Πρὸς τοὺς δι’ ἀκτίνων λέγοντας γίνεσθαι τὸ ὁρᾶν.
Εἰ κατὰ ἀκτίνων ἔκχυσιν καὶ πρόπτωσιν τὸ ὁρᾶν, δῆλον ὅτι σώματα
αὗται. οὐδὲ γὰρ οἷόν τε ἄλλως κινηθῆναι αὐτὰς καὶ προελθεῖν. τοῦτο δὴ
τὸ σῶμα τὸ τῶν ἀκτίνων πότερον ἀήρ ἐστιν ἢ φῶς ἢ πῦρ; καὶ πότερον
συνεχές ἐστιν, ἢ διῃρημένον; καὶ εἰ συνεχές, πότερον ἐκπίπτει τοιοῦτον, ἢ
ἐκπίπτει μὲν διῃρημένον, ἐκπεσὸν δὲ συμφύεται καὶ γίνεται συνεχές; πάντα
γὰρ ταῦτα ἄτοπα. εἰ μὲν οὖν ἀήρ ἐστι, τί δεῖ αὐτὸν ἐκπεσεῖν, ὄντος γε καὶ
ἔξω ἀέρος; εἰ δὲ φῶς καὶ οἷον ἀὴρ διαυγής (τοιοῦτον γάρ τι τὸ φῶς εἶναι
οἰόμεθα), καὶ οὕτως μὲν περίεργος ἡ ἔκπτωσις, ὄντος γε καὶ ἔξω φωτός.
καὶ γὰρ οὐδὲ ἄνευ τοῦ ἔξω δυνατὸν ὁρᾶν ἐστιν. εἶτα διὰ τί νύκτωρ καὶ
σκότους οὐχ ὁρῶμεν; αὐτὸ γὰρ τὸ διὰ τῶν ὀφθαλμῶν ἐκπῖπτον φῶς ἱκανὸν
ἂν ἦν φωτίζειν τὸν θύραθεν ἀέρα, ὅ γε καὶ μέχρι τῶν ἄστρων ἀποτείνεσθαι
πέφυκεν· οὕτως ἐστὶν ἰσχυρόν. εἰ δέ ἐστιν ἀσθενέστερον τοῦ μεθημερινοῦ
φωτός, ἐχρῆν τοσούτῳ μᾶλλον νύκτωρ μὲν καὶ σκότους ὁρᾶν, ἡμέρας
δὲ μή. τὸ γὰρ ἧττον ἀεὶ φῶς ὑπὸ τοῦ λαμπροτέρου φωτὸς μαραίνεται·
οὕτως γοῦν καὶ λάμπει ἔνια νυκτός, τῆς ἡμέρας δὲ ἐπισκοτεῖται τὸ
λάμπον αὐτῶν, ὡς ὀστέα τινὰ καὶ κεφαλαὶ ἰχθύων καὶ αἱ πυγολαμπίδες
λεγόμεναι. ἔτι πῶς, εἰ ἀσθενές ἐστι τὸ ἐκπεμπόμενον, ἅμα πολλῶν εἰς
ταὐτὸ συνελθόντων σκότους, τί δή ποτε οὐχ ἱκανὸν γίνεται τὸ ἐκ πάντων
μιχθέν, ὥσπερ καὶ τὸ ἀπὸ λύχνων πλειόνων φωτίζει πλέον, ὧν ἕκαστος
οὐκ ἦν αὐτάρκης, φωτίζειν τοσοῦτον; ἔτι εἰ τὸ φῶς ὁρατόν ἐστιν, πῶς τὰς
ἀλλήλων ὄψεις οὐχ ὁρῶμεν οὔτε ἡμέρας οὔτε ἐν σκότῳ; εἰ δὲ μήτε
ἀήρ ἐστι τὸ ἐκπεμπόμενον μήτε φῶς, λείπεται πῦρ εἶναι. εἰ πῦρ ἐστιν,
εἴη ἂν θερμόν τε καὶ καυστικόν. οὐκ ἔστι δέ· ὥστ’ οὐδὲ πῦρ. εἰ γὰρ
μὴ καυστικόν, φῶς πάλιν ἐροῦσιν. τί δή ποτε ἔσται τοῦτο τὸ φῶς; πυρὸς
μὲν γὰρ ἀπόρροια οὐκ ἔστιν, ὡς οἴονται· καὶ γὰρ ἄλλα τινὰ φωτίζει οὐκ
ὄντα πῦρ. ἔτι εἰ πῦρ ἐστι τὸ ἐκπεμπόμενον, πῶς οὐκ ἀποσβεσθήσεται ἐν
ὕδατι; ὁρῶμεν δὲ καὶ ἐν ὕδατι, ὁρᾷ δὲ καὶ τὰ ἐν τῷ ὕδατι ζῷα. ἔτι εἰ
πῦρ τὸ ἐκπεμπόμενόν ἐστι, κατὰ φύσιν ἂν εἴη αὐτῷ ἡ εἰς τὸ ἄνω κίνησις.
