Anon.: De urinis commentatio (Treatise on Urines)

Work

Anon., De urinis commentatio (Σύνοψις περὶ οὔρων)
English: Treatise on Urines

Text information

Type: Original (Greek)

Source

Julius Ludwig Ideler. Physici et medici graeci minores. Volumen II. Berlin (G. Reimer) 1842, 307-316

Download

anon_deuriniscommentatio-orig-gr1.xml [37.31 KB]

ΣΥΝΟΨΙΣ ΠΕΡΙ ΟΥΡΩΝ.

Τῶν μὲν οὔρων πολλαὶ μὲν κατὰ γένος διαφοραί, πολλαὶ δὲ καὶ κατὰ γένος εἰδέαι. καὶ πρῶται μὲν καὶ γενικώταται δύο χῦμά τε καὶ παρυφιστάμενον. καὶ χῦμα μὲν καλεῖται αὐτὸ τὸ ὅλον οὖρον παρὰ τὸ κεχύσθαι, παρυφιστάμενον δὲ τὸ ἐν ἑαυτῷ ἕτερόν τι ἐμφαῖνον. ἐν τούτῳ δὲ τῷ χύματι, δύο θεωροῦνται ἐν συγκρίσει διαφοραί, σύστασις καὶ χροιά. ἑκατέρα δὲ τούτων εἰς ἕτερα διαιρεῖται καὶ ὑποδιαιρεῖται. ἡ μὲν γὰρ σύστασις εἰς λεπτότητα καὶ παχύτητα καὶ ἐξ ἀμφοτέρων σύμμετρον. ὅπερ δὴ κατὰ φύσιν ὑπάρχει ἀδιαίρετος, φέρων φορὰν θεωρεῖται. τὸ δὲ λεπτὸν καὶ τὸ παχὺ τέμνεται διχῇ. εἰ γὰρ ἐξουρεῖται λεπτὸν καὶ μένῃ λεπτόν, ἢ οὐρεῖται μὲν λεπτόν, ἀναθολοῦται δὲ καὶ γίνεται παχὺ καὶ τὸ ἀνάπαλιν, ἢ οὐρεῖται παχὺ καὶ μένει παχύ, ἢ οὐρεῖται μὲν παχὺ καὶ ὕστερον ἀποκαθίσταται, καὶ τὸ μὲν ἐξουρούμενον λεπτὸν καὶ μένον λεπτὸν δηλοῖ ἐσχάτην ἀπεψίαν τοῦ φλεβώδους γένους. οὐ γὰρ ἐνεχείρησεν ἡ φύσις ὅλως ἐπαναστῆναι πρὸς ἄμηναν τοῦ ἐπισωρευθέντος καὶ πλεονεκτοῦντος ἐν φλεψὶ χυμοῦ. τὸ δὲ ἐξουρούμενον λεπτὸν καὶ ὕστερον ἀναθολούμενον δηλοῖ τὴν φύσιν ἐπαναστᾶσαν. ἄρχεται δὲ κενεῖν καὶ ἐκμοχλεύειν τὴν ὑποκειμένην καὶ πλεονάζουσαν ἐν φλεψὶν ὕλην. πάλιν τὸ ἐξουρούμενον παχὺ καὶ μένον παχὺ δηλοῖ τὴν ἀκμάζουσαν τῶν παχέων πνευμάτων καὶ χυμῶν ζύμωσιν, τὸ δὲ ἐξουρούμενον πολὺ καὶ ὕστερον ἀποκαθιστάμενον δηλοῖ, παύεσθαι μὲν τὴν τῶν παλαίων χυμῶν

