Galen: De compositione medicamentorum secundum locos (On the Composition of Drugs According to Places)

Work

Galen, De compositione medicamentorum secundum locos (Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους)
English: On the Composition of Drugs According to Places

Text information

Type: Original (Greek)

Source

Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 12. Leipzig (Cnobloch) 1826, 378-1007

Download

gal_decompmedsecloc_pt1-orig-gr1.xml [1.25 MB]

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Α.

1. Ὅτι μὲν οὐ μόνον τὸ θεραπευόμενον πάθος ἐνδείκνυται τὴν θεραπείαν, ἀλλ’ ἥ τε τοῦ κάμνοντος κρᾶσις ἥ τε τοῦ πάσχοντος μορίου φύσις οὐ μικρὸν συνενδείκνυται, δέδεικται πρόσθεν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὥσπερ γε καὶ ὅπως ἄν τις ἐκ τῶν ἁπλῶν φαρμάκων σύνθετον αὐτὸς ποιοῖ διὰ συντόμου μὲν ἐν ἐκείνοις, πλατύτερον δ’ ἐν τοῖς πρὸ τούτου βιβλίοις ἑπτὰ τὴν μέθοδον

ἅπασαν ἐδήλωσα. νυνὶ δὲ τὰς καθ’ ἕκαστον μέρος τοῦ σώματος ἁρμοττούσας δυνάμεις φαρμάκων, ὅπως ἄν τις αὐτός τε κατασκευάζοι μεθόδῳ καὶ ταῖς ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν εὑρημέναις ὀρθῶς χρῷτο, πρόκειται διελθεῖν ἀπὸ τῆς κεφαλῆς ἀρξαμένοις, ὡς καὶ τοῖς πρὸ ἡμῶν ἅπασιν ἔδοξεν. συμβαίνει δ’ αὐτῇ τὰ μὲν πλεῖστα τῶν παθῶν κοινὰ τοῖς ἄλλοις πᾶσι μέρεσιν, τὸ δὲ τῶν τριχῶν πάθος ὀλίγοις κεκοινώνηται, διότι καὶ τὸ τετριχῶσθαι κατὰ πρῶτον λόγον οὐ πολλοῖς ὑπάρχει. γένεσις μὲν γὰρ ταῖς θριξὶν, οἵαπερ ἡ τῶν ἐκ τῆς γῆς φυομένων, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείχθη. καθάπερ δὲ ἐν τούτοις τὰ μὲν κατὰ τέχνην καὶ προαίρεσιν τοῦ γεωργοῦ, τὰ δὲ κατὰ τὰς φυσικὰς αἰτίας γεννᾶται, τὸν αὐτὸν τρόπον κᾀν τοῖς τῶν ζώων σώμασιν ἀρούρᾳ μέν τινι πυροὺς ἢ κριθὰς ἤ τι τῶν ἄλλων δημητρίων σπερμάτων ἐν αὐτῇ φυομένων ἐχούσῃ τῆς κεφαλῆς ἐοικυίας, ταῖς δ’ ἄλλαις πόαις ὅσαι κατὰ τἀνώτερα χωρία φύονται τῶν ἐν ὅλῳ τῷ σώματι τριχῶν ὁμοίαν
ἐχουσῶν τὴν γένεσιν. οὐ γὰρ κατὰ πρῶτον λόγον ἡ φύσις αὐτὰς εἴωθε γεννᾷν, ἀλλὰ κατά τι συμβεβηκός. αἵ γε μὴν κατά τε βλέφαρα καὶ τὰς ὀφρῦς ἐδείκνυντο χρείαν οὐ μικρὰν παρέχουσαι τοῖς ζώοις. αἱ δ’ ἐπὶ τῶν γενείων τε καὶ τῶν αἰδοίων ἕνεκα μικροτέρων χρειῶν γεγονέναι δοκοῦσι, διὸ καὶ τὰ πάθη μάλιστα μὲν τῶν ἐν ὀφθαλμοῖς τε καὶ ταῖς ὀφρύσιν ἐπὶ τὴν ἑαυτῶν θεραπείαν ἡμᾶς προτρέπει, δεύτερα δ’ ἐπ’ αὐτοῖς τῶν κατὰ τὴν κεφαλὴν, εἶτα γενείων τε καὶ αἰδοίων. ἔστι δὲ τὰ πάθη τῶν τριχῶν ἥ τε παντελὴς ἀπώλεια καὶ ἡ κατὰ χρόαν ὑπαλλαγὴ, καθάπερ ἐν ταῖς καλουμέναις λεύκαις γίνεται, καὶ πρὸς τούτοις ἐν ἀλωπεκίαις τε καὶ ὀφιάσεσιν οὐ μικρὰ καὶ ἀπρεπὴς ἅμα βλάβη γίγνεται τῶν τριχῶν. ἔνιοι μὲν οὖν ὑπέσχοντο καθάπερ ταύτας, οὕτω καὶ τὰς ἀρχομένας φαλακρώσεις κωλύειν αὐξηθῆναι. εἰσὶ δ’ οἳ τοῦτο μὲν ἀδύνατον εἶναί φασιν, ἐπὶ δὲ τὴν τῶν ἀλωπεκιῶν τε καὶ ὀφιάσεων ἀφικόμενοι θεραπείαν ἔγραψαν φάρμακα δι’ ὧν ἐπαγγέλλονται τελέως αὐτὰς ἰάσασθαι. καὶ δὴ καὶ χρώμενοι τοῖς γεγραμμένοις ὑπ’ αὐτῶν

φαρμάκοις οἱ πολλοὶ τῶν ἰατρῶν οὐ μόνον ἀποτυγχάνουσιν ἐνίοτε μεγάλως, ἀλλὰ καὶ βλάπτουσιν ἰσχυρῶς, ὡς ἀνίατον ἐργάζεσθαι τὴν διάθεσιν, ὅπερ αὐτοῖς συμβαίνει καὶ κατ’ ἄλλα φάρμακα πολλὰ, χωρὶς μεθόδου χρωμένοις. ἐγὼ δ’ ὅπερ Ἱπποκράτης ἐκέλευσεν, ἀεὶ πεπείραμαι πράττειν ἐπὶ τῶν τῆς τέχνης ἔργων, ὡς τὸ προσφερόμενον βοήθημα, καθάπερ ἐκεῖνος ἔγραψεν, ὠφελέειν ἢ μὴ βλάπτειν. ὅτι δ’ ἡ χωρὶς μεθόδου τῶν φαρμάκων χρῆσις οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτει πολλάκις, ἔνεστί σοι μαθεῖν ἐντεῦθεν· ἤδη γὰρ αὐτοῦ τοῦ προκειμένου καιρὸς ἄρξασθαι.

2. [Περὶ ἀλωπεκίας καὶ φαλακρώσεως καὶ ὀφιάσεως.] Καθάπερ τῶν φυτῶν ἔνια μὲν ὑγρότητος ἐνδείᾳ διαφθείρεται ξηραινόμενα, τινὰ δ’ ὑγροῖς ἀλλοτρίοις τῆς ἑαυτῶν φύσεως ὁμιλοῦντα, τὸν αὐτὸν τρόπον καὶ ταῖς θριξὶν ἤτοι δι’ ἔνδειαν ὑγρῶν, ὑφ’ ὧν τρέφεσθαι πεφύκασιν, ἢ διὰ φαυλότητα φθείρεσθαι συμβαίνει. δι’ ἔνδειαν μὲν ὑγρῶν ἡ φαλάκρωσις γίγνεται, διὰ μοχθηρίαν δὲ χυμῶν ἀλωπεκία τε καὶ ὀφίασις, ἓν μέν γε ἄμφω κατά γε τὴν νοσώδη διάθεσιν

οὖσαι πάθος, ὀνόματα δ’ ἐσχηκυῖαι διαφέροντα παρὰ τὸ σχῆμα. παραπλήσιον γὰρ ὄφει τὸ βεβλαμμένον μέρος τῆς κεφαλῆς φαίνεται κατὰ τὰς ὀφιάσεις· αἱ δ’ ἀλωπεκίαι διὰ τοῦτο, ὥς φασιν, οὕτως ὠνομάσθησαν, ὅτι συνεχῶς γίγνονται ταῖς ἀλώπεξιν. ἡμεῖς δὲ διὰ τί μὲν ὠνομάσθησαν οὕτως οὐ ζητοῦμεν, ὅπως δὲ γίγνονται ζητήσαντες ὑγρῶν μοχθηρῶν περιουσίαν αἰτίαν εὕρομεν. ὁποῖα δέ ἐστι ταῦτα, διὰ τῆς χροιᾶς τοῦ τῆς κεφαλῆς δέρματος διαγνώσῃ. φαίνεται γὰρ ἐνίων μὲν ἐπὶ τὸ λευκότερον ἐκτρεπόμενον, ἐνίων δ’ ἐπὶ τὸ μελάντερον ἢ ὠχρότερον, ὥστε καὶ κάθαρσιν πρῶτον ἐπ’ αὐτῶν ἐργάσῃ τοῦ παντὸς σώματος, ἤτοι φλέγματος ἀγωγὸν δοὺς φάρμακον ἢ χολῆς ὠχρᾶς ἢ μελαίνης, ἐκ τῆς χροιᾶς τεκμαιρόμενος τὸν πλεονάζοντα χυμόν. ἐγὼ δ’ ἀεὶ διὰ τῆς ἱερᾶς ἐκάθηρα, προσβαλὼν ἐνίοτε μὲν ἐλλεβόρου μέλανος, εἰ μελαγχολικώτερον ἐβουλόμην ἐκκαθᾶραι χυμὸν, ἐνίοτε δὲ σκαμμωνίας εἰ πικρόχολον. εἰ δὲ φλεγματικώτερον ἐπικρατεῖν ὑπέλαβον, οὐδὲν ἔμιξα. τοὺς γὰρ τοιούτους, καὶ μάλιστα ἐκ τῆς κεφαλῆς, ἡ διὰ τῆς κολοκυνθίδος ἱερὰ καθαίρειν
πέφυκεν ἅμα τῷ καὶ ἄλλους τινὰς χυμοὺς δηλονότι, κᾂν μὴ προσλάβῃ σκαμμωνίας ἢ ἐλλεβόρου μέλανος ἢ ἐπιθύμου, καὶ τὰ διὰ τῆς ἀλόης δὲ καταπότια τὰ καὶ τῆς σκαμμωνίας καὶ τῆς κολοκυνθίδος ἔχοντα, χρησιμώτερα καθαίρειν πέφυκε τοὺς οὕτω διακειμένους. μετὰ δὲ τὴν τοῦ ὅλου σώματος κάθαρσιν ἀποφλεγματίζειν ἄμεινον, εἶθ’ οὕτως χρῆσθαι τοῖς τοπικοῖς βοηθήμασιν, ὑπὲρ ὧν τῆς συνθέσεως ἐρῶν ἔρχομαι. χρὴ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων παθῶν, οὕτω καὶ ἐπὶ τούτων ἰᾶσθαι τὴν διάθεσιν, ἧς σύμπτωμά ἐστι κάκωσις τῶν τριχῶν. εἴπερ οὖν ἔστι τις κακοχυμία καθ’ ἕνα τόπον ἠθροισμένη, σκοπὸς ἔσται τῆς ἰάσεως ἡ κένωσις ταύτης ὅτι τάχιστα, πρὶν εἴς τινα καχεξίαν ὑπ’ αὐτῆς ἀχθῆναι τὸ δέρμα τηλικαύτην, ὥστε κᾂν ἐκκενώσῃ τις αὐτοῦ τὴν κακοχυμίαν, ἐπιῤῥεῖν τε παρασκευάσῃ χρηστὸν αἷμα καὶ διαφθείρεσθαι τοῦθ’ ὑπὸ τῆς ἐν αὐτῷ κατασκευασθείσης καχεξίας. εἴπερ οὖν ἐκκενῶσαι πρόκειται τὴν ἐν τῷ δέρματι κακοχυμίαν, διαφορητικῶν φαρμάκων ἐστὶ χρεία, καίτοι τάχ’ ἄν τις ἀντερεῖ, τὸν κοινὸν σκοπὸν ἐπὶ πάντων παθῶν ὅσα δι’
ἐπιῤῥοὴν ὑγρῶν γίγνεται καταφρονεῖσθαί τε καὶ ἀνατρέπεσθαι νομίζων. ἀποκρούεσθαι γὰρ αὐτὰ προσήκειν φαμὲν ἐμψύχοντάς τε καὶ στύφοντας τὸ μέρος, οὐχ ἕλκειν θερμαίνοντας, εἶναι δὲ τὰ διαφορητικὰ πάντα θερμὰ ταῖς δυνάμεσι. καὶ ἀληθῶς γε φήσομεν εἰρῆσθαι ταῦτα. τὰς γὰρ ἀρχομένας ὀφιάσεις ἢ ἀλωπεκίας κωλύειν αὐξάνεσθαι χρὴ τοῖς τοιούτοις φαρμάκοις, οὐ μὴν ἤδη γέ πω καλεῖσθαι τὴν ἀρχὴν αὐτῶν ἀλωπεκίαν ἢ ὀφίασιν, ὥσπερ οὐδὲ ψώραν ἢ λέπραν ἤδη τὴν ἐκ λειχῆνος ἀρχομένην. ἐγὼ γοῦν, ὡς ἴστε, καὶ τὰς ἤδη γεγονυίας ἀλωπεκίας ἰασάμην ἐνίοτε καθάρσει μόνῃ μηδὲν ἔτι φάρμακον μετ’ αὐτὴν προσαγαγὼν τῷ πεπονθότι τόπῳ, προὐτράπην δ’ ἐπὶ τῷ καὶ τούτου πλείονα πεῖραν ἔχειν ἔκ τινος τοιαύτης συντυχίας. νεανίσκος τις εὐέκτης τε καὶ γυμναστικὸς ἔσχεν ἐν τῇ κεφαλῇ τὸ πάθος τοῦτο. συνήθης δ’ ἦν ἡμῖν ἱκανῶς, ὥστε καὶ τὴν δίαιταν αὐτοῦ γινώσκειν, ᾗ μηνῶν ἤδη τριῶν ἢ τεττάρων ἐκέχρητο, καθ’ ἑκάστην σχεδὸν ἡμέραν ἐμπιπλάμενος μυκήτων. τοῦτον ἐκάθηρα μόνῃ τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ, δὶς ἐν ἡμέραις πέντε,
τὴν μὲν πρώτην κάθαρσιν ἐπὶ τέσσαρσι δραχμαῖς, τὴν δὲ δευτέραν ἐπὶ πέντε. πρὶν δὲ ἐπὶ τὰς καθάρσεις ταύτας ἐλθεῖν, ἔδωκα τῶν διὰ τῆς ἀλόης αὐτῷ καταποτίων ἕνδεκα, παραπλήσιά πως ἐρεβίνθοις τὸ μέγεθος. ἔχει δὲ ταῦτα τῆς μὲν κολοκυνθίδος ἓν μέρος, ἀλόης δὲ καὶ σκαμμωνίας ἑκατέρου δύο, τούτοις ἓν μέρος ἐγὼ μιγνύω χυλοῦ ἀψινθίου, πρότερον δὲ καὶ μαστίχης χίας ἔβαλον καὶ βδελλίου, οὕτω γὰρ ἐχρῆτο Κόϊντος. ἀλλὰ διὰ τί περιεῖλον ὕστερον αὐτὰ λόγος ἕτερος, ὃν ἐν τοῖς περὶ τῶν καθαιρόντων φαρμάκων συνθέσεως ἐρεῖν ἀναβάλλομαι. μέλλοντος οὖν μου μετὰ τρεῖς ταύτας καθάρσεις ἀποφλεγματίζειν τὸν ἄνθρωπον, εἶτα χρήσασθαί τινι φαρμάκῳ κατὰ τοῦ πεπονθότος μορίου, συνέβη στείλασθαι αὐτόν τινα ἀποδημίαν ἐξαιφνίδιον, ἐν ᾗ διαιτώμενος εὐχύμοις ἐδέσμασιν, οἷς ἠκηκόει παρ’ ἐμοῦ μεθ’ ἡμέρας ὡς εἴκοσιν ὑπέστρεψεν ἐκτεθεραπευμένος τὸ περὶ τὰς τρίχας πάθος. ἐντεῦθεν οὖν ὁρμηθεὶς ἐγὼ τὴν αὐτὴν θεραπείαν ἐφ’ ἑτέρων ποιησάμενος ἀνέμεινα θεάσασθαι χωρὶς τῶν ἐπιτιθεμένων τῇ κεφαλῇ φαρμάκων
τὸ γενησόμενον. ἐθεραπεύθησαν οὖν πάντες οὕτως, οὐ μὴν ἐπί γε τῶν ἤδη κεχρονισμένων ἐπεχείρησα τῇ τοιαύτῃ πείρᾳ, δυσέκνιπτοι γὰρ ἐπὶ τούτων εἰσὶν οἱ ἐνιζηκότες ἰχῶρες τῷ δέρματι. πολὺ δὲ μᾶλλον ἐφ’ ὧν ἤδη καὶ αὐτὸ τὸ δέρμα καχεξίαν τινὰ ἔσχεν, οὐ χρὴ θαῤῥεῖν μόναις ταῖς καθάρσεσιν. ταυτὶ μὲν οὖν ἀναγκαίως μοι προείρηται· περὶ δὲ τῶν ὠφελούντων τὸ πάθος φαρμάκων ἄρξομαι λέγειν ἤδη. κενωτικὰ μὲν οὖν εἶναι χρὴ πάντως αὐτὰ τοῦ λυποῦντος χυμοῦ, κενοῦν δ’ οὐδὲν δύναται χωρὶς τοῦ διαφορητικὴν ἔχειν δύναμιν, ἔχειν δὲ αὐτὴν οὐ δύναται χωρὶς τοῦ θερμαίνειν, ἀλλ’ ἐὰν μὲν τῶν πάνυ θερμαινόντων ᾖ, καύσει τὸ δέρμα, καὶ χωρὶς δὲ τοῦ καίειν ἐν ἀρχῇ μὲν ὀνήσει γενναίως, ὑπερξηρανθὲν δὲ τῷ χρόνῳ τὸ δέρμα τῆς κεφαλῆς ἔσται τοιοῦτον ὁποῖον οἱ φαλακρωθέντες ἔχουσιν. οὐ μὴν οὐδ’ ἁπλῶς χρὴ μετρίως εἶναι τὸ φάρμακον θερμὸν, ἐντὸς τῶν ὅρων ἧκον τοῦ προκειμένου σκοποῦ. καὶ γὰρ καὶ λεπτομερὲς εἶναι προσήκει αὐτὸ, μέχρι γε τοῦ βάθους καταδύεσθαι μέλλον, ἐξ οὗ ταῖς τῶν τριχῶν ῥίζαις ἡ τῆς γενέσεως ἀρχὴ, καὶ τῇ
δυνάμει τοιοῦτον οἷον προείρηται πρὸς τὸ παχύτερον καὶ σκληρότερον εἶναι τὸ τῆς κεφαλῆς δέρμα καὶ διὰ τοῦτο φαρμάκου δεῖσθαι δραστικωτέρου. εἴγε μὴν πρὸς τῷ διαφορεῖν τοὺς μοχθηροὺς χυμοὺς ἐπιτήδειον εἴη τὸ φάρμακον ἕλκειν αἷμα χρηστὸν, ὥσπερ ἡ θαψία, κάλλιστον ἂν εἴη τοῦτο. πολλῷ δ’ οὔσης θερμοτέρας τῆς θαψίας ἢ κατὰ τὴν τοῦ πάθους χρείαν, εἰκότως ἄν τις αὐτὴν φυλαξάτω μόνην προσφέρειν. ἑλκώσεις τε γὰρ εἴωθεν ποιεῖν ἐν τῷ δέρματι καὶ πάντως γε φλεγμονώδη τινὰ οἰδήματα. διὰ τοῦτο οὖν ἐπὶ τὸ μιγνύειν αὐτῇ τινα παραγιγνόμεθα τῶν πραϋνόντων τὴν σφοδρότητα. δύναται δὲ τοῦτο ποιῆσαι κηρωτὴ δι’ ἐλαίου σκευασθεῖσα. λεπτομερὲς δ’ ἔστω τὸ ἔλαιον ὁποῖον τὸ Σαβῖνόν ἐστιν, ἄμεινον δ’ εἰ καὶ συμμέτρως εἴη παλαιόν. ἀγαθὸν δὲ καὶ τὸ κίκινον ἔλαιον εἰς τοῦτο, φύσιν ἐξ ἀρχῆς ἔχον τοιαύτην ὁποίαν ἴσχει τὸ Σαβῖνον παλαιούμενον. εἰ δὲ μηδ’ ἑτέρου τούτων εὐποροίης, τῶν γοῦν ἄλλων τῶν Ἑλληνικῶν ἐλαίων ὁτιοῦν, ἄνευ θαλλῶν ἐλαίας ἐσκευασμένον μιγνύναι καὶ μᾶλλον ἐὰν ᾖ παλαιόν. εὔδηλον οὖν ὅτι τό
γε ἀπὸ τῆς Ἰβηρίας ἢ Ἱσπανίας, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, φευκτέον τό τε ἐκ μηδέπω πεπείρων ἀκριβῶς τῶν ἐλαιῶν, ὃ καλοῦσιν ὠμοτριβές τε καὶ ὀμφάκινον. ἐχρησάμην δὲ καὶ μόνῃ θαψίᾳ μίξει δαψιλοῦς ὕδατος, ἐκλύσας αὐτῆς τὸ σφοδρὸν τῆς δυνάμεως. ἐπίστασθαι δὲ χρὴ περὶ θαψίας τὸν χρησόμενον αὐτῇ μεγίστην εἶναι διαφορὰν τῆς προσφάτου πρὸς τὴν παλαιοτέραν. ἐκλύεται γὰρ ἡ δύναμις ἱκανῶς τοῦ φαρμάκου μετ’ ἐνιαυτὸν, ἔτι δὲ μᾶλλον εἰ δυοῖν ἐτῶν γένοιτο· τολμήσειε δ’ ἄν τις εἰπεῖν ἄχρηστον αὐτὴν γίγνεσθαι παντάπασιν εἰς τριετίαν ἐκταθεῖσαν. ἐπιστάμενος οὖν ταῦτα, τὴν μίξιν τοῦ ὕδατος ἄνισον ἐργάζου, τῇ μὲν προσφάτῳ μιγνὺς πάμπολυ καὶ διὰ τοῦτο πλεονάκις ἐπιχρίων ἑκάστης ἡμέρας, τῇ δ’ ἀσθενεστέρᾳ διὰ τὸν χρόνον ἔλαττον, ὡς καὶ προσμένειν ἐπιπλεῖον δύνασθαι διὰ τὸ πάχος καὶ μὴ ἀποῤῥεῖν αὐτίκα δι’ ὑγρότητα. καὶ μέντοι κᾂν σύνθετον φάρμακον ποιῇς, ἔχον καὶ τῆς θαψίας. ὁποῖόν ἐστιν ᾧ συνεχῶς ἐγὼ χρῶμαι, μίξεις οὐκ ἴσον ἀεὶ σταθμὸν
τῆς θαψίας, ἀλλ’ ὅσον τῷ χρόνῳ τῆς ἡλικίας προσήκει τοσοῦτον αὐξήσεις. διορισθήσεται δ’ ἀκριβέστερον ἔτι περὶ τοῦδε μικρὸν ὕστερον, ὅταν ἐπὶ τὰ σύνθετα παραγένωμαι, διελθὼν πρότερον ὅσα τῶν ἁπλῶν φαρμάκων ἐστὶν οἰκεῖα τῷ πάθει τούτῳ. τῶν μὲν γὰρ ἰσχυρῶς θερμαινόντων ἐστὶν εὐφόρβιον, τῶν δ’ αὐτάρκως τὸ δάφνινον εἴτ’ οὖν ἔλαιόν ἐστιν εἴτε μύρον εἴθ’ ὅ τι βούλει καλεῖν αὐτὸ, καὶ γὰρ καὶ τούτοις ὑπάρχει μετὰ τοῦ θερμαίνειν τε καὶ διαφορεῖν ἐπισπᾶσθαί τι τοῦ αἵματος εἰς τὸν ὑπ’ αὐτῶν θερμαινόμενον τόπον. ἔνεστι γοῦν αὐτοῖς χρῆσθαι καὶ καταμόνας, τὸ μὲν εὐφόρβιον ἐν ἐλαίῳ λειοῦντα, τῷ δαφνίνῳ δ’ ἐπαλείφοντα μόνῳ χωρὶς ἑτέρου μίξεως. εἰ δ’ εὐαπόῤῥυτον φαίνοιτο, βραχὺ κηροῦ μιγνύσθω. παμπόλλῳ δ’ ὄντος θερμοτέρου τοῦ νέου εὐφορβίου, τῷ μὲν ἤδη δυοῖν ἢ τριῶν ἐτῶν ὄντι χρώμενος ἐμβαλεῖς ἐλαίου λίτρᾳ μιᾷ Ῥωμαϊκῇ οὐγγίαν μίαν εὐφορβίου, ὅπερ ἐστὶ δωδέκατον μέρος τοῦ ἐλαίου, τῷ δὲ νέῳ πεφεισμένως χρήσῃ βραχύτατον μιγνὺς τὴν πρώτην ἢ καὶ κηροῦ προσεπεμβάλλων
οὐγγίαν μίαν, ὡς θεάσασθαι πῶς ἐκθερμαίνει τὸν ἄνθρωπον. ἐξέσται γάρ σοι κατὰ τὴν δευτέραν χρῆσιν αὖθις ἐπεμβάλλειν, εἴτ’ ἐλαίου βουληθείης εἴτε κηροῦ. παραπλησίως δὲ καὶ τῇ θαψίᾳ χρηστέον ἅπασί τε τοῖς ἰσχυροῖς φαρμάκοις. ἡ μὲν γὰρ ἐπὶ τοὔλαττον ἁμαρτία βλάβην οὐδεμίαν ἔχει, τὸ δὲ πλέον ἐνίοτε τραχύνει καὶ ἑλκοῖ τὸ δέρμα καὶ φλεγμονὴν ἐργάζεται. καὶ μέντοι κᾂν ἐπὶ τῶν ἐφεξῆς, κατὰ τὰ σύνθετα φάρμακα γράφηταί ποτε εὐφόρβιον ἢ θαψία, τὸν σταθμὸν αὐτῶν ἐπὶ τῶν ἀκμαίων φαρμάκων, οὐ τῶν παλαιῶν ἀκούειν σε χρή. τὰ μὲν οὖν λίαν παλαιὰ φεύγειν προσήκει παντάπασιν οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καὶ τῶν ἄλλων φαρμάκων ὅσα χυλοὶ καὶ ὀποὶ καὶ ἄνθη καὶ φύλλα καὶ καρποὶ καὶ ῥίζαι καὶ σπέρματά ἐστιν, ὁπότε γε καὶ τὰ μεταλλιστὰ πολυχρόνια γενόμενα καταλύεται καὶ αὐτὰ ταῖς δυνάμεσιν. χρώμεθα δ’ ἐνίοις φαρμάκοις ἐτῶν εἴκοσιν οὖσιν ἢ τριάκοντα, διὰ τὸ μηδέπω παντελῆ τὴν παρακμὴν ἔχειν. ἄλλη γὰρ ἄλλου παρακμή τ’ ἐστὶ καὶ ἀκμὴ καὶ ὡς ἂν εἴποι τις καὶ γῆρας. ἐνδείκνυται δὲ τὴν ἰδίαν
ἀκμὴν ἕκαστον τοῖς πολλάκις ἑωρακόσιν ἐξ ὀσμῆς καὶ γεύσεως, ἐνίοτε δὲ καὶ χρόας καὶ συστάσεως τῆς κατὰ πάχος. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων ἁπάντων φαρμάκων ἠξίωσα μὴ μόνον ὅτι θερμαίνει γινώσκειν, ἀλλὰ καὶ κατὰ πόσην ἀπόστασιν, οὕτω κᾀπὶ τῶν πρὸς τὰς ἀλωπεκίας ἁρμοζόντων ἀξιῶ σε γινώσκειν ὅτι θερμότατον μέν ἐστι τὸ εὐφόρβιον, ἧττον δ’ αὐτοῦ θερμὸν ἡ θαψία, μετὰ θαψίαν δὲ νᾶπύ τε καὶ κάρδαμόν ἐστιν, καθ’ ἕτερον δὲ τόπον ἡ λιμνῆτις, οὐδενὸς τούτων δεύτερον. ὀνομάζεται δ’ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ διτταῖς ἄλλαις προσηγορίαις ἀδάρκιόν τε καὶ ἀδάρκη. τούτων δ’ ἐφεξῆς ἐστι θεῖόν τε καὶ ὁ τοῦ νίτρου ἀφρὸς, αὐτό τε τὸ μαλακὸν νίτρον καυθέν. ὀνομάζουσι δ’ αὐτὸ καὶ βερενικάριον, ὥσπερ γε καὶ τὸ λευκὸν ἀφρόνιτρον κοῦφόν τε καὶ χαῦνον ὑπάρχον, οὐδεμίαν ἔχον ἐν ἑαυτῷ γεώδη τραχύτητα, οἵ τ’ ἐλλέβοροι ἀμφότεροι καὶ τὸ τοῦ εὐζώμου σπέρμα καὶ τὸ δάφνινον εἴτε μύρον ἐθέλοις ὀνομάζειν εἴτ’ ἔλαιον αὐτὸ, καὶ πρὸς τούτοις ἀλκυόνια τὰ ἀμφότερα, κεκαυμένα

τε καὶ ἄκαυστα, βελτίω δὲ τὰ κεκαυμένα. καὶ αἱ ῥίζαι δὲ τοῦ καλάμου καὶ ὁ φλοιὸς, ἄμφω καὶ ταῦτα καυθέντα. ἀλλὰ καὶ ὑγρὰ πίττα καὶ τὸ κέδρινον, ὅπερ ἔνιοι κεδρίαν ὀνομάζουσιν, ἥ τε τῶν μυῶν κόπρος ἄρκτου τε τὸ στέαρ, ἄμεινον δ’ εἰ παλαιότερον εἴη. καὶ μὲν δὴ καὶ τὸ τῆς ὑαίνης, λέοντός τε καὶ παρδάλεως καὶ χηνὸς ἐπιτήδεια, καὶ πάνθ’ ὅσα λεπτομερῆ ταῖς οὐσίαις ἐστὶν, ὡς ἑτοίμως εἰς τὸ βάθος καταδύεσθαι τοῦ δέρματος, ἄχρι τῶν κατὰ τὰς τρίχας ῥιζῶν, ἀλλὰ καὶ τὰ πικρὰ τῶν ἀμυγδάλων, ὅλα κεκαυμένα, χρήσιμα καὶ λιβανωτὸς ἐν ὄξει δριμυτάτῳ κατειργασμένος. ἄκουε δέ μου τὸ κατειργάσθαι ῥῆμα λεγόμενον, ὅταν ἡμέραις πλείοσιν καὶ μάλιστ’ ἐπὶ πλέον ἐν ἡλίῳ τρίβηταί τι σὺν ὄξει δριμεῖ. τούτοις ἅπασιν τοῖς φαρμάκοις ἔνεστι χρῆσθαι, τοῖς μὲν ἰσχυροῖς κηρωτὴν ὑγρὰν μιγνύντα, τὰ δ’ ἀσθενῆ δεύοντα ἐλαίῳ δαφνίνῳ, καὶ τὰς μὲν κεχρονισμένας καὶ δυσιάτους τοῖς ἰσχυροῖς ἐξιώμενον, τὰς δ’ ἀρχομένας καὶ μικρὰς τοῖς ἀσθενέσιν.

