγγέλλει τῷ αἰσθητικῷ. τοῦτο
δὲ κρίνει τῇ προσβολῇ τῇ ἀπὸ τούτων τὸ προσπεσὸν χρῶμα. αὕτη γὰρ
φύσις αἰσθήσεως τὸ διὰ τῶν αἰσθητηρίων τὰ διαγγελλόμενα κρίνειν πάθη.
ἔστι δὲ οὐ τοιαύτη ἡ ἐν τῷ ἀέρι καὶ τῷ διαφανεῖ τῷ κατὰ δύναμιν ὑπό
τε τοῦ πυρὸς καὶ τῶν χρωμάτων τροπή, ὁποίαν φαμὲν ἐν τοῖς ἀλλοιουμένοις
γίνεσθαι. ἡ μὲν γὰρ ἀλλοίωσις κίνησίς ἐστιν καὶ ἐν χρόνῳ γίνεται
καὶ κατὰ μεταβολήν, τὸ δὲ διαφανὲς οὐχ οὕτως τὸ φῶς καὶ τὰ χρώματα
δέχεται, ὡς ἠλλοιῶσθαι καὶ ταῦτα, ἀλλ’ ἔστιν οὕτως λεγόμενον πάσχειν
τὸ διαφανές, ὡς εἰ καὶ τὸν δεξιὸν γενόμενόν τινος πεπονθέναι λέγοι τις
μήτε κινηθέντα αὐτὸν μήτε τι πάθος ἀναδεξάμενον ἐν αὐτῷ. τοιαύτη γὰρ
καὶ ἡ τοῦ διαφανοῦς τροπὴ κατά τε τὸ φῶς καὶ τὰ χρώματα· τῇ γὰρ τοῦ
φωτίζοντος ἢ κεχρωσμένου παρουσίᾳ τοιοῦτον τὸ διαφανὲς γίνεται, ὡς καὶ
τῇ τοῦ ἐξ ἀριστερῶν παραστάντος σχέσει ὁ δεξιός· σημεῖον δὲ τοῦ τοῦτον
ἔχειν τὸν τρόπον, ὅτι ὡς ὁ δεξιὸς παύεται δεξιὸς ὢν μεταστάντος τοῦ ἀριστεροῦ,
οὕτως καὶ τὸ φῶς παύεται μεταστάντος τοῦ φωτίζοντος, ὁμοίως
δὲ καὶ τοῦ ὁρᾶσθαι πεφυκότος παύεται τοιοῦτον εἶναι ὡς οὐδὲν πάθος
ἀναδεξάμενον κατὰ τὴν ἐν αὐτῷ μεταβολήν, ἀλλὰ γενομένης αὐτῷ τῆς δοκούσης
ἀλλοιώσεως κατὰ σχέσιν. καὶ ἔοικεν καὶ τὸ φῶς καὶ τὰ χρώματα
ἐν τῷ διαφανεῖ γίνεσθαι ὥσπερ καὶ ἡ σκιὰ τρόπον τινά. ὡς γὰρ ἡ σκιὰ
τῇ τοῦ ἐπισκοτεῖν πεφυκότος παρουσίᾳ ἐν τοῖς ἐπισκοτουμένοις γίνεται, οὕτως
δὲ καὶ τὸ φῶς καὶ τὰ χρώματα. ἀθρόως γοῦν καὶ ταῦτα τοσοῦτον
καὶ οὕτως τοῦ ἀέρος ἐπιλαμβάνει, ὅσον δύναται ἀπὸ τοῦ τοσούτου διαστήματος