ζύμωσιν, ἄρχεσθαι δὲ τὴν διάκρισιν γίγνεσθαι. αἱ δὲ ἐν συστάσει τοῦ χύματος θεωρούμεναι διαφοραὶ τῆς πέψεως καὶ τῆς ἀπεψίας τῶν χυμῶν δηλοῦται. αἱ δὲ ἐν χρώματι διαφοραὶ πολλαὶ μέν, ἐν συντόμῳ δὲ εἰπεῖν, εἰς ἓξ ταύτας παραστήσομεν ὡς οἷον λευκόν, ὠχρόν, ξανθόν, πυρρόν, ἐρυθρὸν καὶ μέλαν. καὶ τὸ μὲν λευκὸν πολλὰ σημαίνει. εἰ γὰρ ἀσθένειαν δυνάμεως καθάπερ ἐπὶ τῶν γερόντων καὶ τῶν χρονίων νοσημάτων ἢ δι’ ἔμφραξιν τῶν ἀγγείων ἢ διὰ πολυποσίαν. εἰ δὲ πάχος ἔχει τὸ λευκόν, σῆψιν ὠμῶν χυμῶν ἐν φλεψὶ κειμένην δηλοῖ. πάλιν τὸ ὠχρὸν ἀσθένειαν φύσεως δηλοῖ μὴ δυναμένης δεόντως ἀλυῶσαι καὶ πέψαι τὸ χῦμα τὸ ἐν φλεψί. τὸ δὲ ξανθὸν οὖρον ἔνδειαν ὕλης σημαίνει, ὡς δηλοῖ νεώτερος, ἀσιτήσας ἢ ἀγρυπνήσας ἢ θερμότητα ἐν τῷ βάθει ἐναποκειμένην ἔχων ὡς ἐπὶ τοῦ τριταίου. τὸ δὲ πυρρὸν ἄπεπτον ὑπάρχον κατὰ τὴν σύστασιν, ξηρότητα πολλὴν σημαίνει· εἰ δὲ καὶ πάχος ἔχει καὶ πυρετόν, τὰ δὲ πολλὰ τῶν οὔρων εὐχερῶς χρώννυνται ἀπὸ χολῆς * * * * πλὴν τὸ ἐρυθρὸν οὖρον ἀπὸ πλείστου αἵματος γίνεται. οἱ γὰρ ἰχῶρες τοῦ αἵματος καταβάπτουσι τὸ οὖρον. τοῦτο δὲ γίνεται καὶ ἐπὶ τῶν φλεγμονῶν. τὸ δὲ μέλαν οὖρον ἢ διὰ τὸ ἐκκαθαίρεσθαι καὶ ἐκκρίπτεσθαι τὸν μελαγχολικὸν χυμὸν ἢ διὰ ὑπερόπτησιν τοῦ αἵματος. ταῦτα δὲ πάντα τὴν διάθεσιν τῶν ἐν φλεψὶ κειμένων χυμῶν σημαίνουσι. τὸ μὲν κατὰ φύσιν οὖρον ἐν συμμετρίᾳ τῶν προειρημένων ποιοτήτων θεωρεῖται, κατὰ μὲν τὴν σύστασιν μήτε λεπτὸν μήτε πολύ, κατὰ δὲ τὸ χρῶμα ξανθόν τε καὶ ὑπόπυρρον, λευκὴν λείην καὶ ὁμαλὴν ἔχων ὑπόστασιν καὶ ἐν τῷ πυθμένι τοῦ κολοκίου ἀποκαθισταμένην. τοῦτο κυρίως λέγεται κατὰ φύσιν. εἰρηκότες τοίνυν τὰς ἐν συστάσει καὶ κατὰ χροιὰν διαφορὰς ζητήσωμεν ὁμοίως καὶ τοῦ παρυφισταμένου τὰς διαφοράς, ἀλλὰ πρότερον μάθωμεν τί ἐστι παρυφιστάμενον. παρυφιστάμενον λέγεται τῷ ἐν αὐτῷ τὸ οὖρον ἕτερόν τι ἐμφαῖνον ἢ ὑποφαινόμενον καὶ οἱονεὶ μετεωριζόμενον ἢ καὶ ὑφιζάμενον. καὶ ἐν τούτῳ δὲ τοῦ παρυφισταμένου δʹ τινα θεωροῦνται πρὸς ἀκριβῇ γνῶσιν, σύστασις, τόπος, χρόνος καὶ χροιά. καὶ σύστασις μὲν ὁμαλὴ ἢ ἀνωμάλως καὶ λικμὴ τραχέα.
χροιά, εἰ κατὰ φύσιν, ἔστι λευκή, μὴ καταβαφεῖσα ἀπὸ χυμῶν τινος ἢ ἄλλως πως πλεονεκτήσαντος καὶ ἐπιχρώσαντος αὐτήν. καὶ ταῦτα μὲν ἐπὶ τῶν κατὰ σύστασιν καὶ χροιάν. τοῦ δὲ τόπου τρεῖς εἶναι λέγομεν διαφοράς, ἀνωτέραν, μέσην καὶ κατωτέραν καὶ εἰ μὲν ἐν τῷ οὔρῳ ἄνω κεκρέμαται τὸ παρυφιστάμενον, καλεῖται νεφέλιον. εἰ δὲ ἐν τῷ μέσῳ μετεωρίζεται, καλεῖται ἐναιώρημα. εἰ δὲ πάλιν ἐν τῷ πυθμένι τοῦ κοκίου καθυφιζάνει καὶ ἀποκαθίσταται, καλεῖται ὑπόστασις. καὶ πάλιν τὸ μὲν διεσπασμένον καὶ μετέωρον ἐν τῷ οὔρῳ φαινόμενον ἄνω, ὅπερ λέγεται νεφέλη, σημαίνει πλῆθος πνευμάτων παχέων ἀποκλεισθέντων ἐν τῷ βάθει καὶ μὴ δυναμένων ἐκλεπτυνθῆναι. τὸ δὲ ὑποκατελθὸν καὶ κατὰ τὴν μέσην χῶραν μεῖναν, ὅπερ ἐνεώρημα καλεῖται, πέψιν μὲν τῶν χυμῶν σημαίνει, ἀλλ’ οὐ τέλειαν. ὑπόστασις μὲν γὰρ τῇ φύσει γνωρίζεται τῷ τόπῳ καὶ τῇ θέσει, καταλλαττομένη τὸν δὲ τόπον ἀμείβη ἢ τοῦ πνεύματος περιουσία τοῦτο τὸ πνεῦμα ἀπὸ τῆς κατὰ μέρος πέψεως λεπτύνεται καὶ διαφορεῖται καὶ ἡ μὲν τέλεια ἡ πέψις γίνεται ὑπὸ τῆς φύσεως. τοῦτο πνεῦμα λεπτυνθὲν καὶ τελείως διαπνευσθὲν τὸ ἐναιώρημα φαίνεται κάτω καὶ ποιεῖ τὴν ὑπόστασιν· τότε δηλοῦνται τελεία ἡ πέψις ἐκ τούτων τῶν τριῶν, λέγω δὴ συστάσεως χρώματος καὶ τόπου. καὶ ὁ χρόνος τοῦ νοσήματος μετρηθήσεται. ἡ μὲν γὰρ ἄνω ἐπιπολάζει ἡ λεγομένη νεφέλη, ἀρχὴν δείκνυσι τοῦ νοσήματος, εἰ δὲ ἐν τῷ μέσῳ ἐναιωρεῖται, μεσάζουσαν τὴν πέψιν δηλοῖ τοῦ ὅλου νοσήματος, εἰ δὲ κάτω ὑποκαταστήσεται, τὴν τέλειαν καὶ ἀσφαλῆ πέψιν δηλοῖ τοῦ ὅλου νοσήματος, ὅσον λεπτύνεται τὸ πνεῦμα καὶ ὑποκαταβαίνει τοῦ ὕψους, τὸ παρυφισταμένον τοσοῦτον τὰ νοσήματα καὶ συμπτώματα πρᾳώτερα ἑαυτῶν γινήσονται, ἐν τούτοις θεωρεῖται ὁ χρόνος τοῦ νοσήματος ἐκ τῶν μέτρων τῆς πέψεως καὶ τῆς ἀπεψίας. οὖρα πονηρά ἐστι ταῦτα χλωρά, πελιδνά, μέλανα, αἱματώδη, καὶ λίαν παχέα τὰ πυρρά, λίαν ἀνάκρατα τὰ ὠμὰ καὶ λεπτὰ καὶ μηδεμίαν ἔχοντα ὑπόστασιν. μοχθηρὰ δὲ τὰ δυσώδη καινὰ δὲ τὰ λιπαρὰ καὶ ἐλαιώδη. φαῦλα δέ ἐστι τὰ λεπτὰ καὶ ὑδατώδη καὶ ὑπερβάλλοντα τὸ πλῆθος τοῦ πινομένου, νεφέλαι δὲ καὶ