[Πρὸς ἀλωπεκίας σύνθετα.] Σύνθετα δὲ φάρμακα τὰ

μὲν ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν, ὅσοι γε ἀξιόλογοι, μεγάλως ἐπῃνημένα, τὰ δ’ ὑφ’ ἡμῶν αὐτῶν διὰ μακρᾶς πείρας βεβασανισμένα τὰ τοιαῦτά ἐστιν. ♃ εὐφορβίου καὶ θαψίας καὶ δαφνίνου, ἑκάστου δραχ. β΄. θείου ἀπύρου καὶ ἐλλεβόρου ἀνὰ δραχ. μίαν, ἄν τε μέλανος εὐπορῇς ἄν τε λευκοῦ. τούτοις δὲ μίγνυε κηροῦ δραχ. στ΄, δαφνίνῳ τήξας ἢ κικίνῳ ἢ ἐλαίῳ παλαιῷ, καὶ χρῷ τούτῳ ὡς ἰσχυροτάτῳ φαρμάκῳ ἐπὶ τῶν κεχρονισμένων καὶ δυσθεραπεύτων, τούτοις ἔμιξά ποτε καὶ καρδάμου δραχμὴν μίαν ἢ ἀλκυονίου κεκαυμένου δραχ. α΄. ἄμεινον δ’ εἰς ταῦτα τὸ σκληρότερον καὶ τραχύτερον. θαψίας δὲ μὴ παρούσης, ἀντ’ αὐτῆς τοσοῦτον σταθμὸν ἤτοι καρδάμου σπέρματος ἢ εὐζώμου μικτέον ἐστὶν ἢ τὸ κάρδαμον. εἰ δὲ δάφνινον οὐκ ἔχεις καλὸν, ὑγρὰν πίσσαν μίγνυε. τῷ μὲν οὖν δαφνίνῳ πρὸς τὴν ὑγρὰν πίτταν οὐ μεγάλη ἡ ὑπεροχὴ, τῇ θαψίᾳ δὲ πρὸς τἄλλα μεγίστη. τὸ γὰρ ἰσχυρότατον τῶν πρὸς τὸ πάθος ἐνεργῶς ποιούντων τοῦτο τὸ φάρμακόν ἐστιν, ὅταν γε, ὡς ἔφην, δυσθεράπευτον ᾖ. τὰ
γὰρ μικρὰ καὶ ἀρχόμενα καὶ κάθαρσις ἰᾶται μόνη καὶ τῶν ἁπλῶν ὧν εἶπον ἕκαστον κεκαυμένον, ἀναλαμβανόμενον ἤτοι δαφνίνῳ ἢ κεδρίνῳ ἢ πίττῃ ὑγρᾷ ἢ κικίνῳ, ἐλαίῳ παλαιῷ. ἔμιξα δέ ποτε καὶ μέλιτος ἀντὶ τῆς κηρωτῆς ἐλάττονος ὄγκῳ τε καὶ σταθμῷ, καὶ οὐδενὶ χεῖρον ἐγένετο τὸ φάρμακον. καὶ τὰ διὰ τῶν στεάτων δὲ συντιθέμενα, προσλαβόντα θαψίας ὀλίγον, ὀνίνησιν καὶ μᾶλλον ὅταν αὐτοῖς μίξῃς ἀδάρκιόν τε καὶ εὐφόρβιον. ἔστω δὲ τῶν μὲν στεάτων ἑκάστου μέρος ἓν, ὄντων τριῶν, λεοντείου, παρδαλείου καὶ ὑαίνης. εἰ δὲ μὴ παρείη τὸ τῆς ὑαίνης, ἀρκεῖ τοῖς παροῦσι δύο χρῆσθαι μίξαντα τὸ χήνειον. εἰ δὲ καὶ πάντ’ ἔχοις τὰ τέτταρα, μιγνύναι πάντα, καὶ σὺν αὐτοῖς γε τὸ ἄρκτειον, εἰ ἔχοις καὶ τοῦτο. τῷ δ’ ἐξ αὐτῶν ἠθροισμένῳ δωδέκατον ἀρκεῖ μίξαι μέρος θαψίας ἢ εὐφορβίου· εἰ δ’ ἰσχυρότερον ἐθέλοις ποιῆσαι, ἀμφοτέρων ἅμα, τῇ πείρᾳ γὰρ καὶ ταῦτα κριθέντα τὰ φάρμακα τῶν ἐνεργῶν εὑρέθη· χάριν γὰρ τοῦ πλειόνων πεῖραν ἔχειν ἑκάστῳ τῶν αἰτούντων ἰατρῶν φίλων
ἄλλο τι καὶ ἄλλο σχεδιάζων ἐδίδουν τῶν τῇ πείρᾳ κριθέντων καὶ εὑρέθη τὰ πλεῖστα βέλτιστα. πρὸ πάντων δὲ ἡμᾶς χρὴ μεμνῆσθαι τῆς κατὰ τὴν χρῆσιν αὐτῶν μεθόδου, κοινῆς οὔσης ἐπὶ πάντων καὶ μάλιστα τῶν ἰσχυρῶν φαρμάκων, καὶ διὰ τοῦτό γε πολλάκις αὐτῆς ἀναμιμνήσκω, διότι μεγάλην ἔχει δύναμιν. ὁ γὰρ ἑκάστῳ τῶν ἰσχυρῶν φαρμάκων χρώμενος ἐν ἀρχῇ μὲν αὐτὸ μαλακώτερον προσφερέτω, μίξει δηλονότι τῶν ἐκλυόντων τὴν δύναμιν, οἷα πέρ ἐστιν ἔλαιόν τε καὶ κηρὸς καὶ τῶν ἁπλῶν ὅσα προείπομεν ἀσθενῆ λιβανωτός τε καὶ καλάμου φλοιὸς καὶ ῥίζαι κεκαυμέναι καὶ ἀμύγδαλα πικρὰ καὶ ὅσα τοιαῦτα. μετὰ δὲ τὴν πρώτην χρῆσιν ὅταν ἐπὶ τὴν δευτέραν παραγίνηται, σκοπεῖσθαι χρὴ τίνα παραλλαγὴν ἐν τῷ πεπονθότι μορίῳ τὸ προσαχθὲν φάρμακον εἰργάσατο καὶ πρὸς ἐκείνην ἀποβλέποντας ἤτοι πραΰνειν αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ἢ αὐξάνειν. οἷον ἐπ’ αὐτοῦ τοῦ νῦν προκειμένου πάθους ἀφελεῖν μὲν χρὴ ξυρῷ τὰς τρίχας, ἀνατρίβειν δὲ τὸ πεπονθὸς δέρμα δι’
ὀθόνης μήτε πάνυ τραχείας μήτε μαλακῆς, ὁρῶντα πόσον ἐρεύθους τούτῳ προσέρχεται μετὰ τοιᾶσδε κινήσεως καὶ ἀνατρίψεως. ἔσται γάρ σοι τοῦτο πρὸς τὴν τῆς ἰάσεως ἐλπίδα χρήσιμον, εἰ μὲν ἐπ’ ὀλίγαις ἀνατρίψεσιν ἐρυθραίνοιτο, μετρίαν ἡγούμενος τὴν διάθεσιν, εἰ δ’ ἐπὶ πολλαῖς, χαλεπωτέραν, ὡς ἔνιά γε δέρματα, κᾂν ἐπὶ πολὺ τρίβῃς, οὐκ ἐρυθραίνεται. πρόδηλον οὖν ὅτι ταῦτα μέν ἐστι χαλεπώτατα, καθάπερ τὰ ῥᾳδίως ἐρυθραινόμενα πρᾳότατα, τὰ δ’ ἐν τῷ μεταξὺ τούτων ἅπαντα κατὰ τοσοῦτον ἀλλήλων διαφέροντα καθ’ ὅσον ἤτοι τοῖς χειρίστοις ἢ τοῖς μετριωτάτοις πλησιάζει. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἰρήσθω καίτοι γε οὐκ ὄντα πάρεργα. πάλιν δὲ ἐπὶ τὸ προκείμενον ἀνελθὼν ἀναμνήσω σε τῆς ἐν τῇ χρήσει μεθόδου. μετὰ γὰρ τὴν πρώτην προσφορὰν τοῦ δοκιμασθέντος φαρμάκου σκέπτεσθαι προσήκει πρῶτον μὲν εἰ καὶ πρὸ τῆς ἀνατρίψεως εὐχρούστερον φανείη τὸ δέρμα, δεύτερον δὲ εἰ μετ’ ὀλιγωτέρας ἀνατρίψεως ἢ πρόσθεν ἢ εἰ μετὰ τῆς ἴσης μὲν, ἀλλὰ μᾶλλον ἢ πρόσθεν ἐρυθρὸν γένοιτο. σκοπεῖσθαι δὲ πρὸ πάντων,
ὅταν ἰσχυρὰ προσενέγκης φάρμακα, μή τι περαιτέρω τοῦ προσήκοντος ἐκθερμαίνοιτο τὸ δέρμα, φανεῖται δὲ τοῦτο θεωμένῳ τέ σοι τὴν χρόαν αὐτοῦ καὶ τοὺς δακτύλους ἐπιβάλλοντι· τῇ χροιᾷ μὲν γὰρ ἔσται ξανθότερον, ἐπιβάλλοντι δὲ τοὺς δακτύλους θερμὸν ἱκανῶς φανεῖται. προσέχειν οὖν ἐπὶ τοιούτων χρὴ, κίνδυνος γὰρ ἐπικαυθῆναι τὸ δέρμα, δεύτερον ἢ τρίτον αὐτοῖς χρησαμένῳ. μεταβαίνειν οὖν ἐπί τι τῶν μαλακωτέρων, ἢ τῷ μὲν αὐτῷ χρηστέον, ἀλλ’ ἐκλύσαντα τὴν δύναμιν αὐτοῦ μίξει κηρωτῆς ἢ στέατος ἢ ὑγρότητός τινος ἐλαιώδους. χρῆσθαι δὲ καταβροχῇ δι’ ἐλαίου γλυκέος θερμοῦ καὶ ἄρτῳ ἐν καταπλάσματι, πυρίαις τε καὶ κατασχασμοῖς καὶ σικύαις καὶ κηρωτῆς ἐπαλείψεσιν. χρονίσαντος δὲ τοῦ πάθους καὶ συνεχέσι ξυρήσεσιν καὶ φοινιγμῷ διὰ νάπυος, ὡς προείρηται, καὶ ἀνατρίψεσιν ταῖς γεγραμμέναις ταῖς ἑξῆς, ἐπιχριομένης πίσσης ἢ κεδρίνου ἐλαίου καὶ μετὰ τὴν ἀνάτριψιν κατασχασμοῖς. ἔνιοι δὲ βελόνας συνδήσαντες, ὥστε τὰς ἀκμὰς ἔχειν ἐπὶ τὸ δέρμα, κατεκέντησαν ταύταις

αὐτὸ, μετὰ δὲ τὸν διὰ τῆς ἀνατρίψεως φοινιγμὸν καὶ τὸν κατασχασμὸν φαρμάκοις χρῆσθαι μετασυγκριτικοῖς· ἐπὶ πάντων δὲ κοινὸς σκοπὸς ἐν τῷ ἀέρι θερμῷ τὴν προσφορὰν ποιεῖσθαι τοῦ φαρμάκου, καὶ εἴ γε ἡλιούμενον ἔχοις τι χωρίον, ἐν ἐκείνῳ μάλιστα χωρὶς αὔρας καταπνεούσης αὐτὸ, χειμῶνος δὲ κάλλιον ἐπὶ λουτρῷ χρῆσθαι τοῖς φαρμάκοις.

[Περὶ τῶν γεγραμμένων φαρμάκων συνθέτων ἐπὶ τοῦ τῆς ἀλωπεκίας πάθους τοῖς ἐμοῦ πρεσβυτέροις ἰατροῖς.] Ἥρας μὲν οὖν ἐν τῷ νάρθηκι κατὰ λέξιν οὕτως ἔγραψεν· πρὸς ἀλωπεκίας. ἀλκυόνιον τὸ τραχύτερον, καύσας καὶ λειοτριβήσας σὺν ἐλαίῳ κατάχριε τὸν τόπον, μάλιστα ἐν λύχνῳ λαμβάνων τὸ ἔλαιον. αὕτη μὲν ἡ τοῦ Ἥρα γραφή. καὶ χρὴ γινώσκειν ἡμᾶς τὸ φάρμακον τοῦτο μέσον εἶναι τῇ δυνάμει καὶ διὰ τοῦτο καὶ τὰς μέσας κατὰ μέγεθος ἀλωπεκίας ἰάσασθαι ἱκανόν. μέτριον μὲν γάρ ἐστι φάρμακον, εἰ καλάμου ῥίζαν ἤ φλοιὸν ἢ ἀμύγδαλα πικρὰ ἤ τι τῶν τοιούτων καύσας ἐλαίῳ μίξαις, ἰσχυρὰ δὲ τὰ δι’ εὐφορβίου καὶ θαψίας

καὶ ἀδάρκης. ἐν τῷ μεταξὺ δ’ αὐτῶν ἐστι τὸ κεκαυμένον ἀλκυόνιον. ἀλλὰ καὶ αὐτὸ τοῦτο μετριώτερον μέν ἐστιν ἐλαίῳ μιχθὲν, ἰσχυρότερον δ’ ὑγρᾷ πίσσῃ καὶ δαφνίνῳ. μίγνυται δὲ καὶ τοῖς εἰρημένοις στέασι. καὶ χρωμένῳ γέ τινι πρὸς τὸ πάθος ἀρκτείῳ στέατι μηδὲν ἀνύοντος αὐτοῦ συνεβούλευσα μίξαι τὸ κεκαυμένον ἀλκυόνιον, ὑφ’ οὗ διὰ ταχέων ἐθεραπεύθη. τὸ δὲ τοῦ λύχνου ἔλαιον οὐ κατ’ ἄλλον τινὰ λόγον ἐπιτήδειόν ἐστιν ἢ τῷ λεπτομερέστερον εἶναι τοῦ λοιποῦ. προσέρχεται δὲ τοῦτο αὐτῷ κατὰ τὴν οἷον ἕψησιν τὴν ἐν τῷ λύχνῳ καὶ γίγνεται τῷ τε παλαιῷ καὶ τῷ κικίνῳ παραπλήσιον, ὡς εἰ καὶ ἄλλως ἐπὶ πυρὸς ἐθέλοις ἔλαιον θερμῆναι. καὶ γὰρ οὖν καὶ ὁ ῥύπος ὁ ἐπὶ ταῖς λυχνίαις γιγνόμενος ἐοικὼς ὑγρῷ πηλῷ τοῖς ἐπὶ τῆς ἀγροικίας παρ’ ἡμῖν, ἔγνωσται θεραπεύων τὰ ἐν τῷ μέσῳ τῶν ἐν τοῖς ποσὶ δακτύλων ἕλκη, συνεχῶς αὐτοῖς γιγνόμενα δι’ ἀλουσίαν τε καὶ ἀμέλειαν τοῦ διανίζειν αὐτὰ καθ’ ἑκάστην ἡμέραν. τούτῳ τοίνυν αὐτῷ τῷ ῥύπῳ πηλώδει συνεβούλευσά τινι τῶν ἀγροίκων ξύσαντι τὴν ἀλωπεκίαν, ἣν ἔδειξέ μοι, καταχρίεσθαι

μετὰ τοῦ ξυρᾷν τὸν τόπον συνεχῶς, ἐκθεραπευθεὶς δὲ ὑπ’ αὐτοῦ καὶ ἄλλους ἐπεχείρησεν οὕτως ἰᾶσθαι, νομίσας ἅπασαν ἀλωπεκίαν ὑπὸ τοῦ φαρμάκου τούτου δύνασθαι θεραπεύεσθαι. ἐγὼ δὲ μετρίαν αὐτοῦ τὴν διάθεσιν θεασάμενος, ἤλπισα διὰ τοῦ ῥύπου θεραπευθήσεσθαι.

[Ἕτερον τοῦ Ἥρα ἐπὶ παίδων ἁρμόττον.] Ἕτερον δ’ ἑξῆς τῷ προγεγραμμένῳ φαρμάκῳ ὁ Ἥρας ἔγραψε κατὰ λέξιν οὕτως. ♃ εὐζώμου σπέρματος μέρος ἓν, καρδάμου μέρος α΄. νίτρου μέρος α΄. ἐν ἐνίοις δὲ ἀντιγράφοις ἁπλῶς γέγραπται ♃ εὐζώμου μέρος ἓν, καρδάμου μέρος ἓν, νίτρου μέρος ἓν, λεάνας πίσσαν ὑγρὰν παράχει καὶ προανατρίβων τὸν τόπον ἐπίπλασσε. καὶ ὅταν ἄρῃς τὸ φάρμακον ἀπόμασσε τὸν τόπον σπόγγῳ ἐκ θερμοῦ, ἆραι δὲ δὶς τῆς ἡμέρας. ἐνεργεῖ δὲ μάλιστα ἐπὶ τῶν παιδίων τοῦτο τὸ φάρμακον, ἰσχυρότερον μὲν γάρ ἐστι τοῦ προτέρου, κεχρονισμένην δὲ καὶ δυσθεράπευτον ἀλωπεκίαν οὐκ ἂν ἰάσαιτο· δηλοῖ δὲ τοῦτο καὶ ὁ Ἥρας αὐτὸς προσγράψας ἐνεργεῖν ἐπὶ παίδων αὐτὸ μάλιστα, τουτέστιν ἐπὶ σωμάτων μαλακὸν

ἐχόντων τὸ δέρμα. ῥᾳδίως γὰρ ἐκ τῶν τοιούτων οἱ μοχθηροὶ διαφοροῦνται χυμοὶ, παραπλήσιον δὲ δηλονότι οἱ εὐνοῦχοι καὶ αἱ γυναῖκες ἔχουσι τὸ δέρμα τοῖς παιδίοις.

[Περὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων πρὸς ἀλωπεκίας.] Κρίτων δὲ ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψεν. πρὸς δὲ τὰς λεγομένας ἀλωπεκίας, πάθος τριχῶν λυμαντικὸν καὶ κοινῶς δυσμορφίας ποιητικὸν, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις, ὡς Ἡρακλείδης ὁ Ταραντῖνος. ἀμύγδαλα πικρὰ σὺν τοῖς λεπύροις κατακαύσας καὶ τρίψας μετ’ ὄξους ἀναλάμβανε μικρὸν μέλιτος ἐπιβαλὼν, ἐπὶ δὲ τῆς χρήσεως προανατρίβων τὸν πεπονθότα τόπον ὀθονίῳ καθαρῷ ἐπίχριε συνεχῶς. ὠφελεῖ δὲ μάλιστα καὶ ἡ συνεχὴς ξύρησις, πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου. ἄλλο ᾧ Μόσχος ἐχρῆτο. ἐχίνων θαλασσίων τὰ ὄστρακα κατακαύσας καὶ ὕδατι ἀναλαβὼν ἐπιτίθει προανατρίβων τοὺς τόπους. ἔν τισιν ἀντιγράφοις εὗρον οὐχ ὕδατι ἀλλὰ στέατι ἀρκτείῳ, ἀναλαμβανομένης τῆς τῶν ἐχίνων σποδιᾶς, καὶ μᾶλλον οὕτως ἐμοὶ ἤρεσεν· ἔστι γὰρ ἐνεργέστερον. ἄλλο. καλάμου ῥίζας κατακαύσας,

ἀναλαβὼν στέατι ἀρκτείῳ, οὕτως ἐπιτίθει. ἄλλο. θαψίας φλοιὸν τρίψας μετ’ ὄξους ἐπιτίθει. ἄλλο. χαμαιλέοντος ῥίζαν τρίψας ἐπιμελῶς μετὰ ὄξους ἐπιτίθει. ταῦτα προειπὼν ὁ Κρίτων ἐφεξῆς τάδε γράφει. χρονιζούσης δὲ τῆς διαθέσεως χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις· ἐνδεικνύμενος ἐκ τούτων τὰ προγεγραμμένα φάρμακα μετρίων εἶναι διαθέσεων ἰατικά. γράφει τοίνυν ἐφεξῆς καὶ τὰ πρὸς τὰς ἰσχυροτέρας διαθέσεις ἁρμόττοντα κατὰ τὴν ἐκείνου λέξιν οὕτως ἔχοντα.

[Περὶ τῶν ὑπὸ Ἡρακλείδου γεγραμμένων πρὸς ἀλωπεκίας χρονίας.] Πρὸς ἀλωπεκίας ὡς Ἡρακλείδης ὁ Ταραντῖνος. Ὀρεστίνου πρὸς τὰς κεχρονισμένας ἀλωπεκίας ♃ μυοχόδων δραχ. β΄. λιβανωτοῦ δραχ. β΄. ὄξει δριμυτάτῳ διαλύσας ἐπίχριε, προξυρήσας τοὺς τόπους. ἄλλο. ♃ ἐχίνων θαλασσίων σὺν τοῖς ὀστράκοις κεκαυμένων δραχ. β΄. κηκίδων ὀμφακιτίδων τὸ ἴσον, ἀμυγδάλων πικρῶν κεκαυμένων τὸ ἴσον. μυοχόδων δραχ. α΄. ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς ἐπιτίθει. ἄλλο ὡς Ὀρεστῖνος. ♃ ἀρκτείων τριχῶν κεκαυμένων, ἀδιάντου κεκαυμένου, καλάμου ῥιζῶν κεκαυμένων, συκῆς φύλλων

κεκαυμένων, κιλικίου ῥάκους κεκαυμένου ἑκάστου τὸ ἴσον ἀναλάμβανε στέατι ἀρκτείῳ καὶ κεδρίᾳ. ἐπὶ δὲ τῆς χρήσεως πυρία, ἀνατρίβων τὸν τόπον συκῆς φύλλοις καὶ νίτρῳ ἀποσμήχων, κατάχριε τῷ φαρμάκῳ καθ’ ἡμέραν, ἑλκωθείσης δὲ τῆς ἐπιφανείας ἐπιτίθει κηρωτὴν διὰ λεκίθου καὶ πυρίνων καὶ κριθίνων ἀλεύρων, χυλῷ προσφάτῳ ἐπίχριε. ἄλλο Ὄθωνος Σικελοῦ ἐπιτετευγμένον. ♃ βατράχων τῶν σμικροτάτων κεκαυμένων ἐν χυτριδίῳ, τῆς σποδοῦ μέρος α΄. μυοχόδων, ἐλλεβόρου λευκοῦ, καλάμου ῥίζης κεκαυμένης, πεπέρεως λευκοῦ, ἑκάστου τὸ ἴσον, ὄξει προσανάλαβε καὶ χρῶ προανατρίβων καὶ ἀποξυρῶν. τὸν τόπον. ἄλλο. ♃ ὀνύχων αἰγείων κεκαυμένων τῆς σποδοῦ, θαψίας χυλοῦ, ἀλκυονίου, μυοχόδων, ἀφρονίτρου, σμύρνης, πεπέρεως λευκοῦ, ζιγγιβέρεως, ἑκάστου τὸ ἴσον τρίψας ἐπιμελῶς ἀναλάμβανε αἰγείᾳ χολῇ.

[Περὶ τῶν ὑπὸ Κλεοπάτρας γεγραμμένων ἐν τῷ κοσμητικῷ.] Ἐν τῷ Κλεοπάτρας κοσμητικῷ πρὸς ἀλωπεκίας γέγραπται φάρμακα κατὰ τὴν αὐτῆς ἐκείνης λέξιν, ᾧδέ πως ἔχουσαν. πρὸς ἀλωπεκίας. σανδαράχην λειώσας ἀναλάμβανε

ἰξῷ δρυΐνῳ, ὡς ὅτι πλείστῳ καὶ προεκνιτρώσας, ἔμπλασσε εἰς ὀθόνιον καὶ ἐπιτίθει. ἐγὼ δὲ καὶ νίτρου ἀφρῷ προσέμιξα τὰ προειρημένα καὶ ἐνήργησεν καλῶς. ἄλλο. ♃ σκίλλης δραχ. α΄. ἐλλεβόρου λευκοῦ δραχ. α΄. λεῖα ποιήσας σὺν ὄξει καὶ ξυρήσας καὶ προεκνιτρώσας κατάχριε. ἄλλο. ♃ νάπυος δραχ. α΄. καρδάμου δραχ. α΄. λεῖα μετ’ ὄξους ἐπιτίθει, προξυρήσας καὶ ἐκνιτρώσας τὸν τόπον, βέλτιον δὲ κατασχάζειν. ἄλλο. ♃ φλοιοῦ καλάμου δραχ. δ΄. ἀφρονίτρου δραχ. δ΄. πίσσῃ ὑγρᾷ ἀναλαβὼν χρῶ. συνεχῶς δὲ ἐπιξύρα τὸν τόπον καὶ τάχιστα τριχοφυήσει, ἔτι δὲ καὶ προσανάτριβε ὀθονίῳ. ἄλλο. μυῶν κεφαλὰς συναπόθλα ἀνατρίβων. ἄλλο. μυόχοδα λεῖα κατάχριε, ὀθονίῳ ἐφαιμάξας τὸν τόπον. ἄλλο. ἀμύγδαλα πικρὰ σὺν τοῖς λεπύροις καύσας, τρῖψον μετ’ ὄξους καὶ μέλιτος καὶ τὸν τόπον ἐφαιμάσσων τῇ ἀνατρίψει κατάχριε. ποίει δὲ τοῦτο συνεχῶς καὶ ἀναξύρα τὸν τόπον, καὶ ταχέως τρίχες ἀναβήσονται. ἄλλο. αὕτη ἡ δύναμις πασῶν ἐστι βελτίων, ποιοῦσα καὶ πρὸς ῥεούσας τρίχας, σὺν ἐλαίῳ ἢ μύρῳ ἐνιεμένη

καὶ τοῖς ἐν ἀρχῇ μαδαριῶσιν ἢ εἰς φαλακρότητα ἐμπίπτουσιν, ἔστι δὲ θαυμάσιος. ♃ μυῶν τῶν κατοικιδίων κεκαυμένων, μέρος α΄. ἀμπελίνου ῥάκους κεκαυμένου μέρος ἓν, ἱππείων ὀδόντων κεκαυμένων μέρος ἓν, στέατος ἀρκτείου μέρος ἓν, μυελοῦ ἐλαφείου μέρος α΄. καλάμου φλοιοῦ μέρος ἓν, ταῦτα ξηρὰ λειούσθω καὶ προσμισγομένου μέλιτος ἱκανοῦ, ἕως ἂν σχῇ μέλιτος πάχος, τριβέσθω καὶ μιγνυέσθω τὸ στέαρ καὶ ὁ μυελὸς τακέντα, καὶ ἀποτιθέσθω εἰς πυξίδα χαλκῆν τὸ φάρμακον καὶ ἀνατριβέσθω ἡ ἀλωπεκία, μέχρις οὗ ἀνατριχοφυήσῃ. ὁμοίως δὲ καὶ αἱ ῥέουσαι τρίχες καθ’ ἡμέραν ὑποχριέσθωσαν. καὶ τούτων τῶν φαρμάκων καὶ τῶν ἐφεξῆς γραφησομένων οὐ χαλεπὸν διακρῖναι τά τε δριμύτερα καὶ ἰσχυρότερα καὶ τὰ μαλακώτερα καὶ ἀσθενέστερα, μεμνημένους ὧν κατ’ ἀρχὰς εἶπον. οὕτω γὰρ ὑπάρχει καὶ τὸ κεχρῆσθαι καλῶς αὐτοῖς, ἐπὶ μὲν τῶν μετριωτέρων ἀλωπεκιῶν τοῖς μετριωτέροις, ἐπὶ δὲ τῶν ἰσχυροτέρων τοῖς ἰσχυροτέροις, ὥσπερ γε κᾀπὶ τῶν ἰσχυροτάτων τοῖς ἰσχυροτάτοις.

[Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ταῖς ἀλωπεκίαις χρησίμων.] Ἔγραψε καὶ Ἀρχιγένης ταῦτα τὰ φάρμακα πρὸς ἀλωπεκίας διὰ τῆσδε τῆς λέξεως. τὰς ἐπιπολαίους ἀλωπεκίας ἐκνιτρώσας καὶ ὀθονίῳ ἐκμάξας περιστερεῶνι ἐν ἡλίῳ τριβέντι καὶ ὄξει διέντι, κατάχριε ἱκανῶς ἢ ὁμοίως σμήξας σεύτλου φύλλα ἐπίθες, ἐπάνω δὲ ὑγρὸν ὀθόνιον, ἀφαίρει δὲ βρέχων τὸν τόπον. τὰς δὲ βαθείας ἀνάτριβε σὺν ὄξει, νίτρου βώλῳ ἢ σηπίας ὀστράκῳ ἢ ἰχθύᾳ ἢ συκῆς φύλλοις, μέχρις ἀναξασμοῦ, εἶτα ἀπομάξας τὸ αἷμα σεῦτλον ἐν οἴνῳ ἑφθὸν ἐπίθες, ἢ ἰσχάδας κεκαυμένας ἐν οἴνῳ ἢ φακοῦ ἄλευρον σὺν οἴνῳ κατάπλασσε ἢ φλυκταινώσας τὴν ἀλωπεκίαν βουπρήστει μετ’ ὄξους ἢ βατραχίῳ ἢ ἄρου ῥίζῃ σύν τινι τούτων κηρωτοειδὲς ποιήσας καὶ ἐπιθεὶς εἰς νύκτα, πρωὶ δ’ ἀποσχάσας τὰς φλυκταίνας κατάπλασσε σκορόδῳ ἢ βουσελίνῳ ἢ ἀνεμώνης φύλλοις, καλῶς ποιοῦσι μετὰ τὰς φλυκταινώσεις καὶ ἱππόκαμποι θαλάσσιοι καέντες καὶ ἐπιπασσόμενοι μετ’ ὀλίγου χαλκάνθου, ὠμοῦ λείου ἢ ὑείων σιαγόνων

ὀστᾶ κεκαυμένα. ἄλλο. ἢ ξυρήσας καὶ σμήξας ἀφρονίτρῳ καὶ ἀλκυονίῳ μετὰ δριμέος ὄξους ἀνάτριβε, μέχρις ἂν αἱμάξῃ, εἶτα κατάχριε καρύων Ποντικῶν κελύφεσιν κεκαυμένοις λεάνας μετὰ μέλιτος, θεράπευε δὶς τῆς ἡμέρας. τὸ πολὺ καθίστησιν ἐν ἡμέραις δέκα. ἢ μύας κατοικιδίους ἐν χύτρᾳ καύσας, λείους ἀναλάμβανε ἀξουγγίῳ καὶ προανατρίβων σκορόδῳ τὰς ἀλωπεκίας ἐν σπληνίῳ ἐπιτίθει, καὶ τοῦτο καθ’ ἡμέραν ποίει, μέχρις ἂν ἐκφυῶσιν τρίχες. ἢ βατράχια τὰ μικτὰ ὁμοίως κατακαύσας τὴν τέφραν μετὰ πίσσης πολλάκις ἀνεξεσμένης, μέχρις ἂν παχεῖα γένηται, ἐπίχριε μήτε προξυρῶν μήτε προσμήχων. ἢ μυόχοδα καὶ λίβανον ἴσα σὺν ὄξει μέλιτος πάχος κατάχριε προφοινίσσων, ἢ σῦκα ξηρὰ κεκαυμένα κατάχριε μετ’ ἐλαίου ὁμοίως λειώσας. ἢ ἐλλέβορον λευκὸν, πέπερι, μυόχοδα προσμήξας καὶ καταξύσας, σὺν ὄξει κατάχριε. ἢ ῥαφάνῳ καὶ κρομμύῳ, ἐπικαρσίως τμηθέντι ἀνατρίψας εὖ μάλα κατάχριε. ἢ ἀλκυονίῳ πεφοσμένῳ καὶ βάπτων τὸν δάκτυλον ἐν ἐλαίῳ τρῖβε ἐπιμελῶς, μέχρις ἂν δηχθῇ, καὶ κατορθώσεις. ἢ ἀλκυόνιον
πρὸς λύχνον φώξας καὶ στέαρ ἄρκτειον ὁμοίως τήξας, μίξον καὶ κατάχριε προσμήχων ἐν ἡλίῳ. ἢ προκεντήσας ὡς ἔθος, κατάπλασσε κρομμύῳ λείῳ μετὰ μέλιτος. ἢ ῥαφάνου φλοιῷ ὁμοίως. ἢ κατασχάσας καλάμου ἐπιφάνειαν, ἣν Αἰγύπτιοι σιφθείριον καλοῦσι, κεκαυμένην πίσσῃ ὑγρᾷ πρόσμιγε καὶ σπλήνιον ἐπιτιθεὶς λῦε τετράκις ἢ πεντάκις, εἶτα ἀποσμήξας ἄλλο σπλήνιον ἐπιτίθει. ἔνιοι νίτρον πρὸς τὸ δέκατον τῆς τέφρας μίσγουσι καὶ λίαν ὠφελοῦσιν. ἢ λεπίδι στομώματος μετ’ ὄξους καὶ ἐλαίου κατάχριε ὁμοίως. ἢ αἰλούρου ἢ κροκοδείλου κόπρου δραχ. στ΄. νάπυος δραχ. δ΄. μετ’ ὄξους δριμέος κατάχριε. ἢ κανθαρίδας κεκαυμένας πίσσῃ ὑγρᾷ ἀναλαβὼν ὡς κηρωτὴν ὑγρὰν γενέσθαι, προαποσμήξας νίτρῳ ὀπτῷ καὶ ἐκμάξας ἐν σπληνίῳ, ἐπίθες καὶ ἔα διανυκτερεῦσαι, πρωὶ δὲ ἄρας ἔα ξηρανθῆναι τὸν τόπον, μέχρις ἂν περιῤῥαγῇ. ὅταν δὲ ἀναστείλωσιν αἱ τρίχες, ξύρα συνεχῶς. ἢ κάρδαμον, οἱ δὲ πέπερι, μυόχοδα, ἐλλέβορον λευκὸν, ἴσα μετ’ ὄξους κατάχριε ἢ αἱμάξας ἐπιπολῆς ἰχθύᾳ ἢ συκίνῳ
φύλλῳ ἢ κισσήρει λείᾳ, ἀμύγδαλα πικρὰ καύσας μετ’ ὀξυμέλιτος κατάχριε. συνεχῶς δὲ τοῦτο ποίει καὶ ξύρα, αὐξήσουσι γὰρ ταχέως. ἢ χελώνης θαλασσίας αἵματι κατάχριε, ἐπαινεῖται. ἢ ἱπποποτάμου δέρμα καύσας κατάχριε. ἢ καρύοις Ποντικοῖς κεκαυμένοις καὶ σταφίσιν ἀγρίαις σὺν δαφνίνῳ μύρῳ, τοῦτο γὰρ Ἀρχιγένης ἐπαινεῖ. ἢ μυόχοδα καὶ ἐλλέβορον κατάχριε λευκόν. ἢ καλάμου φλοιοῦ κεκαυμένου καὶ νίτρου ἑκάστου ἴσον, πίσσῃ ὑγρᾷ μαλαγματῶδες ποίει. ἢ κάρυα πικρὰ σὺν τοῖς λεπύροις καύσας μετ’ ὄξους ἢ μέλιτος, πυκνῶς κατάχριε προεκμάξας ὀθονίῳ καὶ ξύρα τὸν τόπον πυκνῶς. ἢ ἀμμωνιακοῦ θυμιάματος μετ’ ὀποῦ τιθυμάλλου ἀνάτριβε. ἢ αἰλούρου ἀφοδεύματι ξηρῷ μετ’ ὄξους ἢ ῥοὸς δραχ. δ΄ ἢ β΄. σινήπεως δραχ. β΄ σὺν ὄξει δριμεῖ κατάχριε. ἢ ἀμυγδάλοις πικροῖς καὶ κισσήρει ἐπίχριε. Διονυσίδωρος δὲ ὁ ἰατρὸς, κάσσυμα καινὸν καίων μετ’ ὄξους δριμέος κατάχριε. ἄκρως δὲ ποιεῖ ἐπὶ τῶν χρονίων, εἰ θαψίας χυλὸν ἢ ῥίζαν ἀναλαβὼν κηρωτῇ ἐπιθείης τῷ τόπῳ μετὰ

τοῦ μηδὲν ἄλλο προσαπεργάσασθαι. ἀφίσταται γὰρ ἡ ἄνωθεν ἐπιφάνεια καὶ ἰχωῤῥοεῖ, ὑποφύονταί τε αἱ τρίχες αὐτόματοι. ὁρᾷς ὅπως καὶ ὁ Ἀρχιγένης ἐπαινεῖ τὸ διὰ τῆς θαψίας, οὐ γὰρ ἂν εὕροις ἄμεινον αὐτοῦ φάρμακον. αὐξάνεται δ’ ἡ πίστις τῶν ὠφελούντων κᾀκ τῆς συμφώνου ἱστορίας, καὶ διὰ τοῦτο κᾀγὼ τὰ παρὰ τοῖς ἐμπείροις ἰατροῖς φάρμακα γράφω πάντα.

[Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἐν τῷ περὶ ἀλωπεκίας βιβλίῳ.] Οὐ τοῦ νεωτέρου δηλονότι μέμνημαι νῦν Ἀσκληπιάδου, τοῦ συνθέσεις φαρμάκων ἀξιολόγους ἐν πολλοῖς γράψαντος βιβλίοις, ἀλλὰ τοῦ παλαιοτέρου τοῦ Βιθυνοῦ. οὗτος τοίνυν ὁ Ἀσκληπιάδης σεμνύνεται θεραπείας ἀγωγὴν εὑρηκέναι δι’ ἧς ἰᾶσθαί φησιν πολλοὺς, ἀλωπεκίας δυσθεραπεύτους ἔχοντας, πλέον δέ φησιν εἰς τὴν θεραπείαν δύνασθαι τὴν ὅλην δίαιταν ἢ τὰ φάρμακα· περὶ μὲν οὖν τῆς διαίτης τάδε γράφει. ἀφεκτέον οὖν παντὸς οἴνου εἰς τέλος, διὰ ταύτας τὰς αἰτίας. εὔδηλον δ’ ὅτι προείρηκεν αὐτὸς τὰς αἰτίας, ἃς ἔξεστι βουλομένῳ μαθεῖν, ἀναγνόντι

τὸ βιβλίον. εἶτ’ ἐφεξῆς φησιν· ἀφεκτέον δὲ καὶ τοῦ λίαν ὑπερεμπίπλασθαι, κωλύει δὲ καὶ κρεῶν ἐσθίειν καὶ τυροῦ καὶ γάλακτος καὶ ὀσπρίων καὶ πάντων ἁπλῶς ὅσα δυνάμεις ἐν μικροῖς ὄγκοις ἔχει πολυτρόφους τε καὶ πνευματούσας, ἀλλὰ καὶ τὰ πολλὰ τῶν γυμνασίων κελεύει φεύγειν, ὥσπερ γε καὶ τὰ συνεχῆ λουτρὰ καὶ τοὺς πολλοὺς ἱδρῶτας. περὶ δὲ τῶν φαρμάκων τάδε γράφει κατὰ λέξιν. ἔστι δὲ τὸ μὲν πρῶτον σύγχρισμα τοιοῦτον. ♃ ἀφρονίτρου μέρη δύο, ἁλὸς ἀμμωνιακοῦ μέρος ἓν, κεκαυμένα λεάναντες, ὄξει διέντες ὡς δριμυτάτῳ μέχρι τοῦ λαβεῖν γλοιοῦ πάχος, προκαταξυσθείσης τῆς ἀλωπεκίας κούφως, ὥστε δασυνθῆναι καὶ ἔναιμον γενέσθαι τὸν τόπον, μετρίως καταχρίοντες τὴν κεφαλὴν καὶ τρίψαντες μέχρι τοῦ συλλαβεῖν καὶ εἰς βάθος παρενεχθῆναι τὸ φάρμακον, καλῶς προκαταχρίσαντες ἡσυχάζειν ἐῶμεν ἕως δείλης. ἔπειτα τὸ αὐτὸ ποιήσαντες τῇ ἑσπέρᾳ καὶ τῇ ἑξῆς καὶ τῇ τρίτῃ παραπλησίως, μεγάλην παραλλαγὴν εὑρίσκομεν. ἵσταται γὰρ ἡ νομὴ καὶ αἱ τρίχες καταψώμεναι καὶ μὴ διελκόμεναι μετὰ βίας ἀντείχοντο καὶ οὐκ ἀνεσπῶντο. ἔπειτα
τῇ ἑξῆς ἐπανατρίψαντες ἐν ὄξει καταπλάττομεν, μέχρι τοῦ φλυκταίνας ἐπαναστῆναι καὶ ἕλκωσιν ἐπιπόλαιον λαβεῖν τὸ δέρμα. παρασχάσαντες δὲ τὰς φλυκταίνας καὶ ἄχρι δυεῖν ἡμερῶν ὑποδεξάμενοι τὸ ὑδατῶδες, τὸ ἀπὸ τῶν ἑλκῶν ῥέον, ἐχρώμεθα πάλιν τῷ αὐτῷ συγχρίσματι, φειδόμενοι τῶν ἑλκωδῶν τόπων καὶ ὑπερβαίνοντες, αὐτοὺς δὲ τοὺς ὑγιεῖς λαμβάνοντες καὶ τούτους καταψῶντες ἡσυχάζειν ἐῶμεν ἕως δείλης. ἔπειτα τὸ αὐτὸ ποιήσαντες καὶ ἀνατρίβοντες ἐπὶ βραχὺ, μέχρις ἑπτὰ καὶ ὀκτὼ ποιοῦντες ἡμερῶν, ἤδη που συνθεωροῦμεν ἀπὸ τῶν περάτων τῆς ἀλωπεκίας, οὐκ ἔτι λεπτὰς καὶ χνοώδεις τρίχας ὡς ἔμπροσθεν, ἀλλ’ ἐμβριθεστέρας, ἔπειτα κατὰ μικρὸν ἀεὶ ταύτας ἐπιβαινούσας τοῖς ἐψιλωμένοις, συνεκλειπούσας δὲ πάλιν τὰς λεπτὰς καὶ ἀσθενεῖς ὁμοίου τινὸς συμβαίνοντος τοῖς ἡλκωμένοις. καὶ γὰρ ἐπὶ τῶν ἑλκῶν ἀπὸ τοῦ πέρατος ἡ οὐλὴ τὴν ἀρχὴν λαμβάνουσα τὸ ἔσχατον εἰς τὰ μέσα τοῦ ἕλκους ἀποτελευτᾷ, ἐπί τε τῆς ἀλωπεκίας τὰ πρὸς τῷ τετριχωμένῳ πρῶτα ἐξισχύει καὶ δασύνεται, τὰ δ’ ἐν τοῖς μέσοις ὕστατα πάντων τριχοφυεῖ.
προκοπτούσης μὲν οὖν τῆς θεραπείας οὕτως, οὐδὲν προσδεόμεθα φαρμάκων ἑτέρων, ἀλλ’ ἑνὶ τούτῳ διὰ πλείονος ἀεὶ χρόνου χρώμεθα καὶ ὑπήκουεν ἐπιεικῶς τὸ πάθος, εἰ μὴ παντελῶς εὐμεγέθης ἡ ψιλότης εἴη. τὸν δὲ μέσον χρόνον τῷ τε καταξυσμῷ τῷ διὰ τοῦ σμιλίου συνεχῶς ἐνηργοῦμεν, καὶ ἔστιν ὅτε τῇ ἀκμῇ τοῦ ὀξυβελοῦς ἐπικρούοντες τὸν χρῶτα διὰ τῶν νυγμάτων αἱμάτιον ἐκομισάμεθα σύμμετρον. ταῦτα προειπὼν ὁ Ἀσκληπιάδης αὐτοῖς ὀνόμασιν ἐφεξῆς ἀπεφήνατο περὶ ξυρήσεως ἐναντίως τοῖς ἄλλοις. οὐ γὰρ συνεχῶς, ἀλλ’ ἐκ διαλειμμάτων κελεύει ξυρᾶσθαι τὸ πεπονθὸς μόριον, ὅταν ἤδη μετρίως παχεῖαι τρίχες ἐν αὐτῷ φύωνται. τὰς δ’ ἀρχομένας ἔτι καὶ λεπτὰς οὐκ ἀξιοῖ ξυρᾷν. μετὰ δὲ τὸν περὶ τῆς ξυρήσεως λόγον ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως. εἰ δὲ καταβραδύνοιτο τῆς τριχώσεως, ἐπὶ τὰς ὑπογεγραμμένας δυνάμεις καταφεύγομεν, εἰσὶ δὲ τοιαῦταί τινες. ἐχίνου χερσαίου τὴν κεφαλὴν ἢ τὸ δέρμα κατακαύσας καὶ τρίψας λεῖον μέλιτι δεύσας ἐπίχριε. ἄλλο. ἱπποκάμπον θαλάσσιον καὶ νίτρου μικρὸν συγκατακαύσας καὶ στέαρ χήνειον

μίξας, κατάχριε προεκνιτρώσας τὸν τόπον. ἄλλο. θαψίαν ἐν ὕδατι δεύσας κατάχριε. ἄλλο. μυῶν τὰ διαχωρήματα μετ’ ὄξους λειώσας κατάχριε. ἄλλο. καλάμου κυπρίου λαβὼν τὰ φύλλα καὶ κατακαύσας ἐπὶ κεραμίδος, ἔπειτα ῥητίνῃ πιτυΐνῃ ὡς πλεῖστον τῆς τέφρας ἀναλαβὼν, ἔμπλασσε καὶ προκατασχάσας τὴν ἀλωπεκίαν ἐπίθες καὶ ἐπίδησον. ἢ τὸν φλοιὸν ἢ τὴν κόμην τῶν καλάμων ὡσαύτως σκεύασον, ἔτι δὲ καὶ νίτρου τῆς τέφρας τὸ ἴσον μίξας καὶ πίττῃ ἀναλαβὼν χρῶ. ἔστι δὲ οὐκ ἄπρακτον, ἀλλ’ ἱκανῶς ἐνεργοῦν. ἐπὶ τούτοις ὁ Ἀσκληπιάδης μνημονεύει καὶ τῶν μυιῶν, ἃς κελεύει θηρεύσαντας ὡς πλείστας εὐθέως ἐνθλίβειν τὰς κεφαλὰς αὐτῶν εἰς τὰ ἐψιλωμένα τῆς ἀλωπεκίας, καὶ μάλιστα, φησὶν, ἐπειδὰν ἑλκώσωμεν αὐτήν. καὶ γὰρ καὶ συμφέρει, φησὶ, τὸ ἀπὸ τῶν μυιῶν αἷμα παροξυνομένῃ τηνικαῦτα τοῖς διὰ τοῦ νίτρου καὶ τῶν ἁλῶν συντιθεμένοις φαρμάκοις, ὑφ’ ὧν οὐ μόνον δάκνεσθαί φησιν αὐτὰς, ἀλλὰ καὶ φλυκταινοῦσθαι.

[Περὶ τῶν ὑπὸ Σωρανοῦ γεγραμμένων πρὸς ἀλωπεκίας.] Προειπών τινα κατὰ τὴν ἰδίαν ἀγωγὴν μνημονεύσας τε καὶ

τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων, ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως. διὸ καὶ προσφάτου τυγχάνοντος αὐτοῦ συστολὴ τὸ πρῶτον ἁρμόσει, καὶ μετὰ ταῦτα ἁπλοῦν τροφίον εὔχυλον καὶ καταβροχὴ δι’ ἐλαίου γλυκέος θερμοῦ, καὶ ἄρτος ἐν καταπλάσμασι, πυρίαι τε καὶ καταξυσμοὶ καὶ σικύαι καὶ κηρωτὴ καὶ ἀνάληψις. χρονίσαντος δὲ συνεχὴς ξύρησις καὶ φοινιγμὸς διὰ νάπυος καὶ ἀνατρίψεις αἱ γεγραμμέναι, ταῖς ἑξῆς ἐπιχριομένης πίσσης ἢ κεδρίνου ἐλαίου, καὶ δι’ ἀνατρίψεως τῆς διὰ φύλλων συκῆς ἢ κρομμύων ἢ ὀθονίου περιειλημμένου τῷ λιχανῷ δακτύλῳ ἢ τῷ ἀντίχειρι καὶ μετὰ τὴν ἀνάτριψιν κατασχασμοί. ἔνιοι δὲ βελόνας συνδήσαντες, ὥστε τὰς ἀκμὰς ὑφ’ ἓν ἔχειν, κατεκέντησαν δι’ αὐτῶν τὸ δέρμα, μετὰ δὲ τὸν διὰ τῆς ἀνατρίψεως φοινιγμὸν καὶ τὸν κατασχασμὸν φάρμακα μετασυγκριτικὰ ἐπίχριστα ἢ ἐπίπλαστα. τοιαῦτα δὲ πολλὰ κατὰ μέρος ἐστί. καὶ γὰρ καὶ κρόμμυον λεῖον ἢ ῥαφάνου φλοιὸς ἑκάτερον μετὰ μέλιτος ἐπιπλασσόμενον ἢ ἀφρονίτρου μέρος ἓν, ῥοῦ μέρη β΄. καὶ ἁλὸς
ἀμμωνιακοῦ μέρος ἓν, κεκαυμένα καὶ λελειωμένα μετ’ ὄξους δριμέος, ἄχρι τοῦ λαβεῖν γλοιοῦ πάχος. γέγραπται δὲ καὶ ἄλλα πολλὰ, φησὶν, παρά τε Ἀσκληπιάδῃ καὶ Ἡρακλείδῃ τῷ Ταραντίνῳ καὶ Ἐλεφαντίδῃ καὶ Μοσχίωνι διὰ τοῦ κοσμητικοῦ, ἐξ ὧν ἔγραψε καὶ αὐτὸς τά θ’ ὑπ’ Ἀσκληπιάδου προγεγραμμένα καὶ ἄλλα τινὰ ὧν ἐφεξῆς μνημονεύσω. ♃ ἀρκτείου στέατος μέρος ἓν, καλάμου φύλλων κεκαυμένων τέφρας μέρος ἓν, σιδήρου στομώματος λεπίδα, ὄξει καὶ ἐλαίῳ μίξας παλαιῷ κατάχριε. ἄλλο. ♃ αἰλούρου ἢ κροκοδείλου κόπρου δραχ. η΄. νάπους δραχ. δ΄. μετ’ ὄξους δριμέος. ἄλλο. ♃ κριθῶν κεκαυμένων καὶ μυοχόδων ἴσον, μετ’ ὄξους δριμέος. ἄλλο. ♃ κάρδαμον καὶ μυόχοδα καὶ ἐλλέβορον λευκὸν καὶ πέπερι, ἴσα μετ’ ὄξους δριμυτάτου. ἄλλο. νᾶπυ καὶ κάρδαμον ἢ σφονδύλιον καύσας καὶ λειώσας, ὄξει κατάχριε. ἄλλο. ♃ βατράχων κεκαυμένων δραχ. ιη΄. κισσήρεως κεκαυμένης δραχ. ιβ΄. ἐν ἄλλῳ ιε΄. νάπους δραχ. η΄. νίτρου δραχ. δ΄. καρύων κεκαυμένων δραχ. κδ΄. ἄλλο. καὶ κηρωτὴ διὰ πεπέρεως καὶ πυρέθρου καὶ ἀσβέστου καὶ μυρσίνου ἐλαίου. δεῖ δὲ καὶ
προανατρίβειν τὸ πεπονθὸς, ἤτοι δι’ ἀλκυονίου κεκαυμένου ἄχρις ὅτου δηχθῇ, ἢ ἐχίνου θαλασσίου κεκαυμένου τῆς σποδοῦ ὀθονίῳ ἐνηλειμμένης, μέχρις ἂν ἔρευθος γένηται. ἄλλα φάρμακα ἐν χρήσει γεγονότα τὰ μὲν ἐμοὶ, τὰ δὲ τοῖς διδασκάλοις μου, τὰ δὲ φίλοις ἰατροῖς. προσμίξας φοινίξουσι κίσσηριν, προπυριάσας καὶ χρίσας θαψίας χυλῷ ἄχρις ἂν ἐπαρθῇ, εἶτα πυριάσας κηρωτῇ ῥοδίνῃ χρῶ. ἄλλο. ♃ καλάμου φύλλων καὶ ῥίζης αὐτῶν κεκαυμένων καὶ ἄρκτου τριχῶν καὶ ἀδιάντου καὶ στέατος ἀρκτείου καὶ πίσσης ὑγρᾶς καὶ τριχῶν αἰγείων κεκαυμένων καὶ κεδρίας, ἁπάντων ἴσων ὄντων ὀκτὼ καὶ οὕτως ἔγχεε τὰ τηκτὰ μετὰ τῶν ξηρῶν προαποσμήχων. ἄλλο. συκῆς φύλλοις μετὰ ὄξους ἄχρι χνοώδεις ἀναβῶσιν καὶ τότε βοτάνης τῆς λεγομένης στοιβῆς, χυλῷ κατάχριε. ἄλλο. βατράχους λεπτοὺς καύσας ἐπίπασον μετὰ πίσσης ὑγρᾶς χλιαρᾶς, εἶτα ἐπίχριε μήτε προξυρῶν μήτε προσμήχων. ἄλλο. ♃ ἀφρονίτρου δραχ. δ΄, μυῶν ἀφοδεύματος δραχ. β΄, καλάμου φλοιοῦ κεκαυμένου δραχ. β΄, πίσσῃ ὑγρᾷ ἀναλαμβάνων, ποίει σπλήνιον καὶ προξυρῶν τὸν τόπον καὶ
προεκνιτρῶν, ἐπιτίθει καὶ μὴ ἀφαίρει πρὸ δυεῖν ἢ τριῶν ἡμερῶν. ἄλλο. ♃ νάπυος καὶ κόπρου αἰλούρου τὸ ἴσον ἑκατέρου προσμήξας, τὸν τόπον κατάχριε. ἄλλο. κατασχάσας κατάχριε σηπίας τῷ μέλανι ἢ πράσιον χλωρὸν τρίψας κατάχριε. ἄλλο. σφαιρίτιδος φύλλα πεφρυγμένα λειοτρίβει μετ’ ὄξους καὶ ἐπιτίθει. καλεῖται δὲ σφαιρῖτις ἡ τὰ σφαιρία φέρουσα κυπάρισσος. ἄλλο. κάρυα πικρὰ σὺν τοῖς λέμμασιν κατακαύσας μετὰ μέλιτος καὶ ὄξους κατάχριε προξυρήσας. ἄλλο. ἐχίνων θαλασσίων τὰ ὄστρακα κατακαύσας μετὰ μέλιτος καὶ ὄξους προξυρήσας κατάχριε. ἄλλο. ἀλκυονίου κεκαυμένου καὶ μυῶν ἀφοδεύματα μετὰ πράσου χυλοῦ κατάχριε. ἄλλο. ♃ θαψίας ῥίζης δραχ. δ΄. χαμαιλέοντος ῥίζης δραχ. β΄. ἀναλάμβανε ἰξῷ εἰργασμένῳ καὶ ἀναπλάσας ἐπιτίθει καὶ ὅταν προερεθισθῇ, ἐξάρπαζε. ἄλλο. ♃ καλάμου Ἑλληνικοῦ φύλλων κεκαυμένων δραχ. δ΄. μυοχόδων δραχ. β΄. ἐχίνων κεκαυμένων δραχ. α΄. μετὰ ὄξους λεάνας κατάχριε. ἄλλο. ♃ ἁλὸς ἀμμωνιακοῦ δραχ. α΄. νίτρου δραχ. α΄. φώξας ἀμφότερα καὶ δεύσας ὄξει, κατάχριε τρὶς τῆς ἡμέρας προεκνιτρώσας τὸν τόπον.
ἄλλο. ♃ ἀμυγδάλων πικρῶν ὀπτῶν τριόβολον, κισσήρεως ὀβολοὺς δύο, ἁλὸς ἀμμωνιακοῦ τριόβολον, ὁμοίως κατάχριε δι’ ὄξους. ἄλλο. πέπερι, μυόχοδα, ἐλλέβορος λευκὸς ἴσα μετ’ ὄξους καὶ ὀλίγου ἐλαίου κατάχριε. ἄλλο. στομώματος λεπίδα μετ’ ὄξους καὶ ὀλίγου ἐλαίου κατάχριε. ἄλλο. προσερεθίσας τὸν τόπον διὰ κισσήρεως κατάχριε, μίξας θείου καὶ νίτρου ἀφροῦ καὶ ἀμμωνιακοῦ τὸ ἴσον ἑκάστου μετ’ ὄξους. ἄλλο. ♃ ἀλκυονίου δραχμὴν μίαν, θείου ἀπύρου δραχ. στ΄. μυιῶν πεφωσμένων ὥστε ἀναξηρανθῆναι κύαθον ἕνα, τὰς μυίας λέαινε ἰδίᾳ καὶ τὸ θεῖον, τὸ δὲ ἀλκυόνιον ἑψήσας ἐν ὕδατι συλλέαινε τοῖς ξηροῖς, παραχέον ἀνὰ μέρος χολῆς ὑείας καὶ ὄξους, ἕως γλοιῶδες γένηται, εἶτα ἀξουγγίαν τὴν ἀπὸ τῶν τροχῶν ξύσας καὶ ἐπὶ τῆς χειρὸς ἀναμαλάξας μίξον, ὡς ἐμπλαστρῶδες γενέσθαι καὶ προξυρήσας τὴν ἀλωπεκίαν καὶ προφοινίξας, ἐπίχριε τῷ φαρμάκῳ θαῤῥῶν ὡς ἀρίστῳ. ἄλλο. προαποσμήξας τὸν τόπον, ὄξει διαβεβρεγμένον χόνδρον λειώσας καὶ προσβαλὼν ὀποῦ Κυρηναϊκοῦ βραχὺ, κατάχριε. ἄλλο. προαποσμήξας τὸν τόπον καὶ κατασχάσας ἰσχάδας
ὀπτὰς, μετὰ γλυκέος κατάπλασσε. ἄλλο. κατάχριε γλυκεῖ, εἶτα νάρθηκα κεκαυμένον κατάπλασσε. τὰ ἐφεξῆς γεγραμμένα δύο φάρμακα θαυμάσιά ἐστιν, τὴν λέξιν ἔχοντα τοῦ δόντος αὐτὰ πρὸς ἀλωπεκίας φαλακρώσεις, ἀραιότητας τριχῶν δυσαλθεῖς, ἐπὶ κεφαλῆς, ἐπὶ γενείων, ἐπὶ ὀφρύων. ♃ προβάτου τῶν τριχῶν γο α΄. καλάμου ῥίζης γο στ΄. πτέρεως σὺν τῇ ῥίζῃ γο γ΄. S". λοπίμου τῶν πωγώνων γο γ΄, ἐρίων οἰσυπηρῶν ὡς ὅτι λιπαρωτάτων γο στ΄. κεφαλὰς μυιῶν ἀριθμῷ λστ΄. μυίας ε΄ χωρὶς κεφαλῶν. πάντα εἰς καινὴν χύτραν ἐμβαλὼν ἔνθες ἐν ἰπνῷ, εἶτα τὴν τέφραν αὐτῶν λέαινε. προτετρίφθω δέ σοι ἐν οἴνῳ Ἀμιναίῳ λαδάνου γο α΄. σμύρνης γο α΄. καὶ προσεμβεβλήσθωσαν ἐλαίου παλαιοῦ γο β΄. κεδρίνου γο α΄. μαλαβάθρου γο β΄. εἶτα περιπάσας τὰ ξηρὰ ἀνελοῦ, προανατρίψας δὲ ὀθονίῳ τὴν ἀλωπεκίαν, εἶτα κούφως κατακνίσας ἢ κρομμύῳ ἢ σκίλλῃ ἢ συκῆς φύλλῳ ἀναξύσας σχολαίως, ἐπίχριε ἀνατρίβων τὸ φάρμακον καὶ λουσάμενος ἐντόνῳ

ὀθονίῳ ξέων, ταῖς ἐχομέναις ἀρκοῦ ἐπιχρίων ἕως διμήνου, ἐπιμένων δὲ καὶ φαλάκρωσιν ἰάσῃ.

