Alexander of Aphrodisias: Quaestio I 16: Περὶ τοῦ τἀναντία πως τὰς ἀρχὰς ποιεῖν πάντας (Problems and Solutions I 16: On How the Opposites Generate All First Principles)

Work

Alexander of Aphrodisias, Quaestio I 16: Περὶ τοῦ τἀναντία πως τὰς ἀρχὰς ποιεῖν πάντας (Λέξεως ἐξήγησις εἰρημένης ἐν τῷ α' τῆς Φυσικῆς ἀκροάσεως Ἀριστοτέλους περὶ τοῦ τἀναντία πως τὰς ἀρχὰς ποιεῖν πάντας)
English: Problems and Solutions I 16: On How the Opposites Generate All First Principles

Text information

Type: Original (Greek)

Source

Ivo Bruns. Alexandri Aphrodisiensis praeter commentaria scripta minora: Quaestiones, De fato, De mixtione. Supplementum Aristotelicum 2/2. Berlin (Reimer) 1892, 28-29

Download

alexaphrod_quaestio1_16_addad-orig-gr1.xml [11.00 KB]

XVI. Λέξεως ἐξήγησις εἰρημένης ἐν τῷ ᾱ τῆς Φυσικῆς ἀκροάσεως Ἀριστοτέλους περὶ τοῦ τἀναντία πως τὰς ἀρχὰς ποιεῖν πάντας.

Ὅτι μὲν οὖν τἀναντία πως πάντες ποιοῦσι τὰς ἀρχάς, δῆλον. καὶ τοῦτ᾿ εὐλόγως· δεῖ γὰρ τὰς ἀρχὰς μήτε ἐξ ἀλλήλων εἶναι μήτε ἐξ ἄλλων, καὶ ἐκ τούτων πάντα. τοῖς δ᾿ ἐναντίοις τοῖς πρώτοις ὑπάρχει ταῦτα, διὰ μὲν τὸ πρῶτα εἶναι μὴ ἐξ ἄλλων, διὰ δὲ τὸ ἐναντία μὴ ἐξ ἀλλήλων. ἠπόρησε τί πότ᾿ ἐστι τὸ εἰρημένον διὰ ταύτης τῆς λέξεως, καὶ διὰ τί ἢ οὐκ ἐξ ἀλλήλων τὰ ἐναντία, ἢ οὐκ ἐξ ἄλλων 〈καὶ〉 τὰ πρότερα. τό τε γὰρ ἐξ ἀλλήλων τὰ ἐναντία γίνεσθαι αὐτὸς ὀλίγον προελθὼν λέγει (δείξας γάρ τινα ἐπήνεγκεν· εἰ τοίνυν τοῦτ᾿ ἔστιν ἀληθές, ἅπαν ἂν γίνοιτο τὸ γινόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων 〈ἢ〉 εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ. τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, οἷον χρώματα ἐκ λευκοῦ καὶ μέλανος, ὥστε πάντα ἂν εἴη τὰ φύσει γινόμενα ἢ ἐναντία ἢ ἐξ ἐναντίων), τό τε λέγειν τὰ πρῶτα ἐναντία μὴ ἐξ ἄλλων γίνεσθαι ἀπορήσαι τις ἄν, πῶς λέγεται. καθόσον μὲν γὰρ πρῶτα ὑπόκειται ἐναντία, οὐκ ἂν εἴη γινόμενα ἔκ τινων προϋπαρχόντων ἐναντίων (οὐκέτι γὰρ ἂν αὐτὰ πρῶτα εἴη), πῶς δ᾿ εἰ μὴ τοῦτο γίνοιτο, ἀίδια ἔσται τὰ πρῶτα ἐναντία; ἢ γὰρ δεήσει αὐτὰ εἰς ἄλληλα μεταβάλλειν, ὅπως γίνοιτό τι ἐξ αὐτῶν (οὕτως δὲ οὐκέτ᾿ ἂν σώζοιτο οὐδὲ ἀεὶ μένοι, οὐδ᾿ ἂν ἄφθαρτα εἴη οὐδ᾿ ἀμετάβλητα εἰς ἄλληλα), ἢ εἰ ἀεὶ μένοι τὰ αὐτά, οὐ κατὰ μεταβολὴν ἂν οὐδὲ κατ᾿ ἀλλοίωσίν τινα τὰ γινόμενα γίνοιτο, ἀλλὰ συνθέσει τε καὶ συγκρίσει καὶ διακρίσει τῶν πρώτων πρὸς ἄλληλα καὶ ποιᾷ θέσει καὶ τάξει. οὐχ οὕτω δ᾿ ἔχειν αὐτῷ δοκεῖ. ἢ ἐξ ἀλλήλων μὲν οὔ φησι γίνεσθαι τὰ ἐναντία, ὅτι μὴ οὕτως γίνεσθαι ἐξ ἀλλήλων δύναται ὡς ὑπομενόντων (οὐ γὰρ ὑπομένει τὸ ἕτερον τῶν ἐναντίων θάτερον), δοκεῖ δὲ πᾶν γινόμενον ἔκ τινος ὡς ὑπομένοντος αὐτοῦ γίνεσθαι, ὡς προϊὼν αὐτὸς δείκνυσί τε καὶ διορίζει. εἰ δ᾿ οὕτω μὲν ἐξ ἀλλήλων μὴ γίνεται, κατὰ δὲ τὴν τοῦ ὑποκειμένου παρὰ μέρος εἰς ἑκάτερον αὐτῶν μεταβολὴν γίνεται,