ὑποστάσεις πονηραὶ καὶ πελιδναί, μέλαιναι καὶ ζοφώδεις, ποικίλαι διεσπασμέναι καὶ κρυμνώδεις. αἱ μὲν πυρετώδεις καὶ χλωραί, φλεγματώδεις καὶ δυσώδεις, τὰ δὲ ἀνυπόστατα πάντα πονηρά. καὶ ταῦτα μὲν τὰ εἴδη τῶν οὔρων σημαίνουσι πλῆθος αἰτιῶν καὶ διαφοραὶ νοσημάτων καὶ αὔξησιν τούτων καὶ μείωσιν, διάκρισίν τε καὶ κρίσιν, πέψιν τε καὶ ἀπεψίαν καὶ τρόπους κινδύνων γεννησομένων. * * *. σκοπεῖν δὲ δεῖ τὸν ἰατρὸν ἐπὶ τούτων ἁπάντων τὸ πλῆθος καὶ τὴν δύναμιν τῶν αἰτιῶν καὶ τὴν ὑπεροχὴν εἰς τὸ διαμάρτητον φυλαχθῆναι τὰ πολλὰ τούτων τῆς διακρίσεως ἤγουν διαγνώσεως καὶ τῆς γεννησομένης προρρήσεως. ὣς ἐκ τῶν οὔρων θεωρία.

Περὶ τῶν κατὰ φύσιν ἀρίστων οὔρων.