ἐπιλαβεῖν, ὥσπερ καὶ ἡ σκιά. καὶ ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μὴ
ἀλλοίωσιν μηδὲ κίνησιν εἶναι διαφανοῦς τὸ γινόμενον· πᾶν γὰρ τὸ κινούμενον
ἐν χρόνῳ κινεῖται καὶ πρῶτον ἐπὶ τὰ ἐγγυτέρω πρόεισιν καὶ ἐν ἐλάττονι
χρόνῳ, εἶθ’ οὕτως ἐπὶ τὰ πορρωτέρω καὶ ἐν πλείονι, τὸ δὲ φῶς καὶ
τὰ εἴδη τῶν ὁρωμένων ἀθρόως καὶ ὁμοίως ἐν παντὶ τῷ κατὰ ταῦτα διαφανεῖ
γίνεται, ὥσπερ καὶ ἡ σκιὰ καὶ τὸ σκότος. καὶ γὰρ ἅμα ἐξ ἅπαντος
τοῦ διαφανοῦς ἄπεισιν τὸ φῶς καὶ ἅμα ἐν παντὶ γίνεται. διὰ τοῦτο δὴ
καὶ ἀχρόνως δείκνυσιν ὁ Ἀριστοτέλης γινόμενον τὸ ὁρᾶν. τοῦ γὰρ χρόνου,
ἐν ᾧ τις ὁρᾷ, τούτου ἐν ᾡτινιοῦν μορίῳ καὶ τῷ τυχόντι τοῦτο ὁρᾷ. ἃ δὲ
μὴ δεῖται χρόνου πρὸς τὸ συμπληρωθῆναί τε καὶ τελειωθῆναι, ταῦτα ἀχρόνως
γίνεται. οὐ γὰρ τὸ εἶναι, ἀλλὰ τὸ δεῖσθαι χρονικοῦ διαστήματος πρὸς
τὸ τελειωθῆναί τε καὶ γενέσθαι ὅλον † οὕτως οὐδὲ τὸ ἥδεσθαι ἐν χρόνῳ
γίνεται. τῶν δὲ διαφανῶν τὰ μέν ἐστιν ἐνεργείᾳ διαφανῆ, τὰ δὲ δυνάμει.
ἐνεργείᾳ μὲν ἀεὶ τὸ ἐν τοῖς θείοις καὶ αἰδίοις διαφανές· ἀνεπίδεκτα γὰρ
τὰ ἀίδια τοῦ δυνάμει. δυνάμει δέ ἐστι διαφανὲς τὸ ἐν τοῖς ἐν γενέσει.
τοῦτο γάρ, ὥσπερ οὖν καὶ τὰ ἄλλα τὰ ἐν γενέσει, ἐκ τοῦ δυνάμει εἰς τὸ
ἐνεργείᾳ πρόεισιν, καὶ ἔστιν ὁ ἀὴρ καὶ ὅσα παρ’ ἡμῖν διαφανῆ πρὸ τῆς
παρουσίας τοῦ φωτίζειν πεφυκότος ὕλη τοῦ κατ’ ἐνέργειαν διαφανοῦς τουτέστιν
τοῦ φωτός, ἡ δὲ τοῦ φωτίζοντος παρουσία διαφανές τε αὐτὸ ποιεῖ
καὶ χρώννυσιν τρόπον τινά. τὸ γὰρ φῶς οἷον χρῶμα τοῦ διαφανοῦς ἐστιν.
