Galen: De alimentorum facultatibus II-III (On the Properties of Foodstuffs)

Work

, (Περὶ τροφῶν δυνάμεως)
English:

Text information

Type: Original (Greek)

Source

Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Claudii Galeni Opera Omnia 6. Leipzig (Cnobloch) 1828, 554-748

Download

gal_dealimfac-orig-gr1.xml [409.46 KB]

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΡΟΦΩΝ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ Β.

1. Ἐπειδὴ τρεφόμεθα μὲν ἀπό τε φυτῶν καὶ ζώων, ἤρξαντο δὲ ἀπὸ τῶν Δημητρίων ὀνομαζομένων σπερμάτων οἱ πρὸ ἐμοῦ πάντες ἐν τῷ περὶ τῶν ἐδεσμάτων, διότι χρησιμώτατον ἐν αὐτοῖς ἦν τὸ τῶν ἄρτων ἔδεσμα. διὰ τοῦτο κᾀγὼ περί τε πυρῶν καὶ κριθῶν, καὶ τιφῶν, ὀλυρῶν τε καὶ πρὸς τούτοις τῶν ὀνομαζομένων ὀσπρίων καὶ χεδρόπων ἐν τῷ πρώτῳ λόγῳ διελθὼν ἐσκοπούμην. εἶτ’ ἐπὶ τὰς ἄλλας ἐν τῷδε τῷ λόγῳ μεταβῆναι προσήκει τροφὰς,

ὅσας ἀπὸ φυτῶν ἔχομεν, εἶτα πρὸς τὰς ἀπὸ τῶν ζώων, ὅσαι χρησιμώτεραι τοῖς ἀνθρώποις εἰσὶν, καὶ γὰρ καὶ τοῦτο λόγον ἔχειν ἐδόκει. καί τινες οὐ διὰ πάντων τῶν ὁμογενῶν διεξελθόντες, οὐδὲ τὰς ἀπὸ τῶν φυτῶν ἁπάσας ἐφεξῆς τοῖς Δημητρίοις σπέρμασι διδάξαντες, ὑπὲρ ἐκείνων ἀεὶ πρότερον ἐποιήσαντο τὸν λόγον, ὅσα χρησιμώτερα τοῖς ἀνθρώποις ἐστί. φαίνεται γοῦν τά τε χοίρεια κρέα, καὶ τὰ τῶν ἐρίφων τε καὶ αἰγῶν, καὶ μόσχων, καὶ βοῶν, καὶ προβάτων, οὐδὲν δ’ ἧττον αὐτῶν ὅσα θηρεύουσιν ἐν τοῖς ὄρεσιν οἵ κυνηγέται, πολλὴν χρείαν τοῖς ἀνθρώποις παρεχόμενα, καθάπερ γε καὶ τῶν πτηνῶν πολλὰ καὶ τῶν ἐνύδρων. εἶτ’ ἐννοήσας ἕκαστον γένος ἑνὶ βιβλίῳ περιληφθῆναι ἀδύνατον ὂν, οὐ μέγα τὸ διάφορον ὑπέλαβον, τῶν ὑπολειπομένων ἐδεσμάτων ἐπὶ τοῖς προειρημένοις ἐν μὲν τῷ δευτέρῳ γράμματι τὰς ἀπὸ τῶν φυτῶν τροφὰς διελθεῖν, ἐν δὲ τῷ τρίτῳ τὰς ἀπὸ τῶν ζώων. ἐξέσται γὰρ τῷ βουλομένῳ, προχειριζόμενον τὸ βιβλίον, ἐν ᾧ γέγραπται τῶν τροφῶν ἡ δύναμις, αἷς μάλιστα χρῆσθαι βούλεται, ποτὲ μὲν ἐπὶ τὸ πρῶτον ἔρχεσθαι,
ποτὲ δὲ ἐπὶ τὸ δεύτερον, ἢ τρίτον. ὅπως οὖν ὁ περὶ τῶν φυτῶν λόγος ἅπας ἐν τοῖς δύο πρώτοις ᾖ τετελεσμένος, ἐπὶ τὰ κατάλοιπα τῶν προειρημένων ἀφίξομαι, τὴν ἀρχὴν τῶν λόγων τήνδε θέμενος. τὰ μὲν ἐν τῷ α΄ λόγῳ σιτία σπέρματα φυτῶν ἦν ἅπαντα· νυνὶ δὲ ἀπὸ καρπῶν ἄρξομαι, διορίσας πρότερον αὐτῶν τὰ σπέρματα, καὶ μάλιστα ὅτι πολλοῖς ἔδοξε διαφέρειν οὐδὲν, ἢ καρπὸν εἰπεῖν, ἢ σπέρμα. τὰ μὲν οὖν ἤδη λελεγμένα σπέρματα βραχύ τι καρπῶν διαφέρει, τῶν δὲ νῦν εἰρησομένων οὐκ ὀλίγον ἀφέστηκε. καρπὸς μὲν γάρ ἐστι συκῆς τὰ σῦκα, ἡ δ’ ἐν αὐτῷ κεγχραμὶς σπέρμα συκῆς, ὥσπερ καὶ τῆς ῥαγὸς ὅλης οὔσης ἀμπέλου καρποῦ, μόνον ἐστὶ τὸ γίγαρτον ἀμπέλου σπέρμα. κατὰ τὰ αὐτὰ δὲ ἀπίου καὶ μηλέας ὁ μὲν καρπὸς ἄπιόν τε καὶ μῆλόν ἐστι, τὸ δὲ σπέρμα τρεῖς ἢ τέτταρες ἐν μέσοις αὐτῶν κόκκοι. τί δεῖ λέγειν ἔτι κολοκυνθῶν τε καὶ σικύων, ὅσοι τε πέπονες αὐτῶν εἰσι, καὶ ὅσοι μὴ, καὶ ὅσοι μηλοπέπονες, τῶν τ’ ἄλλων ἁπάντων, ὅσα τοιαῦτα; πάμπολυ
γὰρ ὁ σύμπας καρπὸς τοῦ σπέρματος διαφέρει. κυάμου δὲ καὶ θέρμου, καὶ δολίχου, καὶ φακῆς, ὅσα τ’ ἄλλα τῶν σπερμάτων ἀμφίεσμα λοβὸν ἔχει, τὸ μὲν ἐξ ἀμφοῖν συγκείμενον καρπός ἐστιν, ἡ πλείστη δὲ μοῖρα τῆς οὐσίας ἐν τοῖς σπέρμασιν. ἐσθίεται δὲ τῶν μὲν ἄλλων σχεδὸν ἁπάντων, ὅσα διῆλθον ἐν τῷ α΄ λόγῳ, μόνον τὸ σπέρμα, δολίχων δὲ μόνον ὁ καρπὸς ὅλος, ἔστ’ ἂν ὦσιν οἱ καρποὶ χλωροὶ ἔτι· ξηρανθέντων γὰρ ἄχρηστοι τοῖς ἀνθρώποις οἱ περιέχοντες τὰ σπέρματα γίγνονται λοβοί. κυάμων δ’ οὐκ ἔστιν χλωρῶν ὁ λοβὸς ἐδώδιμος, ὥσπερ οὐδὲ τῶν ἐρεβίνθων, οὐδὲ τῶν ἄλλων, ὅσα καλεῖν εἴωθεν ἔλλοβα ὁ Θεόφραστος. εἰκότως οὖν ἔφην ὀνομάζεσθαι ὑπὸ πολλῶν λοβοὺς, οὓς ἔνιοι φασήλους καλοῦσιν, ἐπειδὴ μόνον αὐτῶν ὁ λοβὸς ἐδώδιμός ἐστιν. ἀλλὰ περὶ μὲν τῆς τούτων δυνάμεως εἴρηται πρόσθεν, ὥσπερ γε καὶ ὅτι τὸ τῶν δολίχων ὄνομα κατὰ τούτων ἡγοῦμαι φέρειν ἐνίους τῶν παλαιῶν. οἱ δὲ καρποὶ τῶν φυτῶν ἀπό τε τῶν δένδρων εἰσὶ καὶ τῶν κηπευομένων λαχάνων, ἐν οἷς καταλέγουσιν ἔνιοι τῶν ἰατρῶν τούς τε πέπονας καὶ τοὺς

μηλοπέπονας, καὶ τὰς κολοκύνθας, ἀφ’ ὧν καὶ πρῶτον ἄρξομαι τῆς ἐν τῷδε τῷ γράμματι διδασκαλίας.

2. [Περὶ τῶν ὡραίων ὀνομαζομένων καρπῶν.] Ὥραν ἔτους ὀνομάζουσιν οἱ Ἕλληνες ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ μεσοῦντι τὴν τοῦ κυνὸς ἐπιτολὴν γίγνεσθαι συμβαίνει· χρόνος δ’ ἐστὶν οὗτος ἡμερῶν τεσσαράκοντα. κατὰ τοῦτον οὖν τὸν χρόνον ἅπαντές εἰσιν οἱ ὡραῖοι καλούμενοι καρποὶ, τινὲς μὲν ἤδη παρακμάζοντες, ἔνιοι δὲ ἀρχόμενοι, τινὲς δὲ ἀκμάζοντες, ἢ μετὰ τὴν ἀκμὴν, ἢ πρὸ αὐτῆς. ὡραίους δὲ αὐτοὺς ὀνομάζουσιν, οὐχ ὅτι μόνον κατὰ τὸν εἰρημένον γίγνονται χρόνον, ἀλλ’ ὡς, οἶμαι, διορίζειν βουλόμενοι τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων, ἐπεί τοι καὶ πυροὶ καὶ κριθαὶ, καὶ πάνθ’ ὅσα κατὰ τὸ πρῶτον γράμμα διῆλθον, ἐπέτειόν τε καὶ θερινὴν ἔχει τὴν γένεσιν, ἀλλ’ οὐ διαφθείρεται ταχέως, ὥσπερ αἱ κολοκύνθαι, καὶ τὰ συκάμινα, πέπονές τε καὶ μηλοπέπονες, καὶ περσικὰ, καὶ ἄλλα ὅσα τοιαῦτα. καὶ γὰρ εἰ σκέλλοντες αὐτά τινες ἀποτίθενται, φυλάττοντες εἰς τὸν χειμῶνα, μεταβάλλει καὶ οὕτως τὴν ἀρχαίαν φύσιν

ἅπαν πρὸς τὸ ἐναντίον. ἔνιοι γοῦν τῶν κολοκυνθῶν κενοῦντες τὸ σπέρμα, κᾄπειτα τὴν οἷον σάρκα ξηραίνοντες, ἀποτίθενται μὲν εἰς τὸν χειμῶνα, χρῶνται δὲ αὐτῷ πάντες μᾶλλον, ἤ τινι τῶν ἐδωδίμων. οὐ μὴν ἐπί γε πυρῶν καὶ κριθῶν, ὅσα τ’ ἄλλα Δημήτρια σπέρματα, πρὸς τοὐναντίον ἡ φύσις ἐν ταῖς ἀποθέσεσιν ἐξίσταται· μένει γὰρ ἅπαντα τοιαῦτα ταῖς οὐσίαις, ὁποῖα κατὰ τὸ θέρος εὐθὺς ἐξ ἀρχῆς ἦν τελειωθέντα. πρόδηλόν τε, ὅτι τὰ μὲν ξηρὰν ἔχοντα τὴν πῆξιν τοῦ σώματος, ὥσπερ μόνιμον ἔχει τὴν ἕξιν, οὕτω καὶ στερεὰν, καὶ γεώδη, καὶ διὰ τοῦτο τρόφιμον· ὅσα δ’ ὑγρὰ ταῖς συστάσεσίν ἐστι, διαφθείρεταί τε καὶ τροφὴν ὀλίγην τε καὶ ῥᾳδίως ἐκκρινομένην ἐκ τοῦ σώματος ἔχει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ κατὰ τὴν γαστέρα διαχωρεῖται τὰ τοιαῦτα μᾶλλον τῶν στερεῶν, καὶ μάλισθ’ ὅταν ἔχῃ λιτρῶδές τι καὶ ῥυπτικὸν, ὥσπερ ἐπιδείξομεν ἔνια ὡραίων ἀξιόλογον ἔχοντα τὴν τοιαύτην δύναμιν, ἃ καὶ κακοχυμότερα λέγομεν εἶναι τῶν οὐδεμίαν ἐχόντων αἰσθητὴν ποιότητα χυμοῦ, καθάπερ

οὐδὲ τὸ κάλλιστον ὕδωρ ἔχει. πάντ’ οὖν τὰ τοιαῦτα, καὶ πολὺ μᾶλλον ὅσα, πρὶν ἀκριβῶς πεπανθῆναι, προσφερόμεθα, φυσώδη μέν ἐστιν, ὑποχωρεῖ δὲ θᾶττον, ὥσπερ καὶ ἀναδίδοται θᾶττον, ὅσα χυμὸν ἔχει λεπτόν. ἔστι δὲ καὶ κακοχύμων ταῦτα πάντα, καὶ μόνος ἄν τις αὐτοῖς εἰς ὠφέλειαν χρήσαιτο τεταλαιπωρημένος ὁδοιπορίᾳ μακροτέρᾳ καὶ πνίγει σφοδρῷ· τηνικαῦτα γὰρ ὀνίνησιν, τέγγοντα μὲν τὸν αὐχμὸν τοῦ σώματος, ψύχοντα δὲ μετρίως, ἤν γέ τις αὐτὰ ψυχρὰ λαμβάνῃ. τὸ μὲν οὖν ὑγραίνειν διὰ παντὸς ἔχει, τὸ δ’ ἐμψύχειν οὐχ ἕξει προσενεχθέντα θερμὰ τοῖς ὥσπερ εἴρηται διακειμένοις· οὐ γὰρ εἰς τοσοῦτον ψυχρὰ ταῖς οἰκείαις κράσεσίν ἐστιν, ὥστε, κᾂν θερμὰ προσενεχθῇ, ψύχειν τὴν γαστέρα. δεῖται τοίνυν ἐπικτήτου ψύξεως, ἐναντιουμένης τῇ θερμότητι τῶν κατὰ γαστέρα τε καὶ τὸ ἧπαρ μορίων, οἷς πρώτοις ὁμιλεῖ. τούτων οὖν προεγνωσμένων κοινῇ περὶ πάντων τῶν τοιούτων ἐδεσμάτων, ἐπὶ τὰς ἰδίας ἑκάστου δυνάμεις ἤδη μεταβήσομεν.

3. [Περὶ κολοκύνθης.] Ὠμὴ μὲν ἀηδής ἐστι, καὶ κακοστόμαχος, καὶ ἄπεπτος ἐσχάτως· ὥστε καὶ εἰ βιάσαιτό τις αὐτὴν, ἀπορῶν ἑτέρου σιτίου, προσενέγκασθαι κολοκύνθην, ὥσπερ ἤδη τις ἐτόλμησεν, βάρους ἐγκειμένου ψυχροῦ κατὰ τὴν κοιλίαν αἰσθήσεται, τόν τε στόμαχον ἀνατραπήσεται, καὶ πρὸς ἔμετον ὁρμήσει, τὸν μόνον αὐτὸν ἐλευθερῶσαι δυνάμενον τῶν κατεχόντων συμπτωμάτων. καὶ ταύτην γ’ οὖν καὶ ἄλλα πολλὰ τῶν ὡραίων ἅπαντες ἄνθρωποι μετὰ τὴν ἕψησιν ἤτοι γ’ εὐθέως, ἢ τηγανίσαντες, ἣ ὀπτήσαντες, εἰώθασι προσφέρεσθαι. καί σοι οὗτος ἐν τῇ μνήμῃ φυλαττέσθω ὁ λόγος, κοινὸς ἐπὶ πᾶσιν τοῖς δεομένοις ἀλλοιώσεως τυχεῖν τῆς διὰ πυρός. ἡ δὲ κολοκύνθη, περὶ ἧς ὁ λόγος ἦν, ἑψηθεῖσα σαφῆ ποιότητα χυμῶν οὐδεμίαν ἔχει, πλὴν εἴ τις λέγει τινὰ καὶ τοῦτον εἶναι χυμὸν, ὃς οὔτε δριμὺς, οὔτε ἁλυκός ἐστι χυμὸς, οὔτε στρυφνὸς, οὔτε πικρὸς, οὔτ’ ἄλλο τοιοῦτον σαφῶς ἐμφαίνων οὐδὲν, ὥσπερ οὐδὲ τὸ ὕδωρ. ἀλλὰ τά γε τοιαῦτα καλεῖν εἰσιν εἰθισμένοι κοινῇ πάντες ἄποια, καὶ ἡμῖν οὕτως καλείσθω σαφοῦς ἕνεκα

διδασκαλίας. τοιαύτη γ’ οὖν οὖσα καὶ ἡ κολοκύνθη πολλοὺς εἰκότως ἐπιδέχεται τρόπους σκευασίας, ὡς ἂν ἐν τῷ μέσῳ καθεστῶσα πασῶν τῶν ὑπερβολῶν, καὶ διὰ τοῦτο ὁμοτίμως τε καὶ ἐξ ἴσου πρὸς αὐτὰς ἄγεσθαι δυναμένη. τῶν γὰρ ἐχόντων ἡντιναοῦν ὑπερβολὴν σύμφυτον οὐδὲν εἰς τὴν ἐναντίαν αὐτῇ ῥᾳδίως ἄγεται κατασκευασίαν. αὕτη μὲν οὖν ὅσον ἐφ’ ἑαυτῇ τροφὴν τῷ σώματι δίδωσιν ὑγρὰν καὶ ψυχρὰν, καὶ διὰ τοῦτο καὶ βραχεῖαν, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται περὶ πάντων, ὅσα τοὺς χυμοὺς ὑδατώδεις τε καὶ λεπτοὺς ἔχει. ῥᾳδίως δὲ ὑπέρχεται κατὰ τὴν γαστέρα τῷ τ’ ὀλισθηρῷ τῆς οὐσίας καὶ τῷ κοινῷ λόγῳ πάντων τῶν ὑγρῶν σιτίων, ὅσα δηλονότι χωρὶς στύψεώς ἐστι τοιαῦτα. πέττεται δὲ οὐ κακῶς, ὅταν γε μὴ φθάσῃ διαφθαρῆναι. πάσχει δὲ τοῦτο διά τε μοχθηράν σκευασίαν, κᾀπειδὰν ἐν τῇ γαστρὶ μοχθηρὸς ἠθροισμένος ᾖ χυμὸς, ἔσθ’ ὅτε δὲ καὶ διὰ τὸ βραδῦναι κατ’ αὐτὴν, ὅπερ κᾀν τοῖς ἄλλοις ὡραίοις ἐδέσμασιν ἅπασιν, ὅσα ταῖς κράσεσιν ὑγρὰ, συμβαίνειν φιλεῖ· διαφθείρεται γὰρ ἐν τῇ γαστρὶ μὴ φθάσαντα ταχέως ὑπελθεῖν.
ὥσπερ οὖν, ὅσον ἐφ’ ἑαυτῇ, τὸν εἰς τροφὴν ἀναδιδόμενον ὅλῳ τῷ σώματι χυμὸν ἄποιον ἔχει πρὸς αἴσθησιν ἡ κολοκύνθη, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὰν μιχθῇ τινὶ τῶν ἰσχυρὰν ἐχόντων δύναμιν, ὁμοιοῦται ῥᾳδίως αὐτῷ, μετὰ νάπυος μὲν εἰ ληφθείη, δριμέα ἐργαζομένη τὸν ἐξ ἀμφοῖν ἀναδιδόμενον χυμὸν ἅμα σαφεῖ θερμότητι, κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ καὶ μετά τινος ἁλυκοῦ προσενεχθείη, καθάπερ ἐν λοπάδι μετὰ ταρίχου αὐτὴν ἔνιοι σκευάζουσιν, ἁλυκὸν ἐν τῷ σώματι γεννήσει χυμόν. ἥδιστον δ’ ἐστὶν ἔδεσμα τὸ οὕτω σκευασθὲν, εἰ τὸ τάριχον εἴη τῶν Ποντικῶν ἐκείνων, ἃ καλοῦσι μῆλα. ἅμα δὲ μήλοις κυδωνίοις ἑψηθεῖσα καὶ προσηκόντως ἀρτυθεῖσα τὸν αὐστηρὸν ἕξει χυμὸν ἐπικρατοῦντα κατὰ τὴν ἀνάδοσιν. ἡ δ’ ὀπτηθεῖσα καὶ τηγανισθεῖσα τῆς μὲν οἰκείας ὑγρότητος ἀποτίθεται πάμπολυ, τὸ δ’ ὑπόλοιπον αὐτῆς οὐδεμίαν ἰσχυρὰν ἐπικτᾶται δύναμιν, ὥσπερ οὐδ’ ὅταν ἐν ἁπλῷ ζωμῷ σκευασθῇ. χαίρει δ’ εἰκότως ὀριγάνῳ διὰ τὴν ὑδατώδη ποιότητα σύμφυτον ὑπάρχουσαν

αὐτῇ· πάντα γὰρ ὅσα τοιαῦτα δριμέσιν ἢ ὀξέσιν, ἢ αὐστηροῖς, ἢ ἁλυκοῖς ἀναμίγνυσθαι δεῖται χυμοῖς, εἰ μέλλει μήτ’ ἀηδῶς ληφθήσεσθαι, μήτε ναυτιώδεις ἐργάζεσθαι τοὺς λαμβάνοντας.

4. [Περὶ πεπόνων.] Ἡ μὲν ὅλη φύσις αὐτῶν ἐστι ψυχροτέρα σὺν ὑγρότητι δαψιλεῖ· ῥυπτικὸν δὲ ἔχουσί τι, διὸ καὶ κινοῦσιν οὖρα, καὶ διεξέρχεται κάτω τῶν τε κολοκυνθῶν καὶ μηλοπεπόνων μᾶλλον. ὅτι δὲ ῥύπτουσιν, ἔνεστί σοι μαθεῖν ἀνατρίψαντι ῥυπαρὸν χρῶτα. διὸ κᾂν ἔφηλίν τις σχῇ, κᾂν φακοὺς ἐν τῷ προσώπῳ, κᾂν ἀλφοὺς ἐπιπολῆς, ἀποῤῥύπτουσι καὶ τούτους. τῆς δ’ οἷον σαρκὸς αὐτῶν τὸ σπέρμα ῥύπτει μᾶλλον, ὥστε καὶ πρὸς τοὺς λιθιῶντας ἁρμόττειν νεφροὺς, μοχθηρὸν δ’ ἐργάζεται χυμὸν ἐν τῷ σώματι, καὶ μᾶλλον ὅταν μὴ καλῶς πεφθῇ. τηνικαῦτα δὲ καὶ χολερικοὺς ἀποτελεῖν εἴωθεν. καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι, πρὸς ἔμετον ἐπιτήδειός ἐστι, καὶ πλέον γε βρωθεὶς, ἐὰν μή τις αὐτῷ τι τῶν εὐχύμων ἐπιφάγῃ

ἐδεσμάτων, κινήσει πάντως ἔμετον. πρόδηλον δ’ ὅτι κᾀπὶ τούτου τοῦ καρποῦ τὴν προσηγορίαν οἱ ἄνθρωποι πεποίηνται, καθάπερ ἐπὶ τοῦ γραφικοῦ μέλανος. ἡ γάρ τοι πέπων φωνὴ τὸ οἷον πέπανον ἐνδείκνυται, τουτέστι τὸ πεπεμμένον, ὅπερ ὑπάρχει καὶ τοῖς ἄλλοις, ὅσα πεπαίνεται. καὶ γὰρ ὁ βότρυς δύναται λέγεσθαι πέπων, ὅταν ἀκριβῶς γένηται πέπειρος, ὥσπερ γε καὶ ὁ μηδέπω τοιοῦτος οὐ πέπων ἂν ὀνομάζοιτο, ὠμός τε καὶ ἄωρος ὢν, αἵ τε ὀπῶραι πᾶσαι κατὰ τὸν αὐτὸν λόγον, οἵ τε ἄπιοι καὶ κολοκύνθαι καλοῦνται συνήθως πέπειροι, καθάπερ ὁ μηλοπέπων ἐν ἑαυτῷ περιλαβὼν τὸν πέπονα ἔχει. ὅθεν ἔνιοι τῶν ἰατρῶν οὐδὲ ἁπλῶς ἠξίωσαν ὀνομάζειν τοὺς πέπονας, ἀλλ’ ὅλον τοῦτό φασιν χρῆναι λέγεσθαι σικυοπέπων. ἡμεῖς δ’ ἐν τῷ παρόντι λόγῳ τῶν τοιούτων οὐ φροντίζομεν, ὡς ἂν οὐδὲν εἰς ἰατρικὴν συντελούντων. ἄμεινον γὰρ μακρῷ τὸ σαφῶς ἑρμηνεύειν ἐστὶ τοῦ μετὰ περιεργίας τοιαύτης ἀσαφῆ τὴν διδασκαλίαν

ἐργάζεσθαι· σαφηνείας δὲ μάλιστα τυχεῖν ἔστι τὰ συνηθέστατα τοῖς πολλοῖς ὀνόματα ἐκλέγοντα μετὰ τοῦ φυλάττειν αὐτοῖς τὰ σημαινόμενα.

5. [Περὶ μηλοπεπόνων.] Οἵ μηλοπέπονες ἧττόν τε τῶν πεπόνων εἰσὶν ὑγροὶ, καὶ ἧττον κακόχυμοι, καὶ ἧττον οὐρητικοὶ, καὶ ἧττον ὑπέρχονται κάτω. τὸ δ’ εἰς ἔμετον ἐξορμᾷν ὁμοίως τοῖς πέποσιν οὐκ ἔχουσιν, ὥσπερ οὐδὲ τὸ διαφθείρεσθαι ταχέως ἐν τῇ κοιλίᾳ παραπλησίως τοῖς πέποσιν, ὅταν ἐν αὐτῇ ᾖ τις χυμὸς ἠθροισμένος μοχθηρὸς, ἢ καί τις ἄλλη διαφθορᾶς αἰτία καταλάβῃ. πολὺ δὲ ἀπολειπόμενοι τῶν εὐστομάχων ὀπωρῶν οὐκ ἔχουσι τὸ τῶν πεπόνων κακοστόμαχον· οὐδὲ γὰρ οὐδ’ εἰς ἔμετον ὁρμῶσιν ὡσαύτως ἐκείνοις. τῶν δὲ πεπόνων οὐκ ἐσθίοντες οἱ ἄνθρωποι τὸ τῆς σαρκὸς ἔνδον, ἐν ᾧ τὸ σπέρμα, τὸ τῶν μηλοπεπόνων ἐσθίουσι, καὶ τοῦτ’ αὐτοῖς συντελεῖ πρὸς διαχώρησιν. οἱ δὲ τὴν οἷον σάρκα μόνον ἐσθίοντες αὐτῶν ἧττον τῶν πεπόνων διαχωροῦσιν αὐτήν.

6. [Περὶ σικύων.] Οὐρητικὸν μὲν ἔχουσίν τι καὶ αὐτοὶ, καθάπερ οἱ πέπονες, ἀλλ’ ἧττον ἐκείνων, τῷ καὶ τὴν οὐσίαν αὐτῶν ἧττον ὑγρὰν εἶναι. διὰ τοῦτο οὐδὲ διαφθείρονται ῥᾳδίως ἐν τῇ γαστρὶ παραπλησίως τοῖς πέποσι. πέττουσι δ’ αὐτοὺς ἔνιοι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν πολλοῖς ἀπεπτουμένων, οἰκειότητι τῆς πρὸς αὐτῶν φύσεως, ἣν ἔν τε τοῖς περὶ κράσεων ὑπομνήμασι καὶ μάλιστ’ ἔτι κατὰ τὴν περὶ τῶν φαρμάκων, δεικνύντες ὅλαις τῶν οὐσιῶν ταῖς ἰδιότησιν οἰκείας εἶναι τροφὰς ἑκάστῳ γένει τῶν ζώων, ὄνοις μὲν καὶ ἵπποις ἄχυρον, καὶ χόρτον, καὶ κριθὰς, ὅσα τ’ ἄλλα τοιαῦτα, λέοντι δὲ σάρκας ζώων ὠμὰς, ἀνθρώπῳ δ’ ἑφθάς τε ταύτας πάσας, καὶ ἄρτους ἐκ τῶν σιτηρῶν σπερμάτων κατειργασμένους, ὥσπερ εἴρηται. καὶ μὴν καὶ τὸν ἑλλέβορον οἱ ὄρτυγες, ὥσπερ καὶ οἱ ψᾶρες τὸ κώνειον, ἐσθίοντες οὐδὲν βλάπτονται, καθάπερ οὐδὲ τοὺς ὀρόβους οἱ βόες. τὰς μὲν οὖν εὐπέπτους καὶ δυσπέπτους ἑκάστῳ τροφὰς ἤτοι κατὰ τὴν ἰδιότητα τῆς οὐσίας, ἢ

κατά τι σύμπτωμα τῇ πείρᾳ κριτέον. ὁποῖον δέ τι λέγω τὸ κατά τι σύμπτωμα, διὰ τοῦ πρώτου βιβλίου δεδήλωται. τοῖς γὰρ ἤτοι χολώδη χυμὸν ἔχουσιν, ἢ ὅλως περίττωμα μοχθηρὸν ὁτιοῦν ἀθροίζουσι πολλάκις ἐν τῇ γαστρὶ διαφθείρεται ταχέως, ὅσα τὴν φύσιν εὔπεπτον ἔχει, καθάπερ ἐνίοις τῶν ἀνθρώπων, ὅσοι τὸ σύμφυτον θερμὸν οὔθ’ ὑγρὸν, οὔτ’ εὔκρατον, ἀλλ’ αὐχμῶδές τε καὶ πυρῶδες ἔχουσι. καὶ γὰρ καὶ τούτοις διαφθείρεται ῥᾳδίως ἀλλοιούμενα τὰ μάλιστα ἐπὶ τῶν ἄλλων εὔπεπτα, καὶ γίγνεται τούτοις ἡ ἐρυγὴ κνισσώδης τοὐπίπαν. ἀλλ’ ἐκείνου μέμνησο διὰ παντὸς, ὡς, κᾂν πέττῃ τις ὁτιοῦν τῶν δυσπέπτων τοῖς πολλοῖς, ὅ γε ἐξ αὐτοῦ χυμὸς ἀναδιδόμενος εἰς τὸ σῶμα τὴν αὐτὴν ἔχει φύσιν. οὐ γὰρ οἷόν τε τὸν ἐκ τοῦ πέπονος χυμὸν παχὺν καὶ γεώδη γενέσθαι, κᾂν κάλλιστα πεφθῇ, καθάπερ οὐδὲ τὸν ἐκ τῆς φακῆς ἢ τῶν βοείων κρεῶν ὑδατώδη τε καὶ ὑγρὸν, ὅν περ καὶ λεπτὸν τῇ συστάσει καλοῦσιν. ἐν τούτῳ δ’ ἐστὶν μάλιστα τὸ χρήσιμον εἰς ὑγείας τε φυλακὴν

καὶ νόσων τήρησιν, ὡς ἑτέρωθί τε δέδεικται καὶ νῦν εἰρήσεται πάλιν ἐν κεφαλαίοις βραχέσι, προϊόντος τοῦ λόγου. τοῖς οὖν τοὺς σικύους καλῶς πέττουσι, ὅταν αὐτῷ τούτῳ θαρσήσαντες ἄδην αὐτῶν ἐμφορήσωνται, χρόνῳ πολλῷ ψυχρὸν καὶ μετρίως παχὺν ἀθροίζεσθαι συμβαίνει κατὰ τὰς φλέβας χυμὸν, οὐκ εὐπετῶς ἔτι δέξασθαι δυνάμενον τὴν εἰς αἷμα χρηστὸν ἀλλοίωσιν ἐν τῇ κατὰ τὰς φλέβας πέψει. πάντων δὴ διὰ τοῦτο ἀπέχεσθαι συμβουλεύω τῶν κακοχύμων ἐδεσμάτων, κᾂν εὔπεπτά τισιν ᾖ. λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸς ἐν ταῖς φλεψὶ χυμὸς ἐξ αὐτῶν ἀθροιζόμενος, ὃς, ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν ἐπιλάβηται, πυρετοὺς κακοήθεις ἐργάζεται.

7. [Περὶ τῶν ἀπὸ δένδρων καρπῶν.] Ἄπιοι δηλονότι, καὶ μῆλα, καὶ σῦκα, καὶ περσικά τε καὶ ῥοιαὶ, καὶ πάνθ’ ὅσα τοιαῦτα, καρποὶ δένδρων ὄντα, χρήσιμα τοῖς ἀνθρώποις εἰς ἐδωδήν ἐστιν, ὄντων καὶ ἄλλων καρπῶν, οὓς οὐκ ἐσθίουσιν ἄνθρωποι, περὶ ὧν οὐ πρόκειται λέγειν ἐν

τῷ παρόντι. καθόλου δή σε περὶ τῶν ἐδωδίμων ἀνθρώποις καρπῶν ἐπίστασθαι χρὴ λόγῳ κοινῷ, τοὺς μὲν ὑγροὺς καὶ λεπτὴν καὶ ὑγρὰν ἐργάζεσθαι τὴν ἐξ αὐτῶν διδομένην τῷ σώματι τροφὴν, ᾧ πάντως ἕπεται, πόριμόν τε καὶ διεξερχομένην ἅπαν τὸ σῶμα ταχέως, ἐκκενουμένην τε καὶ δι’ οὔρων καὶ κατὰ τὸ δέρμα τὴν τοιαύτην εἶναι. κατὰ τοῦτ’ οὖν ὀλιγότροφα πάντα τὰ τοιαῦτα ἐδέσματα λέγεται προσηκόντως ὑπὸ τῶν ἰατρῶν. ἔμπαλιν δὲ τῶν στερεῶν ταῖς συστάσεσι καρπῶν ἥ τ’ εἰς τὸ σῶμα πρόσθεσις ἐν τροφῆς χρείᾳ πλείων ἐστὶν, αἵ τε διέξοδοι βραδύτεραι, καὶ μάλισθ’ ὅταν ἔχωσιν χυμὸν ἐν ἑαυτοῖς ἢ παχὺν, ἢ γλίσχρον, ἢ στυπτικόν.

8. [Περὶ σύκων.] Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραις ἁπάσαις, ἀλλὰ καὶ τοῖς ὡραίοις ὀνομαζομένοις καρποῖς, ἔχει καὶ τὰ σῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν κακοχυμίαν οὐδ’ αὐτὰ, καίτοι τῶν ἄλλων ἁπάντων ὡραίων ἧττον αὐτῆς μετέχοντα. πρόσεστι δ’ αὐτοῖς ἀγαθὰ τό τε κατὰ γαστέρα πορίμοις εἶναι καὶ τὸ διεξέρχεσθαι ῥᾳδίως ὅλον τὸ

σῶμα. καὶ γάρ τοι καὶ ῥυπτικὸν ἀξιόλογον ἔχει, καθ’ ὃ καὶ ψαμμώδη πολλὰ τοῖς νεφριτικοῖς ἐπὶ ταῖς ἐδωδαῖς αὐτῶν ἐκκρίνεται. τροφὴν δὲ ἁπασῶν τῶν ὀπωρῶν ὀλίγην τῷ σώματι διδουσῶν, ἧττον ἁπασῶν τοῦτο τὰ σῦκα πέπονθεν, οὐ μὴν ἐσφιγμένην γε καὶ ἰσχυρὰν ἐργάζεται τὴν σάρκα, καθάπερ ἄρτος τε καὶ κρέας χοίρειον, ἀλλ’ ὑπόσομφον, ὥσπερ κύαμος. ἐμπίπλησί γε μὴν φύσης καὶ ταῦτα τὴν γαστέρα, καὶ ἦν ἂν ἱκανῶς ταύτῃ λυπηρὰ, μὴ προσλαβόντα τὸ διαχωρεῖσθαι ταχέως, ἐπικτησάμενα δὲ τοῦτο τῷ τάχει τῆς διεξόδου τὴν φύσαν ὀλιγοχρόνιον ἐργάζονται, καὶ κατὰ τοῦτο τῆς ἄλλης ὀπώρας ἧττον εἴωθεν βλάπτειν. οὐ σμικρὰ δὲ ὑπεροχὴ τῶν πεπείρων ἐστὶ πρὸς τὰ μὴ τοιαῦτα, καὶ κατὰ τοὺς ἄλλους μὲν ἅπαντας ἐμφαινομένη καρποὺς, οὐ μὴν τοσοῦτόν γε διαφέρουσι. τὸ γάρ τοι πέπειρον ἀκριβῶς σῦκον ἐγγὺς τοῦ μηδ’ ὅλως βλάπτειν ἥκει, παραπλήσιον ἤδη ταῖς ἰσχάσιν, πολλὰ μὲν ἐχούσαις τὰ χρήσιμα, μοχθηρὸν δ’ ἐστὶ τοῖς πλεονάζουσιν ἐν αὐτοῖς. οὐ πάνυ γὰρ αἷμα γεννῶσι
χρηστὸν, ὅθεν αὐταῖς καὶ τὸ τῶν φθειρῶν πλῆθος ἕπεται. δύναμιν δ’ ἔχει λεπτυντικήν τε καὶ τμητικὴν, δι’ ἣν καὶ τὴν γαστέρα πρὸς ἔκκρισιν ἐξορμῶσιν, καὶ νεφροὺς ἐκκαθαίρουσιν. ἥπατι δὲ καὶ σπληνὶ φλεγμαίνουσι μέν εἰσι βλαβεραὶ, καθάπερ καὶ τὰ σῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων ἐδεσμάτων καὶ πομάτων, οὐ κατ’ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον· ἐμπεφραγμένοις δὲ καὶ σκιῤῥουμένοις αὗται μὲν καθ’ ἑαυτὰς οὐδὲν οὔτ’ εἰς ὄφελος, οὔτ’ εἰς βλάβην ἐργάζονται, μεμιγμέναι δὲ τοῖς τέμνουσι καὶ λεπτύνουσι καὶ ῥύπτουσι φαρμάκοις οὐ σμικρὸν ὄφελός ἐστιν. καὶ διὰ τοῦτο ταύτας διδόασι μετὰ θύμων, ἢ πεπέρεως, ἤ ζιγγιβέρεως, ἢ γλήχωνος, ἢ θύμβρας, ἢ καλαμίνθης, ἢ ὀριγάνου, ἢ ὑσσώπου, πρὸ πολλοῦ γε τῆς τροφῆς, ἔνιοι τῶν ἰατρῶν ἐπὶ τῶν εἰρημένων ἐν ἥπατι καὶ σπληνὶ διαθέσεων. ὡσαύτως δὲ κᾂν μετά τινος τῶν ἄλλων, ὅσα δριμεῖαν ἢ ὅλως λεπτυντικήν τε καὶ τμητικὴν ἔχει δύναμιν, ἡ προσφορὰ γίνηται τῶν ἰσχάδων, ὠφέλιμός ἐστιν οὐ μόνον

τοῖς οὕτω πάσχουσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν· ἀνεῳγμένας γὰρ εἶναι τὰς καθ’ ἧπαρ διεξόδους τῆς τροφῆς οὐ τοῖς κάμνουσι μόνοις, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ἀσφαλέστατον. οὕτως οὖν καὶ τὰ σῦκα μετά τε τῶν λεπτυνόντων ἁλῶν σκευάζοντες καὶ ὄξους καὶ γάρου προσφέρονται πολλοὶ, τῇ πείρᾳ τὸ χρήσιμον εὑρηκότες. εἰκὸς δὲ καὶ τῶν ἰατρῶν τινος ὑποτιθεμένου, προσάγειν οὕτως ἐνίους αὐτῶν, καὶ εἰς πολλοὺς ἐκταθῆναι τὴν γνῶσιν. ὅσοι δὲ μετά τινος τῶν παχυνόντων ἐδεσμάτων ἐσθίουσι τὰ σῦκα καὶ τὰς ἰσχάδας, οὐ σμικρὰ βλάπτονται.

9. [Περὶ σταφυλῶν.] Σῦκα καὶ σταφυλαὶ τῆς ὀπώρας ὥσπερ κεφάλαιόν εἰσι, καὶ τρέφουσι μᾶλλον ἁπάντων τῶν ὡραίων ταῦτα, καὶ ἥκιστα κακόχυμα, καὶ μάλισθ’ ὅταν ἀκριβῶς ᾖ πέπειρα. τοῦ μὲν οὖν τρέφειν αὐτὰ μέγιστον σημεῖον οἱ φυλάττοντες τὸν καρπὸν τῶν ἀμπέλων, ἐσθίοντες μὲν ἐν δύο μησὶν οἷς φυλάττουσιν μόνα διαπαντὸς τὰ σῦκα μετὰ τῶν σταφυλῶν, ἤ που καὶ βραχύ τι

παρεντιθέντες ἄρτου, πιαινόμενοι δὲ ἱκανῶς. οὐ μὴν ἰσχυρά γε καὶ πυκνὴ ἡ σάρξ ἐστιν ἡ ἐξ αὐτῶν γινομένη, καθάπερ ἡ ἐκ τῶν κρεῶν, ἀλλὰ καὶ χαύνη καὶ πλαδαρὰ, διὸ καὶ ταχέως προστέλλεται, παυσαμένης τῆς ἐδωδῆς. ἧττον δὲ τῶν σύκων αἱ σταφυλαὶ τρέφουσιν, καὶ μέγιστον ἀγαθὸν αὐταῖς ὑπάρχει τὸ ταχέως ὑπέρχεσθαι. διὸ κᾂν ἐπισχεθῶσί ποτε, βλάπτουσιν ἱκανῶς, οὐκ ἐχόντων τοῦτο τῶν πεπείρων σύκων. εἰ γὰρ καὶ μὴ διαχωροῦσιν ἀξιολόγως, πεφθείη δ’ ἐν τῇ γαστρὶ καλῶς, ἀβλαβῆ δίδωσι τροφὴν τῷ σώματι. ταῖς σταφυλαῖς δὲ οὐδέτερον ὑπάρχει τούτων, οὔτε γὰρ πέττονται καλῶς, ὅταν ἐπισχεθῶσιν, καὶ κατὰ τὴν εἰς ἧπάρ τε καὶ φλέβας ἀνάδοσιν ὠμὸν γεννῶσι χυμὸν, οὐ ῥᾳδίως εἰς αἷμα μεταβαλλόμενον. ἡ γάρ τοι τῶν ῥαγῶν οὐσία σύνθετός ἐστιν ἔκ τε τῇς οἷον σαρκὸς αὐτῶν καὶ τῆς παρεσπαρμένης κατ’ αὐτὴν ὑγρότητος, ἐξ ἧς ὁ οἶνος γίγνεται, καὶ πρὸς τούτοις ἔτι γιγάρτων τε καὶ τοῦ ταῦτα πάντα περιέχοντος ἔξωθεν ὑμενώδους σκεπάσματος. ἀλλ’ ἡ μὲν τῶν γιγάρτων
οὐσία ξηρὰ καὶ στύφουσά πώς ἐστι, διεξέρχεταί τε τὰ ἔντερα πάντα κατὰ μηδὲν ἑαυτῆς αἰσθητῶς ἀλλοιουμένη, παραπλησίως ταῖς ἐν τοῖς σύκοις κεγχραμίσιν. ἀνάλογον γὰρ ἑκάτερον ἑκατέρῳ τῶν καρπῶν ἐστι, σπέρμα μὲν ὑπάρχον ὅλου τοῦ φυτοῦ, διεξιὸν δὲ ἀναλλοίωτόν τε καὶ ἀχύλωτον καὶ ἀμετάβλητον. ἀναλογία δ’ ἐστὶ καὶ τοῖς περιέχουσιν ἑκάτερον τὸν καρπὸν σκεπάσμασι, τοιαύτην χρείαν παρεχομένοις αὐτοῖς, οἵαν τοῖς ζώοις τὸ δέρμα. βραχεῖα δὲ καὶ ἡ τοῦδε μεταβολὴ γίνεται κατὰ τὴν γαστέρα, καὶ τινες ὡς ἄχρηστον ἀποπτύουσιν μυζήσαντες αὐτὸ καὶ ἅπαν τὸ ἔνδον ἅμα τοῖς γιγάρτοις. ἔνιοι δὲ καὶ ταῦτ’ ἐκπτύειν πειρῶνται, καὶ μάλισθ’ ὅταν αἱ ῥᾶγες ὦσι μεγάλαι· δύσκολον γὰρ ἐν ταῖς μικραῖς αὐτὸ πράττειν. εὔδηλον δὲ ὅτι μᾶλλον ἡ γαστὴρ ὑπέρχεται, μόνης τῆς σαρκὸς τῶν ῥαγῶν ἅμα τῷ χυλῷ καταποθείσης ἄνευ τῶν γιγάρτων καὶ τοῦ περικειμένου χιτῶνος ἔξωθεν, ἔτι δὲ μᾶλλον, ὅταν αὐτὸς μόνος ὁ χυλὸς ἐκθλιβεὶς καταποθῇ, (καλοῦσι δ’ αὐτὸν οἱ ἄνθρωποι γλεῦκος,) ἐμπιπλῶν τι φύσης
τὴν κοιλίαν, εἰ μὴ διεξέλθοι ταχέως. γίνεται μὲν οὖν τις κᾀκ τούτου τροφὴ τῷ σώματι, πλείων δὲ ἐκ τῆς σαρκώδους οὐσίας, καὶ διὰ τοῦτό τινες μὲν σταφυλῶν τρέφουσι μᾶλλον ἣ διαχωροῦνται, τινὲς δὲ διαχωροῦνται μᾶλλον, ἢ τρέφουσιν. ὧν μὲν ἂν οὖν ὁ χυλὸς ὀλίγος ᾖ, τρέφουσι μᾶλλον, ὧν δὲ πλείων, ἧττον μὲν τρέφουσιν, ὑπέρχονται δὲ μᾶλλον. ὀνομάζουσι δὲ εὐγενεῖς τὰς τοιαύτας σταφυλὰς, ἐν αἷς αἱ ῥᾶγες ὀλίγην μὲν ἔχουσι τὴν ὑγρὰν οὐσίαν, οὐκ ὀλίγην δὲ τὴν στερεωτέραν, ἣν ὥσπερ σάρκα τῆς ῥαγὸς ἔφην εἶναι. καὶ χρῶνταί γε κατὰ τὸν τῆς ὀπώρας καιρὸν ἀποτιθέμενοι πολυειδῶς. καὶ γὰρ εἰς γλεῦκος ἐμβάλλουσιν αὐτὰς, καὶ χύτρας καινὰς πληροῦντες ἐναποτίθενται τοῖς στεμφύλοις. καλῶ δὲ στέμφυλα τὰ στερεὰ λείψανα τῆς σταφυλῆς, ἐπειδὰν ἐν τοῖς ληνοῖς ἐκθλιβῇ πᾶς ὁ χυλὸς αὐτῶν. ἃ καὶ αὐτὰ συντιθέασιν ἐν πίθοις οἱ ἄνθρωποι, σφίγγοντές τε καὶ πιλοῦντες ἰσχυρῶς, ὀνομάζοντές τε τρύγα αὐτὸ τοῦτο, ὅπερ ἐγὼ στέμφυλον ἐκάλεσα. τὴν δὲ τοῦ στεμφύλου προσηγορίαν ἐπιφέρουσιν αὖ τῷ τῶν κλημάτων ἐκπεφυκότι ῥιζώματι τῶν
ῥαγῶν. τοῦτον ἡμεῖς βότρυχον καλοῦμεν, ὅθεν ἐξήρτηνται αἱ ῥαγάδες. εἰς ταύτην οὖν τὴν τρύγα τὰς καινὰς χύτρας πλήρεις τῶν σταφυλῶν ἐντιθέασι, πώμασι στεγνοῦντες ἀκριβῶς, ὡς μηδαμόθι παραπνεῖσθαι, καὶ καθ’ ὃ συμβάλλει γε τὸ πῶμα τῇ χύτρᾳ, πίτταν ἐπαναλείφουσιν, ἁπάσας τὰς διαπνοὰς ἐμφράττοντες. εἶναι δὲ χρὴ καὶ τὴν χύτραν αὐτὴν ἐξ εὐώδους τε πηλοῦ καὶ τελέως ὠπτημένου. τονωτικὴ μὲν οὖν ἐκλύτου γαστρὸς ἡ τοιαύτη σταφυλὴ, καὶ τοὺς ἀνορέκτους ἐπεγείρει πρὸς ἐδωδὴν σιτίων, οὐ μὴν ὑπέρχεταί γε κατὰ γαστέρα, καὶ, εἰ πλείων βρωθείη, κεφαλῆς ἅπτεται. ταύτης δ’ ἔτι μᾶλλόν ἐστι κεφαλαλγὴς, ἣν ἀποτίθενται κατὰ τοῦ γλεύκους. ἡ μέντοι κρεμασθεῖσα κεφαλὴν οὐδ’ ὅλως βλάπτει, γαστέρα δὲ οὔτ’ ἐπέχειν, οὔτ’ ἐπιτρέπειν εἰς διαχώρησιν πέφυκεν. ὡσαύτως δ’ ἔχει καὶ πρὸς τὴν ὄρεξιν, οὔτ’ ἐπεγείρουσα τὴν ἄῤῥωστον, οὔτ’ ἐκλύουσα τὴν εὔρωστον. εὐπεπτοτέρα δ’ ἐστὶ τῶν ἄλλων σταφυλῶν, ἣν ἐν γλεύκει καὶ στεμφύλοις ἔφην ἀποτίθεσθαι τοὺς ἀνθρώπους ὅλον τὸν ἑξῆς ἐνιαυτὸν ἄχρι τοῦ δευτέρου τρυγητοῦ. αἱ κρεμασθεῖσαι δ’ αὐτῶν, ὅταν ξηρανθῶσιν, ἄχρηστοι
γίνονται, τινὲς μὲν κατὰ τὸ ἔαρ εὐθέως, ἐν γοῦν τῷ θέρει πάντως. οὐ σμικρὰ δὲ διαφορὰ τῶν σταφυλῶν ἐστι καὶ κατὰ τὸ γλυκείας, ἢ ὀξείας, ἢ αὐστηρὰς εἶναι, ἢ μηδεμίαν ἐχούσας σφοδρὰν ποιότητα· καλοῦοι δ’ αὐτὰς οἰνώδεις. αἱ μὲν οὖν γλυκεῖαι θερμότερον ἔχουσι τὸν χυλὸν, διὸ καὶ διψώδεις εἰσὶν, αἱ δ’ αὐστηραὶ καὶ ὀξεῖαι ψυχρότερον, αἱ δ’ οἰνώδεις ἐν τῷ μέσῳ θερμοῦ καὶ ψυχροῦ. γαστέρα δ’ ὑπάγουσιν αἱ γλυκεῖαι, καὶ μάλισθ’ ὅταν ὦσιν ὑγραί· μοχθηραὶ δ’ οὐκ εἰς τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς τὴν ἐν γαστρὶ πέψιν ἀνάδοσίν τε καὶ θρέψιν αἵ τ’ ὀξεῖαι καὶ αὐστηραὶ σταφυλαί. αἱ μὲν οὖν ὀξεῖαι, κᾂν ἀκριβῶς ἐπὶ τῆς ἀμπέλου πεπανθεῖσαι κρεμασθῶσιν, οὐδ’ οὕτως γίγνονται γλυκεῖαι, τῶν δ’ αὐστηρῶν ἔνιαι μεταβάλλουσιν εἰς τὸ γλυκύτερον ἐπὶ πλέον κρεμασθεῖσαι. ταῖς στρυφναῖς δὲ, καθάπερ καὶ ταῖς ὀξείαις, οὐδ’ ἂν ἐπὶ πλεῖον κρεμασθῶσιν, τὴν εἰς γλυκύτητα μεταβολὴν οἷόν τε ἔχειν· διὸ καὶ φυλάττεσθαι τὴν ἐδωδὴν αὐτῶν ἀεὶ προσήκει. πασῶν μὲν οὖν ἀσφαλεστάτη χρῆσις
ἐστιν, ὅταν σαρκώδεις ὦσιν αἱ σταφυλαὶ φύσει πέπειραί τε, τῶν δ’ αὐτῶν τις ἐσθίῃ συμμέτρως, εἴτ’ οὖν ἐπὶ τῶν ἀμπέλων ἐπὶ πλεῖστον πεπανθεισῶν, εἴτε καὶ τὸ λεῖπον ἐκ τοῦ κρέμασθαι προσλαβουσῶν. ἐφεξῆς δὲ τῶν κρεμασθεισῶν τὰς ἄνευ ποιότητος αὐστηρᾶς ἢ ὀξείας ἕνεκεν ὑπαγωγῆς γαστρὸς ἐγχωρεῖ δαψιλῶς ἐσθίειν. ἔνιοι δὲ καὶ γλεῦκος πίνουσι τῆς αὐτῆς χρείας ἕνεκα, καὶ μάλιστα τὸ γλυκύτατον· ὑπακτικώτατον γὰρ τοῦτο, τὸ δ’ ἐξ αὐστηρῶν ἢ ὀξειῶν σταφυλῶν φαυλότατον εἰς πάντα. ἐγὼ μὲν οὖν τοῖς ὀνόμασιν οὕτως ἐχρησάμην, ὡς οἱ νῦν ἄνθρωποι χρῶνται, βέλτιον ἡγούμενος εἶναι διδάξαι σαφῶς τὰ πράγματα τοῦ παλαιῶς Ἀττικίζειν. οἷς δὲ τοῦτο τιμιώτερόν ἐστι τῆς σαφοῦς διδασκαλίας, βρύτια μὲν ὀνομάζουσι τὰ τῶν στερεῶν σταφυλῶν στερεὰ μόρια, τοῦ γλεύκους ἐκθλιβέντος, στέμφυλα δὲ τὰ τῶν ἐλαιῶν, ὅταν ἐκθλιβῇ τοὔλαιον· τό γε μὴν ὑφιστάμενον τοῖς οἴνοις παχὺ οἱ πολλοὶ τῶν Ἀττικιζόντων ὀνομάζουσι τρύγα. ὥστ’ οὐδ’ ὁμωνυμία τίς ἐστιν παρ’ αὐτοῖς, ὥσπερ παρὰ τοῖς ἄλλοις ἀνθρώποις, ὅσοι καὶ τὰ βρύτια τρύγα καλοῦσι. καὶ μὴν
καὶ τρίτον τι σημαινόμενόν ἐστι τοῖ τῆς τρυγὸς ὀνόματος ἐν ἔθει τοῖς νῦν Ἕλλησι. τὸ γάρ τοι τῶν βρυτίων ἀπόβρεγμα τρύγα καλοῦσιν, ὅπερ αὖ πάλιν οἱ Ἀττικίζοντες ὀνομάζουσι δευτερίαν. στεμφυλίτης οὗτος παρ’ ἡμῖν καλεῖται. ἐμβάλλοντες γὰρ εἰς πιθάκνας μικρὰς τὰ βρύτια, προσεπιχέουσιν ὕδωρ, ὡς διαβρόχους ἁπάσας γενέσθαι, κᾀπειδὰν ἱκανῶς τοῦτο πεπρᾶχθαι δοκῇ, τὸ παρὰ τὸν πυθμένα τρῆμα τῆς πιθάκνης ἀνοιγνύουσιν, ὡς ἐκρυῆναι τὸ ἀπόβρεγμα, καὶ πίνουσιν ἀντὶ οἴνου τοῦτο. πρόδηλον δὲ, ὅτι κατὰ τὴν τῶν βρυτίων ποσότητα καὶ τὸ ὕδωρ ἐπιχέουσιν ἐξ ἐμπειρίας, ὡς μήθ’ ὑδαρῆ πάνυ, μήτε ἄκρατον γενέσθαι τὴν δευτερίαν. εἶτα πάλιν ἕτερον ὕδωρ ἐπιχέουσι τοῖς βρυτίοις, ἔλαττον τοῦ προτέρου, ὥστε καὶ τοῦτο γενέσθαι σύμμετρον εἰς πόσιν, ὅπερ ἀξιοῦσιν ἔνιοι τῶν Ἀττικιζόντων ὀνομάζεσθαι δευτερίαν ἰδίως, οὐχ ὡς τὸ πρότερον. ἔστι δὲ κεφαλαλγὲς μὲν ἑκάτερον, εἰ μή τις ὑδατωδέστερον αὐτὸ πίνοι, μᾶλλον δὲ τὸ πρότερον ἅπτεται τῆς κεφαλῆς. ἀγαθὸν δ’ ἐνυπάρχει τῷ τοιούτῳ πόματι τὸ ταχέως οὐρεῖσθαι, διαφορᾶς οὐκ ὀλίγης ἐν αὐτῷ γινομένης

παρὰ τὸ τῶν σταφυλῶν εἶδος, ἐξ ὧν ἐστι τὰ βρύτια. γλυκειῶν μὲν γὰρ οὐσῶν αὐτῶν ἥδιόν τε πολλῷ γίνεται τὸ πόμα καὶ θᾶττον οὐρεῖται, στρυφνῶν δὲ καὶ ὀξειῶν ἀηδέστερόν τε μακρῷ καὶ ἧττον οὐρητικόν. ἰσχυρότερον δὲ τὸ ἀπόβρεγμα τοῦτο γίνεται καὶ μᾶλλον οἰνῶδες, ὅταν εἰς τὸ ἔαρ ἢ καὶ τὸ θέρος ἡ τρὺξ φυλαχθῇ κατὰ δὲ τὸν χειμῶνα χρωμένων, ὥσπερ ἧττον ἅπτεται κεφαλῆς, ὡσαύτως καὶ ἧττον οὐρεῖται.