Ἐπὶ τῶν πυρεκτικῶν νοσημάτων ἡ ἐκ τῶν οὔρων σημείωσις χρησιμωτάτη καθέστηκε. ἐπειδὴ δὲ πᾶν τὸ παρὰ φύσιν ἐκ τοῦ κατὰ φύσιν εὑρίσκεται, ἀπὸ τῶν κατὰ φύσιν ἀρξώμεθα. οὖρον μὲν οὖν ἄριστόν ἐστι ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ διακειμένων ἀνθρώπων ὑπόπυρρον, ὑπόξανθον καὶ τῷ πάχει σύμμετρον καὶ μένον τοιοῦτον τῇ χρόᾳ, ὁποῖον ἀπουρηθῇ, λείαν τε καὶ ὁμαλὴν καὶ λευκὴν ἔχον ὑπόστασιν παρὰ πάντα τὸν χρόνον. πλῆθος δὲ πρὸς λόγον τοῦ πινομένου, ἐπὶ δὲ τῶν γυναικῶν τὸ κατὰ φύσιν οὖρον τῇ χρόᾳ λευκότερον τοῦ ἀνδρὸς εἶναι χρὴ καὶ ὑπόστασιν ἔχειν πλείονα. ἐπὶ δὲ τῆς παιδικῆς ἡλικίας ἱκανῶς παχεῖαν ὑπόστασιν αὐτὸ ἔχειν χρὴ διὰ τὰς τῶν παίδων ἀδδηφαγίας καὶ ἀκάκτους καὶ ἀκαίρους κινήσεις, λεῖαν δὲ ὑπόστασιν Ἱπποκράτης καλεῖ τὸ συνεχὲς καὶ ἀδιάπαυστον δηλῶσαι βουλόμενος, ὁμαλὸν δέ φησιν, ἵνα διόλου ἀεὶ ὅμοιον οὐρῆται καὶ μὴ σήμερον μὲν πεπεμμένον, τῇ δὲ ἑξῆς ἄπεπτον, μήτε μὴν τὴν ὑπόστασιν ἢ τὸ χῦμα ὅλον ἔχειν ἀνώμαλον.

Ζητοῦμεν οὖν ἐπὶ τοῦ κατὰ φύσιν οὔρου χρῶμα καὶ σύστασιν τοῦ χύματος καὶ τὰ παρεμφερόμενα ἐν τῷ χύματι οἷον νεφέλην ἐναιώρημα κατὰ τὴν ἐν τῷ πυθμένι ὑπόστασιν. εὔδηλον οὖν ὅτι κατά τι τούτων τρεπόμενον τὸ οὖρον ἀπεψίαν τὴν ἐν ταῖς φλεψὶ ἐνδείκνυται.

Ποῖον ἄριστον οὖρον τῶν νοσούντων.

Ἄριστον μὲν οὖν ἐστι οὖρον ἐπὶ τῶν νοσούντων τὸ τοῖς ὑγιαίνουσιν ὁμοιότατον ὕπωχρον, ἢ ὑπόξανθον, καὶ λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον ὑπόστασιν, ὑποδεέστερον δὲ τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. ἔτι δὲ τούτου ἀπεπτότερον τὸ νεφέλην τοιαύτην ἔχον. ἐφ’ ὧν γὰρ πνεῦμά ἐστιν ἐν τῷ βάθει παχὺ καὶ ἄπεπτον, εἰ μὲν ὀλίγον εἴη, συγχωρεῖ μὲν τὴν ὕλην ἐπὶ τὸν πυθμένα τοῦ ἀγγείου κάτω φέρεσθαι, διαμερίζον δὲ αὐτὴν οὐ συγχωρεῖ ἑνοῦσθαι. εἰ δέ τι πλεονάσει τὸ ἄπεπτον πνεῦμα, ἐν τῷ βάθει μετεωρίζει τὴν ὑπόστασιν κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ καλούμενον ἐναιώρημα. εἰ δ’ ἔτι καὶ μᾶλλον εἴη τὸ ἄπεπτον πνεῦμα, πρὸς τὴν ἄνω ἐπιφάνειαν τοῦ χύματος φέρει τὴν ὑπόστασιν καὶ ποιεῖ τὴν καλουμένην νεφέλην. ἐφ’ ὅσον οὖν ἰσχύει τὸ πνεῦμα μερίζειν καὶ μετεωρίζειν τὴν ὑπόστασιν, ἐπὶ τοσοῦτον ἀπεπτότερον νομίζεται τὸ οὖρον. ἐπὶ δὲ τῶν ἀκριβῶν τριταίων καὶ ἐφημέρων πυρετῶν νεφέλη μόνον ἢ ἐναιώρημα πολλάκις ἤρκεσε πρὸς λύσιν τοῦ νοσήματος, ἐνίοτε δὲ καὶ τὸ εὔχρουν γενέσθαι τὸ οὖρον μόνον.