ἔστι δὲ διαφανὲς οὔτε ὁ ἀὴρ καθὸ ἀὴρ οὔτε τὸ ὕδωρ καθὸ ὕδωρ. ἔστι
γὰρ πλείω σώματα διαφέροντα κατ’ εἶδος ἀλλήλων κοινόν τι τὸ τῆς διαφανείας
πάθος ἔχοντα. καὶ γὰρ τὸ ἀίδιον σῶμα καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ,
καὶ αἱ ὕελοι δὲ καὶ λίθοι τινὲς ταύτης κεκοινωνήκασιν τῆς φύσεως. τὸ
μὲν οὖν ἀίδιον σῶμα ἀεὶ κατ’ ἐνέργειάν ἐστι διαφανές, ὥσπερ εἴρηται, τὰ
δ’ ἄλλα ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐντελεχείᾳ, καὶ ἡ μὲν τοιαύτη φύσις
δεκτικὴ φωτός. ὅσα δὲ μὴ κεκοινώνηκεν τῆς τοιᾶσδε φύσεως, ἀνεπίδεκτα
τούτου. διὰ τοῦτο οὔτε διὰ τοίχου τὸ φῶς οὔτε διά τινος ἄλλου τῶν μὴ
διαφανῶν χωρεῖ, ὅτι μόνη ἡ τοῦ διαφανοῦς φύσις πέφυκεν ταυτὶ πάσχειν,
τρόπον τινά, καθάπερ εἰρήκαμεν, ὡς οἰκεῖον χρῶμα τὸ φῶς δεχομένη. χρωματίζεται
δὲ ταῦτα καὶ φωτίζεται οὐ σώματός τινος χωροῦντος δι’ αὐτῶν,
ἀλλ’ οὐδ’ αὐτὰ κατὰ τὴν ἐν αὐτοῖς μεταβολὴν ἀλλοιωθέντα δέχεται τὸ φῶς,
παρουσία δὲ πυρὸς ἢ τοιούτου τινὸς ἐν διαφανεῖ ἡ αἰτία γε αὐτοῦ. οὐ
γὰρ πυρὸς παρουσία μόνον φωτίζει τὸ διαφανές, ἀλλ’ ἔστιν καὶ τὸ αἰθέριον
σῶμα τοιοῦτον καὶ ἄλλα τινὰ μόρια ζῴων θαλαττίων τε καὶ χερσαίων καὶ
πτηνῶν καὶ λίθων τινῶν γένη, ἃ πάντα, ᾗ τοιαῦτά ἐστιν, οὐ ῥᾴδιον ἑνὶ
περιλαβεῖν ὀνόματι. διὸ ῥητέον τὸ φῶς πυρὸς ἢ τοιούτου τινὸς παρουσίαν
ἐν τῷ διαφανεῖ εἶναι. ἔτι εἰ τὸ σκότος, στέρησις ὂν φωτός, ἀπουσία τούτων
ἐστὶν ἢ γίνεταί γε τῇ τούτων ἀπουσίᾳ, εὔλογον καὶ τὸ φῶς τὴν τούτων
λέγειν εἶναι παρουσίαν. ἢ γὰρ τοῦτ’ ἐστι τὸ φῶς καὶ τὸ σκότος, ἢ
αἴτιά γε ταῦτα τούτων. οὐ γὰρ πᾶν ὑπὸ παντὸς πάσχειν τε καὶ διατίθεσθαι
φύσιν ἔχει, ἀλλὰ ἄλλα ὑπ’ ἄλλων παθητικά, ὥσπερ οὖν καὶ τὸ διαφανὲς
ὑπὸ τῶν προειρημένων. εἰ δέ ἐστιν ἐντελέχεια τοῦ διαφανοῦς τὸ