10. [Περὶ σταφίδων.] Τὸν αὐτὸν λόγον ἔχουσιν αἱ σταφίδες πρὸς τὰς σταφυλὰς, οἷον αἱ ἰσχάδες πρὸς τὰ σῦκα. γίγνονται μὲν γὰρ γλυκεῖαι πολλαὶ, στρυφναὶ δὲ παντάπασιν ὀλίγαι, μικταὶ δὲ ἔκ τε αὐστηρᾶς καὶ γλυκείας ποιότητος αἱ πλεῖσται. μέτεστί γε μὴν καὶ ταῖς γλυκείαις ἀμυδρᾶς ποιότητος αὐστηρᾶς, καὶ ταῖς αὐστηραῖς τῆς γλυκείας. αἱ μὲν οὖν αὐστηραὶ ψυχρότεραι τὴν κρᾶσίν εἰσιν, ὥσπερ αἱ γλυκεῖαι θερμότεραι. καὶ τὸν μὲν στόμαχον ῥωννύουσι καὶ τὴν γαστέρα στεγνοῦσιν αἱ αὐστηραὶ, καὶ δηλονότι μᾶλλον αὐτῶν αἱ στρυφναὶ, μέσην δέ πως κατάστασιν ἐν αὐταῖς αἱ γλυκεῖαι ποιοῦσιν, μήτ’ ἐκλύουσαι σαφῶς τὸν στόμαχον, μήθ’

ὑπάγουσαι τὴν γαστέρα. τό γε μὴν ἐπικεραστικὸν ὑπάρχει ταῖς γλυκείαις ἀεὶ, καθάπερ καὶ τὸ μετρίως ῥυπτικὸν, ὥστ’ ἐξ ἀμφοτέρων τῶν δυνάμεων τὰς μικρὰς κατὰ τὸ στόμα τῆς κοιλίας, ὅνπερ καὶ στόμαχον ὀνομάζομεν, ἀμβλύνουσιν δήξεις· ὡς αἵ γε μείζους τῶν δήξεων εὔδηλον ὅτι γενναιοτέρων χρῄζουσι βοηθημάτων. ἀμείνους δ’ ἐν ταῖς σταφίσιν αἱ λιπαραί τε καὶ τὸν οἷον φλοιὸν ἔχουσαι λεπτόν. ἔνιοι δὲ καλῶς ποιοῦντες ἐκ τῶν γλυκειῶν τῶν μεγάλων, οἷαί πέρ εἰσιν αἱ Σκυβελίτιδες, πρὶν ἐσθίειν, ἐξαιροῦσι τὰ γίγαρτα. χρονισθεῖσαι γοῦν καὶ αὗται σκληρὸν ἔχουσι καὶ παχὺ τὸ δέρμα, καὶ χρὴ προδιαβρέχειν αὐτὰς ἐν ὕδατι· καὶ γάρ τοι καὶ τὸ γίγαρτον ἑτοιμότερον οὕτως ἐξαιρεῖται. ἔμπαλιν δὲ ταύταις ἕτεραί τινές εἰσιν στερεαὶ καὶ παχεῖαι, γίγαρτον ὅλως οὐδὲν ἔχουσαι. γεννῶνται δ’ αὗται μὲν ἐν Κιλικίᾳ, τὴν χροιὰν ὑπόξανθοι, κατὰ δὲ τὴν Παμφυλίαν αἵ τε Σκυβελίτιδες καὶ αἱ μέλαιναι τὸ χρῶμα. μέγισται μὲν οὖν, ὡς ἔφην, αὗται, μικρόταται δὲ αἱ κιῤῥαὶ ἐν Κιλικίᾳ, γινομένων γε καὶ ἄλλων ἐν Κιλικίᾳ μελαινῶν σταφίδων μέσων τὸ μέγεθος,
ὥσπερ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν, καὶ μάλιστα ἐν τῇ Λιβύῃ. κατὰ δὲ τὴν Ἀσίαν ποικίλον εἶδος ἀσταφίδων μέσων τὸ μέγεθος γεννᾶται· καὶ γὰρ ὑπόξανθοι καὶ μέλαιναι καὶ γλυκεῖαι καὶ ὑπαύστηροι φαίνονται. κατὰ μέντοι τὰς ψυχρὰς χώρας οὐδὲ σταφυλαὶ τελέως πεπαίνονται, μήτι γε τῶν ἀσταφίδων τινὲς, ὅθεν ἐπεμβάλλουσι τοῖς οἴνοις ῥητίνην, ὅπως μὴ ταχέως ὀξυνθῶσιν. ἡ μὲν οὖν κατὰ χροιὰν διαφορὰ τῶν σταφίδων ὡς πρὸς τὴν δύναμιν αὐτῶν οὐδὲν συντελεῖ, καθάπερ οὐδὲ ἡ κατὰ μέγεθος· ἡ δὲ κατὰ τὴν γευστὴν ποιότητα τὸ σύμπαν δύναται, καὶ ταύτῃ μόνῃ προσέχων τὸν νοῦν, ἐπὶ τίνων δεῖ χρῆσθαι καὶ καθ’ ὅντινα καιρὸν, εὑρήσεις, ὡς προείρηται. τροφὴ δ’ ἐκ τῶν ἀσταφίδων ἀναδίδοται τῷ σώματι παραπλησία κατὰ τὴν ποιότητα ταῖς ἀσταφίσιν αὐταῖς· γλυκεῖα μὲν οὖν ἐκ τῶν γλυκειῶν, αὐστηρὰ δ’ ἐκ τῶν αὐστηρῶν, μικτὴ δ’ ἐκ τῶν ἀμφοτέρας ἐχουσῶν τὰς ποιότητας· τῇ δὲ ποσότητι πλείων μὲν ἐκ τῶν λιπαρῶν τε καὶ γλυκειῶν, ἐλάττων δ’ ἐκ τῶν αὐστηρῶν τε καὶ ἀλιπῶν. εἰ δὲ τὸν ἴσον ὄγκον ἀσταφίδος λιπαρᾶς γλυκείας ἐκγεγιγαρτισμένης, παραβάλλοις

ὄγκῳ ῥαγῶν ἴσῳ, μᾶλλον τροφιμωτέρας εὑρήσεις τὰς σταφίδας. ἧττον μὲν οὖν ἰσχάδων αἱ τοιαῦται τὸ ὑπακτικὸν ἔχουσι καὶ τὸ ῥυπτικὸν, εὐστομαχώτεραι δ’ εἰσὶν τῶν ἰσχάδων.

11. [Περὶ συκαμίνων, ἃ καὶ μόρα καλοῦσι.] Οὐ τοῖς Ἀττικίζειν ἐν τῇ φωνῇ προῃρημένοις γράφεται ταῦτα, (τάχα γὰρ οὐδὲ ἀναγνῶναί τις αὐτὰ βουλήσεται καταφρονῶν ὑγιείας σώματος, ὥσπερ καὶ ψυχῆς,) ἀλλ’ ἰατροῖς μὲν μάλιστα, μὴ πάνυ τι φροντίζουσιν Ἀττικισμοῦ, ἤδη δὲ καὶ τοῖς ἄλλοις, ὅσοι ζῶσιν, ὡς λογικὰ ζῶα, πρὸ τῆς τιμῆς καὶ δόξης καὶ πλούτου καὶ δυνάμεως πολιτικῆς ἐπιμελεῖσθαι προῃρημένοι σώματος καὶ ψυχῆς. οὗτοι γὰρ οἶδ’ ὅτι τὴν μὲν Ἀθηναίων φωνὴν οὐδὲν ἡγοῦνται τιμιωτέραν τῆς τῶν ἄλλων ἀνθρώπων, ὑγείαν δὲ σώματος ἀξιολογώτερόν τι εἶναι νομίζουσι πρᾶγμα τῷ κατὰ φύσιν βιοῦν ἐσπουδακότι. τούτοις οὖν εἰδὼς ὠφελιμώτερον ἔσεσθαι τὸν λόγον τὸν ἀσφαλέστερον, ἃ γιγνώσκουσιν ὀνόματα γράψω, κᾂν μὴ τοῖς παλαιοῖς Ἕλλησιν ᾖ συνήθη. τὸ μὲν οὖν τῶν

μόρων ὄνομα γνώριμόν πώς ἐστι τοῖς πολλοῖς, εἰ καὶ διὰ μηδὲν ἄλλο, ἀλλὰ γοῦν διὰ τὸ στοματικὸν φάρμακον, ὃ διὰ μόρων ὀνομάζεται, χυλὸν ἔχον αὐτῶν· ἐνίας δὲ τῶν ἐφεξῆς εἰρημένων ὀπωρῶν ἀγνοοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων ὅπως ὠνόμαζον οἱ πρὸ ἑξακοσίων ἐτῶν Ἀθηναῖοι. τοὺς μὲν γὰρ νῦν ὁρῶσιν οὐδέν τι διαφορώτερον τῶν ἄλλων Ἑλλήνων ἕκαστον τῶν καρπῶν ὀνομάζοντας, ἀλλὰ καὶ τὰ μόρα συκάμινα καλοῦντας οὐδὲν ἧττον, ἢ τὰ μόρα καὶ τὰ περσικὰ καὶ τὰ κάρυα καὶ τὰ πρεκόκκια καὶ τὰ ἄλλα ἁπλῶς, ὡς ἔθος ἐστὶ τοῖς ἄλλοις Ἕλλησιν. οὐδὲ γὰρ βλαβήσονταί τι τὰς παλαιοτάτας προσηγορίας ἀγνοοῦντες, ἂν γιγνώσκωσι τὰς δυνάμεις αὐτῶν. ἄμεινον γάρ ἐστιν ἐπίστασθαι, τῶν ἐπὶ τὴν διαχώρησιν ὁρμώντων ἐδεσμάτων ὕστερα μὲν χρῆναι τὰ βραδύπορα λαμβάνειν, ἁπάντων δὲ πρῶτα τὰ διεξερχόμενα μὲν ταχέως, διαφθειρόμενα δὲ, εἰ χρονίσειεν ἐν τῇ γαστρὶ, τοῦ τὰς προσηγορίας αὐτῶν ἐγνωκέναι, οὐ μὴν
οὐδ’ ἀγνοεῖν μοι δοκοῦσι παντάπασιν οἱ ἄνθρωποι τὴν τάξιν τῶν ἐσθιομένων αὐτοῖς, θεώμεθα γὰρ αὐτοὺς ἐπὶ τῶν πλείστων ἐδεσμάτων φυλάττοντας αὐτήν. προλαμβάνουσι μέντοι γε ῥαφανίδας ἐλαίας τε καὶ τῆλιν ἐκ γάρου, καὶ μετὰ ταῦτα μαλάχας τε καὶ τεῦτλα καὶ ἄλλα τοιαῦτα λάχανα μετ’ ἐλαίου τε καὶ γάρου. τῶν μὲν γὰρ ὁσημέραι παρασκευαζομένων αὐτοῖς εἰς ἐδωδὴν ἡ μακρὰ πεῖρα διδάσκαλος γίγνεται τῆς δυνάμεως, εἰ καὶ μικρὸν ἔχοιεν φρενῶν· ὅσα δὲ διὰ χρόνου πολλοῦ εἰς πεῖραν ἔρχεται, μόνοις τοῖς ἐπιμελέσιν παραφυλάττεται καὶ μνημονεύεται. τὰ τοίνυν συκάμινα καθαρὰ μὲν ἐμπεσόντα τῇ γαστρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιστα, καὶ τοῖς ἄλλοις σιτίοις ὑφηγεῖται· δεύτερα δὲ ἐφ’ ἑτέροις ἢ καὶ χυμὸν εὑρόντα μοχθηρὸν ἐν αὐτῇ συνδιαφθείρεται τάχιστα καὶ τοῖς ἄλλοις σιτίοις, διαφθορὰν ἀλλόκοτόν τινα καὶ οὐ ῥητὴν ἔχοντα ταῖς κολοκύνθαις ὁμοίως. ἀβλαβέστερα γὰρ πάντα ταῦτα τῶν ὡραίων ἐδεσμάτων, ὅταν μὴ διαφθαρέντα ταχέως ὑποχωρήσῃ· ἢν δὲ μὴ, μοχθηρὰν ἴσχει
διαφθορὰν ὁμοίως τοῖς πέποσι, καίτοι κᾀκεῖνοι ταχέως ὑπελθόντες οὐδὲν μέγα βλάπτουσιν. καιρὸς δὲ τῆς χρήσεως, ὥσπερ τοῖς πέποσιν, οὕτω καὶ τοῖς μόροις, ὅταν αὐχμηρὸν καὶ θερμὸν γένηται τὸ τῆς γαστρὸς σῶμα· τοιοῦτον γάρ πως ἀναγκαῖόν ἐστι τηνικαῦτα καὶ τὸ ἧπαρ εἶναι. τῇ μὲν οὖν κολοκύνθῃ καὶ τῷ σικύῳ τῷ ἤδη πέπονι καὶ πρὶν πεπανθῆναι, σὺν αὐτοῖς δὲ καὶ μηλοπέπονι στυφούσης οὐ μέτεστι ποιότητος· ἐν δὲ τοῖς συκαμίνοις, καὶ μάλιστα ὅταν ᾖ μὴ πάνυ πέπειρα, σαφής ἐστιν ἡ τοιαύτη ποιότης, ἀωροτέροις δὲ οὖσιν καὶ ἡ ὀξεῖα. καί τινες αὐτὰ καθαιροῦντες ἀπὸ τοῦ δένδρου καὶ ξηραίνοντες ἀποτίθενται φάρμακον ἐσόμενον αὐτοῖς ἀγαθὸν εἰς δυσεντερίας τε καὶ διαῤῥοίας χρονίας ἴασιν. ἀλλ’ οὐ πρόκειται νῦν ἡμῖν περὶ δυνάμεως φαρμάκων διεξέρχεσθαι. πάλιν οὖν ὅσα τοῖς συκαμίνοις ὡς τροφῆ δρᾷν ὑπάρχει λέγωμεν. ὅτι μὲν ὑπέρχεται ῥᾳδίως, εἴρηται, τάχα μὲν τῷ τῆς οὐσίας ὑγρῷ τε καὶ ὀλισθηρῷ μόνῳ, τάχα δὲ καί τινος ἐπιμιξίᾳ ποιότητος δριμυτέρας, ἐρεθίζειν εἰς ἔκκρισιν

ἱκανῆς, ὡς ἥ γε στύφουσα ποιότης οὐ μόνον οὐδὲν ὀνίνησιν εἰς ὑποχώρησιν, ἀλλὰ καὶ στεγνοῦν πέφυκεν. ὅτι δὲ ἐναντίων δυνάμεων οὐκ ὀλίγα μετέσχηκεν σώματα, μεμάθηκας ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασι, τεκμαίρομαι τοίνυν, τὰ μόρα δύναμιν ἔχειν ἐν ἑαυτοῖς τοιαύτην βραχεῖαν, ὁποία τοῖς καθαρτικοῖς μεγάλη ὑπάρχει, δι’ ἣν οὐ μόνον ὑποχωρεῖ ῥᾳδίως, ἀλλὰ καὶ διαφθείρεται χρονίσαντα κατὰ τὴν γαστέρα. καὶ μὴ διαφθαρέντα, ὡς ἔφην, ὑγραίνει μὲν πάντως, ψύχει δὲ οὐ πάντως, εἰ μὴ ψυχρὰ ληφθείη. τροφὴν δ’ ἐλαχίστην δίδωσι τῷ σώματι, παραπλησίως τοῖς πέποσιν, οὐ μὴν ἐμετικόν γέ τι πρόσεστιν αὐτοῖς οὐδὲ κακοστόμαχον, ὡς ἐκείνοις.

12. [Περὶ κερασίων.] Τῶν κερασίων ἔνια μὲν ἔοικε τοῖς μόροις, ἐλαχίστην ἔχοντα στύψιν, ἔνια δὲ τοῖς βατίνοις, σαφέστερον στύφοντα, τινὰ δὲ καὶ τούτων ἐστὶ στυπτικώτερα. ὥστε καὶ περὶ τῆς δυνάμεως ἑκάστου τῶν εἰρημένων

εἰδῶν ἐκ τῶν λεγομένων ἐπὶ συκαμίνοις τε καὶ βατίνοις ἔνεστί σοι τεκμήρασθαι.

13. [Περὶ τῶν τοῦ βάτου καρπῶν.] Τὸν τῶν βάτων καρπὸν ὀνομάζουσιν οἱ παρ’ ἡμῖν ἄνθρωποι βάτινον, καθάπερ μόρα τε καὶ συκάμινα· καλοῦσι γὰρ ἑκατέρως αὐτά. ἔστι δὲ στυπτικώτερα τὰ βάτινα τῶν μόρων, κᾂν πολλά τις αὐτὰ προσενέγκηται, κεφαλαλγήσει· τινὲς δὲ καὶ στόμαχον ἀνιῶνται. διὸ χρὴ καλῶς ἐκπλύνειν, πρὶν ἐπιχειρεῖν προσφέρεσθαι τὸν καρπὸν τοῦτον, ὅπερ οὐχ ἥκιστα κᾀπὶ τῶν συκαμίνων ἐστὶ ποιητέον. οὐ μὴν ὑπάγει γε τὰ κατὰ τὴν κοιλίαν, ἀλλὰ μᾶλλον ἐπέχει, κᾂν ἀωρότερά τις αὐτὰ ξηράνας ἀπόθηται, πολὺ μᾶλλον ἐφεκτικὰ γίνονται. πάντα γε μὴν ὅσα διὰ τοῦ χυλοῦ τῶν μόρων σκευάζεται φάρμακα καὶ διὰ τούτων γενόμενα δραστικωτέραν ἔχει τὴν δύναμιν.

14. [Περὶ τῶν τοῦ κυνοσβάτου καρπῶν.] Ὁ τῶν κυνοσβάτων καρπὸς μακρῷ στυπτικώτερός ἐστι τοῦ τῶν βάτων, καὶ διὰ τοῦτο καὶ τῆς γαστρός ἐστιν ἐφεκτικώτερος.

ἐσθίουσι δ’ οὖν αὐτὸν οἱ ἄγροικοι πολλάκις ὀλίγην τροφὴν διδόντα τῷ σώματι καὶ καλοῦσι κυνόσβατον.

15. [Περὶ τῶν τῆς ἀρκεύθου καρπῶν.] Τὸν τῆς ἀρκεύθου καρπὸν ἀρκευθίδας ὀνομάζουσι, δριμέα ἱκανῶς ὄντα μετὰ βραχείας γλυκύτητος, ἔτι τε βραχυτέρας στύψεως· ἔχει δέ τι καὶ ἀρωματίζον. εὔδηλον οὖν, ὅτι θερμαίνει μὲν καὶ διὰ τὴν δριμύτητα, (πᾶν γὰρ ἐδείχθη τὸ δριμὺ θερμαῖνον,) οὐχ ἥκιστα δὲ καὶ διὰ τὴν ὀσμὴν καὶ γεῦσιν ἀρωματιζούσας, πᾶν γὰρ ἄρωμα θερμόν. ἐκκαθαίρει δὲ καὶ τὰ καθ’ ἧπαρ τε καὶ νεφροὺς, καὶ δηλονότι λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμούς· καὶ διὰ τοῦτο τοῖς ὑγιεινοῖς φαρμάκοις μίγνυται. τροφὴ δὲ ἐξ αὐτοῦ βραχεῖα τῷ τῶν ἀνθρώπων σώματι προστίθεται. πολλὰς δὲ εἴ τις αὐτὰς προσενέγκαιτο, δάκνουσί τε τὸν στόμαχον καὶ τὴν κεφαλὴν θερμαίνουσι, καὶ κατὰ τοῦτο καὶ πληροῦσιν ἐνίοτε καὶ ὀδυνώδη ποιοῦσι. διαχώρησιν δὲ κατὰ τὴν κοιλίαν οὔτ’ ἐπέχουσιν, οὔτε προτρέπουσιν, οὖρα μέντοι κινοῦσι μετρίως.

16. [Περὶ τῶν τοῦ κέδρου καρπῶν.] Κεδρίδας ὀνομάζουσι τὸν τοῦ κέδρου καρπὸν, ὁμοίας μὲν οὔσας ταῖς ἀρκευθίσιν κατά τε χρόαν καὶ σχῆμα, (καὶ γὰρ ὑπόξανθοι καὶ στρογγύλαι,) διαφέρουσι δὲ τῇ δριμύτητι. κινδυνεύει γὰρ ἤδη τοῦ γένους τῶν φαρμάκων ὁ καρπὸς οὗτος ὑπάρχειν, οὐδεμίαν τροφὴν τῷ σώματι διδοὺς, πλὴν εἴ τις αὐτὰς ἀποβρέξει ἐν ὕδατι. κοινὸν γὰρ τοῦτο πάντων τῶν δριμέων, ὥστε βραχεῖαν τροφὴν διδόναι τῷ σώματι, τῆς δριμύτητος αὐτῶν ἐκλυθείσης. καὶ μέντοι καὶ σκληρότερός τε καὶ ξηρότερός ἐστιν ὁ τῶν κέδρων καρπὸς τοῦ τῶν ἀρκεύθων, ὥσπερ ἀμέλει καὶ μικρότερος, οὐδὲν τὸ ἀρωματίζον ὁμοίως ἔχων. εὔδηλον οὖν, ὅτι δακνώδης τέ ἐστιν ἱκανῶς τοῦ στομάχου, καὶ κεφαλαλγὴς, εἰ μὴ πάνυ τις ὀλίγον αὐτὸν προσενέγκαιτο.

17. [Περὶ τοῦ τῶν κώνων καρποῦ.] Εὔχυμος καὶ παχύχυμος καὶ τρόφιμός ἐστιν ὁ τοῦ κώνου καρπὸς, οὐ μὴν εὔπεπτος. καλοῦσι δὲ οἱ νῦν Ἕλληνες οὐ κώνους, ἀλλὰ στροβίλους αὐτούς.

18. [Περὶ τοῦ τῶν μυῤῥινῶν καρποῦ.] Μύρτα καλοῦσι τὸν καρπὸν τοῦτον οἱ Ἕλληνες, ὁμοίως μὲν ἄτροφον ὄντα τῷ τῶν ἀρκεύθων, ἐναντίαν δὲ δύναμιν ἔχοντα. στύφει γὰρ ἱκανῶς, καὶ διὰ τοῦτο καὶ τὴν κοιλίαν ἐπέχει. οὐ μὴν ἀνάλογόν γε τῇ στύψει ψυχρός ἐστι τὴν δύναμιν, ὅτι μηδὲ μόνην ἔχει τὴν στύψιν, ἀλλά τι καὶ δριμύτητος αὐτῇ μέμικται. κοινὸν δ’ ἐπὶ πᾶσιν ἐδέσμασιν, ὅσα φαρμακώδη ἔχει τινὰ ποιότητα σφοδρὰν, ὅταν ἀπόθηται ταύτην ἑψήσεσιν, ἢ ὀπτήσεσιν, ἢ τέγξεσιν, ὀλίγην τροφὴν διδόναι τῷ σώματι, πρότερον οὐδ’ ὅλως διδόντα· ταὐτὸ γὰρ τοῦτο καὶ κρομμύοις καὶ πράσοις συμβέβηκεν.

19. [Περὶ περσικῶν.] Εἴτε μῆλα καλεῖν ἐθέλεις περσικὰ τὸν καρπὸν τοῦτον, εἴθ’ ἁπλῶς περσικὰ τοῖς νῦν Ἕλλησιν ὡσαύτως, εἴτ’ ἄλλο τι βούλει παλαιὸν ὄνομα ζητεῖν ἐπ’ αὐτοῖς, ἔξεστί σοι τοῦτο πράττειν μετὰ πολλῆς σχολῆς. ἤδη δὲ ἴσθι τὸ τῶν ὀνομάτων χρησιμώτερον, ὡς καὶ τούτων ὁ χυλός τε καὶ οἷον σὰρξ εὔφθαρτός τέ ἐστι καὶ

πάντη μοχθηρά. ὥστε οὐ χρὴ, καθάπερ ἔνιοι, τελευταῖα τῆς ἄλλης τροφῆς αὐτὰ προσφέρεσθαι· διαφθείρεται γὰρ ἐπιπολάζοντα. μεμνῆσθαι δὲ χρὴ τοῦδε, κοινοῦ πάντων ὄντος· ὅσα κακόχυμα μὲν, ὑγρὰ δὲ καὶ ὀλισθηρὰ, καὶ ῥᾳδίως ὑπιέναι δυνάμενα, διὰ τοῦτο ἐσθίειν αὐτὰ πρότερον τῶν ἄλλων· οὕτω γὰρ αὐτὰ ταχέως ὑπέρχεται κᾀκείνοις ποδηγεῖ· τὰ ὕστατα ληφθέντα συνδιαφθείρει καὶ τὰ ἄλλα.

20. [Περὶ Ἀρμενιακῶν καὶ πρεκοκκίων.] Ἐν τῷ περσικῶν γένει καὶ ταῦτ’ ἐστὶ διαφοράν τινα αὐτῶν ἔχοντα πρὸς τὸ βέλτιον· οὔτε γὰρ ὁμοίως διαφθείρεται κατὰ τὴν κοιλίαν, οὔτ’ ὀξύνεται. φαίνεται δὲ τοῖς πολλοῖς ἡδίω, καὶ διὰ τοῦτο καὶ εὐστομαχώτερα· τούτοις γὰρ τἄλλα ὁμοίως. ἡδέσι δὲ τοῦθ’ ὑπάρχει πᾶσιν, ὥσπερ τοῖς ἀηδέσιν ὑπτιάζειν τε καὶ ἀνατρέπειν τὴν γαστέρα καὶ πρὸς ἔμετον ἐρεθίζειν, ὀρεγομένην ὅτι τάχιστα τὸ λυποῦν ἀποῤῥίψαι. καὶ τοίνυν καὶ ποιεῖ τοῦτο κατὰ τὴν ῥοπὴν τῶν λυπούντων. ὅσα μὲν γὰρ κάτω ῥέπει, ταύτῃ διωθεῖ, τὰ δ’ ἐπιπολάζοντα δι’ ἐμέτων

ἐκβάλλει, ταὐτὸ τοῦτο κᾀπὶ τῶν ἐξ ὅλου τοῦ σώματος εἰς αὐτὴν καταῤῥεόντων μοχθηρῶν χυμῶν ἐργαζομένη. καὶ γὰρ καὶ τούτων ὅσοι μὲν εἰς τὴν ἄνω κοιλίαν συῤῥέουσιν, ἐκκενοῦνται δι’ ἐμέτων, ὅσοι δ’ εἰς τὴν κάτω, διάῤῥοιαν ἐργάζονται. τροφὴ δὲ ὅτι βραχεῖα ταῖς ὀπώραις ἁπάσαις ὑπάρχει, λέλεκται πρόσθεν. ἔστι μὲν οὖν ἀμείνω τὰ πρεκόκκια καλούμενα τῶν Ἀρμενιακῶν. ὅσοι δὲ φεύγουσι τὴν τῶν πρεκοκκίων προσηγορίαν, Ἀρμενιακὰ μῆλα καλοῦσιν ἀμφότερα· τινὲς δὲ Ἀρμένια διὰ τεσσάρων συλλαβῶν, οὐ διὰ πέντε.

21. [Περὶ μήλων.] Ἔστι μὲν οὐχ ἓν αὐτῶν γένος, ὥσπερ οὐδὲ τῶν ἀπίων τε καὶ ῥοιῶν. ἔνια μὲν γὰρ αὐστηρὸν ἔχει χυμὸν, ἔνια δ’ ὀξὺν ἢ γλυκὺν, ἔστι δ’ ἃ καὶ μικτὸν ἐκ τούτων, ὡς ἅμα τε γλυκέα φαίνεται καὶ στύφοντα, καί τινα ἕτερα μετὰ γλυκύτητος ὀξέα σαφῶς γίνεται, καὶ πρὸς τούτοις ἄλλα στρυφνὰ μετ’ ὀξύτητος. εὕροις δ’ ἄν ποτε καὶ τῶν τριῶν χυμῶν ἔνια μετέχοντα σαφῶς, ὡς ὀξέα τε φαίνεσθαι καὶ γλυκέα καί τι καὶ στρυφνότητος ἔχειν. ὅτι δὲ μίαν

ἑρμηνεύει ποιότητα τὰ τρία ταῦτα ὀνόματα χυμοῦ, τὸ στύφον καὶ αὐστηρὸν καὶ στρυφνὸν, πρόδηλον· ὅτι δὲ τὰ μὲν στρυφνὰ τῷ μᾶλλον στύφειν διαφέρει τῶν αὐστηρῶν, κοινὸν δ’ αὐτῶν γένος ἐστὶ τὸ στύφον, ἐν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἔμαθες, ἐν ᾧ περὶ τῆς τῶν χυμῶν οὐσίας τε καὶ δυνάμεως ὁ λόγος ἐστίν. ἀναμνησθεὶς οὖν ἐκείνων, ὅσα μὲν στύφει μῆλα, ψυχρὸν ἴσθι ἔχειν καὶ γεώδη χυμόν· ὅσα δ’ ὀξέα φαίνεται, ψυχρὸν μὲν, ἀλλὰ λεπτομερῆ· μέσης δ’ εἶναι κράσεως τὰ γλυκέα, πρὸς τὸ θερμότερον ῥέποντα, καθάπερ τὰ τελέως ἄποια καὶ οἷον ὑδατώδη πρὸς τὸ ψυχρότερον ἐγκεκλιμένα. χρήσῃ τοιγαροῦν κατὰ τὰς τῶν ἐπικρατούντων δυνάμεις χυμῶν τοῖς μὲν αὐστηροῖς μήλοις, ὅταν ἤτοι διὰ δυσκρασίαν θερμὴν ἢ ὑγρότητα πολλὴν ἄτονος ἡ γαστὴρ ὑπάρχῃ, τοῖς στρυφνοῖς δὲ, ὅταν ἱκανῶς αὐξηθῇ ταῦτα, τοῖς δ’ ὀξέσιν, ὅταν ὑπολάβῃς ἐν αὐτῇ παχὺν ἠθροῖσθαι χυμὸν, οὐ πάνυ τι ψυχρόν. ὡς ὅ γε ψυχρὸς οὐ τῶν ὀξέων, ἀλλὰ τῶν δριμέων δεῖται· τέμνει μὲν γὰρ ἄμφω πάχος χυμῶν,
τά τ’ ὀξέα καὶ τὰ δριμέα, διαφέρει δὲ τῷ τὰ μὲν μετὰ ψύξεως, τὰ δὲ μετὰ θερμασίας τοῦτο δρᾷν. εὔδηλον δὲ ἐκ τῶν ἤδη πολλάκις εἰρημένων, ὡς τὰ μὲν στύφοντα τὰς κάτω διαχωρήσεις ἐπέχει διαπαντὸς, ὅσον ἐφ’ ἑαυτοῖς, τὰ δ’ ὀξέα, χυμὸν μὲν εὑρόντα παχὺν ἐν τῇ γαστρὶ, τέμνει τε τοῦτον, ὑπάγει τε κάτω καὶ διὰ τοῦτο ὑγραίνει τὰ διαχωρήματα, καθαρὰν δ’ εὑρόντα τὴν κοιλίαν, ἐπέχει μᾶλλον αὐτήν. ὁ δὲ γλυκὺς ἄνευ δριμύτητός τε καὶ πάχους, τουτέστιν ἐὰν ἀκριβῶς ᾖ μόνος, ἀναδίδοται μᾶλλον, ὅσον ἐφ’ ἑαυτῷ, δριμύτητα δ’ ἔχων ἢ πάχος ὑπέρχεται μᾶλλον. ἔστι δέ τι καὶ ἄλλο χυμοῦ γένος, οὐκ ἐν μήλοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, ὃ καλοῦσιν ὑδατῶδές τε καὶ ἄποιον, ὡς καὶ πρόσθεν εἶπον, ἥκιστα μὲν εὐστόμαχον, ἐν τῷ μέσῳ δὲ ὂν ὧν διῆλθον δυνάμεων, ὥσπερ καὶ τὸ ὕδωρ αὐτό. κακία δ’ ἐστὶν ἐν μήλῳ τὸ τοιοῦτον, τῶν ἐπὶ τὴν ἐδωδὴν αὐτοῦ παραγινομένων ἢ δι’ ἡδονὴν τοῦτο πραττόντων, ἢ δι’ ὠφέλειαν. ὅταν οὖν μήθ’ ἡδέα φαγεῖν ᾖ τοιαῦτα, μήτε ῥώμην ἐντιθῇ γαστέρι, καθάπερ τὰ στύφοντα, μήτ’ ἴσχῃ ῥευμένην,
εἰκότως ἀτιμάζεται, καθάπερ καὶ παρ’ ἡμῖν γε τῆς Ἀσίας πολλαχόθι τοῖς ὑσὶν αὐτὰ ῥίπτομεν, πλατανίστινα καλοῦντες, ἐπειδὴ παραπλήσιά πώς ἐστι γευόμενα τοῖς ἁπαλοῖς φύλλοις τῶν πλατάνων. φυλάττεσθαι δὲ χρὴ καὶ τὰ κάλλιστα τῷ γένει μῆλα, πρὶν ἐπὶ τῶν δένδρων πεπανθῆναι· δύσπεπτα γάρ ἐστι καὶ ψυχρὰ καὶ βραδύπορα καὶ κακόχυμα μετὰ τοῦ καὶ ψυχρὸν καὶ παχὺν ἀτρέμα τὸν χυμὸν ἔχειν. ὅσα δὲ καλῶς πεπανθέντα φυλάττουσιν εἴς τε τὸν χειμῶνα καὶ τὸ μετ’ αὐτὸν ἔαρ, ὠφελιμώτατα γίνονται πολλάκις ἐν νόσοις, ἤτοι περιπλασθέντα σταιτὶ, ἢ καὶ κατὰ θερμὴν σποδιὰν ὀπτηθέντα συμμέτρως, ἢ ἐφ’ ὕδατος ζέοντος ἀτμῷ καλῶς ἑψηθέντα. διδόναι δ’ αὐτὰ χρὴ μετὰ τὴν τροφὴν εὐθέως, ἐνίοτε δὲ καὶ μετ’ ἄρτου, ῥώμης τε γαστρὸς ἕνεκα καὶ στομάχου τοῖς ἀνορέκτοις τε καὶ βραδυπεπτοῦσιν, ἐμετικοῖς τε καὶ διαῤῥοϊζομένοις καὶ δυσεντερικοῖς. ἐπιτήδεια δὲ εἰς τοιάνδε χρείαν ἐστὶ τὰ στρυφνά· συμμετρίαν γὰρ ἴσχει τῆς στύψεως, ὡς εἶπον ἄρτι παρασκευασθέντα, τῶν μετρίως αὐστηρῶν ἅπασαν

ἀποτιθεμένων τὴν στύψιν ἐν τῇ τοιαύτῃ παρασκευῇ, καὶ διὰ τοῦτο παραπλησίων γιγνομένων τοῖς ἐξ ἀρχῆς ὑδατώδεσιν.

22. Ἐπειδὴ δέ τινων ἤκουσα λεγόντων, ὑπέρχεσθαι τὴν κοιλίαν αὐτοῖς ἐπὶ τῇ τῶν στυφόντων ἐδωδῇ, βέλτιον ἐνόμισα καὶ περὶ τούτου διελθεῖν ἐπὶ πλέον ἅπαξ ἐν τῷδε τά τε διὰ τοῦ λόγου καὶ τῆς πείρας ἡμῖν ἐγνωσμένα πολλάκις, ἐπειδή τινος Πρώτα ῥήτορος, ἡμετέρου πολίτου, λέγοντος, ἐπὶ τῇ τῶν αὐστηρῶν ἀπίων τε καὶ μήλων ἐδωδῇ λαπάττεσθαι τὴν κοιλίαν, ἐνόησα τὸ γενόμενον, ἐπαγαγών τε τὴν ἐκ τῆς πείρας βάσανον αὐτῷ, μετὰ ταῦτ’ ἤδη θαῤῥαλεώτερον ἐπ’ ἄλλων ἐπὶ τὴν αὐτὴν πεῖραν ἧκον. ἠξίωσα γὰρ ὁμοδίαιτόν μοι γενέσθαι τὸν ἄνδρα κᾂν μιᾶς ἡμέρας, ὅπως ἴδοιμι, πηνίκα τε καὶ πόσα προσφέρεται τὰ στύφοντα. καὶ κατά γε τὴν πρώτην εὐθέως, ὡς εἴθιστο, διαιτηθῆναι παρεκάλουν αὐτὸν, ὑπαλλάξαντα μηδὲν ὅλως τῶν κατὰ τὴν δίαιταν. ὁ δὲ μετὰ τὸ λουτρὸν, ὕδατος οὐ πολὺ προπιὼν, εἶτα τῆλίν τε καὶ ῥαφανῖδα καὶ ὅσα τοιαῦτα τοῖς πλείστοις εἴθισται προσφέρεσθαι,

πρὶν ἄλλου τινος γεύσασθαι, καὶ αὐτὸς ὁμοίως προσενεγκάμενος, ἐπιπιὼν δὲ σύμμετρον οἴνου γλυκέος, ἐφεξῆς ἔφαγεν δι’ ἐλαίου καὶ γάρου μαλάχας, μικρὸν ἐχούσας οἴνου, καὶ μετὰ ταῦτα ἰχθύος τι καὶ χοιρείου κρέατος καὶ ὄρνιθος, εἶτα πιών που καὶ δεύτερον, ὀλίγον δὲ διαλιπὼν ἐπέφαγεν ἀπίους τε αὐστηρούς. κᾄπειτα προελθόντων ἡμῶν ἐπὶ τὸ περιπατεῖν, ὀλίγα τε περιπατησάντων, ὑπῆλθεν ἀξιολόγως ἡ γαστὴρ αὐτῷ. θεασάμενος οὖν ταῦτα ἐγὼ συνεθέμην τῷ φίλῳ, κατὰ τὴν ὑστεραίαν ἐμοὶ πάλιν ἐπιτρέψαι τὰ κατὰ τὴν δίαιταν. ἑτοίμως δὲ πεισθέντι πρώτους ἁπάντων ἔδωκα μετὰ βαλανεῖον ἀπίους φαγεῖν, εἶτα τἄλλα ἐφεξῆς, ὡς εἰώθει. καὶ τούτων οὕτω γεγενημένων, οὐχ ὅπως ἀξιολόγως, ἀλλ’ οὐδὲ μετρίως ἀπέκρινεν ἡ γαστήρ. ἐθαύμαζεν οὖν εἰκότως τὸ γιγνόμενον, ἤρετό τ’ ἐμὲ τὴν αἰτίαν αὐτοῦ· κᾀγὼ διῆλθον αὐτῷ ταῦτα τὰ νῦν εἰρησόμενα. τοῦ γάρου γὰρ, ἔφην, σὺν τοῖς ἅμ’ αὐτῷ ληφθεῖσιν ὑπάγειν πεφυκότος τὴν γαστέρα καὶ τοῦτ’ ἤδη προειργασμένου, τὰ στύφοντα, τελευταῖα ληφθέντα, καὶ μάλιστα τοῖς ἀτόνοις τὸν στόμαχον, αἴτια γίγνονται τῆς
ὑπαγωγῆς, ῥωννύντα τε τὴν γαστέρα καὶ προτρέποντα διωθεῖσθαι κάτω τὰ περιεχόμενα κατ’ αὐτήν. μᾶλλον δ’ ἂν, ἔφην, πεισθείης τοῦτο, λαβὼν ἐπὶ τῆς ὑστεραίας ἁπάντων μὲν πρῶτα τὰ στύφοντα, δεύτερα δ’ ἐπ’ αὐτοῖς τὰ κρεώδη, καὶ πάντων τελευταῖα τὰ δι’ ἐλαίου τε καὶ γάρου προσφερόμενα. μηδαμῶς, εἶπεν, ἐμέσαιμι γὰρ ἂν αὐτίκα, μαλάχας ὑστάτας ἐπιφαγὼν μετ’ ἐλαίου καὶ γάρου. κάλλιστα, ἔφην, εἶπες, ἀνατρέπει γὰρ ταῦτα τὴν γαστέρα καὶ μάλιστα αὐτῆς τὸ στόμα, τὸ πρὸς ἁπάντων ἤδη συνήθως στόμαχος ὀνομαζόμενον, ἐπιῤῥώννυσι δὲ καὶ τονοῖ τὰ στύφοντα. διὸ κᾂν ἄλλος τις χυμὸς αὐτὴν ἀνατρέψῃ, καθάπερ εἴωθεν ἐνίοις ὠχρὰ χολὴ πλεῖον ἀθροισθεῖσα τοῦτο ποιεῖν, γευσάμενός τινος τῶν στυφόντων ὁ οὕτως διακείμενος εὐθέως ἐκκρινεῖ κάτω τὸν ἀνιῶντα χυμόν. εἶτα ἔδειξά τινα τῶν νεανίσκων αὐτῷ πρὸ ἡμερῶν ὀλίγων εἰληφότα μὲν ἕνεκα τοῦ καθαρθῆναι σκαμμωνίας ὀπὸν, ἤδη δὲ ὡρῶν γεγονυιῶν ἐπὶ τῇ προσφορᾷ πέντε, καὶ μηδεμιᾶς ἐκκρίσεως ἠκολουθηκυίας, θλίβεσθαι μὲν λέγοντα τὸν στόμαχον, ἐπάρθαι δὲ καὶ βαρύνεσθαι τὴν γαστέρα,

καὶ διὰ τοῦτο ὠχριᾷν τε καὶ ἀπορεῖσθαι, καί μοι κοινώσασθαι τὰ κατέχοντα συμπτώματα αὐτόν. ὅπως οὖν ἰασάμην τὸν ἄνθρωπον, ἄκουσον, ἔφην, αὐτὸν τὸν νεανίσκον. καὶ δὴ καὶ παρέσχον αὐτῷ παρόντα τε καὶ διηγούμενον, ὡς ἐγὼ μὲν ἐκέλευσα μήλου στύφοντος, ἢ ῥοᾶς, ἢ ἀπίου βραχύ τι φαγεῖν, ὁ δ’ ἅμα τῷ καταπιεῖν εὐθέως ἀπηλλάγη τῶν ὀχληρῶν, ἐκκρινάσης ἀθρόως αὐτοῦ πάμπολλα τῆς γαστρός. ἴσθι τοίνυν, ἔφην τῷ ῥήτορι, καὶ σοὶ τοῦτο συμβαῖνον, ὅταν ἐπιφάγῃς τὰ στύφοντα, διὰ τὴν ἀτονίαν τῆς γαστρὸς ὅλης καὶ τοῦ στομάχου. ὁ δὲ, καὶ μᾶλλον, εἶπε, τοῦτο ἀληθὲς εἶπες. ἔστι τε γάρ μοι φύσει τοιοῦτος ὁ στόμαχος, ἀνατρέπεταί τε ῥᾳδίως ἐπὶ τοῖς τυχοῦσιν, ἐγώ τε τότε μᾶλλον προσφέρομαι τῶν αὐστηρῶν τι μετὰ τὴν τροφὴν, ὅταν αἴσθωμαί ποθ’ ὕπτιον ἱκανῶς αὐτὸν γεγονότα, ἤδη πλησίον ἔχοντα ναυτίας. αὕτη σοι ἡ κατὰ τὸν ῥήτορα διήγησις αὐτάρκης εἰς γνῶσιν ἔστω τοῦ λαπάττεσθαι τὴν γαστέρα τοῖς ἄτονον ἔχουσι τὸν στόμαχον, ὅταν ἐπιφάγωσί τι τῶν στυφόντων.

23. [Περὶ κυδωνίων καὶ στρουθιομήλων.] Ἐξαίρετόν τι παρὰ τὰ ἄλλα μῆλα τούτοις ὑπάρχει, στύψιν τε πλείονα κεκτημένοις καὶ τὸν χυλὸν ἔχουσι μόνιμον, εἴ τις ἑψήσας αὐτὸν σὺν μέλιτι φυλάττειν ἐθέλοι· τῶν δ’ ἄλλων μήλων ὁ χυλὸς ὀξύνεται κείμενος, ὑγρότητα πολλὴν ἔχων ψυχράν. ἡμεῖς δὲ καὶ τὸ διὰ τοῦ χυλοῦ τῶν στρουθομήλων φάρμακον ἐπιτηδειότατον τοῖς ἀνορέκτοις, οὐκ ἐν φανερῷ κατὰ τύχην κείμενον, ὕστερόν ποθ’ εὕρομεν ἐτῶν ἑπτὰ μεταξὺ γεγονότων, οὐδεμίαν ἐσχηκότος μεταλλαγὴν τῆς ποιότητος. ἐπεποιήκει δὲ κατὰ τὸ στόμα τοῦ ἀγγείου πυκνὸν ἐπίπαγον, οἷον καὶ μέλιτι πολλάκις ἐπιπήγνυται καὶ ἄλλοις τισί· καὶ χρὴ φυλάττειν αὐτὸν ἐπικείμενον, ὅταν ἐθέλῃς ἀμετάβλητον ἐπὶ πλεῖστον διαμεῖναι τὸ φάρμακον ἢ τὸ μέλι. τοῦτο μὲν οὖν εἰρήσθω μοι κατὰ τὸ πάρεργον· οὗ δ’ ἕνεκα ἐμνημόνευσα τοῦ μὴ διαφθαρέντος ἐν χρόνῳ πλείονι φαρμάκου, πάλιν ἀναλήψομαι. μόνιμος ὁ τῶν στρουθίων μήλων χυλός ἐστιν, ὅταν καλῶς σκευασθῇ, καθάπερ καὶ ὁ τῶν κυδωνίων,

ἀλλ’ ἧττον οὗτος ἡδὺς ὑπάρχει, καὶ μάλιστα στύφων· ὥστε εἴη ἄν ποτε καὶ τούτου χρεία πρὸς ῥῶσιν ἱκανῶς ἐκλύτου γαστρός. ἐν Ἰβηρίᾳ δὲ τὸν καλούμενον μηλοπλακοῦντα συντιθέασιν, ἔδεσμα μόνιμον οὕτως, ὡς εἰς ῾Ρώμην κομίζεσθαι μεστὰς αὐτοῦ λοπάδας καινάς. σύγκειται δὲ ἐκ μέλιτός τε καὶ σαρκὸς λελειωμένης ἑφθῆς ἅμα τῷ μέλιτι. τὸ δ’ ἡμέτερον φάρμακον τὸ τοῖς ἀνορέκτοις σκευαζό μενον οὐκ ἐκ μόνου μέλιτος καὶ χυλοῦ μήλων ἐστὶν, ἀλλὰ καὶ πεπέρεως ἔχει τι λευκοῦ καὶ ζιγγιβέρεως καὶ ὄξους. οὐ μὴν νῦν γε καιρὸς αὐτοῦ τῆς διδασκαλίας ἐστὶν, ἑτέρωθι τελέως εἰρημένης.