Ὅτι οὐ πᾶσα λευκὴ ὑπόστασις ἀγαθόν τι σημαίνει καὶ περὶ ὠμοῦ χυμοῦ καὶ πύου.

Πολλάκις δὲ τὸ λευκὸν χρῶμα τοῦ παρεμφερομένου ἐν τῷ χύματι ἀπατᾷ τοὺς ἰδιώτας, ὡς ὑπόστασιν χρηστὴν νομίζεσθαι, μὴ οὖσαν χρηστήν. σημαίνει γὰρ ὠμὸν χυμὸν καὶ λευκόν, συνεκκρινόμενον τὸ οὖρον, ὑφίστασθαι καὶ φαντασίαν χρηστῆς ὑποστάσεως παρέχειν. ἐνίοτε δὲ ἥπατος ἢ νεφρῶν πεπονθότων πῦον ἐκκρίνεται σὺν τῷ οὔρῳ καὶ παρυφιστάμενον ἀπατᾷ τὸν τεχνίτην. ἀλλὰ τοῦτο πρῶτον διορίζεται τὸ προπεπονηκέναι τὸν ἄνθρωπον τὸν νεφρὸν ἢ τὸ ἧπαρ ἤ τι ἕτερον μόρων τῶν εἰωθότων ἐκκαθαίρεσθαι διὰ τῶν οὔρων. ἔπειτα καὶ δυσῶδες εὑρίσκεται τὸ μετέχον πύου. ὁ δὲ ὠμὸς χυμὸς διορίζεται, τῶν χρηστῶν ὑποστάσεως καὶ τῇ ἀνωμάλῳ συστάσει τὸ παρυφιστάμενον. οὐ γὰρ συνεχὲς ἑαυτῷ μένει, ἀλλὰ διαμερίζεται εἰς μικρά, οἷον ψαμμία καὶ οὐδὲ ὅλως λεῖόν ἐστι,

καθὼς ἡ ἀληθὴς ὑπόστασις. ἐπὶ μὲν οὖν τῶν χρηστῶν οὔρων πρῶτον μὲν ἐπιφαίνεται νεφέλη, ἔπειτα ὑποκαταβαίνουσα ποιεῖ τὸ ἐναιώρημα, ἐπὶ τέλει δὲ ὑφιζάνουσα ἐν τῷ πυθμένι τοῦ ἀγγείου ποιεῖται τὴν ὑπόστασιν δηλονότι, ἂν τελείως πεφθῇ, ἐπὶ δὲ τῶν ὠμῶν χυμῶν εὐθὺς ἐξ ἀρχῆς εἰς τὸν πυθμένα τοῦ ἀγγείου, ὑποχωρεῖ πλῆθος πολὺ μετὰ τοῦ εἶναι κακόχροον καὶ τὸ χῦμα ὅλον. ἔπειτα δὲ κατὰ βραχὺ πεπτόμενος καὶ λεπτυνόμενος, αἰωρεῖται κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ ἐναιώρημα. ὅταν δὲ ἐπὶ πλέον λεπτυνθῇ καὶ πεφθῇ, ἐφίσταται ἐπὶ πολὺ τοῦ χύματος καὶ ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ τοὺς ἰδιώτας ὡς ὑπολαμβάνειν ἐπὶ τὸ χεῖρον προβαίνειν τὴν νόσον.

Τί δηλοῖ τὸ λεπτὸν καὶ ὠχρόν.

Τὸ δὲ λεπτὸν καὶ ὠχρὸν οὖρον ἄπεπτον μέν ἐστι τῇ συστάσει· πεπεμμένον δὲ μετρίως τῇ χρόᾳ ἀσθένειαν καὶ τοῦτο δηλοῖ τῆς φύσεως. τῷ μὲν γὰρ χρώματι, ἔπεψεν ὡς ἂν ῥᾴδιον ὕπαρχον, οὐκέτι δὲ καὶ τῇ συστάσει, διὰ τὸ δυσκολώτερον.

Τί δηλοῖ τὸ λεπτὸν καὶ πυρρόν.

Τὸ δὲ λεπτὸν τῇ συστάσει καὶ πυρρὸν τῷ χρώματι βέλτιον τοῦ ὠχροῦ, ὅμως ἄπεπτον διὰ τὴν σύστασιν.

Τί δηλοῖ τὸ ἐρυθρόν.