φῶς, ἀσώματον ἂν εἴη. κοινότερον δὲ φῶς καὶ τὸ πεφωτισμένον λέγομεν,
ὅπερ ἤδη σῶμα. δεδειγμένου δέ, ὅτι οὐκ ἔστι πάθος τὸ φῶς τοῦ διαφανοῦς
(ἀλλ’ οὐδὲ τὸ χρῶμα πάθος οὐδ’ αὐτό, ἀλλὰ σχέσει τινὶ ἡ τούτων
ἐν τῷ διαφανεῖ παρουσία), οὐκέτι γίνεται οὐδὲ τὸ θεῖον σῶμα παθητόν,
εἰ δι’ αὐτοῦ τὰ ἄστρα ὁρᾶται. οὐ γὰρ πάσχει τὸ διαφανὲς ὑπὸ τῶν ὁρατῶν,
ὥσπερ οὖν οὐδ’ ὑπὸ τοῦ φωτός· οὐδὲ γὰρ ἡμῖν παθεῖν ἐστι τὸ ἐν
φωτὶ εἶναι, ἀλλ’ ἔοικεν τὸ φωτίζεσθαί τε καὶ τὸ χρώννυσθαι τοῖς διαφανέσιν
παραπλησίως γίνεσθαι τῷ θεωρεῖν, ὃ ἅμα τε εὗρεν ὁ ζητῶν καὶ ἐπιστήμων
ἐστίν, οἷον θιγόντος τοῦ νοῦ καὶ διὰ παρουσίαν τοῦ ἐπιστητοῦ ἐπιστήμονος
γενομένου. οὕτω καὶ τὸ δυνάμει διαφανὲς διὰ παρουσίαν πυρὸς
ἢ τοιούτου τινὸς ἀθρόως φωτίζεται, τὸ δὲ πεφωτισμένον πάλιν καὶ κατ’
ἐνέργειαν διαφανὲς ὑπὸ τῆς τῶν χρωμάτων παρουσίας εἰδοποιεῖταί πως τῶν
χρωμάτων ὁμοίως τῷ φωτὶ γινομένων ἐν αὐτῷ. οὕτως δὲ οὐδὲ ἡ σελήνη,
εἰ καὶ φωτίζεται ὑπὸ τοῦ ἡλίου, πάσχειν ἂν λέγοιτο. ὡς γὰρ τὸ ἐπισκιαζόμενον
οὐ πάσχει, οὕτως οὐδὲ τὸ φωτιζόμενον. τὸ δὲ ἀπελθόντων τῶν
ὁρωμένων ἔτι τινὰ δοκεῖν καταλείπεσθαι τῶν χρωμάτων ἐν τοῖς ὀφθαλμοῖς
τοῖς ἰδοῦσιν οὐκ ἔστιν σημεῖον ἀλλοιώσεως. τοῦτο γὰρ οὐχ ᾗ διαφανὲς
πάσχει, ἀλλ’ ᾗ ἔμψυχόν τε καὶ φαντασιοῦσθαι δυνάμενον. διὰ γὰρ τοῦτο
δύναται φυλάττειν μέχρι τινὸς τὰς γενομένας κινήσεις ἔτι ἀπὸ τῶν ἔξωθεν
ἐν τοῖς αἰσθητηρίοις. καὶ γὰρ καὶ ἐν ὑστέρῳ χρόνῳ πρὸ ὀμμάτων τίθεσθαι
τὰ ἔμψυχα δυνατά ἐστιν τὰ γενόμενα αὐτοῖς φαντάσματα. τὰ γοῦν κάτοπτρα
καίτοι λεῖα ὄντα καὶ διαυγῆ οὐδὲν ἐν αὑτοῖς φυλάττει τῶν ἐμφαινομένων
χρωμάτων ἤτοι τοῦ φωτὸς ἀπελθόντος ἢ τῶν φωτιζόντων ἢ τῶν
ὁρατῶν, ὅτι μήτε πάσχει μήτε ἐστὶν ἔμψυχα. ὅτι δὲ ἡ ὄψις καὶ ἡ κόρη,