24. [Περὶ ἀπίων καὶ ῥοιῶν.] Ἃ περὶ μήλων εἶπον, ἅπαντα μεταφέρων ἐπὶ τὰς ἀπίους τε καὶ ῥοιὰς οὐδενὸς ἔτι νεωτέρου περὶ αὐτῶν ἑτέρου δεήσῃ λόγου. καὶ γὰρ ἐν ταύταις ἔνιαι μὲν αὐστηραὶ μόνον ἢ στρυφναὶ φαίνονται, καθάπερ γε τινὲς μὲν ὀξεῖαι, τινὲς δὲ γλυκεῖαι, τινὲς δὲ ἐκ τῆς τούτων μίξεως συγκείμεναι, καὶ τινὲς ὅλως οὐδεμίαν ἔχουσαι

τοιαύτην ἐπικρατοῦσαν ποιότητα, καὶ διὰ τοῦτο ὑδατώδεις τε καὶ ἀμβλεῖαι οὖσαι, ῥωστικὸν οὐδὲν ἔχουσι. τῶν μὲν οὖν ἀπίων ἡ χρῆσις ὁμοία κατὰ πᾶν ἐστι τῇ τῶν μήλων· αἱ ῥοιαὶ δὲ τὰ μὲν ἄλλα παραπλησίως, οὐδέποτε δ’ οὐδ’ ὀπτῶνται μετὰ σταιτὸς, οὐδ’ ἕψονται δι’ ὕδατος ἢ ἐν ἀτμῷ. χυλὸν δὲ ἔχουσι πλείονα μήλων τε καὶ ἀπίων, ἔτι δὲ πρὸς τούτῳ τὴν γεῦσιν ἡδὺν ὄντα μᾶλλον τοῦ κατ’ ἐκεῖνα χυλοῦ. γίνονται δέ ποτε χρησιμώτεραι τῶν καρπῶν ἐκείνων εἰς ἄλλα τέ τινα καὶ τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἐν Ἐπιδημιῶν δευτέρῳ κατὰ τήνδε τὴν ῥῆσιν. γυνὴ ἐκαρδιάλγει, καὶ οὐδὲν καθίστη, πρὶν ἐς ῥοιᾶς χυλὸν ἄλφιτον ἐπιπάσσουσα καὶ μονοσιτίῃ ἤρκεσε καὶ οὐκ ἀνήμεεν οἷα τὰ Χαρίωνος. εὔδηλον οὖν, ὅτι, μοχθηρῶν χυμῶν τὰ κατὰ τὸ στόμα τῆς γαστρὸς, ὃ δὴ καὶ καρδίαν ὀνομάζουσι, διαβρεξάντων, ἡ γυνὴ ναυτιώδης τε καὶ καρδιαλγὴς ἦν· οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τὸ καρδιώσσειν ὄνομα σημαίνει τοῦ γινομένου συμπτώματος ἐπὶ τῷ στομάχῳ δακνομένῳ. τοῦτον οὖν τὸν χυμὸν ἐξήρανε μὲν τὸ ἄλφιτον,

ὁ δὲ τῆς ῥοιᾶς χυλὸς ἅμ’ αὐτῷ λαμβανόμενος ἐῤῥώννυε τὴν κοιλίαν, ὡς ἀποτρίψασθαι δύνασθαι τὸν ἐν τοῖς χιτῶσιν αὐτῆς περιεχόμενον χυμόν. τροφὴν δὲ τῷ σώματι παρέχουσιν αἱ μὲν ῥοιαὶ παντάπασιν ἐλαχίστην, ὡς οὐδέποτ’ αὐτῶν ὡς τροφῆς χρῄζομεν, ἀλλ’ ἐν φαρμάκου μοίρᾳ μόνον. αἱ δ’ ἄπιοι καὶ μάλισθ’ αἱ μεγάλαι (καλοῦσι δ’ αὐτὰς μενάτας οἱ παρ’ ἡμῖν) ἔχουσί τι καὶ τρόφιμον, ὥστε καὶ τέμνοντές τε αὐτὰς εἰς κυκλίσκους λεπτοὺς καὶ ξηραίνοντες ἀποτίθενται, προσφέρονται δὲ κατὰ τὸν χειμῶνα καὶ τὸ ἔαρ ἕψοντες, ὅταν ᾖ λιμὸς, ἐν χρείᾳ σιτίων ὀλιγοτρόφων. οἱ δ’ Ἀττικοί μὲν ἄνευ τοῦ ἰῶτα τὴν πρώτην τῶν ῥοιῶν ἔχουσι συλλαβὴν μᾶλλον, οἱ Ἴωνες δὲ μετὰ τοῦ ἰῶτα. χρήσιμον δὲ οὐδὲν ἔχει τῷ βίῳ τῶν ἀνθρώπων, ὥσπερ οὐδ’ ἐπὶ τῶν οὔων, ἃ νῦν μὲν οὕτως ὀνομάζουσι πάντες Ἕλληνες, οὐ συγχωροῦσι δὲ οἱ Ἀττικίζοντες μετὰ τοῦ υ λέγειν αὐτά. καταλιπὼν οὖν ἐκείνους ὑπὲρ τῶν ὀνομάτων σκοπεῖσθαι περὶ τῆς δυνάμεως τοῦ καρποῦ διαλέξομαι.

25. [Περὶ μεσπίλων καὶ οὔων.] Καὶ τούτων ὁ αὐτὸς λόγος ἐστὶ τῷ προειρημένῳ, στύφει μὲν γὰρ ἄμφω, πολὺ δὲ μᾶλλον οὔων τὰ μέσπιλα· διὸ καὶ συμφορώτατον ἔδεσμά ἐστι ῥεούσῃ γαστρί. ἡδίω δὲ αὐτῶν πρὸς ἐδωδὴν τὰ οὖα· τὴν ἀρχὴν γὰρ οὐδέν τι στρυφνὸν ἔχει τοῖς μεσπίλοις ὁμοίως, ἀλλ’ ἔστιν ὁ κατ’ αὐτὰς χυμὸς αὐστηρὸς ἄνευ τοῦ στρυφνὸς εἶναι. πρόδηλον δ’, ὅτι τῶν τοιούτων ἁπάντων ὀλίγον ἐσθίειν προσήκει, οὐχ, ὡς σύκων ἢ σταφυλῶν, δαψιλῶς· οὐδὲν γὰρ ὡς τροφῆς αὐτῶν, ἀλλ’ ὡς φαρμάκων μᾶλλον δεόμεθα. ταῦτά σοι χρησιμώτερα τοῦ γνῶναι, τὴν προτέραν συλλαβὴν τοῦ τῶν οὔων ὀνόματος ὑπὸ τῶν παλαιῶν Ἀθηναίων διὰ μόνου τοῦ ο γράμματος γράφεσθαί τε καὶ λέγεσθαι.

26. [Περὶ τοῦ τῶν φοινίκων καρποῦ.] Εἴτε βαλάνους φοινίκων ἐθέλεις ὀνομάζειν τὸν καρπὸν αὐτῶν, εἴθ’ ὁμωνύμως ὅλῳ τῷ δένδρῳ φοίνικας, ὥσπερ ἔθος ἐστὶν ἤδη πᾶσι τοῖς Ἕλλησιν, οὐδὲν οὔτε βλαβήσῃ κατ’ οὐδέτερον οὔτ’ ὠφεληθήσῃ πρὸς τὴν τῆς δυνάμεως γνῶσιν. ἔστι δ’ ἐν

αὐτοῖς οὐ μικρὰ διαφορά· τινὲς μὲν γὰρ ξηροί τέ εἰσι καὶ στύφοντες, ὥσπερ οἱ Αἰγύπτιοι, τινὲς δὲ μαλακοὶ καὶ ὑγροὶ καὶ γλυκεῖς, ὥσπερ οἱ καρυωτοὶ καλούμενοι, κάλλιστοι δ’ οὗτοι γεννῶνται κατὰ τὴν Παλαιστίνην Συρίαν ἐν Ἱεριχοῦντι· μεταξὺ δὲ ἀμφοτέρων τῶν εἰρημένων γενῶν οἱ ἄλλοι πάντες εἰσὶ φοίνικες. δύσπεπτοι δέ εἰσι καὶ κεφαλαλγεῖς, οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον, ὄντες ὑγροί τε καὶ γλυκεῖς καὶ ξηροὶ καὶ στύφοντες. ἀλλὰ τῶν ἄκρων ἀφορισθέντων, εὐφορώτατον ἤδη σοι τὸ μέσον ἔσται πᾶν. οὐδεὶς γοῦν αὐτῶν ἐστιν, ὃς οὐ γλυκύτητά τινα καὶ στύψιν ἔχει· καὶ γὰρ τῷ καρυωτῷ μέτεστι βραχείας στύψεως καὶ τῷ Θηβαϊκῷ γλυκύτητος ἀμυδρᾶς. ἀλλ’ ὁ μὲν γλυκὺς χυμὸς ἐδείχθη τρόφιμος, ὁ δ’ αὐστηρὸς εὐστόμαχός τε καὶ γαστρὸς ἐφεκτικός. ἅπαντες δὲ οἱ φοίνικες δύσπεπτοί τέ εἰσι καὶ κεφαλαλγεῖς πλείονες βρωθέντες. ἔνιοι δὲ καὶ δήξεώς τινος αἴσθησιν ἐμποιοῦσι τῷ στόματι τῆς κοιλίας, ὃ στόμαχον ὀνομάζουσιν οἱ ἰατροί. ὁ δ’ ἀπ’ αὐτῶν εἰς τὸ σῶμα ἀναδιδόμενος χυμὸς παχὺς μὲν πάντως ἐστὶν,

ἔχει δέ τι καὶ γλίσχρον, ὅταν ᾖ ὁ φοῖνιξ λιπαρὸς, ὥσπερ ὁ καρυωτός. ὅταν δὲ τῷ τοιούτῳ χυμῷ γλυκύτης μιχθῇ, τάχιστα μὲν ὑπ’ αὐτοῦ τὸ ἧπαρ ἐμφράττεται, βλάπτεται δὲ καὶ φλεγμαῖνον καὶ σκιῤῥούμενον ἐσχάτως ὑπὸ τῆς ἐδωδῆς αὐτῶν. ἐφεξῆς δὲ τῷ ἥπατι καὶ ὁ σπλὴν ἐμφράττεται καὶ βλάπτεται. πολὺ δὲ δὴ μάλιστα βλάπτουσιν οἱ χλωροὶ φοίνικες εἰς ἅπαντα, βραχὺ πλέονες ἐδεσθέντες. εὔδηλον δ’, ὅτι θερμότερον μὲν ἔχουσι τὸν χυμὸν οἱ γλυκεῖς, ψυχρότερον δὲ οἱ στύφοντες. ἀλλὰ καὶ φύσης ἐμπιπλᾶσιν οἱ χλωροὶ φοίνικες, ὥσπερ καὶ τὰ σῦκα· τὴν αὐτὴν γὰρ ἀναλογίαν ἔχει τὰ σῦκα πρὸς τὰς ἰσχάδας, ἣν οἱ χλωροὶ φοίνικες πρὸς τοὺς ἄλλους. ἐν δὲ τοῖς μὴ πάνυ θερμοῖς χωρίοις οὐ πεπαίνονται τελέως οἱ φοίνικες, ὡς εἰς ἀπόθεσιν γίνεσθαι χρήσιμοι, καὶ διὰ τοῦτο χλωροὺς ἀναγκαζόμενοι δαπανᾷν αὐτοὺς ὠμῶν τε χυμῶν ἐμπίπλανται καὶ ῥίγεσι δυσεκθερμάντοις ἁλίσκονται καὶ καθ’ ἧπαρ ἐμφράξεις ἔχουσι.

27. [Περὶ ἐλαιῶν.] Ὀλίγην μὲν πάνυ καὶ αὗται τροφὴν διδόασι τῷ σώματι καὶ μάλιστα αἱ δρυοπετεῖς.

ἐσθίουσι δὲ οἱ ἄνθρωποι ταύτας μὲν σὺν ἄρτῳ μᾶλλον, ἄνευ δὲ ἄρτου τὰς ἁλμάδας τε καὶ κολυμβάδας ὀνομαζομένας, ἕνεκα γαστρὸς ὑπαγωγῆς, μετὰ γάρου πρὸ τῶν σιτίων. ὥσπερ δὲ αἱ δρυοπετεῖς πλεῖστον λιπαρὸν, οὕτως αὗται τὸν στύφοντα χυμὸν ἔχουσι. διὸ καὶ ῥωννύουσί τε τὸν στόμαχον, ἐπεγείρουσί τε τὴν ὄρεξιν. ἐπιτήδειοι δέ εἰσιν εἰς τοῦτο αἱ μετ’ ὄξους ἀποτιθέμεναι. πολυειδῶς δ’ αὐτὰς σκευάζουσιν οἱ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν ἀσκήσαντες, ἧς οὐδ’ αὐτῆς παντάπασιν ἀμαθῶς ἔχειν ἀξιῶ τὸν ἰατρόν· ἄμεινον γὰρ εἰς τὴν πέψιν ἐστὶ τῶν ἴσως ὑγιεινῶν τὸ ἥδιον. ἀλλ’ οὐ νῦν καιρὸς οὔτε τῆς ἐμπειρίας τῆς κατὰ τὴν ὀψαρτυτικὴν θεωρίαν, οὔτε τῆς τέχνης ἐστίν· ἴδιος γὰρ λόγος ἀνάκειται αὐταῖς.

28. [Περὶ καρύων.] Βασιλικά τινες ὀνομάζουσι κάρυα ταῦτα τὰ νῦν ὑπὸ πάντων ὀνομαζόμενα κάρυα· καλεῖται δὲ καὶ ἄλλα τινὰ λεπτοκάρυα, πολλῷ μικρότερα τούτων, ἃ προσαγορεύουσιν ἔνιοι Ποντικά. πολλὴ δὲ ἀμφοτέρων ἡ χρῆσίς ἐστιν, οὐ πολλὴν τροφὴν διδόντων τῷ σώματι. πλείων δ’ ὅμως ἐστὶν ἐν τῷ Ποντικῷ λεγομένῳ

τῆς ἐν τῷ βασιλικῷ καρύῳ, καὶ γὰρ καὶ πεπίληται μᾶλλον ἡ οὐσία αὐτοῦ καὶ ἧττον ἐλαιώδης ἐστὶν, ἡ δὲ τοῦ καρύου χαυνοτέρα ἐστὶ καὶ πλέον ἔχουσα τὸ λιπαρὸν ἐν ἑαυτῇ. μετέχει δὲ καὶ τῆς στυφούσης ποιότητος οὐκ ὀλίγον, ἥτις ἐν τῷ χρόνῳ προϊόντι μαραίνεται, μεταπιπτούσης ὅλης αὐτοῦ τῆς οὐσίας εἰς τὸν λιπαρὸν χυμὸν, ὥστε καὶ τελείως ἄβρωτον γίνεσθαι, διὰ τὸ παραπλήσιον ἐλαίῳ παλαιῷ τῇ κατ’ αὐτὸ λιπαρότητι φαίνεσθαι. τὸ δὲ χλωρὸν ἔτι καὶ ὑγρὸν οὔτε τῆς στυφούσης σαφῶς μετέχει ποιότητος, οὔτε τῆς ἐλαιώδους, ἀλλ’ ἔστιν ἄποιόν πως μᾶλλον ὅπερ ὑδατῶδες καλεῖν, ὡς ἔφην, εἰθίσμεθα. πέττεταί γε μὴν μᾶλλον τὸ κάρυον τοῦ λεπτοκαρύου καὶ μᾶλλον εὐστομαχώτερόν ἐστι, καὶ πολὺ μᾶλλον ὅταν σὺν ἰσχάσιν ἐσθίηται. γέγραπται δὲ ὑπὸ πολλῶν ἰατρῶν, ὡς, ἐὰν ἄμφω ταῦτα πρὸ τῶν ἄλλων σιτίων λαμβάνωνται μετὰ πηγάνου, μηδὲν ὑπὸ τῶν θανασίμων φαρμάκων μέγα βλαβήσεσθαι τὸν ἄνθρωπον. εὔδηλον δ’, ὅτι καὶ τὸ μὲν ὑγρὸν πρὸς διαχώρησιν ἔτι ἐπιτήδειόν ἐστι, τὸ δὲ ξηρὸν ἧττον ἐπιτήδειον. οὐκ ὀλίγοι δὲ καὶ μετὰ γάρου προσλαμβάνουσιν αὐτὸ

γαστρὸς ὑπαγωγῆς ἕνεκεν. εἰς τοῦτο δ’ ἐπιτήδειόν ἐστι τὸ χλωρὸν, ὡς ἧττον τῆς στυφούσης μετέχον ποιότητος. ἀλλὰ καὶ τῶν ἤδη ξηρῶν προαποβρεχομένων ἐν ὕδατι, καθάπερ ἔνιοι ποιοῦσιν, ἡ δύναμις παραπλησία τοῖς χλωροῖς ἐστι.

29. [Περὶ ἀμυγδάλων.] Οὐδ’ ὅλως μετέχει ταῦτα τῆς στυφούσης ποιότητος, ἐπικρατεῖ γὰρ ἐν αὐτοῖς ἡ λεπτυντική τε καὶ ῥυπτικὴ μόνη, δι’ ἣν ἐκκαθαίρει τὰ σπλάγχνα καὶ τὰς ἐκ πνεύμονός τε καὶ θώρακος ἀναπτύσεις τῶν ὑγρῶν ἐργάζεται. τινὰ δ’ αὐτῶν οὕτως ἐπικρατοῦσαν ἔχει τὴν τμητικὴν τῶν παχέων τε καὶ γλίσχρων ὑγρῶν δύναμιν, ὡς μηδὲ βρωθῆναι δύνασθαι διὰ πικρότητα. τῆς γε μὴν ἐλαιώδους τε καὶ λιπαρᾶς μετέχει ποιότητος, ὥσπερ καὶ τὰ κάρυα, δι’ ἣν καὶ αὐτὰ τοῦ χρόνου προϊόντος ἐλαιηρὰ γίνεται, καθάπερ ἐκεῖνα. βραχυτέρα δ’ αὐτοῖς ἐστιν ἡ ποιότης ἥδε τῆς ἐν τοῖς καρύοις, διὸ καὶ μετὰ χρόνον πλείονα τῶν καρύων ἐλαιηρὰ φαίνεται γινόμενα. δῆλον οὖν ἐκ τούτων ἐστὶν, ὡς οὔτε πρὸς ὑπαγωγὴν γαστρὸς ὑπάρχει χρήσιμα, τροφήν τε τῷ σώματι δίδωσιν ὀλίγην. ὅσα δ’ ἐπικρατοῦσαν ἱκανὴν ἔχει

τὴν πικρὰν ποιότητα, πρὸς τὰς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναπτύσεις πύου τε καὶ τῶν παχέων καὶ γλίσχρων χυμῶν ἐστι χρησιμώτατα. τῶν δὲ μηδεμίαν μὲν τέχνην ἠσκηκότων τῷ βίῳ χρήσιμον, Ἀττικίζοντας δὲ καλούντων ἑαυτοὺς, ἔνιοι μὲν ἀμυγδάλας θηλυκῶς ἀξιοῦσι λέγεσθαι τὸν καρπὸν τοῦτον, ἔνιοι δὲ οὐδετέρως ἀμύγδαλα, μηδ’ αὐτὸ τοῦτο γινώσκοντες, ὃ σπουδάζουσιν, ὡς ἄμφω τὰ ὀνόματα παρὰ τοῖς Ἀττικοῖς ἀνδράσι γέγραπται.

30. [Περὶ πιστακίων.] Γεννᾶται μὲν κατὰ τὴν μεγάλην Ἀλεξάνδρειαν ταῦτα, πολὺ πλείω δ’ ἐν Βεῤῥοίᾳ τῆς Συρίας, τροφὴν μὲν ὀλίγην ἔχοντα, χρήσιμα δὲ εἰς ἥπατος εὐρωστίαν ἅμα καὶ κάθαρσιν τῶν ἐμπεφραγμένων κατὰ τὰς διεξόδους αὐτοῦ χυμῶν, μετέχει γὰρ ὑποπίκρου καὶ ὑποστυφούσης ποιότητος ἀρωματιζούσης. ἴσμεν δὲ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἥπατι χρησιμώτατα, καθάπερ ἐν τῇ τῶν ἁπλῶν φαρμάκων ἐδείχθη πραγματείᾳ. στομάχῳ δὲ οὔτε ὠφέλειαν οὔτε βλάβην ἀξιόλογον ἐξ αὐτῶν ἔχω μαρτυρεῖν, ὥσπερ οὐδὲ ὑπαγωγὴν γαστρὸς ἢ στάσιν.

31. [Περὶ κοκκυμήλων.] Σπανίως ἂν εὕροις αὐστηρὸν ἢ ὀξὺν ἢ ὅλως τινὰ ἀηδίαν ἔχοντα τὸν καρπὸν τοῦτον, ὅταν ἀκριβῶς πεπανθῇ· πρὶν γὰρ ἐς τοῦτ’ ἀφικέσθαι, σχεδὸν ἅπαντες οἱ μὲν ὀξύτητος, οἱ δὲ στρυφνότητος, ἔνιοι δὲ καὶ πικρότητος ἐμφαίνουσι. τροφὴν μὲν οὖν ἐλαχίστην ἐκ τοῦ καρποῦ τούτου τὸ σῶμα λαμβάνει, χρήσιμος δέ ἐστι τοῖς ὑγρᾶναί τε καὶ ψύξαι τὰ μέτρια τὴν γαστέρα προαιρουμένοις. ὑπάγει δ’ αὐτὴν καὶ ταῦτα διά τε τὴν ὑγρότητα καὶ γλισχρότητα, καθάπερ καὶ ἄλλα τινὰ τῶν προειρημένων. ὑπάρχει δ’ αὐτοῖς καὶ ξηρανθεῖσιν εἶναι χρησίμοις, ὥσπερ καὶ τοῖς σύκοις, καὶ δόξαν ἔχει πολλὴν ἄριστα τῶν ἄλλων εἶναι τὰ κατὰ Συρίαν ἐν Δαμασκῷ γινόμενα, δεύτερα δ’ ἐπὶ τούτοις τὰ κατὰ τὴν Ἰβηρίαν τε καὶ Ἱσπανίαν ὀνομαζομένην. ἀλλὰ ταῦτα μὲν οὐκ ἐμφαίνει τινὸς στύψεως, τὰ Δαμασκηνὰ δὲ καὶ πάνυ πολλῆς ἔνια. κάλλιστα δ’ αὐτῶν εἰσιν, ὅσα μετρίως στύφοντα μεγάλα τε καὶ χαῦνα· τὰ δὲ σμικρὰ καὶ σκληρὰ καὶ στρυφνὰ μοχθηρὰ πρός τε τὴν ἐδωδήν ἐστι καὶ πρὸς τὴν

τῆς γαστρὸς ὑπαγωγὴν, ἥτις ἀκολουθεῖ μάλιστα τοῖς ἀπὸ τῆς Ἰβηρίας. ἑψόμενα δ’ ἐν μελικράτῳ, πλέον ἔχοντι μέλιτος, ἱκανῶς λαπάττει τὴν γαστέρα, κᾂν μόνα τις αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιῤῥοφήσῃ τοῦ μελικράτου. πρόδηλον δὲ, ὅτι συντελεῖ γαστρὸς ὑπαγωγῇ μετὰ τὴν προσφορὰν αὐτῶν ἐπιπίνειν τι γλυκέος οἴνου καὶ διαλιπεῖν τινα χρόνον, οὐδ’ εὐθέως ἀριστᾷν ἐπ’ αὐτοῖς. ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάντων, ὅσα λαπάττει γαστέρα, μνημονευέσθω σοι, καθάπερ τἄλλα, ὅσα κοινὰ πλειόνων εἰδῶν ἐστι, μὴ δεομένῳ πολλάκις ἀκούειν περὶ αὐτῶν.

32. [Περὶ τῶν καλουμένων σηρικῶν.] Οὐδὲ τούτοις ἔχω τι μαρτυρῆσαι πρὸς ὑγείας φυλακὴν ἢ νόσων ἴασιν· ἔδεσμα γάρ ἐστι γυναικῶν τε καὶ παιδίων ἀκρατούντων, ὀλιγότροφόν τε καὶ δύσπεπτον ὑπάρχον ἅμα τῷ μηδ’ εὐστόμαχον εἶναι. τροφὴν δηλονότι καὶ αὐτὰ δίδωσιν ὀλίγην τῷ σώματι.

33. [Περὶ κερατίων.] Τὰ κεράτια, διὰ τοῦ τ γράμματος λεγομένης τε καὶ γραφομένης τῆς τρίτης συλλαβῆς, οὐδὲν ἔοικε τοῖς διὰ τοῦ σίγμα κερασίοις, ἔστι δὲ ἔδεσμα κακόχυμόν τε καὶ ξυλῶδες, ἐξ ἀνάγκης δὲ καὶ δύσπεπτον· οὐδὲν γὰρ ξυλῶδες εὔπεπτον. ἀλλὰ καὶ τῷ μὴ διαχωρεῖσθαι ταχέως οὐ σμικρὸν αὐτοῖς ὑπάρχει κακόν. ὥστ’ ἄμεινον ἦν αὐτὰ μηδὲ κομίζεσθαι πρὸς ἡμᾶς ἐκ τῶν ἀνατολικῶν χωρίων, ἐν οἷς γεννᾶται.

34. [Περὶ καππάρεως.]. Θαμνῶδές ἐστι φυτὸν ἡ κάππαρις, ἐν Κύπρῳ πλείστη φυομένη. δύναμις δ’ αὐτῆς ἔστι λεπτομερὴς ἱκανῶς, καὶ διὰ τοῦτο τροφὴν ἐλαχίστην ἀναδίδωσιν εἰς τὸ τῶν ἐσθιόντων αὐτὴν σῶμα, καθάπερ καὶ τἄλλα πάντα, ὅσα λεπτομερῆ. χρώμεθα δὲ ὡς φαρμάκῳ μᾶλλον ἢ ὡς τροφῇ τῷ τοῦ φυτοῦ καρπῷ. κομίζεται δὲ πρὸς ἡμᾶς ἁλσὶ διαπασθεῖσα διὰ τὸ σήπεσθαι μόνη ἀποτιθεμένη. εὔδηλον οὖν, ὅτι χλωρὰ μὲν ἔτι, πρὶν ταριχευθῆναι, πλέον ἔχει τροφῆς ἔκ δὲ τῆς ταριχείας ἀπόλλυσι πάμπολυ

καὶ γίνεται χωρὶς μὲν τοῦ τοὺς ἅλας ἀποπλυθῆναι παντάπασιν ἄτροφος, ὑπακτικὴ δὲ τῆς γαστρός· ἀποπλυθεῖσα δὲ καὶ διαβραχεῖσα μέχρι τοῦ τελέως ἀποθέσθαι τὴν ἐκ τῶν ἁλῶν δύναμιν, ὡς ἔδεσμα μὲν ὀλιγοτροφώτατόν ἐστιν, ὡς ὄψον δὲ καὶ φάρμακον ἐπιτήδειον ἐπεγεῖραι καταπεπτωκυῖαν ὄρεξιν, ἀποῤῥύψαι τε καὶ ὑπαγαγεῖν τὸ κατὰ τὴν γαστέρα φλέγμα καὶ τὰς κατὰ σπλῆνα καὶ ἧπαρ ἐμφράξεις ἐκκαθᾶραι. χρῆσθαι δὲ πρὸς ταῦτα προσήκει δι’ ὀξυμέλιτος ἢ ὀξελαίου πρὸ τῶν ἄλλων σιτίων ἁπάντων. τοὺς δ’ ἁπαλοὺς ἀκρέμονας καὶ τούτου τοῦ φυτοῦ παραπλησίως ἐσθίουσι τοῖς τῆς τερμίνθου, καὶ χλωροὺς ἔτι συντιθέντες, ὡς ἐκείνους, ἐν ὀξάλμῃ τε καὶ ὄξει.

35. [Περὶ συκομόρων.] Ἐν Ἀλεξανδρείᾳ τὸ τοῦ συκομόρου φυτὸν εἶδον ἅμα τῷ καρπῷ, παραπλησίῳ σύκῳ μικρῷ λευκῷ. δριμύτητα δὲ οὐδεμίαν ὁ καρπὸς οὗτος ἔχει, βραχείας μετέχων γλυκύτητος, ὑγρότερός πως καὶ ψυκτικώτερος ὢν κατὰ τὴν δύναμιν, ὥσπερ τὰ μόρα· μᾶλλον δὲ ἐν τῷ μεταξὺ μόρων τε καὶ σύκων αὐτὸν εἰκότως ἄν τις θείη.

καί μοι δοκεῖ τοὔνομα ἐντεῦθεν αὐτῷ κεῖσθαι. γελοῖοι γὰρ, ὅσοι διὰ τοῦτό φασιν ὠνομάσθαι τὸν καρπὸν τοῦτον συκόμορα, διότι σύκοις ἐοίκασι καὶ μόροις. ἡ γένεσις δ’ αὐτοῦ διαφορωτέρα πώς ἐστι παρὰ τοὺς ἄλλους καρποὺς τῶν δένδρων· οὐδὲ γὰρ ἐκ τῶν ἀκρεμόνων καὶ βλαστημάτων, ἀλλ’ ἐξ αὐτῶν τῶν κλάδων καὶ τῶν πρέμνων ἐκφύεται.

36. [Περὶ περσίου.] Εἶδον καὶ τοῦτο τὸ φυτὸν ἐν Ἀλεξανδρείᾳ, τῶν μεγάλων ὂν καὶ αὐτὸ δένδρων. ἱστοροῦσι δὲ τὸν καρπὸν αὐτοῦ μοχθηρὸν οὕτως ὑπάρχειν ἐν Πέρσαις, ὡς ἀναιρεῖν τοὺς φαγόντας, εἰς Αἴγυπτον δὲ κομισθέντα ἐδώδιμόν τε γενέσθαι παραπλησίως ἐσθιόμενον ἀπίοις τε καὶ μήλοις, ὧν καὶ κατὰ τὸ μέγεθός ἐστι.

37. [Περὶ κιτρίου.] Καὶ τοῦτο τὸ Μηδικὸν ὀνομάζουσι μῆλον οἱ μηδένα νοεῖν ἃ φθέγγονται προῃρημένοι, καίτοι τήν γε σαφήνειαν ἐν ταῖς ἀρεταῖς τοῦ λόγου τιθέμενοι. βέλτιον δ’ ἦν τοῦ τὰ τοιαῦτα περιεργάζεσθαι, τίνα δύναμιν ἔχειν τὰ μόρια τοῦ κιτρίου, καὶ τί χρήσιμον ἐξ αὐτοῦ

τοῖς ἀνθρώποις ἐστὶν, ἐζητηκέναι. τοῦτο οὖν ἐγὼ πράξω, τρία μὲν εἶναι εἰπὼν τοῦ καρποῦ τούτου τὰ μόρια, τό τε ὀξὺ κατὰ τὸ μέσον αὐτοῦ καὶ τὸ πέριξ τούτου τὴν οἷον σάρκα αὐτοῦ τοῦ καρποῦ καὶ τρίτον ἐπ’ αὐτοῖς τὸ περικείμενον σκέπασμα ἔξωθεν. τοῦτο μὲν εὐῶδές τέ ἐστι καὶ ἀρωματίζον, οὐ κατὰ τὴν ὀσμὴν μόνον, ἀλλὰ καὶ κατὰ τὴν γεῦσιν. εἰκότως οὖν δύσπεπτόν ἐστιν, ὡς ἂν σκληρόν τε καὶ τετυλωμένον. εἰ δ’ ὡς φαρμάκῳ τις αὐτῷ χρῷτο, συντελεῖ τι πρὸς πέψιν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν δριμεῖαν ἐχόντων τὴν ποιότητα. τῷ δ’ αὐτῷ λόγῳ καὶ στόμαχον ῥώννυσιν ὀλίγον ληφθὲν, ὥστε καὶ κόπτοντες αὐτὸ καὶ τὸν χυλὸν ἐκθλίβοντες εἰώθασι μιγνύναι τοῖς καταποτίοις φαρμάκοις, ὅσα λαπακτικὰ γαστρός ἐστιν, ἢ καθαρτικὰ τοῦ σώματος ὅλου. τῷ δ’ ὀξεῖ καὶ ἀβρώτῳ μέρει τοῦ καρποῦ, καθ’ ὃ καὶ τὸ σπέρμα περιέχεται, πρὸς ἄλλα τινὰ χρῶνται καὶ πολλάκις εἰς ὄξος ἐμβάλλουσιν ἀμβλὺ χάριν τοῦ δριμύτερον ἐργάσασθαι. τὸ μέσον δ’ ἀμφοῖν, ὃ δὴ καὶ τροφὴν τῷ σώματι δίδωσιν, οὔτ’ ὀξεῖαν, οὔτε δριμεῖαν

ἔχον ποιότητα, δύσπεπτόν ἐστι διὰ σκληρότητα. διὸ καὶ μετ’ ὄξους καὶ γάρου προσφέρονται πάντες αὐτὸ τὴν ἀμβλύτητα τῆς γεύσεως ἐπεγεῖραι βουλόμενοι. τάχα δ’, ὅτι καὶ πέττεται μᾶλλον οὕτω βρωθὲν, ἐπίστανται, τῇ πείρᾳ διδαχθέντες ἢ παρὰ ἰατρῶν ἀκούσαντες.

38. [Περὶ τῶν ἐν τοῖς ἀγρίοις φυτοῖς καρπῶν, ἐν οἷς εἰσι καὶ αἱ ἀπὸ τῶν δρυῶν βάλανοι.] Ἄγρια καλεῖν εἰώθασιν πάντες ἄνθρωποι φυτὰ τὰ κατὰ τὴν χώραν φυόμενα, χωρὶς ἐπιμελείας γεωρ γικῆς ἀμέλει, καὶ ἀμπέλους ἀγρίας ὀνομάζουσιν, ὧν οὐδεὶς ἀμπελουργὸς προνοεῖται περισκάπτων ἢ περισκάλλων ἢ βλαστολογῶν ἤ τι τοιοῦτον διαπραττόμενος. ἐκ τούτων τῶν φυτῶν ἐστι καὶ φηγὸς καὶ δρῦς καὶ πρίνος καὶ κρανία καὶ κόμαρος, ἕτερά τε δένδρα τοιαῦτα, καθάπερ γε καὶ θάμνοι τινὲς, οἷον ὅ τε τῆς βάτου καὶ τῆς κυνοσβάτου, καὶ ὁ τῆς ἀχέρδου τε καὶ ἀχράδος, ὅ τε τῶν ἀγριοκοκκυμήλων, ἃ προῦμνα παρ’ ἡμῖν καλοῦσι, καὶ ὁ τοῦ τὰς ἐπιμηλίδας φέροντος. καλεῖται δὲ κατὰ τὴν Ἰταλίαν οὐνέδων ὁ καρπὸς τοῦ θάμνου τούτου, κακοστόμαχός τε καὶ κεφαλαλγὴς

ὑπάρχων καὶ στρυφνὸς ἱκανῶς μετά τινος βραχείας γλυκύτητος. τὰ μὲν οὖν κράνα καὶ τὰ βάτινα καὶ τὰς βαλάνους καὶ τὰ μιμαίκυλα, (καλεῖται δὲ οὕτως ὁ τοῦ κομάρου καρπὸς,) ἐσθίουσι συνήθως οἱ κατὰ τοὺς ἀγροὺς, τοὺς δὲ τῶν ἄλλων δένδρων τε καὶ θάμνων οὐ πάνυ τι. λιμοῦ μὴν κατασχόντος ποτὲ τὴν ἡμετέραν χώραν, εὐφορίας δὲ γενομένης τῶν τε βαλάνων καὶ τῶν μεσπίλων, ἐν σειροῖς αὐτὰ οἱ ἄγροικοι θησαυρίσαντες ἀντὶ τῶν σιτηρῶν ἐδεσμάτων ἔσχον ἔν τε τῷ χειμῶνι παντὶ καὶ τοῖς πρώτοις τοῦ ἦρος. ἔμπροσθεν δὲ βορὰ συῶν ἦσαν αἱ τοιαῦται βάλανοι, ἀλλὰ τότε ἀποτρεπόμενοι τοῦ διαθρέψαι τούτους ἐν τῷ χειμῶνι, καθάπερ ἔμπροσθεν εἰώθεσαν, ἐν ἀρχῇ μὲν τούτους σφάξαντες, ἐχρήσαντο τούτοις εἰς ἐδωδὴν, ὕστερον δὲ τοὺς σειροὺς ἀνοίξαντες, ἤσθιον τὰς βαλάνους, παρασκευάζοντες ἐπιτηδείους εἰς βρῶσιν ἄλλοτε ἄλλως. ἐν ὕδατι γὰρ ἧψον ἐνίοτε, καὶ κατὰ τὴν θερμὴν σποδιὰν ἐγκρύβοντες ὤπτουν συμμέτρως. αὖθις δ’ ἄν ποτε καταπλάσαντες, ἔτνος ἐξ αὐτῶν ἐποίουν, ἐνίοτε μὲν ὕδατι μόνῳ δεύοντες, ἐπεμβάλλοντες δέ τι τῶν ἡδυσμάτων, ἐνίοτε δὲ
καὶ μέλιτος ἐπιχέοντες, ἢ μετὰ γάλακτος ἕψοντες. ἡ δ’ ἀπ’ αὐτῶν τροφὴ δαψιλής ἐστιν οὐδὲν ὁμοίως τοῖς εἰρημένοις ἄχρι δεῦρο τοῦ λόγου κατὰ τόδε τὸ γράμμα. πολλοῖς γὰρ τῶν σιτηρῶν ἐδεσμάτων ὁμοίως τρέφουσιν αἱ βάλανοι, καὶ τό γε παλαιὸν, ὥς φασιν, ἀπὸ τούτων μόνον διέζων οἱ ἄνθρωποι, Ἀρκάδες δὲ καὶ μέχρι πολλοῦ χρόνου, τῶν ἄλλων ἁπάντων Ἑλλήνων τοῖς Δημητρίοις καρποῖς χρωμένων. ἔστι δὲ βραδύπορος ἡ ἀπ’ αὐτῶν τροφὴ καὶ παχύχυμος, οἷς ἀκόλουθόν ἐστι καὶ δύσπεπτον ὑπάρχειν αὐτήν. εἰς ἅπαντα δὲ χείρων ἐστὶν ἡ μιμαίκυλος τῆς ἀπὸ τῶν δρυῶν βαλάνου, καθάπερ αὕτη τῆς τῶν καστανῶν ὀνομαζομένων· ἄρισται γὰρ ἐκεῖναι τῶν βαλάνων εἰσὶν, ἔνιοι δὲ λοπίμους αὐτὰς ὀνομάζουσιν. οὗτοι καὶ μόνοι τῶν ἀγρίων καρπῶν ἀξιόλογον τροφὴν διδόασι τῷ σώματι. κράνια γὰρ καὶ πρίνα καὶ βάτινα καὶ κυνόσβατα καὶ βράβυλα καὶ μιμαίκυλα καὶ ζίζυφα καὶ διόσπυρα καὶ ἁλικάκαβα, καὶ ὁ τῆς τερεμίνθου καὶ ὁ τῆς ἀχέρδου καρπὸς, ὅσα τ’ ἄλλα τοιαῦτα, βραχὺ μέν τι τρόφιμον ἔχει,

κακόχυμα δὲ πάντ’ ἐστὶ καί τινά γ’ αὐτῶν καὶ κακοστόμαχα καὶ ἀηδῆ, συῶν ὄντα βρώματα, καὶ τούτων οὐχ ἡμέρων, ἀλλ’ ἐν τοῖς ὄρεσι διαιτωμένων· ἀπ’ αὐτῶν οὖν ἐκεῖνοι πλείστην ἔχουσι τροφήν.

39. [Περὶ τῆς δι’ αὐτῶν τῶν φυτῶν τροφῆς.] Οὐ μόνον σπέρματα καὶ καρποὺς τῶν φυτῶν ἐσθίομεν, ἀλλὰ καὶ αὐτὰ, πολλάκις μὲν ὅλα, πολλάκις δὲ ῥίζας μόνον, ἤ ἀκρέμονας, ἢ τὰ νέα βλαστήματα, κατὰ τὴν ἐπείγουσαν ἑκάστοτε χρείαν. ἀποῤῥίπτειν γοῦν εἰωθότες οἱ παρ’ ἡμῖν ἄνθρωποι τόν τε καυλὸν καὶ τὰ φύλλα τῶν γογγυλίδων, ἃς καὶ βουνιάδας ὀνομάζουσιν, ἐσθίουσιν ἐνίοτε καὶ ταῦτα ἐν ἀπορίᾳ καταστάντες ἀμεινόνων ἐδεσμάτων, οὕτω τε καὶ τὰ τῶν ῥαφανίδων, καὶ τὰ τῶν καλουμένων ἐπιχωρίῳ φωνῇ παρ’ ἡμῖν ῥαπιῶν. ἔστι δὲ, ὡς ἄν τις εἴποι, ῥαφανὶς ἀγρία τὸ φυτὸν τοῦτο. καὶ πύρεθρον δὲ καὶ σία, καὶ ἱπποσέλινα, καὶ μάραθρα, σκάνδικα καὶ· κιχώρια, καὶ χονδρίλας, καὶ γιγγίδια, καὶ δαύκους, καὶ πλείστων δένδρων τε καὶ θάμνων τὰς ἁπαλὰς βλάστας ἕψοντες ἐσθίουσιν οἱ ἄνθρωποι πολλάκις

ὑπὸ λιμοῦ βιαζόμενοι, τινὰ δὲ καὶ χωρὶς λιμοῦ, καθάπερ ἔνιοι τὴν κορυφὴν τοῦ φοίνικος, ἣν ὀνομάζουσιν ἐγκέφαλον αὐτοῦ. τί δεῖ λέγειν ἔτι περὶ τῶν ἁπαλῶν ἀκανθῶν; εἰσὶ γὰρ αὗταί γε καὶ χωρὶς λιμοῦ δι’ ὄξους ἐσθιόμεναι καὶ γάρου μέτριον ἔδεσμα. προσεπιβάλλουσι δὲ ἔνιοι καὶ τοὔλαιον αὐταῖς, μάλιστα ὅταν ἐν ὕδατι προαποζεσθῶσι· διττῶς γὰρ αὐταῖς χρῶνται, πολλάκις μὲν ὠμαῖς, ἐνίοτε δὲ καὶ ἑψημέναις. ἀκανθώδη δὲ λέγω φυτὰ σκολύμους, ἀτρακτυλίδας, ἠρύγγιόν τε καὶ πνίκον καὶ ἀτραγίδα, καὶ τὴν καλουμένην λευκάκανθον, ἔτι τε τὸ ἕτερον εἶδος τοῦ χαμαιλέοντος, ὧν ἔνια τινὲς τῶν κατὰ τοὺς ἀγροὺς ἐμβαλόντες εἰς ὄξος ἢ ἅλμην, ἀποτίθενται αὐτὰ, καθάπερ καὶ τὰς γογγυλίδας καὶ τὰ κρόμμυα καὶ τὰ ἀμπελόπρασα καλούμενα καὶ πύρεθρα, ἕτερά τε τοιαῦτα. τούτου δέ πως τοῦ γένους ἐστὶ καὶ κιβώρια καὶ κολοκάσια, καὶ τὸ καλούμενον ἄβατον. πρόδηλον δ’, ὅτι πρὸς τῷ βραχεῖαν τροφὴν διδόναι τῷ σώματι κακόχυμα πάντ’ ἐστὶ ταῦτα. καί τινά γ’ αὐτῶν ἐστι κακοστόμαχα, πλὴν, ὡς ἔφην, τῶν ἀκανθῶν ἄρτι τῆς γῆς ἀνισχουσῶν. ὅσα δ’ αὐτῶν ἐμβάλλοντες

εἰς ἅλμην ἢ ὄξος ἀποτίθενται καὶ φυλάσσουσιν εἰς ὅλον τὸν ἑξῆς ἐνιαυτὸν, ἐπικτᾶταί τι παρὰ τῆς σκευασίας προκλητικὸν εἰς ἐδωδὴν, εἰ μετρίως αὐτῶν τις γεύοιτο, καθάπερ οἵ τε τῆς ἄγνου βλαστοὶ καὶ οἱ τῆς τερμίνθου. ταῦτα μὲν οὖν ἐν τοῖς ἀγρίοις φυτοῖς ἀριθμοῦσι, καὶ κοινῇ περὶ αὐτῶν αὔταρκες ἐγνωκέναι, κακόχυμα πάντ’ εἶναι. περὶ δὲ τῶν ἡμέρων, οὐ κατὰ κοινὸν λόγον, ἀλλ’ ἰδίᾳ τὴν ἑκάστου δύναμιν ἐπίστασθαι πολὺ κάλλιστόν ἐστι, καὶ μάλιστα τῶν συνεχῆ τὴν χρῆσιν ἐσχηκότων, ἃ καὶ δι’ αὐτὸ τοῦτο σπουδάζεται τοῖς ἀνθρώποις, ὑπὸ μακρᾶς πείρας βασανισθέντα τῶν ἄλλων εἶναι βελτίω. καὶ τοίνυν ἤδη περὶ αὐτῶν ἐφεξῆς ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῶν λαχάνων ποιησάμενος.

40. [Περὶ θριδακίνης.] Προὔκριναν πολλοὶ τῶν ἰατρῶν τὸ λάχανον τοῦτο τῶν ἄλλων ἁπάντων, ὥσπερ τὰ σῦκα τῆς ὀπώρας· εὐχυμότερον γάρ ἐστιν αὐτῶν. ὃ δὲ μέμφονταί τινες αὐτοῦ, μέγιστον ἔπαινον ἔχει· καὶ εἴπερ αὐτῷ ὡς ἀληθὲς ἦν, οὐ μόνον λαχάνων, ἀλλὰ καὶ τῶν εὐχυμοτάτων τε καὶ τροφιμωτάτων ἐδεσμάτων οὐδὲν ἂν ἦν δεύτερον,

αἷμα γὰρ αὐτήν φασι γεννᾷν. ἔνιοι δὲ οὐχ ἁπλῶς αἷμα λέγουσιν, ἀλλὰ πολὺ προστιθέασι, πολὺ γεννᾷν αἷμα λέγοντες τὴν θριδακίνην. ἀλλ’ οὗτοι, κᾂν εἰ φρονιμώτερον ἐγκαλοῦσι, μείζονά γε ψεύδονται τῶν ἑτέρων· καίτοι καὶ αὐτὸ τὸ πολὺ γεννᾷν αἷμα λεγόμενον οὐκ ἄν τις εὐλόγως μέμψαιτο. δῆλον γὰρ, ὅτι τὸ τοιοῦτον πάντων ἂν εἴη τῶν ἐδεσμάτων εὐχυμότατον, εἴ γε πλεῖστον μὲν αἷμα, τῶν δ’ ἄλλων χυμῶν οὐδένα γεννᾷν πέφυκεν. εἰ δὲ πλεῖστον ἀθροίζεσθαι φήσουσιν ἐκ τῆς θριδα κίνης καὶ διὰ τοῦτο μέμφοιντο, ῥᾷστον ἐπανορθώσασθαι τὸ ἔγκλημα, δυναμένων γε τῶν ἐσθιόντων αὐτὰς διαπονεῖσθαι μὲν πλείω, προσφέρεσθαι δὲ ὀλίγας. ταῦτα μὲν οὖν ἀπόχρη λέγεσθαι πρὸς τοὺς ψέγοντας οὐκ ὀρθῶς τὸ λάχανον τοῦτο. γινώσκειν δὲ χρὴ, πάντων τῶν λαχάνων ὀλίγιστόν τε καὶ κακόχυμον αἷμα γεννώντων, ἐκ τῆς θριδακίνης οὐ πολὺ μὲν, οὐδὲ κακόχυμον, οὐ μὴν εὔχυμόν γε τελέως αἷμα γίνεσθαι. ἐσθίουσι δὲ αὐτὴν ὡς τὰ πολλὰ μὲν ὠμήν· ὅταν δὲ εἰς σπέρματος γένεσιν ἐξορμᾷν ὑπάρξηται
θέρους ὥρᾳ, προαφεψήσαντες ἐν ὕδατι γλυκεῖ, προσφέρονται δι’ ἐλαίου καὶ γάρου καὶ ὄξους, ἢ διά τινος τῶν ὑποτριμμάτων, καὶ μάλιστα ὅσα διὰ τυροῦ σκευάζονται. χρῶνται δ’ αὐτῇ καὶ πρὶν εἰς καυλὸν ὁρμῆσαι πολλοὶ δι’ ὕδατος ἕψοντες, ὥσπερ κᾀγὼ νῦν ἠρξάμην ἀφ’ οὗ τῶν ὀδόντων φαύλως ἔχω. ἰδὼν γάρ τις τῶν ἑταίρων ἐν ἔθει μὲν ὄν μοι ἐκ πολλοῦ τὸ λάχανον, ἐπίπονον δὲ νῦν ἴσχοντα τὴν μάσησιν, εἰσηγήσατο τὴν ἕψησιν. ἐχρώμην δὲ θριδακίναις ἐν νεότητι μὲν ἐκχολουμένης μοι συνεχῶς τῆς ἄνω γαστρὸς ἐμψύξεως ἕνεκεν, ὁπότε δὲ εἰς τὴν καθεστηκυῖαν ἡλικίαν ἧκον, ἄκος ἦν μοι τὸ λάχανον τοῦτο τῆς ἀγρυπνίας, ἔμπαλιν, ἤ ὡς ὅτε μειράκιον ἦν, ἐσπουδακότι περὶ τὸν ὕπνον. εἰθισμένος τε γὰρ ἑκουσίως ἀγρυπνεῖν ἐπὶ νεότητος, ἅμα τε καὶ τῆς τῶν παρακμαζόντων ἡλικίας ἀγρυπνητικῆς οὔσης, ἀκουσίως ἀγρυπνῶν ἐδυσφόρουν, καί μοι μόνον ἀλεξιφάρμακον ἀγρυπνίας ἦν ἑσπέρας ἐσθιομένη θριδακίνη. λέγω δὲ οὐκ ἄλλο τι θριδακίνην, ἢ ὃ πάντες οἱ νῦν ἄνθρωποι καλοῦσιν θρίδακα, ἐπεί τοι
παρ’ ἡμῖν ἕτερόν τι λάχανον ἄγριον ὀνομάζεται θριδακίνη, παρά τε τὰς ὁδοὺς φυόμενον, ἐπί τε τοῖς ὑψηλοῖς τῶν τάφρων, ἔτι τε κατὰ τὰς καλουμένας λιβάδας καὶ πολλὰς τῶν ἀσπόρων χωρῶν. ἔστι δὲ μικρὸν ἐκεῖνο τὸ λάχανον, οἷόν περ ἡ ἄρτι φυομένη θρίδαξ ἡ κηπευομένη, καί τι καὶ βραχὺ πικρότητος ἐμφαίνει, καὶ μᾶλλον ἔτι κατὰ τὴν αὔξησιν, ἐκκαυλῆσαν δὲ καὶ πάνυ σαφῆ τὸν πικρὸν ἔχει χυμόν. ὅμοιον δέ τι λάχανον τῇ θριδακίνῃ τῇδε καὶ ἣν ὀνομάζουσι χονδρίλην ἐστὶ, καὶ θᾶττον εἰς καυλὸν ἐξορμᾷ, πικρότητα σαφεστέραν ἔχων καί τινα γλίσχρον τε καὶ λευκὸν ὀπὸν, οἷός περ ὁ τῶν τιθυμάλλων ἐστὶν, ἀλλ’ οὐ δριμὺς, ὡς ἐκείνοις, ᾧ πρὸς ἀνακόλλησιν ἐνίοτε χρώμεθα τῶν ἐν τοῖς βλεφάροις τριχῶν. ταῦτα μὲν οὖν ἄγρια καλεῖται λάχανα πρὸς διορισμὸν τῶν κηπαίων, εἴρηται δὲ μικρὸν· ἔμπροσθεν περὶ αὐτῶν κοινῇ. περὶ δὲ τῆς κηπευομένης θριδακίνης τῆς ἅπασι συνήθως ἐσθιομένης τε καὶ καλουμένης θρίδακος ἐν κεφαλαίῳ πάλιν ἀναλαβὼν ἐρῶ μνήμης ἕνεκεν, ὡς ὑγρὸν μὲν ἔχει τὸν χυμὸν καὶ ψυχρὸν, οὐ

μήν γε καὶ κακόχυμός ἐστι. διὰ τοῦτο οὖν οὐδ’ ἀπεπτεῖται τοῖς ἄλλοις λαχάνοις ὁμοίως, οὐδ’ ἐπέχει τὴν γαστέρα, ὥσπερ οὐδὲ προτρέπει. καὶ ταῦτ’ εἰκότως αὐτῇ συμβέβηκε, μήτ’ αὐστηρόν τι ἐχούσῃ, μήτε στρυφνὸν, ὑφ’ ὧν ἴσχεται τοὐπίπαν ἡ γαστὴρ, ὥσπερ ὑπὸ τῶν ἁλυκῶν τε καὶ δριμέων καὶ ὅλως ῥυπτικὸν ἐχόντων τι προτρέπεται πρὸς ἔκκρισιν, ὧν οὐδ’ αὐτῶν ὑπάρχει τι τῇ θριδακίνῃ.