[Πρὸς τοὺς· παρ’ ἡλικίαν φαλακρουμένους βοήθεια.] ♃ Στέατος ταυρείου ἡλιωμένου λίτραν μίαν, ἀδάρκης γο α΄. θαψίας χυλοῦ γο α΄. S". οἱ δὲ γο S". σμύρνης καλῆς γο α΄. πολυτρίχου λίτρας S". καλλιτρίχου λίτρας S". ὄνου μορίου λίτραν μίαν, σπληνὸς ὄνου λίτραν α΄. λαδάνου τὸ ἴσον. τὸ λάδανον ἐγὼ βρέξας ἐν οἴνῳ βραχεῖ ἐλείωσα τὸ στέαρ, τήξας ἐφ’ ὕδατος ἀτμῷ, εἶτα τοῦ ὄνου τὸ μόριον ὀπτὸν ξύε, ἕως οὗ δαπανηθῇ. τὸν δὲ σπλῆνα φρύγε σὺν τῷ καλλιτρίχῳ καὶ πολυτρίχῳ ἐν χύτρᾳ καινῇ καὶ κόψας τὰ κοπτὰ καὶ κοσκινήσας ἀναλάμβανε ἐν γλευκίνῳ ἢ Σαβίνῳ ἐλαίῳ χρῶ πρὸ βαλανείου προκτενίζων τὴν κεφαλήν. εὔδηλον δ’ ὅτι τὰ αὐτὰ φάρμακα καὶ πρὸς τὰς τῶν γενείων τρίχας μὴ φυομένας ἁρμόττει. ἄλλο. ♃ τήλεως ξέστας δ΄. λινοσπέρμου ξέστας β΄. λαδάνου γο η΄. ἀκακίας χυλοῦ γο στ΄. φύλλου μαλαβάθρου γο στ΄. κηκίδας ἀριθμῷ κ΄. ὄνυχος ἀρωματικοῦ γο β΄. καλάμου Συριακῆς γο β΄. S". οἱ δὲ γο α΄. βδελλίου

γο β΄. μυρσίνης κεκαυμένης ξέστην μίαν, βρύου, οἱ δὲ σπλάχνου, οἱ δὲ ἀρωματικοῦ γο γ΄. ἴρεως ἀστραγαλίτιδος, οἱ δὲ Ἰλλυρικῆς γο β΄. κόψας καθ’ ἓν ἕκαστον καὶ σήσας λεπτῷ κοσκίνῳ, μίξεις κατὰ τὸ ἑξῆς ὡς προγέγραπται. ἐπὶ δὲ τῆς χρείας, βάλῃς τοῦ φαρμάκου ὡς τὸ τρίτον ἢ τὸ ἀρκοῦν εἰς χαλκοῦν ἢ ὀστράκινον ἀγγεῖον, ἔπειτα προσμίξας οἴνου ἰταλικοῦ εὐώδους, ἵνα ἔξυγρον γένηται, εἶτα ἐπ’ ἄνθρακας ἐπιθεὶς κίνει ξυλαρίῳ, ἄχρις οὗ ζέσῃ ἅπαξ, προσέχων μήπως καυθῇ, εἶτα καταχρίσεις κελεύων ἐνιδροῦν τῷ φαρμάκῳ, ἔπειτα ἡσυχῇ ἀνατρίψεις ἐν τῇ ἐμβάσει καὶ ὡς ἔθος ἔχει. καταντλῶν τὴν κεφαλὴν ἀπόπλυνε, ἑξῆς δὲ σταφίδα ἀγρίαν κεκομμένην κατ’ ἰδίαν καὶ σεσημμένην παρ’ ἡμέρας τέσσαρας τῆς χρήσεως προσμίξεις τῷ φαρμάκῳ καὶ ὁμοίως ἑψήσεις καὶ ὡσαύτως καταχρίσεις, φειδόμενος μὴ εἰς τοὺς ὀφθαλμοὺς καταῤῥεύσῃ. ἀλείμματι δὲ χρήσῃ μετὰ βαλανεῖον, ἐλαίου μυρσίνου λίτραν μίαν τετριμμένου μετὰ λαδάνου γο δ΄. ἀμετάπτωτος ἡ δύναμις. ἄλλο πρὸς τὰ αὐτά. ♃ περικαλαμίτιδος
γο α΄. μυροπισσοκήρου, ἀποτραγοπώγωνος γλοιοῦ τοῦ ἐκ τῶν τριχῶν ἀνὰ γο ἥμισυ, βρέφους ἀμόρφου στέατος λίτραν μίαν, διονυσιακοῦ φύλλων ἁπαλῶν τοῦ χυλοῦ λαδώνιδος φύλλων ἁπαλῶν χυλοῦ, καλλικέρεως. χυλοῦ, περιστερεῶνος βοτάνης χυλοῦ, καλάμου φύλλων χυλοῦ ἑκάστου ἀνὰ κυάθους γ΄. καὶ ἥμισυ, κυνομόρου, ἐχίνων θαλασσίων κεκαυμένων ἑκάστου ἀνὰ γο β΄. κᾂν πλέον δὲ, ἄμεινον ποιήσεις, ἀκανθίωνος ἐπιγείου τὸ δέρμα κεκαυμένον, πάντα λειοτριβεῖν δεῖ ἐν θυίᾳ μολυβδίνῃ ἐπὶ πλείονας ἡμέρας, ἕως πάντα λειωθέντα καλῶς ἑνωθῇ. καὶ ἀπὸ τῆς θυίας τι ποσὸν ἀποσμηχθῇ, χρῶ προανατρίψας τὸν τόπον εὐτόνως ὠμολίνῳ, εἶτα προαποσμήξας τῇ τῆς ἀλθαίας σὺν ἐφήβου ῥίζῃ κατάχριε. τοῦτο τὸ φάρμακον οὕτω γεγραμμένον εὗρε Κλαυδιανὸς ὁ ἑταῖρος ἡμῶν ἐκ πυκτίδι διφθέρᾳ, τοῦ χρωμένου αὐτῷ ἀποθανόντος, περὶ πολλοῦ ποιησάμενος κτήσασθαι διὰ τὸ θεάσασθαι δύο τινὰς ἀρχομένους φαλακροῦσθαι θεραπευθέντας ὑπ’ αὐτοῦ, ὡς μήτε προβῆναι τὴν φαλάκρωσιν
αὐτό τε τὸ ἐψιλωμένον δασυνθῆναι, καὶ συμβολικῶς δὲ γεγραμμένον. τοῦτο λαβόντες ἡμεῖς ἐσκοπούμεθα καθ’ ἕκαστον, ὁποῖόν τι τὸ δηλούμενόν ἐστιν. ἐπινοοῦντες οὖν ἄλλοτ’ ἄλλο, διὰ μακρᾶς πείρας εὑρήσειν τὸ ἀληθὲς ἠλπίζομεν. ἀλλ’ ἔν γε τῷ παρόντι γεγράφθω τοῖς ἔπειτα, γραψόντων καὶ ἡμῶν ὕστερον ἐὰν εὕρωμέν τι μεταξὺ τῇ πείρᾳ κρίναντες. ἐν δὲ τῷ παρόντι τὸ μὲν περικαλαμίτιδος φλοιὸν καλάμου νομίζομεν εἰρῆσθαι· καὶ γὰρ καὶ ἄλλως ἴσμεν αὐτῶν ἁρμόττοντα ταῖς τοιαύταις διαθέσεσιν, ἐπειδὰν καυθῇ, καὶ γεγραφότας ἑτέρους δι’ αὐτοῦ φάρμακα τοιαῦτα. πιθανὸν οὖν ἐστιν, ἐπειδὴ περίκειται τῷ καλάμῳ ὁ φλοιὸς, περικαλαμίτιν αὐτὸν εἰρῆσθαι. δύναται δὲ καὶ τὸ καλούμενον ὑπὸ τινῶν μὲν λίμνηστρον, ὑπὸ τινῶν δὲ ἀδάρκη τε καὶ ἀδάρκιον οὕτως εἰρῆσθαι διὰ τὸ περιφύεσθαι τοῖς καλάμοις. τὸ δὲ μυροπισσοκήρου νομίζομεν εἰρῆσθαι πίσσης καὶ κηροῦ τετηκότων μύρῳ τινὶ τῶν πρὸς τὰ τοιαῦτα δοκούντων ἁρμόττειν, ὁποῖόν ἐστιν γλεύκινον καὶ δάφνινον καὶ νάρδινον καὶ σχίνινον καὶ σησάμινον καὶ κέδρινον. τὸ δὲ

ἀποτραγοπώγωνος, ἄντικρυς ἡμῖν ἐδόκει περὶ τοῦ λαδάνου λελέχθαι. καὶ γὰρ συμπεφώνηται πρὸς τὰς τοιαύτας διαθέσεις ἁρμόττειν. καὶ ἡ γένεσις αὐτοῦ κατὰ τὰ γένεια τῶν τράγων ἔν τισι χωρίοις ἐπιγίγνεται. δηλοῖ δὲ τοῦτο καὶ Ῥοῦφος ὁ Ἐφέσιος διὰ τῶνδε τῶν ἐπῶν·

Ἄλλο δὲ που κατὰ γαῖαν Ἐρέμβων λήδανον εὕροις Αἰγῶν ἀμφὶ γένεια. τὸ γὰρ καταθύμιον αἰξὶ, Κίστου ἀνθηέντος ἐπέδμεναι ἄκρα πέτηλα. Τοῦ δ’ ἀπὸ λαχνήεντος, ἀνεπλήσθησαν ἀλοιφῆς Αἶγες ὑπαὶ λασίῃσι γενειάσι, πλευρά τε πάντα. Οὐ μὲν δὴ νούσοις τόδε κάλλιον, ἀλλ’ ἄρα πνοιὴ, Ἔξοχον, οὕνεκα πολλὰ μεμιγμένα φάρμακ’ ἔχουσιν Ἀμβρόσι’, οἷά τε γαῖα φύει πεδίοισιν Ἐρέμβων.

εἰ μὲν οὖν τοῦτο μόνον τὸ λάδανον ὁ συνθεὶς τὸ φάρμακον ἐμβάλλεσθαι κελεύει, τῶν ἀδήλων ἐστίν. ἐγχωρεῖ δὲ καὶ ἀφ’ ἑνὸς εἴδους τὸ πᾶν εἰρῆσθαι γένος αὐτῷ. βρέφους δ’ ἀμόρφου δοκεῖ μοι λέγειν τῆς ἄρκτου. ταύτην γάρ φασιν ἀποκυΐσκεσθαι μὲν ἄμορφον, ὡσανεὶ σαρκῶδές τι μέρος.

ἐκλειχούσης δὲ τοῦτο τῆς μητρὸς διαμορφοῦσθαι τὸ ζῶον. διονυσιακοῦ δὲ δοκεῖ μοι λέγειν τῆς ἀμπέλου, τάχα δ’ ἄν τις φαίη καὶ κιττοῦ λέγεσθαι δύνασθαι. λαδώνιδος δὲ, ὅτι τῆς δάφνης λέγει, οὐκ ἂν οἶμαί τινα διαπορῆσαι, καλλικέρως δὲ τῆς τήλεως δοκεῖ μοι λέγειν. ὀνομάζεται δὲ παρ’ ἡμῖν ἐν Ἀσίᾳ τοῦτο τὸ φυτὸν αἰγόκερως. κυνόμορον δὲ τὴν κυνόσβατον εἰκὸς λέγεσθαι. ἀκανθίωνα δὲ ἐπίγειον ἡγοῦμαι τὸν ἐπίγειον ἐχῖνον λελέχθαι.

3. [Περὶ ῥεουσῶν τριχῶν.] Πάθος ἕτερον τριχῶν ἐστιν, ἀραιότητι μὲν τοῦ δέρματος, ἐνδείᾳ δὲ τῆς γεννώσης αὐτὰς οὐσίας ἑπόμενον, διὸ καὶ ἡ θεραπεία τῶν οὕτως βεβλαμμένων οὐ τὸν αὐτὸν ἔχει σκοπὸν ταῖς ἀλωπεκίαις. ἐπ’ ἐκείνων μὲν γὰρ ἐκδαπανῆσαι τὴν κακοχυμίαν ὁ σκοπὸς, ἐπὶ τούτων δὲ ῥῶσαί τε τὴν ἕξιν τῆς κεφαλῆς καὶ χρηστοῦ παρουσίαν ἐργάσασθαι χυμοῦ καὶ τοῦ δέρματος τὴν κατὰ πυκνότητα καὶ ἀραιότητα συμμετρίαν ἀνακαλέσασθαι. διὸ καὶ τοῖς ὑγραίνουσι φαρμάκοις μεμίχθαι χρή τι

μετρίως στῦφον, ὁποῖόν ἐστι τὸ λάδανον, ἔχον ἐν ἑαυτῷ συμμέτρως ἀμφότερα τὰ πρὸς τὸ σύμπτωμα τοῦτο ἐπιτήδεια, θερμότητά τε μετρίαν καὶ στύψιν ἀνάλογον αὐτῇ. διὰ τοῦτο τοιγαροῦν ἐλαίῳ μιγνύμενον ὡς ἐγχρίεσθαι καθίστησι τὸ σύμπτωμα τῶν ῥεουσῶν τριχῶν. εὔδηλον δ’ ὅτι προηγεῖσθαι χρὴ τῆς τοῦ φαρμάκου χρήσεως, τρίψιν τῆς κεφαλῆς καὶ τῶν πολλῶν τριχῶν ἀφαίρεσιν, εἰ δ’ ἡ ὥρα τοῦ ἔτους ἐπιτρέπει, καὶ τελείαν ἄρσιν. οὕτω γὰρ ἐπὶ ταῖς τρίψεσί τε καὶ χρίσεσι ῥωμαλέον τε καὶ θερμὸν ἔσται τὸ δέρμα καὶ τὴν συμμετρίαν τῆς πυκνώσεως ἕξει τὴν κατὰ φύσιν. εἴωθε δὲ τὸ πάθημα τοῦτο περὶ τὰς τρίχας γίγνεσθαι, πλειστάκις μὲν τοῖς νοσήσασιν, σπανιάκις δὲ καὶ χωρὶς νόσου, καὶ μᾶλλον αὐτῷ διαίτης ἀναληπτικῆς τε καὶ ὑγιεινῆς ἐστι χρεία. καὶ πολλοὶ χωρὶς φαρμάκου τελείως ἐξυγιάσθησαν ἐν τάχει. συνέθεσαν δ’ οὖν ὅμως ἕνεκεν αὐτοῦ φάρμακα, σύμμετρον πύκνωσιν ἐργαζόμενα τοῦ δέρματος, ἅμα τῷ μὴ ψύχειν αὐτό. τὰ γάρ τοι σφοδρῶς στύφοντα πάντως μὲν καὶ ψύχει καὶ
τὴν ἐπιῤῥοὴν δὲ τῆς τροφῆς ἀναστέλλει, δι’ ἣν ἐνδεῶς γιγνομένην αἱ τρίχες ἐκρέουσιν. σκοπὸς οὖν ἐστι τοῖς φαρμάκοις τὸ μὲν ἐπιῤῥέον αἷμα μὴ ὅτι κωλύειν, ἀλλὰ καὶ προτρέπειν, συνάγειν δ’ ἀτρέμα καὶ σφίγγειν τὸ κεχαυνωμένον δέρμα. τοιοῦτον δ’ αὐτοφυές ἐστι τὸ λάδανον, ὃ διὰ τὸ σύστασιν ἔχειν ὁμοίως κηρῷ δεῖταί τινος ὑγρότητος ἐπιτηδείου δαψιλοῦς, ὅπως ἐναλείφοιτο τῇ κεφαλῇ. βέλτιον οὖν ἐστι τὴν ὑγρότητα ταύτην ὁμοίαν εἶναι τῷ λαδάνῳ. τουτέστι μικτὴν ἐξ ἐναντίων δυνάμεων, ἑλκτικῆς τε καὶ συνακτικῆς. οὔκουν οὔτε τὸ Σαβῖνον οὔτε τὸ παλαιὸν ἔλαιον οὔτε τὸ κίκινον ἐπιτήδειον, ἀλλὰ τὸ κατὰ τὴν Ἰβηρίαν ἢ Ἱσπανίαν ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν αὐτὴν γεννώμενον, ἔχει γάρ τι καὶ στύψεως, ἔτι δὲ τοῦδε μᾶλλον τὸ σχίνινον αὐτοφυῶς ὑπάρχον τοιοῦτον, οἷόν περ καὶ τὸ λάδανον. ὥστε οὔτε ἐπειράθην οὔτε ἐπινοῶ κρεῖττον ἔσεσθαι φάρμακον ἐπὶ τῶν ῥεουσῶν τριχῶν τοῦ μιχθέντος ἔκ τε τοῦ λαδάνου καὶ τοῦ σχινίνου. πρόδηλον δ’ ὅτι ξυρηθέντι
μέν τινι παχύτερον χρὴ προσφέρεσθαι τὸ φάρμακον, ἐν χρῷ δὲ κειρομένοις ὑγρότερον. ὅτι γὰρ οὐ χρὴ κομᾷν, πρὶν ἂν οὕτω τις θεραπεύηται, ἐστὶ πρόδηλον. εἰ δὲ πολλὴ ῥύσις εἴη καὶ τεκμαίροιο τοῦ τῆς κεφαλῆς δέρματος ἀραιότητα γεγονέναι πολλὴν, οὐκ ἀνεπιτήδειον εἰς τὰ παρόντα καὶ τὸ μύρσινον ἀντὶ τοῦ σχινίνου μίγνυσθαι τῷ λαδάνῳ. μίξαις δ’ ἄν ποτε καὶ τὸ νάρδινον μύρον ἐν ἡλικίᾳ ψυχρᾷ καὶ ὥρᾳ χειμερινῇ· ἀγαθὸν δὲ φάρμακον εἰς πάντα καὶ τὸ τῶν πλουσίων γυναικῶν μύρον, ὃ καλοῦσιν ἐν Ῥώμῃ φουλίατον. οὐχ ἧττον δὲ τοῦτο χρηστὸν, ἀλλὰ καὶ μᾶλλον, ὃ προσαγορεύουσι σπικάτον, ὥστε τούτοις μὲν καταμόνας χρίεσθαι κέλευε τὰς πλουσίας καὶ μετὰ νάρδου τῆς ἀρίστης. τὸ λάδανον δὲ τῆκε κατὰ διπλοῦν ἀγγεῖον δηλονότι καὶ τηχθέντος μετὰ νάρδου πρόσμιγε τῶν εἰρημένων πολυτελῶν μύρων, ὅτουπερ ἂν εὐποροίης. ἐμοὶ μὲν οὖν ἤρκεσε ταῦτα μετὰ τῆς ἀναληπτικῆς τε καὶ ὑγιεινῆς διαίτης, ἥτις ἐπὶ τῶν πλείστων ἐστὶν αὐτάρκης μόνη. συνέθηκαν δὲ, ὡς ἔφην, ἔνιοι τῶν

ἔμπροσθεν ἰατρῶν φάρμακα πρὸς ῥεούσας τρίχας, ὧν ἐγὼ μνημονεύσας, ὅπῃ διενήνοχεν ἀλλήλων διηγήσομαι. πρώτας δὲ ἐρῶ τὰς ὑφ’ Ἥρα γεγραμμένας συνθέσεις φαρμάκων, ὧν τὴν μὲν προτέραν ἐπαινῶ, τὴν δὲ δευτέραν περίεργον ἡγοῦμαι. γράφει δὲ περὶ τῆς προτέρας ὡδί.

[Αἱ ὑφ’ Ἥρα γεγραμμέναι συνθέσεις φαρμάκων πρὸς ῥεούσας τρίχας.] Ἥρας ἔγραψεν ἐν τῷ νάρθηκι δύο φάρμακα τὰ ὑπογεγραμμένα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ, πρὸς τὸ μὴ ἀποῤῥεῖν τὰς ἐν τῇ κεφαλῇ τρίχας. λάδανον ἀποβρέχων ἐν οἴνῳ αὐστηρῷ λέαινε, ἐπαλλὰξ παρεπιχέων μύρσινον ἔλαιον καὶ οἶνον, ὡς μέλιτος σχεῖν πάχος καὶ χρῖε τὴν κεφαλὴν πρὸ βαλανείου καὶ μετὰ βαλανεῖον. βέλτιον δέ ἐστιν καὶ πολυτρίχου ὅ τινες καὶ ἀδίαντον καλοῦσιν καὶ τὸ ἥμισυ μέρος τοῦ λαδάνου προσβάλλειν καὶ χρῆσθαι μετὰ μυρσίνου ἢ μετὰ ναρδίνου. ταῦτα περὶ τῆς προτέρας συνθέσεως εἰπὼν ὁ Ἥρας ἐφεξῆς γράφει ταῦτα.

[Σύνθεσις ἐλαίου πρὸς ῥεούσας τρίχας, ἡ δ’ αὐτὴ καὶ μελαίνει.] Μεταξὺ καλανδῶν Ἰουλίων καὶ ἰδῶν κάρυα χλωρὰ

ἑκατὸν θλάσας καὶ μίξας ἐλαίου πρωτείου ξεστ. α΄. καὶ στυπτηρίας ὑγρᾶς λίτρας γ΄. βάλε εἰς σκεῦος καινὸν ὀστράκινον προβρέξας τὸ σκεῦος καὶ ἐπιμελέστατα περιχρίσας, κατάθου αὐτὸ ἐν τόπῳ μήτε λίαν νοτερῷ μήτε θερμῷ καὶ ἔα ὑπὸ τὴν γῆν μῆνας τρεῖς, εἶτα ἀνελόμενος χρῶ τῷ ἐλαίῳ. αὕτη σοι καὶ ἡ τοῦ δευτέρου φαρμάκου γραφὴ, πλέον ἢ δεῖ στυπτικὸν ἐργαζομένη τὸ φάρμακον. καὶ διὰ τοῦτο ἐπανορθούμενος αὐτοῦ τὸ σφοδρὸν τῆς στύψεως ὁ πρῶτος συνθεὶς ἐκ τοῦ κατορύξαι τε καὶ οἷον σῆψαι τὰ μιχθέντα λεπτομερεστέραν αὐτῶν τὴν οὐσίαν ἐπειράθη ποιῆσαι. τὸ δὲ τοιοῦτον φάρμακον ἐν ὥρᾳ καὶ χώρᾳ καὶ φύσει σώματος θερμῇ χρήσιμον, ὡς ἐπί γε τῶν ἐναντίων οὐκ ἀσφαλὲς χρῆσθαι. καὶ γὰρ οὖν καὶ ψυχθείσας ὑπ’ αὐτοῦ γυναῖκας εἶδον, ὡς κορύζῃ τε καὶ βράγχῳ καὶ κατάῤῥῳ περιπεσεῖν ἐξ αὐτοῦ.

[Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων πρὸς ῥεούσας τρίχας.] Ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων Ἀρχιγένης ἔγραψεν πρὸς ῥεούσας τρίχας ὡδί πως κατὰ λέξιν·

♃ λαδάνου καὶ ἀψινθίου ἴσα καὶ ἀρκευθίδας δέκα λείας, ὀθονίῳ ἐνδήσας καὶ βρέξας ἐλαίῳ ἐφ’ ἡμέρας ε΄. ἐκ τούτου ἀλείφου τὴν κεφαλὴν καὶ οὔτε ῥέουσιν αἱ τρίχες οὔτε πίτυρα ἕξει. ἢ κτενιζόμενος ἀδιάντῳ μετὰ μυρσίνου ἢ ῥοδίνου ἐλαίου, ἢ ἀδιάντῳ, μυρσίνης μελαίνης ἴσα, κηκίδος διπλοῦν σὺν ἐλαίῳ παλαιῷ ἢ σχινίνῳ ἢ μυρσίνῳ μέλιτος πάχος ποιῶν χρῶ. ἢ λίβανον ἢ μίσυ ἢ κηκίδα ἢ ἀδίαντον ἴσα σὺν οἴνῳ ἀθαλάσσῳ μέλιτος πάχος ποιῶν τρῖβε ἐν ἡλίῳ. ἢ ἕψε μαλακῶς, ἕως ἂν μελανθῇ, εἶτα σὺν ἐλαίῳ παλαιῷ ἢ σχινίνῳ ἢ μυρσίνῳ μίξας χρῶ. ἢ κράμβην ξηρὰν κόψας μεθ’ ὕδατος κατάπλασσε, ἢ λωτοῦ ῥίζαν ὁμοίως.

[Περὶ τῶν ἐν τῷ Κλεοπάτρας κοσμητικῷ γεγραμμένων.] Καὶ τὰ γεγραμμένα κατὰ τὸ Κλεοπάτρας κοσμητικὸν αὐτοῖς ὀνόμασιν οὕτως ἔχει· πρὸς τὸ τρίχας γεννῆσαι ἐν τῇ κεφαλῇ· καλάμων ἁπαλῶν τὰς ῥίζας κόψας χύλισον καὶ μυίας ἐν πολταρίῳ φρύξας μίξον, καὶ στέαρ ἄρκτειον καὶ ἔλαιον

κέδρινον καθ’ ἓν τρίψας καὶ ἐπὶ τὸ αὐτὸ μίξας δὸς καταχρίεσθαι. ἵνα δὲ τὴν ὀσμὴν ἀπαμβλύνῃς, μῖξον οἶνον ἢ γλυκύ. ἄλλο γεγραμμένον οὐ μετὰ πολλὰ τοῦ πρόσθεν ὧδέ πως κατὰ λέξιν πρὸς τριχοφυΐαν. λινόσπερμα ξηρὸν κατάκαυσον, σὺν τῇ λινοκαλάμῃ καὶ τρίψας σὺν ἐλαίῳ σησαμίνῳ κατάχριε. ἄλλο κατωτέρω γεγραμμένον ὡδί πως πρὸς τρίχας ῥεούσας. γῆν κιμωλίαν ἁδροτάτην βρέξον οἴνῳ αὐστηρῷ καὶ μόρων χυλῷ τοσούτῳ ὅσον συμπιεῖν μόνον, καὶ πρόσβαλε ὡς λειοτάτου ὑοσκυάμου ὀξύβαφον, εἶτα ἀναπλάσας τροχίσκους καὶ ξηράνας ἐν σκιᾷ ἀπόθου εἰς ἀγγεῖον κεραμεοῦν καινόν. ἐπὶ δὲ τῆς χρήσεως διεὶς ὕδατι καταχρίεσθαι κέλευε. εἶτα ὅταν ξηρανθῇ, ἐκκλυζέσθω δι’ ἡμερῶν ε΄. τὸ αὐτὸ ποιεῖ. ἔτι δὲ ποιεῖ καὶ πρὸς τὰ ἐν τῷ προσώπῳ καὶ τραχήλῳ λειχηνώδη. ἄλλη αὔξουσα ταχέως καὶ δασύνουσα καὶ μελαίνουσα. λάδανον λέανον μετ’ ἐλαίου καὶ γλυκέος οἴνου καὶ ποιήσας πάχος τοῦτο κατάχριε προσμηξάμενος. καὶ μετ’ ὀλίγα πάλιν ἕτερον γέγραπται φάρμακον κατὰ λέξιν οὕτως. πρὸς ῥύσιν

τριχῶν τὴν χωρὶς νόσου γιγνομένην. κράμβην ξηρὰν λείαν μεθ’ ὕδατος κατάπλασσε ἢ λωτοῦ ῥίζαν ὁμοίως.