οὐδὲν κωλύσει καὶ τὰ πρῶτα ἐναντία μεταβάλλοντα εἰς ἄλληλα κατὰ τοῦτον τὸν τρόπον αἴτια γενέσεως γίνεσθαι τοῖς μετὰ ταῦτα. ἀλλ᾿ εἰ οὕτως μεταβάλλει, πῶς ἂν ἔτι ἀίδια μένοι ἢ τίνι ἂν διαφέροι τῶν μὴ πρώτων ἐναντίων; καὶ γὰρ ἡ τούτων εἰς ἄλληλα μεταβολὴ τοῦτον γίνεται τὸν τρόπον. ἢ διαφέροι ἂν τὰ πρῶτα τῶν ἐναντίων τῶν μὴ πρώτων πρῶτον μὲν τῷ ἐξ ἐκείνων μὲν τὰ γινόμενα πάντα γίνεσθαι. ἐκ γὰρ εἴδους τινὸς καὶ στερήσεώς τινος παρὰ μέρος ἐν τῇ ὕλῃ γινομένων αἱ πάντων γενέσεις καὶ φθοραί, οὐκέτι δ᾿ ἐκ λευκοῦ καὶ μέλανος ἢ γλυκέος καὶ πικροῦ ἤ τινων ὁμοίων τούτοις ἐναντίων. ἔτι αὐτὰ μὲν ταῦτα ὕστερα ἐναντία, εἰ καὶ εἰς ἄλληλα μεταβάλλει, τῷ γίνεσθαι παρὰ μέρος ἐν τῇ ὕλῃ, ὃ ἔχει καὶ τὰ πρῶτα ἐναντία, ἀλλὰ καὶ ἡ γένεσις τὴν ἀρχὴν αὐτοῖς ἐξ ἐκείνων. διὰ γὰρ ποιᾶς ἕξεώς τε καὶ στερήσεως ἥ τε τῶν χυμῶν γένεσις καὶ ἡ τῶν χρωμάτων καὶ τῶν ἀνάλογον τούτοις ἐναντίων, ἐξ οὐδενὸς δὲ μεταβάλλοντος τὰ πρῶτα ἐναντία γίνεται. διὸ καὶ ἀίδια κατὰ τοῦτο τῷ μηδὲν αὐτῶν προεπινοεῖσθαι πρῶτον ἐξ ὧν ἡ τῶνδε γένεσις. δεικνύοιτο δ᾿ ἂν καὶ ἀίδια. οὐ γὰρ εἰ τὰ καθ᾿ ἕκαστα εἴδη καὶ αἱ στερήσεις δείκνυνται παρὰ μέρος εἰς ἄλληλα μεταβάλλοντα, διὰ τοῦτο οὐκ ἀίδια, ἀλλ᾿ ἐὰν ἀεὶ φαίνωνται ἀναγκαίως περὶ τῇ ὕλῃ ἑκάτερον αὐτῶν ὄν, εἴη ἂν ἀίδια ἥ τε ἕξις καὶ ἡ στέρησις, εἰ καὶ μὴ ἥδε ἡ ἕξις μηδὲ ἥδε ἡ στέρησις ἀίδια. ὅτι δὲ ἀναγκαῖον ἀεὶ ταῦτα εἶναι, δῆλον πρῶτον μὲν ἐκ τοῦ τὴν ὕλην ἀίδιον οὖσαν μὴ δύνασθαί ποτε χωρὶς εἴδους εἶναι, ἢ ἐπινοίᾳ μόνον, δεύτερον ἐκ τοῦ δυνάμει τὰ ἀντικείμενά τε καὶ τὰ ἐναντία οὖσαν αὐτήν, τῷ μὴ δύνασθαι ἅμα ἐν τοῖς ἐναντίοις εἶναι ἐνεργείᾳ, ἀνάγκην ἔχειν, ὅταν θάτερον αὐτῇ τῶν ἐναντίων παρῇ, δυνάμει θάτερον εἶναι. τὸ δὲ δυνάμενον 〈εἰ〉 ἐν στερήσει τότε ἐστὶν ἐκείνου οὗ δύναται, ἀνάγκη τὴν ὕλην ἀεὶ μετὰ εἴδους τινὸς εἷναι καὶ στερήσεως. εἰ δ᾿ ἀεὶ μετ᾿ ἀμφοτέρων καὶ οὐδέποτε ἔστιν, ὅτε ἡ ληφθεῖσα ὕλη ἢ πάντα, ἃ δυνάμει, ἅμα ἐνεργείᾳ ἔσται, ἢ πάντα ἃ δύναται δυνάμει, οὐδὲν δὲ ὧν δύναται ἐνεργείᾳ (οὐδὲν γὰρ ἂν αὐτὴ εἴη), ἀναγκαῖον τὰ πρῶτα ἐναντία ἀίδια εἶναι.