Τὸ ἐρυθρὸν οὖρον ἀπεψίαν σημαίνει, οὐ θάνατον, ἀλλὰ χρόνου δεῖται εἰς πέψιν. ἔστι γὰρ ἐξ αἵματος ἤγουν χωροειδοῦς μήπω τελείαν πέψιν λαβόντος μηδὲ τὴν ἰδίαν χρόαν καὶ διὰ τοῦτο χρονιώτερον σημαίνει τὸ πάθος. ἐπὶ δὲ τῶν συνοχῶν πυρετῶν, τῶν ἐπὶ πλήθει αἵματος συνιστάμενον ἐκκρίνεται τὸ οὖρον ἐρυθρὸν καὶ παχὺ καὶ δῆλον, ὥς ἐστι τοῦτο καὶ τῷ χρώματι καὶ τῇ συστάσει τοῦ χύματος καὶ τῷ παρυφισταμένῳ ἄπεπτον.

Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ ἔξω ἀναθολούμενον.

Τὸ δὲ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀναθολούμενον ἄπεπτόν ἐστι διὰ περιουσίαν πνεύματος παχέος, δηλοῖ δὲ τὴν φύσιν ἄρχεσθαι πέττειν.

Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχὺ καὶ μὴ καθιστάμενον οἷόν ἐστι τὸ τῶν ὑποζυγίων.

Ἀκμάζειν δηλοῖ τὴν τῶν παχέων πνευμάτων τε καὶ χυμῶν οἷον ζύμωσιν, ἐπὶ τούτων κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται διὰ τὴν ἐν τοῖς χυμοῖς ταραχὴν καὶ τὰς ἀναθυμιάσεις.

Τί δηλοῖ τὸ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιστάμενον.

Τὸ δὲ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιστάμενον παύεσθαι μὲν τὴν ἐν τοῖς χυμοῖς ζύμωσιν καὶ λεπτύνεσθαι ποσῶς δηλοῖ, ἄρχεσθαι δὲ τὴν διάκρισιν.

Τί δηλοῖ τὸ λευκὸν καὶ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον.

Τὸ λευκὸν καὶ λεπτὸν οὖρον ἐσχάτην ἀπεψίαν σημαίνει. οὐ γὰρ ἐνεχείρισεν φύσις ὅλως ἐπὶ τούτου πρὸς τὴν πέψιν, γίνεται δὲ τοῦτο ἢ δι’ ἀσθένειαν τῆς δυνάμεως ἢ δι’ ἔμφραξιν ἢ διὰ τὸ χρόνιον εἶναι τὸ νόσημα. ἐπὶ γὰρ τῶν τεταρταίων χρονιωτάτων ὄντων ἐν ἀρχαῖς διὰ τὸ πάχος καὶ τὸ δυσπειθὲς τῆς ὕλης, διηθούμενον τὸ οὖρον λεπτὸν οὐρεῖται. οὐρεῖται δὲ λεπτὸν καὶ δι’ ἔμφραξιν ἥπατος ἢ νεφρῶν, ἀλλὰ διαγινώσκεται διὰ τῆς τοπικῆς ὀδύνης. οὐρεῖται δὲ ἐνίοτε λεπτὸν καὶ λευκόν, καὶ ἐπὶ τῶν διακαῶν πυρετῶν καὶ σημαίνει φρενίτιν ἀπειλουμένην. καὶ γὰρ ὁ καῦσος πυρετὸς πλῆθος δηλοῖ χολῆς, οὐ χρώννυται δὲ τὸ οὖρον. εὔδηλον οὖν ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις ἡ χολή, ἀλλὰ τῇ κουφότητι εἰς τὸν ἐγκέφαλον ἀνέδραμεν. εἰ μὲν οὖν μὴ πάρεστιν ἡ φρενίτις, ἐπὶ τούτων γίνωσκε αὐτὴν μέλλουσαν ἤδη ἔσεσθαι. εἰ δέ, καὶ παρούσης φρενίτιδος οὐρεῖται λευκὸν καὶ λεπτὸν οὖρον, ἐπὶ διακαοῦς πυρετοῦ προαγγέλλει θάνατον ὡς ἐπιπολύ. οὐ γὰρ ὑπομένει ἡ ἐν ἐγκεφάλῳ δύναμις ἤδη προκαταβεβλημένη τῷ διακαεῖ πυρετῷ, ἐνεγκεῖν δριμύτητα καὶ δῆξιν χολῆς, ἤδη σεσηπυίας.

Πόσαι διαφοραὶ τῶν ἐλαιωδῶν οὔρων καὶ τί σημαίνουσι.