διαφανὴς οὖσα, ὡς ὑπὸ τοῦ φωτὸς διατίθεται, οὕτως δὲ καὶ ὑπὸ τῶν χρωμάτων
κινητικῶν ὄντων τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ πεφωτισμένου ἐπ’
εὐθείας, καὶ τὸ ὁρᾶν οὕτως γίνεται, ἀλλ’ οὐ πρὸς τῷ ὁρωμένῳ ἐκπεμπομένου
τινὸς ἀπὸ τῆς ὄψεως, σημεῖον τὸ καὶ ὑπὸ τῶν πάνυ λαμπρῶν δάκνεσθαι
τῶν ὁρώντων τοὺς ὀφθαλμούς, ὥσπερ γε καὶ τὰς ἀκοὰς ὑπὸ τῶν μεγάλων
ψόφων. τὸ γάρ, διότι [ἐπεὶ] ἀφεστῶτες αἰσθανόμεθα τοῦ ὁρωμένου,
ἐκεῖ καὶ τὴν ἀντίληψιν ἡγεῖσθαι γίνεσθαι, κενόν. καὶ γὰρ ἐπὶ τῶν ἄλλων
αἰσθήσεων, καίτοι κατὰ πάθος ἀντιλαμβανομένων αὐτῶν τῶν οἰκείων αἰσθητῶν,
ὅμως ἀφεστώτων ἡ ἀντίληψις γίνεται. ἀλλὰ καὶ ἐμφαίνεταί τινα
χρώματα καὶ ἐν τῷ μεταξὺ διαφανεῖ ὡς αὐτῷ δεχομένῳ τε τὰ εἴδη καὶ
διακονουμένῳ. φαίνεται γοῦν ἐπιχρώννυσθαί τινα ταῖς τῶν παρακειμένων
χροιαῖς· φοινικοῦν γοῦν τὸ ἐπὶ τούτου τοῦ χρώματος φαίνεται ἢ ἁλουργόν,
εἰ εἴη τοιαῦτα παρακείμενα χρώματα ὡς διαπεμπομένων τῶν χρωμάτων
διὰ τοῦ ἀέρος, ἀλλ’ οὐχὶ ὁρωμένων ἐκεῖ. ἔτι δὲ τῶν χρωμάτων τὰ μὲν
ἀμυδρότερα ἧττον, τὰ δὲ λαμπρότερα μᾶλλον καὶ σφοδρότερον κινεῖ τὴν
ὄψιν. ἔτι δὲ καὶ παρὰ τὰς διαφόρους αὐγὰς καὶ παρὰ τὸ διάφορον φῶς
καὶ παρὰ τὰς θέσεις τὰς πρὸς τοὺς ὁρῶντάς τε καὶ τὸ φῶς ἀλλοῖα τὰ
ὁρώμενα φαίνεται. ἀλλὰ καὶ ταὐτὸν χρῶμα ἐγγύθεν τε καὶ πόρρωθεν
φαινόμενον διάφορον φαίνεται· οὐ γὰρ ὁμοίως λευκὸν τὸ πόρρωθεν ὁρώμενον.
παρὰ δὴ τὰς τοιαύτας διαφορὰς τῶν ὁρωμένων σχημάτων ἡ ὄψις
ἀντιλαμβάνεται. τὴν μὲν γὰρ ἔξωθεν περιγραφὴν τῶν ὁρωμένων τῇ διαφορᾷ
τῆς χρόας πρὸς τὸ περιέχον κρίνει· διὸ καὶ δυσόρατα ἢ ὁρατὰ καθ’
αὑτά, ὅσοις ὁμόχρουν τὸ περιέχον. τὴν δὲ μεταξὺ τῆς ἔξωθεν περιγραφῆς
ἐπιφάνειαν ὁμόχρουν μὲν οὖσαν καὶ ἐπίπεδον τοιαύτην καὶ ὁρᾷ, ὁμοίως
