Alexander of Aphrodisias: Quaestio II 28: Ὅτι μὴ ἡ ὕλη γένος (Problems and Solutions II 28: That Matter is not a Category)
Work
Alexander of Aphrodisias, Quaestio II 28: Ὅτι μὴ ἡ ὕλη γένος
(Ὅτι μὴ ἡ ὕλη γένος)
English: Problems and Solutions II 28: That Matter is not a Category
Text information
Type: Original (Greek)
Source
Ivo Bruns. Alexandri Aphrodisiensis praeter commentaria scripta minora: Quaestiones, De fato, De mixtione. Supplementum Aristotelicum 2/2. Berlin (Reimer) 1892, 77-79
Download
alexaphrod_quaestio2_28_hayulaghayrjins-orig-gr1.xml [10.97 KB]
XXVIII. Ὅτι μὴ ἡ ὕλη γένος.
Κοινὰ τῷ γένει καὶ τῇ ὕλῃ τὸ κοινὰ εἶναι πλειόνων, καὶ τὸ πρῶτα τῇ φύσει τῶν ὑπ᾿ αὐτά τε καὶ [δι᾿] ὧν ἐστι κοινά, καὶ τὸ τῇ εἴδους τινὸς
ἔν τε τῇ ὕλῃ ἔν τε τῷ γένει. ἐν μὲν γὰρ τῇ ὕλῃ πᾶν τὸ εἶδος γίνεται οὔσῃ χωρὶς εἴδους κατὰ τὸν ἑαυτῆς λόγον, ἐν δὲ τῷ γένει φθάσαν ἤδη τὸ εἶδος τὸ κοινότερόν τε καὶ ἐν πᾶσι τοῖς ὑπὸ τὸ γένος εἴδεσι συνείληπται. διὸ οὐδὲ τὸ εἶδος πᾶν ἔτι ἐν τῷ γένει γίνεται τῷ μέρος αὐτοῦ φθάσαν τὴν τοῦ γένους συμπληροῦν φύσιν, αἱ δὲ διαφοραὶ αἱ τὸ κοινὸν τοῦ εἴδους διαιροῦσαί εἰσιν αἱ τῷ γένει συντιθέμεναι. διὸ τὸ μὲν γένος ἀχώριστον τούτων ὧν ἐστι γένος καὶ συμφθειρόμενον αὐτοῖς, καὶ οὐκ εἰδῶν ἀλλὰ μέρους εἰδῶν δεκτικόν, καὶ οὐδὲ τούτων ὡς ὑποκείμενον δεκτικόν, ἀλλὰ τῇ νοήσει λαμβανόμενόν τε καὶ χωριζόμενον τῶν σὺν οἷς ἐστιν αὐτῷ τὸ εἶναι, τῆς ὕλης πρώτης οὔσης παντὸς τοῦ ἐνύλου σώματος. ἡ μὲν γὰρ οὐκ οὖσά πως κατὰ τὸν οἰκεῖον λόγον ἐνεργείᾳ δεξαμένη τὸ εἶδος τόδε τι γίνεται ἡ πρώτη οὖσα ἀρχὴ τοῦ τόδε τι καὶ συναμφοτέρου, τὸ δὲ γένος ἀπὸ τούτων τῶν ἐνύλων τε καὶ καθ᾿ ἕκαστον τὸ εἶναι λαμβανομένου διὰ τὸν χωρισμὸν τῶν τὴν διαφορὰν αὐτοῦ δεικνύντων τε καὶ ποιούντων. καὶ ἡ μὲν ὕλη πᾶσι τοῖς ἐν γενέσει τε καὶ φθορᾷ αἰτία τοῦ εἶναί τε καὶ ὑφεστάναι, τὰ δὲ γένη ἐν τοῖς διὰ τὴν ὕλην τὸ εἶναί τε καὶ τὴν ὑπόστασιν ἔχουσιν ἐπιγίνεται ἔργον [τὰ] τοῦ συντιθέντος αὐτὰ διὰ τοῦ τῶν ἄλλων τῶν συνυπαρχόντων αὐτῷ τῇ ἐπινοίᾳ χωρισμοῦ.