Εἴωθε ὁ πυρετὸς πρότερον τὴν πιμελὴν ἐκτήκειν, ἔπειτα τὴν σάρκα· ἔσχατον δὲ καὶ αὐτῶν τῶν στερεῶν σωμάτων καθάπτεται. πυρετῷ οὖν τῆς πιμελῆς τηκομένης, τὰ ἐλαιώδη οὖρα ἐκκρίνεται, κατὰ βραχὺ δὲ ἡ πιμελὴ τήκεται, ὅθεν καὶ ἀρχὴν ἔχει καὶ ἀνάβασιν καὶ ἀκμήν. ἐν ἀρχῇ μὲν οὖν τῆς συντήξεως ἐλαιόχροα ποιεῖ τὰ οὖρα, ὡς εἶναι αὐτὰ ἄμφω, εἴτε ἐλαιώδη εἴτε ὑδατώδη ἐστιν· ἐν δὲ τῇ ἀναβάσει ἐλαιοφανῆ γίνεται, ἐπισημοτέραν τὴν μῖξιν τοῦ ἐλαιώδους ἔχοντα, ἐν δὲ τῇ ἀκμῇ τῆς συντήξεως ὅλα δι’ ὅλων τὰ οὖρα καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον ἔλαιόν ἐστι. ἀλλ’ αὐτὴ ἡ τηκομένη πιμελὴ ἢ τῶν νεφρῶν μόνον ἐστὶν ἢ τοῦ παντὸς σώματος. εἰ μὲν οὖν μόνον νεφρῶν εἴη, ἀθρόως ἐκκρίνεται πλῆθος τοιοῦτον, ἀλλὰ καὶ θερμασίας πλείονος αἴσθησις περὶ τοὺς νεφροὺς γίνεται· εἰ δὲ ἐκ τοῦ παντὸς σώματος εἴη, κατὰ βραχὺ τὴν προςθήκην ποιεῖται.

Τί σημαίνουσιν αἱ ὀροβοειδεῖς ὑποστάσεις.

Ὅταν δαπανηθῇ ἡ πιμελὴ καὶ λοιπὸν ἡ σὰρξ τήκηται, ὀροβοειδεῖς ὑποστάσεις γίνονται ἐν τοῖς οὔροις, ἀλλὰ καὶ αὗται ἢ τῶν νεφρῶν μόνον εἰσίν, ἢ τοῦ παντὸς σώματος. εἰ μὲν οὖν ἐν πυρετοῖς φανείη τὸ τοιοῦτον οὖρον, τοῦ παντὸς σώματος δηλοῖ τὸ πάθος εἶναι· εἰ δὲ μὴ τῶν νεφρῶν μόνον καὶ πάλιν εἰ μέν ἐστιν ἀπεψία τῶν οὔρων, ὅλου τοῦ σώματος τὸ κακόν. εἰ δὲ πεπεμμένον μὲν εἴη τὸ οὖρον, αἱ ὀροβοειδεῖς δέ εἰσιν ὑποστάσεις, τῶν νεφρῶν δηλοῖ τὸ πάθος.

Τί δηλοῦσιν αἱ πυροειδεῖς ὑποστάσεις.

Ὅταν δ’ ὁ πυρετὸς δαπανήσῃ τὴν πιμελὴν καὶ τὸ πλέον τῆς σαρκὸς καὶ ἐν τῷ βάθει τῶν ἀγγείων ἐγκατασκήψῃ, γίνονται πιτυρώδεις ὑποστάσεις, στενώτεραι μὲν τῶν πεταλωδῶν, παχύτεραι δὲ αὐτῶν, ὁμοίως δὲ καὶ ἐκ τῆς κύστεως ἐκκρίνεται. ἀλλ’ εἰ μὲν πυρετὸς παρείη ὅλου τοῦ σώματος, ἂν δὲ μή, τῆς κύστεως καὶ εἰ μὲν ἄπεπτον

εἴη τὸ οὖρον, τοῦ παντὸς σώματος τὸ πάθος, εἰ δὲ πεπεμμένον, τῆς κύστεως μόνης. ἀλλὰ καὶ τοπικὴ ὀδύνη ἐστίν.

Τί δηλοῦσιν αἱ πεταλωδεῖς ὑποστάσεις.

Ὅταν αὐτὰ πάθωσι τὰ στερεά, πρῶτον μὲν τὰ ἐπιπολῆς διαζέονται καὶ γίνονται πεταλώδη τὰ ἐν τοῖς οὔροις· ἀλλὰ καὶ ἐκ τῆς κύστεως μόνης τοιαῦτα ἐκκρίνεται. εἰ μὲν οὖν εἴη πυρετός, τὸ ὅλον σῶμα κεκάκωται, εἰ δὲ μή, τῆς κύστεως τὸ πάθος. καὶ εἰ μὲν ἄπεπτα τὰ οὖρα, τοῦ ὅλου σώματος τὸ πάθος, εἰ δὲ μή, τῆς κύστεως μόνης.

