Anon.: De urinis secundum Persas (On Urines According to the Persians)
Work
Anon., De urinis secundum Persas
(Σύνοψις ἀκριβεστάτη περὶ οὔρων ἐκ τῆς ἰατρικῆς τέχνης τῶν Περσῶν)
English: On Urines According to the Persians
Text information
Type: Original (Greek)
Source
Julius Ludwig Ideler. Physici et medici graeci minores. Volumen II. Berlin (G. Reimer) 1842, 305-306
Download
anon_deurinissecpersas-orig-gr1.xml [7.22 KB]
ΣΥΝΟΨΙΣ ΑΚΡΙΒΕΣΤΑΤΗ ΠΕΡΙ ΟΥΡΩΝ ΕΡΜΗΝΕΥΘΕΙΣΑ ΕΚ ΤΗΣ ΙΑΤΡΙΚΗΣ ΤΕΧΝΗΣ ΤΩΝ ΠΕΡΣΩΝ.
Δεῖ γινώσκειν ὅτι ὅταν ᾖ τὸ οὖρον ἐρυθρὸν καὶ θολόν, δηλοῖ ὅτι ἀπὸ αἵματός ἐστιν. ἐρυθρότης θερμασίαν σημαίνει, ἡ δὲ θολότης τὴν ὑγρότητα. τὸ γὰρ αἷμα θερμόν ἐστι καὶ ὑγρόν· ὅτε δὲ πάλιν ἐστὶ τὸ οὖρον ἐρυθρὸν καθαρόν, λεπτὸν ἤγουν ἔκστιλβον, δεῖ γινώσκειν ὅτι ἡ ξανθὴ χολὴ ὑπερέχει. ἡ μὲν γὰρ ἐρυθρότης δηλοῖ τὴν θερμασίαν, ἡ δὲ λεπτότης τὴν ξηρότητα. ἡ γὰρ ξανθὴ χολὴ θερμή ἐστι καὶ ξηρά. ὅταν δὲ τὸ οὖρον λευκὸν καὶ θολόν, δηλοῖ τὸ μὲν θολῶδες ὑγρότητα, τὸ δὲ λευκὸν τὴν ψυχρότητα. σημαίνει οὖν τὸ τοιοῦτον ἐπικρατεῖν τὴν φλεγματικὴν διάθεσιν. τὸ γὰρ φλέγμα ψυχρὸν καὶ ὑγρόν ἐστιν. ὅταν δὲ τὸ οὖρον λεπτὸν καθαρόν ἐστι καὶ λευκόν, δεῖ γινώσκειν ὑπερνικᾶν τὴν ξηρότητα. ἡ γὰρ λευκότης τὴν ψυχρότητα δηλοῖ, ἡ δὲ καθαρότης τὴν ξηρότητα. καὶ γὰρ ἡ μέλαινα χολὴ ψυχρά ἐστι καὶ ξηρά. ὅταν δὲ τὸ οὖρον βεβαμμένον ᾖ, γίνωσκε ὅτι ἀρρωστίαν καὶ νόσον καὶ ταραχὴν δηλοῖ. ἔστι δὲ τὸ τοιοῦτον οὖρον ὅμοιον κόνει πρωτοστάκτῳ φαινομένῃ πρασοειδεῖ. ὅταν γὰρ ἀναμιχθῇ τὸ ὀρρῶδες περίττωμα τῇ μελαίνῃ χολῇ, τοιαύτην ἰδέαν τοῦ οὔρου πρασοειδῆ ἀπεργάζεται. ὅταν δὲ ἀναμιχθῇ μετὰ τοῦ προειρημένου, γίνεται τὴν χροιὰν ὡς κρόκος. δηλοῖ οὖν ὅτι ἡ ξανθὴ χολὴ
ἀνεμίχθη μετὰ τῆς προειρημένης ὑγρότητος καὶ διὰ τοῦτο γέγονε τὸ οὖρον ὡς κροκοειδές, ἤτοι ὡς ὅταν τις ἐμβαλὼν ἐν ὕδατι κρόκον καὶ τρίψας ἀποθλίψῃ καὶ χρῶμα τοιοῦτον ἀποτελέσῃ, ὅταν ἀναμιχθῇ ἡ ξανθὴ χολὴ μετὰ τῆς μελαίνης καὶ θολωθῇ. γίνεται τὸ τοιοῦτον οὖρον μελανοξανθίζον παρόμοιον κνίκῳ μεμιγμένῳ αἵματι καί ἐστιν ἐξ ἐπιμιξίας χολῆς ξανθῆς καὶ μελαίνης. δεῖ δὲ εἰδέναι, ὅτι τὸ οὖρον τῶν νέων ἤτοι τῶν ἀκμαζόντων παρόμοιόν ἐστι τῷ κίτρῳ. ἔστιν οὖν ποσῶς ἐρυθραινόμενον καὶ καθιστάμενον, τῶν δὲ καθεστηκότων λευκότερον τοῦ προειρημένου καὶ λεπτότερον. τὸ δὲ τῶν γερόντων παρόμοιον τῷ τῶν παιδῶν. ἔστι δὲ καὶ τὸ γυναικεῖον οὖρον λευκότερον τοῦ ἀνδρῴου, ἡ δὲ ὑπόστασις αὐτοῦ εἰς τὸν πυθμένα ἐγκάθηται καὶ εἰ κινῆσαι βουληθείης, οὐ σκορπίζεται. ἐποχεῖται δὲ καὶ ἀφρὸς τῷ τοιούτῳ οὔρῳ. ὅταν οὖν ἴδῃς ἐν τῷ τοιούτῳ οὔρῳ ὥσπερ ῥαμμάτια εἰς τὸν ἀφρόν, δηλοῖ συνουσιασμόν. ὅταν δὲ ὀφθείη σοι τὰ οὖρα ὡς λευκὴ νεφέλη, δηλοῖ ὡς ἔγκυός ἐστιν ἡ γυνή, καὶ ὅτι ἂν ὑπόστασιν βενετίζουσαν ἔχει, δηλοῖ ἀρχὴν ἔχειν τὸ ἐγγάστριον. εἰ δὲ οὐ βενετίζει, τέλειον εἶναι σημαίνει.