ὥστε ἐχρῆν ἡμᾶς μὴ ὁμοίως ὁρᾶν ἄνω τε καὶ κάτω ὁρῶντας, ἀλλὰ ἄνω
μὲν ῥᾷον, κάτω δὲ βιαζομένους καὶ μόγις. ἔτι εἰ δι’ ἀκτίνων τὸ ὁρᾶν,
ἁφή τις ἡ ὄψις ἔσται καὶ κατὰ ἁφὴν ἡ τῶν ἀκτίνων ἀντίληψις. εἰ δὲ αἱ
ἀποτεινόμεναι ὄψεις αἰσθητικαί εἰσιν, διὰ τί οὐχὶ καὶ θερμοῦ καὶ ψυχροῦ
αἰσθάνονται; μᾶλλον γὰρ 〈ἂν〉 τῶν ἁπτῶν διαφορῶν, ἢ τῶν χρωμάτων αἰσθάνοιντο.
ἔτι εἰ συνεχὲς ἐκπίπτοι τὸ τῆς ὄψεως σῶμα, δεήσει πρῶτον
μὲν πόρον τινὰ σύμπασαν τὴν κόρην εἶναι, ὅπερ οὐχ οὕτως ἔχειν φαίνεται.
ἔπειτα, εἰ καὶ συνεχὲς ἐκπέμπεται, πῶς οὐ σκεδάννυται τουτὶ τὸ ῥεῦμα τὸ
τῆς ὄψεως σχιζόμενον περὶ τὸν ἀέρα τὸν ἔξωθεν λεπτότερον ὂν αὐτοῦ; ἢ
εἰ μὴ σκεδάννυται, πῶς οὐκ εἰς στενὸν συνάγεται προϊόν; τοιοῦτον γάρ τι
ὁρῶμεν καὶ τὰ ἄλλα σώματα πάσχοντα προχωροῦντα· καὶ γὰρ ὕδωρ προχωροῦν
ἤτοι χεῖται ἢ στενοῦται, καθάπερ τὸ ἐκ τῶν κρουνῶν ῥέον, καίτοι
στερεώτερον ὂν τῶν ἀκτίνων· ἡ δὲ φλὸξ εἰς ὀξὺ ἀπολήγει. τὸ δὲ τῆς
ὄψεως σῶμα πῶς εἰς κῶνον πλατύνεται καὶ μείζονα ἐπὶ πλέον προχωροῦν
μήτε τῶν παχυτέρων μήτε τῶν λεπτοτέρων σωμάτων τοῦτο πασχόντων;
ἔτι εἰ σῶμά ἐστι, τόπον κατέχει. ἤτοι οὖν σῶμα διὰ σώματος δίεισιν ἢ
κενόν ἐστιν ἀφωρισμένον ἢ ἀντιπερίστασις γίνεται, εἰ μὲν ἐν ἀέρι ἐκπέμποιτο,
ἀέρος, εἰ δὲ ἐν ὕδατι, ὕδατος· εἰς μὲν οὖν τὴν κόρην ἄτοπον λέγειν
τὸ ὕδωρ ἀντιμεθίστασθαι, χρὴ δὲ ζητεῖν εἰς τί. οὐδὲ γὰρ εἰς τὴν ἀναπνοήν.
οὐδὲ γὰρ ἀναπνεῖ τὰ ἐν τῷ ὕδατι ὁρῶντα, οὐδὲ ὅλως τὰ ἔνυδρα
χωρίς τινων. ἔτι εἰ εἰς τὴν κόρην ἀντιμεθίσταται, οὐ πάσῃ αὐτῇ ἐκπέμψομεν,
οὐδὲ ὀψόμεθα, ἀλλ’ ἔσται τις εὐρυχωρία, καθ’ ἣν τὸ ἀντιμεθιστάμενον
χώραν ἕξει. κατά τι οὖν αὐτῆς ὀψόμεθα καὶ κατά τι μή. ἔτι
διὰ τί τῶν ζῴων τὰ μὴ ἐπιμύοντα ἐν τῷ κοιμᾶσθαι οὐκ ὄψεται, εἴ γε
πλήρεις ἔχει τοὺς τοῦ σώματος πόρους; εἰ δὲ μὴ συνεχὲς ἔξεισιν τὸ σῶμα
τοῦτο τὸ τῆς κόρης, ἀλλὰ διῃρημένον, ἤτοι διεκπῖπτον συμφύεται καὶ συνεχὲς
γίνεται ἢ μένει διῃρημένον. εἰ μὲν οὖν συμφύεται, πῶς πάλιν εἰς
κῶνον συμφυόμενον ἐξαπλοῦται καὶ τηλικοῦτον, ὡς ἀποτέμνεσθαί τινος κώνου
βάσει τὸ πλεῖστον μέρος τοῦ οὐρανοῦ; ἐχρῆν γὰρ αὐτό, ἀρξάμενον ἅπαξ
ξυνιέναι καὶ συμφύεσθαι, ὑπὸ τοῦ περιέχοντος ἀέρος μᾶλλον συστέλλεσθαι