Τί δηλοῖ τὰ κριμνώδη ἐν τοῖς οὔροις.

Ἐπειδὰν πυρετὸς μετὰ τοῦ κατειληφέναι τὸ βάθος καὶ μεῖζον πλάτος ἐπιλάβῃ καὶ μῆκος, ἁδρότερα γίνεται τὰ τοιαῦτα τῶν πιτύρων καὶ καλεῖται κριμνώδη· δύο δὲ σημαίνει· ἢ ὄπτησιν τοῦ αἵματος δηλοῖ ἢ σύντηξιν ἰσχυρὰν τῶν στερεῶν. εἰ μὲν οὖν λευκὰ εἴη αὐτὰ τὰ κριμνώδη, τῶν στερεῶν σωμάτων ἐστὶ τὸ πάθος, εἰ δὲ ἐρυθρά, τοῦ αἵματος.

Τί δηλοῖ τὸ δυσῶδες οὖρον.

Τὸ δυσῶδες οὖρον σῆψιν δηλοῖ καὶ τῆς φύσεως νέκρωσιν μέλλουσαν.

Τί δηλοῖ τὸ μέλαν οὖρον.

Πάντα τὰ μέλανα τῶν οὔρων εὐθὺς καὶ παχέα. τὰ δὲ ἰχωρώδη καὶ σανδαραχίζοντα τῶν οὔρων θάνατον δηλοῦσα πάντως εἰσί. σπάνιον γὰρ ἢ οὐδ’ ὅλως εὑρεθῆναι λεπτὸν καὶ μέλαν. τὸ γὰρ μέλαν χρῶμα προσγίνεται τοῖς οὔροις ἐκκαθαιρομένου τοῦ μελαγχολικοῦ χυμοῦ ἢ αὐτῆς τῆς μελαίνης χολῆς, τῆς τε διὰ ψύξιν γενομένης καὶ τῆς δι’ ὑπερόπτησιν. αἱ δὲ τρεῖς αὗται διαφοραὶ παχύτητας κέκτηνται τὰς συστάσεις· ἐξ ἀνάγκης οὖν καὶ παχέα εὑρεθήσεται τὰ μέλανα τῶν οὔρων· ἐπὶ μὲν οὖν τῶν ὀξέων νοσημάτων ὀλεθριώτατόν ἐστι σύμπαν τὸ οὖρον μελανθέν, καὶ μάλιστα ὅταν καὶ δυσῶδες ὑπάρχῃ καὶ παχὺ καὶ ὑπόστασιν ἔχον μέλαιναν. ἀδύνατος γὰρ ὀξέως νοσοῦντα τοιοῦτον

οὐρήσαντα σωθῆναι. καὶ εἰ μὲν ὑπόστασις εἴη μέλαινα, ὀλεθριώτατον. εἰ δὲ ἐναιώρημα μᾶλλον, ἧττον κακόν, ὅμως κακόν. εἰ δὲ νεφέλη εἴη μέλαινα, ἔτι ἠπιώτερον, ὅμως κακόν. τὸ δὲ μέλαν ποτὲ μὲν ἐνδείκνυται ψύξιν, ποτὲ δὲ θερμότητα ἤγουν ἐξυπερόπτησιν. εἰ μὲν οὖν πρότερον, οὐρηθείη πελιδνὸν οὖρον, εἶθ’ οὕτως γένοιτο μέλαν, ἔχει ψύξιν τὴν αἰτίαν. εἰ δὲ τὸ ξανθὸν προηγήσοιτο καὶ οὐρηθείη, ἔπειτα μέλαν γένοιτο, δηλονότι ὑπὸ πλείονος θερμότητος μέλαν γέγονεν ἐξυπεροπτηθέν. γνωστέον μέντοι ὅτι καὶ ἐπὶ τῇ παρακμῇ τοῦ τεταρταίου πυρετοῦ καὶ ἐπὶ τῆς μελαγχολικῆς· παρανοίας λυομένης, οὖρα φαίνεται μέλανα παχέα. ἡμεῖς δὲ ὀλέθρια ἔφημεν εἶναι ταῦτα ἐπὶ τῶν ὀξέων.

Τί δηλοῦσι τὰ ἰχωρώδη καὶ σανδαραχίζοντα τῶν οὔρων.

Παρεικομένων, καὶ αὐτῆς τὴν οὐσίαν ἀναλύεσθαι καὶ τὸ λεπτομερὲς αὐτοῦ τὴν ἰχωρώδη χροιὰν διαλύει. εἰ δὲ παχυμερές, τὴν σανδαραχίζουσαν, καὶ ὡς ἐπιπολὺ θάνατον σημαίνουσιν, εἰ δὲ περισώζει τὴν ἰχῶρα.