41. [Περὶ σέρεως.] Εἴτε τοὺς παρὰ Ῥωμαίοις ἰντύβους προσαγορευομένους μόνους ὠνόμαζον οἱ πρόσθεν Ἀθηναῖοι σέρεις, εἴτε τινὰ καὶ ἄλλα τῶν ἀγρίων λαχάνων φυτῶν, οὐκ ἀκριβῶς ἔχω φάναι. οἱ δ’ ἴντυβοι ταῖς θρίδαξι παραπλησίαν ἔχουσι τὴν δύναμιν, ἀπολειπόμενοι καθ’ ἡδονὴν αὐτῶν καὶ τἄλλα τὰ πρόσθεν εἰρημένα περὶ θριδακίνης.

42. [Περὶ μαλάχης.] Ἔστι καὶ ταύτης ἑτέρα τῆς κηπευομένης ἡ ἀγρία μαλάχη, καθάπερ τῆς θρίδακος ἡ θριδακίνη. διαφέρει δὲ τῶν ὁμοειδῶν φυτῶν ξηρότητι μὲν τὸ ἄγριον, ὑγρότητι δὲ τὸ κηπευόμενον. ἔχει δέ τι καὶ γλίσχραν

κατὰ τὸν χυλὸν ἡ μαλάχη, τῆς θρίδακος οὐκ ἐχούσης, ἀποκεχώρηκέ τε σαφῶς τοῦ ψύχειν, ὡς καὶ πρὸ τῆς ἐδωδῆς ἔνεστι γνῶναι, καταπλάσαντά τι τῶν θερμῶν παθῶν, οἷόν πέρ ἐστι τὸ ἐρυσίπελας, ἀμφοτέροις ἐν μέρει τοῖς λαχάνοις, ὥσπερ καὶ ποιοῦσιν οἱ ἄνθρωποι, τρίβοντες ἐπιμελῶς τὰ μαλακὰ τῶν φύλλων ἄχρι τοῦ λειότατα γενέσθαι. γνώσεται γὰρ ἐν τῷδε τὴν μὲν θρίδακα ψύχουσαν φανερῶς, μετρίαν δέ τινα καὶ οἷον χλιαρὰν θερμασίαν ἔχουσαν τὴν μαλάχην. ὑπέρχεται δὲ τὸ λάχανον ῥᾳδίως τοῦτο, οὐ διὰ τὴν ὑγρότητα μόνον, ἀλλὰ καὶ διὰ τὴν γλισχρότητα, καὶ μάλιστα ὅταν ἐλαίου τε καὶ γάρου δαψιλῶς τις οὕτως συγκαταπίῃ. μετρίως δὲ ἔχει καὶ κατὰ τὴν θρέψιν αὕτη. τῶν τριῶν δὲ λαχάνων τούτων εἰ παραβάλλοις τὸν χυλὸν, ὁ μὲν τοῦ τεύτλου λεπτομερής τε καὶ ῥυπτικός ἐστιν, ὁ δὲ τῆς μαλάχης παχύτερός τε καὶ γλισχρότερος, ὁ δὲ τῆς θριδακίνης μέσος ἀμφοῖν.

43. [Περὶ τεύτλου.] Μαλάχην μὲν ἔφην οὐ μόνον ἥμερον, ἀλλὰ καὶ ἀγρίαν εἶναί τινα, καθάπερ γε καὶ

θριδακίνην. ἄγριον δὲ τεῦτλον οὐκ ἔστιν, εἰ μή τις ἄρα τὸ λάπαθον οὕτως ὀνομάζειν βούλοιτο. χυλὸς δ’ ἐν τοῖς τεύτλοις εἶναι φαίνεται ῥυπτικὸς, ὃς καὶ τὴν γαστέρα πρὸς ἔκκρισιν ἐπεγείρει, καὶ τὸν στόμαχον ἐνίοτε δάκνει, καὶ μάλιστ’ ἐκείνων, ὅσοι περ ἂν εὐαίσθητον αὐτὸν ἔχωσι φύσει, καὶ διὰ τοῦτο κακοστόμαχόν ἐστιν ἔδεσμα πλεῖον βρωθέν. ἡ τροφὴ δὲ ἡ ἀπ’ αὐτοῦ βραχεῖα, καθάπερ ἡ ἀπὸ τῶν ἄλλων λαχάνων. ἐπιτηδειότερον δὲ αὖ ἐστι μαλάχης εἰς τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις, ἔτι δὲ μᾶλλον, ὅταν μετὰ νάπυος ἢ πάντως γε μετ’ ὄξους ἐσθίηται. καὶ τοῖς ὑποσπλήνοις δὲ τὸν αὐτὸν τρόπον ἐσθιόμενον ἀγαθὸν γίνεται φάρμακον· εἰκότως γὰρ ἄν τις αὐτὸ φάρμακον εἴποι μᾶλλον, ἢ τροφὴν, ὅταν οὕτως ἐσθίηται. καὶ τοῖς ἀνθρώποις δὲ ὁρῶ σχεδὸν ἅπαντα τὰ τοιαῦτα δίκην ὄψων, οὐ τροφῶν ἐσθιόμενα, καθάπερ ἐνίοτε καὶ πράσον καὶ γλήχωνα καὶ θύμα καὶ ὀρίγανον, ἔτι τε καὶ κρόμμυον καὶ σκόροδον καὶ κάρδαμον, ὅσα τε ἄλλα τοιαῦτα.

44. [Περὶ κράμβης.] Καὶ ταύτην οἱ πολλοὶ μὲν ὡς ὄψον ἐσθίουσιν, ἰατροὶ δὲ ὡς φαρμάκῳ ξηραίνοντι

χρῶνται, λέλεκται δὲ περὶ αὐτῆς ἤδη μέν τινα κᾀν ταῖς τῶν φαρμάκων δυνάμεσι, κᾀν τῷ πρὸ τοῦδε συγγράμματι, καὶ νῦν δὲ καὶ ἐπὶ κεφαλαίων εἰρήσεται, τὸν μὲν χυλὸν αὐτῆς ἔχειν τι καθαρτικὸν, αὐτὸ δὲ τὸ σῶμα κατὰ τὸν τοῦ ξηραίνοντος λόγον ἐπέχειν μᾶλλον, ἢ προτρέπειν εἰς ὑποχώρησιν. ὅταν μὲν οὖν ἐκκρίνεσθαι βουλώμεθα τὰ κατὰ τὴν γαστέρα, πλησίον κειμένης τῆς κακκάβης, ἐν ᾗπερ ἂν ἑψημένη τύχῃ μετὰ ὕδατος, ἀνασπῶντας αὐτὴν εὐθέως ἐμβάλλειν χρὴ τοῖς ἀγγείοις, ἐν οἷσπερ ἐσκεύασται τοὔλαιον ἅμα τῷ γάρῳ. διαφέρει δ’ οὐδὲν, εἰ ἁλῶν ἀντὶ γάρου λαμβάνοιτο. ξηρᾶναι δὲ ὑγρὰν γαστέρα βουληθέντες, ὅταν ἤδη μετρίως ἑψῆσθαι δοκῇ, τὸ πρότερον ὕδωρ ἀποχέοντες ἐμβάλλομεν εὐθέως ἑτέρῳ θερμῷ, κᾄπειτα πάλιν ἐκείνω καθεψήσομεν, ὡς τακερὰν γενέσθαι, μὴ καθέψοντες, ὅταν ὑπαγωγῆς ἕνεκα λαμβάνηται. βουλόμεθα γὰρ οὐκ ἀποθέσθαι πάντα τὸν ἴδιον αὐτῆς χυλὸν ἐπὶ τῆς τοιαύτης χρείας, ἀλλὰ φυλάττειν ὅσον οἷόν τε μάλιστα. τελέως μὲν οὖν φυλάττειν τὸν ἴδιον χυλὸν οὐδὲν ἑψόμενον δύναται, μᾶλλον δὲ ἀποβάλλει τὰ μέχρι πλείονος ἑψηθέντα.
καὶ μέντοι καὶ φακῆν ἔφαμεν ὁμοίως κράμβῃ χρῆναι σκευάζειν, ἀμφότερα καὶ αὐτὴν ἐργάζεσθαι δυναμένην, ὑπαγωγήν τε καὶ στάσιν γαστρός. ὀνομάζεται δὲ ἡ οὕτως σκευασθεῖσα δίσεφθος καὶ κράμβη καὶ φακῆ. καὶ κρόμμυον δὲ καὶ πράσον καὶ πολὺ μᾶλλον ἀμπελόπρασόν τε καὶ σκόροδον, ὅ τι τ’ ἄν ἄλλο βουληθῇς ἐπὶ τοὐναντίον ἀποστῆσαι τῆς ἀρχαίας φύσεως, οὕτως σκεύαζε, μεμνημένος ἐκείνου πρὸ πάντων, ὡς οὐ χρὴ ψαύειν οὔτ’ ἀέρος οὔθ’ ὕδατος ψυχροῦ τόδε ἑψόμενον, οὐκέτι γὰρ ἀκριβῶς γίνεται τακερὸν, οὐδ’ ἂν ἐπὶ πλεῖστον ἕψῃς, ἀλλὰ χρὴ, καθάπερ εἶπον ἀρτίως, ἕτοιμον ἔχοντας ὕδωρ θερμὸν, ἀνελκύσαντας ἐκ τοῦ προτέρου, μεταβάλλειν εὐθέως εἰς ἐκεῖνο. ξηραίνει μὲν οὖν ἀλλήλοις παραπλησίως φακῆ τε καὶ κράμβη, καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνει, πλὴν εἰ τύχοι ποθ’ ὑγρότερος ὤν παρὰ φύσιν σύμπας ὁ ὀφθαλμός. ἀλλ’ ἡ μὲν φακῆ τροφὴν οὐκ ὀλίγην δίδωσι τῷ σώματι, καὶ ταύτην παχεῖάν τε καὶ μελαγχολικὴν, ἡ δὲ κράμβη βραχεῖαν τὴν τροφὴν ἔχει, καὶ ταύτην ὑγροτέραν τῆς φακῆς, ὡς ἄν εἰ στερεὸν οὐκ οὖσα σιτίον, ἀλλὰ χαῦνον.

οὐ μὴν εὔχυμόν ἐστιν ἔδεσμα κράμβη, καθάπερ ἡ θριδακίνη, ἀλλὰ καὶ μοχθηρὸν ἔχει καὶ δυσώδη τὸν χυλόν. ἐπιφανὲς δ’ εἰς οὔρησιν οὔτ’ ἀγαθὸν οὔτε κακὸν ἐξ αὐτῆς ἀποβαῖνον εἰπεῖν ἔχω. τοῦτο τὸ λάχανον οἱ τὴν ἐπίτριπτον ψευδοπαιδείαν ἀσκοῦντες ὀνομάζειν ἀξιοῦσι ῥάφανον, ὥσπερ τοῖς πρὸ ἑξακοσίων ἐτῶν Ἀθηναίοις διαλεγομένων ἡμῶν, ἀλλ’ οὐχὶ τοῖς νῦν Ἕλλησιν, οἷς ἅπασιν ἔθος ἐστὶν οὐκ ἐπ’ ἄλλου φυτοῦ τὸ τῆς κράμβης ὄνομα φέρειν.

45. [Περὶ ἀτραφάξυος καὶ βλίτου.] Ὑδατωδέστερα λαχάνων ἐστὶ ταῦτα καὶ, ὡς ἂν εἴποι τις, ἄποια, τῆς κολοκύνθης ἤτοι μᾶλλον, ἢ πάντως οὐχ ἧττον, ὅταν ἑψηθέντα τύχῃ δηλονότι· μόνη γὰρ ἐν τοῖς τοιούτοις ἡ θρίδαξ ἑκατέρως ἐσθίεται. κατανοήσας δέ τις ἀτραφάξυός τε καὶ βλίτου τὴν διὰ τῆς γεύσεως ποιότητα, κᾄπειτα ἀναμνησθεὶς κράμβης, ἐν τῷ μέσῳ συγχωρήσει τὴν θρίδακα τῶν λαχάνων τούτων εἶναι καὶ τῆς κράμβης, ἐπειδὴ ξηραίνει μὲν ἱκανῶς ἐκείνη, ταῦτα δὲ ὑδατώδη τελέως ἐστί. καὶ διὰ τοῦτο ἐμβάλλοντες ὄξος, οὐκ ἐκ μόνων ἐλαίου τε καὶ γάρου

προσφέρονται μᾶλλον αὐτὰ, κακοστόμαχα γὰρ ἄλλως λαμβανόμενα. λέλεκται δὲ, ὡς τὰ τοιαῦτα λάχανα ῥέπει μέν πως ἐπὶ τὸ ῥᾳδίως ὑπιέναι, καὶ μάλιστ’ ἂν ἔχῃ μετὰ τῆς ὑγρότητος ὀλισθηρὸν, οὐ μὴν ἰσχυράν γε τὴν κάτω ῥοπὴν, ἀλλὰ βραχεῖαν ἔχει, διὰ τὸ μηδεμίαν ὑπάρχειν αὐτοῖς ἢ δριμεῖαν ἢ νιτρώδη ποιότητα, πρὸς ἔκκρισιν ἐπεγείρουσαν τὴν γαστέρα. πρόδηλον δ’, ὅτι καὶ τὴν ἀφ’ ἑαυτῶν τροφὴν ἐλαχίστην δίδωσι τῷ σώματι.

46. [Περὶ ἀνδράχνης.] Ὡς ἐδέσματι μὲν χρῶνταί τινες, ὀλίγην δὲ τροφὴν ἔχει, καὶ ταύτην ὑγρὰν καὶ ψυχρὰν καὶ γλίσχραν, ὡς φάρμακον δ’ αἱμωδίαν ἰᾶται διὰ τὴν ἄδηκτον γλισχρότητα, περὶ ἡς ἐπὶ πλέον ἐν τῇ τῶν εὐπορίστων φαρμάκων πραγματείᾳ λέγεται.

47. [Περὶ λαπάθου.] Δύναταί τις, ὡς πρόσθεν ἔφην, ἄγριον εἶναι φάναι τεῦτλον αὐτὸ, παραπλήσιον ὑπάρχον οὐ τῇ γεύσει μόνον, ἀλλὰ καὶ τῇ δυνάμει, τῷ κηπευομένῳ τεύτλῳ. ἐπεὶ δὲ τὸ τεῦτλον ἥδιόν ἐστι τοῦ λαπάθου, διὰ τοῦτο μᾶλλον ἐσθίουσιν αὐτὸ πάντες οἱ ἄνθρωποι.

διὰ τοῦτο οὖν οὐδὲ ἐγὼ δεήσομαι λόγου τινὸς περὶ λαπάθου, περὶ τοῦ τεύτλου πάνθ’ ὅσα προσήκει εἰρηκώς.

48. [Περὶ ὀξυλαπάθου.] Καὶ τοὔνομα ἐμφαίνει τοῦ φυτοῦ τοῦδε τὴν ποιότητα καὶ τὴν δύναμιν, ἔστι γὰρ λάπαθον ὀξύ. τὸ μὲν οὖν λάπαθον οὐκ ἄν τις ὠμὸν φάγοι, καθάπερ οὐδὲ τὸ τεῦτλον, ὀξυλάπαθον δὲ ἐσθίουσιν ὠμὸν ἐπὶ τῆς ἀγροικίας αἱ κιττῶσαι γυναῖκες, ἐνίοτε δὲ καί τινα τῶν περιέργων παιδίων. εὔδηλον δ’, ὅτι καὶ τοῦτο τῶν ἀτρόφων λαχάνων ἐστὶ πολὺ μᾶλλον ἢ τὸ λάπαθον.

49. [Περὶ στρύχνου.] Τῶν ἐσθιομένων λαχάνων οὐδὲν οἶδα τοσαύτην ἔχοντα στύψιν, ὅσην ὁ στρύχνος. εἰκότως οὖν ὡς τροφῇ μὲν αὐτῷ σπανιάκις, ὡς φαρμάκῳ δὲ συνεχῶς χρώμεθα. δραστήριον μὲν γάρ ἐστιν, εἰς ὅσα ψύξεως στυφούσης ἐστὶ χρεία, τροφὴν δ’ ἐλαχίστην ἔχει.

50. [Περὶ ἀκανθωδῶν φυτῶν.] Ἀνίσχοντα τῆς γῆς ἄρτι τὰ τοιαῦτα φυτὰ, πρὶν εἰς ἀκάνθας αὐτῶν τελευτῆσαι

τὰ φύλλα, πολλοὶ τῶν ἀγροίκων ἐσθίουσιν οὐκ ὠμὰ μόνον, ἀλλὰ καὶ δι’ ὕδατος ἕψοντες, ἐναποβάπτοντες δὲ τὰ μὲν ὠμὰ γάρῳ καὶ ὄξει, τὰ δὲ ἑφθὰ τούτοις αὐτοῖς ἐπιχέοντες ἔλαιον. ὅτι δὲ ἐλαχίστην τροφὴν ἔχει πάντα τὰ λάχανα, καὶ ταύτην ὑδατώδη καὶ λεπτὴν, ἔμπροσθεν εἴρηται. τὰ δ’ οὖν ἀκανθώδη μετρίως ἐστὶν εὐστόμαχα. τούτων τῶν φυτῶν καὶ σκόλυμός ἐστι καὶ ἀτρακτυλὶς, καὶ ἡ καλουμένη λευκάκανθα, δίψακός τε καὶ κνίκος, καὶ τραγάκανθα καὶ ἀτραγὶς, ἥ τε τετιμημένη μειζόνως ἢ προσήκει κινάρα.

51. [Περὶ κινάρας.] Καλοῦσι δ’ αὐτὴν πάντες οἱ φεύγοντες τὸ συνήθες, οὐ διὰ τοῦ κ καὶ τοῦ ι τὴν πρώτην συλλαβὴν ὀνομάζοντες, ἀλλὰ διὰ τοῦ κ καὶ υ. κακόχυμον δέ ἐστιν ἔδεσμα, καὶ μάλισθ’ ὅταν ἤδη σκληροτέρα γένηται, καὶ γὰρ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ πλείονα τηνικαῦτα ἴσχει, καὶ τὴν ὅλην οὐσίαν σκληρωδεστέραν, ὥστ’ ἐκ μὲν ταύτης μελαγχολικὸν γεννᾶσθαι χυμὸν, ἐκ δὲ τοῦ χυλοῦ τοῦ κατ’ αὐτὴν λεπτὸν καὶ πικρόχολον, ἄμεινον οὖν ἀφέψοντας αὐτὴν οὕτως ἐσθίειν, εἰ μὲν δι’ ἐλαίου καὶ γάρου καὶ

οἴνου προσφέροιτό τις, ἐπεμβάλλοντα κορίανον, εἰ δὲ ἐν λοπάδι σκευάζων ἢ ταγηνίζων, ἄνευ τούτων· πολλοὶ γὰρ οὕτως ἐσθίουσι τὰς οἷον κεφαλὰς αὐτῶν, ἃς ὀνομάζουσι σπονδύλους.

52. [Περὶ σελίνων καὶ ἱπποσελίνων καὶ σίων καὶ σμυρνίου.] Πάντα ταῦτά ἐστιν οὐρητικά. συνηθέστατα δ’ αὐτῶν ἔτι καὶ ἡδίω καὶ εὐστομαχώτερα τὰ σέλινα· τὸ δ’ ἱπποσέλινον καὶ σίον ἀηθέστερα. τὸ μὲν οὖν σμύρνιον οὐκ ἄηθες· ἐν γοῦν τῇ Ῥώμῃ πάμπολυ πιπράσκεται· δριμύτερον δ’ ἐστὶ καὶ θερμότερον πολλῷ τοῦ σελίνου, καί τι καὶ ἀρωματῶδες ἔχει. μᾶλλόν τε οὖν οὐρητικόν ἐστι σελίνου καὶ ἱπποσελίνου καὶ σίου, καὶ γυναιξὶ κινεῖ τὰ καταμήνια. ποιεῖ δὲ καὶ καυλὸν ἦρος ὥρᾳ δυνάμενον ὠμὸν ἐσθίεσθαι παραπλησίως τοῖς φύλλοις, ἃ διὰ τοῦ χειμῶνος ἦν μόνα τῷ φυτῷ, μηδέπω καυλὸν ἔχοντι, καθάπερ οὐδὲ τὸ σέλινον. ὕστερον δὲ προγενομένου τοῦ καυλοῦ, τὸ σύμπαν ἥδιον γίνεται, κᾂν ὠμὸν ἐσθίῃ τις αὐτὸ, κᾂν ἑφθὸν, εἴτ’ ἐξ ἐλαίου καὶ γάρου τύχοι βουληθεὶς, εἴτ’ οἴνου προσεπεμβάλλων, εἴτε ὄξους.

ἔνιοι δὲ καὶ δι’ ὄξους καὶ γάρου μόνον ἐσθίουσι, καθάπερ τὰ σέλινα· τινὲς δὲ τούτοις ἐπεμβάλλουσιν ἐλαίου βραχύ. τὸ δὲ ἱπποσέλινόν τε καὶ σίον ἕψοντες ἐσθίουσιν, ὠμὸν γὰρ ἑκάτερον αὐτῶν ἀηδὲς φαίνεται. τά γε μὴν σέλινα καὶ τὰ σμύρνια καὶ τῆς θρίδακος φύλλοις μιγνύντες προσφέρονταί τινες· ἄποιον γὰρ οὖσα λάχανον ἡ θρίδαξ, ἔτι τε ψυχρὸν ἔχουσα χυμὸν, ἡδίων τε ἅμα καὶ ὠφελιμωτέρα γίνεται τῶν δριμέων τι προσλαμβάνουσα. κατὰ τοῦτο γοῦν ἔνιοι καὶ τὰ τῶν εὐζώμων καὶ τὰ τῶν πράσων φύλλα μιγνύουσιν αὐτῇ· εἰσὶ δὲ οἳ καὶ τῶν ὠκίμων. ὀνομάζουσι δ’ ἐν Ῥώμῃ συνήθως ἤδη πάντες οὐ σμύρνιον, ἀλλ’ ὀλούσατρον τὸ λάχανον τοῦτο. καὶ τις ἴσως αὐτὸ τὴν ἀρχὴν οὐδὲ ἀριθμεῖν ἐν ταῖς τροφαῖς ἀξιώσει, καθάπερ οὐδὲ τὸ σίον, οὐδὲ τὸ ἱπποσέλινον· εἶναι γὰρ ἅπαντα τὰ τοιαῦτα τῶν σιτίων ὄψα, καθάπερ καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα, πράσα τε καὶ ἀμπελόπρασα, καὶ πάντα ἁπλῶς τὰ δριμέα. τούτου δὲ τοὺ γένους ἐστὶ καὶ πήγανον καὶ ὕσσωπον, ὀρίγανόν τε καὶ μάραθρον καὶ κορίανον, περὶ ὧν ἐν τοῖς ὀψαρτυτικοῖς συγγράμμασι λέγεται, κοινοῖς

μέν πως οὖσιν ἰατροῖς τε καὶ μαγείροις, ἔχουσι δὲ τέλος καὶ σκοπὸν ἴδιον. ὠφελείας γὰρ ἡμεῖς στοχαζόμεθα τῆς τῶν ἐδεσμάτων, οὐχ ἡδονῆς. ἐπὶ δ’ ἐνίων ἡ κατὰ τὴν ἐδωδὴν ἀηδία μέ γα μέρος εἰς ἀπεψίαν συμβάλλεται· κατὰ τοῦτ’ οὖν μετρίως ἡδύνειν αὐτὰ βέλτιόν ἐστιν ἡ δὲ τῶν μαγείρων ἡδονὴ μοχθηροῖς οὕτως ἀρτύμασιν ὡς τὸ πολὺ χρῆται συνήθως, ὡς ἀπεψίαν μᾶλλον ἢ εὐπεψίαν αὐτοῖς ἕπεσθαι.

53. [Περὶ εὐζώμου.] Θερμαίνει σαφῶς πάνυ τοῦτο τὸ λάχανον, ὥστε οὐδὲ μόνον ἐσθίειν αὐτὸ ῥᾴδιον ἄνευ τοῦ μίξαι τοῖς φύλλοις τῆς θριδακίνης. ἀλλὰ καὶ σπέρμα γεννᾷν πεπίστευται, καὶ τὰς πρὸς τὴν συνουσίαν ὁρμὰς ἐπεγείρειν. κεφαλαλγὲς δ’ ἐστὶ, καὶ μᾶλλον ἐάν τις αὐτὸ μόνον ἐσθίῃ.

54. [Περὶ ἀκαλήφης, ἣν καὶ κνίδην ὀνομάζουσι.] Τῶν ἀγρίων βοτανῶν ἕν τι καὶ τοῦτό ἐστι, λεπτομερῆ δύναμιν ἔχον. εἰκότως οὖν ὡς τροφῇ μὲν οὐδεὶς αὐτῷ χρῆται χωρὶς τοῦ μεγίστῳ πιεσθῆναι λιμῷ. χρήσιμον δ’ ἐστὶν ὡς ὄψον τε καὶ φάρμακον ὑπακτικὸν γαστρός.

55. [Περὶ γιγγιδίου καὶ σκάνδικος.] Πλεῖστον ἐν Συρίᾳ τὸ γιγγίδιον φύεται καὶ βιβρώσκεται παραπλήσιον τῷ παρ’ ἡμῖν σκάνδικι. πάνυ δ’ ἐστὶν εὐστόμαχον, ἐάν τε ὠμὸν, ἐάν τε καὶ ζέσας αὐτὸ βούλῃ προσφέρεσθαι. μακροτέρας δ’ ἑψήσεως οὐκ ἀνίσχονται. προσφέρονται δ’ αὐτό τινες δι’ ἐλαίου καὶ γάρου, τινὲς δὲ καὶ οἶνον ἢ ὄξος ἐπεμβάλλοντες· καὶ πολύ γε μᾶλλον εὐστόμαχόν τ’ ἐστὶ καὶ τοὺς ἀποσίτους προτρέπει μετ’ ὄξους ἐσθιόμενον. εὔδηλον δ’, ὅτι καὶ τοῦτο τὸ βοτάνιον φάρμακόν ἐστι μᾶλλον, ἢ τροφὴ, καὶ γάρ τοι καὶ στύψεως καὶ πικρότητος σαφοῦς οὐκ ὀλίγης μετέχει.

56. [Περὶ ὠκίμου.] Ὄψῳ μὲν καὶ τούτῳ χρῶνται πολλοὶ, δι’ ἐλαίου καὶ γάρου προσφερόμενοι, κακοχυμότερον δέ ἐστι, καὶ διὰ τοῦτο προσεπιψεύδονταί τινες αὐτοῦ, φάσκοντες, εἰ τριφθὲν ἐμβληθείη χύτρᾳ καινῇ, τάχιστα γεννᾷν ἐν ὀλίγαις ἡμέραις σκορπίους, καὶ μάλισθ’ ὅταν ἐν ἡλίῳ τις ἑκάστης ἡμέρας θερμαίνῃ τὴν χύτραν. ἀλλὰ τοῦτο

μὲν ψεῦδός ἐστι, κακόχυμον δὲ καὶ κακοστόμαχον καὶ δύσπεπτον εἶναι λάχανον ἀληθῶς ἂν εἴποις αὐτό.

57. [Περὶ μαράθρου.] Καὶ αὐτόματον μὲν ἐνίοτε φύεται τοῦτο, καθάπερ καὶ τὸ ἄνηθον, ἀλλὰ καὶ σπείρουσιν αὐτὸ κατὰ τοὺς κήπους, καὶ χρῶνται συνεχέστατα μὲν εἰς τὰς ἀρτύσεις ἀνήθῳ, μαράθρῳ δὲ ὡς ὄψῳ. καὶ γὰρ ἀποτίθενται παρ’ ἡμῖν αὐτὸ, παραπλησίως πυρέθρῳ καὶ τερμίνθῳ συντιθέντες, ὡς εἰς ὅλον εἶναι ἐνιαυτὸν χρήσιμον, ὥσπερ καὶ τὰ κρόμμυα καὶ τὰς γογγυλίδας καὶ ἕτερά τε τοιαῦτα, τὰ μὲν δι’ ὄξους μόνου, τὰ δὲ δι’ ὀξάλμης συντιθέμενοι.

58. [Περὶ ἀσπαράγων.] Εἴτε διὰ τοῦ φ λέγειν ἐθέλοις, εἴτε διὰ τοῦ π τὴν δευτέραν συλλαβὴν τῶν ἀσπαράγων, καθάπερ ἅπαντες, οὐ νῦν πρόκειται σκοπεῖν, οὐδὲ γὰρ τοῖς Ἀττικίζειν τῇ φωνῇ σπουδάζουσιν, ἀλλὰ τοῖς ὑγιαίνειν ἐθέλουσι γράφεται ταῦτα, κᾂν, τοῦτο δὴ τὸ τοῦ Πλάτωνος, μήτε γράμματα, μήτε νοῦν ἐπίστανται. καλούντων οὖν τῶν Ἑλλήνων σχεδὸν ἁπάντων τοὺς ἁπαλοὺς καυλοὺς,

ὅταν αὐξάνωνται πρὸς τὴν τοῦ καρποῦ τε καὶ σπέρματος ἐκβολὴν, ἀσπαράγους διὰ τοῦ π, τὴν δύναμιν αὐτῶν ἐροῦμεν, ἐπιτρέψοντες ὅπως ἂν ὀνομάζειν ἐθέλωσιν οἱ χρώμενοι. πολλὰ μὲν οὖν τῶν λαχάνων τε καὶ ὅλως τῶν φυτῶν γεννᾷν πέφυκεν ἐκβλαστήματα τοιαῦτα, πάντα δὲ οὐκ ἐσθίουσιν αὐτά. καὶ διὰ τοῦτο περὶ τῶν συνηθεστέρων ὁ λόγος ἡμῖν ἔσται, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν ἐποιήσαμεν. ὁ μὲν οὖν τῆς κράμβης, ὃ καὶ κῦμα καλοῦσιν ἔνιοι, κατὰ συναίρεσιν, ἐμοὶ δοκεῖν, τοῦ διὰ τριῶν συλλαβῶν ὀνόματος λεγομένου τοῦ κυήματος, τῆς κράμβης αὐτῆς ἧττον ξηραίνει καίτοι τῶν ἄλλων λαχάνων ξηρότερος τὴν κρᾶσιν ὁ καυλὸς τῶν φύλλων ἐστὶν ὡς ἐπὶ τὸ πολὺ, καὶ μάλισθ’ ὅταν ἐγγὺς ἥκῃ τοῦ τὸν καρπὸν ἀποχεῖν. λέγω δὲ ἄλλα λάχανα τοιαῦτα εἶναι, θριδακίνην, ἀτράφαξυν, βλίτον, τεῦτλον, μαλάχην. ἔμπαλιν τὸν ῥαφανίδος τε καὶ ἀσπαράγου καὶ γογγυλίδος καὶ νάπυος καὶ καρδάμου καὶ πυρέθρου καὶ πάντων σχεδὸν, ὅσα δριμέα καὶ θερμὰ, ὑγρότερον εἶναι συμβέβηκε. ποιεῖ δὲ καὶ βολβὸς καὶ σέλινον καὶ σίον, εὔζωμόν τε καὶ ὤκιμον, ὀξυλάπαθόν τε καὶ λάπαθον,

ἅπασαί τε λαχανώδεις πόαι τοιοῦτόν τινα, πρὶν ἐκκαρπεῖν, καυλόν· ἐκκαρπησάντων δὲ, ξηραίνεταί τε καὶ ἄχρηστος εἰς ἐδωδὴν ἀνθρώπων γίνεται. πάντα δὲ τὰ τοιαῦτα δι’ ὕδατος ἑψηθέντα μετ’ ἐλαίου καὶ γάρου προσφέρονται, βραχέος ὄξους ἐπεμβάλλοντες· ἡδύτερα γὰρ οὕτως καὶ εὐστομαχώτερα γίνονται, τροφὴν μέντοι τῷ σώματι δίδωσιν ὀλίγην τε καὶ οὐκ εὔχυμον.

59. [Περὶ ἑτέρου γένους ἀσπαράγων.] Ἕτερον δὲ γένος ἀσπαράγων, ἐπὶ τοῖς θαμνώδεσι φυτοῖς γιγνόμενον, ὀξυμυρσίνη τε καὶ χαμαιδάφνη καὶ ὀξυάκανθα. καὶ τούτων ἕτεροί τινες, ὁ μὲν βασιλικὸς, ὁ δὲ ἕλειος ὀνομαζόμενος, ὥσπερ γε καὶ ὁ τῆς βρυωνίας ἕτερος τῶνδε. πάντες δέ εἰσιν εὐστόμαχοί τε καὶ διουρητικοὶ καὶ βραχὺ τὸ τρόφιμον ἔχοντες. εἰ μέντοι πεφθεῖεν καλῶς οἱ τοιοῦτοι, τροφιμώτεροι τῶν ἐπὶ τοῖς λαχάνοις ἀσπαράγων εἰσὶν, ὅσῳ καὶ ξηρότεροι. ὁμοιότης δέ τίς ἐστι τοῖς τε τῶν θάμνων καὶ τοῖς τῶν δένδρων βλαστήμασιν, οὐκ ἀκριβὴς ταυτότης. καὶ γὰρ ξυλωδέστερα

τὰ τῶν δένδρων, διὸ καὶ ῥητέον ἐφεξῆς ὑπὲρ αὐτῶν ἰδίᾳ.

60. [Περὶ βλαστῶν.] Οἱ βλαστοὶ τῶν δένδρων τε καὶ θάμνων ἀναλογίαν ἔχουσι τοῖς ἐπὶ τῶν λαχάνων ἀσπαράγοις· ἐκβλαστήματα γάρ εἰσι κᾀκεῖνοι πρὸς καρποῦ γένεσιν ἐξορμῶντος τοῦ φυτοῦ. διαφέρουσι δὲ τῷ τῶν δένδρων μὲν τὸ στέλεχος ἀεὶ διαμένειν, ἀνάλογον ὑπάρχον τῷ κατὰ τὰ λαχανώδη τε καὶ ποώδη καυλῷ, τὸν δ’ ἐπὶ τούτων καυλὸν ἐπέτειον εἶναι. πάντες οὖν οἱ βλαστοὶ τῶν δένδρων τε καὶ θάμνων, ἑψηθέντες ἐν ὕδατι, βιβρώσκεσθαι δύνανται, πλὴν εἴ τινες ἤτοι ἀηδεῖς, ἢ φαρμακώδεις εἰσίν· οὐ μὴν ἐσθίουσιν αὐτοὺς οἱ ἄνθρωποι διὰ τὴν τῶν ἄλλων ἐδεσμάτων, ὅσα βελτίω τούτων, ἀφθονίαν. ἐν λιμῷ δὲ ὑπὸ τῆς ἀνάγκης ἐπὶ τὴν ἐδωδὴν αὐτῶν ἔρχονται· τρέφουσι γάρ πως, ἐὰν καὶ αὐτοὶ καλῶς πεφθῶσι. καλλίους δ’ αὐτῶν εἰσιν οἱ τῆς τερμίνθου τε καὶ ἄγνου καὶ ἀμπέλου καὶ σχοίνου καὶ βάτου καὶ κυνοσβάτου. παρ’ ἡμῖν δὲ καὶ συντιθέντες εἰς ὄξος ἢ ὀξάλμην τοὺς τῆς τερμίνθου βλαστοὺς ἀποτίθενται.

61. [Περὶ τῆς ἐν τοῖς μέρεσι τῶν ἐσθιομένων φυτῶν διαφορᾶς.] Ἐβουλόμην ἂν ἀληθῆ τὸν Μνησιθέου λόγον ὑπάρχειν, ὃν ἐν τῷ περὶ τῶν ἐδεσμάτων ἔγραφεν. οἱ γὰρ καθόλου λόγοι διὰ βραχείας λέξεως πολλὰ διδάσκουσιν, ὅταν γε ἀληθεῖς ὦσιν, ὥσπερ γε μεγάλα βλάπτουσιν οὐκ ἀληθεύοντες. ἔστι δὲ, ἃ λέγει καθόλου περὶ τῶν ἐν τοῖς φυτοῖς μορίων ὁ Μνησίθεος, ταῦτα. Πρῶτον μὲν οὖν αἱ ῥίζαι πᾶσαι δύσπεπτοί τέ εἰσι καὶ ταρακτικαὶ, λέγω δὲ οἷον ῥαφανίδες, σκόροδα, κρόμμυα, γογγυλίδες, καὶ πᾶν τὸ τοιοῦτον γένος. ὅσων γὰρ ἡ ῥίζα καὶ τὸ κατὰ τῆς γῆς πεφυκὸς ἐδώδιμόν ἐστι, πάντα τὰ τοιαῦτα εἰς τὴν δύσπεπτον ἰδέαν καταχωρίζεται. συμβαίνει γὰρ τὰς τροφὰς ἐκ τῶν ῥιζῶν ἅπασι τοῖς μέρεσι τῶν φυομένων ἀναπέμπεσθαι. συνάγουσιν οὖν εἰς αὑτὰς ὑγρότητα πολλὴν αἱ ῥίζαι, καὶ ταύτην δύσπεπτον ἔχουσι τὴν πλείστην· οὐδὲ γὰρ ἐνδέχεται πεπεμμένην αὐτὴν εἶναι πᾶσαν. τὸ γὰρ πεπεμμένον δοκεῖ τετελειῶσθαι, τὸ δ’ ἐν ταῖς ῥίζαις ὑγρὸν ἑτέρωθεν δεῖ λαβεῖν τὸ τίλος τῆς πέψεως, διαδοθὲν ἐπὶ τὰ μόρια τοῦ φυομένου·

πάντα γὰρ ἀπὸ τῆς ῥίζης τρέφεται. διόπερ ἀναγκαῖον ἀπέπτους αὐτόθι τὰς ὑγρότητας εἶναι· συνειλεγμέναι γὰρ ἐνταῦθα, προσμένουσι τὸ τέλος τῆς ἄνω πέψεως. ὥστ’ ἐν ταῖς ῥίζαις εὔλογον ἀκατεργάστους εἶναι τὰς πλείστας ὑγρότητας, εἰκότως οὖν καὶ τοῖς ἡμετέροις σώμασιν ἀπὸ τούτων τὴν τροφὴν ὑγρὰν καταλείπεσθαι καὶ ταραχώδη. αὕτη σοι καὶ ἡ τοῦ Μνησιθέου ῥῆσις, ἄχρι μὲν τοῦ λόγου πιθανὴ, τῇ πείρᾳ δὲ κρινομένη ψευδής. αἱ γοῦν ῥαφανίδες τὴν ῥίζαν ἔχουσι πολὺ δριμυτέραν τοῦ τε καυλοῦ καὶ τῶν φύλλων· ὡσαύτως δὲ καὶ τὸ κρόμμυον, ἀμπελόπρασόν τε καὶ πράσον καὶ σκόροδον. εἰ δὲ καὶ τεύτλου καὶ μαλάχης καὶ γογγυλίδος ἐθέλοις παραβάλλειν τὴν ῥίζαν τοῖς φύλλοις, ἰσχυροτέραν εὑρήσεις τὴν δύναμιν, ὥσπερ γε καὶ τῆς ἀλθαίας, ἥπερ ἀγρία τις εἶναι δοκεῖ μαλάχη. δηλοῖ γοῦν καὶ αὐτῆς ἡ ῥίζα τὴν δύναμιν, ὥσπερ καὶ ἡ τοῦ τεύτλου, διαφοροῦσα πολλοὺς τῶν φλεγμονωδῶν ὄγκων, οὐ μήν γε τὰ φύλλα αὐτῶν ἱκανὰ δρᾶσαι τοῦτο. καὶ μέντοι καὶ τῶν φαρμακωδῶν φυτῶν ὅσα τὰς ῥίζας ὁμοίας τοῖς εἰρημένοις ἔχει, καὶ τούτων ἀσθενέστερα τὰ φύλλα,
κυκλαμίνου καὶ σκίλλης καὶ ἄρου καὶ δρακοντίου καὶ ἄλλων πάνυ πολλῶν. ὥσπερ γὰρ ἐπ’ ἄλλων φυτῶν τὸ πλεῖστον τῆς οὐσίας ἔν τε τοῖς καυλοῖς καὶ τοῖς στελέχεσιν, οὕτως ἐπὶ τούτων ἐν τῇ ῥίζῃ, καὶ ταύτην ἡ φύσις αὐτῶν μάλιστα αὐξάνει τε καὶ τρέφει, καὶ τὸ μὴ καλῶς ἐν αὐταῖς κατεργασθὲν εἴς τε τὰ φύλλα καὶ τοὺς καυλοὺς ἀποκρίνει. τὴν μὲν οὖν ῥίζαν ἔχει ταῦτα καὶ διὰ τοῦ χειμῶνος μεγάλην, τὸν καυλὸν δὲ φύει κατὰ τὸ ἔαρ, ἡνίκα πρὸς τὸν καρπὸν ἐξορμᾷ. φαίνεται δὲ κᾀπὶ τῶν ζώων ἡ φύσις ἐνίοτε τὸ περίττωμα τῆς ὅλης οὐσίας τοῦ ζώου, καθάπερ καὶ Ἀριστοτέλης ἔλεγεν, εἴς τινων μορίων οὐκ ἀναγκαίων καταχρῆσθαι γένεσιν, ὡς ἐπὶ τῶν ἐλάφων μὲν εἰς τὰ κέρατα, κατ’ ἄλλα δὲ τῶν ζώων εἰς πλῆθος καὶ μέγεθος ἀκανθῶν ἢ τριχῶν. ἐπισκοπεῖσθαι τοίνυν ἀσφαλέστερόν ἐστιν ἕκαστον τῶν ἐν τοῖς φυτοῖς μορίων αὐτὸ καθ’ αὑτὸ, γευόμενον μὲν καὶ ὀσμώμενον πρότερον, εἶτα καὶ διὰ τῆς ἐδωδῆς πειρώμενον. ἡ μὲν γὰρ ὄσφρησίς τε καὶ ἡ γεῦσις, ὁποῖόν τινα τὸν χυμόν τε καὶ τὸν ἀτμὸν ἔχει τὸ μόριον τοῦ φυτοῦ, διδάσκουσαι συνενδείκνυνται τούτοις εὐθέως καὶ τὴν ὅλην κρᾶσιν αὐτοῦ. διὰ δὲ τῆς πείρας,

ἐάν γέ τις αὐτὴν ποιῆται μετὰ τῶν οἰκείων διορισμῶν, ἀκριβῶς ἡ δύναμις εὑρίσκεται, συνενδεικνυμένης αὐτοῖς ἐνίοτε καὶ τῆς συστάσεως τοῦ φυτοῦ μετὰ καὶ τοῦ κατ’ αὐτὸ χυλοῦ. τινὰ μὲν γὰρ ὑγρὸν καὶ ὑδατώδη, τινὰ δὲ παχὺν ἢ γλίσχρον ἔχει τὸν χυμὸν, ὧν καὶ αὐτῶν ἰδίᾳ πάλιν γεύεσθαι προσήκει. ἔνιοι μὲν γὰρ αὐτῶν εἰσι δριμεῖς, ἢ ὀξεῖς, ἢ πικροὶ, ἔνιοι δὲ ἁλυκοί τε καὶ ἁλμυροὶ, καθάπερ γε τινὲς μὲν αὐτῶν αὐστηροὶ, τινὲς δὲ στρυφνοὶ, τινὲς δὲ ὑδατώδεις, ἢ γλυκεῖς. οὐκ οὖν χρὴ πεισθέντας τῷ Μνησιθέῳ πιστεύειν ὡς ὑγιεῖ καθόλου τῷ λόγῳ, πειρᾶσθαι δὲ μᾶλλον ἑκάστου τῶν ἐν τοῖς φυτοῖς μορίων αὐτοῦ καθ’ ἑαυτό.

62. [Περὶ γογγυλίδων.] Εἴτε γογγυλίδα καλεῖν, εἴτε βουνιάδα βούλοιο τὸ φυτὸν τοῦτο, λαχανῶδες μὲν αὐτοῦ τὸ τῆς γῆς ἐξέχον, ἡ δ’ ἐν αὐτῇ περιεχομένη ῥίζα, πρὶν μὲν ἑψηθῆναι, σκληρὰ καὶ ἄβρωτος ὑπάρχει, δι’ ὕδατος δ’ ἑψηθεῖσα θαυμάσαιμ’ ἂν εἴ τινος τῶν ὁμογενῶν φυτῶν ἔλαττον τρέφοι. πολυειδῶς δὲ καὶ ταύτην σκευάζουσιν ἄνθρωποι

ἄχρι τοῦ συντιθέναι δι’ ἅλμης ἢ ὄξους, ὡς ἔχειν εἰς ὅλον ἐνιαυτὸν χρῆσθαι. χυμὸν δ’ ἀναδίδωσιν εἰς τὸ σῶμα παχύτερον τοῦ συμμέτρου, διὸ κἂν καὶ πλεονάσῃ τις ἐπὶ τῆς ἐδωδῆς αὐτοῦ, καὶ μάλιστα ἐάν τις ἐνδεῶς ἐν τῇ γαστρὶ πέττῃ αὐτὴν, ἀθροίσει τὸν καλούμενον ὠμὸν χυμόν. εἰς ὑποχώρησιν δὲ γαστρὸς οὔτ’ ἐναντιοῦσθαι ἂν αὐτήν τις οὔτε συντελεῖν φαίη, καὶ μάλισθ’ ὅταν ἑψηθῇ καλῶς. χρῄζει γὰρ αὐτὴ πλείονος ἑψήσεως, καὶ γίνεται καλλίστη δὶς ἑψηθεῖσα, καθότι λέλεκται πρόσθεν ὑπὲρ τῆς τοιαύτης σκευασίας. εἰ δ’ ὠμοτέρα ληφθείη, δυσπεπτότερός ἐστὶ καὶ φυσώδης καὶ κακοστόμαχος, ἐνίοτε δὲ καὶ δῆξιν ἐργάζεται κατὰ τὴν γαστέρα.

63. [Περὶ ἄρου.] Ἔστι μὲν ἡ ῥίζα καὶ τούτου τοῦ φυτοῦ παραπλησίως ἐσθιομένη τῇ τῆς γογγυλίδος, ἐν χώραις δέ τισι φύεται δριμυτέρα πως, ὡς ἐγγὺς εἶναι τῇ τοῦ δρακοντίου. καὶ χρὴ τὸ πρότερον αὐτῆς ὕδωρ ἀποχέοντα κατὰ τὴν ἕψιν εἰς ἕτερον ἐπεμβάλλειν θερμὸν, ὡς ἐπὶ κράμβης τε καὶ φακῆς εἴρηται. κατὰ δὲ Κυρήνην ἔμπαλιν

ἔχει τὸ φυτὸν πρὸς τὴν παρ’ ἡμῖν χώραν. ἥκιστα γὰρ ἔχει φαρμακῶδές τι καὶ δριμὺ τὸ ἄρον ἐν ἐκείνοις τοῖς τόποις, ὡς καὶ τῶν γογγυλίδων εἶναι χρησιμώτερον. καὶ διὰ τοῦτο καὶ εἰς Ἰταλίαν κομίζουσι τὴν ῥίζαν, ὡς ἂν καὶ διαμένειν δυναμένην χρόνῳ πλείονι χωρὶς τοῦ σαπῆναί τε καὶ βλαστῆσαι. πρόδηλον δ’, ὅτι πρὸς μὲν τροφὴν ἡ τοιαύτη κρείττων ἐστὶν, εἰ δέ τις ἀναβήττειν ἐκ θώρακός τε καὶ πνεύμονος βούλοιτό τι τῶν ἀθροιζομένων ἐν αὐτοῖς παχέων ἢ γλίσχρων ὑγρῶν, ἡ δριμυτέρα καὶ φαρμακωδεστέρα βελτίων. ἐσθίεται δὲ δι’ ὕδατος ἑψηθεῖσα μετὰ νάπυος, ἢ μετ’ ὄξους, σὺν ἐλαίῳ καὶ γάρῳ, καὶ μέντοι καὶ μεθ’ ὑποτριμμάτων, ἁλῶν τε καὶ τῶν διὰ τοῦ τυροῦ σκευαζομένων. οὐκ ἄδηλον δ’, ὅτι καὶ ὁ ἐξ αὐτῆς ἀναδιδόμενος εἰς ἧπάρ τε καὶ ὅλον τὸ σῶμα χυμὸς, ἐξ οὗ τρέφεται τὰ ζῶα, παχύτερός πώς ἐστιν, ὡς ἐπὶ τῶν γογγυλίδων εἴρηται, καὶ μάλισθ’ ὅταν ὦσιν αἱ ῥίζαι, καθάπερ αἱ ἀπὸ τῆς Κυρήνης, ἀφάρμακοι. παρ’ ἡμῖν γὰρ ἐν Ἀσίᾳ πολλὰ τῶν ἄρων δριμύτερά ἐστι καὶ ἤδη φαρμακώδη τὴν δύναμιν ἔχει.

64. [Περὶ δρακοντίου.] Καὶ τούτου τὴν ῥίζαν ἕψοντες δίς που καὶ τρὶς, ὡς ἀποθέσθαι τὸ φαρμακῶδες, ἐσθίειν ἐνίοτε δίδομεν, ὥσπερ καὶ τὰς τῶν ἄρων, ὅταν ἰσχυροτέρας δέηται δυνάμεως τὰ κατὰ θώρακα καὶ πνεύμονα περιεχόμενα γλίσχρα καὶ παχέα. κοινὸν δὲ ἐπὶ πάντων ἐδεσμάτων μεμνῆσθαί σε χρὴ, τὰ μὲν δριμέα καὶ πικρὰ κατὰ τὴν ἐδωδὴν ἐλάττονα τροφὴν διδόναι τῷ σώματι, τὰ δ’ ἄποια καὶ μᾶλλον αὐτῶν τὰ γλυκέα πολλὴν, ἔτι δὲ μᾶλλον, ἐὰν ἐσφιγμένην ἔχωσι τὴν οὐσίαν, ὡς μήτε ὑγρὰ, μήτε παχέα, μήτε χαῦνα ταῖς συστάσεσιν ὄντα. τούτων οὖν ἀεὶ μεμνημένος, ἔτι δὲ καὶ προσέχων, εἰ κατὰ τὰς ἑψήσεις, ἢ ὀπτήσεις, ἢ τὰς διὰ τηγάνου σκευασίας ἀποτίθεται τὰς ἰσχυρὰς ποιότητας ἕκαστα τῶν εἰς πεῖραν ἀγομένων, οὐ δεήσῃ παρ’ ἐμοῦ περὶ πάντων ἀκοῦσαι κατ’ εἶδος, ἀλλ’, ὥσπερ ἐπὶ τῶν ἄλλων ἐποίησα, τὰ συνεχῶς ἐσθιόμενα μάλιστα ἐξηγήσομαι.