[Τίνι διαφέρει τοῦ κομμωτικοῦ τὸ κοσμητικὸν τῆς ἰατρικῆς μέρος.] Τῷ μὲν κομμωτικῷ σκοπός ἐστι κάλλος ἐπίκτητον ἐργάσασθαι, τῷ δὲ τῆς ἰατρικῆς μέρει τῷ κοσμητικῷ τὸ κατὰ φύσιν ἅπαν ἐν τῷ σώματι φυλάττειν, ᾧ καὶ τὸ κατὰ φύσιν ἕπεται κάλλος. ἀπρεπὴς γὰρ ὀφθῆναι κεφαλὴ πάθος ἀλωπεκίας ἔχουσα, καθάπερ γε κᾂν ἐκ τῶν ὀφθαλμῶν αἱ βλεφαρίδες ἐκπέσωσι καὶ τῶν ὀφρύων αἱ τρίχες. οὐ μόνον δ’ εἰς κάλλος, ἀλλὰ καὶ πολὺ πρότερον εἰς αὐτὴν τὴν ὑγείαν τῶν μορίων αἱ τρίχες αὗται συντελοῦσιν, ὡς ἐν τοῖς περὶ χρείας μορίων ἐδείχθη. τί δεῖ λέγειν περὶ λειχήνων ἢ ψώρας ἢ λέπρας ὡς παρὰ φύσιν ταῦτα; τὸ μέντοι λευκότερον τὸ χρῶμα τοῦ προσώπου ποιεῖν ἐκ φαρμάκων ἢ ἐρυθρότερον ἢ τὰς τρίχας τῆς κεφαλῆς οὔλας ἢ πυῤῥὰς ἢ μελαίνας ἢ καθάπερ αἱ γυναῖκες ἐπὶ μήκιστον αὐξανομένας, ταῦτα καὶ τὰ τοιαῦτα τῆς κομμωτικῆς κακίας ἐστὶν, οὐ τῆς

ἰατρικῆς τέχνης ἔργα. διὰ δὲ τὴν κοινωνίαν τούτων ἐνίοτε καὶ βασιλικαὶ γυναῖκες ἢ οἱ βασιλεῖς αὐτοὶ προστάττουσιν ἡμῖν καὶ τὰ τῆς κομμωτικῆς, οἷς οὐκ ἔνεστιν ἀρνεῖσθαι διδάσκοντας διαφέρειν τὴν κομμωτικὴν τοῦ κοσμητικοῦ μέρους τῆς ἰατρικῆς. διὰ τοῦτο οὖν ἔδοξέ μοι καὶ τὰ ὑπὸ Κρίτωνος γεγραμμένα φάρμακα διαφυλακτικὰ τριχῶν καὶ αὐξητικὰ κατὰ τὸ πρῶτον τῶν κοσμητικῶν ἐφεξῆς ὑπογράψαι.

[Τὰ ὑπὸ Κρίτωνος γεγραμμένα φάρμακα διαφυλακτικὰ τριχῶν καὶ αὐξητικὰ καὶ προφυλακτικὰ τῆς ῥύσεως αὐτῶν.] Ἐν τῷ πρώτῳ τῶν κοσμητικῶν ὁ Κρίτων εὐθέως ἐν ἀρχῇ μετὰ τὸ προοίμιον οὑτωσί πως ἔγραψεν αὐτοῖς ὀνόμασιν. πρὸς μὲν οὖν διατήρησιν τῶν τριχῶν χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. Ἡρακλείδου Ταραντίνου διαφυλακτικὰ τριχῶν. ἀνεμώνης τὸ ἄνθος τρίψας μετ’ ἐλαίου κατάχριε. τὸ δ’ αὐτὸ καὶ μελαίνει. ἄλλο. λάδανον πρόβρεχε οἴνῳ αὐστηρῷ καὶ τρίψας ἀναλάμβανε μυρσίνῳ ἐλαίῳ καὶ ὑπόχριε τὰς τρίχας πρὸ βαλανείου. ἄλλο. περιστερεῶνα τὸν ὀρθὸν

λεγόμενον σὺν ταῖς ῥίζαις ξηράνας καὶ κόψας σῆθε λεπτοτάτῳ κοσκίνῳ, εἶτα μίξας ἐλαίῳ, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος εἰς ἀγγεῖον χαλκοῦν ἀπόθου, καὶ ὅταν σαπῇ, χρῶ ἀντ’ ἐλαίου ὁμοίως. ἄλλο. ♃ λαδάνου μέρη δύο, πολυτρίχου ὅ τινες ἀδίαντον καλοῦσι μέρος α΄. οἴνου καὶ μυρσίνου ἐλαίου μέρος ἓν, ἡμεῖς δὲ ἀντὶ τοῦ μυρσίνου ἐλαίου ἐχρησάμεθα ναρδίνῳ. ἄλλο. τὸ δ’ αὐτὸ καὶ ὑπομελαίνει. ♃ μύρτων μελάνων γο γ΄. λαδάνου τὸ ἴσον τρῖβε διαλύων ἀκακίας καρποῦ τῷ ἀφεψήματι, τουτέστι τῶν λεγομένων ἀκάνθης κερατίων. ὅταν δὲ σχῇ γλοιοῦ τὸ πάχος, ἀναλάμβανε, ναρδίνῳ ἢ μυρσίνῳ ἢ ἄλλῳ τινὶ τῶν ἡδυσμάτων. ἄλλο ἄλειμμα διαφυλακτικὸν τριχῶν, τὸ δ’ αὐτὸ καὶ ὑπομελαίνει. ♃ μύρτων μελάνων ξεστ. α΄. σελίνου σπέρματος ξεστ. α΄. σεύτλου σπέρματος ξεστ. α΄. μυρσίνης ἀκρεμόνων ξεστ. α΄. ἀδιάντου ξεστ. τὸ S". λαδάνου τὸ ἴσον, οἴνου μέλανος ξεστ. στ΄. ἕψε μέχρι παντελοῦς διαλύσεως, καὶ ὅταν τὸ τρίτον ἀπολειφθῇ, ἐπίβαλλον
ἐλαίου ἤ τινος ἡδύσματος ξεστ. β΄ ἢ τρεῖς, καὶ πάλιν ἕψε. ὅταν δὲ δὶς ἢ τρὶς ἀναβράσῃ, ἐκθλίψας τὸ ὑγρὸν καὶ σακκίσας ἐπιμελῶς ἀπόθου εἰς ὑδρίαν, ἐπὶ τῆς χρήσεως κείρων παντελῶς χρῶ, περιαλείφων δὶς τῆς ἡμέρας τὰς τρίχας. ἄλλο. ♃ γλυκέος Κρητικοῦ ξεστ. α΄. λαδάνου γο α΄. φλοιοῦ στροβίλων κεκαυμένων γο β΄. πολυτρίχου κεκαυμένου γο α΄. στέατος ἀρκτείου λίτραν α΄. σεύτλου χυλοῦ κύαθ. γ΄. ἕψε τὸ λάδανον καὶ τὸ γλυκὺ μέχρι συστάσεως, εἶτα ἐπέμβαλε τὰ λοιπὰ καὶ ἀνελόμενος εἰς ἀγγεῖον μολυβδοῦν φύλαττε. ἐπὶ δὲ τῆς χρήσεως ἀνιεὶς ὅσον ἐξαρκεῖ, ἐν ᾧ θέλεις ἡδύσματι ἡ χρῆσις καθ’ ἡμέραν. ἔνιοι δὲ ξυρήσαντες τὴν κεφαλὴν ἐπέχρισαν τῷ φαρμάκῳ, μηδέ τινι διαλύσαντες. ἄλλο. ♃ λαδάνου γο α΄. γλυκέος ξεστ. α΄. φλοιοῦ στροβίλων κεκαυμένων δραχ. β΄. ἐν ἄλλῳ δραχ. α΄. S". σφαῖραν θαλασσίαν κεκαυμένην καὶ τετριμμένην α΄. Κιλικίου μέλανος κεκαυμένου καὶ τετριμμένου κύαθ. γ΄. πολυτρίχου κεκαυμένου καὶ τετριμμένου κύαθ. β΄. στέατος ἀρκτείου λίτραν α΄. ἕψε καὶ σκεύαζε καθὰ προείρηται.
ἄλλο διαφυλακτικὸν τριχῶν καὶ ταῖς ῥεούσαις θριξὶν βοηθοῦν. ♃ σελίνου σπέρματος γο β΄. καλλιτρίχου οὐγγίας β΄. λιβάνου γο β΄. κάρυα βασιλικὰ ἀριθμῷ ιε΄. λαδάνου γο β΄. στροβίλου φλοιοῦ λίτραν α΄. πάντα βαλὼν εἰς χύτραν καινὴν καὶ στόμα ἀργίλῃ περιπλάσας, ὄπτα ἐν καμίνῳ βαλανείου, εἶτα ἐξελὼν τρῖψον τὰ ἐγκείμενα καὶ τούτοις ἐπιβαλὼν στέατος ἀρκτείου λίτραν καὶ μίξας ἀνελοῦ εἰς πυξίδα πρινίνην. ἐπὶ δὲ τῆς χρήσεως αἱρῶν τοῦ φαρμάκου ὅσον ἐξαρκεῖ, ἀνάκοπτε ᾧ θέλεις ἡδύσματι καὶ χρῖε τὴν κεφαλὴν δὶς τῆς ἡμέρας. ἔνιοι δὲ καὶ ξυρῶντες τὴν κεφαλὴν ἐπιχρίουσι τῷ φαρμάκῳ ἀνειλημμένῳ στέατι ἀρκτείῳ. ἄλλο πρὸς φαλάκρωσιν, ᾧ ἐχρήσατο Ἀνδρόμαχος ὁ νεώτερος. λαγωῶν κοιλίας ἓξ ἐκλαβὼν καὶ ξηράνας ἐπιμελῶς φρῦγε ἐν ἀγγείῳ ὀστρακίνῳ. πρὸς τούτοις λάμβανε μύρτων γο γ΄. καὶ τῶν ἀκρεμόνων τὸ ἴσον, ἀδιάντου γο γ΄. ταῦτα πάντα προσεχῶς φρύξας κόπτε καὶ σῆθε λεπτῷ κοσκίνῳ, εἶτα ἐπιβαλὼν στέατος ἀρκτείου καὶ φώκης τὸ ἴσον ἀνάκοπτε

καὶ ἀνελόμενος εἰς πυξίδα μολυβδίνην φύλαττε, ἐπὶ δὲ τῆς χρήσεως ἄνιε ᾧ βούλει ἡδύσματι. περὶ μὲν οὖν τὸ τῶν ἐπὶ τοσοῦτον.

4. [Περὶ βαμμάτων τῶν τριχῶν.] Μετὰ τὰ γεγραμμένα φάρμακα γράφοντος ἄλλα τοῦ Κρίτωνος, ἃ καὶ τὰς τρίχας μὲν ἐπαγγέλλεται διαφυλάττειν, τὸ πρῶτον δ’ αὐτῶν ἔργον ἐστὶ βάπτειν αὐτὰς, ὡς ἤτοι μελαίνας ἢ ξανθὰς γίγνεσθαι, παραλιπεῖν ἔδοξέ μοι τό γε κατ’ ἀρχὰς ἅπαντα τὰ τοιαῦτα προφανῶς ὄντα κομμωτικὰ, ἐπεὶ οὐκ οἶδ’ ὅπως ἤδη δόγμα κοινὸν γέγονε τὰς γυναῖκας γηρώσας μελαίνειν τὰς τρίχας τῆς κεφαλῆς, ὡς αἰσχρὸν ὂν ἔχειν πολιὰς, καὶ τοῦτο καὶ αὐτοῖς τοῖς ἄῤῥεσι δοκεῖ καί φασιν ἐπαχθὲς εἶναι γραῦν γυναῖκα πολιὰν ἔχειν τὴν κεφαλήν. ὅσαι μὲν τρυφῶσαι κοσμοῦσιν ἑαυτὰς, οὐδεμιᾷ τούτων ἀξιούσῃ τι τοιοῦτον ὑπ’ ἐμοῦ δοθῆναι παρέσχον, ὅσαι δὲ σεμνότεραι τό τε παράσημον φεύγουσαι καὶ τὰς ὑπ’ αὐτῶν τῶν ἀῤῥένων ἐνοχλήσεις ἐξιστάμεναι μελαίνειν ἠβουλήθησάν πως τὰς τρίχας

ἄνευ τῆς ἐκ τοῦ μελασμοῦ τῶν στυφόντων βλάβης, ἐκείναις συνεβούλευσα χρῆσθαι τῇ καλουμένῃ κεδρίᾳ, χριομέναις μὲν αὐτῇ πρὸ τριῶν ἢ τεσσάρων ὡρῶν τοῦ λουτροῦ, σμωμέναις δὲ μετὰ ταῦτα, καὶ τοῦτο ποιεῖν δι’ ἡμερῶν τεσσάρων ἢ πέντε. πρὸς γὰρ τῷ μηδὲν βλάπτειν ἔτι καὶ προσωφελεῖ τὰς ἑτοίμως ὑπὸ ψύξεως βλαπτομένας, ἱκανῶς θερμαῖνον φάρμακον οὖσα ἡ κεδρία. χρὴ δ’ αὐτὴν ἄμικτον ἐλαίου παραλαμβάνειν ἐπὶ τῶν ξηρανθῆναί τε καὶ θερμανθῆναι σφοδρῶς δεομένων κεφαλῶν, αἷς ὑγρὰ δηλονότι καὶ ψυχρὰ δυσκρασία κατ’ αὐτάς ἐστιν. ἐπὶ δὲ τῶν ἄλλων ἐλαίῳ μιγνύντας τοῦτο τὸ φάρμακον καὶ τὰς ῥεούσας τρίχας ἐπανορθοῦται καὶ τὰς μὴ ῥεούσας ἐναυξεστέρας ἐργάζεται. τὴν δ’ ὀσμὴν αὐτοῦ φεύγουσιν αἱ τρυφῶσαι γυναῖκες, οὖσαν οὐκ ἀηδῆ ταῖς εἰς ἔθος ἀφικέσθαι τῆς χρήσεως ὑπομεινάσαις. ἐν Ἀσίᾳ δὲ παρ’ ἡμῖν αἱ ἐν τοῖς ὄρεσιν ἄγροικοι γυναῖκες οὐ μόνον κεδρίᾳ χρίονται μετ’ ἐλαίου μιγνύουσαι τό τε σύμπαν σῶμα καὶ τὴν κεφαλὴν, ἀλλὰ καὶ πίττῃ τῇ ὑγρᾷ μετ’ ἐλαίου κατὰ τὸν
αὐτὸν τρόπον μεμιγμένῃ καταχρίουσι τὰς ἐν τῇ κεφαλῇ ῥίζας τῶν τριχῶν καὶ καλοῦσι τὸ σύνθετον τοῦτο φάρμακον πισσέλαιον, ἕτερον ὂν τοῦ πισσάνθου καλουμένου, ὃ ταῖς ὑγραῖς ἐφίσταται πίτταις, λεπτομερέστερον ὑπάρχον αὐτῶν καὶ τῇ συστάσει καὶ τῇ δυνάμει. τὰ μὲν οὖν τοιαῦτα φάρμακα βραδέως ποιεῖ πολιοῦσθαι, μηδὲν βλάπτοντα τοὺς χρωμένους, τὰ δὲ διὰ τῶν αὐστηρῶν τε καὶ στρυφνῶν συγκείμενα βλάπτει μεγάλως. τὴν δ’ ὕλην ἐξ ὧν σύγκειται ταῦτα, τῆς στυπτικῆς ὀνομαζομένης ποιότητός τε καὶ δυνάμεως οὖσαν, ἔχειν τι χρὴ καὶ λεπτομερὲς, ὡς μὴ μόνον ἐπιπολῆς, ἀλλὰ καὶ διὰ βάθους ἀλλοιοῦν τὸ δέρμα, μέχρι τοῦ κατὰ τὰς ῥίζας τῶν τριχῶν τόπου. αὕτη μὲν οὖν ἡ τῆς συνθέσεως αὐτῶν ἐστι μέθοδος. ἔχεις δὲ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ τὰς κατὰ μέρος αὐτῶν ὕλας, ἐν αἷς αὐτῶν αἱ δυνάμεις τε καὶ ποιότητες εἴρηνται. δυνήσῃ τοιγαροῦν ἐξ ἐκείνων τά τ’ ἤδη συγκείμενα τοῖς ἔμπροσθεν ὁποίας ἐστὶ δυνάμεως εὑρίσκειν αὐτός τε συντιθέναι. χρήσιμον
δὲ τοῦτο καὶ πρὸς διάγνωσίν ἐστι τῶν γιγνομένων παθῶν ἐνίοτε ταῖς βλαπτομέναις. γυναιξὶν καὶ πρὸς τὴν τῶν ἀποβησομένων πρόγνωσιν, ἴασίν τε τῶν παρόντων. οὐ μόνον γὰρ ἐν κινδύνῳ γενομένας οἶδα πολλάκις γυναῖκας, ἀλλὰ καὶ ἀποθανούσας ἐκ τοῦ καταψυχθῆναι τὴν κεφαλὴν ὑπὸ τῶν τοιούτων φαρμάκων. ἡ βλάβη δ’ αὐταῖς μάλιστα γίγνεται ποτὲ μὲν εἰς ἀποπληξίαν ἢ ἐπιληψίαν ἢ καταφορὰν ἢ κάρον ἢ τὴν καλουμένην κατάληψιν ἐμπιπτούσαις. ἔστι δ’ ὅτε κατάῤῥοις ἁλισκομέναις δυσλύτοις, ὡς φθάσαι τὸν πνεύμονα παθεῖν καὶ φθόην ἐξ αὐτῶν ἀκολουθῆσαι. βλάπτονται δὲ θᾶττον μὲν αἱ ψυχροτέραν τὴν κρᾶσιν τῆς κεφαλῆς ἔχουσαι, βραδύτερον δὲ αἱ θερμοτέραν. τὰ μὲν γὰρ ψυχρὰ μόρια τοῖς ψυχροῖς πάθεσι, τὰ δὲ θερμὰ τοῖς θερμοῖς ἁλίσκεται ῥᾷον. ὅ γε μὴν κίνδυνος ἥττων, ὡς ἂν ἐπὶ μικροτέροις αἰτίοις βλαπτομένων τῶν ψυχροτέραν ἐχουσῶν τὴν κρᾶσιν. αἱ δὲ θερμαὶ διότι δυσπαθεῖς εἰσιν τοῖς ψύχουσιν αἰτίοις, ὅταν ὑπὸ μεγάλων νικηθῶσι, μείζονα φέρουσι τὴν βλάβην ὑποπεπτωκυῖαν

τῷ κοινῷ καὶ καθόλου λόγῳ, τῷ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένῳ. ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν οἷς ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ τῆς ἕξιος καὶ τῆς ὥρης ἡ νοῦσος μᾶλλον ἢ οἷς ἂν μὴ οἰκείη κατά τι τουτέων.

[Περὶ τῶν μελαινόντων τὰς τρίχας φαρμάκων Ἀρχιγένους.] Εἶπον ὀλίγον ἔμπροσθεν, ὡς οὐ κατὰ τὴν ἐμὴν γνώμην ἰατρὸς ἂν τὰ τοιαῦτα μεταχειρίζοιτο, προστάττουσι δ’ ἐνίοτε βασιλικαὶ γυναῖκες, αἷς οὐκ ἔστιν ἀρνήσασθαι, μελανθῆναι βουλόμεναι τὰς τρίχας ἢ ξανθισθῆναι, διὸ καὶ τὸν Ἀρχιγένη νομίζω καίτοι σεμνότατον ὄντα, γεγραφέναι περὶ αὐτῶν ὧδέ πως αὐτοῖς ὀνόμασιν. μελαίνει τρίχας ταῦτα. καππάρεως ῥίζα λεία σὺν γάλακτι γυναικείῳ, ἔνιοι δὲ ὀνείῳ μέχρι τὸ τρίτον λειφθῇ, ἑψήσας, κατάπλασσον εἰς νύκτα. ἢ οὔρῳ κυνείῳ τηρηθέντι ἐπὶ ἡμέρας πέντε ἢ ἓξ σμήχου. ἢ πρίνου ῥίζης φλοιὸν ἑψήσας μέχρις ἁπαλὸς γένηται, τούτῳ μὲν κατάπλασσε, τῷ δὲ ὕδατι σμήχου. ἢ ἀνεμώνης τὸ ἐντὸς

μέλαν, τριβὲν σὺν ἐλαίῳ μυρσίνῳ καταψῶ. ἢ λιθάργυρον, κιμωλίαν, στυπτηρίαν ὑγρὰν ἴσα προσμηξάμενος καὶ τὰς τρίχας ξηράνας εἰς νύκτα κατάχριε καὶ φύλλοις τεύτλου ἐπάνω ἐπίδει. ἢ γῆν Σελινουσίαν, λιθάργυρον, ἄσβεστον, ὕδατι μέλιτος πάχος, κονίᾳ ὑγρᾷ προσμήξας κατάχριε ἀνὰ τρίχα καὶ ὁμοίως φύλλα τεύτλου ἐπιθεὶς κατάδει, πρωΐας δὲ ἀποτινάξας τὰς τρίχας κατάψησον. ἢ ἀψινθίου, ὀστῶν φοινικίων Συριακῶν, κυάμων Αἰγυπτίων πάντων κεκαυμένων ἰδίᾳ τῆς σποδοῦ ἴσα οἴνῳ Μενδησίῳ γλοιῶδες ποιήσας, κηρωτὴν μυρσίνην ὑγρὰν μῖξον καὶ καταψῶ. ἢ ἰτέας φλοιοῦ χυλὸν μετ’ ἐλαίου τρῖβε, ἄκρως μελαίνει. ἢ ἀπὸ καρύας τὰ ὡσανεὶ βοτρύδια ἐλαίῳ ἑψήσας ὑγρὰν ἄσφαλτον μῖξον καὶ χρῶ. ἐφεξῆς τοῖς προειρημένοις καὶ ταῦτα ἔγραψεν ὁ Ἀρχιγένης. μελαίνει πώγωνα φελλὸς ἄβροχος καὶ μόλυβδος κεκαυμένος, σὺν τεύτλου ὠμοῦ χυλῷ μέλιτος πάχος χρίσας, ἔασον ἕως ἀρίστου, εἶτα κλύζου. ἢ σκωρίαν σιδήρου καὶ μόλυβδον ἐν ὄξει ἑψήσας μέχρι τὸ τρίτον λειφθῇ, ἐπιχρίου
ἐλαίου ἀπεχόμενος. τούτοις ἐφεξῆς ὁ Ἀρχιγένης ἐκ τῆς κομμωτικῆς κακοτεχνίας ὄντα καὶ ταῦτα ἔγραψε· πυῤῥὰς δὲ ποιοῦσιν θέρμοι ὠμοὶ σὺν ὕδατι καὶ νίτρῳ καταχριόμενοι. καὶ ταῦτα δὲ περὶ ξανθισμοῦ. περὶ δὲ τῆς οὐλοποιήσεως τριχῶν ὧδε. οὐλὰς δὲ ποιήσεις τρίχας, ἐὰν ἀφρῷ ἁλὸς μετὰ σμύρνης σμήχῃς. ἢ ὀπῷ καρπάσου χρῖε καὶ μένουσιν οὖλαι καὶ μέλαιναι. ἢ μύρτοις καὶ τεύτλου σπέρματι ἴσοις, λείοις σὺν ἐλαίῳ χρῶ. ἢ ἀσφοδέλου ῥίζῃ μετὰ ἀκράτου συγχρίου ἢ λεπύχανα θέρμων καὶ ὀλίγον νίτρον ἐν ὕδατι βρέξον ἐφ’ ἡμέρας τέσσαρας καὶ χρῶ. τούτων τῶν φαρμάκων ἐμνημόνευσα, δηλῶσαι βουλόμενος ἀναγκάζεσθαί τινας καὶ τῶν σεμνοτάτων ἀνδρῶν, ἐμπειρίαν κτᾶσθαι καὶ τῶν κομμωτικῶν φαρμάκων. ὅπου γὰρ Ἀρχιγένης οὐκ ᾐδέσθη γράφων αὐτὰ, πολὺ μᾶλλον ἄν τις Κρίτωνι συγγνῴη κατὰ τὴν αὐτοκρατορικὴν οἰκίαν ἰατρεύσαντι. φαίνεται δὲ καὶ ὁ Ταραντῖνος Ἡρακλείδης πολλὰ καὶ δόκιμα φάρμακα τῆς κομμωτικῆς θεωρίας γεγραφὼς, καίτοι μήπω τοσαύτης τρυφῆς κατεχούσης τὰς γυναῖκας ὅση νῦν ἐστιν. ἀλλὰ καὶ τὰ τοῦ Ἡρακλείδου

καὶ Κλεοπάτρας, ὅσοι τ’ ἄλλοι μετ’ αὐτοὺς ἐν τῷ μεταξὺ γεγόνασιν ἰατροὶ φάρμακα πάντα συνήθροισεν ὁ Κρίτων. πρὸς ἐκεῖνον οὖν ἀναπέμπω τοὺς βουλομένους μελασμούς τε καὶ ξανθίσεις τριχῶν ὅσα τ’ ἄλλα τοιαῦτα μανθάνειν. ἔγραψε γὰρ τέτταρα βιβλία κοσμητικῶν, ἃ πάντες ἔχουσιν. τί ἂν οὖν ἔγωγε μεταγράφοιμι νῦν αὐτὰ, δυναμένων τῶν βουλομένων παρ’ ἐκείνου μανθάνειν; ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τὰ περὶ τῶν τριχῶν πάντα καταρχὰς εὐθὺς γεγραμμένα, τῶν δ’ ἄλλων τῶν ἐφεξῆς κατὰ τὴν οἰκείαν τάξιν. ὅπως οὖν ῥᾳδίως εὑρίσκοιεν οἱ ζητοῦντες, ἕκαστα τῶν τοιούτων φαρμάκων ἔδοξέ μοι δηλῶσαι τὰ κεφάλαια τῶν καθ’ ἕκαστον βιβλίων. ἐν μὲν οὖν τῷ πρώτῳ ταῦτά ἐστιν.

Τοῦ πρώτου τῶν Κρίτωνος κοσμητικῶν κεφάλαια. διαφυλακτικὰ τριχῶν. αὐξητικὰ τριχῶν. προφυλακτικὰ τριχῶν. βάμματα πολιῶν. βάμματα ὥστε ξανθὰς καὶ χρυσιζούσας ποιεῖν. σμήξεις τριχῶν. ἐπίχριστα προφυλακτικά. προσώπου τετανώματα. προσώπου ἐπίχριστα λαμπρυντικά. προσώπου

καταπλάσματα λαμπρυντικά. ὀφρύων ἐπίχριστα. ὀφρύων μελάσματα. ὀφθαλμῶν ἐπίχριστα. στιμμίσματα ἔγχριστα. πρὸς δυσωδίαν μυκτήρων. ὀδόντων ἀποτρίμματα. διαμασήματα πρὸς μασχαλῶν δυσωδίαν. περιτρίμματα. διαμασήματα πρὸς δυσωδίαν στόματος.

Τοῦ δευτέρου κεφάλαια. ῥύμματα πρὸς τὰς ἐπὶ τοῦ τραχήλου μελανίας. ἐπίχριστα πρὸς τὰς τῶν μασχαλῶν συνιδρώσεις. ἐπίχριστα μαστῶν διαφυλακτικά. κοιλίας καθαρτικά. σμήγματα χειρῶν λαμπρυντικά. πρὸς τὰς ἐκ τόκου μελανίας. πρὸς τὰς ἐκ τόκου ῥυτίδας. πρὸς τὰς ἐκ τόκου ῥαγάδας. ἐπιχρίσματα πρὸς τὰς τῶν ὀμφαλῶν ἐξοχάς. ἀνήβων παιδίων διαφυλακτικά. παρθενίας διαφυλακτικά. πρὸς τὰς καθύγρους καὶ καταψύχρους γυναῖκας. πρὸς οὐλὰς μελαίνας. ψίλωθρα τριχῶν. σμήγματα λεπτυντικὰ παντοῖα. ἐπίχριστα ἀφανιστικὰ τριχῶν. σμήγματα ὅλου τοῦ σώματος. καθαρτικὰ λαμπρυντικὰ παντοῖα. καταπλάσματα ἀρωματικὰ τοῖς ἱματίοις. εὐώδεις βαφαὶ ἱματίων. ῥάσματα θαλάμων καὶ περιπάτων. θυμιαμάτων παντοίων σκευασία. χρισμάτων καὶ

μύρων παντοίων σκευασίαι. ἀμυγδαλίνου, βαλανίνου, καρυΐνου, σησαμίνου, μυρσίνου, σχινίνου, δαφνίνου, ῥοδίνου, γλευκίνου, μηλίνου, οἰνανθίνου, σαμψυχίνου, τηλίνου, σουσίνου, ὃ ἔνιοι κρίνινον καλοῦσι, κικίνου, ἰρίνου, ναρκισσίνου, φοινικίνου, κυπρίνου, κροκίνου, ναρδίνου, ἀμαρακίνου, ἡδυχρόου, μενδησίου, μαλαβαθρίνου.

Τοῦ τρίτου κεφάλαια. πρὸς πίτυρα παντοῖα. πρὸς τὰ ἐν τῇ κεφαλῇ ἐκβράσματα. πρὸς ἀχῶρας. πρὸς φθεῖρας καὶ κόνιδας. πρὸς ἀλωπεκίας. πρὸς τὰς ἐν τῷ προσώπῳ ψωρώδεις διαθέσεις. πρὸς φακούς. πρὸς ἐφήλεις. νίμματα προσώπου. πρὸς στίγματα. πρὸς πελιώματα. πρὸς ὑπώπια. πρὸς ἰόνθους. πρὸς ἐπινυκτίδας. πρὸς τὰ ἐπὶ τῶν γενείων ὀχθώδη. πρὸς τοὺς ἐπὶ τῶν γενείων λειχῆνας. λειχήνων ἐπιχρίσματα. ἐπιθέματα ἐκδόρεια. χλωραὶ μετὰ τὰς ἐκδορὰς ἐπιτιθέμεναι. λευκαὶ πρὸς ἀπούλωσιν. φάρμακα μαλακτικὰ ἐπιτριβέντα λειχήνων.