ὑπὸ τοῦ χρώματος κινουμένου τοῦ αὐτοῦ καὶ ὁμοίως κινουμένου διὰ τοῦ
μεταξύ. εἰ δὲ μὴ ἐπίπεδον εἴη τὸ μεταξύ, ἀλλὰ ἀνώμαλον, εἰ καὶ μὴ
ἀνομοιόχρουν, τῇ ἀνομοιότητι τῆς τοῦ χρώματος ἀντιλήψεως κρίνει. οὔτε
γὰρ τὸ φῶς ὁμοίως ἐπὶ πάντα τὰ μόρια τοῦ ἀνωμάλου πίπτει διὰ τὸ τὰ
μὲν αὐτῶν εἶναι κοῖλα, τὰ δὲ κυρτά, καὶ τὰ μὲν ἐκ πλαγίου τοῦ φωτίζοντος,
τὰ δὲ καταντικρύ. διὰ γὰρ ταύτας τὰς διαφοράς, κἂν ὁμοιόχρουν ᾖ
τὸ ὁρώμενον, τὰ μὲν ἀχλυωδέστερα αὐτοῦ, τὰ δὲ εὐσημότερα φαίνεται, οὕτως
δὲ τὰ μὲν εἰσέχοντα, τὰ δὲ ἐξέχοντα ὁραθήσεται. ὃ μιμούμενοι καὶ
οἱ ζῳγράφοι, ὅταν βούλωνται ἄνισον δεῖξαι ἐν τῷ αὐτῷ ὂν ἐπιπέδῳ, τὰ
μὲν φωτίζουσιν, τὰ δὲ ἐπισκιάζουσιν. οὕτω γὰρ τὰ μὲν ἐξέχοντα, τὰ δὲ
εἰσέχοντα αὐτῶν φαίνεται, καὶ ἐξέχοντα μὲν τὰ μᾶλλον πεφωτισμένα, εἰσέχοντα
δὲ τὰ ἐπεσκιασμένα. μέγεθος δὲ ὁρᾷ καὶ κρίνει τῇ τοῦ κώνου
γωνίᾳ τῇ πρὸς τῇ ὄψει συνισταμένῃ. κατὰ κῶνον γὰρ ὁρᾷ τὰ ὁρώμενα
κορυφὴν μὲν τὴν κόρην ἔχοντα, βάσιν δὲ τὴν ὁρίζουσαν γραμμὴν τό τε
ὁρώμενον τοῦ αἰσθητοῦ σώματος καὶ μή. γίνεται δὲ ὁ κῶνος οὗτος οὐ
κατὰ ἀκτίνων ἔκχυσιν, ἀλλ’ ἀπὸ τοῦ ὁρωμένου. τῆς γὰρ χρόας κινητικῆς
οὔσης τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ τῆς ἐν τούτῳ γινομένης ὥσπερ
χρώσεως ἐπ’ εὐθείας γινομένης. παραπλησίως τῷ φωτὶ παντί τε τῷ καταντικρὺ
προσκαθημένης, μάλιστα δὲ τοῖς λείοις καὶ λαμπροῖς προσιζούσης τε
καὶ προσλαμπούσης (τοιαύτη δὲ καὶ ἡ κόρη), συνίστανταί τινες πρὸς ταύτῃ
κῶνοι ἀπὸ τοῦ ὁρωμένου, οἷοι τὴν ἔμφασιν δέχεσθαι τὴν ἀπ’ αὐτοῦ. κατὰ
γὰρ κῶνον ἑκάστου τῶν ἐπ’ εὐθείας ὁρωμένων τὸ εἶδος τοῦ ὁρατοῦ ἐμφαίνεται.
ὧν κώνων ταῖς γωνίαις τὰ μείζω καὶ τὰ ἐλάττω καὶ τὰ ἴσα
κρίνει· τὰ μὲν γὰρ ἴσαις ὁρώμενα γωνίαις ἴσα, τὰ δὲ μείζοσιν μείζω ὁρᾷ.