65. [Περὶ ἀσφοδέλου.] Τῇ τῆς σκίλλης ῥίζῃ παραπλησία πώς ἐστιν ἡ τοῦ ἀσφοδέλου μέγεθος καὶ σχῆμα

καὶ πικρότητα. σκευαζομένη μέντοι, καθάπερ οἱ θέρμοι, τὸ πλεῖστον τῆς πικρότητος ἀποτίθεται, καὶ ταύτῃ σκίλλης διαφέρει· δυσέκνιπτος γάρ ἐστιν ἱκανῶς ἡ ἐκείνης ποιότης. Ἡσίοδος μὲν οὖν ἔοικεν ἐπαινεῖν τὸν ἀσφόδελον ἐν οἷς φησιν·

Οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ.

ἐγὼ δ’ οἶδα διὰ λιμὸν ἀγροίκους τινὰς ἑψήσεσί τε πλείοσι καὶ ἀποβρέξεσιν ἐν ὕδατι γλυκεῖ μόλις αὐτὴν ἐδώδιμον ἐργασαμένους. ἥ γε μὴν δύναμις καὶ ταύτης τῆς ῥίζης ἐστὶν ἐκφρακτική τε καὶ λεπτυντικὴ, καθάπερ καὶ ἡ τοῦ δρακοντίου. διὸ καὶ τὸν ἀσπάραγον αὐτοῦ τοῖς ἰκτεριώδεσι διδόασί τινες, ὡς μέγιστον ἴαμα.

66. [Περὶ βολβῶν.] Ἐκ ταὐτοῦ γένους εἰσὶ καὶ οἱ βολβοὶ τοῖς προειρημένοις. ἐσθίεται γὰρ αὐτῶν ἡ ῥίζα χωρὶς τῶν φύλλων, ἐν ἦρι δέ ποτε καὶ ὁ ἀσπάραγος. ἔχει δ’ ἐν αὑτῷ πικράν τε καὶ αὐστηρὰν δύναμιν ἐπιφανῆ· διὸ καὶ τὸν στόμαχον ἐκλελυμένον ἐπεγείρει πως εἰς ὄρεξιν. οὐκ ἐναντιοῦται δὲ οὐδὲ τοῖς ἀναπτύειν τι δεομένοις ἐκ θώρακός

τε καὶ πνεύμονος; καίτοι τὴν οὐσίαν τοῦ σώματος παχυτέραν τε καὶ γλισχροτέραν ἔχοιεν. ἀλλ’ ἡ πικρότης ἀντιπράττει τῷ πάχει, τέμνειν τὰ γλίσχρα καὶ παχέα πεφυκυῖα, καθάπερ ἐν τοῖς περὶ τῶν φαρμάκων εἴρηται. διὸ κᾂν δίσεφθοι γενηθῶσι, τροφιμώτεροι μέν εἰσι, ἐναντιοῦνται δὲ ἤδη τοῖς ἀναπτύεσθαι δεομένοις, ὡς ἂν ἀποτιθέμενοι τὸ πικρὸν ἅπαν. ἐσθίειν δ’ αὐτοὺς ἄμεινον τηνικαῦτα δι’ ὄξους ἅμα ἐλαίῳ καὶ γάρῳ, καὶ ἡδίους οὕτω γε καὶ τροφιμώτεροι καὶ ἀφυσότεροι καὶ πεφθῆναι ῥᾴους γίγνονται. πλεονάσαντες δὲ κατὰ τὴν ἐδωδὴν αὐτῶν ἔνιοι προδήλως ᾔσθοντο καὶ σπέρμα πλεῖον ἴσχοντες καὶ προθυμότεροι γιγνόμενοι πρὸς ἀφροδίσια. σκευάζουσι δὲ καὶ τούτους οἱ ἄνθρωποι πολυειδῶς. οὐ γὰρ μόνον ἑφθοὺς, ὡς ἔφην, δι’ ὕδατος, ἀλλὰ καὶ λοπάδας ἐξ αὐτῶν ποικίλως ἠρτυμένας συντιθέασιν, ἐκ ταγήνου τέ τινες ἄλλοι προσφέρονται, πολλοὶ δ’ ὀπτῶντες ἐπ’ ἐσχάρας. ἀλλ’ οὗτοί γε τὴν πολλὴν ἕψησιν οὐκ ἀναμένουσιν, ἀρκοῦνται δὲ πάνυ βραχείᾳ. τινὲς δ’ οὐδ’ ὅλως προέψουσι χαίροντες αὐτῶν

τῷ πικρῷ τε καὶ αὐστηρῷ διασωζομένῳ· προτρέπει γὰρ αὐτοὺς μᾶλλον ἐπὶ τὴν ἐδωδήν. ἀλλ’ εἰ μὲν ὡς προτρέποντι χρήσαιντο, μέχρι δυοῖν ἢ καὶ τριῶν προελθόντες, εἴη ἄν τι πλέον αὐτοῖς· εἰ δὲ πλεονάσαιεν ἐπὶ τῶν οὕτω σκευασθέντων, καὶ μάλισθ’ ὅταν, ὡς εἰώθασιν, ὠμοτέρους αὐτοὺς λαβόντες, αὐτοὶ πάλιν ἀπεπτήσονται. καί τινές γε καὶ φύσαν καὶ στρόφον ἐπιφέρουσι μὴ πεφθέντες καλῶς. ἐκ μὲν δὴ τῶν οὕτως ἐσθιομένων οὐκ εὔχυμος ἡ τροφὴ γίνεται· τῶν δ’ ἐπὶ πλεῖστον ἑψηθέντων ἢ καὶ δὶς, ὡς εἴρηται, παχύτερος μὲν ὁ χυμὸς, ἀμείνων δὲ τἄλλα καὶ τροφιμώτερος γίνεται.

67. [Περὶ σταφυλίνου καὶ δαύκου καὶ κάρους.] Αἱ ῥίζαι καὶ τούτων ἐσθίονται, τροφὴν δ’ ἥττονα γογγυλίδων ἔχουσι, καθάπερ γε καὶ τῶν Κυρηναίων ἄρων. θερμαίνουσι δὲ σαφῶς, καί τι καὶ ἀρωματίζον ἐμφαίνουσι. τὸ μὲν οὖν δύσπεπτον αὐταῖς ὁμοίως ὑπάρχει ταῖς ἄλλαις ῥίζαις. οὐρητικὰ δ’ εἰσὶ καὶ, εἰ πλεονάζοι τις αὐτῶν ἐν τῇ χρήσει, κακόχυμα μετρίως. εὐχυμότερός γε μήν ἐστιν ἡ κάρους τοῦ σταφυλίνου. τινὲς δὲ τὸν ἄγριον σταφυλῖνον

ὀνομάζουσι δαῦκον, οὐρητικώτερον μὲν ὄντα, φαρμακωδέστερον δ’ ἤδη καὶ πολλῆς ἑψήσεως δεόμενον, εἰ μέλλοι τις ἐσθίειν αὐτόν.

68. [Περὶ ὕδνων.] Ἐν ῥίζαις ἢ βολβοῖς ἀριθμεῖν ἀναγκαῖόν ἐστι καὶ ταῦτα, μηδεμίαν ἔχοντα σαφῆ ποιότητα. χρῶνται τοιγαροῦν αὐτοῖς οἱ χρώμενοι πρὸς ὑποδοχὴν ἀρτυμάτων, ὥσπερ καὶ τοῖς ἄλλοις, ὅσα καλοῦσιν ἄποια καὶ ἀβλαβῆ καὶ ὑδατώδη κατὰ τὴν γεῦσιν. ἔστι δ’ ἁπάντων αὐτῶν κοινὸν, ὡς μηδὲ τὴν ἀναδιδομένην εἰς τὸ σῶμα τροφὴν ἐξαίρετόν τινα δύναμιν ἔχειν, ἀλλ’ ὑπόψυχρον μὲν εἶναι, τῷ πάχει δ’, ὁποῖον ἄν τι καὶ αὐτὸ τὸ ἐδηδεσμένον ᾖ, παχύτερον μὲν τὸ ἐξ ὕδνων, ὑγρότερον δὲ καὶ λεπτότερον ἐκ κολοκύνθης, ἐπί τε τῶν ἄλλων ἀνάλογον.

69. [Περὶ μυκήτων.] Καὶ μυκήτων οἱ βωλῖται καλῶς ἑψηθέντες ἐν ὕδατι πλησίον ἥκουσι τῶν ἀποίων ἐδεσμάτων. οὐ μὴν οὕτω γε μόνοις αὐτοῖς ἄνθρωποι χρῶνται, σκευάζουσι δὲ καὶ ἀρτύουσι πολυειδῶς, ὥσπερ καὶ τἄλλα, ὅσα μηδεμίαν ἐξαίρετον ἔχει ποιότητα. φλεγματώδης δ’

ἐστὶν ἡ ἐξ αὐτῶν τροφὴ; καὶ δῆλον ὅτι καὶ ψυχρὰ, κἂν πλεονάζῃ τις ἐν αὐτοῖς, κακόχυμος. ἀβλαβέστατοι μὲν οὖν τῶν ἄλλων μυκήτων εἰσὶν οὗτοι· δεύτεροι δὲ μετ’ αὐτοὺς οἱ ἀμανῖται· τῶν δ’ ἄλλων ἀσφάλεστερόν ἐστι μηδ’ ὅλως ἅπτεσθαι, πολλοὶ γὰρ ἐξ αὐτῶν ἀπέθανον. ἐγὼ δ’ οἶδά τινα καὶ τῶν βωλιτῶν αὐτῶν, οἵπερ ἀβλαβέστατοι δοκοῦσιν εἶναι, πλείονας οὐκ ἀκριβῶς ἑφθοὺς φαγόντα, θλιβέντα τὸ στόμα τῆς κοιλίας, καὶ βαρυνθέντα, καὶ στενοχωρηθέντα, καὶ δυσπνοήσαντα, καὶ λειποψυχήσαντα, καὶ ψυχρὸν ἱδρώσαντα, καὶ μόλις σωθέντα διὰ τῆς τῶν τεμνόντων τοὺς παχεῖς χυμοὺς προσφορᾶς, ὁποῖόν ἐστιν ὀξύμελι, καθ’ ἑαυτό τε καὶ μετὰ ὑσσώπου καὶ ὀριγάνου μετρίως ἑψηθέντων ἐν αὐτῷ. καὶ γὰρ ἔκ τινος ἐκεῖνος ἔλαβε καὶ τοῦτο, καὶ νίτρου τὸν ἀφρὸν, ἐπιπασθέντα αὐτοῖς, ἐφ’ οἷς ἤμεσε τοὺς ἐδηδεσμένους μύκητας, ἤδη πως εἰς φλεγματώδη χυμὸν, ἱκανῶς ψυχρὸν καὶ παχὺν, ὑπηλλαγμένους.

70. [Περὶ ῥαφανίδος.] Ὠμὴν μὲν ἐσθίουσιν αὐτὴν μόνην τοὐπίπαν οἱ κατὰ τὰς πόλεις ἄνθρωποι,

πρῶτον οὖν ἁπάντων μετὰ γάρου, γαστρὸς ὑπαγωγῆς ἕνεκα, ὀλίγοι δὲ καὶ ὄξους ἐπιχέουσιν. οἱ δ’ ἄγροικοι καὶ μετ’ ἄρτου πολλάκις προσφέρονται, παραπλησίως τοῖς ἄλλοις αὐτοφυέσιν ὄψοις, ἐξ ὧν ἐστι καὶ ὀρίγανος ἡ χλωρὰ, καὶ κάρδαμον, καὶ θύμα, καὶ θύμβρα, καὶ γλήχων, καὶ ἕρπυλλος, ἡδύοσμός τε καὶ καλαμίνθη, καὶ πύρεθρον, καὶ εὔζωμον. ἅπαντα γὰρ ταῦτα τῶν ἐδωδίμων ἐστὶν ὄψα χλωρὰ, μετὰ τῶν τροφῶν ἐσθιόμενα, τῶν ποωδῶν φυτῶν ὄντα. τῆς ῥαφανῖδος δὲ καὶ τὸν καυλὸν ἐσθίουσι καὶ τὰ φύλλα, κατ’ ἀνάγκην μᾶλλον, ἢ ἑκόντες. ἡ μέντοι ῥίζα τῶν συνεχῶς ἐσθιομένων ἐστὶν, ὡς ὄψον μᾶλλον ἢ τροφὴ, τῆς λεπτυντικῆς δυνάμεως οὖσα καὶ αὐτὴ δηλονότι μετὰ τοῦ θερμαίνειν σαφῶς· ἐπικρατεῖ γὰρ ἡ δριμεῖα ποιότης ἐν αὐτῇ. κατὰ δὲ τὸ ἔαρ εἴωθεν καυλόν τινα γεννᾷν εἰς ὕψος ἀνερχόμενον, ὥσπερ τἄλλα τὰ μέλλοντα καυλοφορήσειν, ὅντινα καυλὸν ἕψοντες ἐσθίουσι δι’ ἐλαίου τε καὶ γάρου καὶ ὄξους, ὥσπερ καὶ τὸν τῆς γογγυλίδος, καὶ τὸν τοῦ νάπυος, καὶ τὸν τῆς θριδακίνης. καὶ τρέφει μὲν δηλονότι μᾶλλον ὁ καυλὸς οὗτος τῆς ὠμῆς

ῥαφανῖδος, ὡς ἐναποτιθέμενος ἐν τῷ ὕδατι τὴν δριμύτητα, βραχυτάτην δ’ ὅμως καὶ αὐτὸς ἔχει τροφήν. ἔνιοι δὲ οὐ μόνον τὸν καυλὸν, ἀλλὰ καὶ αὐτὰς ἕψοντες ἐσθίουσι τὰς ῥαφανῖδας ὁμοίως ταῖς γογγυλίσι. θαυμάσαι δ’ ἔστι καὶ τῶν ἰατρῶν καὶ τῶν ἰδιωτῶν ἐκείνους, ὅσοι μετὰ δεῖπνον ὠμὰς ἐσθίουσιν αὐτὰς εὐπεψίας ἕνεκεν. αὐτοὶ μὲν γὰρ ἱκανὴν ἐσχηκέναι φασὶ τούτου πεῖραν, οἱ μιμησάμενοι δὲ αὐτοὺς πάντες ἐβλάβησαν.

71. [Περὶ κρομμύων, καὶ σκορόδων, καὶ πράσων, καὶ ἀμπελοπράσων.] Καὶ τούτων τῶν φυτῶν τὰς μὲν ῥίζας ἐσθίουσιν οἱ ἄνθρωποι πλειστάκις, ὀλιγάκις δὲ τὸν καυλὸν καὶ τὰ φύλλα, δριμεῖαν ἱκανῶς ἔχοντα δύναμιν ἀνάλογον αὐταῖς. θερμαίνει δὲ τὸ σῶμα, καὶ λεπτύνει τοὺς ἐν αὐτῷ παχεῖς χυμοὺς καὶ τέμνει τοὺς γλίσχρους. ἑψηθέντα μέντοι δὶς ἢ καὶ τρὶς, ἀποτίθεται μὲν τὴν δριμύτητα, λεπτύνει δ’ ὅμως ἔτι, καὶ τροφὴν βραχυτάτην δίδωσι τῷ σώματι· τέως δὲ οὐδ’ ὅλως ἐδίδου, πρὶν ἑψηθῆναι. τό γε μὴν σκόροδον οὐ μόνον ὡς ὄψον, ἀλλὰ καὶ ὡς φάρμακον ὑγιεινὸν ἐσθίουσιν,

ἐκφρακτικῆς τε καὶ διαφορητικῆς ὑπάρχον δυνάμεως. ἑψηθὲν δ’ ἐπ’ ὀλίγον, ὡς ἀποθέσθαι τὴν δριμύτητα, τῇ μὲν δυνάμει καταδεέστερον, τὴν κακοχυμίαν δὲ οὐκ ἔτι διασώζει, καθάπερ οὐδ’ ὅταν ἑψήσῃ δὶς τὰ πράσα καὶ τὰ κρόμμυα. τὰ δ’ ἀμπελόπρασα διαφέρει τῶν πράσων τοσοῦτον, ὅσον κἀν τοῖς ἄλλοις ἅπασι τοῖς ὁμογενέσι τὰ ἄγρια τῶν ἡμέρων. ἀποτίθενται δ’ εἰς τὸ ἐπιὸν ἔτος ὅλον ἔνιοι, καθάπερ καὶ τὰ κρόμμυα, μετ’ ὄξους συντιθέντες, οὕτως καὶ τὰ ἀμπελόπρασα, καὶ γίνεται πρός τε τὴν ἐδωδὴν ἀμείνω καὶ ἧττον κακόχυμα. φείδεσθαι δὲ τῆς συνεχοῦς ἐδωδῆς ἁπάντων τῶν δριμέων, καὶ μάλισθ’ ὅταν ὁ προσφερόμενος αὐτῶν χολωδέστερος ᾖ φύσει. μόνοις γὰρ τοῖς ἤτοι τὸν φλεγματώδη χυμὸν ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ γλίσχρον ἠθροικόσιν ἐπιτήδεια τὰ τοιαῦτα τῶν ἐδεσμάτων ἐστίν.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΡΟΦΩΝ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ Γ.

1. Ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῆς ἀπὸ τῶν ζώων τροφῆς διελθεῖν, οὐκ ὀλίγας ἐχούσης διαφορὰς δυνάμεων κατά τε τὰ μόρια καὶ κατά τινα τῶν ἐν αὐτοῖς περιεχομένων ἢ γεννωμένων. ὧν ἐστι καὶ τὰ ὠὰ καὶ τὸ γάλα, τυρός τε καὶ τὸ βούτυρον καὶ τὸ αἷμα.

2. [Περὶ τῆς ἀπὸ τῶν πεζῶν ζώων τροφῆς.] Οὐ τὴν αὐτὴν ἅπαντα δύναμιν ἔχει τὰ μόρια τῶν ζώων, ἀλλ’ αἱ μὲν σάρκες, ὅταν καλῶς πεφθῶσιν, αἵματός εἰσιν ἀρίστου

γεννητικαὶ, καὶ μάλιστα ἐπὶ τῶν εὐχύμων ζώων, ὁποῖόν ἐστι τὸ γένος τῶν ὑῶν· φλεγματικώτερα γὰρ τὰ νευρώδη μόρια. πάντων μὲν οὖν ἐδεσμάτων ἡ σὰρξ τῶν ὑῶν ἐστι τροφιμωτάτη, καὶ τούτου πεῖραν ἐναργεστάτην οἱ ἀθλοῦντες ἔχουσιν. ἐπὶ γὰρ τοῖς ἴσοις γυμνασίοις ἑτέρας τροφῆς ἴσον ὄγκον ἐν ἡμέρᾳ μιᾷ προσενεγκάμενοι, κατὰ τὴν ὑστεραίαν εὐθέως ἀσθενέστεροι γίνονται· πλείοσι δ’ ἐφεξῆς ἡμέραις τοῦτο πράξαντες, οὐκ ἀσθενέστεροι μόνον, ἀλλὰ καὶ ἀτροφώτεροι σαφῶς φαίνονται. τὴν δ’ αὐτὴν τοῦ λόγου βάσανον ἔνεστί σοι καὶ ἐπὶ τῶν ἐν παλαίστρᾳ διαπονουμένων παίδων ποιήσασθαι καὶ τῶν ἄλλων ἡντιναοῦν ἐνέργειαν ἰσχυρὰν καὶ σφοδρὰν ἐνεργούντων, ὁποία καὶ ἡ τῶν σκαπτόντων ἐστί. τὰ δὲ βόεια κρέα τροφὴν μὲν καὶ αὐτὰ δίδωσιν οὐκ ὀλίγην, οὔτ’ εὐδιαφόρητον, αἷμα μέντοι παχύτερον, ἢ προσήκει, γεννᾷ. εἰ δὲ καὶ φύσει τις εἴη μελαγχολικώτερος τὴν κρᾶσιν, ἁλώσεταί τινι παθήματι τῶν μελαγχολικῶν, ἐν τῇ τούτων ἐδωδῇ πλεονάσας. τοιαῦτα δ’ ἐστὶ πάθη καρκῖνος, ἐλέφας, ψώρα,
λέπρα, πυρετὸς τεταρταῖος, ἥ τ’ ἰδίως ὀνομαζομένη μελαγχολία. καὶ σπλὴν δὲ ἐνίοις εἰς ὄγκον ᾔρθη διὰ τοιοῦτον χυμὸν, ᾧ καχεξία τε καὶ ὕδεροι πολλάκις ἠκολούθησαν. ὅσον δ’ ἐν τῷ πάχει τῆς ὅλης οὐσίας ἑαυτῶν τὰ βόεια κρέα τῶν ὑείων πλεονεκτεῖ, τοσούτῳ τῇ γλισχρότητι τὰ ὕεια τῶν βοείων. εἰς πέψιν δὲ πολὺ βελτίω τὰ τῶν ὑῶν ἐστι, τοῖς μὲν ἀκμάζουσι καὶ ἰσχυροῖς καὶ διαπονουμένοις τὰ τῶν ἀκμαζόντων, τοῖς δ’ ἄλλοις τὰ τῶν ἔτ’ αὐξανομένων. ὥσπερ δὲ ἐν τοῖς ὑσὶν οἱ κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν ἐπιτήδειοι τοῖς εὐεκτικοῖς νεανίσκοις εἰσὶν, οὕτω τῶν βοῶν οἱ πρὸ τῆς ἀκμῆς. ξηρότερος γὰρ πολλῷ τὴν κρᾶσιν βοῦς ὑὸς, ὥσπερ γε καὶ ἀκμάζων ἀνὴρ παιδός. εἰκότως οὖν, ὅσα μὲν φύσει ζῶα ξηροτέραν ἔχει τὴν κρᾶσιν, ὑπὸ τῆς νεότητος εἰς συμμετρίαν αὐτὴν ὠφελεῖται· τῶν δ’ ὑγροτέρων ἡ φύσις ἀπὸ τῆς ἀκμαστικῆς ἡλικίας προσλαμβάνει τὸ λοιπὸν εἰς τὴν προσήκουσαν εὐκρασίαν. οὐ μόνον οὖν οἱ μόσχοι τῶν τελείων βοῶν ἀμείνους εἰς πέψιν ἔχουσι τὰς σάρκας, ἀλλὰ καὶ οἱ ἔριφοι τῶν
αἰγῶν. ἧττον μὲν γὰρ βοὸς ἡ αἲξ ξηρὰ τὴν κρᾶσίν ἐστιν, ἀλλ’ ἀνθρώπῳ καὶ συῒ παραβαλλομένη πολὺ διαφέρει. τῆς δὲ ὑὸς σαρκὸς πρὸς τὴν ἀνθρώπου ὁμοιότητα καταμαθεῖν ἔνεστι κᾀκ τοῦ τινας ἐδηδοκότας ἀνθρωπείων κρεῶν ὡς χοιρείων οὐδεμίαν ὑπόνοιαν ἐσχηκέναι κατά τε τὴν γεῦσιν αὐτῶν καὶ τὴν ὀσμήν· ἐφωράθη γὰρ ἤδη τοῦτο γεγονὸς ὑπὸ πονηρῶν πανδοχέων καὶ ἄλλων τινῶν. εἰκότως οὖν οἱ χοῖροι περιττωματικωτέραν ἡμῖν εἰς τοσοῦτον παρέχουσι τὴν τροφὴν, εἰς ὅσον τῶν μεγάλων ὑῶν εἰσιν ὑγρότεροι. εἰκότως δὲ καὶ ἧττον τρέφουσιν· ἡ γὰρ ὑγροτέρα τροφὴ καὶ ἀναδίδοται καὶ διαφορεῖται θᾶττον. ὑγροτάτην δὲ ἔχουσι καὶ φλεγματώδη σάρκα καὶ οἱ ἄρνες. ἀλλὰ καὶ ἡ τῶν προβάτων σὰρξ καὶ περιττωματικωτέρα τέ ἐστι καὶ κακοχυμοτέρα. κακόχυμος δὲ καὶ ἡ τῶν αἰγῶν μετὰ δριμύτητος. ἡ δὲ τῶν τράγων χειρίστη καὶ πρὸς εὐχυμίαν καὶ πρὸς πέψιν, ἐφεξῆς δὲ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων. ἐν ἅπασι δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων ἀμείνω. τὰ δὲ πρεσβυτικὰ χείριστα πρὸς πέψιν καὶ πρὸς εὐχυμίαν καὶ πρὸς θρέψιν, ὥσπερ καὶ
τῶν ὑῶν αὐτῶν, καίτοι ὑγρῶν ὄντων τὴν κρᾶσιν, οἱ γηράσαντες ἔνια δὴ καὶ ξηρὰν καὶ δύσπεπτον ἔχουσι τὴν σάρκα. καὶ ἡ τῶν λαγωῶν δὲ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητικὴ, βελτίων δὲ εἰς εὐχυμίαν, ἢ κατὰ βοῦς καὶ πρόβατα. κακόχυμος δὲ τούτων οὐχ ἧττόν ἐστι καὶ ἡ τῶν ἐλάφων καὶ δύσπεπτος. ἡ δὲ τῶν ἀγρίων ὄνων, ὅσοι γ’ εὔεκτοι καὶ νέοι, πλησίον ἥκει τοῖσδε. καίτοι καὶ τῶν ἡμέρων ὄνων γηρασάντων ἔνιοι τὰ κρέα προσφέρονται, κακοχυμότατα καὶ δυσπεπτότατα καὶ κακοστόμαχα καὶ προσέτι καὶ ἀηδῆ κατ’ ἐδωδὴν ὄντα, καθάπερ καὶ τὰ τῶν ἵππων τε καὶ καμήλων, ὧν καὶ αὐτῶν ἐσθίουσιν οἱ ὀνώδεις τε καὶ καμηλώδεις ἄνθρωποι τὴν ψυχὴν καὶ τὸ σῶμα. καὶ τῶν ἄρκτων δ’ ἔνιοι προσφέρονται, καὶ τὰ τούτων ἔτι χείρω λεόντων τε καὶ παρδάλεων, ἤτοι γ’ ἅπαξ ἕψοντες, ἢ δίς. εἴρηται δὲ ἔμπροσθεν, ὁποῖόν τι τὸ δὶς ἕψειν ἐστί. περὶ δὲ τῶν κυνῶν τί δεῖ καὶ λέγειν; ὡς τοὺς νέους τε καὶ λιπαροὺς αὐτῶν, καὶ μάλισθ’ ὅταν εὐνουχισθῶσι, κατ’ ἔνια τῶν ἐθνῶν ἐσθίουσι πάμπολλοι. 
καὶ πρὸς τούτοις τά τε τῶν πανθήρων οὐκ ὀλίγοι, καθάπερ γε καὶ τὰ τῶν ὄνων, ὅταν εὐεκτοῦντες τύχωσιν, ὥσπερ οἱ ἄγριοι. ταῦτα μὲν οὐ μόνον ἐσθίουσιν, ἀλλὰ καὶ ἐπαινοῦσιν ἔνιοι τῶν ἰατρῶν. τὰ δὲ τῶν ἀλωπέκων ἐν φθινοπώρῳ καὶ οἱ παρ’ ἡμῖν κυνηγέται προσφέρονται· πιαίνονται γὰρ ὑπὸ τῶν σταφυλῶν. καὶ τῶν ἄλλων δὲ ζώων ὅσα τὰς οἰκείας ἀφθόνως τροφὰς ἔχουσι, ταῦτα πολὺ βελτίω σφῶν αὐτῶν εἰς ἐδωδὴν γίνονται, καθάπερ γε καὶ χείρω τἀναντία. καὶ ὅσα γε τὰς ἐκ τῆς γῆς ἀνιούσας πόας ἢ τῶν δένδρων ἀκρέμονας ἢ βλάστας ἐσθίει, καθ’ ὃν ἂν καιρὸν εὐπορῇ δαψιλῶς τούτων, εὐεκτικώτερα γίνεται καὶ πιαίνεται καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτηδειότερα πάντα καθίσταται. καὶ διὰ τοῦτο τὰ μὲν τὴν βαθεῖαν πόαν νέμεσθαι δεόμενα λεπτὰ καὶ κακόχυμα γίνεται κατά τε τὸν χειμῶνα καὶ τὰ πρῶτα καὶ μέσα τοῦ ἦρος, ὥσπερ οἱ βόες, εὐχυμότεροί τε καὶ παχύτεροι σαφῶς γινόμενοι τοῦ χρόνου προϊόντος, ὅταν αὐξάνηται καὶ παχύνηται καὶ εἰς εὐκάρπησιν ἡ πόα προέρχηται· τὰ δ’ ὑπὸ τῆς μικρᾶς τρέφεσθαι δυνάμενα βελτίω κατά τε τὰ πρῶτα
καὶ τὰ μέσα τοῦ ἦρός ἐστιν, ὥσπερ τὰ πρόβατα· κατὰ δὲ τὴν ἀρχὴν καὶ τὰ μέσα τοῦ θέρους αἱ αἶγες, ἡνίκα βλάσται πλεῖσται θάμνων εἰσὶν, ἃς ἔθος αὐταῖς ἐσθίειν. ὅταν οὖν ἀκούσῃς μου παραβάλλοντος ἀλλήλοις εἴδη ζώων, ἐξέταζε καὶ κρῖνε καὶ βασάνιζε καὶ τῇ πείρᾳ τὸν λόγον, οὐ τὸ καλῶς τεθραμμένον τε καὶ πῖον ἰσχνῷ καὶ ἀτρόφῳ παραβάλλων, οὐδὲ τὸ νέον τῷ γεγηρακότι, (μοχθηρὰ γὰρ ἥδε καὶ ἄδικος ἡ κρίσις,) ἀλλὰ τὸ καθ’ ἕκαστον εἶδος καὶ γένος, ἢ ὅπως ἂν θέλοις ὀνομάζειν, ἄριστα διακείμενον ἑτέρῳ τοιούτῳ. οὐκ οὖν ἔτι δεήσομαι λόγων μακρῶν εἰς τὸ τὰ καθ’ ἕκαστον ἔθνος ἐπιχώρια τῶν ζώων ἅπαντα διέρχεσθαι, καθάπερ ἐν Ἰβηρίᾳ τὸ τοῖς λαγωοῖς ὅμοιον ζωΰφιον, ὃ καλοῦσι κουνίκουλον, ἐν Λευκανίᾳ δὲ τῆς Ἰταλίας τὸ μεταξύ πως ἄρκτου τε καὶ συὸς, ὥσπερ γε καὶ τὸ τῶν ἀρουραίων μυῶν καὶ τῶν καλουμένων ἐλειῶν ἐν μέσῳ, κατά τε τὴν αὐτὴν χώραν τῆς Ἰταλίας ἐν ἄλλοις τε πολλοῖς τόποις ἐσθιόμενον. ὅσα γὰρ εὔτροφα τῶν τοιούτων ζώων ἐστὶ καὶ σαφῶς πίονα, ταῦτα τῇ
πείρᾳ βασάνιζε, τοὺς τρόπους τῆς σκευασίας αὐτῶν, οὓς ἐξ ἐμπειρίας ἔμαθεν ἕκαστος τῶν ἐπιχωρίων, ἀκούων τε καὶ μανθάνων παρ’ ἐκείνων. ὁποία δ’ ἐστὶν ἡ δύναμις αὐτῶν ἑκάστου, ἤδη σοι πάρεστι καὶ παρ’ ἐμοῦ μανθάνειν. ὅσα μὲν γὰρ ὀπτῶντες ἢ τηγανίζοντες ἐσθίουσι, ξηροτέραν τροφὴν διδόασι τῷ σώματι, ὅσα δὲ ἐν ὕδατι προαφέψουσιν, ὑγροτέραν, ὅσα δ’ ἐν ταῖς λοπάσιν ἀρτύοντες, ἐν τῷ μεταξὺ τούτων ἐστί. καὶ τούτων δ’ αὐτῶν οὐ σμικρὰ διάφορα γίνεται παρὰ τὸν τρόπον τῆς ἀρτύσεως. ὅσα μὲν γὰρ δαψιλῶς οἴνου ἔχει καὶ γάρου, ξηρότερα τῶν μὴ ἐχόντων ἐστί· τὰ δὲ τούτων μὲν ἐνδεέστερα, ἤτοι δὲ σίραιον ἔχοντα πλέον, ὅ τινες ἕψημα καλοῦσιν, ἢ κατὰ τὸν ὀνομαζόμενον ἁπλοῦν καὶ λιτὸν καὶ λευκὸν ζωμὸν ἥψηται, πολλῷ τῶν προειρημένων ἐστὶν ὑγρότερα· τὰ δὲ ἀπὸ ὕδατος μόνου καὶ τούτων ἐστὶν ἔθ’ ὑγρότερα. μεγίστη δὲ ἐν τῇ σκευασίᾳ διαφορὰ γίνεται καὶ κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖς δύναμιν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον. ἔστι δὲ ταῦτα σπέρματα μὲν ἀνήθου καὶ σελίνου καὶ κάρου καὶ λιβυστικοῦ

καὶ κυμίνου καί τινα τοιαῦθ’ ἕτερα, τῶν φυτῶν δ’ αὐτῶν πράσα καὶ κρόμμυα καὶ ἄνηθα καὶ θύμα καὶ θύμβρα καὶ γλήχων καὶ ἡ εὐώδης μίνθη καὶ ὀρίγανος, ὅσα τε ἄλλα τοιαῦτα, τῆς ὀψαρτυτικῆς ὄντα πραγματείας, ἣν νῦν οὐ πρόκειται διέρχεσθαι. τὴν παραβολὴν δὲ τῆς διαφορᾶς τῶν ζώων ὥσπερ ἔμπροσθεν ἔφαμεν χρῆναι ποιεῖσθαι τῶν ἄριστα ταῖς ἕξεσιν ἐχόντων, οὕτω καὶ νῦν τῶν ἐσκευασμένων κάλλιστα γινέσθω. ταῦτα μὲν οὖν αὐτάρκη σοι περὶ τῆς τῶν πεζῶν ζώων σαρκὸς ἀκηκοέναι· περὶ δὲ τῶν ἄλλων μορίων, ὡς ἔχει τῆς δυνάμεως, ἐφεξῆς ἀκούσῃ μετὰ τὸν περὶ τῶν κοχλιῶν λόγον.

3. [Περὶ κοχλιῶν.] Ὅτι μὲν οὖν οὔτε ἐν τοῖς πτηνοῖς, οὔτε ἐν τοῖς ἐνύδροις ἀριθμεῖσθαι δεῖ τοῦτο τὸ ζῶον, ἄντικρυς δῆλον. εἰ δὲ μηδ’ ἐν τοῖς πεζοῖς αὐτοῦ μνημονεύσομεν, οὐδ’ ὅλως ἐροῦμέν τι περὶ τῆς ἐκ κοχλίου τροφῆς. οὐ μὴν οὐδὲ παραλιπεῖν εὔλογον, ὥσπερ τοὺς ἐκ τῶν ξύλων σκώληκας, ἐχίδνας τε καὶ τοὺς ἄλλους ὄφεις, ὅσα τε κατ’ Αἴγυπτον καὶ ἄλλα τινὰ τῶν ἐθνῶν ἐσθίουσιν· οὔτε

γὰρ ἐκείνων τις ἀναγνώσεται ταῦτα, καὶ ἡμεῖς οὐκ ἄν ποτε φάγοιμεν τῶν ἐκείνοις ἐδωδίμων. κοχλίας δὲ ὁσημέραι πάντες Ἕλληνες ἐσθίουσιν, ἔχοντας μὲν σκληρὰν τὴν σάρκα, καὶ διὰ τοῦτο δύσπεπτον, εἰ δὲ πεφθείη, τροφιμωτάτην. ὑπάρχει δ’ αὐτοῖς, ὥσπερ τοῖς ὀστρακοδέρμοις, χυλὸς ὑπακτικὸς γαστρὸς, καὶ διὰ τοῦτο τινὲς ἀρτύοντες αὐτοὺς δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸς διαχώρησιν τῶν κατὰ τὴν κοιλίαν. εἰ δὲ θελήσεις ὡς τροφίμῳ μόνῳ ἐδέσματι χρήσασθαι τῇ σαρκὶ τοῦ ζώου τούτου, προαφεψήσας ἐν ὕδατι μεταθήσεις εἰς ἕτερον ὕδωρ, εἶτα ἐν ἐκείνῳ πάλιν ἑψήσας οὕτως ἀρτύσεις τε καὶ τὸ τρίτον ἑψήσεις ἄχρι τοῦ κατατάκερον ἀκριβῶς γενέσθαι τὴν σάρκα. σκευασθεῖσα γὰρ οὕτως ἐφέξει μὲν τὴν γαστέρα, τροφὴν δὲ ἱκανὴν παρέξει τῷ σώματι.

4. [Περὶ τῶν ἐν τοῖς πεζοῖς ἀκρέων μορίων.] Ἄκρεα μόρια τῶν πεζῶν ζώων ἐσθίουσιν οἱ ἄνθρωποι, πόδας καὶ ῥύγχη καὶ ὦτα, καὶ τοὐπίπαν δὲ δι’ ὕδατος ἕψοντες αὐτὰ προσφέρονται μετ’ ὄξους καὶ γάρου, ποτὲ 

δὲ καὶ νάπυος, ἔνιοι δὲ καὶ δι’ ἐλαίου καὶ γάρου, προσεπιχέοντες οἶνον, εἰσὶν δὲ οἳ καὶ μετὰ λαχάνων, ἤτοι γε ἐξ ὕδατος ἑψημένων, ἢ κατὰ τὰς λοπάδας ἠρτυμένων. οἱ δὲ πόδες ἐπιτηδειότατοι τῶν χοίρων εἰσὶν, ἐπεμβληθέντες ἑψημένῃ πτισάνῃ, κᾀκείνην ἐργάσασθαι κρείττονα, καὶ αὐτοὶ μαλακώτεροι γενέσθαι, καὶ διὰ τοῦτο βελτίους εἴς τε τὴν ἐν τῷ στόματι καὶ τῇ γαστρὶ κατεργασίαν. διαφορὰ μὲν οὖν ἐστιν οὐκ ὀλίγη καὶ παρὰ τὸν τρόπον τῆς σκευασίας οὐ μόνον ἐν τοῖς ἀκρέοις μέρεσι τῶν ζώων, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ἣν ἐπιπλέον ἐν τοῖς ὀψαρτυτικοῖς ἐροῦμεν· ὅσον δ’ ἐπ’ αὐτοῖς τοῖς μορίοις, αἱ καθ’ ὅλου διαφοραὶ κατὰ τήνδε τὴν πραγματείαν δηλοῦνται μόναι, παραβαλλομένων αὐτῶν ἀλλήλοις, ὡς εἰ καὶ κατὰ τὸν αὐτὸν τρόπον ἐσκεύαστο, ὡς καὶ πρόσθεν εἴρηται· δικαία γὰρ ἡ τοιαύτη παραβολή. τὰ τοίνυν ἄκρεα μόρια τοῦ σώματος ἥκιστα μὲν ἔχει πιμελὴν, ἥκιστα δὲ καὶ τὴν σαρκώδη φύσιν, ἐπικρατεῖ δ’ ἐν αὐτοῖς τό τε νευρῶδες καὶ τὸ δερματῶδες, οὐ τοῦ τοιούτου νεύρου καὶ δέρματος, οἷον τὸ καθ’ ὅλον σῶμα· γεγύμνασται γὰρ ἐν τοῖς
ἀκρέοις μᾶλλον. ἔστι δὲ καὶ διὰ τοῦτο καὶ γλισχρότερα· καὶ γὰρ καὶ νεῦρον καὶ δέρμα πᾶν ἑψόμενον εἰς τοιαύτην ἀφικνεῖται φύσιν. εἰκότως οὖν ἐλάττονα μὲν τροφὴν δίδωσι τῷ σώματι, ῥᾷον δὲ ὑπέρχεται κατὰ τὴν γαστέρα διὰ τὴν γλισχρότητα. βελτίους δὲ οἱ πόδες τῶν ὑῶν εἰσι τοῦ ῥύγχους, ὥσπερ καὶ τοῦτο τῶν ὤτων· ἐκεῖνα γὰρ ἐκ μόνου συνέστηκε χόνδρου καὶ δέρματος. ἐστι δὲ ὁ χόνδρος ἐν μὲν τοῖς τελείοις ζώοις ἄπεπτος παντάπασιν, ἐν δ’ ἔτι αὐξανομένοις, ὅταν καλῶς ἐν τῷ στόματι λειωθῇ, πεπεμμένος τε καὶ τροφὴν ὀλίγην δίδωσι τῷ σώματι. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ τῶν ἄλλων ζώων ἄκουε τοῦ νῦν εἰρημένου ἡμῖν λόγου. καθ’ ὅσον γὰρ αὐτῶν αἱ σάρκες εἰς ἀρετὴν ἀπολείπονται τροφῆς τῶν ὑῶν, κατὰ τοσοῦτον καὶ τῶν ἀκρέων ἐν ὑῒ μορίων ἐστὶ χείρω τὰ κατ’ ἐκεῖνα τὰ ζῶα. εὔδηλον δ’, ὅτι νευρώδη μόρια τὰ κατὰ τοὺς πόδας ὀνομάζω καθ’ ὁμοιότητα τὴν πρὸς τὸ κυρίως καλούμενον νεῦρον, ὃ τὴν γένεσιν ἐξ ἐγκεφάλου καὶ νωτιαίου λαμβάνει. τὰ δ’ ἐν τοῖς ἀκρέοις νευρώδη σώματα καθ’ ὁμοιότητα μὲν οὕτως ὀνομάζεται, σύνδεσμοι

δ’ εἰσὶ τῶν ὀστῶν ἀναίσθητοι καί τινες ἐπ’ αὐτοῖς τένοντες.

5. [Περὶ τῆς ἐν τοῖς πεζοῖς ζώοις γλώττης.] Ἰδιότης τῆς οὐσίας ἐστὶν ἐν τῷδε τῷ μορίῳ χαυνοτέρας τε καὶ ἐναιμοτέρας σαρκός. αἱ γὰρ ἀκριβεῖς σάρκες οἱ μύες εἰσὶ καὶ τούτων αὐτῶν τὰ μέσα μάλιστα. πολλοὶ γὰρ ἐν τοῖς πέρασιν ἑαυτῶν εἰς τένοντας ἀξιολόγους τελευτῶσιν, οὓς ἀπονευρώσεις μυῶν οἱ πολλοὶ τῶν ἰατρῶν ὀνομάζουσιν. εὐμεγίστους δὲ τούτους γεννῶσιν οἱ εἰς τὰ τῶν κώλων πέρατα καθήκοντες μύες. ἀλλὰ καὶ τὰς κεφαλὰς ἔχουσιν ἔνιοι τῶν μυῶν νευρώδεις. καὶ τῆς γλώττης δ’ αὐτῆς, ἣν ἐξαιροῦντες τῶν ὑῶν ἕψουσιν οἱ μάγειροι, τὸ μὲν ἴδιον σῶμα χαύνη τίς ἐστιν, ὡς εἴρηται, σὰρξ, οὐ μὴν μόνην ταύτην ἐξαιροῦσιν, οὐδ’ ἕψουσι μόνην, ἀλλὰ μετά τε τῶν ἐμφυομένων μυῶν, ὡς τὰ πολλὰ δὲ καὶ σὺν ἐπιγλωττίδι καὶ λάρυγγι, καὶ τῶν ἐνταῦθα ἀδένων τῶν τε γλώττης ἰδίων οἳ τὸ σίαλον γεννῶσι, καὶ τῶν κατὰ τὰ παρίσθμια καὶ τὸν λάρυγγα. τὸ μὲν γὰρ τῶν ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων κοινὸν τῆς γλώττης καὶ

πρὸς τὰς ἄλλας σάρκας ἐστὶ, καὶ γὰρ ἐκεῖνα σὺν τούτοις ἐσθίεται, πλὴν ὅτι μείζω τε καὶ πλείω τοῦ κατὰ τὴν ἀναλογίαν μεγέθους ὑπάρχει τῷ μορίῳ τῷδε τὰ τρία γένη τῶν ἀγγείων. ἥτις δὲ δύναμίς ἐστι τῆς ἐκ τῶν ἀδενωδῶν σωμάτων τροφῆς, ἑξῆς ἄκουε.

6. [Περὶ ἀδένων.] Τοσοῦτον ἀποκεχώρηκεν ἡ τῶν ἀδένων οὐσία τῆς κατὰ τὴν γλῶτταν, ὅσον ἐκείνη τῶν σαρκῶν. οὐ μὴν ἴσον γε πάντες ἀκριβῶς διεστήκασιν, ἀλλ’ οἱ μὲν παρακείμενοι καὶ ψαύοντες αὐτῆς ὅμοιοί πώς εἰσι τοῖς κατὰ τοὺς τιτθοὺς, ὅταν γε μήπω μεστοὶ γάλακτος ὦσιν. οὐ γὰρ διὰ παντὸς ἐργάζονται τὸ σφέτερον ἔργον οἱ κατὰ τοὺς τιτθοὺς ἀδένες, ὥσπερ οἵ τ’ ἄλλοι σχεδὸν ἅπαντες, οἵ τε τῆς γλώττης. οἱ μὲν γὰρ ταύτης εἰς σιάλου γένεσιν ὑπὸ τῆς φύσεως παρεσκευάσθησαν, οἱ δὲ ἐν τοῖς τιτθοῖς ἀραιοὶ μὲν γίνονται καὶ χαῦνοι καὶ γάλακτος πλήρεις ἐπὶ ταῖς κυήσεσιν, ἐν ᾧ δὲ οὐκ ἔχουσι χρόνῳ τὸ γάλα, συστέλλονταί τε καὶ πυκνοῦνται, διαφέροντες ἀλλήλων τοιαύτην διαφορὰν, οἵαν οἱ διάβροχοι σπόγγοι τῶν ἐσκελετευμένων· οὕτω γὰρ

ὀνομάζουσιν ὧν ἂν ἐκθλίψαντες ἅπασαν τὴν ὑγρότητα σφίγγωσί τε καὶ συνάγωσιν ὅλον τὸ σῶμα, δεσμοὺς περιβάλλοντες. εἰσὶ δὲ καὶ κατὰ τὴν φάρυγγα καὶ λάρυγγα τοιοῦτοί τινες ἀδένες, ὥσπερ κᾀν τῷ μεσεντερίῳ, ἀλλ’ οὗτοι μὲν σμικροὶ καὶ διὰ τοῦτο τοὺς πολλοὺς λανθάνουσιν, οἱ δὲ κατὰ τὰ παρίσθμια καὶ τὸν λάρυγγα σαφεῖς τέ εἰσι καὶ μεγάλοι. καὶ ἄλλοι δὲ κατὰ πολλὰ μέρη τοῦ σώματος ἀδένες εἰσὶ σμικροὶ, σχίσεις ἀγγείων στηρίζοντες. οὐ σμικρὸς δ’ ἀδήν ἐστιν οὐδ’ ὁ καλούμενος θύμος, ἀλλὰ καὶ πάνυ μέγιστος ἐπὶ τῶν νεογενῶν ζώων, αὐξανομένων δὲ μικρότερος γίνεται. πάντων δ’ οὖν αὐτῶν κοινὸν, ἡδεῖς τε καὶ ψαθύρους φαίνεσθαι κατὰ τὴν ἐδωδήν· οἱ δ’ ἐν τοῖς τιτθοῖς, ὅταν ἔχωσι γάλα, καὶ τῆς ἐκείνου τι γλυκύτητος ἐμφαίνουσι. καὶ διὰ τοῦτο περισπούδαστόν ἐστι τοῖς λίχνοις ἔδεσμα πλήρεις γάλακτος οἱ ἀδένες οὗτοι γενόμενοι, καὶ μάλιστα οἱ ἀπὸ τῶν ὑῶν. ἡ δὲ ἐξ αὐτῶν τροφὴ, καλῶς μὲν πεφθέντων ἐν γαστρὶ, ἐγγὺς μὲν τῇ κατὰ τὰς σάρκας ἐστὶν, ἐλλιπέστερον δὲ κατεργασθέντων, τὸν ὠμὸν ἢ τὸν φλεγματώδη χυμὸν γεννᾷ, τῶν μὲν ὑγροτέρων 

ἀδένων τὸν φλεγματώδη, τῶν δὲ σκληροτέρων τὸν ὠμὸν, ὑπὲρ οὗ ἔμπροσθεν εἴρηται. ὄντες δ’ ἐκ τοῦ γένους τῶν ἀδένων οἱ ὄρχεις οὐχ ὁμοίως εἰσὶν εὔχυμοι τοῖς κατὰ τοὺς τιτθοὺς, ἀλλά τι καὶ βρωμῶδες ἔχουσιν, ἐνδεικνύμενοι τὴν τοῦ σπέρματος, ὃ γεννῶσι, φύσιν, ὥσπερ οἱ νεφροὶ τὴν τοῦ οὔρου. καὶ μέντοι καὶ πεφθῆναι πολὺ χείρους εἰσὶν, οἵ γε τῶν πεζῶν ζώων· οἱ γὰρ τῶν σιτευθέντων ἀλεκτρυόνων ἥδιστοί τε ὑπάρχουσι καὶ τὴν τροφὴν χρηστὴν τῷ σώματι διδόασι. καὶ οἱ παρακείμενοι δὲ τῷ τραχήλῳ τῆς κύστεως ἀδένες ἐγγύς τι τῶν ὄρχεών εἰσι τὴν φύσιν. ἔνιοι δὲ ἐν τοῖς ἀδέσι καὶ τοὺς νεφροὺς ἀριθμοῦσιν· ἔχειν γὰρ ἀδενῶδές τι καὶ οὗτοι δοκοῦσιν αὐτοῖς. κακόχυμοι δέ εἰσιν ἱκανῶς καὶ δύσπεπτοι, καθάπερ οἱ τῶν ἐπὶ πλέον ηὐξημένων ζώων ὄρχεις, ὅταν ἐκτέμνοντες αὐτοὺς ἐσθίωσιν· ἀμείνους γὰρ οἱ τῶν νεωτέρων εἰσίν. οἱ δὲ τῶν ταύρων καὶ τράγων καὶ κριῶν ἀηδεῖς καὶ δύσπεπτοι καὶ κακόχυμοι.

7. [Περὶ ὄρχεων.] Τοὺς ὄρχεις τῶν νέων ὑῶν καὶ βοῶν ἐκτέμνουσι παρ’ ἡμῖν οὐ τῆς αὐτῆς ἕνεκα

χρείας, ἀλλὰ τῶν μὲν ὑῶν τῆς ἐδωδῆς, (καὶ γὰρ ἡδίων καὶ τροφιμωτέρα γίνεται καὶ πεφθῆναι βελτίων ἡ σὰρξ τῶν ἐκτμηθέντων ὑῶν,) τῶν δὲ βοῶν ἕνεκα τῆς εἰς τὴν γεωργίαν χρείας, δυσπειθεῖς γὰρ αὐτῆς εἰσιν οἱ ταῦροι. τῶν δ’ αἰγῶν καὶ τῶν προβάτων κατ’ ἀμφοτέρας τὰς χρείας ἐκτέμνουσι τοὺς ὄρχεις. εἰσὶ δ’ ἅπαντες οἱ τῶν εἰρημένων ζώων ὄρχεις δύσπεπτοι καὶ κακόχυμοι, πεφθέντες δὲ καλῶς τρόφιμοι. τὸ δ’ ἧττον καὶ μᾶλλον ἐν αὐτοῖς ἀνάλογόν ἐστι τῷ κατὰ τὰς σάρκας εἰρημένῳ. εἰς ὅσον γὰρ τῶν ὑῶν σὰρξ τῆς τῶν ἄλλων ἐστὶ βελτίων, εἰς τοσοῦτον καὶ ὄρχεις τῶν ὄρχεων. μόνοι δ’ οἱ τῶν ἀλεκτρυόνων ἄριστοι κατὰ πάντα, καὶ μάλιστα τῶν σιτευθέντων.