Τοῦ τετάρτου κεφάλαια. πρὸς ἀλφοὺς μέλανας καὶ λευκούς. πρὸς οὐλὰς μελαίνας. πρὸς λεύκας. πρὸς λέπρας.

πρὸς ὄνυχας ψωριῶντας. πρὸς κνησμώδεις διαθέσεις. πρὸς ψύδρακας καὶ ἐκδάρματα. πρὸς τὰς ἑρπυστικὰς διαθέσεις. πρὸς ψωριάσεις. πρὸς θύμους. πρὸς ἀκροχορδόνας. πρὸς μυρμηκίας. πρὸς ὀμφαλοῦ ἐμπνευμάτωσιν. πρὸς ἐντέρων κατολίσθησιν. πρὸς ὑδροκήλας. πρὸς λειποδέρμους. πρὸς τοὺς προσπίπτοντας ἀρχούς. πρὸς χείμεθλα. πρὸς τὰς ἐν ποσὶ ῥωγμάς. ἐν τούτοις τοῖς τέσσαρσι βιβλίοις ὁ Κρίτων ἐπιμελέστατα σχεδὸν ἅπαντα ἔγραψε τὰ δόκιμα κοσμητικὰ φάρμακα, προσθεὶς αὐτοῖς καὶ τὰ κομμωτικὰ, νόθον κάλλος, οὐκ ἀληθινὸν ἐκπορίζοντα, διὸ κᾀγὼ παραλείψω μὲν αὐτὰ, μόνον δὲ μνημονεύσω τῶν τὸ κατὰ φύσιν κάλλος φυλαττόντων. εἰ γὰρ καὶ ὅτι μάλιστα γιγνώσκω τὰ λαμπρυντικὰ τοῦ σώματος σμήγματα καὶ τὰ τῶν τιτθῶν διαφυλακτικὰ ταῖς παρθένοις ἐπὶ πλεῖστον, ἀνήβων τε παιδίων ὄρχεις μικροὺς διαφυλάττοντα μέχρι πλείστου καὶ τὴν τῶν τριχῶν γένεσιν ἐπέχοντα, γράφειν αἰδοῦμαι τὰ τοιαῦτα καὶ πολὺ μᾶλλον ἃ Κρίτων ἔγραψε καταπλάσματα τῶν ἀρωμάτων ἐν ἱματίοις, εὐώδεις τε βαφὰς ἱματίων καὶ ῥάσματα θαλάμων

καὶ περιπάτων, θυμιαμάτων τε παντοίων ποικιλίας καὶ χρισμάτων καὶ μύρων, ἔξω γὰρ ταῦτα τῆς ἰατρικῆς. ὅταν δὲ τοῦ κατὰ φύσιν φυλακτικὰ γέγραφεν, ὅταν που δεήσῃ, μνημονεύσω, καὶ πρῶτόν γε τῶν κατὰ τὰς τρίχας, ὅσα μοι δοκεῖ χρήσιμα τοῖς ἰατροῖς ἔσεσθαι διδάξω.

5. [Περὶ τῶν φθειρόντων τὰς τρίχας φαρμάκων.] Ὡς τῶν αὐξανόντων τὰς τρίχας φαρμάκων ἑτέρα μέν ἐστιν ἰατρικὴ χρῆσις, ἑτέρα δὲ κομμωτικὴ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν φθειρόντων αὐτάς. γίγνεται γάρ ποτε καὶ τοῖς ἰατροῖς ἀνάγκη χρήσασθαι τοιούτοις φαρμάκοις κατὰ τὰς τρεῖς αὐτῶν διαφοράς. λέγω δὲ τρεῖς, ἐπειδὴ τὰ μὲν ἰδίως καλεῖται ψίλωθρα, τὰ δὲ λεπτυντικὰ τριχῶν, τὰ δὲ εἰς τὸ παντελὲς ἀναιρετικά. ταῦτα μὲν οὖν τὰ ὕστατα ῥηθέντα σφαλερὰν ἔχει τὴν χρῆσιν. ἐνίοτε γὰρ οὐ μόνον τὰ χρισθέντα μόρια τοῦ σώματος ἄτριχα τοῦ λοιποῦ πάντα γίγνεται διὰ παντὸς, ἀλλὰ καὶ μέχρι τῆς κεφαλῆς καὶ τῶν γενείων καὶ τῶν ὀφρύων καὶ τῶν βλεφαρίδων

ἡ ψίλωσις τῶν τριχῶν ἐξικνεῖται. τὰ δὲ ἕτερα δύο τὴν χρῆσιν ἀκίνδυνον ἔχει, τὰ μὲν ψιλωτικὰ τῶν τριχῶν, ἅπερ ἔφην ἰδίως καλεῖσθαι ψίλωθρα, καθ’ ἑκάστην ἡμέραν ἐν χρήσει γιγνόμενα ταῖς γυναιξὶν ἁπάσαις σχεδὸν καί τισι τῶν ἀνδρῶν, ἕτερα δὲ τὰς λεπτοτέρας τὰς τρίχας ἐργαζόμενα καὶ μικροτέρας, ἐπιτήδεια τοῖς σκληρὰς καὶ μεγάλας καὶ πολλὰς καὶ παχείας ἔχουσιν καὶ διὰ τοῦτο φαινομένοις ὑώδεσιν. ἀλλήλων δὲ διαφέρει ταῦτα τῷ μᾶλλόν τε καὶ τῷ ἧττον, ἐπεὶ τὸ γένος αὐτῶν ἓν, ἐξ ἐκείνων συγκείμενον τῶν φαρμάκων, ὅσα σηπτικὴν ἔχει ἢ καυστικὴν δύναμιν. ἀμείνω δὲ δηλονότι τὰ σηπτικὴν ἔχοντα, τὴν γὰρ χρῆσιν ἀκινδυνοτέραν ἴσχει. κινδυνωδεστέρα δέ πώς ἐστιν ἡ τῶν καυστικῶν, ἐάν τις ἀμελήσῃ βραχὺ, φλυκταινούντων ἢ ἑλκούντων ἢ ὁπωσοῦν ἐπικαιόντων τὸ δέρμα. τὴν δὲ κατὰ μέρος ὕλην αὐτῶν ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν ἅπασαν ἔγραψα. παραδείγματος δ’ ἕνεκεν οἷς συνεχῶς χρώμεθα καὶ δὴ φράσω. τῶν μὲν οὖν ὑγρῶν ἡ στακτὴ καλουμένη κονία τοιαύτην ἔχει δύναμιν· τῶν δὲ ξηρῶν καὶ μεταλλικῶν,
ἀρσενικόν τε καὶ σανδαράχη καὶ τίτανος ἡ ἀκατάσβεστος, ἣν οἱ πολλοὶ καλοῦσιν αὐτὸ δὴ τοῦτο μόνον ἄσβεστον. εὔδηλον οὖν ὅτι τῶν σφοδρῶν ἐν αὐτοῖς ἡ δύναμις θραύεται μίξει τῶν ἀσθενεστέρων φαρμάκων ὑγρῶν τε καὶ ξηρῶν, ὧν τὴν συμμετρίαν στοχαστικῶς μὲν πρῶτον ὁ τῆς δυνάμεως αὐτῶν ἔμπειρος ποιεῖται, διὰ δὲ τῆς ἐμπειρίας ἐπανορθοῦται τὸ ἐλλεῖπον ἢ προστίθησιν. ὅπως δὲ καὶ τούτων ὅσαι διὰ τῆς πείρας ἐκρίθησαν ἔχητε, παραγράψω τὰς ὑπὸ Κρίτωνος ἐν τῷ πρώτῳ τῶν κοσμητικῶν εἰρημένας ἐπιδείξας πρότερον, ὅτι καὶ τοῖς ἰατροῖς ἀναγκαία πολλάκις ἡ χρῆσις αὐτῶν γίγνεται. ὥσπερ τὰ βάμματα δυνατὸν ἡμῖν ἀρνεῖσθαι τῆς κομμωτικῆς ὄντα κακίας, οὕτως ἀδύνατον ἀρνεῖσθαι τὰ ψιλωτικὰ τῶν τριχῶν. ἐὰν μὲν γὰρ ἔχῃ συμμέτρους τις τρίχας, οὐχ ὑπηρετήσομεν αὐτῷ τρυφῶντι περιττῶι. ἐὰν δὲ πάνυ πολλὰς καὶ μακρὰς καὶ σκληρὰς, εὔλογον εἶναι δοκεῖ ταύτας ἐλάττους τε καὶ λεπτοτέρας καὶ μαλακωτέρας καὶ ἀραιοτέρας ἐργάζεσθαι. γίγνεται δέ ποτε

χρεία καὶ τοῖς πολλὰς ἔχουσι καὶ βαθείας, οὐ μὴν σκληρᾶς γε παντελοῦς αὐτῶν ἀφαιρέσεως, ὅτε ἤτοι πιττώσεως δέηται τὸ πᾶν σῶμα, χρώμεθα γὰρ ἐνίοτε τῷ βοηθήματι τούτῳ κατὰ τὸν τῆς ἰατρικῆς λόγον, ἢ καί τι φάρμακον ἐμπλαστὸν ἐπιτεθέντων ἡμῶν, ἀναγκαῖον ἦν πάσας τοῦ μέρους προαφελεῖν τὰς τρίχας, ὅπερ ἔνεστι μὲν καὶ διὰ ξυροῦ ποιεῖν, ἔνιοι δὲ εἴτε κατ’ ἀλήθειαν ἢ καὶ πλαττόμενοι δεδιέναι φασὶ τὸ ξυρόν. ἐνδέχεται γὰρ ὑπ’ αὐτοῦ τρωθῆναι τὸ δέρμα. τινὲς δὲ ἴσως καὶ δεδίασιν εὐλόγως καὶ μάλισθ’ ὅταν δεήσῃ ξυρᾶσθαι τὰ κατὰ τὸν λάρυγγα χωρία. διὰ ταῦτα ὁμοῦ ἀναγκαῖόν ἐστι τῷ ἰατρῷ καὶ τῶν τοιούτων φαρμάκων ἐμπειρίας ἔχειν τῆς τε συνθέσεως καὶ τῆς χρήσεως.

[Ψίλωθρα τὰ ὑπὸ Κρίτωνος γεγραμμένα κατὰ λέξιν οὕτως.] Ψίλωθρα τριχῶν. ♃ ἀρσενικοῦ χρυσίζοντος ♀΄ ζ΄, ἢ ι΄, ἀσβέστου τὸ ἴσον, ἀμύλου γο β΄, γῆς τῆς λεγομένης Ῥωμαϊστὶ Σελινουσίας γο α΄. ἅπαντα τρίψας σήσας λεπτοτάτῳ κοσκίνῳ ἀπόθου. ἐπὶ δὲ τῆς χρήσεως, αἱρῶν τοῦ φαρμάκου

ὅσον ἐξαρκεῖ ἀνάκοπτε ὕδατι, εἶτα ἐπιχρίεσθαι παραίνει καὶ προσέχειν ὅπως μὴ ἐπικαῇ. ἄλλο παραχρῆμα λεῖον ποιεῖ. ♃ ἀσβέστου μέρη δύο, ἀρσενικοῦ μέρος α΄. ταῦτα βαλὼν εἰς θυίαν μολυβδίνην καὶ ὕδωρ ἐπιχέας ἢ πτισάνης χυλὸν τρῖβε, καὶ ὅταν μέλαν γένηται, θερμαίνοντας κέλευε καταχρίεσθαι καὶ τοῦτο ποιεῖν ἐν βαλανείῳ, λεῖον γὰρ ποιεῖ τὸ σῶμα. εἰ δὲ φυομένη λεπτὴ ἀναβαίνει, ἕψε τὴν κονίαν καὶ τὸ ἀρσενικὸν τρῖβε μεθ’ ὕδατος καὶ εἰς ἀγγεῖον κεραμεοῦν ἀκόνιτον βαλὼν ἕψε, καὶ ὅτε συστραφῇ καὶ μέλαν γένηται, ἐπιχριέσθω. Πάριδος τοῦ ὀρχηστοῦ παραχρῆμα τὰς τρίχας αἴρει. ♃ σανδαράχης γο α΄. ἀσβέστου ξεστ. α΄. ἕψε μεθ’ ὕδατος ἐπιμελῶς καὶ ὅταν ἄρξηται ἀναζεῖν, ἀνελόμενος χρῶ. τοῦτο δὲ ἔσται φανερὸν εἰ πτερὸν καθιέντι σοι εἰς τὸ ψίλωθρον ἀπομαδίσει συντόμως. ἄλλο. ♃ ἀμύλου γο α΄. ἀσβέστου γο α΄. ἀρσενικοῦ γο α΄. κόψας καὶ σήσας ἀπόθου καὶ χρῶ καθάπερ εἴρηται. Ἡρακλείδου Ταραντίνου παραχρῆμα αἴρει τὰς τρίχας. ♃ ἀσβέστου ξεστ. α΄. κιμωλίας ξεστ. α΄. κισσήρεως

κεκαυμένης ξεστ. α΄. ἀρσενικοῦ μέρη δ΄, λεῖα ποιήσας ἀπόθου, ἐπὶ δὲ τῆς χρήσεως ἄνιε ὕδατι καὶ χρῶ καθάπερ προείρηται. ταῦτα μὲν οὖν ὁ Κρίτων ἔγραψε, χρῆσθαι δὲ αὐτοῖς ἄμεινον, ὡς καὶ νῦν αἱ γυναῖκες χρῶνται καταχρίουσαι τὸ σῶμα, κᾄπειτα εἰς χλιαρὸν οἶκον εἰσιοῦσαι βαλανείου, κᾀπειδὰν ἱδροῦν ἄρξωνται, στλεγγίδι τὸ φάρμακον ἀφαιροῦσι κατά τι μέρος τοῦ σώματος, εἶτα ἂν αἴσθωνται τὰς τρίχας συναφαιρουμένας αὐτῷ, τὸ λοιπὸν ἅπαν ἀποπλύνουσι σῶμα.

[Ἀφανιστικὰ τριχῶν.] Γέγραπται καὶ περὶ τούτων ἐν τοῖς κομμωτικοῖς βιβλίοις, ἐκπεπτωκότων ἤδη τῆς ἰατρικῆς ὕλης, διὸ κᾀγὼ μόνον τῶν ἁπλῶν ἐν αὐτοῖς ἀναμνήσω, λεγομένων κᾀν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. συντιθέασι γὰρ τὰ προκείμενα κατὰ τὸν λόγον φάρμακα, διά τε τοῦ λαγωοῦ θαλαττίου καὶ ἥπατος θύννου σεσηπότος καὶ κεδρίας καὶ βατράχου τῶν ἐν τοῖς χλωροῖς καλάμοις νεμομένων τῶν ἰχώρων καὶ χελώνης θαλαττίας τοῦ αἵματος, ἀμπέλου τε λευκῆς τοῦ δακρύου κισσοῦ τοῦ δακρύου

καὶ βρυωνίας ὁμοίως, ἐλαίου τε τοῦ ἀνάλου καλουμένου καὶ διὰ τῶν θαλασσίων σκολοπένδρων καὶ κνίδης τῆς θαλασσίας ἀστέρων τε τῶν θαλασσίων, νίτρον τούτοις καὶ ἀμόργην μιγνύντες. ἄλλα δὲ ἰσχυρότερα δι’ ἐχίνων τε καὶ σαλαμάνδρας συντιθέασιν, ἕψοντες ἐν ἐλαίῳ, μιγνύουσι δ’ αὐτοῖς καὶ τὰ ἀλκυόνια καὶ τὴν σανδαράχην καὶ ὅσα ἄλλα τοιαῦτα.

6. [Λεπτυντικὰ τριχῶν.] Τοῖς λεπτυντικοῖς τῶν τριχῶν χρήσαιτο ἄν ποτε καὶ ἰατρὸς, ὡς ἔφην, οὐ τῆς αὐτῆς δυνάμεως οὖσι τοῖς ψιλωτικοῖς. ἣν γὰρ ἐκαλέσαμεν ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων ὑπομνήμασι δύναμιν ῥυπτικὴν, ταύτης ἐστὶ τὰ λεπτυντικὰ τῶν τριχῶν. ὥσπερ δὲ ἐν ἅπασι τοῖς ὁμογενέσι φαρμάκοις ἡ διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν, οὕτω καὶ ἐν τοῖς ῥυπτικοῖς. τὸ μὲν οὖν τῶν κριθῶν καὶ τὸ τῶν κυάμων, ἔτι τε πρὸς τούτοις ὀρόβων, ἀφρονίτρου τε καὶ νίτρου συνήθη πᾶσίν εἰσιν εἰς ἀφαίρεσιν ῥύπου χρωμένοις αὐτοῖς. ἡ δὲ συνεχὴς χρῆσις καὶ λεπτύνει τὰς τρίχας. ὅσα δὲ ἰσχυροτέραν ἔχει τὴν ῥυπτικὴν δύναμιν, ἐπὶ τῶν πάνυ σκληρὰς καὶ μεγάλας ἐχόντων

τὰς τρίχας ἁρμόττει παραλαμβανόμενα. τῶν τοιούτων μὲν οὖν ἤδη φαρμάκων ἐστὶ καὶ τὸ κεκαυμένον νίτρον καὶ ὁ ἀφρὸς τοῦ νίτρου τό τε ἀφρῶδες ἀφρόνιτρον. ἐν δὲ τῇ συνεχεῖ χρήσει καὶ τὰ μέλαινα καλούμενα σκεύη τὰ Ἀλεξανδριωτικὰ κοπτόμενα δηλονότι καὶ διαττώμενα λεπτῷ κοσκίνῳ. τοῖς πένησι δ’ ἐγὼ καὶ τὰ τῶν κεραμίδων ὄστρακα καὶ τὰ τοῦ κλιβάνου καὶ τὴν κίσσηριν ἄκαυστόν τε καὶ κεκαυμένην ἐδήλωσα. προῖκα δ’ ἂν ἔχοι τις ἐπὶ θαλάττῃ διατρίβων ἢ πόλει μὴ πόῤῥω θαλάττης, ὄστρακα κεκαυμένα κηρύκων τε καὶ πορφυρῶν καὶ τῶν ἄλλων ὀστρέων. τὸ δὲ τῆς σηπίας ὄστρακον καὶ χωρὶς τοῦ καυθῆναι. ταῦτα μὲν τοῖς πάνυ πένησιν, τοῖς δ’ ἄλλοις ἀλκυόνιόν τε καὶ στρούθιον οἵ τε ἐλλέβοροι καὶ ἡ τῆς βρυωνίας ῥίζα καὶ ἡ τοῦ δρακοντίου καὶ ἀριστολοχίαι καὶ κάγχρου καὶ πάνακος ῥίζα καὶ τἄλλα ὅσα τοιαῦτα. λέλεκται γὰρ, ὡς ἔφην, πολλὰ διὰ τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας. ταῦτα δ’ εὐώδη ποιῆσαι βουλόμενος μίξεις κυπέρου καὶ μελιλώτου καὶ ῥόδων
ξηρῶν καὶ σχίνου ἄνθους ἴρεώς τε τῆς Ἰλλυρίδος μελισσοφύλλου τε καὶ τῆς κυδωνίας πόας. καὶ εἰ πλουσίοις σκευάζοις, ἐμβαλεῖς στάχυος νάρδου τῆς τε Ἰνδικῆς καὶ τῆς Κελτικῆς καὶ τῆς ὀρείας καὶ γῆς Ἐρετριάδος, ἐμβαλεῖς δὲ καὶ μαλαβάθρου καὶ φύλλου μαλαβάθρου καὶ ἀμώμου καὶ σμύρνης καὶ κρόκου καὶ κόστου καὶ ἡδυχρόου. τῷ δὲ ἀποροῦντι πολυτελοῦς ὕλης καὶ δι’ εὐτελεστέρας οἱ τὰ κοσμητικὰ συνθέντες ἐπενόησαν, ὧν καὶ Κρίτων μέμνηται ἐν τῷ πρώτῳ τῶν κοσμητικῶν γράφων ὧδε. λαβὼν χύτραν ὀστρακίνην καινὴν, πῶμα ἔχουσαν μεγάλην, ἔμβαλλε εἰς αὐτὴν κατὰ θέσιν βώλους κιμωλίας. συγκείσθωσαν δὲ οὗτοι κατὰ τὸ ἐνδεχόμενον θεατροειδῶς, ὥστε τὸ μέσον αὐτῶν εἶναι κενόν. μεταξὺ δὲ τῶν βώλων τεθέσθω παραλλήλως μῆλα κυδώνια πρόσφατα εἴκοσι, ταῦτα ἐκ διαλειμμάτων ἀλλάσσειν παραίνει, εἶτα πωμάσας ἔα μαραίνεσθαι τὰ μῆλα. ἐπὶ δὲ τῆς χρήσεως αἱρῶν ὅσον ἐξαρκεῖ καὶ λεαίνων χρῆσθαι παραίνει. μετὰ δὲ τὴν τῶν ψιλώθρων ἐπίθεσιν, ἔχει ἡδεῖάν τινα ὀσμήν. ἄλλο. ῥόδα

μάλιστα εὐωδέστατα ψύξας ἐν σκιᾷ, ἐπὶ μίαν ἡμέραν ὥστε αὐτὰ μόνα ἰκμάδα μὴ ἔχειν, συντίθει εἰς ἀγγεῖον ὀστράκινον καὶ βώλους κιμωλίας καθὰ προείρηται, ὥστε ὑπεστρῶσθαι τὰ ῥόδα καὶ πάλιν μεταξὺ τῶν βώλων ἐντίθεσθαι, εἶτα πωμάσας ἔα συμπίνειν. ἡ χρῆσις δεδήλωται.

7. [Περὶ πιτυριάσεως.] Πιτύροις ὅμοια ἀπὸ τοῦ τῆς κεφαλῆς δέρματος ἀποπίπτει πολλάκις ἐνίοις κνωμένοις καὶ διὰ τοῦτο πιτυρίασιν ὀνομάζουσιν οἱ ἰατροὶ τὸ σύμπτωμα τοῦτο, γιγνόμενον ὑπὸ μοχθηρῶν ἰχώρων οὓς ἐκδαπανῆσαι σκοπός ἐστι τοῖς ἰωμένοις αὐτό. πρόδηλον οὖν ὅτι διαφορητικὰ καὶ ῥυπτικὰ προσακτέον ἐστὶ φάρμακα, προπαρασκευάσαντας τὸ σύμπαν σῶμα εἰ φαίνοιτο κακοχυμίας μεστόν. ἐπὶ πάντων γὰρ ἠξίωσα τούτου μεμνῆσθαι, κᾂν παραλείπηταί που κατὰ τὸν λόγον. ἔμιξαν δέ τινες τοῖς εἰρημένοις φαρμάκοις καὶ τῶν στυφόντων ἔνια, ῥωννύναι βουλόμενοι τὸ πεπονθὸς μόριον, ὡς μὴ ῥᾳδίως εἰς ἑαυτὸ καταδέχοιτο τοὺς ἐπιῤῥέοντας ἰχῶρας, ἀλλ’ ἀντιβαίνοιτο καὶ

ἀποκρούοιτο, καὶ διὰ τοῦτο καὶ Ἀρχιγένης ἐπὶ τοῦ διὰ χαλκάνθου συντιθεμένου φαρμάκου προσέγραψε κατὰ λέξιν οὕτως. τοῦτ’ ἐνεργεῖ ὡς μηδὲν τὸ λοιπὸν γενέσθαι. Κρίτων μὲν οὖν ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν τὴν τῶν τοιούτων φαρμάκων ὕλην ἔγραψεν, εὐθέως κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου, καὶ διὰ τοῦτο, καθάπερ ἀρτίως εἶπον, οὐκ ἀναγκαῖον ἐμὲ γράφειν αὐτὰ πάντων ἐχόντων τὰ βιβλία. τῶν δ’ ὑπ’ Ἀρχιγένους γεγραμμένων μνημονεύσω μάλιστα, ἐπειδὴ καὶ προσέγραψεν αὐτῶν ἐνίοις τὸ μὴ αὖθις ἐᾷν γενέσθαι τὸ σύμπτωμα, γράφει δὲ οὕτω πως αὐτοῖς ὀνόμασιν. δίαιτα δὲ ἔστω τούτοις ἄφυσος μηδὲν τῶν παχυχύμων ἔχουσα, οἷά ἐστιν ὕδνα, μύκητες, βολβὸς, ὄσπριον καὶ κρέα μάλιστα βόειον καὶ τὰ ὅμοια. ἔστω δὲ τὰ προσφερόμενα εὔχυλα, εὔπεπτα καὶ προσπλεκέσθω μέλι ταῖς τροφαῖς. ἔμβαμμα, ὄξος μετὰ ἑψήματος, ἄρτυμα, κύμινον, μάραθρα. τῶν δὲ ἄλλων πεφεισμένη ἡ χρῆσις ἔστω καὶ μάλιστα τραγήματος παντὸς φείδεσθαι καὶ οἶνος λευκὸς καὶ λεπτὸς χρήσιμος εἰς ἡδονὴν
δὲ ὁ γλυκὺς καὶ τὸ οἰνόμελι. ὀπώρας ἄριστον σταφυλὴ μαρανθεῖσα, εἶτα σῦκα πρὸ τροφῆς σιτεῖσθαι ἄμεινον. εὐπεψίας δὲ παντὸς μᾶλλον φροντιστέον, περίπατοι πρᾳεῖς πλεῖστοι καὶ ἕωθεν καὶ δείλης ἄριστοι. ψυχρολουσία βαλανείων κρείττων. θερμολουτοῦντι δὲ ἀνοίκειον ἡ πολλὴ διατριβὴ ἐν τῷ ἀέρι καὶ ἡ κατὰ κεφαλῆς περίχυσις μᾶλλον τῆς ἐμβάσεως ἀμείνων καὶ μετὰ ταῦτα δαψιλῶς τῷ ψυχρῷ ἀνάψυχε. ὑπνοῦν εἰς κόρον χρήσιμον. ὀργῆς καὶ θυμοῦ καὶ ἡλιώσεως καὶ σφοδρᾶς ψύξεως ἀπέχεσθαι καὶ πάντων τῶν τὴν κεφαλὴν πληρούντων. Ἀρχιγένους πρὸς πιτυρίασιν. ἐφ’ ὧν δὲ πίτυρα ἐν τῇ κεφαλῇ ἐστιν, προσμίξας τήλει μετὰ τεύτλου χυλοῦ καὶ νίτρου, κιμωλίαν χολῇ βοείᾳ ἢ ὑείᾳ καὶ ὄξει φυρῶν κατάχριε, εἶτα μεθ’ ὥραν ἀποκλύσας ἐπίχριε χαλκάνθῳ καὶ νίτρῳ μετ’ ἐλαίου λείοις ἢ μυροβάλανον καὶ κυάμινον ἄλευρον, ἴσα λεάνας ἐν ὕδατι ἕψε καὶ σμῶ. ἄλλο. ἀμυγδάλοις πικροῖς λελεπισμένοις μεθ’ ὕδατος ἢ ὄξους σμῶ. ὅταν δὲ ξηρανθῶσιν αἱ τρίχες, ἀπόπλυνε θερμῷ. ἢ μαλάχην ἀγρίαν

ἐν θαλάσσῃ ἑψήσας μέχρι τὸ δέκατον λειφθῇ λέαινε καὶ σμῶ. ἢ νίτρου ἀφρὸν καὶ χάλκανθον, ἴσα μετ’ οἴνου χρῶ τρὶς ἢ τετράκις τοῦ μηνός. τοῦτο ἐνεργεῖ ὡς μὴ τὸ λοιπὸν γενέσθαι. ἢ τρυγὶ οἴνου Ῥοδίου ἢ κισσήρει καὶ νίτρῳ, ἴσοις μετὰ θέρμων σμῆχε. ἢ κιμωλίᾳ μετὰ τήλεως ἀποβρέγματος ἢ νίτρῳ ὀπτῷ καὶ βολβῷ, τούτοις ἅμα ὅλοις ἴσοις σμῶ. ἢ πίσσης ὑγρᾶς ὀῤῥὸν καταχρίσας στυττηρίαν ἐπίπασσε.

8. [Περὶ φθειριάσεως.] Φθειρῶν γένεσις ἐν τῇ κεφαλῇ συμβαίνει τισὶν ἀθρόως. παμπόλλων ἐξ ὑγρῶν δηλονότι θερμῶν μὲν, οὐ μὴν εἰς τοσοῦτον ἡκόντων θερμότητος εἰς ὅσον ἥκουσιν οἱ δριμεῖς ἰχῶρες, ὥστε δῆλόν ἐστιν ἐν τῷ βάθει τοῦ δέρματος γίγνεσθαι τὴν διάθεσιν τῆς φθειριάσεως, ἔνθα καὶ γεννᾶσθαι τὰ ζῶα ταῦτα δυνατόν ἐστιν, οὐκ ἐπιπολῆς τοῦ δέρματος, ἐν ᾧ τὴν πιτυρίασιν ἐλέγομεν συνίστασθαι. φάρμακα τοίνυν αὐτῶν ἀναγκαῖον εἶναι ξηραντικὰ καὶ μᾶλλον ἐκ τοῦ βάθους ἕλκειν τε καὶ κενοῦν δυνάμενα τῶν πρὸς τὰς πιτυριάσεις ἁρμοττόντων. αὕτη μὲν ἡ μέθοδος

αὐτῶν τῆς συνθέσεως. τὸ δὲ τῆς πεπειραμένης ὕλης, δεῖ γὰρ ἐν ἅπασιν, ὡς ἔφην, μάλιστα προσέχειν καὶ θαῤῥεῖν τοῖς ὑπὸ τῆς πείρας μαρτυρηθεῖσιν, ἐν μὲν τῷ τρίτῳ τῶν Κρίτωνος κοσμητικῶν γέγραπται. παραθήσομαι δὲ καὶ νῦν ἐγὼ τὰ τοῦ Ἀρχιγένους ὡδί πως ἔχοντα κατὰ λέξιν. βοηθήματα φθειριάσεως. ἐπὶ δὲ φθειριώντων ♃ σταφίδος ἀγρίας μέρη δύο, σανδαράχης καὶ νίτρου ἀνὰ μέρος α΄. σὺν ὄξει καὶ ἐλαίῳ ἄλειφε τὴν κεφαλήν. ἢ ῥοῦν τὸν ἐπὶ τὰ ὄψα, σὺν ἐλαίῳ λεάνας ἄλειφε ὁμοίως. ἢ ὀξυλαπάθου ῥίζαν μετ’ ἐλαίου ὁμοίως, ἢ ἐλλέβορον λευκὸν καὶ σταφίδα ἀγρίαν καὶ νίτρον, ἴσα μετ’ ἐλαίου ἐν βαλανείῳ χρῶ. ἢ ἐν θαλάσσῃ ἢ ἐν ἅλμῃ ἀκράτῳ μετ’ ὄξους κατάντλει. εἰ δὲ ἐψίλωται, τῇ ἀγρίᾳ σταφίδι μετ’ ὀξελαίου κατάπλασσε. ἢ στυπτηρίαν λείαν μετ’ ἐλαίου κατάχριε.