ἀποστήματος δὲ τοῦ ἀφ’ αὑτῆς πρὸς τὸ ὁρώμενον καὶ διαστήματος τοῦ
μεταξὺ τῶν ὁρωμένων ἀντιλαμβάνεται ἡ ὄψις τοῦ μὲν διαστήματος τῇ τοῦ
κώνου γωνίᾳ, ὃς ἀπὸ τοῦ μεταξὺ τῶν ὁρωμένων καὶ αὐτοῦ συνίσταται πρὸς
τῇ κόρῃ (τῷ ταύτης δὴ μεγέθει τῆς γωνίας κρίνει τὸ διάστημα τῶν ὁρωμένων·
τότε γὰρ ἀφεστῶτα ἀλλήλων τινὰ φαίνεται, ὅταν ἐν τῷ μεταξὺ αὐτῶν
ὁρατόν τι ᾖ), τοῦ δὲ ἀφ’ αὑτῆς ἀποστήματος αἰσθάνεται διὰ συνηθείας
τινός. ἐπεὶ γὰρ τῶν ὁρωμένων ἠρέμα μὲν ἡμᾶς τὰ πόρρωθεν κινεῖ,
σφοδρῶς δὲ τὰ ἐγγύς, διὰ τῆς περὶ τὰ τοιαῦτα συνηθείας τὰ μὲν ἀχλυωδέστερα
φαινόμενα πόρρω ἡγεῖται εἶναι, τὰ δὲ εὐσημότερα καὶ ἐναργέστερα
ἐγγύς. τὸ δὲ αὐτὸ γίνεται καὶ περὶ τὴν φωνήν τε καὶ τὴν ἀκοήν· διὸ καὶ
οἱ μιμούμενοι τοὺς πόρρω ὄντας ἀδρανῆ τὴν φωνὴν προίενται. κινήσεως
δὲ αἰσθάνεται τῷ διαστήματός τε καὶ ἀποστήματος αἰσθάνεσθαι. ὅταν γὰρ
ἤτοι πρός τι ὡρισμένον ᾖ μὴ τὴν αὐτὴν ἔχον διάστασιν φαίνηταί τι ἢ
πρὸς αὐτὴν τὴν ὄψιν μὴ τὴν αὐτὴν ἀπόστασιν, ἤτοι μὴ κινουμένου τοῦ
ὁρῶντος ἢ λανθάνοντος αὑτὸν ὅτι κινεῖται, τότε ὡς κινούμενον ὁρᾷ τὸ ὁρώμενον.
ὅλως γὰρ τοῦ κινουμένου αἰσθάνεται τῷ πρός τι μένον καὶ ὡρισμένον
αὐτὸ συγκρίνειν. διὸ καὶ τῶν μὲν ἐν ἀχανεῖ κινουμένων ἥκιστα ὡς
κινουμένων ἀντιλαμβάνεται, τῶν δὲ ἐν στενωποῖς καὶ παρά τινα κινουμένων
μάλιστα. θᾶττον γὰρ αὕτη παραλλάττειν δοκεῖ. στάσεως δὲ καὶ ἀριθμοῦ
αἰσθάνεται, τῆς μὲν στάσεως τῇ τῆς κινήσεως ἀποφάσει, τοῦ δὲ ἀριθμοῦ
τῇ τοῦ συνεχοῦς στερήσει. τὰ γὰρ διοριζόμενα διαστήματι σωμάτων ἄλλων
τῷ εἴδει πλείω λέγει. οὕτως δὲ τοῦ ὁρᾶν γινομένου, οὐ κατὰ πάθος καὶ
ἀλλοίωσιν τοῦ μεταξύ, ἀλλὰ κατὰ σχέσιν, λύεται καὶ ἡ ἀπορία, ἣν ἀποροῦσίν
τινες, πῶς οἷόν τε τοὺς τὰ διαφέροντα ἢ καὶ ἐναντία ὁρῶντας ἀλλήλοις
διαγώνια κείμενα ὁρᾶν. ὁ γὰρ μεταξὺ ἀὴρ καθὸ συμβάλλει ἀλλήλοις
τὰ χρώματα, τοῦτο δέ ἐστι καθὸ τέμνουσιν ἄλληλα, αὐτῶν τὰ διαγώνια
ὁρώντων, ἅμα δόξει τὰ ἐναντία χρώματα ἀναδέχεσθαι. τοῦτο δὴ λύεται
τῷ μὴ χρώννυσθαι τὸν ἀέρα, ἀλλὰ κατὰ σχέσιν τὴν τοῦ ὁρωμένου πρὸς
αὐτὸν ἐμφαίνεσθαι ἐπ’ εὐθείας τοῦ ὁρωμένου τὸ χρῶμα. οὐδὲν γὰρ κωλύει
τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο μὴ τὴν αὐτὴν σχέσιν φυλάττειν, ὥσπερ
οὖν καὶ τὸ αὐτὸ οὐδὲν κωλύει τοῦ μὲν ἥμισυ εἶναι, τοῦ δὲ διπλάσιον.