8. [Περὶ ἐγκεφάλου.] Φλεγματικώτερόν ἐστι καὶ παχύχυμον ἔδεσμα, καὶ βραδύπορον καὶ δύσπεπτον, οὐχ ἥκιστα δὲ καὶ κακοστόμαχον ἅπας ἐγκέφαλος. ἐξαπατώμενοι δὲ ὑπὸ τῆς μαλακότητος αὐτοῦ διδόασιν ἔνιοι τοῖς κάμνουσιν, ὄντα πρὸς τοῖς ἄλλοις καὶ ναυτιώδη. μᾶλλον οὖν ὅταν

ἐμέσαι τινὰ βουληθῇς ἀπὸ τροφῆς, καὶ τούτου μόριον αὐτῷ δίδου λιπαρῶς ἠρτυμένον ἐν τοῖς τελευταίοις προσενέγκασθαι, φυλάττου δὲ ἐπὶ τῶν ἀνορέκτων, οὓς ἀποσίτους ἐκάλουν οἱ παλαιοί. εἰκότως οὖν οὐδ’ ἐσθίει τις ὕστερον αὐτὸ τῶν ἄλλων ἐδεσμάτων, τῇ πείρᾳ δεδιδαγμένων ἁπάντων ὅπως ἐστὶ ναυτιώδης. εὐλόγως δὲ καὶ σὺν ὀριγάνῳ πολλοὶ προσφέρονται, καθάπερ ἔνιοι μετὰ τῶν ποικίλως ἠρτυμένων ἁλῶν. ἅτε γὰρ παχύχυμος ὢν καὶ περιττωματικὸς, ἀμείνων ἐμεῖν γίνεται τὰ πάντα, μετὰ τῶν τεμνόντων καὶ θερμαινόντων σκευασθείς. εἰ μέντοι καλῶς πεφθῇ, τροφὴν ἀξιόλογον δίδωσι τῷ σώματι.

9. [Περὶ τοῦ ἐν τοῖς ὀστοῖς μυελοῦ.] Γλυκύτερος καὶ ἡδίων ἐστὶ καὶ λιπαρώτερος ὁ ἐν τοῖς ὀστοῖς εὑρισκόμενος μυελὸς τοῦ ἐγκεφάλου· ὥστ’, εἴ τις ἐκ παραβολῆς αὐτῶν γεύοιτο, δόξει τι καὶ αὐστηρὸν ἔχειν τὸν ἐγκέφαλον. ἔστι δὲ καὶ ναυτιῶδες ἔδεσμα πλείων προσενεχθεὶς ὁ μυελὸς, ὥσπερ καὶ ὁ ἐγκέφαλος. εἴ γε μὴν καλῶς πεφθείη, τρόφιμός ἐστι καὶ αὐτός.

10. [Περὶ νωτιαίου μυελοῦ.] Ὁ νωτιαῖος μυελὸς ὁμογενὴς μέν ἐστιν ἐγκεφάλῳ, κακῶς δὲ ὀνομάζεται μυελός· ἔστι γὰρ μυελὸς ὑγρότερός τε καὶ μαλακώτερος καὶ λιπαρώτερος οὐ μόνον τοῦ νωτιαίου, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἐγκεφάλου. ἐπεὶ δ’ ὑπὸ τῶν κατὰ τὴν ῥάχιν ὀστῶν περιέχεται, παραπλήσιος ὤν κατὰ τὴν χρόαν μυελῷ, διὰ τοῦτο μυελὸν ὀνομάζουσιν αὐτὸν, ὥσπερ γε καὶ αὐτὸν τὸν ἐγκέφαλον ἔνιοι προσηγόρευσαν ὡσαύτως. ἔστι δ’ ὁ νωτιαῖος μυελὸς συνεχὴς μὲν τῷ ἐγκεφάλῳ καὶ τῆς αὐτῆς φύσεως αὐτῷ, σκληρότερος δ’ οὐκ ὀλίγῳ, καὶ μάλιστα ἐν τοῖς κάτω τῆς ῥάχεως πέρασιν· εἰς ὅσον γὰρ ἀφίσταται τοῦ ἐγκεφάλου, τοσοῦτον μᾶλλον σκληρύνεται. λιπαρότητός τε οὗν ἥκιστα μετέχει καὶ διὰ τοῦτο καὶ τὸ ναυτιῶδες ἐκπέφευγε, κᾂν πεφθῇ καλῶς, τροφὴν οὐκ ὀλίγην δίδωσι τῷ σώματι.

11. [Περὶ πιμελῆς καὶ στέατος.] Ἐλαιώδη μὲν ἄμφω ταῦτα, διαφέρει δὲ ἀλλήλων ὑγρότητι καἰ ξηρότητι. πιμελὴ μὲν γὰρ ὑγρόν τι χρῆμά ἐστι παραπλήσιον ἐλαίῳ διὰ μακρὰν παλαιότητα πεπαχυμμένῳ· τὸ στέαρ δὲ

ξηρότερόν ἐστι πιμελῆς πολλῷ, καὶ διὰ τοῦτο, κᾂν θερμῄνας αὐτοῦ καταχέῃς, συνίσταται καὶ πήγνυται ῥᾳδίως. ὀλιγότροφα δὲ ἄμφω καὶ μᾶλλον ἡδύσματά ἐστι τῶν τρεφουσῶν ἡμᾶς σαρκῶν, ἢ αὐταὶ τροφαί.

12. [Περὶ τῶν ἐν τοῖς πεζοῖς ζώοις σπλάγχνων.] Τὸ μὲν ἧπαρ ἁπάντων τῶν ζώων παχύχυμόν τέ ἐστι καὶ δύσπεπτον, καὶ βραδύπορον ὑπάρχον. ἄμεινον δ’ ἐν αὐτοῖς, οὐκ εἰς ἡδονὴν μόνον, ἀλλὰ καὶ εἰς τἄλλα, τὸ συκωτὸν ὀνομαζόμενόν ἐστι, τῆς προσηγορίας ταύτης τυχὸν, ἐπειδὴ πολλῶν σύκων ξηρῶν ἐδωδῇ τοῦ μέλλοντος σφάττεσθαι ζώου τοιοῦτον παρασκευάζουσιν αὐτό· ὃ πράττουσιν οὕτως ἐπὶ τῶν ὑῶν μάλιστα διὰ τὸ φύσει τὰ τούτου τοῦ ζώου σπλάγχνα πολὺ τῶν ἐν τοῖς ἄλλοις ὑπάρχειν ἡδίω γίνεται δὲ κᾀκεῖνα σφῶν αὐτῶν ἀμείνω, φαγόντος τοῦ ζώου πολλὰς ἰσχάδας· ἀλλ’ οὐκ εὔλογον εἶναι δοκεῖ τοῖς ἀνθρώποις ὑπερβᾶσι τὸ φύσει κάλλιον ἐπὶ τὰ χείρω παραγίνεσθαι. τῶν δὲ ἄλλων σπλάγχνων ὁ μὲν σπλὴν οὐδὲ πρὸς τὴν γεῦσιν ἀκριβῶς ἡδύς ἐστιν, (ἔχει γάρ τι στρυφνὸν ἐμφαινόμενον,) εἰκότως 

δὲ καὶ κακόχυμος εἶναι πεπίστευται, μελαγχολικοῦ γεννητικὸς αἵματος ὑπάρχων. ἀμφοῖν δ’ εὐπεπτότερος, ὅσῳ καὶ ἀραιότερος, ὁ πνεύμων ἐστὶ, παμπόλλῳ γε μὴν ἥπατος εἰς θρέψιν ἥττων· ἣν δὲ δίδωσι τροφὴν τῷ σώματι, φλεγματικωτέρα μᾶλλόν ἐστιν. ἡ δὲ καρδία κατὰ μὲν τὴν οὐσίαν ἰνώδης σάρξ ἐστι καὶ σκληρὰ, καὶ διὰ τοῦτο δύσπεπτός ἐστι καὶ βραδύπορος· εἰ δὲ πεφθείη καλῶς, τροφὴν οὐκ ὀλίγην οὐδὲ κακόχυμον δίδωσι τῷ σώματι. περὶ δὲ νεφρῶν (καὶ γὰρ καὶ τούτους τινὲς ἐν τοῖς σπλάγχνοις ἀριθμοῦσιν) ἔμπροσθεν εἴρηται.

13. [Περὶ κοιλίας καὶ μήτρας καὶ ἐντέρων τῶν ἐν τοῖς τετράποσι ζώοις.] Σκληρότερα τὰ μόρια ταῦτά ἐστι τῶν σαρκῶν. διὸ, κᾂν καλῶς πεφθῇ, τὸν χυμὸν οὐκ ἀκριβῶς αἱματικόν τε καὶ ἄμεμπτον, ἀλλὰ ψυχρότερόν τε καὶ ὠμότερον ἐργάζεται. πρότερον οὖν χρόνου πλέονος δεῖται πρὸς τὸ καλῶς κατεργασθῆναι καὶ αἷμα χρηστὸν γενέσθαι.

14. [Περὶ τῆς τῶν ἡμέρων καὶ ἀγρίων ζώων διαφορᾶς.] Τῶν ἡμέρων ζώων ἡ κρᾶσις ὑγροτέρα τῆς τῶν

ἀγρίων ἐστὶ διά τε τὴν ὑγρότητα τοῦ ἀέρος, ἐν ᾧ διαιτῶνται, καὶ τὸ ῥᾴθυμον τοῦ βίου. τὰ δὲ ἐν τοῖς ὄρεσι ταλαιπωρεῖταί τε καὶ κάμνει πολλὰ καὶ κατὰ ξηρότερον ἀέρα διατρίβει. διὰ τοῦτο οὖν ἥ τε σὰρξ αὐτῶν ἐστι σκληροτέρα καὶ πιμελῆς ἢ οὐδ’ ὅλως ἢ ὀλίγιστόν τι μετέχει. ταύτῃ τοι καὶ ἀσηπτοτέρα πλείοσιν ἡμέραις διαμένει τῶν ἡμέρων τε καὶ ἀργῶς διαιτωμένων ζώων. πρόδηλον δ’, ὅτι καὶ ἀπέριττός ἐστιν ἡ ἐξ αὐτῶν τροφὴ μᾶλλον, ὥσπερ ἡ ἀπὸ τῶν ἡμέρων τε καὶ ἀργῶν περιττωματική. τρέφειν τε οὖν ἀναγκαῖόν ἐστι τὴν τοιαύτην τροφὴν μᾶλλον, εὐχυμοτέραν τε πολλῷ τῆς ἑτέρας ὑπάρχειν.

15. [Περὶ γάλακτος.] Καὶ τοῦτο τῆς ἀπὸ τῶν ζώων ἐστὶ τροφῆς ἕν τι, διαφέρον μὲν καὶ κατὰ τὰς ὥρας τοῦ ἔτους οὐ σμικρὰν διαφορὰν, ἔτι δὲ μείζονα τὴν κατ’ αὐτὰ τὰ ζῶα. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν ἐστι καὶ λιπαρώτατον, ὑγρότατον δὲ καὶ ἥκιστα λιπαρώτατον τὸ τῆς καμήλου, καὶ μετὰ ταῦθ’ ἵππου, μετὰ δὲ ταῦτ’ ὄνου·

σύμμετρον δὲ τῇ συστάσει τὸ τῆς αἰγός ἐστι γάλα· τὸ δὲ τοῦ προβάτου παχύτερον τούτου. κατὰ δὲ τὰς ὥρας τοῦ ἔτους ὑγρότατόν μέν ἐστι τὸ μετὰ τὴν ἀποκύησιν, ἀεὶ δὲ μᾶλλον ἐν τῷ προϊέναι παχύνεται. καὶ κατὰ μέσον τὸ θέρος ἐν τῷ μέσῳ καὶ αὐτὸ τῆς αὑτοῦ φύσεως καθίσταται. μετὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη παχύνεται κατὰ βραχὺ, μέχρις ἂν παύσηται τελέως. ἔστι δ’, ὥσπερ ὑγρότατον ἦρος, οὕτω καὶ πλεῖστον. ὅτι δ’, ὡς προείρηται, καὶ κατὰ τὰ τῶν ζώων εἴδη τὸ γάλα διαφέρει, θεασαμένῳ μὲν αὐτίκα φαίνεται, σαφέστερον δὲ γίνεται κᾀκ τοῦ σκευαζομένου καθ’ ἕκαστον αὐτοῦ τυροῦ. πλεῖστον μὲν γὰρ ὀῤῥὸν ἴσχει τὸ ὑγρότατον γάλα, πλεῖστον δὲ τυρὸν τὸ παχύτατον. ὑπάγει τοίνυν εἰκότως τὴν γαστέρα τὸ μὲν ὑγρότερον μᾶλλον, ἧττον δὲ τὸ παχύτερον. ἔμπαλιν δὲ τὸ παχύτερον μὲν τρέφει μᾶλλον, τὸ λεπτότερον δὲ ἧττον. εἰ δὲ προαφεψήσας τις τὸ γάλα τὸν ὀῤῥὸν ἐκδαπανήσειεν, οὐδ’ ὅλως ὑπάγει. κοχλάκων δὲ διαπύρων ἐμβληθέντων τοσούτων, ὡς ἐκδαπανῆσαι τὸν ὀῤῥὸν ἅπαντα, πρὸς τῷ μηκέθ’ ὑπάγειν τὴν γαστέρα τὸ οὕτως
σκευασθὲν ἔτι καὶ τοὐναντίον ἐργάζεται· καὶ δίδομεν αὐτὸ τοῖς ὑπὸ τῶν δριμέων περιττωμάτων δακνομένοις κατὰ τὴν γαστέρα. τῶν κοχλάκων δὲ οὐχ ἧττον, ἀλλὰ μᾶλλον, ἐμβαλλόμενοι κυκλίσκοι σιδήρου διάπυροι ταὐτὸν ἐργάζονται. τυροῦταί γε μὴν ἐν τῇ γαστρὶ ῥᾳδίως τὸ οὕτως σκευασθὲν γάλα. διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτός τε καὶ ἁλῶν, ἀσφαλέστερον δὲ καὶ ὕδατος ἐπιχέειν, ὥσπερ καὶ ποιοῦσι τῶν ἰατρῶν οὐκ ὀλίγοι. καὶ μὴ θαυμάσῃς, εἰ τὸν ὀῤῥὸν ἐκδαπανήσαντες αὖθις ὕδατος ἐπιχέουσιν. οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀῤῥοῦ φεύγουσιν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει τὴν γαστέρα τὸ σύμπαν γάλα, μικτὸν ἐξ ἐναντίων οὐσιῶν ὑπάρχον, ὀῤῥοῦ τε καὶ τυροῦ. μετέχει δὲ πρὸς τοῖσδε καὶ τρίτου τοῦ λιπαροῦ χυμοῦ, πλείστου μὲν, ὡς εἴρηται, τὸ τῶν βοῶν γάλα. διὸ καὶ σκευάζουσιν ἐξ αὐτοῦ τὸ καλούμενον βούτυρον, ὃ καὶ γευσάμενος καὶ θεασάμενος μόνον ἐναργῶς γνώσῃ, πόσον αὐτῷ λιπαρότητος μέτεστιν. εἰ δὲ καὶ χρίσας τι μέρος τοῦ σώματος ἀνατρίψαις αὐτὸ, λιπαινόμενον ὡς ἐξ ἐλαίου θεάσῃ τὸ δέρμα. κᾂν εἰ νεκροῦ δὲ ζώου δέρμα ξηρὸν ἀλείψαις
αὐτῷ, τὴν αὐτὴν ἐνέργειαν ὄψει. καὶ μέντοι καὶ ἄνθρωποι κατὰ πολλὰ τῶν ψυχρῶν χωρίων, ἐν οἷς ἀποροῦσιν ἐλαίου, χρῶνται λουόμενοι τῷ βουτύρῳ. φαίνεται δὲ κᾂν ἐπ’ ἀνθράκων διαπύρων ἐκχέῃς αὐτὸ, φλόγα ποιοῦν, ὥσπερ ἡ πιμελή. καὶ μέντοι καὶ χρώμεθα αὐτῷ πολλάκις εἰς ὅσα καὶ τῷ στέατι, καταπλάσμασί τε καὶ ἄλλοις φαρμάκοις μιγνύντες. τὸ μὲν οὖν βόειον, ὡς ἔφην, γάλα λιπαρώτατόν ἐστι· τὸ δὲ τῶν προβάτων τε καὶ τῶν αἰγῶν ἔχει μέν τι καὶ αὐτὸ λίπους, ἀλλ’ ἧττον πολὺ, τὸ δὲ τῶν ὄνων ἥκιστα μετέχει τοιούτου χυμοῦ. διὸ καὶ σπανίως ἐτυρώθη τινὶ κατὰ τὴν γαστέρα πινόμενον αὐτίκα θερμὸν ἅμα τῷ τῶν τιτθῶν ἐκπεσεῖν. εἰ δ’ ἁλῶν λάβοι καὶ μέλιτος, ἀδύνατον παγῆναί τε αὐτὸ καὶ τυρωθῆναι κατὰ τὴν γαστέρα. διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἡ κάτω διαχώρησις αὐτῷ γίνεται πλείων, ὡς ἂν καὶ τὸν ὀῤῥὸν ἔχοντος πολὺν, ὑφ’ οὗ τὸ σύμπαν γάλα τὴν ὑπακτικὴν λαμβάνει δύναμιν, ὅσον ἐπὶ τῷ τυρώδει τὴν σταλτικὴν ἔχον. ὁπόσον δ’ ἀπολείπεται τῆς ἄλλης τοῦ γάλακτος φύσεως εἰς εὐχυμίαν ὁ ὀῤῥὸς, τοσοῦτον πλεονεκτεῖ τῶν ἄλλων ἁπάντων, ὅσα λαπάττει τὴν γαστέρα. διό μοι 
δοκοῦσι καὶ οἱ παλαιοὶ πλείστῳ χρῆσθαι τούτῳ τῷ πόματι πρὸς ὑπαγωγὴν γαστρός. ἐμβαλεῖν δ’ αὐτῷ χρὴ μέλιτος ἀρίστου τοσοῦτον, ὅσον ἡδῦναι χωρὶς ἀνατροπῆς στομάχου· κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῶν ἁλῶν ἄχρι τοῦ μὴ λυπῆσαι τὴν γεῦσιν. εἴ γε μὴν ὑπάγειν αὐτὸ μᾶλλον ἐθέλοις, ὡς πλεῖστον ἔμβαλε τῶν ἁλῶν. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἢ κατὰ τὴν ἐνεστῶσαν εἴρηται πραγματείαν. ὅσα γὰρ ὡς τροφῇ τῷ γάλακτι συμβέβηκεν ἔχειν ἀγαθὰ, ταῦτα προὔκειτο διέρχεσθαι· μεμιγμένου δ’ αὐτοῖς τοῦ κατὰ τὴν ὑπαγωγὴν τῆς γαστρὸς ἐκ τῆς κοινωνίας τῆσδε τὴν ἐκτροπὴν ὁ λόγος ἔσχε. πάλιν οὖν αὐτὸν ἐπαναγάγωμενον ἐπὶ τὸ προκείμενον, εἴπωμέν τε τὰ μήπω λελεγμένα περὶ τῆς ἐν τῷ γάλακτι δυνάμεως, ὃ ἐν τοῖς μάλιστα καὶ τοῦτ’ ἔστιν, εὐχυμότατον εἶναι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων, ὅσα προσφερόμεθα. μὴ παρακούσῃς δὲ τοῦ προκειμένου κατὰ τὸν λόγον. οὐ γὰρ ἁπλῶς εἶπον, εὐχυμότατον εἶναι γάλα πᾶν, ἀλλὰ προσέτι τὸ ἄριστον. ὡς τό γε κακόχυμον γάλα τοσοῦτον οὐ συντελεῖ εἰς εὐχυμίαν,
ὥστε καὶ τοὺς χρωμένους αὐτῷ κακοχύμους ἐργάζεται. καὶ φανερὸν, ὥς γε παιδίον, ἀποθανούσης τῆς προτέρας τιτθῆς, ἑτέρας κακοχύμου παρασχούσης αὐτῷ γάλα, πολλῶν ἑλκῶν ἐνεπλήσθη τὸ σύμπαν σῶμα· ἐδεδιῄτητο δ’ ἐπὶ λαχάνοις ἀγρίοις ἡ δευτέρα τιτθὴ κατ’ ἀγρὸν, ἦρος ὥρᾳ, λιμοῦ κατασχόντος. αὐτή τε οὖν ἐπληρώθη τοιούτων ἑλκῶν, ἕτεροί τέ τινες τῶν κατὰ τὴν αὐτὴν χώραν, ὁμοίως διαιτηθέντες. εἴδομεν δὲ τοῦτο κᾀπὶ πολλῶν ἄλλων γυναικῶν παιδία τρεφουσῶν κατὰ τὸν αὐτὸν ἐκεῖνον χρόνον. ἀλλὰ κᾂν αἰγὸς ἤ τινος ἄλλου ζώου νεμηθέντος σκαμμωνίαν ἢ τιθύμαλλον ἐν τροφῆς μέρει προσενέγκηταί τις γάλα, ῥυήσεται πάντως ἡ γαστὴρ αὐτῷ. καθάπερ οὖν ἐπὶ τῶν ἄλλων ἁπάντων, οὕτω κᾀπὶ τοῦ γάλακτος ἀκούειν σε χρὴ, τῶν δυνάμεων οὐχ ἁπλῶς λεγομένων ἐπὶ τοῦ τυχόντος, ἀλλ’ ἐπὶ τοῦ καλλίστου μόνον· τὸ δὲ ἀπολειπόμενον ἐν ἑκάστῳ γένει τοῦ πρωτεύοντος ἀπολείπεται τοσοῦτον καὶ τῆς εἰς ἡμᾶς ὠφελείας. τὸ μὲν οὖν ὀῤῥοῦ πλεῖστον ἔχον ἀκινδυνότατόν ἐστιν, εἰ καὶ διαπαντὸς αὐτῷ τις χρῷτο· τὸ δ’ ὀλίγον μὲν ἔχον ὑγρότητος τοιαύτης, οὐκ ὀλίγον
δὲ παχύτητος τυρώδους, οὐκ ἀσφαλές ἐστιν ἅπασι τοῖς ἐν αὐτῷ πλεονάζουσι. βλάψει μὲν γὰρ νεφροὺς, ὅσοι γ’ ἐπιτηδείως ἔχουσιν εἰς λίθων γένεσιν, ἐμφράξεις δὲ καθ’ ἧπαρ ἐργάσεται τοῖς ἑτοίμως παθεῖν δυναμένοις τοῦτο. τοιοῦτοι δ’ εἰσὶν, οἷς στενὰ τὰ πέρατα τῶν μεταλαμβανομένων ἀγγείων τὴν ἐκ τῶν σιμῶν τοῦ σπλάγχνου τροφὴν εἰς τὰ κυρτά. τοῖς δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρίοις ἀγαθὸν ἅπαν ἐστὶ γάλα, κεφαλῇ δ’ οὐκ ἐπιτήδειον, εἰ μή τις ἰσχυρὰν ἔχει πάνυ, καθάπερ οὐδ’ ὑποχονδρίοις, ὅσα ῥᾳδίως ἐμφυσᾶται. πνευματοῦται γὰρ ἐν τῇ γαστρὶ παμπόλλοις, ὡς ὀλιγίστους εἶναι τοὺς μὴ πάσχοντας τοῦτο. μετὰ δὲ τινος τῶν παχὺν ἐχόντων χυμὸν ἐδεσμάτων ἐπιπλέον ἑψηθὲν ἀποτίθεται μὲν τὸ φυσῶδες, ἐμφρακτικώτερον δὲ ἥπατος γίνεται, καὶ τῶν ἐν νεφροῖς λίθων γεννητικώτερον. ἐδέσματα δ’ εἶναι τοιαῦτα κατὰ τὸν πρῶτον εἴρηται λόγον ἄμυλός τε καὶ σεμίδαλις καὶ χόνδρος καὶ τράγος καὶ ὄρυζα, λάγανά τε καὶ ῥυήματα καὶ ἄρτοι μήτε καλῶς ὠπτημένοι, μήτε προπαρεσκευασμένοι διὰ τρίψεως πολλῆς ἅμα δαψιλέσιν ἁλσὶ,
μήτε ζύμης ἔχοντες σύμμετρον. ὥσπερ δὲ ἐπὶ τούτων, οὕτως κᾀπὶ τῶν ἄλλων, ὅσα μιγνύντες γάλακτι προσφέρονταί τινες, ἡ τῶν μιγνυμένων δυνάμις ἤτοι γ’ αὐξήσει τινὰ τῶν τοῦ γάλακτος δυνάμεων, ἢ μειώσει. νῦν δὲ ἡμεῖς αὐτοῦ τὴν δύναμιν ἀφοριζόμενοι λέγομεν εὔχυμόν τε καὶ τρόφιμον εἶναι, συγκείμενον ἐξ ἐναντίων οὐσιῶν τε καὶ δυνάμεων, ὑπακτικῆς τε καὶ σταλτικῆς, ἐμφρακτικῆς τε καὶ λεπτυντικῆς. τὸ μὲν γὰρ ὀῤῥῶδες αὐτοῦ λεπτύνει τὸ πάχος τῶν χυμῶν, ὑπάγει τε γαστέρα, τὸ δὲ τυρῶδες ἐπέχει τὴν γαστέρα, καὶ παχεῖς ἐργάζεται τοὺς χυμοὺς, δι’ οὓς, ὡς ἔφην, ἐμφράξεις τε καθ’ ἧπαρ, ἐν νεφροῖς τε λίθοι γεννῶνται. βλάπτει δ’ ἡ συνεχὴς χρῆσις αὐτοῦ καὶ τοὺς ὀδόντας ἅμα ταῖς περικειμέναις σαρξὶν, ἃς ὀνομάζουσιν οὖλα· ταύτας μὲν γὰρ πλαδαρὰς, τοὺς δὲ ὀδόντας εὐσήπτους τε καὶ ῥᾳδίως διαβιβρωσκομένους ἐργάζεται. χρὴ τοίνυν ἐπὶ τῇ προσφορᾷ τοῦ γάλακτος οἴνῳ κεκραμένῳ διακλύζεσθαι· βέλτιον δὲ, εἰ καὶ μέλιτος ἐπεμβάλοις αὐτῷ. πᾶν γὰρ οὕτως ἀποῤῥύπτεται τὸ περιπεπλασμένον τοῖς ὀδοῦσι καὶ τοῖς οὔλοις ἐκ τοῦ γάλακτος τυρῶδες. εἰ δὲ

καὶ χωρὶς τοῦ προσεμβάλλειν ὕδατος τῷ οἴνῳ μὴ βλάπτοιτό τις τὴν κεφαλὴν διακλυζόμενος αὐτῷ, βελτίων ἡ τοιαύτη χρῆσις ὡς πρὸς τοὺς ὀδόντας τε καὶ τὰ οὖλα. τό γε μὴν μέλι καὶ τοῦτο μιγνύμενον ἄμεινον ἐργάζεται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἀρίστη δὲ χρῆσις εἰς ἀσφάλειαν ὀδόντων, ὡς μηδὲν ὑπὸ γάλακτος βλάπτεσθαι, μετὰ τὸ προσενέγκασθαι μελικράτῳ μὲν πρότερον διακλύζεσθαι, δεύτερον δ’ οἴνῳ στύφοντι.

16. [Περὶ ὀξυγάλακτος.] Τὸ δὲ ὀξύγαλα καλούμενον οὐ βλάπτει μὲν τοὺς ὀδόντας, ὅσοι γε κατὰ φύσιν ἔχουσιν· ὅσοι δ’ ἤτοι διὰ φυσικὴν δυσκρασίαν, ἤ τινα ἐπίκτητον διάθεσίν εἰσι ψυχρότεροι τοῦ δέοντος, οὗτοι μόνοι βλάπτονται, καθάπερ ὑπὸ τῶν ἄλλων ψυχρῶν, οὕτω καὶ ὑπὸ τοῦδε· καὶ τὸ σύμπτωμα τούτοις ἐνίοτε γίνεται τὸ καλούμενον αἱμωδία, τοιοῦτον, οἷον ἐπὶ τοῖς ἀώροις συκαμίνοις, ὅσα τ’ ἄλλα στρυφνὰ καὶ ὀξέα, συμβαίνειν εἴωθε. πρόδηλον δ’, ὅτι καὶ ἡ γαστὴρ ἡ μὲν ψυχροτέρα καθ’ ἡντιναοῦν αἰτίαν οὐ πέττει καλῶς ὀξύγαλα, τῇ συμμέτρως δὲ ἐχούσῃ δύσπεπτον 

μὲν, οὐ μὴν ἄπεπτόν γε παντάπασιν. ὅσαι δὲ θερμότεραί εἰσι τοῦ προσήκοντος γαστέρες, εἴτε ἐξ ἀρχῆς, εἴτε ἔκ τινος ὕστερον αἰτίας εἰς τοιαύτην κρᾶσιν ἀχθεῖσαι, πρὸς τῷ μηδὲν βλάπτεσθαι καὶ χρηστοῦ τινος ἀπολαύουσιν ἐκ τῶν τοιούτων ἐδεσμάτων. αὗται καὶ προψυχθὲν αὐτὸ διὰ χιόνος περιπλάσεως ἀλύπως φέρουσιν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐδεσμάτων, καὶ δηλονότι καὶ τὸ ὕδωρ αὐτὸ, παρασκευασθὲν ὁμοίως. ἐφ’ ᾧ καὶ θαυμάζειν ἐπῆλθέ μοι πολλοὺς τῶν ἰατρῶν ἀποφῃναμένους ὑπὲρ ἑκάστης τροφῆς, τῆς μὲν ὡς ὠφελούσης ἡμᾶς, τῆς δὲ ὡς βλαπτούσης, εὐπέπτου τε καὶ δυσπέπτου, κακοχύμου τε καὶ εὐχύμου, τροφίμου τε καὶ ἀτρόφου, κακοστομάχου τε καὶ εὐστομάχου, καὶ κοιλίαν ὑπαγούσης ἤ ἱστώσης, ἤ τινα ἄλλην ἀρετὴν ἢ κακίαν ἐχούσης. ἐπί τινων μὲν γὰρ ἐγχωρεῖ φάναι, πᾶσιν ἀνθρώποις εἶναι κακόχυμον, ἢ δύσπεπτον, ἢ κακοστόμαχον ἔδεσμα τόδε τι, περὶ δὲ τῶν πλείστων οὐχ οἷόν τε χωρὶς διορισμοῦ διὰ προφάσεως μιᾶς ἀληθεῦσαι. μακροῦ δ’ ἐξ ἀνάγκης ἐσομένου τοῦ παντὸς λόγου, γραφόντων
ἡμῶν ἐφ’ ἑκάστου τῶν ἐδεσμάτων τοὺς ἀπὸ τῶν φυσικῶν κράσεων διορισμοὺς ἐπικτήτων τε διαθέσεων, ἄμεινον. εἶναι ἂν δόξειεν, καθόλου μὲν ἐξ ἀρχῆς τῆς διδασκαλίας ἐπιδεῖξαι τὴν μέθοδον, ὡς ἐποιήσαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἀναμιμνήσκειν δ’ ἐπὶ τῶν κατὰ μέρος ἐνίοτε, καὶ μάλιστα ἐφ’ ὧν ἡ φύσις οὐχ ἁπλῆ, καθάπερ ἀμέλει κᾀπὶ τοῦ γάλακτός ἐστι, συγκειμένου μὲν ἐξ ἐναντίων οὐσιῶν τε καὶ δυνάμεων, ὁμοιομεροῦς δὲ φαινομένου πρός γε τὴν αἴσθησιν. οὕτω γὰρ αὐτῷ συμβαίνει, κᾂν κάλλιστον ᾖ, παρὰ τὴν τῶν κοιλιῶν διαφορὰν ἐνίοτε μὲν ἐπὶ τούτου ὀξύνεσσθαι, κνισσώδη δ’ αὖθις ἐφ’ ἑτέρου τὴν ἐρυγὴν ἀναπέμπειν, καίτοι γ’ ἐναντίων διαθέσεων οὐσῶν, καθ’ ἃς ὀξῶδες ἢ κνισσῶδες γίνεται τὸ κατὰ τὴν κοιλίαν ἀπεπτηθέν. ἡ μὲν γὰρ ἔνδεια τῆς θερμασίας ὀξύνειν αὐτὸ πέφυκεν, ἡ δ’ ὑπερβολὴ κνισσοῦν. γίγνεται δὲ ἄμφω ταῦτα τῷ γάλακτι διὰ τὸ μὴ μόνον ἔχειν ἐν ἑαυτῷ τὴν ὀῤῥώδη φύσιν, ἀλλὰ καὶ τὴν λιπαρὰν καὶ τὴν τυρώδη. τὸ γοῦν ὀξύγαλα διὰ τὴν αἰτίαν ταύτην
οὐδέποτε κνισσῶδες ἀπεπτηθὲν γίνεται, κᾂν μάλιστα εἰς χολωδεστάτην ἢ πυρωδεστάτην ἐμπέσῃ κοιλίαν. οὔτε γὰρ ἔτι τὴν θερμὴν καὶ δριμεῖαν ἔχει ποιότητα καὶ δύναμιν, ἧς μετέχει τὸ γάλα διὰ τὸν ὀῤῥὸν, οὔτε τὴν λιπαράν τε καὶ μετρίως θερμὴν ἐκέκτητο διὰ τὸ λιπαρὸν τὸ ἐν ἑαυτῷ· μόνον γὰρ ὑπολείπεται κατὰ τὴν τοιαύτην σκευασίαν τὸ τυρῶδες, οὐδὲ τοῦτο τοιοῦτον φύσει, ὁποῖον ἐξ ἀρχῆς ὑπῆρχεν, ἀλλ’ ἐπὶ τὸ ψυχρότερον ἐκτετραμμένον. ἀρκεῖ τοιγαροῦν ἐπ’ ὀξυγάλακτος εἰπεῖν, ὅτι ψυχρόν ἐστι καὶ παχύχυμον. ἕπεται γὰρ τούτοις τὸ μηδὲ ῥᾳδίως πέττεσθαι πρὸς τῆς συμμέτρως ἐχούσης κράσεως τοῦ σώματος· ἐπ’ ἐκείνην γὰρ ἀναφέρεσθαι τὸν λόγον ἠξίωσα πολλάκις ἤδη κατὰ τὰς ἐμὰς πραγματείας, ὅταν ἁπλῶς ἀποφαίνωμαί τι. καὶ μέντοι καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμὸν, οὗ τὴν φύσιν ἔμπροσθέν τε διῆλθον, ἑτέρωθί τε κατὰ τὸν προηγούμενον λόγον ἐξηγησάμην, εὔλογόν ἐστιν ἐκ τῶν τοιούτων ἐδεσμάτων πλεῖστον γεννᾶσθαι. χρήσιμον δὲ εἶναι τὸ ἔδεσμα τοῦτο ταῖς πυρωδεστέραις κοιλίαις οὐδὲν ἄλογον, ὥσπερ ταῖς ψυχροτέραις ἐναντιώτατον. οὐ μὴν
οὐδὲ τοῦτο δεῖ καθ’ ἕκαστον τῶν ἐδεσμάτων γράφειν, ἀλλὰ μιμνήσκειν ἐπί τινων μόνον, ὡς ὁ τοιόσδε χυμὸς, ὁποῖος ἐξ ὀξυγάλακτός τε καὶ τυροῦ. καὶ τῶν παχυχύμων ἁπάντων γίγνεται, λίθους ἐν νεφροῖς πέφυκε γεννᾷν, ὅταν ὦσι θερμότεροι τοῦ δέοντος ἤτοι κατὰ φυσικὴν δυσκρασίαν ἢ κατά τινα ἄλλην ὕστερον ἐγγενομένην αὐτοῖς διάθεσιν, οὐ μὴν ἀνὰ λόγον γε τῆς θερμασίας τὰς διεξόδους εὐρείας ἔχωσιν. αἱ γάρ τοι νοσωδέσταται κατασκευαὶ τῶν σωμάτων ἐξ ἐναντίων τῇ κράσει σύγκεινται μορίων, ὡς εἶναι γαστέρα μὲν, εἰ τύχοι, θερμὴν ἱκανῶς, ἐγκέφαλον δὲ ψυχρόν. οὕτως δὲ καὶ πνεύμων ἐνίοτε καὶ θώραξ ὅλος ψυχρός ἐστιν ἐπὶ γαστρὶ θερμῇ. πολλάκις δὲ καὶ τοὐναντίον ἕκαστον μὲν τῶν ἄλλων θερμότερον ὑπάρχει τοῦ δέοντος, ἡ γαστὴρ δὲ μόνη ψυχροτέρα, θερμότερον δὲ τὸ ἧπαρ, ἐπί τε τῶν ἄλλων μορίων ὡσαύτως. διὸ καὶ κατ’ ἀρχὰς ἐδείκνυον, ὠφελιμωτάτην εἶναι τὴν περὶ τῶν ἐν τροφαῖς δυνάμεων διδασκαλίαν, ὅταν ἐξηγῶνται τὴν καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ θερμότητα καὶ ψυχρότητα
διαφορὰν, ἔτι τε τὸ γλίσχρον ἢ παχὺ τῆς οὐσίας αὐτῶν, καὶ πρὸς τούτοις, ὡς ὁμοιομερές ἐστιν, εἴτ’ ἐξ ἐναντίων ταῖς κράσεσι σύγκειται, καθάπερ τὸ γάλα. πρὸς δὲ τὴν τούτων διάγνωσιν ἐκ τῆς ὀσμῆς καὶ τῆς γεύσεως, ἔτι τε τῶν ἄλλων συμπτωμάτων ἔφην ἡμᾶς ποδηγεῖσθαι, περὶ ὧν ἐν ἀρχῇ τῆσδε τῆς πραγματείας διῆλθον, ὥσπερ καὶ νῦν ἐπὶ τοῦ γάλακτος, ἐπιδεικνὺς αὐτοῦ τὴν φύσιν ἐξ ὧν ἴσχει συμπτωμάτων, ἤτοι θερμαινόμενον, ἢ διὰ πυτίας πηγνύμενον, ἢ ὁπωσοῦν ἄλλως διακρινομένων τῶν μορίων αὐτοῦ. καὶ γὰρ ἡ σχίσις καλουμένη τοῦτο ἐργάζεται χωρὶς τῆς πυτίας, ὅταν ἱκανῶς θερμῄναντες τὸ γάλα καταῤῥαίνωμεν ὀξυμέλιτι ψυχρῷ. ταὐτὸ δ’ ἐργαζόμεθα καὶ δι’ οἰνομέλιτος. ἐνίοτε δὲ καὶ χωρὶς τοῦ καταῤῥᾶναι τὴν οὐσίαν αὐτοῦ, καθιέντες εἰς ἀγγεῖον ὕδωρ ἔχον ψυχρότατον, ἐργαζόμεθα τὴν σχίσιν. ἄνευ δὲ πυτίας καὶ τὸ μετὰ τὴν ἀποκύησιν ἀμελχθὲν αὐτίκα πήγνυται, πυρωθὲν ἐπὶ θερμῆς σποδιᾶς ὀλίγῳ χρόνῳ. καλεῖν δὲ ἐοίκασιν οἱ παλαιοὶ κωμικοὶ τὸ οὕτως παγὲν γάλα πυριαστόν· οἱ δὲ παρ’ ἡμῖν ἐν Ἀσίᾳ πυρίεφθον ὀνομάζουσιν αὐτό. τοῦτο μὲν ἀκριβῶς 
ἐστι γάλα χωρὶς οὐσίας ἑτέρας. ὅταν δὲ μέλι μίξαντες αὐτῷ διὰ πυτίας πήξωσι, χωρίζεται μὲν ἐν τῷ ἔργῳ τὸ λεπτὸν καὶ ὑδατῶδες αὐτοῦ, προσφέρονται δ’ ἔνιοι τὸ πεπηγὸς αὐτοῦ μόνον, σύνθετον ὑπάρχον ἔκ τε τοῦ τυρώδους ἐν τῷ γάλακτι καὶ τοῦ θερμοῦ καὶ τοῦ πυρώδους ἐν τῇ τῆς πυτίας δυνάμει καὶ τοῦ μιχθέντος αὐτοῖς μέλιτος. ἔνιοι δὲ καὶ τῷ παγέντι τὸν ὀῤῥὸν συγκαταπίνουσιν, ἤτοι γε ὡσαύτως πάντα μετὰ παντὸς, ἢ θάτερον αὐτοῦ πλέον θατέρου. συμβήσεται δὲ δηλονότι τοῖς μὲν μᾶλλον ὑπαχθῆναι τὴν γαστέρα, τοῖς δὲ ἧττον, ἀνάλογον τῇ ποσότητι τῆς ὀῤῥώδους ὑγρότητος. εὔδηλον δὲ, ὅτι καὶ τραφῆναι τὸ σύμπαν σῶμα μᾶλλον μὲν ὑπάρξει τοῖς τὸ πεπηγὸς μόνον ἐδηδοκόσιν, ἧττον δὲ τοῖς συγκαταπιοῦσιν αὐτῷ τι καὶ τῆς ὀῤῥώδους ὑγρότητος, ἔτι δὲ ἧττον, ὅσοι τὸ μὲν πεπηγὸς ὀλίγον προσηνέγκαντο, τὸ δ’ ὀῤῥῶδες πλεῖστον. οὕτως δὲ κᾀπὶ τοῦ μετὰ τὴν ἀποκύησιν παγέντος, ἤτοι χωρὶς μέλιτος, ἢ σὺν αὐτῷ, διαφορά τις οὐ σμικρὰ γενήσεται. δυσπεπτότερον γὰρ ἔσται καὶ παχυχυμότερον, ἔτι τε βραδύτερον εἰς τὴν κάτω διέξοδον, ὅταν μὴ

προσλάβῃ μέλιτος. ἥ γε μὴν ὅλου τοῦ σώματος θρέψις ἐξ ἀμφοτέρων γίνεται δαψιλής. ταῦτ’ ἀρκεῖ περὶ δυνάμεως γάλακτος ἐπίστασθαι κατὰ τὴν νῦν ἐνεστῶσαν πραγματείαν· ὅσα γὰρ εἰς νόσους χρήσιμα, ἢ τοῖς φθίνουσιν ὁπωσοῦν, ἢ τοῖς ἕλκος ἔχουσιν ἐν πνεύμονι, ταῦτ’ ἴδια τῆς θεραπευτικῆς ἐστιν μεθόδου.

17. [Περὶ τυροῦ.] Λέλεκται μὲν ἤδη περὶ τῆς τοῦ τυροῦ δυνάμεως ἐν τῷ περὶ γάλακτος λόγῳ, βέλτιον δὲ καὶ νῦν αὖθις ἀπονεῖμαι ἴδιον λόγον αὐτῷ. προσλαμβάνει γὰρ ἐν τῇ σκευασίᾳ παρὰ τῆς ἐμβαλλομένης πυτίας δριμύτητα, τήν θ’ ὑγρότητα πᾶσαν ἀποτίθεται, καὶ μάλιστα χρονίσας, ἡνίκα δριμύτερος γίνεται καὶ σαφῶς ἑαυτοῦ θερμότερός τε καὶ καυσωδέστερος, καὶ διὰ τοῦτο καὶ διψαλεώτερος καὶ δυσπεπτότερος καὶ κακοχυμότερος ἀποτελεῖται. διὰ ταῦτα τοίνυν οὐδ’ ὅπερ ἀγαθὸν ἐπικτᾶται τὰ παχύτερα τῶν ἐδεσμάτων δριμέσι καὶ λεπτυντικαῖς μιγνύμενα δυνάμεσιν, οὐδὲ τοῦτ’ ἔχει βλάβης χωρίς. μείζων γὰρ ἡ ἐκ τῆς κακοχυμίας αὐτῷ καὶ τῆς καυσώδους θερμότητος ἐγγίνεται βλάβη

τῆς ἐκ τοῦ λεπτυνθῆναι τὸ πάχος ὠφελείας, ὅπου πρὸς τὴν τῶν ἐν νεφροῖς λίθων γένεσιν οὐχ ἧττόν ἐστι βλαβερὸς ὁ τοιοῦτος χυμός· ἐδείχθησαν γὰρ οὗτοι γενόμενοι κατ’ ἐκεῖνα τῶν σωμάτων, ἐν οἷς ἂν συνέλθῃ πάχος χυμῶν πυρώδει θερμότητι. φευκτέον οὖν μάλιστα τὸν τοιοῦτον τυρὸν, ὡς μηδὲν ἀγαθὸν ἔχοντα μήτ’ εἰς πέψιν, μήτ’ εἰς ἀνάδοσιν, μήτ’ εἰς οὔρησιν, μήτ’ εἰς ὑπαγωγὴν γαστρὸς, ὥσπερ γε μηδ’ εἰς εὐχυμίαν. ἐφεξῆς δὲ μοχθηρὸν μὲν, ἧττον δὲ τούτου νομίζειν χρὴ τὸν μήτε παλαιὸν, μήτε δριμύν· τῶν δὲ νέων ἁπάντων τυρῶν εἶναι κάλλιστον, ὁποῖος ὁ παρ’ ἡμῖν ἐν Περγάμῳ καὶ κατὰ τὴν ὑπερκειμένην αὐτῆς Μυσίαν γίνεται, καλούμενος ὑπὸ τῶν ἐγχωρίων ὀξυγαλάκτινος, ἥδιστος μὲν εἰς ἐδωδὴν, ἀβλαβέστατος δὲ στομάχῳ καὶ πάντων τῶν ἄλλων τυρῶν ἧττον δύσπεπτος καὶ δυσδιέξοδος· οὐ μὴν οὐδὲ κακόχυμός ἐστιν, οὐδὲ πάνυ σφόδρα παχύχυμος, ὅπερ ἁπάντων τυρῶν ἐστι κοινὸν ἔγκλημα. κάλλιστος δ’ ἔστι καὶ ὁ παρὰ τοῖς πλουσίοις εὐδοκιμῶν ἐν Ῥώμῃ, βαθύσικος τοὔνομα, καί τινες ἄλλοι κατ’ ἄλλα χωρία. παμπόλλης δ’ οὔσης κατὰ μέρος
ἐν αὐτοῖς διαφορᾶς κατά τε τὰς φύσεις τῶν ζώων καὶ τοὺς τρόπους τῆς σκευασίας, καὶ προσέτι τὰς ἡλικίας αὐτῶν τῶν τυρῶν, ἐγὼ πειράσομαι κᾀνταῦθα περιορίσαι τὴν δύναμιν αὐτῶν ὀλίγοις σκοποῖς, οἷς προσέχων τις ἐκ τοῦ ῥᾴστου διαγνώσεται τὸν ἀμείνονά τε καὶ χείρω. κατὰ γένος μὲν οὖν οἱ σκοποὶ διττοὶ τυγχάνουσιν ὄντες, ὁ μὲν ἕτερος ἐν τῇ ποιᾷ συστάσει τῆς οὐσίας τοῦ τυροῦ, καθ’ ἣν μαλακώτερος ἢ σκληρότερος γίνεται, καὶ πυκνότερος ἢ χαυνότερος, καὶ κολλωδέστερος ἢ ψαθυρώτερος, ὁ δ’ ἐν τῇ γευστῇ ποιότητι, καθ’ ἣν ἔν τισι μὲν αὐτῶν ὀξύτης ἐπικρατεῖ, κατ’ ἄλλους δὲ δριμύτης, ἢ λιπαρότης, ἢ γλυκύτης, ἤ τινα τοιούτων, ἢ οἷον ἰσομοιρία πάντων. κατὰ δὲ τὰς ἐν εἴδει διαφορὰς τῶν εἰρημένων γενῶν ὁ μὲν μαλακώτερος τοῦ σκληροτέρου βελτίων, ὁ δ’ ἀραιὸς καὶ χαῦνος τοῦ πάνυ πυκνοῦ καὶ πεπιλημένου. μοχθηρῶν δ’ ὄντων τοῦ τε κολλώδους ἱκανῶς καὶ ψαθυροῦ μέχρι τραχύτητος, ὁ μέσος ἐστὶν αὐτῶν βελτίων. κατὰ δὲ τὴν ἐν τῇ γεύσει διάγνωσιν ἁπάντων μὲν ἄριστος ὁ μηδεμίαν

ἰσχυρὰν ἔχων ποιότητα, βραχὺ δέ τι τῶν ἄλλων ὑπερέχουσαν τὴν γλυκύτητα, βελτίων δὲ καὶ ὁ ἡδίων τοῦ ἀηδοῦς καὶ ὁ σύμμετρον ἁλῶν ἔχων τοῦ παμπόλλους καὶ μηδ’ ὅλως ἔχοντος. μετά γε μὴν τὸ προσενέγκασθαι τὸν οὕτως κριθέντα καὶ διὰ τῆς ἐρυγῆς ἔνεστι γνωρίζειν, ὁποῖος αὐτῶν ἐστιν ἀμείνων τε καὶ χείρων. ὁ μὲν γὰρ κατὰ βραχὺ μαραινομένην ἴσχων τὴν ποιότητα βελτίων, ὁ δὲ παραμένουσαν οὐκ ἀγαθός· εὔδηλος γὰρ οὗτός ἐστι δυσμετάβλητός τε καὶ δυσαλλοίωτος, ὥστε καὶ δύσπεπτος· ἀλλοίωσις γὰρ ἐξ ἀνάγκης ἕπεται πεττομέναις ταῖς τροφαῖς ἁπασῶν ὧν ἔμπροσθεν εἶπον ποιοτήτων.

18. [Περὶ τοῦ τῶν πεζῶν ζώων αἵματος.] Αἷμα δύσπεπτόν ἐστι, μάλιστα δὲ τὸ παχὺ καὶ μελαγχολικὸν, οἷόνπερ ὑπάρχει τὸ τῶν βοῶν. τὸ δὲ τῶν λαγωῶν ὡς ἥδιστον τετίμηται, καὶ πολλοῖς δι’ ἔθους ἐστὶν ἕψειν αὐτὸ σὺν τῷ ἥπατι, τισὶ δὲ καὶ μετὰ τῶν ἄλλων σπλάγχνων. ἔνιοι δὲ καὶ τὸ τῶν νέων ὑῶν ἐσθίουσιν, ὥσπερ ἄλλοι καὶ τὸ τῶν μειζόνων, ὅταν εὐνουχισθῶσι· τὸ μὲν γὰρ τῶν κάπρων 

οὐδ’ ἐπιχειροῦσιν, ὡς ἀηδές τε ἅμα καὶ δύσπεπτον. τὸ δὲ τῶν αἰγῶν αἷμα καὶ Ὅμηρος οἶδεν ἐσθιόμενον ὡς ἡδύ.