9. [Περὶ ἀχώρων.] Ἓν τι τῶν ἐν τῷ δέρματι τῆς κεφαλῆς γιγνομένων παθῶν ἐστιν ὁ καλούμενος ἀχὼρ, ἐκ μὲν τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων ὑπάρχων, ἰδίας

δὲ ἐξαιρέτου προσηγορίας τυχὼν, ἐπὶ τῇ τῶν συμπτωμάτων ἰδιότητι. λεπτοῖς γὰρ πάνυ τρήμασι κατατιτρᾶται, νοτίδα λεπτὴν ἔχουσιν ὑγρότητος ἀτρέμα γλίσχρου. πλησιάζει δὲ αὐτῷ κατὰ τὴν ἰδέαν ἕτερον πάθος τοῦ δέρματος ὃ καλοῦσι κηρίον, ἐπειδὴ τὰς κατατρήσεις ἔχει μείζονας, ὑγρότητά τε περιεχούσας ὑμηττίῳ μέλιτι παραπλησίαν. ἡ γένεσις δ’ αὐτοῖς ἐξ ὑγρότητός ἐστι μικτῆς, τὸ μέν τι λεπτὸν ἰχῶρα δακνώδη, τὸ δέ τι παχὺν ἐχούσης χυμόν. ὁ μὲν οὖν λεπτὸς, ἅτε δακνώδης ὢν, τὰ μὲν πρῶτα κνησσᾷν αὐτὰς ἀναγκάζει, τῷ χρόνῳ δ’ ἐπὶ ταῖς κνήσεσιν, ὅ τ’ ὄγκος αὐξάνεται τά τε τρήματα κατ’ αὐτῶν συνίσταται. δῆλον οὖν ὅτι κενῶσαι χρὴ τοὺς ἐργαζομένους τὸ πάθημα χυμούς. εἰ δὲ ἐπιῤῥέοιεν ἔτι, κωλῦσαι πρότερον τὴν ἐπιῤῥοὴν τῇ τε τῆς κεφαλῆς κενώσει καὶ πρὸς αὐτοῖς ὅλου τοῦ σώματος ὡς ἐπὶ τῶν ἀλωπεκιῶν προείρηται. μικροῦ δὲ τοῦ παθήματος ὄντος ἀρκεῖ πολλάκις μόνα τὰ τοπικά τε καὶ μερικὰ προσαγορευόμενα, χωρὶς τῆς τοῦ παντὸς σώματος κενώσεως. ἁρμόσει δ’
αὐτοῖς διὰ μὲν τὸ πάχος καὶ τὸ γλίσχρον τοῦ γεννῶντος αὐτοὺς χυμοῦ τὰ τέμνοντα τοῦτο φάρμακα, τῇ δυνάμει δὲ αὐτῶν ὑπάρχοντα ἐξ ἀνάγκης τοῦ διαφορεῖν καὶ ἀναστέλλειν. καὶ τῷ ὄξει δὲ ἐξαίρετόν τι πρόσεστιν ἐκ τῶν τεμνόντων ὄντι, πρὸς τῷ διαφορεῖν ἀναστέλλειν τε καὶ ἀποκρούεσθαι τὸ ἐπιῤῥέον, ὡς ἂν ἔχοντι μὲν κατὰ τὴν οὐσίαν ὀλίγον θερμὸν, ἔχοντι δὲ τὸ πλεῖστον αὐτῆς ψυχρὸν λεπτομερές. ἐδείχθη γὰρ ὂν τοιοῦτον ἐν τῷ πρώτῳ περὶ τῆς ἁπλῶν φαρμάκων δυνάμεως. ἔστω τοιγαροῦν ὀξὺ τὸ ὄξος ἀκριβῶς, οὐδὲν ὅλως ἐμφαῖνον οἴνου ποιότητος, καὶ τοῦτο δεύων ἄλλοτε ἄλλῳ τῶν μεταλλικῶν ὀνομαζομένων φαρμάκων ἰάσῃ τοὺς ἀχῶρας. ἄρξαι δὲ ἀπὸ τῶν ἀσθενεστέρων καὶ μάλιστ’ ἂν ὀδύνη τις αὐτοῖς συνῇ. κιμωλία τε οὖν ἐπιτήδειος εἰς τοῦτο καὶ ἡ Κρητικὴ καὶ ἡ Λημνία γῆ, πομφόλυξ τε καὶ σπόδιον καὶ λιθάργυρος, ἥ θ’ ἁπαλὴ καδμεία. μὴ παυομένου δ’ ἐπὶ τούτοις, τὸ διὰ τοῦ χάρτου φάρμακον ξηρὸν ὄξει δεύσας ἐπίχριε. δῆλον δ’ ὅτι προαφελὼν τὰς τρίχας ταῦτα
πράξεις. ἐὰν δὲ δριμύτερόν σοι φαίνοιτο τὸ διὰ χάρτου, μίξεις αὐτῷ λιθάργυρον. εἰ μὲν αὐτάρκως ἐκλῦσαι βούλοιο τὴν δῆξιν αὐτοῦ, τὴν ἴσην ἐν ὄγκῳ μίξεις· εἰ δ’ ἐπιτεῖναι βούλοιο, βραχέως ἐλάττονα, καθάπερ εἰ καὶ πλεῖστον ἐκλῦσαι βουληθείης, πλέονα. μὴ παρόντος δέ μοι τοῦ διὰ χάρτου ποτὲ κατ’ ἀγρὸν, ἐπὶ τῆς τοῦ πάσχοντος οἰκήσεως θεασάμενος χαρτίον ἄχρηστον, αἰτήσας ἐλλύχνιον, εἶτα καύσας τὸ χαρτίον καὶ δεύσας ὄξει κατέχρισα τὸν πεπονθότα τόπον, ἀξιώσας τὸν ἄνθρωπον ἥκειν εἰς ἐμὲ κατὰ τὴν ὑστεραίαν. ᾔδειν γὰρ ὅτι σκληρόσαρκος ὢν οἴσει τὸ φάρμακον. ὡς δὲ ἀφικόμενος ὀλίγου δεῖν τεθεράπευτο, μεταβῆναι μὲν ἐφ’ ἕτερον οὐκέτ’ ἐδικαίωσα, τῷ δ’ αὐτῷ χρῆσθαι συμβουλεύσας ὑγιῆ τελέως ἐθεασάμην γεγονότα κατὰ τὴν ὑστεραίαν. συνετοῦ οὖν ἀνδρός ἐστι χρεία, καθάπερ εἴρηται πολλάκις, ἐπιστήμονός τε τῆς τε τῶν θεραπευομένων παθῶν οὐσίας καὶ τῆς τοῦ κάμνοντος φύσεως, ὥσπερ γε καὶ τῆς δυνάμεως τῶν φαρμάκων, οὐ κατὰ τὸ γένος μόνον, ἀλλὰ καὶ κατὰ τὴν ποσότητα γιγνώσκειν, ὡς στοχάζεσθαι καθ’
ἡμέραν ἑκάστην, ὁποίου δεῖται βοηθήματος. ἐν γὰρ τῷ τὸ προσενηνεγμένον ἐπὶ τῆς προτεραίας φάρμακον ἐπιτείνειν ἢ ἐκλύειν εἰς ὅσον ὑπαγορεύει τὸ πάθος ἡ προσήκουσα θεραπεία γίγνεται. πρὸς ἀχῶρας φλεγμαίνοντας. ἐὰν δέ ποτε περιπέσῃς ἀχῶρι φλεγμονώδει τε καὶ ὀδυνώδει, παρηγορήσεις δηλονότι τὴν ὀδύνην αὐτοῦ πρότερον ὑγρῷ φαρμάκῳ, πεπτικῷ τε καὶ μαλακτικῷ καὶ ἀδήκτῳ, ὁποῖόν ἐστι τὸ πάρυγρον ὑπό τε Ἥρα καὶ ἄλλων πολλῶν γεγραμμένον. εὔδηλον δ’ ὅτι τοῦτο αὐτὸ μαλάξας ἐπὶ τῆς χειρὸς διὰ σπαθομήλης ἅμα ῥοδίνῳ καὶ ποιήσας ἐπίχριστον οὐκ ἔμπλαστον οἷον ἐξ ἀρχῆς ἦν ἐπιθήσεις. ἐπιτήδεια δὲ ἐν τῷ τοιούτῳ καιρῷ καὶ τὰ πρὸς τὰς ὀδυνωμένας ἐφ’ ἕλκεσιν ἢ ῥήξεσιν ἕδρας ἁρμόττοντα. περὶ ὧν εἰρήσεται κατὰ τὸν οἰκεῖον λόγον ἢ καιρὸν, ὥσπερ γε καὶ τὰ τοὺς καρκίνους παρηγοροῦντα. ταῦτα οὖν ἅπαντα προεσκεμμένῳ σοι καὶ ἡ τῶν κατὰ μέρος φαρμάκων ποικιλία γνωσθήσεται χρησίμως. ἧς ἄρξομαι

κᾀγὼ, τὰ παρὰ τοῖς ἀρίστοις ἰατροῖς ἐπῃνημένα φάρμακα γράψας ἐφεξῆς.

[Περὶ ἀχώρων Ἀρχιγένους.] Ἅ ἔγραψεν Ἀρχιγένης περὶ ἀχώρων ἐν τῷ πρώτῳ περὶ τῶν κατὰ γένος φαρμάκων. ἐφ’ ὧν δὲ ἀχῶρες ἢ ἐκζέσματα ἢ ἐξανθήσεις τινές εἰσι περ τὴν κεφαλὴν μεθ’ ἑλκώσεως, ἀπεχέσθωσαν μὲν παντὸς δριμέος τε καὶ ἁλμυροῦ, ἔτι δὲ ὀξέος. εἶτα ξυρήσας τὰς τρίχας ἢ τρὶς ἢ πλεονάκις ἑκάστης ἡμέρας πλύνας θερμῷ, ἐναφεψημένης μυρσίνης ἢ σχίνον ἢ βάτου ἢ βρυωνίας ἢ συκαμίνου ἢ θέρμων ἢ φακῶν ἢ ἀσπαράγου ῥίζης, καὶ μάλιστα ὅταν ἰχῶρες πλείονες ἐκρέωσιν, κατάπλασσε ἰτέας φύλλοις μεθ’ ὕδατος ἢ φακῷ μετὰ μέλιτος ἢ ἀσπαράγου ῥίζῃ ἑφθῇ ὁμοίως ἢ μίξας τῆλιν ἐν τεύτλου χυλῷ βεβρεγμένην, χρῶ ταῖς πεπειραμέναις λιπαραῖς. ἄλλο ἄκρως ποιοῦν. πίτυος φλοιὸς μετὰ κηρωτῆς ἢ καδμία μετ’ ἐλαίου παλαιοῦ κατὰ χριομένη ἢ κινναβάρει ὁμοίως κατάπλασσε λείῳ μίξας αὐτῷ μύρτα ἢ κόγχας ὀστρέων κεκαυμένας, ἕκαστον αὐτῶν μετὰ

παλαιοῦ ἐλαίου κατάχριε, ἢ σπόδιον καὶ μάνναν ἐν οἴνῳ. εὐτόνως ποιεῖ καὶ χαλκῖτις μετ’ ὄξους καὶ ἐλαίου παλαιοῦ καταχριομένη. ἢ τεύτλου ἀφεψήματι μετ’ ὀλίγης κιμωλίας, ἐν βαλανείῳ μίξας ἅλας καὶ οἶνον. ἢ ὑοσκύαμον καὶ ἀείζωον μικρὸν, λεῖα σὺν ῥοδίνῳ μελιτῶδες ποιῶν κατάχριε. ἢ καθάρας τὰ ἕλκη τινὶ τῶν σμηγμάτων, οἷον κιμωλίᾳ πεφρυγμένῃ σὺν οἴνῳ, ἢ τρυγὶ οἴνου ῥοδίου κεκαυμένῃ σὺν ὄξει παλαιῷ καλῶς ἢ σικύου ἀγρίου ῥίζης ἀφεψήματι κατάντλει. ἢ τραγάκανθαν ἢ λιθάργυρον ἢ σανδαράχης τὸ διπλοῦν σὺν οἴτῳ ἢ καὶ μυρσίνῳ ὡς λιπαρῷ κατάχριε. ἢ λιθαργύρῳ καὶ ἀσβέστῳ, ἴσοις μετ’ ὄξους καὶ ἐλαίου κατάχριε. ἢ χαλκίτει μετὰ μυρσίνου ἢ χολῇ ὑείᾳ ὑγρᾷ κατάχριε. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν, οὐ μόνον ἐμπειρικὴν ποιησάμενος διδασκαλίαν, ἀλλὰ καὶ ἀδιόριστον. εὑρεῖν γοῦν ἔστι παρὰ τοῖς ἐμπειρικοῖς, ὅσοι γε αὐτῶν οὐκ ἐν λόγοις ἐριστικοῖς κατέτριψαν τὸν βίον, ἀλλ’ ἐν τοῖς τῆς ἰατρικῆς τέχνης ἔργοις φιλοπόνως ἐγυμνάσθησαν, ἐπί τισι φαινομένοις γνωρίσμασιν ἐναργεῖς διορισμοὺς εἰρημένους, ὁποίους κᾀγὼ
μικρὸν ἔμπροσθεν ἐπὶ τῆς ἀλωπεκίας ἐποιησάμην, ἐρῶ δὲ καὶ νῦν ἐπ’ αὐτῶν ὧν Ἀρχιγένης ἔγραψεν φαρμάκων. ἔνια μὲν γὰρ αὐτῶν ἀχῶρας ἀρχομένους ἄνευ τῆς ἐν ὅλῳ τῷ σώματι κακοχυμίας ἢ πλήθους ἰᾶται, στυπτικήν τε καὶ ἀποκρουστικὴν ἔχοντα δύναμιν, ἔνια δὲ ἀπειλὴν μεγάλην ἐχόντων τῶν ἀχώρων, ἐνίσταται ταῖς αὐξήσεσιν, ἅμα μὲν ἀποκρουόμενα τὸ ἐπιῤῥέον, ἅμα δὲ καὶ συμπέπτοντα καὶ διαφοροῦντα τὸ περιεχόμενον, εὔδηλον δ’ ὅτι μικτῆς εἶναι χρὴ δυνάμεως. ἔνια δὲ τοῖς ἐπιπολῆς καὶ μικροῖς ἀρήγει μόνοις, ἃ χρὴ μέτρια ταῖς δυνάμεσιν εἶναι καὶ μηδὲν ἐρειστικὸν ἔχοντα ἐκ τῆς διαφορητικῆς ὄντα δυνάμεως. ἄλλα δὲ ἰσχυρότατα ταῖς δυνάμεσίν ἐστιν, ὡς καὶ τοὺς ὑπὸ παχέων πάνυ καὶ γλίσχρων ὑγρῶν γεγονότας ἀχῶρας ἐμπεπλασμένους τε δυσεκνίπτως τῷ δέρματι δύνασθαι κενοῦν, ὥστε κᾄν ἤδη σκιῤῥῶδες ἔχωσί τι, καὶ τοῦτο ἐκμοχλεύειν, κᾂν αὐτὴν τὴν ἕξιν τοῦ δέρματος εἰς καχεξίαν τοιαύτην ἄγῃ, ὡς διαφθείρειν τὸ ἐπιῤῥέον, εἰ καὶ χρηστὸν εἴη. ταῦτα δέ ἐστι τὰ ἐκ
τῶν δραστικωτάτων συγκείμενα φαρμάκων, ὁποίων ἐμνημόνευσεν ὁ Ἀρχιγένης, ἀναμίξας τοὺς ἅλος τοῖς ἄλλοις διαφορητικοῖς. ἅλες γὰρ καὶ χαλκῖτις καὶ ἡ κεκαυμένη τρὺξ οἴνου καὶ ἡ σανδαράχη καὶ ἡ ἀκατάσβεστος τίτανος ἰσχυρότατα ταῖς δυνάμεσι φάρμακα θερμαίνοντά τε καὶ δάκνοντα καὶ διαφοροῦντα. τούτου δὲ τοῦ γένους εἰσὶ καὶ αἱ χολαὶ τῶν θερμῶν καὶ ξηρῶν ζώων, ὧν οὐκ ἐμνημόνευσεν ὁ Ἀρχιγένης, ἀλλὰ τῆς ὑείας μόνης ἁπασῶν οὔσης μετριωτάτης, ἧς κατὰ τὴν δύναμίν ἐστι καὶ τὸ κιννάβαρι. πλησίον δὲ αὐτοῦ αἵ τε κεκαυμέναι κόγχαι καὶ αἱ κριθαὶ καὶ μετὰ ταῦτα τὸ παλαιὸν ἔλαιον. ὥσπερ δὲ ταῦτα μοχλεύει καὶ τέμνει καὶ διαφορεῖ τὸ βιαίως ἐσφηνωμένον, οὕτως ἀποκρούεται τὰ στύφοντα, τὰ μὲν ἁπλῶς ὄντα ἄμικτα ταῖς ἐναντίαις δυνάμεσι, τὰ δὲ ἐπικρατείᾳ τῆς στυφούσης μυρσίναι μὲν γὰρ καὶ μύρτα καὶ ὁ τῆς πίτυος φλοιὸς τῶν ἀμίκτων ἐστὶν ἐναντίαις δυνάμεσιν, ὥσπερ καὶ ἡ βάτος καὶ ἡ συκάμινος, εἰ καὶ μετριωτέρας στύψεως ἢ κατὰ τὰ μύρτα
καὶ μυρσίνας, ἀλλὰ μετέχει γε ταύτης αἰσθητῶς. μικτῆς δὲ δυνάμεως τὸ μύρσινόν ἐστιν ἐξ ἐλαίου τε καὶ τοῦ τῶν μύρτων ἢ τῆς μυρσίνης χυλοῦ συγκείμενον, ὧν τὸ μὲν ἔλαιον μαλακτικῆς ἐστι δυνάμεως. ἡ μυρσίνη δὲ καὶ τά μύρτα τῆς στυπτικῆς οὐ μαλάττειν, ἀλλὰ συνάγειν καὶ σφίγγειν πεφυκυίας. ἔστι δὲ τὸ ῥόδινον ἀσθενεστέραν μὲν ἔχον τὴν στύψιν ἢ κατὰ τὸ μύρσινον, ὅμως γοῦν καὶ αὐτὸ μικτῆς δυνάμεώς ἐστιν. ὥσπερ δὲ ταῦτα ταῖς σκευασίαις ἔσχε μικτὰς δυνάμεις, οὕτως αὐτοφυῶς ἕτερα, καθάπερ ἡ σχῖνός τε καὶ ἡ κύπερος καὶ οἱ φακοὶ, δέδεικται γὰρ ἐν τῷ περὶ αὐτῶν λόγῳ τοῦτο. διαφορητικῆς δὲ καὶ ῥυπτικῆς ἄνευ θερμασίας αἰσθητῆς ἐστι δυνάμεως ὧν ἐμνημόνευσεν ὁ Ἀρχιγένης ἄρτι, τὸ τεῦτλόν τε καὶ ἡ κεκαυμένη κιμωλία· πρὶν δὲ καυθῆναι ἀσθενεστέρα τῆς τοῦ τεύτλου δυνάμεως, ἀλλ’ ἰσχυροτέρα ἐστὶν ἡ τοῦ σικύου καὶ ἡ τῆς βρυωνίας καὶ ἡ τοῦ ἀσπαράγου. λιθάργυρος δὲ κιμωλίας μὲν ἀκαύστου γενναιότερον φάρμακον, ἀσθενέστερον δὲ πολλῷ τῆς τοῦ προκειμένου πάθους ἰάσεως. ἡ καδμεία δὲ σύμμετρος ἐπὶ τῶν μέσων
κατὰ μέγεθος ἀχώρων. ἀδήκτως δὲ ξηραίνει τὸ σπόδιον, ἡ δὲ μάννα καὶ πέττει. τὸ ἔλαιον δὲ, ὡς εἶπον ἄρτι, χαλαστικῆς μέν ἐστι δυνάμεως, ἀλλ’ οὐκ ἰσχυρᾶς γε ταύτης, καὶ διὰ τοῦτο εὐνίκητον γίγνεται κατὰ τὴν μίξιν, ὡς μετὰ μὲν τῶν ἐμπλαστικῶν καὶ ψυκτικῶν, οἷόν ἐστι τὸ ψιμμύθιον, ἐκεῖνο μᾶλλον ἐγχωρεῖ ἐπιδείκνυσθαι τὴν ἑαυτοῦ δύναμιν, ὡς συνάγειν τε καὶ πιλοῦν καὶ σφίγγειν τὴν οὐσίαν ὧν ψαύει σωμάτων. ἀναμέμικται δὲ ταῦτα πάντα κατὰ τὸν Ἀρχιγένειον λόγον, οὔτε ἐπὶ ποίων ἀχώρων οὔτε πότε χρηστέον ἑκάστῳ διορίσαντος αὐτοῦ. χρῆται δὲ καὶ οἴνῳ κατὰ τὸν λόγον, οὐ προσθεὶς ὁποίῳ, καίτοι παμπόλλη διαφορὰ καὶ κατὰ τοὺς οἴνους ἐστί· ὁ μὲν γάρ τις αὐστηρὸς, ὁ δὲ στρυφνὸς, ὁ δὲ γλυκὺς, ὁ δὲ δριμὺς ὑπάρχει σαφῶς. ἔνιοι δὲ καὶ πλείους ἅμα ποιότητας ἐμφαίνουσιν, ἔχοντές τέ τι καὶ γλυκὺ καὶ στῦφον καὶ δριμύ. ὅταν οὖν ἁπλῶς τις γράφῃ δεύειν οἴνῳ τόδε τι, στοχάζεσθαι χρὴ τὸν ἀναγιγνώσκοντα τίνα σκοπὸν ἡ σύνθεσις ἔχει τοῦ φαρμάκου, καὶ πρὸς τοῦτον ἀποβλέποντα
τὸν ἐπιτήδειον αἱρεῖσθαι, στύφοντα μὲν ἐφ’ ὧν ἀποκρούσασθαι βούλει, δριμὺν δὲ ἐφ’ ὧν διαφορῆσαι, καὶ τοῖς ἄλλοις ὡς ἑκάστου τὴν δύναμιν ἐδηλώσαμεν ἔνθα περὶ διαφορᾶς τῶν οἴνων ἐδιδάσκομεν. ὄξος δὲ ἐπιτηδειότατόν ἐστιν ἐν παντὶ καιρῷ πρὸς ἀχῶρας, ὡς ἂν καὶ τέμνον τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ διαφοροῦν, ἀποκρουόμενόν τε τὸ ἐπιῤῥέον. οὐκ αὐτῷ δὲ δηλονότι μόνῳ καθ’ ἑαυτὸ χρήσαιτ’ ἄν τις, εἴ γε μὴ κατανίψαι τε καὶ καταπλῦναι βουλόμενος ἀχῶρας, ἀλλὰ δεύων αὐτῷ φάρμακα, μέτρια μὲν ἐφ’ ὧν ἄρχεταί τε καὶ μικρόν ἐστι τὸ πάθος, ἰσχυρὰ δὲ ἐπὶ τῶν μειζόνων τε καὶ χρονιωτέρων, ἰσχυρότερα δὲ ἐπὶ τῶν χρονιωτάτων τε καὶ δυσιατοτάτων. ἡ διαφορὰ δὲ ἡ κατὰ τὴν ἰσχὺν τῶν φαρμάκων ἄρτι μοι προείρηται. τῶν δὲ εἰρημένων ὑπὸ Ἀρχιγένους φαρμάκων οὐδ’ ὅλως ἂν χρησαίμην ἀειζώῳ τε καὶ ψιμμυθίῳ· τὸ μὲν γὰρ ἐμψύχει γενναιότερον ἢ προσήκει ψύχεσθαι τοὺς ἀρχομένους ἀχῶρας, τὸ δὲ ψιμμύθιον ὀλίγην μὲν ἔχει τὴν ψύξιν, ἀλλ’ ἔστι τῶν ἐμπλαστικῶν

φαρμάκων, ἀντ’ αὐτοῦ δὲ χρῆσθαι πάρεστι σποδίῳ τε καὶ πομφόλυγι.

[Περὶ τῶν ὑπὸ Ἀπολλωνίου γεγραμμένων ἐν τῷ πρώτῳ τῶν εὐπορίστων πρὸς ἀχῶρας.] Ἔγραψεν ὁ Ἀπολλώνιος ἐν τῷ πρώτῳ τῶν εὐπορίστων πρὸς ἀχῶρας πρῶτον μὲν ὡδί πως κατὰ λέξιν· ῥοδίνῳ ἐλαίῳ τὴν κεφαλὴν ἔγχριε. δεύτερον δ’ ἐπ’ αὐτῷ τεύτλου χυλῷ παραπλησίως. καὶ τρίτον ἐπ’ αὐτοῖς χελώνης αἵματι χρῶ τὸν αὐτὸν τρόπον. τέταρτον δὲ δαφνίνῳ ἐλαίῳ χρῖε τὴν κεφαλήν. καὶ πέμπτον κροκίνῳ μύρῳ χρῖε παραπλησίως. τούτων δὲ τὸ πρῶτον γεγραμμένον ἀσθενέστατόν ἐστιν ἐπὶ παιδίων καὶ γυναικῶν ἁπαλοσάρκων, ἀρχομένῳ τῷ παθήματι χρήσιμον ὄν· καὶ γὰρ πέττει καὶ διαφορεῖ καὶ ἀποκρούεται, πάντα μετρίως ποιοῦν. τὸ δὲ δεύτερον, ἔνθα τὸ τοῦ τεύτλου χυλῷ χρῆσθαι συμβουλεύειν δραστικώτερον μέν ἐστι τοῦ ῥοδίνου, διαφορητικῆς ὑπάρχον δυνάμεως, οὐ μὴν πρὸς τοὺς ἰσχυροὺς κατεσκευασμένους ἀχῶρας ἁρμόττειν δυνάμενον. τὸ δὲ τῆς χελώνης αἷμα περίεργόν ἐστι καὶ οὐδ’ ἐπεχείρησά ποτε πειραθῆναι αὐτοῦ. τὸ δ’