καὶ εἰς στενὸν συνάγεσθαι. ἔτι εἰ ὑπ’ ἀκτίνων ὁ κῶνος περιέχεται διῃρημένων
καὶ κεχωρισμένων, εἰ μὲν εἴη [μὴ] μεῖζον τὸ μεταξὺ τῶν ἀκτίνων,
πλέον ἔσται τὸ μὴ ὁρώμενον τοῦ ὁρωμένου, καὶ τὸ μὲν πέριξ ὀφθήσεται,
καθὸ αἱ εὐθεῖαι προσβάλλουσιν, τὸ δὲ μέσον οὔ. εἰ δὲ ἴσον, ἴσον οὐκ
ὀφθήσεται. ἔλαττον δὲ πῶς ἂν εἴη 〈τὸ〉 τῶν εὐθειῶν μεταξύ, τῶν εὐθειῶν
τηλικαύτην βάσιν ποιουσῶν; ἔτι τε πῶς οἷόν τε οὕτως τὰς ἀκτῖνας εἶναι
παχέα σώματα ἐκ τῆς κόρης προπεμπόμενα ἀπὸ ὀλίγου σώματος; ἔτι δὲ
αἱ ἀκτῖνες αἱ ἐκπεμπόμεναι τί δή ποτε οὔτε ὑπὸ τῶν ἀνέμων οὔτε ὑπὸ
τῶν ὑδάτων τῶν κινουμένων περιφέρονται, ἀλλ’ ἐπ’ εὐθείας ἀεὶ καὶ τούτων
ὄντων ὁρῶμεν, εἰ ἡ ἐπιφάνεια τοῦ ὕδατος ἐν ταὐτῷ μένοι; ἔτι πῶς διὰ
τῶν στερεῶν διαφανῶν αἱ ἀκτῖνες διέρχονται; εἰ γὰρ λέγοιεν πόρους ἔχειν
ταῦτα, ἤτοι κενοὺς ἕξει καὶ ἔσται τι κενὸν ἀφωρισμένον ἢ πλήρεις ἀέρος
ἤ τινος ἄλλου σώματος, καὶ ποῦ τοῦτο χωρήσει; πῶς δὲ καὶ πλείους διὰ
τοῦ αὐτοῦ ὀφθήσονται; πλείω γὰρ σώματα διὰ τῶν αὐτῶν πόρων διελεύσεται.
ἔπειτα διὰ τί συνεχῆ τὰ διαφανῆ ὁρᾶται; μόνους γὰρ ἔδει τοὺς
πόρους αὐτῶν ὁρᾶσθαι ἢ διαλείπουσάν γε τὴν ἐπιφάνειαν αὐτῶν, καθάπερ
τῶν κοσκίνων. ὁμοίως δὲ καὶ τὰ δι’ αὐτῶν ὁρώμενα ἐπισκοτεῖσθαι ἔδει,
καθὰ μὴ πόρους ἔχει τὰ διαφανῆ. πόθεν δὲ καὶ τὸ τοσοῦτον σῶμα ἐν
ἡμῖν, ὥστε καὶ μέχρι τῶν ἄστρων ἐκπέμπεσθαι καὶ τοῦτ’ ἐστιν ἐν ἡμῖν
πρὶν ἡμᾶς ὁρᾶν; πῶς δὲ οἷόν τε οὕτως ταχέως τὸ σῶμα κινεῖσθαι τοῦτο,
ὥστε εὐθὺς τῷ ἀναβλέψαι ἅμα τὸν οὐρανὸν ἡμᾶς ὁρᾶν; ἔτι πῶς οἱ ἐξ
ἐναντίας ἀλλήλους ὁρῶντες ὀφθήσονται, ἐὰν κατὰ τὸ αὐτὸ αἱ ἀκτῖνες ἀπαντήσωσιν
ἀλλήλαις; ἢ γὰρ ἐν μέσῳ στήσονται καὶ οὐκ ἔσται ὄψις ἀλλήλων,
ἢ δι’ ἀλλήλων ἐλεύσονται καὶ οὕτως πάλιν σῶμα διὰ σώματος δίεισιν, ἢ
ἡ ἑτέρα κρατήσει καὶ ὁ ἕτερος τὸν ἕτερον ὄψεται μόνον. ἔτι πᾶν τὸ κινούμενον
τοπικῶς ἐν χρόνῳ κινεῖται καὶ ἀδύνατον κατὰ τὸ αὐτό τι τῷ αὐτῷ
τάχει χρώμενον τὴν διπλασίαν ἐν τῷ αὐτῷ κινηθῆναι χρόνῳ. ἀλλὰ μὴν
ἅμα ὁρῶμεν τά τε ἐγγὺς καὶ τὰ ἀπὸ πολλαπλασίου διαστήματος. τοὺς γοῦν
ἀστέρας πλεῖστον ἀπέχοντας ἅμα ὁρῶμεν τοῖς παρεστῶσιν. οὐκ ἄρα κατὰ
κίνησίν τινος τὸ ὁρᾶν. εἰ δὲ μὴ κατὰ κίνησιν, οὔτε κατὰ ἀκτίνων προβολὴν
οὔτε κατὰ εἰδώλων ἀπόρροιαν οὔτε κατὰ τὴν ἀπ’ ἀμφοῖν.