19. [Περὶ τῆς ἀπὸ τῶν πτηνῶν ζώων τροφῆς.] Ὄρνιθας ὀνομαζόντων τῶν παλαιῶν ἁπάντων τὰ πτηνὰ ζῶα καὶ δίποδα, τοῖς νῦν Ἕλλησιν ἔθος ἤδη γέγονε τὰς ὑπ’ ἐκείνων ἀλεκτορίδας καλουμένας μόνας οὕτως προσαγορεύειν, ὥσπερ γε καὶ τοὺς ἄῤῥενας ἀλεκτρυόνας. ἔστι δὲ τὸ γένος ἁπάντων τῶν πτηνῶν ὀρνίθων ὀλιγοτροφώτατον, εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν, καὶ μάλιστα τῷ τῶν ὑῶν, ὧν τῆς σαρκὸς οὐδὲν ἂν ἄλλο τροφιμώτερον ἔχοις εὑρεῖν. εὐπεπτοτέρα γε μὴν ἡ σάρξ ἐστι τῶν πτηνῶν, καὶ μάλιστα πέρδικος, ἀτταγῆνός τε καὶ περιστερᾶς, ἀλεκτορίδος τε καὶ ἀλεκτρυόνος. ἡ δὲ τῶν κιχλῶν, καὶ κοττύφων, καὶ τῶν μικρῶν στρουθῶν, ἐν οἷς εἰσι καὶ οἱ πυργῖται καλούμενοι, σκληροτέρα τούτων ἐστὶ, καὶ μάλιστα δ’ ἔτι καὶ τούτων αὐτῶν ἥ τε τῆς τρυγόνος, καὶ ἡ τῆς φάττης, καὶ ἡ τῆς νήττης. ὁμοία δὲ τῶν ἀλεκτορίδων ἐστὶν ἡ τῶν φασιανῶν εἰς πέψιν

καὶ τροφὴν, ὑπερέχουσα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. σκληροτέρα δὲ καὶ δυσπεπτοτέρα καὶ ἰνωδεστέρα τούτων ἡ τοῦ ταῶνος. κοινὸν δὲ ἐπὶ πᾶσι τοῖς πτηνοῖς ζώοις, ὥσπερ καὶ τοῖς τετράποσι, γινώσκειν χρὴ, τὴν τῶν αὐξανομένων σάρκα πολὺ βελτίονα τῆς τῶν παρακμαζόντων εἶναι, μέσην δὲ ἀμφοῖν τὴν τῶν ἀκμαζόντων, μοχθηρὰν δὲ καὶ τὴν τῶν πάνυ νηπίων, ἀλλ’ ὑπεναντίως τῇ τῶν γεγηρακότων· ἡ μὲν γὰρ τούτων σκληρὰ καὶ ξηρὰ καὶ νευρώδης ἐστὶ, καὶ διὰ τοῦτο καὶ πεφθῆναι μοχθηρὰ, καὶ τροφὴν ὀλίγην δίδωσι τῷ σώματι, τῶν δὲ παντάπασι νέων ζώων τὰ σώματα βλεννώδη τ’ εἰσὶ καὶ ὑγρὰ, καὶ δι’ αὐτό γε τοῦτο περιττωματικὰ, ῥᾷον δὲ ὑπέρχεται κατὰ γαστέρα. ταῦτά μοι μέμνησο περὶ πάντων ζώων κοινῇ· καὶ γὰρ ὑπάρχει πᾶσιν αὐτοῖς ὁμοίως ἐν ταῖς κατὰ τὴν ἡλικίαν διαφοραῖς. κοινὸς δὲ ὁ τῆς σκευασίας τρόπος ὡς πρὸς ὑγείαν, ὃν ἔμπροσθέν τε διῆλθον ἤδη καὶ αὖθις ὡς ἐπὶ κεφαλαίων ἐρῶ. νυνὶ δὲ τὰς δυνάμεις μόνον ἀναμνήσω· ξηρότερα μὲν γὰρ εἶναι τά τ’ ὀπτηθέντα καὶ τὰ ταγηνισθέντα, τὰ δὲ δι’ ὕδατος ἑψηθέντα γλυκέος ὑγροτέραν

διδόναι τροφὴν τῷ σώματι. λέλεκται δὲ καὶ περὶ τῶν ἐν λευκῷ ζωμῷ καὶ ποικίλαις ἀρτύσεσι λοπάδων ἔμπροσθεν αὐτάρκως, ὥσπερ γε καὶ περὶ τῶν ἡμέρων τε καὶ ἀγρίων. οὐ σμικρὰ δὲ διαφορὰ καὶ τῶν ἐν λίμναις, ἢ ἕλεσιν, ἢ τελματώδεσι χωρίοις διαιτηθέντων ἐστὶ πρὸς τὰ ἐν τοῖς ὄρεσιν, ἢ ξηροῖς χωρίοις. ἀνάλογον γὰρ τοῖς χωρίοις αἱ σάρκες τῶν ζώων ἤτοι ξηραὶ καὶ ἀπέριττοι καὶ πεφθῆναι ῥᾴους, ἤ ὑγραὶ καὶ περιττωματικαὶ καὶ δυσπεπτότεραι γίνονται.

20. [Περὶ χηνῶν καὶ στρουθοκαμήλων.] Τὸ μὲν τῶν χηνῶν ὄνομα σύνηθές ἐστι καὶ τοῖς παλαιοῖς, τὸ δὲ τῶν στρουθοκαμήλων ἄηθες· ὀνομάζουσι γὰρ αὐτὰς μεγάλας στρουθούς, ἤκουσα δέ ποτε σοφιστοῦ τοῦ εἰς τὰ τοιαῦτα προβλήματα λέγοντος ἔτι μειράκιον, ἐπιχειροῦντος εἰς ἑκάτερα καὶ δεικνύοντος ἐνίοτε μὲν, ὄρνιθας, ἐνίοτε δὲ, οὐκ ὄρνιθας εἶναι τὰ τοιαῦτα ζῶα. βέλτιον δὲ μὴ τοῦτο ζητεῖν, ἀλλ’ ὁποίαν ἔχει δύναμιν ἡ ἐξ αὐτῶν τροφή. τοῦτ’ οὖν ἀκούσας παρ’ ἐμοῦ, παρ’ ἄλλου μαθήσῃ κατὰ σχολὴν,

εἴτ’ ὄρνιθας ὀνομάζειν χρὴ τὰ τοιαῦτα τῶν ζώων, εἴτε μή. περιττωματικὴ τοίνυν ἡ σὰρξ αὐτῶν ἐστι καὶ πολὺ δυσπεπτοτέρα τῆς τῶν προειρημένων πτηνῶν ζώων, οὐ μὴν τά γε πτερὰ χείρω τῶν ἄλλων ἔχει. πολλοῖς γὰρ τῶν πτηνῶν ζώων, καὶ μάλισθ’ ὅσα μικρὰ καὶ σκληρόσαρκα, καὶ ἡ τῶν πτερῶν φύσις ἐστὶν ἰνώδης τε καὶ σκληρά· τινῶν δὲ καὶ ἡ σὰρξ ὅλη τοιαύτη, καθάπερ γε καὶ ἡ τῶν γεράνων, ἃς καὶ αὐτὰς ἐσθίουσιν ἑωλίσαντες πρότερον ἡμέραις πλείοσι. μεταξὺ δέ πως τῆς τῶν γεράνων τε καὶ τῶν χηνῶν ἡ τῶν καλουμένων οὐτίδων ἢ ὠτίδων ἐστίν· ἑκατέρως γὰρ ὀνομάζουσί τε καὶ γράφουσι τὴν πρώτην συλλαβὴν, διά τε τοῦ ου στοιχείου καὶ τοῦ ω.

21. [Περὶ τῆς κατὰ τὰ μόρια τῶν πτηνῶν ζώων διαφορᾶς.] Τὰ μὲν σπλάγχνα τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸς τὰς ἐν πτηνοῖς ζώοις σάρκας, ἣν κᾀν τοῖς πεζοῖς ζώοις ἔχειν εἴρηται· τὰ δ’ ἔντερα παντάπασιν ἄβρωτα πάντων ἐστὶν αὐτῶν, οὐ μὴν ἀνὰ λόγον γε τούτων αἱ γαστέρες.

ἐδώδιμοί τε γάρ εἰσι καὶ τρόφιμοι, τινὲς δ’ αὐτῶν καὶ ἡδεῖαι πάνυ, καθάπερ καὶ ἡ τῶν χηνῶν, ἐφεξῆς δὲ ἡ τῶν σιτευτῶν ἀλεκτορίδων. ὥσπερ δὲ καὶ ἐπὶ τῶν ὑῶν τὸ συκωτὸν ἧπαρ ἐν τοῖς ζῶσι ζώοις προπαρασκευάζουσιν ἡδὺ διὰ τῆς τῶν ἰσχάδων ἐδωδῆς, οὕτως ἐπὶ τῶν χηνῶν ὁρῶ γάλακτος ἀναδεύοντας τὰς τροφὰς, ὡς γίνεσθαι μὴ μόνον ἥδιστον, ἀλλὰ καὶ τροφιμώτατον εὐχυμότατόν τε καὶ διαχωροῦν οὐ χαλεπῶς, ὡσαύτως δὲ καὶ πρὸς τὴν ἐν τῇ γαστρὶ πέψιν ἐπιτήδειον. καὶ τὰ πτερὰ δὲ τῶν χηνῶν ἐπιτήδεια πεφθῆναί τε καὶ θρέψαι, μᾶλλον δ’ αὐτῶν τὰ τῶν ἀλεκτορίδων. οὔσης δὲ οὐκ ὀλίγης ἐν ταῖς σαρξὶ διαφορᾶς τοῖς γεγηρακόσι ζώοις πρὸς τὰ νέα, σαφεστέρα πολλῷ καὶ ἡ τῶν πτερῶν φύσις ἐστίν. ὡσαύτως δὲ καὶ τοῖς ἰσχνοῖς πρὸς τὰ πίονα· κάλλιστα μὲν τὰ τῶν εὐτρόφων τε καὶ νέων, χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων. οἱ πόδες δ’ ἁπάντων, ὀλίγου δεῖν, ἄβρωτοι. λόφους δὲ καὶ κάλλαια τῶν ἀλεκτρυόνων οὔτ’ ἐπαινέσειεν ἄν τις, οὔτε ψέξειεν. οἱ δ’ ὄρχεις ἄριστοι, καὶ μάλιστα τῶν σιτευτῶν 

ἀλεκτρυόνων, ἔτι δὲ μᾶλλον ὅσοι ἂν διὰ γάλακτος ὀῤῥώδους τὰς τροφὰς προσενέγκωνται. καὶ γὰρ εὔχυμοι καὶ τρόφιμοι καὶ πεφθῆναι ῥᾷστοι· διαχώρησιν δὲ οὔτε προτρέπουσιν, οὔτ’ ἐπέχουσιν. ἐγκεφάλους δὲ μικροὺς μὲν ἔχει τὰ πτηνὰ ζῶα, βελτίους μέντοι πολὺ τῶν ἐν τοῖς πεζοῖς ζώοις, ὅσῳ καὶ σκληροτέρους. αὐτῶν δὲ τῶν πτηνῶν τὰ ὄρεια τῶν ἑλείων ἀμείνους ἔχει τοὺς ἐγκεφάλους ἀνάλογον τοῖς ἄλλοις ἅπασι μορίοις. ἐπαινοῦσι δὲ ἔνιοι ψευδῶς τὴν τῆς στρουθοκαμήλου κοιλίαν, ὥς τι φάρμακον πεπτικόν· ἔνιοι δὲ πολὺ μᾶλλον τῆσδε τὴν τῆς αἰθυίας. ἀλλ’ οὔτ’ αὐτὰ πέττονται ῥᾳδίως, οὔτε τῶν ἄλλων ἐστὶ πεπτικὸν φάρμακον, ὥσπερ ζιγγίβερι καὶ πέπερι, καὶ καθ’ ἕτερον τρόπον οἶνός τε καὶ ὄξος. εἰ δὲ περὶ γλώττης ἢ ῥάμφους τῶν πτηνῶν ζώων ἐπιχειρήσαιμι λέγειν, ἃ μηδεὶς ἀγνοεῖ, φλυαρεῖν εἰκότως ὑποληφθήσομαι.

22. [Περὶ ὠῶν.] Τῆς ἀπὸ τῶν πτηνῶν ζώων τροφῆς ἐστι καὶ ταῦτα, διαφέροντα τρισὶ διαφοραῖς ἀλλήλων,

μιᾷ μὲν τῇ κατὰ τὴν οἰκείαν οὐσίαν· ἀμείνω γὰρ τά τε ἀλεκτορίδων ἐστὶ καὶ τὰ τῶν φασιανῶν, φαυλότερα δὲ τὰ τῶν χηνῶν τε καὶ στρουθοκαμήλων· ἑτέρᾳ δὲ, καθ’ ἣν τὰ μὲν ἤδη χρόνου πλείονός ἐστι, τὰ δὲ οὐ πρὸ πολλοῦ γεγέννηται, καὶ τρίτῃ, καθ’ ἣν τὰ μὲν ἐπιπλέον ἥψηται, τὰ δὲ ἄχρι τοῦ μετρίως συστῆναι, τὰ δὲ μόνον τεθέρμανται· καθ’ ἃς διαφορὰς τὰ μὲν ἑφθὰ καλεῖται, τὰ δὲ τρομητὰ, τὰ δὲ ῥοφητά. κάλλιστα μὲν οὖν ἐστιν εἰς τροφὴν τὰ τρομητὰ, τὰ δὲ ῥοφητὰ ἧττον μὲν τρέφει, ῥᾷον δ’ ὑποχωρεῖ καὶ τὰς ἐν τῇ φάρυγγι τραχύτητας λεαίνει. τὰ δ’ ἑφθὰ καὶ δύσπεπτα καὶ βραδύπορα καὶ τροφὴν παχεῖαν ἀναδίδωσι τῷ σώματι. τούτων δ’ ἔτι μᾶλλόν ἐστι βραδυπορώτερά τε καὶ κακοχυμό τερα τὰ κατὰ θερμὴν σποδιὰν ὀπτηθέντα· τὰ δ’ ἐπὶ τῶν ταγήνων παχυνθέντα καὶ καλούμενα δι’ αὐτὸ τοῦτο ταγηνιστὰ χειρίστην ἔχει τροφὴν εἰς ἅπαντα· καὶ γὰρ ἐν τῷ πέττεσθαι κνισσοῦται, καὶ πρὸς τῷ παχὺν γεννᾷν χυμὸν ἔτι καὶ μοχθηρὸν ἔχει καὶ περιττωματικὸν αὐτόν. ἀμείνω δὲ τῶν

ἑφθῶν τε καὶ ὀπτῶν ἐστι τὰ καλούμενα πνικτά. σκευάζεται δὲ τὸν τρόπον τοῦτον. ἀναδεύσαντες αὐτὰ μετ’ ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέος, ἐντιθέασι τὸ ἀγγεῖον ὕδωρ ἐχούσῃ κακάβῃ θερμὸν, εἶτα πωμάσαντες ἄνωθεν ὅλην αὐτὴν, ὑποκαίουσι μέχρις ἂν ᾖ συστάσεως μετρίας. τὰ γὰρ ἐπὶ πλέον παχυνθέντα παραπλήσια τοῖς ἑψηθεῖσί τε καὶ ὀπτηθεῖσι γίνεται, τὰ δ’ ἐν τῷ συμμέτρῳ τῆς παχύνσεως ἀρθέντα καὶ πεφθῆναι τῶν σκληρῶν ἐστιν ἀμείνω καὶ τροφὴν τῷ σώματι βελτίονα δίδωσι. τῆς αὐτῆς οὖν συμμετρίας κατὰ τὴν σύστασιν χρὴ στοχάζεσθαι κᾀπὶ τῶν ἐπιχεομένων ἄνωθεν ταῖς λοπάσιν ὠῶν, οὐκ ἐπιτρέποντας οὐδὲ ταῦτα παχυνθῆναι τελέως, ἀλλ’ ἔτ’ ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸς αἴροντας τὸ ἀγγεῖον. οὐ σμικρὰ δ’ ἐν αὐτοῖς ἐστιν ὑπεροχὴ καὶ τῶν νέων πρὸς τὰ παλαιά· κάλλιστα μὲν γὰρ τὰ νεώτατα, χείριστα δὲ τὰ παλαιότατα, τὰ δ’ ἐν τῷ μεταξὺ τούτων ἀνάλογον τῇ ἀποστάσει, ᾗ ἀφέστηκε τῶν ἄκρων, ἀρετῇ τε καὶ κακίᾳ διενήνοχεν ἀλλήλων.

23. [Περὶ τοῦ τῶν πτηνῶν ζώων αἵματος.] Ἀλεκτορίδων καὶ περιστερίδων ἐσθίουσιν ἔνιοι τὸ αἷμα, καὶ μάλιστα τῶν σιτευθέντων οὐ χεῖρον ὂν τοῦ τῶν ὑῶν, οὔτ’ εἰς ἡδονὴν, οὔτ’ εἰς τὸ πεφθῆναι, τοῦ μέντοι τῶν λαγωῶν ἀπολειπόμενον πάμπολυ. δύσπεπτον δ’ ἐστὶ καὶ περιττωματικὸν ἅπαν αἷμα, καθ’ ὃν ἂν αὐτὸ τρόπον σκευάσῃ τις.

24. [Περὶ τῆς ἀπὸ τῶν ἐνύδρων ζώων τροφῆς.] Τῶν ἐν ὕδατι διαιτωμένων ζώων καὶ γένη πάμπολλα καὶ διαφοραὶ τούτων εἰσὶ καὶ εἴδη· λεχθήσονται δὲ νῦν, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν, αἱ πρὸς τὴν ἰατρικὴν χρείαν ὁμοιότητες ἐν αὐτοῖς· ἰατρικὴν δὲ λέγειν, ἢ ὑγιεινὴν, οὐ διοίσει πρός γε τὰ παρόντα. περὶ πάντων οὖν εἰρήσεται, καθάπερ ἐπὶ τῶν ἄλλων, ὅσα συνεχῶς ἐσθίουσιν οἱ ἄνθρωποι.

25. [Περὶ κεφάλου.] Τοῦ γένους τῶν λεπιδωτῶν ἰχθύων ἐστὶν ὁ κέφαλος, οὐκ ἐν θαλάττῃ μόνον, ἀλλὰ καὶ ἐν λίμναις καὶ ἐν ποταμοῖς γεννώμενος. διὸ καὶ μεγάλην

ἔχουσιν οἱ κατὰ μέρος κέφαλοι πρὸς ἀλλήλους διαφορὰν, ὡς δοκεῖν ἕτερον εἶναι γένος τοῦ πελαγίου κεφάλου πρὸς τὸν ἐν λίμναις, ἢ ποταμοῖς, ἢ τέλμασιν, ἤ ὀχετοῖς τοῖς ἐκκαθαίρουσι τοὺς ἐν ταῖς πόλεσι κοπρῶνας. περιττωματικὴ μὲν γὰρ ἡ σάρξ ἐστι καὶ βλεννώδης ἱκανῶς τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ διαιτωμένων ὕδατι, καλλίστη δὲ τῶν ἐν καθαρᾷ θαλάττῃ, καὶ μᾶλλον ὅταν ὑπ’ ἀνέμων καταιγίζηται. κατὰ γὰρ τὴν σιωπηλὴν καὶ ἀκύμονα χείρων ἡ σὰρξ γίνεται τῶν ἰχθύων, ὅσῳ καὶ ἀγυμναστοτέρα, ἐν δὲ ταῖς καλουμέναις λιμνοθαλάσσαις ἔτι χείρων τῆσδε, καὶ ταύτης ἔτι μᾶλλον ἡ κατὰ τὰς λίμνας· εἰ δὲ καὶ σμικραί τινες αὗται τύχοιεν οὖσαι, καὶ μήτε ποταμοὺς μεγάλους δεχόμεναι, μήτε πηγὰς ἔχουσαι, μήτ’ ἀποῤῥοὴν δαψιλῆ, πολὺ δή τι χείρους· εἰ δὲ καὶ μηδὲν ὅλως ἀποῤῥέοιτό τι τοῦ ὕδατος, ἀλλ’ εἴη στάσιμον ἱκανῶς, μοχθηραί. περὶ δὲ τῶν ἐν ἕλεσι καὶ τέλμασι, καὶ ὅσα τοιαῦτα χωρία, λέλεκται κατ’ ἀρχάς ἐσχάτως γὰρ οἱ κατὰ τοιούτους τόπους διαιτώμενοι μοχθηρὰν ἔχουσι τὴν σάρκα. τῶν δ’ ἐν τοῖς ποταμοῖς γεννωμένων ἀμείνους, ὅσοι κατὰ τοὺς τοιούτους, 
ἐν οἷς ὀξὺ καὶ πολὺ τὸ ῥεῦμα· κατὰ δὲ τοὺς λιμνάζοντας οὐκ ἀγαθοί. καὶ παρὰ τὰς τροφὰς δὲ βελτίους γίνονται καὶ χείρους. ἔνιοι μὲν γὰρ εὐποροῦσι καὶ πόας καὶ ῥιζῶν χρηστῶν, καὶ διὰ τοῦτο κρείττους εἰσίν· ἔνιοι δὲ ἰλυώδη τε πόαν ἐσθίουσι καὶ ῥίζας κακοχύμους· καί τινες αὐτῶν, ὅσοι κατὰ ποταμοὺς διαιτῶνται μεγάλην διαῤῥέοντας πόλιν, ἀποπατήματ’ ἀνθρώπων καὶ μοχθηρὰς τροφὰς τοιαύτας προσφερόμενοι χείριστοι πάντων, ὡς ἔφην, εἰσὶν, ὥστε, κᾂν βραχὺ πλείονι χρόνῳ διαμένωσι νεκροὶ, σήπονταί τε παραχρῆμα καὶ μοχθηρότατον ὄζουσιν. ἀηδεῖς δὲ καὶ βρωθῆναι πάντως οὗτοι καὶ πεφθῆναι, καὶ τὴν μὲν χρηστὴν τροφὴν ὀλίγην ἔχουσιν, περίττωμα δ’ οὐκ ὀλίγον. οὐκ οὖν θαυμαστόν ἐστιν, οὐδ’ εἰ κακοχυμίαν ἀθροίζουσιν ἐν τοῖς σώμασι τῶν ὁσημέραι προσφερομένων αὐτούς. ὄντων δὲ χειρίστων τούτων, ἐξ ὑπεναντίου κάλλιστοι πάντων εἰσὶν, ὡς ἔφην, οἱ ἐν τῇ καθαρωτάτῃ θαλάττῃ, καὶ μάλισθ’ ὅπου μήτε γεώδεις αἰγιαλοὶ μήτε λεῖοι περιλαμβάνουσι τὸ ὕδωρ, ἀλλ’ ἤτοι ψαμμώδεις, ἢ τραχεῖς· εἰ δὲ καὶ πρὸς τὰ βόρεια
τῶν πνευμάτων ἐστραμμένοι, πολὺ βελτίους. οὐ σμικρὸν γὰρ εἰς εὐχυμίαν συντελούντων ἅπαντι ζώῳ τῶν οἰκείων γυμνασίων, ἔτι καὶ τὸ καθαρὸν τοῦ καταμιγνυμένου τῷ ὕδατι πνεύματος αὐξάνει τὴν ἀρετὴν τῆς οὐσίας αὐτῶν. πρόδηλον δ’ ἐκ τῶν εἰρημένων, ἀμείνω καὶ κατὰ τοῦτο εἶναι θάλατταν θαλάττης, καθὼς ἤτοι καθαρὰ τελέως ἐστὶν, ἢ δέχεται ποταμοὺς μεγάλους καὶ πολλοὺς, ὥσπερ ὁ Πόντος. οἱ γὰρ ἐν τῇ τοιαύτῃ, καθ’ ὅσον πλεονεκτοῦσι τῶν λιμναίων, κατὰ τοσοῦτον ἀπολείπονται τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων. εἰσὶ δὲ καὶ λίμναι τινὲς τοιαῦται, καὶ καλοῦσιν ἐνίας αὐτῶν λιμνοθαλάττας, ἔνθα ποταμὸς μέγας ἐργάζεται λίμνην, συνάπτουσαν θαλάττῃ. καὶ χωρὶς δὲ τοῦ λιμνάζειν τὸν ποταμὸν, ὅπου περ ἂν τῇ θαλάττῃ μιγνύηται πρῶτον, ἐπίμικτόν τε τὸ ὕδωρ ἐστὶν ἐξ ἁλμυροῦ τε καὶ γλυκέος, ἥ τε σὰρξ τῶν ἐν αὐτῷ διαιτωμένων ἰχθύων ἐν τῷ μεταξὺ τῶν τε ποταμίων καὶ τῶν θαλαττίων ἰχθύων γίνεται. κοινὸς δ’ ὁ λόγος οὗτος ἔστω σοι καὶ τῶν ἄλλων, ὅσοι γε κατὰ ποταμοὺς καὶ λίμνας καὶ θάλατταν ἰχθύες γίνονται. τὸ γὰρ πολὺ πλῆθος αὐτῶν οὐκ ἐπαμφοτερίζει, τῶν μὲν θαλαττίων
φευγόντων τὸ ποτάμιον ὕδωρ, τῶν δὲ ποταμίων καὶ λιμναίων τὸ θαλάττιον. ἀλλ’ ὅ γε κέφαλος ἁπάντων μάλιστα τοῖς ὕδασιν ἀμφοτέροις χρᾶται καὶ φύσιν ἔχει πρὸς ἄναντες τὸ ῥεῦμα τοῦ ποταμοῦ χωρεῖν, ἐπὶ πλεῖστον ἀφιστάμενος τῆς θαλάττης. οὗτος μὲν ὁ κέφαλος τὰς πολλὰς καὶ μικρὰς ἀκάνθας οὐκ ἔχει, καθάπερ οὐδ’ ἄλλος τις τῶν θαλαττίων· ὁ δ’ ἐκ ποταμῶν ἢ λιμνῶν ἐπεμβαίνων θαλάττῃ παραπλησίως τοῖς ὁμογενέσι μεστὸς τῶν τοιούτων ἀκανθῶν ἐστι. σχεδὸν γὰρ ἅπασι τοῖς ἐν λίμναις καὶ ποταμοῖς γεννωμένοις ἰχθύσιν ἡ σὰρξ λεπτῶν μεστὴ ἀκανθῶν εὑρίσκεται, τῶν θαλαττίων οὐκ ἐχόντων αὐτάς. καθ’ ὃν γὰρ ἂν τόπον ᾖ μεγάλου ποταμοῦ στόμα συνάπτον θαλάττῃ, τινὲς μὲν ποταμίων ἰχθύων ἐν τῇ θαλάττῃ, τινὲς δὲ τῶν θαλαττίων ἐν τῷ ποταμῷ θηρεύονται, γνωριζόμενοι τῷ τὰς εἰρημένας ἀκάνθας ἤτοι πολλὰς ἔχειν, ἢ οὐδ’ ὅλως. ὀλίγοι μὲν οὖν τῶν ποταμίων ἐπεμβαίνουσιν τῇ θαλάττῃ, πάντες δὲ οἱ θαλάττιοι χαίρουσιν τοῖς ποταμοῖς. εὐθὺς δὲ καὶ ἡ γεῦσις ἐσθίοντί σοι γνωρίσει τὸν ἀμείνω κέφαλον· δριμυτέρα γάρ ἐστιν

αὐτοῦ καὶ ἡδίων καὶ ἀλιπὴς ἡ σάρξ. οἱ δὲ λιπαροὶ καὶ κατὰ τὴν γεῦσιν ἔκλυτοι χείρους μέν εἰσι καὶ εἰς αὐτὴν τὴν ἐδωδὴν, χείρους δὲ καὶ πεφθῆναι καὶ κακοστόμαχοι καὶ κακόχυμοι· διὸ καὶ σὺν ὀριγάνῳ σκευάζουσιν αὐτούς. ἔνιοι δὲ τῶν παρ’ ἡμῖν ἀνθρώπων τοὺς ἐν τοῖς ποταμοῖς γεννωμένους ἰχθύας λευκίσκους καλοῦσιν, ἕτερον εἶναι νομίζοντες αὐτοὺς εἶδος τῶν κεφάλων. ἔστι δὲ τἄλλα μὲν ὅμοιον πάντῃ τὸ ζῶον τῷ ζώῳ, λευκότερον δὲ βραχεῖ καὶ τὴν κεφαλὴν ἔχον μικροτέραν, καὶ τὴν γεῦσιν ὀξυτέραν· ἡ δὲ δύναμις τῆς ἀπ’ αὐτοῦ τροφῆς, οἵαν ἔμπροσθεν εἶπον εἶναι τῶν ποταμίων κεφάλων· ὥσθ’ ὑπὲρ ὀνόματος, οὐ πράγματος ἡ ἀμφισβήτησις. ὃ δὲ τούτου χρησιμώτερόν ἐστιν ἐπίστασθαι, καὶ δὴ φράσω. τῶν ταριχευομένων ἐστὶν οὗτος ὁ ἰχθῦς, καὶ γίνεται πολὺ κρείττων ἑαυτοῦ σκευασθεὶς οὕτως ὁ λιμναῖος· ἀποτίθενται γὰρ ἅπαν τὸ βλεννῶδές τε καὶ βρωμῶδες ἐν τῇ γεύσει. καλλίων δὲ τοῦ πλείονι τῷ χρόνῳ ταριχευθέντος ὁ νεαλής. ἀλλὰ περί γε τῶν ταριχευομένων ἰχθύων ὀλίγον ὕστερον εἰρήσεται κοινῇ, καθάπερ γε καὶ περὶ τῶνἑωλιζομένων ἐν χειμῶνι.

26. [Περὶ λάβρακος.] Τοῦτον τὸν ἰχθὺν οὐ τεθέαμαι γεννώμενον ἐν γλυκέσιν ὕδασιν, ἐκ μέντοι τῆς θαλάσσης ἐπαναβαίνοντα ποταμοῖς ἢ λίμναις ἑώρακα. διὸ καὶ μικρὸς ὀλιγάκις εὑρίσκεται, καθάπερ ὁ κέφαλος πολλάκις. οὐ φεύγει δὲ οὐδὲ τὰς λιμνοθαλάσσας καὶ τὰ στόματα τῶν ποταμῶν, καίτοι πελάγιος ὤν· τουτὶ γὰρ τοὔνομα τίθενται τοῖς εἰς τὸ βάθος ἀποχωροῦσιν. ἥ γε μὴν τροφὴ ἐκ τούτου κᾀκ τῶν ἄλλων ἰχθύων αἵματός ἐστι γεννητικὴ, λεπτοτέρου τῇ συστάσει τοῦ ἐκ τῶν πεζῶν ζώων, ὡς μήτε τρέφειν δαψιλῶς, καὶ διαφορεῖσθαι θᾶττον. ἐπεὶ δὲ τὸ λεπτότερον ὄνομα ποτὲ μὲν ἐπὶ δύο πράγμασι παραβαλλομένοις λέγομεν, ἐνίοτε δ’ ἄνευ παραβολῆς, ἰστέον, ὅτι πρὸς τὸ μέσον αἷμα τῶν ἄκρων παραβολὴ γίνεται τοῖς ἁπλῶς λεγομένοις. ἄκρα δὲ τῇ κακίᾳ κατὰ τὴν σύστασίν ἐστι τό τε παχὺ, καθάπερ ἡ ὑγρὰ πίττα, τό τε ὀῤῥῶδες οὕτως, ὡς ἐκχυθὲν τῆς φλεβὸς ἐν τῷ πήγνυσθαι πλεῖστον ἔχειν ὑγρὸν ἐποχούμενον ὑδατῶδες. ἄριστον δὲ τὸ τούτων ἀκριβῶς μεταξὺ γενόμενον, ἐξ ἄρτου 

τε τοῦ καλλίστου κατεσκευασμένου, περὶ οὗ κατὰ τὸ πρῶτον εἴρηται γράμμα, καὶ τῶν πτηνῶν ὧν εἴρηται ζώων, ἐκ πέρδικός τε καὶ τῶν ἄλλων παραπλησίων. ἐγγὺς δὲ τούτων εἰσὶν καὶ τῶν θαλαττίων οἱ πελάγιοι τῶν ἰχθύων.

27. [Περὶ τρίγλης.] Ἔστι μὲν καὶ ἥγε τῶν πελαγίων ἰχθύων, τετίμηται δ’ ὑπὸ τῶν ἀνθρώπων, ὡς τῶν ἄλλων ὑπερέχουσα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. σκληροτέρα δὲ σχεδὸν ἁπάντων αὐτῶν ἔχει τὴν σάρκα, καὶ ψαθυρὰν ἱκανῶς, ὅπερ σημαίνει ταὐτὸν τῷ μήτε γλίσχρον εἶναί τι, μήτε λιπαρὸν ἐν αὐτῇ. τρέφει τοιγαροῦν, ὅταν πεφθῇ καλῶς, τῶν ἄλλων ἁπάντων ἰχθύων μᾶλλον. ἐῤῥέθη δὲ καὶ πρόσθεν, ὡς τὸ σκληρότερον ἔδεσμα, παχυμερέστερόν τε καὶ, ὡς ἂν εἴποι τις, μᾶλλον γεῶδες ὑπάρχον, ἀξιολογώτερον τρέφει ὑγροτέρων τε καὶ μαλακωτέρων, ὅταν γε πρὸς τούτῳ δηλονότι καὶ τὴν οὐσίαν οἰκείαν ἔχῃ τῷ τρεφομένῳ σώματι· κρίνεται δ’ αὐτὴ διὰ τῆς ἡδονῆς. ὅσαι γὰρ ἀλλότριαι τροφαὶ ταῖς ὅλαις φύσεσίν εἰσι τῶν τρεφομένων ζώων, ταύτας ἢ οὐδ’ ὅλως, ἢ ἀηδῶς ἐσθίουσι· τῶν γε μὴν οἰκείων ὥσπερ τὸ ὑγρότερον

ἧττον τρέφει, οὕτω πέττεται καὶ ἀναδίδοται ῥᾷον. ἡ τοίνυν τῆς τρίγλης σὰρξ ἡδεῖα μέν ἐστι, ὡς ἂν οἰκεία τροφὴ τῇ φύσει τῶν ἀνθρώπων, σκληροτέρα δὲ οὖσα τῶν ἄλλων ἰχθύων ὅμως ἑκάστης ἡμέρας ἐσθίεσθαι δύναται, διότι ψαθυρὰ καὶ ἀλιπής ἐστι καί τι δριμύτητος ἔχει. τὰ γὰρ λιπαρὰ καὶ γλίσχρα κατὰ τὴν πρώτην μὲν εὐθέως ἐδωδὴν ἐμπίπλησί τε ταχέως, ἀνατρέπει τε τὴν ὄρεξιν, ἔτι δὲ μᾶλλον οὐχ ὑπομένομεν αὐτῶν τὴν ἐδωδὴν ἐφεξῆς ἡμέραις πλείοσι. τό γε μὴν ἧπαρ τῆς τρίγλης οἱ λίχνοι τεθαυμάκασιν ἡδονῆς ἕνεκεν, ἔνιοι δ’ οὐδὲ καθ’ ἑαυτὸ δικαιοῦσιν ἐσθίειν αὐτὸ, παρασκευάσαντες δ’ ἐν ἀγγείῳ τὸ καλούμενον γαρέλαιον ἔχον οἴνου βραχύ τι, καταθρύπτουσιν ἐν αὐτῷ τὸ σπλάγχνον, ὡς γενέσθαι τὸ σύμπαν ἐξ αὐτοῦ τε καὶ τῶν προπαρεσκευασμένων ὑγρῶν ἕνα χυμὸν ὁμοιομερῆ πρός γε τὴν αἴσθησιν, ἐν ᾧ τὰς τῆς τρίγλης σάρκας ἀποβάπτοντες ἐσθίουσιν. ἐμοὶ δὲ οὐδ’ ἡδονὴν ἔδοξεν ἔχειν ἀξίαν τῆς τοιαύτης τιμῆς, οὔτ’ ὠφέλειαν τῷ σώματι, καθάπερ οὐδὲ ἡ κεφαλὴ, καίτοι καὶ ταύτην ἐπαινοῦσιν οἱ λίχνοι, καί φασι τὰ δεύτερα

φέρεσθαι μετὰ τὸ ἧπαρ. οὐ μὴν οὐδὲ διὰ τί τὰς μεγίστας τρίγλας ὠνοῦνται πάμπολλοι, δύναμαι γνῶναι, μήθ’ ἡδεῖαν ὁμοίως ταῖς μικροτέραις ἐχούσας τὴν σάρκα, μήτ’ εὔπεπτον, ὡς ἂν ἱκανῶς σκληράν ὥστε διὰ τοῦτό τινα τῶν ἀργυρίου παμπόλλου τὰς μεγάλας τρίγλας ὠνημένων ἠρόμην, τίς ποτέ ἐστιν ἡ αἰτία τῆς ἀφ’ ἑαυτῶν σπουδῆς. ὁ δ’ ἀπεκρίνατό μοι, μάλιστα μὲν διὰ τὸ ἧπαρ ὠνεῖσθαι τὰς τηλικαύτας, ἤδη δὲ καὶ διὰ τὴν κεφαλήν. ἀλλὰ γὰρ ἀρκεῖ μέχρι τοσούτου περὶ τῶν τριγλῶν εἰρῆσθαι τῇ πρὸς τὸ χρήσιμον οἰκειότητι τοῦ λόγου. γίγνονται δ’ ἄρισται τρίγλαι κατὰ τὴν καθαρὰν θάλασσαν, ὥσπερ καὶ οἱ ἄλλοι πάντες ἰχθύες, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰς τροφάς. αἱ γοῦν τὰς καρκινάδας ἐσθίουσαι καὶ δυσώδεις εἰσὶ, καὶ ἀηδεῖς, καὶ δύσπεπτοι, καὶ κακόχυμοι. διάγνωσις δ’ αὐτῶν, πρὶν μὲν ἐσθίειν, ἀναπτύξαντι τὴν κοιλίαν, ἐσθίοντι δὲ κατὰ τὴν πρώτην εὐθέως ὀσμήν τε καὶ γεῦσιν.

28. [Περὶ τῶν πετραίων ἰχθύων.] Σκάρους, κοττύφους, κίχλας, ἰουλίδας, φυκίδας, πέρκας πετραίους ὀνομάζουσιν ἰχθύας ἀπὸ τῶν χωρίων, ἐν οἷς εὑρίσκονται διατρίβοντες· οὐ γὰρ ἐν τοῖς λείοις, ἢ ψαμμώδεσιν, ἢ γεώδεσιν αἰγιαλοῖς, ἀλλ’ ἔνθα πέτραι τινές εἰσι καὶ ἀκταὶ, φωλεύουσί τε καὶ τεκνοῦσιν. ἄριστος δ’ ἐν αὐτοῖς ἡδονῆς ἕνεκεν ὁ σκάρος εἶναι πεπίστευται, μετ’ αὐτὸν δὲ κόττυφοί τε καὶ κίχλαι, καὶ μετὰ τούτους ἰουλίδες τε καὶ φυκίδες καὶ πέρκαι. τροφὴ δ’ ἐξ αὐτῶν οὐ μόνον εὔπεπτος, ἀλλὰ καὶ ὑγιεινοτάτη τοῖς τῶν ἀνθρώπων σώμασίν ἐστιν, αἷμα γεννώντων μέσον τῇ συστάσει. καλῶ δὲ μέσον, ὃ μήτε πάνυ λεπτόν ἐστι καὶ ὑδατῶδες, ἀλλὰ μήθ’ ἱκανῶς παχύ. πλάτος δ’ ἀξιόλογον ἔχοντος τοῦ μέσου, περὶ τῶν ἐν αὐτῷ διαφορῶν ἐπὶ προήκοντι τῷ λόγῳ λεχθήσεται.

29. [Περὶ κωβιοῦ.] Αἰγιάλειος δὲ ἰχθύς ἐστιν οὗτος, τῶν σμικρῶν ἀεὶ διαμενόντων εἷς τις ὢν καὶ οὗτος. ἄριστος δ’ εἰς ἡδονὴν καὶ πέψιν ἅμα, ἀνάδοσίν τε καὶ εὐχυμίαν ἐστὶν ὁ κατὰ τοὺς ψαμμώδεις αἰγιαλοὺς, ἢ τὰς πετρώδεις

ἀκτάς· ὁ δ’ ἐν τοῖς στόμασι τῶν ποταμῶν, ἢ λίμναις, ἢ λιμνοθαλάσσαις οὔθ’ ἡδὺς ὁμοίως, οὔτ’ εὔχυμος, οὔτ’ εὔπεπτος. εἰ δὲ καὶ ἰλυῶδες ὑπάρχει τὸ ὕδωρ, ἢ πόλιν ἐκκαθαίρων ὁ ποταμὸς, οὕτω μὲν ἂν εἴη χείριστος ὁ κατ’ αὐτῶν κωβιὸς, ὥσπερ οἱ ἄλλοι πάντες ἰχθύες, οἱ ἐν τοῖς ὕδασι διατρίβοντες. εἰκότως οὖν ἐν μὲν τοῖς πετραίοις ἰχθύσιν οὐδεμία σαφής ἐστι διαφορὰ τῶν ὁμοειδῶν πρὸς ἀλλήλους, ὡς ἂν ἐν καθαρωτάτῃ θαλάττῃ διαιτωμένοις ἀεὶ, φεύγουσί τε τὸ γλυκύτατον ὕδωρ, τό τε συμμιγὲς ἐκ τοῦ τοιούτου τε καὶ θαλαττίου· δευτέροις δὲ μετὰ τούσδε τοῖς πελαγίοις ὑπάρχει ταὐτόν. οὐδὲ γὰρ οὐδ’ οὗτοι διαφορὰν ἀλλήλοις ἔχουσι μεγάλην, ὁποίαν οἱ διατρίβοντες ἐν ἀμφοτέροις τοῖς ὕδασι. τούτων γὰρ οἱ μὲν ἐν τῇ καθαρωτάτῃ θαλάττῃ κάλλιστοι τῶν ὁμοειδῶν εἰσιν· οἱ δ’ ἐν τοῖς ἐκκαθαίρουσι τὰς πόλεις ποταμοῖς ἁπάντων χείριστοι· μέσοι δ’ αὐτῶν οἱ μεταξύ. λέλεκται δὲ ταῦτα καὶ διὰ τῶν ἔμπροσθεν, ἡνίκα περὶ κεφάλου τὸν λόγον ἐποιούμην. ἥ γε μὴν σὰρξ τῶν κωβιῶν ὥσπερ σκληροτέρα τῆς τῶν πετραίων ἐστὶν, οὕτω μαλακωτέρα 

τῆς τῶν τριγλῶν· ἀνάλογον οὖν αὐτῇ καὶ τὸ τῶν ἐσθιόντων σῶμα τρέφεται.

30. [Περὶ τῶν μαλακοσάρκων ἰχθύων· πῶς ὁ λευκὸς ζωμὸς παρασκευάζεται.] Φιλότιμος ἐν τῷ τρίτῳ περὶ τροφῆς περὶ τῶν μαλακοσάρκων ἰχθύων οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι· κωβιοὶ δὲ καὶ φυκίδες καὶ ἰουλίδες καὶ πέρκαι καὶ σμύραιναι καὶ κίχλαι καὶ κόσσυφοι καὶ σαῦροι, καὶ πάλιν ὄνοι, καὶ πρὸς τούτοις ἀμύαι, καὶ ψῆτται, καὶ ἥπατοι, καὶ κίθαροι, καὶ σκινίδες, καὶ πᾶν τὸ τῶν ἁπαλοσάρκων γένος εὐκατεργαστότερόν ἐστι τῶν ἄλλων ἰχθύων. ἄξιον οὖν ἐστι θαυμάσαι, πῶς τοὺς σκάρους παρέλιπε, πρωτεύοντας ἐκ τῷ γένει τῶν πετραίων ἰχθύων, οἷς πᾶσιν ὑπάρχει ψαθυρωτάτην τε καὶ μαλακωτάτην ἔχειν τὴν σάρκα τῶν ἄλλων ἰχθύων. ἔνιοι μὲν γὰρ αὐτῶν ἁπαλόσαρκοι μέν εἰσιν, ἀλλ’ οὐκ ἔχουσι τὸ ψαθυρὸν, ἐμφερομένου τινὸς αὐτοῖς γλίσχρου τε καὶ λιπαροῦ χυμοῦ, ὅμοιοί τε κατὰ τοῦτο τοῖς πετραίοις ὄντες ἐν τῇ σκληρότητι τῆς σαρκὸς αὐτῶν διαλλάττουσι. τοιοῦτοι μὲν οὖν οἱ πελάγιοι σχεδὸν ἅπαντές εἰσι,

πλὴν εἴ τινες αὐτῶν ὑπὸ μοχθηρᾶς τροφῆς διαφθείρουσι τὴν σάρκα, καθάπερ αἱ τὰς καρκινάδας ἐσθίουσαι τρίγλαι· ζωΰφια δ’ ἔστι ταῦτα πάνυ σμικροῖς καρκίνοις ἐοικότα, ξανθὰ τὴν χρόαν. οἱ πετραῖοι δ’ ἰχθύες οὔτε ποικίλαις τροφαῖς χρῶνται, οὔτε χωρίοις διαφέρουσιν, οὔθ’ ὕδασι γλυκέσι, καὶ διὰ ταῦτ’ ἄμεμπτοι πάντες εἰσὶ διαπαντός. οὓς δ’ ὄνους μὲν ἐκάλεσεν ὁ Φιλότιμος, ὀνίσκους δ’ ὀνομάζουσιν ἄλλοι, τροφῇ μὲν ἀγαθῇ χρώμενοι καὶ θαλάττῃ καθαρᾷ ταῖς πετραίοις ἐνάμιλλον ἔχουσι τὴν σάρκα, μοχθηρᾷ δὲ τροφῇ χρησάμενοι καὶ κατά τι τῶν ἐπιμίκτων ὑδάτων, καὶ μάλισθ’ ὅσα μοχθηρὰ, διατρίψαντες, οὐκ ἀποβάλλουσι μὲν τὴν μαλακότητα τῆς σαρκὸς, ἐπικτῶνται δὲ λιπαρότητα καὶ γλισχρότητα, καθ’ ἣν οὔτε ἡδεῖς ὁμοίως ἔτι διαμένουσι, περιττωματικὴν δὲ τὴν ἐξ αὑτῶν ἀναδιδόασι τροφήν. ἐπὶ πάντων δὲ ἰχθύων, ὡς ἔφην, κοινὸν τοῦτο μεμνῆσθαι προσήκει, ὡς χείριστοι γεννῶνται κατὰ τὰς ἐμβολὰς τῶν ποταμῶν, ὅσοι κοπρῶνας καθαίρουσιν, ἢ μαγειρεῖα καὶ βαλανεῖα, ἢ τὸν ἐσθῆτός τε καὶ τῶν ὀθονίων ῥύπον, ὅσα τ’ ἄλλα τῆς πόλεώς εἰσιν, ἣν
διαῤῥέουσιν, καθάρσεως δεόμενα, καὶ μάλισθ’ ὅταν ὅταν ᾖ πολυάνθρωπος ἡ πόλις. μοχθηροτάτη δ’ εὑρίσκεται καὶ τῆς σμυραίνης ἡ σὰρξ ἐν ὕδατι τοιούτῳ διατριβούσης· καίτοι γ’ οὔτε ποταμοῖς ἐπεμβαίνουσαν ἔστιν εὑρεῖν αὐτὴν, οὔτ’ ἐν λίμνῃ γεννωμένην. ἀλλ’ ὅμως καὶ αὐτὴ χειρίστη γίνεται κατὰ τὰς ἐμβολὰς τῶν τοιούτων ποταμῶν, ὁποῖός ἐστιν ὁ διὰ Ῥώμης ῥέων, καὶ διὰ τοῦτο εὐωνοτάτη πιπράσκεται κατὰ τὴν πόλιν τήνδε σχεδὸν ἁπάντων μόνη τῆς ἐκ θαλάττης, ὥσπερ γε καὶ οἱ κατὰ τὸν ποταμὸν αὐτὸν ἰχθύες γεννώμενοι· καλοῦσι δ’ αὐτοὺς ἔνιοι Τιβερίνους, ὡς ἰδίαν ἔχοντας ἰδέαν, οὐδενὶ τῶν θαλαττίων ὁμοίαν. ὅτι δὲ ἡ τῶν ἐκ τῆς πόλεως ἐπιῤῥεόντων ἐπιμιξία μοχθηροτάτους αὐτοὺς ἐργάζεται, μαθεῖν ἐστιν ἐκ τοῦ βελτίους εἶναι τοὺς ἐν αὐτῷ τῷ ποταμῷ γεννωμένους, πρὶν εἰς τὴν πόλιν ἀφικέσθαι. καὶ μέντοι καὶ ἄλλος τις ποταμὸς ὀνομαζόμενος Νὰρ, παρεμβάλλων εἰς τὸν Τίβεριν ὡς ἀπὸ πεντήκοντα καὶ τριακοσίων σταδίων, ἰχθὺν ἔχει πολὺ βελτίω τοῦ κατὰ τὸν Τίβεριν, ἐπειδὴ καὶ μέγας ἐστὶν εὐθὺς ἀπὸ τῶν πηγῶν, καὶ καθαρὸς διαμένει, κάταντες
τὸ ῥεῦμα ἔχων καὶ ὀξὺ μέχρι τοῦ Τιβέρεως, ὡς μηδαμόθι μηδ’ ἐπὶ βραχὺ λιμνάζειν. ὅσοι μὲν οὖν ἐκ συνηθείας ἐμπειρίαν ἔχουσι τῶν ἐπιχωρίων ἰχθύων, οὐ δέονται τῶν εἰρημένων ἄρτι γνωρισμάτων εἰς τὴν διάγνωσιν αὐτῶν· ὅσοι δ’ ἀήθεις εἰσὶν, εἴτ’ οὖν ἐξ ἄλλης πόλεως ἥκοντες, εἴτ’ ἐπιχώριοι, τὰ τοιαῦτα προσεξεταζέτωσαν εὐθέως ἀπ’ ἀρχῆς, πρὶν διὰ τῆς οἰκείας πείρας εἰς γνῶσιν ἀφικέσθαι τῆς φύσεως ἑκάστου τῶν ἰχθύων. ἐχρῆν οὖν οὐχ ἁπλῶς μεμνημονευκέναι τῶν ἁπαλοσάρκων ἰχθύων ἁπάντων ἅμα τὸν Φιλότιμον, οὐδ’ ἀναμίξαι τοῖς ἄλλοις τοὺς πετραίους ἀδιορίστως. οὗτοι μὲν γὰρ ἄριστοι διαπαντὸς ὑπάρχουσιν, οὔτε δ’ ὀνίσκος, οὔτε σμύραινα, καθάπερ οὐδ’ οἱ κωβιοί. καὶ γὰρ τούτων ἔνιοι μὲν ἐν ποταμοῖς καὶ λίμναις, ἔνιοι δὲ ἐν θαλάττῃ γίγνονται, τινὲς δ’ ἐν λιμνοθαλάσσαις καλουμέναις, ἢ ὅλως ἐν ἐπιμίκτοις ὕδασιν, ἔνθα ποταμοῦ μεγάλου στόμα συνάπτεται θαλάττῃ. πάμπολυ τοίνυν ἀλλήλων διαφέρουσιν οἱ κατὰ μέρος, ὥσπερ γε καὶ οἱ κέφαλοι καὶ αἱ σμύραιναι· καὶ οἱ ὀνίσκοι δὲ τούτων μὲν ἧττον, οὐ σμικρῷ δ’ ἀλλήλων οὐδ’
οὗτοι παραλλάττουσιν. οὐ μὴν ὁμοίως γε μαλακὴν ἔχουσι σάρκα τούτοις καὶ τοῖς πετραίοις ἰχθύσιν οἱ κωβιοὶ, καθάπερ οὐδὲ σκινίδες ἢ σκίαιναι, δισσῶς γὰρ ὀνομάζονται. περὶ δὲ τῶν κιθάρων καὶ πάνυ θαυμάζω τοῦ Φιλοτίμου· παραπλήσιος γὰρ ὢν ὁ ῥόμβος αὐτῶν μαλακωτέραν ἔχει τὴν σάρκα, τῶν ὀνίσκων ἀπολειπόμενος οὐκ ὀλίγῳ. καὶ τούτους οὖν καὶ τοὺς ἡπάτους καλουμένους καὶ τοὺς ἄλλους, ὅσους ἔμιξε τοῖς πετραίοις τε καὶ τοῖς ὀνίσκοις ὁ Φιλότιμος, ἐν τῷ μέσῳ καθεστηκέναι γίνωσκε τῶν θ’ ἁπαλοσάρκων καὶ τῶν σκληροσάρκων. οὔπω μὲν γάρ εἰσι σκληρόσαρκοι, τῶν ἀκριβῶς δὲ ἁπαλοσάρκων ἀπολείπονται. παρέλιπε δ’ ἐν τούτοις ὁ Φιλότιμος καὶ τὸ βούγλωττον, ὥσπερ ἐν τοῖς πετραίοις τὸν σκάρον, εἰ μή τι ἄρα τῷ τῆς ψήττης ὀνόματι καὶ κατὰ τῶν βουγλώττων ἐχρήσατο. παραπλήσια μὲν γάρ πώς ἐστιν, οὐ μὴν ἀκριβῶς ὁμοειδῆ βούγλωττόν τε καὶ ψῆττα· μαλακώτερον γάρ ἐστι καὶ ἥδιον εἰς ἐδωδὴν καὶ παντὶ βέλτιον τὸ βούγλωττον τῆς ψήττης. ἀλλὰ καὶ οἱ σαῦροι μέσοι πώς εἰσι τῶν ἁπαλοσάρκων τε καὶ σκληροσάρκων. οὐ μὴν δεῖταί γέ τις 
τῶν εἰρημένων ἰχθύων οὔτ’ ὄξους, οὔτε νάπυος, οὔτ’ ὀριγάνου, καθάπερ οἱ λιπαροὶ καὶ γλίσχροι καὶ σκληροί. καὶ μέντοι καὶ χρῶνται τινὲς μὲν ταγηνίζοντες αὐτοὺς, τινὲς δὲ ὀπτῶντες, οἱ δὲ ἐν ταῖς λοπάσι σκευάζοντες, ὥσπερ τοὺς ῥόμβους τε καὶ κιθάρους. ἀλλ’ αἱ μὲν τῶν μαγειρικῶν λοπάδων σκευασίαι τοὐπίπαν ἀπεψίας εἰσὶν αἴτιαι, κάλλισται δ’ εἰσὶν εἰς πέψιν αἱ διὰ τοῦ λευκοῦ ζωμοῦ. γίγνεται δὲ οὕτως, ὅταν, ὕδατος δαψιλοῦς ἐμβληθέντος, ἐλαίου τις αὔταρκες ἐπιχέας, ἀνήθου τε καὶ πράσου μικρὸν, εἶθ’ ἡμιέφθους ποιήσας, ἐπιβάλλῃ τοσοῦτον ἁλῶν, ὡς μηδέπω φαίνεσθαι τὸν ὅλον ζωμὸν ἁλμυρόν. αὕτη καὶ τοῖς νοσηλευομένοις ἐπιτήδειος ἡ σκευασία, τοῖς δ’ ἀμέμπτως ὑγιαίνουσι καὶ ἡ διὰ τοῦ ταγήνου, καὶ μετ’ αὐτὴν ἡ τῶν ἐπὶ τῆς ἐσχάρας ὀπτηθέντων. ἀλλ’ αὕτη μὲν ἐλαίου καὶ γάρου δεῖται μετὰ βραχέος οἴνου, τοῖς δὲ ταγηνισθεῖσιν ἁρμόττει πλέον ἔχειν ἢ κατὰ τούτους οἴνου τε καὶ γάρου, βραχέος ἐπιχυθέντος ἐλαίου. τοῖς δ’ ἀνατρεπομένοις ἐπὶ τῷδε τὸν στόμαχον ἕτοιμον ἔστω παρακείμενον ὄξος ὀλίγον ἔχον ἐν ἑαυτῷ γάρου τε καὶ πεπέρεως. μεταβαίνοντες γὰρ ἐπὶ τὴν διὰ τούτων ἐδωδὴν

ἄμεινόν τε πέττουσι καὶ πρὸς τὴν διαχώρησιν οὐδὲν βλάπτονται, δι’ ἣν μάλιστά τινες ἐξ οἴνου καὶ γάρου ταγηνισθέντα προσφέρονται, πεπέρεως μὲν ἐπεμβάλλοντες οἱ πλείους, ὀλίγοι δ’ ἐλαίου. τινὲς δ’ ἐκ τῶν εἰρημένων ἰχθύων, ἐπειδὰν ταγηνισθῶσιν, ὀλίγοις ἁλσὶ περιπασθέντες ἥδιστοί τε ἅμα βρωθῆναι καὶ πεφθῆναι γίνονται βελτίους, εὐστομαχώτεροί τε πάσης ἄλλης σκευασίας. ἁπάντων δὲ τῶν εἰρημένων ἰχθύων ἡ τροφὴ καλλίστη τοῖς τε μὴ γυμνασαμένοις ἐστὶ καὶ γέρουσι καὶ ἀσθενέσι καὶ τοῖς νοσηλευομένοις· οἱ γυμναζόμενοι δὲ τροφιμωτέρων ἐδεσμάτων δέονται, περὶ ὧν ἔμπροσθεν εἴρηται. λέλεκται δ’ ἤδη πολλάκις ἡ μαλακὴ καὶ ψαθυρὰ τροφὴ πρὸς ὑγείαν ὑπάρχειν ἀρίστη, διότι καὶ εὐχυμοτάτη πασῶν ἐστιν· οὐδὲν δ’ εὐχυμίας εἰς ὑγείαν ἀσφαλῆ μεῖζον ἐφόδιον.

31. [Περὶ τῶν σκληροσάρκων ἰχθύων.] Καὶ περὶ τούτων ἔγραψεν ὁ Φιλότιμος κατὰ λέξιν οὕτως ἐν τῷ δευτέρω περὶ τροφῆς· δράκοντές τε καὶ κόκκυγες, καὶ γαλεώνυμοι καὶ σκορπίοι καὶ φάγροι, καὶ πρὸς τούτοις ἔτι καὶ

τραχοῦροι καὶ τρίγλαι καὶ πάλιν ὀρφοί τε καὶ γλαῦκοι, καὶ σκάροι, καὶ κύνες, καὶ γόγγροι, καὶ λαμίαι, καὶ ζύγαιναι, καὶ πάντες οἱ σκληρόσαρκοι δυσκατέργαστοί τ’ εἰσὶ καὶ παχεῖς, καὶ ἁλυκοὺς ἀναδιδόασι χυμούς. αὕτη μὲν ἡ τοῦ Φιλοτίμου ῥῆσις. ἐπισκεψώμεθα δ’ ἕκαστον τῶν κατ’ αὐτὴν εἰρημένων ἀπὸ τῆς ἀρχῆς. οἱ μὲν οὖν δράκοντες καὶ οἱ κόκκυγες ἐναργῶς ἅπασι φαίνονται τοῖς προσενεγκαμένοις αὐτοὺς σκληρὰν ἔχοντες τὴν σάρκα. τῶν γαλεῶν δ’ οὐχ ἓν εἶδός ἐστιν· ὁ γάρ τοι παρὰ Ῥωμαίοις ἐντιμότατος ἰχθὺς, ὃν ὀνομάζουσι γαλεξίαν, ἐκ τοῦ τῶν γαλεῶν ἐστι γένους, ὃς οὐδὲ γεννᾶσθαι δοκεῖ κατὰ τὴν Ἑλληνικὴν θάλασσαν, καὶ κατὰ τοῦτό γε καὶ ὁ Φιλότιμος αὐτὸν ἠγνοηκέναι φαίνεται. γέγραπται μέντοι διττῶς ἐν τοῖς ἀντιγράφοις τοὔνομα, γαλεοὶ μὲν ἐν τρισὶ συλλαβαῖς κατ’ ἔνια, γαλεώνυμοι δὲ ἐν πέντε κατ’ ἄλλα. καὶ δηλονότι τῶν ἁπαλοσάρκων ἐστὶν ὁ παρὰ τοῖς Ῥωμαίοις ἔνδοξος γαλεξίας, οἱ δ’ ἄλλοι γαλεοὶ σκληρόσαρκοι μᾶλλόν εἰσι. σκορπίους δ’ ἐφεξῆς καὶ τραχούρους καὶ τρίγλας, ὀρφούς τε καὶ γλαύκους ὁ Φιλότιμος ἐν τοῖς σκληροσάρκοις
ὀρθῶς καταλέγει· σκάρους δ’ αὐτοῖς συγκαταριθμῶν ἁμαρτάνει, τῶν πετραίων ἰχθύων ὄντας. ἑξῆς δὲ κύνας ἔγραψεν, οὓς ἐν τοῖς κητώδεσιν ἐχρῆν ἀριθμεῖσθαι, σκληρὰν καὶ περιττωματικὴν ἔχοντας τὴν σάρκα, καὶ διὰ τοῦτο τεμαχιζομένους τε καὶ ταριχευομένους, ἐδωδήν τε ὄντας ἀνθρώπων τῶν ἐπιτυχόντων· καὶ γὰρ ἀηδεῖς εἰσι καὶ βλεννώδεις, καὶ διὰ τοῦτο καὶ διὰ νάπυός τε καὶ ὀξελαίου καὶ τῶν οὕτω δριμέων ὑποτριμμάτων αὐτοὺς ἐσθίουσιν. ἐκ τούτου δὲ τοῦ γένους εἰσὶ καὶ φάλαιναι καὶ δελφῖνες καὶ φῶκαι· πλησίον δ’ αὐτῶν ἥκουσι καὶ οἱ μεγάλοι θύννοι, καίτοι τῇ γ’ ἡδονῇ τῆς ἐδωδῆς οὐχ ὅμοιοι τοῖς προειρημένοις ὄντες· ἀηδεῖς γὰρ ἐκεῖνοι καὶ μάλιστα πρόσφατοι, ταριχευθέντες δ’ ἀμείνους γίνονται. τῶν δ’ ἐλαττόνων θύννων κατά τε τὴν ἡλικίαν καὶ τὸ μέγεθος οὔθ’ ἡ σὰρξ ὁμοίως σκληρὰ, καὶ πεφθῆναι δηλονότι βελτίους εἰσί καὶ τούτων ἔτι μᾶλλον αἱ πηλαμίδες, αἳ καὶ ταριχευθεῖσαι τοῖς ἀρίστοις ταρίχοις ἐνάμιλλοι γίγνονται. πλεῖσται δ’ ἐκ τοῦ Πόντου κομίζονται, τῶν ἐκ τῆς Σαρδοῦς καὶ τῶν ἐκ τῆς Ἰβηρίας μόνων ἀπολειπόμεναι. ἐντιμότατον γὰρ δὴ τοῦτο
τὸ τάριχος εἰκότως ἐστὶν ἡδονῆς τε καὶ μαλακότητος ἕνεκα τῆς σαρκὸς, ὀνομάζεται δὲ συνήθως ὑπὸ τῶν πάντων ἤδη τὰ τοιαῦτα ταρίχη σάρδα. μετὰ δὲ σάρδας τε καὶ πηλαμίδας οἱ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλοι μᾶλλον τετίμηνται, καὶ μετ’ αὐτοὺς οἱ κορακῖνοι. ταῦτα μὲν οὖν ὡς ἐν παρέργῳ περὶ τῶν ταριχευθέντων ἰχθύων εἰρήσθω. ζυγαινῶν δὲ καλῶς ἐμνημόνευσεν ὁ Φιλότιμος ἐν τοῖς σκληροσάρκοις· ἐχρῆν δὲ καὶ τῆς ἀηδίας αὐτῶν μεμνῆσθαι, καθάπερ γε καὶ τῶν ἄλλων, οὓς ὅλως παρέλιπε. γόγγρους δὲ καὶ φάγρους καὶ λαμίας καὶ ἀετοὺς ὀρθῶς εἶπε σκληροσάρκους εἶναι. καὶ ἄλλοι δέ τινες, ὡς αὐτὸς ἔφη, τῶν σκληροσάρκων ἰχθύων εἰσὶν, ὧν οὐκ εἶπε τὰς προσηγορίας, ὅτι μηδ’ ἐν πολλῇ χρήσει τοῖς ἀνθρώποις εἰσίν· ὅθεν ἄμεινόν ἐστιν ἐπισκέψασθαι περὶ τῆς δυνάμεως αὐτῶν, ἐάσαντας τὰς προσηγορίας. ὅτι μὲν οὖν οἱ σκληρόσαρκοι δυσκατεργαστότεροι τῶν μαλακοσάρκων εἰσὶν, ὀρθῶς εἶπεν ὁ Φιλότιμος. ἥ τε γὰρ ἐν τῇ γαστρὶ πέψις, ἥ τε καθ’ ἕκαστον τῶν τρεφομένων μορίων ἐξομοίωσις ἐπὶ μὲν τοῖς μαλακωτέροις ῥᾴων ἐστὶν, 

ἐπὶ δὲ τοῖς σκληροτέροις χαλεπωτέρα. γίγνεται γὰρ ἀλλοιουμένων αὐτῶν ταῦτα, ῥᾷον δ’ ἀλλοιοῦνται τὰ μαλακώτερα, διότι καὶ πάσχειν ἑτοιμότερα· πάθος δ’ ἐστὶ τῶν ἀλλοιουμένων ἡ ἀλλοίωσις. ὀρθῶς οὖν εἶπεν αὐτοὺς δυσκατεργάστους εἶναι, ὀρθῶς δὲ καὶ παχέος χυμοῦ γεννητικούς· ἡ μὲν γὰρ σκληροτέρα τροφὴ παχυτέραν ἔχει τὴν οὐσίαν, ἡ δὲ μαλακωτέρα λεπτοτέραν. εἰ δὲ καὶ ἁλυκοὺς ἡ σκληρὰ τροφὴ τοὺς χυμοὺς ἐργάζεται, σκεπτέον ἐφεξῆς. ὁ μὲν γὰρ Φιλότιμος, ὥσπερ γε καὶ ὁ διδάσκαλος αὐτοῦ Πραξαγόρας, τὸν ἁλυκὸν χυμὸν ἐκ τῶν ἐπὶ πλέον θερμαινομένων γίγνεσθαί φησιν. ἐμοὶ δ’ οὐχ ἁπλῶς δοκεῖ δεῖν ἀλλὰ μετὰ διορισμοῦ ποιεῖσθαι τὴν ἀπόφασιν. ἐπεὶ δὲ κοινὸς ὁ λόγος ἐστὶν ἁπάντων τῶν σκληρῶν ἐδεσμάτων, ἴδιον αὐτῷ κεφάλαιον ἀποδόντες ἐφεξῆς σκεψόμεθα.

32. [Περὶ τοῦ, εἰ τὰ σκληρὰ πάντα κατὰ τὴν ἕψησιν ἁλυκοὺς γεννᾷ χυμούς.] Οὐ μόνον ἐπὶ τῶν ἰχθύων τῶν σκληροσάρκων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐδεσμάτων, ὅσα σκληρὰ, Πραξαγόρας καὶ Φιλότιμος οἴονται τὸν

ἁλυκὸν γεννᾶσθαι χυμὸν ἐν ταῖς ἐπὶ πλέον ἑψήσεσιν, ὀνομάζουσι δ’ αὐτὸν οὐχ ἁλυκὸν μόνον ἢ ἁλμυρὸν, ἀλλὰ καὶ νιτρώδη. ἐγὼ δ’ ὁρῶ τὸ μὲν ἀφέψημα τῶν πλείστων, εἰ δὲ βούλει καὶ πάντων, ἐφ’ ὅσον ἂν ἕψηται χρόνον, ἁλυκώτερον ἀεὶ γινόμενον, ὕστερον δέ ποτε καὶ πικρὸν, ὡς αὐτοὶ βούλονται, τὸ μέντοι στερεὸν σῶμα, τὸ κατὰ τὸ ὕδωρ ἑψηθὲν, ἀποτιθέμενον ἐν ἐκείνῳ τὰς ἐξ ἀρχῆς ὑπαρχούσας αὑτῷ ποιότητας, ὡς ἐν τῷ χρόνῳ τὸ καλούμενον ἄποιόν τε καὶ ὑδατῶδες γίνεσθαι, μήθ’ ἁλυκότητος ἔχον τι, μήτε πικρότητος, ἢ δριμύτητος, ἢ στύψεως. ἐναργέστερον δ’ εἴσῃ τοῦ λεγομένου τὴν ἀλήθειαν, ἐάν ποτε εἰς ἄλλο μεταβάλλων ὕδωρ ἕψῃς, ὅπερ ἂν θέλῃς. εὑρήσεις μὲν γὰρ αὐτὸ τὸ ἑψόμενον ἀποβαλὸν τὴν οἰκείαν ποιότητα, τὸ δὲ ὕδωρ ἐπιδεχόμενον αὐτήν. θέρμοι μὲν οὖν, τῶν Δημητρίων ἐδεσμάτων ὄντες, πικρὸν ἐργάζονται τὸ ὕδωρ, ὅτι καὶ αὐτοὶ τὴν πικρὰν ποιότητα σύμφυτον ἔχουσιν· οὕτω δὲ καὶ ὄροβοι καὶ ἀψίνθιον, καὶ ἀβρότονον τε καὶ πόλιον, ὅσα τ’ ἄλλα πικρά· τὸ σῶμα δ’ αὐτὸ τὸ ἀφεψηθὲν ἧττον φαίνεται πικρόν. εἰ δὲ καὶ μεταβάλλων
εἰς ἕτερον ὕδωρ αὐτὰ πάλιν ἑψήσεις, ὡς ἀρτίως εἶπον, ἔτι καὶ μᾶλλον ἢ πρόσθεν εὑρήσεις ἀποβεβληκότα τὴν πικρότητα, κᾂν εἰ τρίτον ἢ τέταρτον εἰς ὕδωρ ἕτερον μεταβάλλοις, ἔτι μᾶλλον ἢ πρόσθεν, ὥστ’ ἐν τῷ χρόνῳ πᾶσαν ἀποθέσθαι τὴν πικρότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅσα δριμέα, καθάπερ σκόροδα καὶ κρόμμυα καὶ πράσα, τὸ μὲν ὕδωρ, ἐφ’ ᾧπερ ἂν ἑψηθέντα τύχῃ, σαφῶς δριμὺ ἐργάζεται, τὴν δὲ αὑτῶν οὐσίαν ἧττον ἔχει δριμεῖαν· εἰ δ’ ἄλλοτε εἰς ἄλλο μεταβάλλοις ὕδωρ αὐτὰ, παντάπασιν ἀποτίθεται τὴν δριμύτητα. καὶ μὴν καὶ τὰ μῆλα τὰ στρυφνὰ, μέσπιλά τε καὶ ἀχράδες, εἰς ὅσον ἂν ἕψωνται, γλυκύτερα μὲν αὐτὰ γίνεται, τὸ ἀφέψημα δὲ στρυφνὸν ἀπεργάζεται. τοὺς χυλοὺς δ’ αὐτοὺς μόνους ἂν ἑψήσῃς, ἁλυκώτεροι μὲν τὸ πρῶτον, ὕστερον δὲ καὶ πικροὶ γίνονται. διὸ περὶ μὲν τῶν χυλῶν συγχωρητέον ἐστὶ τῷ τε Πραξαγόρᾳ καὶ τῷ Φιλοτίμῳ γινώσκουσιν, ὡς εἴρηται, περὶ δὲ τῶν στερεῶν σωμάτων ἔμπαλιν ἔχειν ἡγητέον. εἰ γὰρ, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἐκ τοῦ πρώτου μεταβάλλοι τις εἰς δεύτερον ὕδωρ αὐτὰ, καὶ

μετ’ ἐκεῖνο πάλιν εἰς τρίτον, ἢ καὶ τέταρτον, ἀποβάλλοντα τελέως εὑρήσει τὸν ἐξ ἀρχῆς χυμὸν, ὡς γευομένοις ὑδατώδη τε καὶ ἄποια φαίνεσθαι· μὴ μεταβληθέντων δ’ εἰς ἕτερον, ἀναγκαῖόν ἐστιν ἁλυκώτερον μὲν πρῶτον, ὕστερον δὲ καὶ πικρὸν γενέσθαι τὸ ἀφέψημα. μάλιστα δὲ ὁ ζωμὸς ἐξηπατηκέναι μοι τοὺς περὶ τὸν Πραξαγόραν φαίνεται ἁλυκώτερος ἐν τῷ τῆς ἑψήσεως χρόνῳ γινόμενος, οὐκ ἐννοοῦντας, ὡς, ἁλῶν ἢ γάρου κατὰ τὴν ἐξ ἀρχῆς ἄρτυσιν ἐμβεβλημένων εἰς τὸ ὕδωρ, ἀναγκαῖόν ἐστι, προερχομένης τῆς ἑψήσεως, ἁλυκώτερον ἑαυτοῦ γίνεσθαι τὸν χυμὸν, ὥσπερ εἰ καὶ χωρὶς τοῦ ἕτερον ἐμβαλεῖν τι σῶμα βραχύτατον ἁλῶν ἀναμίξαις ὕδατι καθαρῷ τε καὶ γλυκυτάτῳ· καὶ γὰρ καὶ τοῦτο θερμαινόμενον ἁλυκώτερον γίνεται. καὶ τί θαυμαστόν; αὐτὸ γὰρ ἐπὶ πλέον ἑψόμενον ὕδωρ τὸ κάλλιστον ἁλυκὴν ἐν τῷ χρόνῳ ποιότητα προσλαμβάνει.

33. [Περὶ τῶν ὀστρακοδέρμων ζώων.] Ἐπειδὴ τὸ περιέχον ὅλον τὸ σῶμα καθάπερ ἀμφίεσμά τι σύμφυτον ἑκάστῳ καλεῖται δέρμα, κατ’ ἀναλογίαν δ’ αὐτῷ τὸ

κατὰ τοὺς κήρυκάς ἐστι καὶ τὰς πορφύρας, ὄστρεά τε καὶ χήμας, ὅσα τ’ ἄλλα τοιαῦτα, διὰ τοῦτο καλοῦσιν ὀστρακόδερμα ταῦτα τὰ ζῶα. σαφῶς οὖν ὀστράκῳ παραπλήσιον ἢ λίθῳ τὸ ἔξωθεν αὐτοῖς περικείμενον σκέπασμά ἐστι. κοινὸν μὲν οὖν ἁπάντων τῶν τοιούτων ἁλυκὸν χυμὸν ἔχειν ἐν τῇ σαρκὶ, λαπακτικὸν τῆς γαστρός· ἴδιον δ’ ἑκάστῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τούτῳ κατά τε ποιότητα καὶ ποσότητα. τὰ μὲν γὰρ ὄστρεα μαλακωτάτην ἔχει τῶν ἄλλων ὀστρακοδέρμων τὴν σάρκα, τὰ δὲ σμικρὰ χημία καὶ οἱ σφόνδυλοι καὶ οἱ σωλῆνες καὶ αἱ πορφύραι καὶ οἱ κήρυκες, ὅσα τ’ ἄλλα τοιαῦτ’ ἐστὶ, σκληράν. εἰκότως οὖν ὑπάγει μὲν ἐκεῖνα τὴν γαστέρα μᾶλλον, ἥττονα τροφὴν διδόντα τῷ σώματι· τὰ δὲ σκληρότερα δυσπεπτότερα μέν ἐστι, τρέφει δὲ μᾶλλον. ἀλλὰ ταῦτα μὲν ἕψεται πάντα, τὰ δὲ ὄστρεα χωρὶς ἑψήσεως ἐσθίουσιν, ἔνιοι δὲ καὶ ταγηνίζουσιν. ὥσπερ δὲ δύσπεπτον ἔχει τὴν σάρκα τῶν ὀστρακοδέρμων ζώων; οὕτως καὶ δυσδιάφθαρτον· αἱρούμεθά τε καὶ διὰ τοῦτο διδόναι πολλάκις αὐτὰ 

τοῖς διαφθείρουσιν ἐν τῇ κοιλίᾳ τὴν τροφὴν ὑπὸ κακοχυμίας, ἤτοι γ’ ἐξ ἥπατος εἰς αὐτὴν καταῤῥεούσὴς, ἢ περιεχομένης ἐν τοῖς χιτῶσιν αὐτῇς. ἔχει δὲ πάντα μὲν, ὡς εἶπον, ἁλυκὸν χυμὸν, ὑπακτικὸν τῆς γαστρὸς, ἥττονα μέντοι τῶν ὀστρέων τὰ σκληρόσαρκα. διὸ καὶ δίδομεν αὐτ’ τοῖς διαφθείρουσι τὴν τροφὴν, ἕψοντες δὶς καὶ τρὶς ἐν ὕδατι. καλλίστῳ, μεταθέντες εἰς τὸ καθαρὸν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται. γίνεται δ’ ἐξ αὐτῶν ὁ καλούμενος ὠμὸς χυμὸς πάμπολυς, ἐκ δὲ τῶν μαλακοσάρκων τὸ φλέγμα καθάπερ οὖν, ἀποθεμένων αὐτῶν τὸν ἁλυκὸν χυμὸν, ὥσπερ ἡ σὰρξ δύσφθαρτος, οὕτω καὶ σταλτικὴ γίνεται τῆς γαστρὸς, ὡσαύτως, εἰ ἀρτύσας δι’ ἁλῶν ἢ γάρου, καθάπερ εἰώθασι τὰς χήμας, ἐκπίοι τις τὸν γενόμενον χυλὸν, ὑπαχθήσεται μὲν ἡ γαστὴρ ἱκανῶς, οὐδεμίαν δὲ τροφὴν ἐξ αὐτοῦ τὸ σῶμα τοῦ ἀνθρώπου λήψεται.

34. [Περὶ τῶν. μαλακοστράκων.] Ἀστακοὶ καὶ πάγουροι, καὶ καρκῖνοι τε καὶ κάραβοι, καὶ καρίδες καὶ καμμαρίδες, ὅσα τ’ ἄλλα, λεπτὸν ἔχει τὸ περιέχον ὄστρακον, ὅμοια δὲ τῇ σκληρότητι τοῖς ὀστρακοδέρμοις ἧττον μὲν ἐκείνων

ἔχει τὸν ἁλυκὸν χυμὸν, ἔχει δ’ οὖν ὅμως οὐκ ὀλίγον. ἔστι δὲ σκληρόσαρκα κατὰ πάντα, καὶ διὰ τοῦτο δύσπεπτά τε καὶ τρόφιμα, προεψηθέντα δηλονότι κατὰ τὸ πότιμον ὕδωρ. ἔστι δὲ καὶ τούτων ἡ σὰρξ, ὥσπερ καὶ τῶν ὀστρέων, ἐπισχετικὴ τῶν κατὰ τὴν γαστέρα, ὅταν ἐναπόθηται τῷ ὕδατι τὸν ἁλυκὸν χυμὸν, ὡς εἴρηται, προεψηθέντα. καὶ τοίνυν καὶ ταῦτα δύσφθαρτα τοῖς σκληροῖς τῶν ὀστρακοδέρμων ὡσαύτως ἐστί.

35. [Περὶ μαλακίων.] Μαλάκια καλεῖται τὰ μήτε λεπίδας ἔχοντα, μήτε τραχὺ μήτε ὀστρακῶδες τὸ δέρμα, μαλακὸν δ’ οὕτως, ὡς ἀνθρώποις. ἔστι δὲ ταῦτα πολύποδές τε καὶ σηπίαι καὶ τευθίδες, ὅσα τ’ ἄλλα τούτοις ἔοικεν. ἁπτομένῳ μὲν οὖν μαλακὸν φαίνεται, διὰ τὸ μήτε λεπιδωτὸν ἔχειν, μήτε τραχὺ, μήτε ὀστρακῶδες τὸ σκέπασμα· σκληρόσαρκα δ’ ἐστὶ καὶ δύσπεπτα καὶ βραχὺν ἐν ἑαυτοῖς περιέχοντα τὸν ἁλυκὸν χυμόν. εἰ μέντοι πεφθείη, τροφὴν οὐκ ὀλίγην δίδωσι τῷ σώματι. πλεῖστον δ’ οὖν καὶ ταῦτα τὸν ὠμὸν ἐργάζεται χυμόν.

36. [Περὶ σελαχίων.] Τραχὺ καὶ λαμπρὸν ἐν τῇ νυκτὶ τὸ δέρμα τῶν τοιούτων ἐστὶ ζώων· διὸ καί τινες ἀπὸ τοῦ σέλας ἔχειν ὠνομάσθαι φασὶν αὐτὰ σελάχια. μαλακὴν δ’ ἐν αὐτοῖς ἔχει τὴν σάρκα νάρκη τε καὶ τρυγὼν, ὥσπερ οὖν καὶ ἡδεῖαν, ὑπιοῦσάν τε κατὰ γαστέρα μετρίως, καὶ πεπτομένην οὐ χαλεπῶς. ἀλλὰ καὶ τρέφει μετρίως, ὥσπερ γε καὶ τὰ ἄλλα πάντα τὰ μαλακόστρακα. κοινὸν δ’ ἐν αὐτοῖς ἅπασίν ἐστι, πολυσαρκότερα τῶν μέσων μορίων τὰ κατὰ τὰς οὐρὰς εἶναι· μάλιστα δὲ τοῦθ’ ὑπάρχει ταῖς νάρκαις. ἔοικε γάρ τοι τὰ μέσα τῶν ζώων τούτων οἷόνπερ χόνδρον τακερὸν ἐν αὑτοῖς ἔχειν. βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι, καὶ πάνθ’ ὅσα τοιαῦτα, σκληρότερα καὶ δυσπεπτότερα καὶ τροφὴν πλείονα τῷ σώματι παρέχοντα νάρκης τε καὶ τρυγόνος ἐστί.

37. [Περὶ τῶν κητωδῶν ζώων.] Εἴρηται μὲν ἤδη καὶ πρόσθεν ὑπὲρ τῶν ἐν τῇ θαλάττῃ κητωδῶν ζώων, ἐξ ὧν εἰσιν αἵ τε φῶκαι καὶ φάλαιναι, δελφῖνές τε καὶ ζύγαιναι καὶ τῶν θύννων οἱ μεγάλοι, καὶ πρὸς αὐτοῖς

οἱ κύνες, ὅσα τ’ ἄλλα τοιαῦτα, καὶ νῦν δὲ αὐτῶν ἐν κεφαλαίῳ λεκτέον, ὡς ἅπαντα τὰ τοιαῦτα καὶ σκληρὰν καὶ κακόχυμον ἔχει καὶ περιττωματικὴν τὴν σάρκα. καὶ διὰ τοῦτο προταριχεύοντες αὐτὰ τοὐπίπαν εἰς χρῆσιν ἄγουσι, λεπτομερεστέραν ἐργαζόμενοι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τροφὴν εἰς τὸ σῶμα, καὶ διὰ τοῦτο πεφθῆναί τε δυναμένην θᾶττον, αἱματωθῆναί τε μᾶλλον. ἡ γάρ τοι πρόσφατος, ὅταν μὴ πάνυ καλῶς πεφθῇ, πλεῖστον ἐν ταῖς φλεψὶν ἀθροίζει τὸν ὠμὸν χυμόν.

38. [Περὶ θαλασσίων ἐχίνων.] Καὶ δι’ οἰνομέλιτος αὐτοὺς ἐσθίουσι καὶ διὰ γάρου γαστρὸς ὑπαγωγῆς ἕνεκεν· καὶ λοπάδας ἐξ αὐτῶν σκευάζουσιν, ἐπεμβάλλοντες ὠῶν τε καὶ πεπέρεως καὶ μέλιτος. ἔστι δὲ τῶν ὀλιγοτρόφων ἐδεσμάτων καὶ μέσων τῆς κατὰ τὸ λεπτύνειν καὶ παχύνειν χυμοὺς δυνάμεως.

39. [Περὶ μέλιτος.] Ἡ τῶν τροφῶν ὕλη πᾶσα μέχρι δεῦρο διττοῖς γένεσι περιληφθεῖσα, τὸ μὲν ἕτερον αὐτῶν ἐκ φυτῶν εἶχε, τὸ δὲ ἕτερον ἐκ ζώων· ἑκατέρας δ’

αὐτῶν ἀφώρισται τὸ μέλι. γίνεται μὲν γὰρ ἐπὶ τοῖς φύλλοις τῶν φυτῶν, ἔστι δὲ οὔτε χυλὸς αὐτῶν, οὔτε καρπὸς, οὔτε μόριον, ἀλλ’ ὁμογενὲς μὲν τοῖς δρόσοις, οὐ μὴν οὔτε συνεχῶς οὔθ’ ὁμοίως ἐκείναις γίνεται δαψιλές. οἶδα δέ ποτε θέρους ὥρᾳ πλεῖστον ὅσον ἐπὶ τοῖς τῶν δένδρων καὶ θάμνων καί τινων βοτανῶν φύλλοις εὑρεθὲν, ὡς ὑπὸ τῶν γεωργῶν λέγεσθαι παιζόντων, ὁ Ζεὺς ἔβρεξε μέλι. προηγεῖτο δὲ νὺξ μὲν εὐψυχὴς, ὡς ἐν θέρει, (θέρους γὰρ ἦν ὥρα τηνικαῦτα,) θερμὴ δὲ καὶ ξηρὰ κρᾶσις ἀέρος ἐπὶ τῆς προτεραίας. ἐδόκει τοίνυν τοῖς δεινοῖς περὶ φύσιν ἐκ τῆς γῆς τε καὶ τῶν ὑδάτων ἀτμὸν ἀκριβῶς λεπτυνθέντα καὶ πεφθέντα πρὸς τῆς ἡλιακῆς θερμότητος, ὑπὸ τῆς ἐπιγενομένης ἐπὶ τῆς νυκτὸς ψύξεως ἀθροισθῆναι πιληθέντα. παρ’ ἡμῖν μὲν οὖν σπανίως φαίνεται τοῦτο γινόμενον, ἐν δὲ τῷ ὄρει τῷ Λιβάνῳ καθ’ ἕκαστον ἔτος οὐκ ὀλίγον. ὥστε ἐκπεταννύντες ἐπὶ γῆς δέρματα καὶ σείοντες τὰ δένδρα δέχονται τὸ ἀποῤῥέον ἀπ’ αὐτῶν καὶ χύτρας καὶ κεράμια πληροῦσι τοῦ μέλιτος. ὀνομάζουσι δ’ αὐτὸ δροσόμελί τε καὶ ἀερόμελι. πρόδηλος μὲν οὖν 
ἡ ὕλη τῇ γενέσει τοῦ μέλιτος ὁμογενής τις οὖσα ταῖς δρόσοις, εἰς ἀρετὴν δὲ καὶ κακίαν αὐτῷ φαίνεταί τι προσέρχεσθαι παρὰ τῶν φυτῶν, ἐφ’ ὧν τοῖς φύλλοις ἀθροίζεται. καὶ διὰ τοῦτο γίνεται κάλλιστον, ἔνθα πλεῖστοι θύμοι καί τινες ἄλλαι θερμαὶ καὶ ξηραὶ τῇ κράσει βοτάναι τε καὶ θάμνοι. λεπτομερέστερον τοιγαροῦν ἐστι μέλι τὸ γεννώμενον ἐν τοῖς τοιούτοις φυτοῖς, καὶ διὰ τοῦτο ῥᾳδίως ἐκχολοῦται κατὰ τὰ θερμὰ σώματα· τοῖς ψυχροῖς δ’ ἐπιτηδειότατόν ἐστιν, εἴτε δι’ ἡλικίαν, εἴτε διὰ νόσον, εἴτε φύσει τοιαῦθ’ ὑπάρχει. ταῦτα τοίνυν ὑπ’ αὐτοῦ τρέφεσθαι πέφυκεν αἱματωθέντος, ὡς ἐγγὺς τοῖς θερμοῖς ἐκχολοῦσθαι φθάνει, πρὶν αἱματωθῆναι. λεπτομερὲς δ’ ὑπάρχον ἐξ ἀνάγκης ἔχει τι καὶ δριμύ· διὸ πρὸς ἔκκρισιν ἐπεγείρει τὴν γαστέρα. τοῦτ’ οὖν ἀφαιροῦντες αὐτῷ, πρὸς ἀνάδοσίν τε καὶ πέψιν ἐπιτηδειότερον ἐργαζόμεθα. καλλίστη δ’ ἀφαίρεσις γίνεται, μιχθέντος πρῶτον ὕδατι πολλῷ, μετὰ τοῦτο δ’ ἑψηθέντος, ἄχρι περ ἂν ἀφρίζον παύσηται. προσήκει δ’ αἴρειν ἀπ’ αὐτοῦ συνεχῶς δηλονότι τὸν ἀφρὸν εὐθὺς ἅμα τῷ γενέσθαι. διὰ γὰρ τοι
τῆς τοιαύτης παρασκευῆς ἀποθέμενον τὴν δριμύτητα καὶ μηκέτ’ ἐρεθίζον εἰς ἔκκρισιν τὴν κοιλίαν ἀναδίδοται οὐ βραδέως. τὸ δ’ ἐπ’ ὀλίγον ἢ οὐδ’ ὅλως ἑψηθὲν μελίκρατον ὑπέρχεσθαι φθάνει πρὸ τοῦ πεφθῆναι, ἀναδοθῆναί τε καὶ θρέψαι τὸ σῶμα. διαφορὰ δ’ αὐτοῖς ἐστι κᾀν τῷ φύσαν μέν τινα γεννᾷν ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις τὸ μὴ τελέως ἑψηθὲν, ἄφυσον δὲ καὶ διουρητικὸν γίνεσθαι τὸ κατὰ τὴν ἕψησιν ἀποθέμενον ἅπαντα τὸν ἀφρόν. εἰ δὲ χωρὶς ὕδατος μίξεως ἐκλείχοι τις τὸ μέλι μόνον, ἧττον μὲν τρέφει, μᾶλλον δ’ ὑπάγει τὰ κατὰ τὴν γαστέρα. πλέον δ’ εἴ τις αὐτοῦ προσενέγκοι, τὴν ἄνω κοιλίαν εἴωθεν εἰς ἔμετον ἐξορμᾷν. ἑψηθὲν δὲ χωρὶς ὕδατος, οὔτ’ ἐμετικόν ἐστιν ὁμοίως, οὔθ’ ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’ ἀναδίδοταί τε καὶ τρέφει μᾶλλον· οὖρα δ’ ἧττον κινεῖ τοῦτο τοῦ μεθ’ ὕδατος ἑψηθέντος. οὐ μὴν οὐδ’ ὁπότε τρέφει, τροφὴν ἀξιόλογον δίδωσι τῷ σώματι, ὥστε τισὶν ἔδοξεν οὐδὲ τρέφειν ὅλως. ἀλλὰ πρὸς μὲν τούτους αὐτάρκως εἴρηται διὰ τοῦ τρίτου τῶν εἰς τὸ περὶ διαίτης ὀξέων νοσημάτων Ἱπποκράτους ὑπομνήματος,

ὃ τινὲς μὲν ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας, ἔνιοι δὲ περὶ πτισάνης, ἁμαρτάνοντες ἀμφότεροι, καθότι δέδεικται διὰ τῶν εἰς αὐτὰ γεγονότων ἡμῖν ὑπομνημάτων. ἐν δὲ τῷ παρόντι λόγῳ τοσαῦτ’ εἰπεῖν ὑπὲρ αὐτοῦ βέλτιον ἦν, ὅσα λέλεκται. κεφάλαιον δ’ αὐτῶν ἐστιν, γέρουσι μὲν καὶ ὅλως ψυχραῖς τοῦ σώματος κράσεσιν ἐπιτήδειον εἶναι, τοῖς δ’ ἀκμάζουσι καὶ θερμοῖς ἐκχολοῦσθαι, τροφὴν δ’ ὀλίγην ἡμῖν ἐξ αὐτοῦ γίνεσθαι, μὴ φθάσαντος εἰς χολὴν μεταβαλεῖν, ὡς, εἴγ’ αὐτῷ τοῦτο συμβαίη, τρέφειν οὐδ’ ὅλως τηνικαῦτα δύνασθαι. πρόδηλον δὲ, ὅτι τὴν ὠχρὰν καὶ ξανθὴν χολὴν ὑπ’ αὐτοῦ γεννᾶσθαι λέγομεν, οὐ τὴν μέλαιναν. εἴρηται γὰρ ἤδη πολλάκις ἐν πολλοῖς, ἔθος εἶναι τοῖς ἰατροῖς τὴν τοιαύτην χολὴν ἁπλῶς ὀνομάζειν ἄνευ τῆς κατὰ τὴν χρόαν προσθήκης, τὰς δ’ ἄλλας ἁπάσας σὺν τῷ τῆς χρόας ἑρμηνεύειν ὀνόματι. φαίνονται δὲ κενούμεναι πλὴν τῆς πρασιζούσης αἱ ἄλλαι πᾶσαι, χαλεπῶς νοσοῦντος τοῦ σώματος· ἡ ξανθὴ δὲ καὶ ὠχρὰ καὶ πρασοειδὴς καὶ χωρὶς νοσημάτων ἐμεῖταί τε καὶ διαχωρεῖται πολλάκις.

40. [Περὶ οἴνου.] Ὅτι μὲν ἐκ τῶν τρεφόντων ἐστὶν ὁ οἶνος, ἅπαντες ὁμολογοῦσι· καὶ εἴγε τὸ τρέφον ἅπαν τροφή ἐστι, ῥητέος ἂν εἴη ἐκ τοῦ γένους τῶν τροφῶν καὶ ὁ οἶνος. ἀλλ’ ἔνιοί γε τῶν ἰατρῶν οὔ φασι δεῖν ὀνομάζειν τροφὴν αὐτόν· ἀντιδιαιρεῖσθαι γοῦν κατὰ τοὺς λόγους τῇ τροφῇ τὸ ποτὸν, ὅπερ καὶ πόμα προσαγορεύεται, καθάπερ γε καὶ ἡ τροφὴ σιτίον τε καὶ ἐδεστὸν ἔδεσμα. τροφὴν μὲν οὖν διὰ ταῦτα καλεῖν οὐκ ἀξιοῦσι τὸν οἶνον, ὁμολογοῦσι μὴν τρέφειν αὐτὸν, οὗ νῦν εἰς τὰ παρόντα δεόμεθα. καὶ εἴπερ καὶ ἄλλας τινὰς ὕλας τρέφειν μὲν συνεχώρουν, ἐκώλυον δὲ τροφὰς ὀνομάζειν, τὴν ἁπασῶν αὐτῶν διδασκαλίαν εἰς ἕνα λόγον συλλέγοιμεν ἄν· ὅταν δὲ οὐκ ἐθέλωσιν τὸν μόνον οἶνον ὀνομάζειν τροφὴν, καίτοι τρέφοντα, συγχωρήσουσιν ἡμῖν, τῷ περὶ τῶν τροφῶν λόγῳ βραχὺν ὄντα τὸν περὶ τῶν οἴνων προσθεῖναι. ἃς γὰρ Ἱπποκράτης δυνάμεις εἶπεν ἐν τῷ περὶ διαίτης ὀξέων, οὐχ ὡς τροφῆς εἰσιν, ἀλλ’ ὡς φαρμάκου μᾶλλον. ἐκείνας μὲν οὖν ἐν τῷ τρίτῳ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων ἐξηγήμεθα, κᾀν τῇ

τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ καὶ τῇ τῶν ὑγιεινῶν· ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ τὰς ἐν τῷ τρέφειν αὐτοῦ διαφορὰς ἐροῦμεν, ἐντεῦθεν ἀρξάμενοι. ἁπάντων οὖν τῶν οἴνων οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖς εἰς αἵματος γένεσιν ἐπιτηδειότατοι, βραχυτάτης δεόμενοι τῆς εἰς αὐτὸ μεταβολῆς, ἐφεξῆς δὲ αὐτῶν οἱ μέλανές τε καὶ γλυκεῖς καὶ παχεῖς, εἶθ’ οἱ κατὰ τὴν χρόαν ἐρυθροὶ καὶ μέλανες, ἐν δὲ τῇ συστάσει παχεῖς, ἔχοντες ἅμα τούτοις τι καὶ στυφούσης ποιότητος. τούτων δὲ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖς καὶ στρυφνοὶ τρέφειν πεφύκασιν. ἁπάντων δ’ ἥκιστα τρέφουσιν οἱ λευκοὶ μὲν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ συστάσει, παραπλήσιοί πως ὄντες ὕδασι τοῖς εἰς τὸ καλούμενον ὑδρόμελι ἐπιτηδείοις. ὅτι μὲν οὖν οἱ παχεῖς οἶνοι τροφιμώτεροι τῶν λεπτῶν εἰσιν, ἥ τε φύσις αὐτῶν ἐνδείκνυται καὶ ἡ πεῖρα μαρτυρεῖ. πέττονται δὲ κατὰ τὴν γαστέρα καὶ ἀναδίδονται μᾶλλον οἱ γλυκεῖς τῶν αὐστηρῶν, ὡς ἂν καὶ θερμότεροι ὄντες τὴν δύναμιν. οἱ δὲ παχεῖς πάνυ πέττονται μὲν βραδύτερον, ὥσπερ γε καὶ ἀναδίδονται, γαστρὸς δ’ ἰσχυροτέρας ἐπιτυχόντες, ὡς πεφθῆναι 

καλῶς, πλέονα τροφὴν διδόασι τῷ σώματι. πρόδηλον δ’, ὅτι, καθάπερ εἰς τὸ τρέφειν εἰσὶ βελτίους τῶν λεπτοτέρων, οὕτως εἰς οὔρησιν χείρους.

41. [Περὶ τῶν ταριχευομένων, ἐν τῷ πρόσθεν λόγῳ ἀναβληθέντων.] Ἀνεβαλόμην ἐρεῖν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου περὶ τῶν ταριχευομένων καὶ τῶν μέσων ἐδεσμάτων. ὅπως οὖν μηδὲ ταῦτα λείποι, καιρὸς ἤδη διελθεῖν ἑκατέρων τὰς δυνάμεις. ἐπιτήδεια πρὸς ταριχείαν ἐστὶ σώματα ζώων, ὅσα σκληράς τε ἅμα καὶ περιττωματικὰς ἔχει τὰς σάρκας. ὀνομάζω δὲ περιττωματικὰς, ὡς κᾀν τῷ πρόσθεν λόγῳ, τὰς ἐχούσας ἐν ἑαυταῖς ὑγρότητα παρεσπαρμένην φλεγματικωτέραν· καὶ ὅσῳ μὲν ἥδε πλείων ᾖ καὶ παχυτέρα, τοσῷδε μᾶλλον ἀμείνων ἡ σὰρξ γίνεται ταριχευομένη. τὰ δ’ ἤτοι πάνυ μαλακὴν, ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν τοῦ σώματος οὐκ ἐπιτήδεια ταριχεύεσθαι. δύναμις γάρ ἐστι τῶν ἁλῶν, ὡς ἐν τῇ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ δέδεικται, σύνθετος ἔκ τε τοῦ διαφορεῖν τὰς περιττὰς ὑγρότητας, οἷς ἂν ὁμιλῇ σώμασι, καὶ λεπτύνειν αὐτὰ, καὶ συνάγειν εἰς ἑαυτὰ,

τοῦ τῶν νίτρων ἀφροῦ καὶ τοῦ τῶν χαύνων ἀφρονίτρων τὸ μὲν λεπτύνειν καὶ διαφορεῖν ἐχόντων, τὸ δὲ συνάγειν ἢ σφίγγειν οὐκ ἐχόντων. ὅσα τοίνυν ἐστὶ φύσει ξηρὰ σώματα, διαπαττόμενα τοῖς ἁλσὶν ἄβρωτα γίνεται σκελετευόμενα· καί τις ἐπιχειρήσας ταριχεῦσαι λαγωὸν, ὅμοιον εἰργάσατο ταῖς σκελετευθείσαις γαλαῖς. αἱ δὲ τῶν ἀκμαζόντων τε καὶ πιόνων ὑῶν σάρκες ἐπιτήδειοι ταριχεύεσθαι, τὴν ἀτοπίαν ἑκατέραν ἐκπεφευγυῖαι, ξηρότητα μὲν τῶν γεγηρακότων, ὑγρότητα δ’ ἄμετρον τῶν νέων χοίρων. ὥσπερ γὰρ τὰ ξηρὰ σώματα βύρσαις ὅμοια γίνεται ταριχευθέντα, κατὰ τὸν ἐναντίον τρόπον, ὅσα λίαν ὑγρὰ διαῤῥεῖ, κατατήκεται τοῖς ἁλσὶν ὁμιλοῦντα. διὰ τοῦτ’ οὖν οὐδὲ τῶν ἰχθύων ὅσοι μαλακόσαρκοί εἰσι καὶ ἀπέριττοι, καθάπερ οἱ πετραῖοι καλούμενοι καὶ τῶν ὀνίσκων οἱ ἐκ καθαρᾶς θαλάττης, εἰς ταριχείαν εἰσὶν ἐπιτήδειοι. κορακῖνοι δὲ καὶ μύλοι καὶ πηλαμίδες, ἔτι τε σάρδαι καὶ σαρδῆναι, καὶ τὰ σαξάτινα καλούμενα καὶ ταρίχη πρὸς ταριχείαν εἰσὶν ἐπιτήδεια. καὶ τὰ κητώδη δὲ τῶν θαλαττίων ζώων ταριχευόμενα βελτίω γίνονται, περιττωματικὴν ἔχοντα καὶ ταῦτα τὴν σάρκα. μοχθηραὶ

δὲ τρίγλαι πρὸς ταριχείαν εἰσὶ διὰ τὸ ξηρὰν καὶ ἀπέριττον ἔχειν τὴν σάρκα. πρόδηλον δ’ ἐκ τούτων, ὅσα μὲν σκληρὰ καὶ νευρώδη καὶ οἱονεὶ δερματώδη τε καὶ βυρσώδη γίνεται, ταριχευθέντα δύσπεπτα πάνυ εἶναι· τὰ δ’ ἐναντίως διατιθέμενα λεπτομερῆ μὲν αὐτὰ γίνονται, λεπτύνει δ’ ἐσθιόμενα τοὺς παχεῖς καὶ κολλώδεις χυμούς. ἄριστα δ’ ἐστὶ τῶν εἰς ἐμὴν πεῖραν ἐλθόντων τά τε Σαρδικὰ, πρὸς τῶν ἔμπροσθεν ἰατρῶν ὀνομαζόμενα ταρίχη, Σάρδας δ’ αὐτὰς οἱ νῦν καλοῦσιν, οἵ τε ἐκ τοῦ Πόντου κομιζόμενοι μύλοι. δευτέραν δ’ ἐπ’ αὐτοῖς ἔχουσι τάξιν οἴ τε κορακῖνοι καὶ αἱ πηλαμίδες καὶ τὰ σαξάτινα καλούμενα.

42. [Περὶ τῶν μέσων ἐδεσμάτων.] Καθ’ ἑκάστην διαφορὰν ὧν εἶπον ὑπάρχειν ἐν ταῖς τροφαῖς, ἔστι τινὰ μέσα. καὶ γὰρ τῶν σκληροσάρκων καὶ μαλακοσάρκων εὕροις ἄν τι μέσον, ὡς μήθ’ ἁπαλόσαρκον ἔτι, μήτε σκληρόσαρκον εἶναι, καὶ τῶν λεπτυνόντων τε καὶ παχυνόντων, ἢ θερμαινόντων ἢ ψυχόντων, ἢ ξηραινόντων ἢ ὑγραινόντων.

ἐπιτήδεια δ’ ἐσθίεσθαι τοῖς μὲν ἄμεμπτον φυλάττουσι τὴν φυσικὴν κρᾶσιν ζώοις, ὅσα ταῖς φύσεσιν αὐτῶν ἐστιν ὅμοια, τοῖς δὲ μοχθηρὰν ἢ ἐξ ἀρχῆς ἔχουσιν, ἢ ὕστερον ἐπικτησαμένοις, οὐχ ἡ τῶν ὁμοίων ἑαυτοῖς, ἀλλ’ ἡ τῶν ἐναντίων ἐδωδὴ χρήσιμος. ὑπὸ μὲν γὰρ τῶν ὁμοίων φυλάττεται τὸ κατὰ φύσιν ἀμέμπτως ἔχον, ὑπὸ δὲ τῶν ἐναντίων εἰς τὴν οἰκείαν κρᾶσιν ἄγεται τὰ μοχθηρῶς κεκραμένα. τοιγαροῦν ἴδιον ἑκάστῃ φύσει ζώου γενήσεται τὸ μέσον, οἷον ἀνθρώπῳ μὲν τοιόνδε, κυνὶ δὲ τοιόνδε, καὶ τῶν ἄλλων δὲ ἑκάστῳ, καὶ κατὰ μέρος ἀνθρώπῳ τόδε κατὰ τήνδε τὴν ἡλικίαν καὶ τήνδε, καὶ προσέτι κατὰ τὰς τῶν ἐπιτηδευμάτων διαφορὰς, ἐθῶν τε καὶ χωρίων, ἐν οἷς ἐκ πολλοῦ διατρίβουσι.