ἐφεξῆς γεγραμμένον τὸ δάφνινον ἰσχυρῶς θερμαίνει καὶ διαφορεῖ. κεκενωμένου δὲ δεῖται τοῦ τε σώματος ὅλου καὶ τῆς κεφαλῆς, ὡς διαφορῆσαι τοὺς ἐργαζομένους τὸν ἀχῶρα χυμούς. τὸ δὲ κρόκινον μύρον ἔχει τι καὶ διαφορητικὸν καὶ στυπτικὸν καὶ πεπτικόν. ἰσχυρότερα δὲ τὰ τρία τῆς ῥοδίνου φύσεώς ἐστιν. ἐκ τῶν οὖν ἐπ’ ἐκείνῳ λεγομένων καὶ περὶ τούτων ἔνεστι λογίζεσθαι. ἐπὶ τούτοις ἑξῆς γέγραπται κατὰ λέξιν οὕτως. ταύρου οὔρῳ ἀπόσμα, εἶτ’ ἐφεξῆς τόδε, ποιεῖ καὶ καμήλου οὖρον τούτῳ παραπλήσιον. χρηστέον δ’ ἂν εἴη τούτοις, φησὶν, ἐφ’ ἡμέρας πλείους. ἀλλ’ ἔγωγε φαίην ἂν πρὸς αὐτὸν οὐχ ὅπως ἐπὶ πολλὰς ἡμέρας, ἀλλ’ οὐδεμιᾷ μόνῃ δύναιτο ἂν ἀνασχέσθαι καθάριος ἄνθρωπος ἐπιχεομένου αὐτοῦ κατὰ τῆς κεφαλῆς οὔρου οὐδενὸς ζώου τοιούτου, καὶ ταῦτα ἐπὶ παθήματος οὕτω μικροῦ καὶ ῥᾳδίως ἰαθῆναι δυναμένου. δὶς γάρ τοι κᾂν διὰ πασῶν ἐστι, τὸ δὴ λεγόμενον τοῦτο, ῥοδίνῳ τε χρῆσθαι, βραχυτάτην ἔχοντι δύναμιν, ὡς πρὸς τὸ προκείμενον σύμπτωμα, καὶ ταύρου καὶ καμήλου τῷ οὔρῳ, δριμυτάτοις τε καὶ χαλεπωτάτοις καὶ ἀηδεστάτοις οὖσιν. ἐφεξῆς δὲ τούτοις γέγραπται
τοιοῦτόν τι φάρμακον αὐτοῖς ὀνόμασι, πιτύρων χοίνικος τὸ S". βρέξας ἐν ὕδατος κοτύλαις δύο, μετὰ δὲ ταῦτα τρίψας καὶ διηθήσας τὸν χυλὸν ἕψησον μετὰ ὄξους ἡμικοτυλίου, μέχρις οὗ γλοιοῦ πάχος λάβῃ, καὶ τούτῳ τὴν κεφαλὴν ἀπόσμα, εἶτα κλύζε ὕδατι ἢ τεύτλου ἐναφεψημένου ἢ τήλεως ἢ θέρμων, χρίσματι δὲ χρῶ ἰρίνου μύρου ὑποστάθμῃ τοῦτο τὸ φάρμακον διαφορητικόν ἐστιν ἀδήκτως, ἐκ τῶν καλουμένων ῥυπτικῶν συγκείμενον. τοιαύτης γάρ ἐστι δυνάμεως τό τε πίτυρον καὶ τὸ τεῦτλον καὶ οἱ θέρμοι. διαφορητικὸν δὲ μετὰ τοῦ θερμαίνειν μὴ σφοδρῶς ἡ τῆλις. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ἡ τοῦ ἰρίνου μύρου ὑποστάθμη. περὶ δὲ τῆς τοῦ ὄξους δυνάμεως εἴρηται καὶ πρόσθεν, ὡς ἐπιτήδειόν ἐστιν εἰς τὸ τῶν ἀχώρων πάθος. χρηστέον οὖν ὡς ἐπιτηδειοτάτῳ καὶ δραστικωτάτῳ φαρμάκῳ. ἄλλο μετὰ τοῦτο φάρμακον γέγραπται ὑπὸ Ἀπολλωνίου κατὰ λέξιν οὕτως. σικύου ἀγρίου ῥίζας ἀφεψήσας τῷ χυλῷ ἀπόσμα. ἐμάθομεν δὲ ὅτι διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως ἡ τοῦ σικύου ῥίζα καὶ μετὰ τοῦτο γέγραπται τόδε τὸ
φάρμακον. γῆς κιμωλίας θείου ἀπύρου ἴσον τρίψας μετὰ ὄξους ἐν βαλανείῳ ἀπόσμα καὶ θερμῷ ὕδατι ἔκπλυνε. τούτῳ καὶ καταχρίειν δεῖ τῷ φαρμάκῳ, οὐ μόνον, ὡς εἶπεν, ἐν βαλανείῳ χρῆσθαι, πάσας γὰρ ἔχει τὰς δυνάμεις ὧν δεῖται τὸ πάθος, τοῦ μὲν ὄξους ἔχοντος αὐτὰς ὡς καὶ πρόσθεν εἴρηται, μόνου δὲ τοῦ θείου περαιτέρω τοῦ προσήκοντος ἐκθερμαίνειν τε καὶ διαφορεῖν δυναμένου, διὸ καλῶς αὐτῷ τὴν κιμωλίαν ἔμιξεν, εἰς συμμετρίαν κράσεως ἄγων τὸ ἐξ ἀμφοῖν συγκείμενον. τὸ δὲ μετὰ τοῦτο φάρμακον, ἔνθα φησὶ, μαλάχην ξηράνας καὶ κόψας εἰς οὖρον κατάπασον καὶ ἀπόσμα, μέμφομαι καθόσον ἐμεμψάμην καὶ πρόσθεν τὴν τοῦ οὔρου χρῆσιν, εἰ καὶ τήν γε δύναμιν αὐτοῦ κᾀγὼ φαίην ἂν ἁρμόττειν τῷ πάθει. τὸ δὲ ἐφεξῆς γεγραμμένον, ἐν ᾧ φησιν, συκῆς φύλλα ἑψήσας ἐν ὕδατι καὶ ἐξαιθριάσας τὸ ὕδωρ καὶ τρύγα ὀπτὴν ἐμβαλὼν εἰς αὐτὸ ἀπόσμα, μετὰ δὲ ταῦτα ἔκκλυζε ῥύμμασι τὴν τρίχα, δριμὺ ποιεῖ τὸ ῥύμμα, μέχρι μὲν τῆς ἐν βαλανείῳ χρίσεως οὐ δυνάμενον ἐρεθίσαι σφοδρῶς τὸν ἀχῶρα, καὶ μάλιστα ἂν κατακλύζῃ τις ἐφεξῆς ὡς ἐκέλευσε,
τουτέστιν ὕδατι γλυκεῖ καταντλήσει τὴν κεφαλὴν, ἐπιχρίστῳ δὲ χρῆσθαι τοιούτῳ φαρμάκῳ σφαλερόν. ἔστι γὰρ ἱκανῶς δριμὺ φάρμακον ἡ κεκαυμένη τρὺξ, ὡς ἐδείχθη ἐν τῷ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. τὸ δ’ ἐφεξῆς φάρμακον ἀσφαλῆ τε τὴν χρῆσιν ἔχει καὶ χρῷτο ἄν τις αὐτῷ θαῤῥῶν ἐκ λιθαργύρου καὶ δαφνίνου συγκειμένῳ. θαυμάζω δέ πως, ὡς ὅμοιον τῷ δαφνίνῳ μίγνυσι τὸ ἔλαιον ὡδί πως γράφων. λιθαργύρῳ λείῳ μετ’ ἐλαίου λευκοῦ ἢ δαφνίνου προλούσας θερμῷ περίχριε. πάμπολυ γὰρ ἀπολείπεται τῆς τοῦ δαφνίνου δυνάμεως τὸ κοινὸν τοῦτο ἔλαιον, ὃ κέκληκε λευκὸν, ἀντιδιορίζων αὐτὸ τοῦ δαφνίνου. καὶ τὸ μετ’ αὐτὸ δὲ γεγραμμένον ὁμοίαν ἔχει τὴν ἀτοπίαν· ἀντὶ μὲν γὰρ τῆς λιθαργύρου ψιμμυθίῳ χρῆται, δεύει δ’ αὐτὸ μυρσίνῳ ἢ δαφνίνῳ, παμπόλλην ἔχουσι διαφορὰν φαρμάκοις. τὸ μὲν γὰρ ἀποκρουστικόν ἐστι, τὸ δὲ ἱκανῶς θερμαίνει καὶ διαφορεῖ. καὶ χρεία δηλονότι τοῦ μὲν ἀποκρουστικοῦ καταρχάς ἐστι, τοῦ δὲ διαφορητικοῦ στηριχθέντος ἤδη τοῦ τὸν
ἀχῶρα γεννῶντος χυμοῦ. καὶ τὰ τοῦ κυνοσβάτου δὲ φύλλα, ὧν ἐφεξῆς μέμνηται κόπτειν καὶ χυλίζειν κελεύων, εἶτα ἐλαίῳ μιγνύειν, ἀσθενές ἐστι φάρμακον. ἀρχομένῳ δὲ τῷ πάθει μόνον ἐπιτήδειον, ὡς ἂν τοῦ κυνοσβάτου στύφοντος. τοιοῦτον δ’ ἐστὶ φάρμακον καὶ ἡ μολύβδαινα μετὰ ψιμμυθίου φυραθεῖσα οἴνῳ, μέχρι συστάσεως ὡς κατάχριστον γίγνεσθαι φάρμακον. ἐναντίας δὲ τοῖς εἰρημένοις δυνάμεώς ἐστιν, ὧν ὁμοτίμως μέμνηται, μηδένα προσθεὶς διορισμὸν, τό τε διὰ τοῦ καρδάμου καὶ τὸ διὰ τῆς σκίλλης. γράφει δὲ περὶ μὲν τοῦ προτέρου κατὰ λέξιν οὕτως. καρδάμου καὶ ἁλὸς ἴσον στέατι χηνείῳ μίξας καὶ λεάνας χρῶ. περὶ δὲ τοῦ δευτέρου κατὰ τήνδε τὴν λέξιν. σκίλλαν εἰς κάμινον ἐγκρύψας, ὥσπερ κολοκύνθην, ὅταν μαλακὴ γένηται, ἐξίπωσον, εἶτα μίξας τῷ χυλῷ ἔλαιον μὴ πολὺ χρῖε. εὔδηλον δ’ ὅτι πολὺ τούτου σφοδρότερόν ἐστι τὸ διὰ τοῦ καρδάμου σκευαζόμενον. ὃ δὲ ἐφεξῆς γράφει τῶν παρηγορικωτέρων ἐστὶ φαρμάκων, εἰ μὲν ὀδύνη τις εἴη σφοδρὰ περὶ τὸν ἀχῶρα, μέχρι τοῦ παρηγορῆσαι προσηκόντως παραλαμβανόμενον. εἰ δὲ διαφορῆσαι
σκληρὸν καὶ κεχρονισμένον ἀχῶρα βουλόμεθα, παντάπασιν ἀσθενές. ἔγραψε δὲ ὁ Ἀπολλώνιος ὡδί πως περὶ αὐτοῦ. κοτύλην ἐλαίου χαριεστάτου ἐγχέας εἰς μολυβδίνην θυίαν καὶ δοίδυκα λαβὼν μολύβδινον τρῖβε οὗ παχὺ ποιήσεις καὶ ὑπομελαῖνον, εἶτα χωρὶς τρίψας λιθαργύρου λίτραν μίαν καὶ ψιμμυθίου τὸ ἴσον μῖξον εἰς τὸ ἔλαιον, μετὰ δὲ ταῦτα τὴν κεφαλὴν ἐκκλύσας καὶ ξηράνας ἔγχρισον τὸ φάρμακον οὐ δι’ ἐλαίου ψιλῶς, ἀλλὰ ποτὲ μὲν διὰ ῥοδίνου, ποτὲ δὲ διὰ μυρσίνου κατασκευάσας, ἐπί τε τῶν ἐν ἕδρᾳ στολίδων καὶ ῥήξεων καὶ τῶν ἑλκῶν τῶν ὀδυνωμένων ἕξεις ἄριστον, ὅσα τ’ ἄλλα παροξύνονται, τῶν ἰσχυροτέρων φαρμάκων προσφερομένων. ἄκρως γὰρ ταῦτα παρηγορεῖ, κᾂν φαγεδαινικὰ κᾂν καρκινώδη κᾂν ὁπωσοῦν ἔχοντά τι κακόηθες ὑπάρχῃ. οὔκουν ἐχρῆν αὐτοῦ τὴν σκευασίαν γεγραφέναι νῦν, ἀλλ’ ὡς ἐγὼ πρόσθεν εἶπον, αὔταρκες ἦν φάναι παρηγορεῖσθαι τοὺς ὀδυνώδεις ἀχῶρας τοῖς τοιούτοις φαρμάκοις. κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων ἐστὶ τῶν ὀδυνωμένων, ἰδίως δὲ ποιοῦν

ἐπὶ τῶν ἀχώρων. ἔγραψε δὲ ἐφεξῆς φάρμακον τοιοῦτον. ♃ λιθαργύρου δραχ. η΄. πηγάνου τῶν ἁπαλῶν φύλλων δραχ. ε΄. ἐλαίου δραχμὰς η΄. ὄξους κοτύλης τέταρτον, τρίψας ἐν τῷ αὐτῷ τὴν κεφαλὴν κατάχριε. τοῦτο τὸ φάρμακον ἱκανὴν ἡμῖν δέδωκε πεῖραν. παραπλήσιον δὲ αὐτῷ τὴν δύναμίν ἐστι καὶ τὸ γεγραμμένον ὑπ’ αὐτοῦ ἐφεξῆς κατὰ τήνδε τὴν συμμετρίαν. ♃ ψιμμυθίου δραχμὰς στ΄. λιθαργύρου δραχμὰς δ΄. κηροῦ τὸ ἴσον, θείου δραχμὰς στ΄. ἐλαίου ῥοδίνου ἢ μυρσίνου τὸ ἱκανὸν, ὥστε κηρωτὴν ὑγροτέραν ποιῆσαι. τὰ ξηρὰ τῇ κηρωτῇ μῖξον καὶ τὴν κεφαλὴν ἔγχριε. τοῦτο δὲ καὶ πρὸς τὰ ἐν ὅλῳ τῷ σώματι ἐξανθήματα σφόδρα χρήσιμόν ἐστιν, ὥστε ἀληθῶς καὶ τοῦτο γέγραπται τῷ Ἀπολλωνίῳ. καὶ τὸ μετ’ αὐτὸ δὲ διαφορητικὸν ἱκανῶς ἐστιν, ὡς ἂν ἀφρὸν ἔχων τοῦ νίτρου πολλὸν, ὡς εἴ γε μὴ τῷ πλήθει τοῦ ἐλαίου ἐκεκόλαστο, δριμύτερον ἂν ἦν ἢ προσήκει. βούλεται γὰρ ἑνὶ μέρει τῆς λιθαργύρου πενταπλάσιον ἀφροῦ νίτρου μιχθῆναι καὶ τούτοις τριβομένοις παραχεῖσθαι κατ’ ὀλίγον ἔλαιον, ἄχρι συστάσεως εἰς ἔγχρισιν ἐπιτήδειον.

[Περὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων φαρμάκων πρὸς ἀχῶρας.] Ἐν μὲν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι τὰς καθόλου δυνάμεις τῶν ὠφελούντων ἕκαστον πάθος εἰπὼν ὀλίγων ἐμνημόνευσα παραδειγμάτων ἀφωρισμένης ὕλης, ἀναβαλλόμενος ἐνταῦθα τὸ πλῆθος ἁπάντων αὐτῶν διελθεῖν. ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ πάντα μὲν ὅσα πᾶσι γέγραπται φάρμακα μακρὸν ἂν εἴη γράφειν. ὅσα δὲ τοῖς ἐνδόξοις περὶ τὴν ἐμπειρίαν αὐτῶν ἄμεινον ἐφάνη σοι πάντ’ ἐπελθεῖν, ἵνα καὶ τὰ πλησίον ἀλλήλων πάντῃ μὲν δοκοῦντα εἶναι τὰ αὐτὰ, βραχὺ δέ τι παραλλάττοντα κατὰ τὴν συσταθμίαν ἢ τὴν σκευασίαν ἱστορήσαντες οἱ τοῖσδε τοῖς γράμμασιν ὁμιλοῦντες ἐκεῖνα μάλιστα σκευάζωσιν ὧν τῆς ὕλης εὐποροῦσιν. ἐνίοτε γὰρ ἢ οὐδ’ ὅλως εὑρίσκομέν τινα τῶν μιγνυμένων ἢ τοιαῦτα εὑρίσκομεν, ὡς μὴ θαῤῥεῖν ἐμβαλεῖν αὐτά. τούτου δὲ χρὴ μάλιστα πεφροντικέναι κατὰ πάσας τὰς σκευασίας τῶν φαρμάκων, ὡς ἀκμαῖα καὶ δόκιμα πάντα εἶναι τὰ μιγνύμενα. διὰ τοῦτο οὖν ἤδη καὶ τῶν Κρίτωνος μνημονεύσω

πάντων, ἐπιμελέστερόν μοι δοκοῦντος πεπραγματεῦσθαι τὴν τῶν ἀχώρων θεραπείαν. εἰς πέντε γοῦν ἔτεμε λόγους τὴν διδασκαλίαν αὐτῶν, ὧν τοῦ πρώτου κᾀγὼ μνημονεύσω.

Ὁ ΠΡΩΤΟΣ λόγος τοῦ Κρίτωνος ἐπὶ τῇ τῶν ἀχώρων θεραπείᾳ. γράφει τοίνυν αὐτοῖς ὀνόμασιν ὁ Κρίτων οὕτως. πρὸς τοὺς ἐπὶ τῆς κεφαλῆς συμβαίνοντας ἀχῶρας. γίγνονται δὲ οὗτοι τὰ πολλὰ πιτυριάσεως προηγησαμένης καὶ σχεδὸν ψωριάσεως, ἐς τὴν ἀρχὴν χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. πρὸς ἀχῶρας προσφάτους. κόλλῃ τεκτονικῇ σὺν ὕδατι ἑψηθείσῃ κατάχριε. ἄλλο. μήκωνος ἀγρίας καὶ ὑοσκυάμου φύλλα μετ’ ἐλαίου κατάπλασσε. ἄλλο. συκῆς ἀκρέμονας ἢ τῶν φύλλων τὰ ἁπαλὰ τρίψας μεθ’ ὕδατος κατάπλαττε, χρονίων δὲ ὄντων τρῖβε μετ’ ὄξους. ἄλλο. καρύων πικρῶν τὰ ἐντὸς εἰς ὕδωρ χλιαρὸν ἐμβαλὼν καὶ ἐκλεπίσας τρῖβε μετ’ ὕδατος, καὶ ποιήσας κηρωτῆς τὸ πάχος ἐπιτίθει προξυρήσας. ἐπὶ δὲ τῶν κεχρονισμένων ἄνιε μετ’ ὄξους. ἄλλο. σκωρίας σιδήρου καὶ ῥόδων τὸ ἴσον τρίψας μετ’ οἴνου ἐπιτίθει. ἔνιοι δὲ τρίψαντες ἀναλαμβάνουσι κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου.

ΤΟΝ ΔΕΥΤΕΡΟΝ λόγον ἐπὶ τῷ τῶν ἀχώρων πάθει κατὰ τήνδε τὴν λέξιν ἔγραψε. περιτεινομένης δὲ τῆς ἐπιφανείας καὶ διὰ τοῦτο παρενοχλούσης χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. λιπαρὰ πρὸς ἀχῶρας, ψύδρακας, ἐκζέσματα, παρατρίμματα. ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθή. ♃ λιθαργύρου δραχ. ν΄. πηγάνου τῶν ἁπαλῶν φύλλων δραχ. κε΄. ὄξει διαλύσας καὶ ῥοδίνῳ ἀναλαβὼν ἢ μυρσίνῳ ἐπίχριε πτερῷ. ἄλλη. ♃ λιθαργύρου δραχ. σ΄. ψιμμυθίου δραχ. ρν΄. πηγάνου δραχ. ρ΄. σταφίδος ἀγρίας δραχ. κε΄. ὄξους ξεστ. γ΄. μυρσίνου λίτρας γ΄. τρῖβε κατὰ μέρος ἐπιβάλλων τὸ ὑγρὸν καὶ συντίθει, καθάπερ προείρηται. ἄλλη. ♃ ψιμμυθίου δραχ. ρν΄. λιθαργύρου δραχ. ρ΄. πηγάνου δραχ. ρ΄. μυρσίνου ξεστ. γ΄. τρῖβε, κατὰ μέρος ἐπιβάλλων τὸ ὑγρόν. ἄλλη. ♃ ψιμμυθίου κεκαυμένου δραχ. ρ΄. πηγάνου δραχ. ρ΄. μάννης λιβάνου ἴσα, πίτυος φλοιοῦ δραχ. ν΄. ἐλαίου μυρσίνου ξεστ. β΄. ὄξους τὸ ἴσον, συντίθει ὁμοίως. ἄλλη. ♃ σκωρίας μολύβδου δραχ. ρ΄. ἑλίκων ἀμπέλου δραχ. ρ΄. λιβάνου δραχ. ρ΄. σμύρνης καὶ ἀφρονίτρου τὸ ἴσον, ὄξους καὶ μυρσίνου ὅσον ἐξαρκεῖ.

ΕΝ ΔΕ ΤΩΙ ΤΡΙΤΩΙ τοιαῦτά φησιν. χρονιζούσης δὲ τῆς διαθέσεως χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις, εἶθ’ ἑξῆς γράφει. Δαμοκράτειος πρὸς ἀχῶρας καθύγρους καὶ χρονίους. ♃ λαδάνου δραχ. η΄. ψιμμυθίου τὸ ἴσον, θείου ἀπύρου δραχ. δ΄. οἴνῳ καὶ μυρσίνῳ ἐλαίῳ χρῶ. ἄλλη. ♃ λιθαργύρου δραχ. η΄. ἑλίκων ἀμπέλου δραχ. η΄. ὑποκυστίδος χυλοῦ δραχ. δ΄. ἀφρονίτρου δραχ. β΄. κηκίδων δραχ. γ΄. ἢ β΄. ὄξει καὶ μυρσίνῳ χρῶ. ἄλλη. ♃ σιδίων καὶ κηκίδων ἀκακίας κιῤῥᾶς, οἴνῳ τὰ σίδια καὶ τὰς κηκίδας ἐμβρέξας ἕψε, τὴν δ’ ἀκακίαν οἴνῳ διαλύσας ἐπίβαλλε τοῖς λοιποῖς λειωθεῖσιν ἐπιμελῶς, καὶ ὅτε εὖ ἔχῃ, ἀναλάμβανε μυρσίνῳ. ἄλλη. ♃ λιθαργύρου, ψιμμυθίου, ὑοσκυάμου, μίσυος, κωνείου ἀκρεμόνων ἴσον κεκαυμένου λιβάνου, ἀκρεμόνων ἐλαίας ἴσον ἀναλάμβανε ὄξει καὶ σχινίνῳ ἐλαίῳ καὶ χρῶ. ἄλλη σφόδρα καλή. ♃ ψιμμυθίου κεκαυμένου δραχ. η΄. λιθοργύρου δραχ. η΄. χαλκάνθου δραχ. δ΄. ῥοῦ ἐρυθροῦ δραχ. δ΄. θείου ἀπύρου δραχ. β΄. ὀπίου δραχ. β΄. σμύρνης δραχ. β΄. ὄξει καὶ σχινίνῳ ἐλαίῳ.

ΤΟΝ ΔΕ ΤΕΤΑΡΤΟΝ λόγον ἐπὶ τῇ τῶν ἀχώρων θεραπείᾳ κατὰ λέξιν οὕτως ἔγραψεν. ἐπεὶ δὲ τῶν ἀναγεγραμμένων πρὸς ἀχῶρας τὰ πολλὰ ξηραίνει τε καὶ μᾶλλον ὀδύνην ἐπιφέρει, ἅτε δὴ περιτεινομένης τῆς ἐπιφανείας, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις, δι’ ὧν ἔνεστι χωρὶς ὀδύνης κατορθοῦν. λευκὴ ἀνίκητος ποιοῦσα πρὸς ἀχῶρας καθύγρους καὶ δυσαπαλλάκτους, ποιεῖ καὶ πρὸς ἐκζέσματα καὶ παρατρίμματα. ♃ λιθαργύρου δραχ. ρ΄. κηροῦ δραχ. ρ΄. οἱ δὲ πεντήκοντα. ψιμμυθίου δραχ. ρ΄. λιβάνου δραχ. κε΄. στυπτηρίας σχιστῆς δραχ. ιστ΄. τερμινθίνης δραχ. κε΄. πεπέρεως λευκοῦ δραχ. γ΄. ἐλαίου ξεστ. α΄. τὰ ξηρὰ κόπτε. ἔλαιον δὲ καὶ λιθάργυρον καὶ ψιμμύθιον εἰς καινὴν χύτραν ἐπ’ ἀνθράκων ἕψε. ὅταν δὲ μεταβάλλῃ, ἐπίβαλε κηρὸν καὶ ῥητίνην καὶ κίνει ἄχρις ἀμολύντου, εἶτα ἐπάρας ἀπὸ τοῦ πυρὸς καὶ ποσῶς ἐάσας ψυγῆναι ἐπίβαλε τὰ ξηρὰ καὶ εἰς θυίαν μετεράσας καὶ μαλάξας ἐπιμελῶς χρῶ ἐμπλάσσων εἰς ὀθόνιον καὶ λύων διὰ τρίτης. μᾶλλον δὲ ὠφελεῖ τὸ φάρμακον μιγνύμενον τῇ

λεγομένῃ Πασίωνος μηλίνῃ, ὥστε δύο μὲν εἶναι μέρη τῆς ἀνικήτου, ἓν δὲ τῆς εἰρημένης Πασίωνος μηλίνης. ἄλλο. ♃ ψιμμυθίου δραχ. ρκ΄. λιθαργύρου δραχ. π΄. κηροῦ δραχ. κδ΄. τερμινθίνης δραχ. ιβ΄. μάννης δραχ. ιστ΄. στυπτηρίας σχιστῆς δραχ. η΄. ἐλαίου κοτύλας β΄. συντίθει καθὼς προείρηται. μηλίνη Λευκίου ἀναξηραντικὴ παντὸς ῥεύματος, ποιοῦσα πρὸς ἀχῶρας χρονίους καὶ καθύγρους. ♃ κηροῦ δραχμὰς η΄. σανδαράχης δραχμὰς δ΄. στέατος μοσχείου δραχμὰς δ΄. τερμινθίνης δραχμὰς β΄. λιβάνου δραχ. α΄. σμύρνης δραχμὴν μίαν, στυπτηρίας σχιστῆς κεκαυμένης δραχ. α΄. πίτυος φλοιοῦ δραχμὴν μίαν, ἐλαίου μυρσίνου τὸ ἀρκοῦν. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλη μηλίνη Ὑγιεινοῦ ἀναξηραντικὴ παντὸς ῥεύματος. ♃ λιθαργύρου λίτραν μίαν, ψιμμυθίου λίτραν μίαν. ἁλὸς ὀρυκτοῦ λίτρ. α΄. στυπτηρίας σχιστῆς λίτρας S". χαλκάνθους γο στ΄. ἐλαίου ξεστ. β΄. ὄξους ξεστ. α΄. ἕψε ἔλαιον, ἅλας, ψιμμύθιον, λιθάργυρον, μέχρις ἀμολύντου. τὰ δὲ ξηρὰ κόψας, σήσας, ὄξει διαλύσας, ἐπίβαλε ψυχομένῳ τῷ φαρμάκῳ κατὰ μικρὸν ἐπιῤῥαίνων καὶ κινῶν συνεχῶς, εἶτα εἰς θυίαν μετεράσας

καὶ μαλάξας ἐπιμελῶς, ἀνελόμενος χρῶ. ἡ τοῦ Θηβαίου πρὸς ἀχῶρας καθύγρους. ♃ λιθαργύρου δραχ. μη΄. ψιμμυθίου δραχ. κδ΄. φλοιοῦ λιβάνου δραχμὰς ιβ΄. κηκίδος ὀμφακίτιδος δραχ. ιβ΄. κηροῦ δραχμὰς η΄. ῥητίνης τερμινθίνης δραχμὰς ιστ΄. ἐλαίου κοτύλην α΄. S". συντίθει καθὰ προείρηται.

Ἄρχεται δὲ τοῦ πέμπτου λόγου περὶ τῶν ἀχώρων ὁ Κρίτων οὕτως. παρακμαζούσης δὲ τῆς διαθέσεως καὶ παντελῶς οὐλῆς γενομένης εἰς μετάθεσιν τῆς ὅλης διαθέσεως χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. εἶθ’ ἑξῆς γράφει σμήγματα πλείω κατὰ τήνδε τὴν σύνθεσιν ἕκαστον. σμῆγμα πρὸς ἀχῶρας, πιτυριάσεις, τραχύτητας, ψωριάσεις. ♃ γῆς κικωλίας λίτραν μίαν, νίτρου ἐρυθροῦ λίτραν α΄. μυροβαλάνου πιέσματος γο στ΄. οἱ δὲ λίτρ. S". σμύρνης δραχμὰς η΄. πεπέρεως λευκοῦ δραχμὰς η΄. νάρδου Κελτικῆς δραχμὰς δ΄. κασίας δραχμὰς δ΄. κόστου δραχμὰς δ΄. κόψας σήσας ἀπόθου. ἡ χρῆσις ἐν βαλανείῳ. ἄλλο. ♃ νίτρου ἐρυθροῦ λίτρας δ΄. κιμωλίας γῆς τὸ ἴσον, μυροβαλάνου πιέσματος λίτρας β΄.

κυπέρου λίτραν α΄. οἱ δὲ δ΄. δαφνίδων λίτραν α΄. ἴρεως ξηρᾶς λίτραν α΄. βρυωνίας ῥίζης, ἀλκυονίου, ἀμυγδάλων κεκαθαρμένων, κέρατος ἐλαφείου κεκαυμένου ἑκάστου λίτραν μίαν, συντίθει καθὰ προείρηται. ἄλλο. ♃ τρυγὸς οἴνου κεκαυμένης, ἣν Ῥωμαῖοι φέκλην καλοῦσιν λίτρας κδ΄. ὕδατος ὀμβρίου ξεστ. κη΄. λιβανωτοῦ λίτρας β΄. γῆς Σαμίας λίτρας β΄. ἐλαίου Σαβίνου λίτρας δ΄. οἱ δὲ ξεστ. δ΄. κηροῦ λίτρας γ΄. S". τὴν τρύγα καὶ τὸ ὕδωρ βαλὼν εἰς πίθον κεραμεοῦν ἀκόνιτον, ἔα βρέχεσθαι ἐπὶ ἡμέρας ζ΄. καὶ ἐπικίνει νάρθηκι τρὶς τῆς ἡμέρας, τῇ δὲ ἐπιούσῃ διαλύσας καὶ σακκίσας τὸ ὑγρὸν μετεράσας εἰς ἀγγεῖον χαλκοῦν γεγανωμένον καὶ θεὶς ἐπὶ τὸ πῦρ, ἕψε λαμπροτέρῳ τῷ πυρὶ χρώμενος, καὶ ὅταν τὸ τρίτον ὑπολειφθῇ, ἐπίβαλε ἔλαιον καὶ κηρὸν καὶ πάλιν ἕψε πυρὶ χρώμενος μαλθακῷ. ὅταν δὲ τὰ ἐμβληθέντα τακῇ, ἐπίβαλε λειωθέντα λιβανωτὸν καὶ γῆν Σαμίαν καὶ ἀνακόψας μεταίρα εἰς ἀγγεῖον ὑέλινον εὔτονον. τὰ γὰρ λεπτὰ ῥήγνυνται. ἐπὶ δὲ τῆς χρήσεως, περιαλείφων τοὺς πεπονθότας τόπους
καὶ ἀνατρίβων ἐπιμελῶς, ἀπονίπτεσθαι παραίνει. καλὸν μὲν ἐν βαλανείῳ· εἰ δὲ μὴ, κατ’ οἶκον. καὶ γὰρ χρήσιμόν ἐστι τὸ φάρμακον πρὸς πᾶσαν ῥυπαρίαν καὶ τραχύτητα καὶ ψωριάσεις καὶ λειχῆνας. ἄλλο. ♃ φέκλης λίτραν μίαν, ὕδατος ὀμβρίου ξεστ. στ΄. λιβανωτοῦ λευκοῦ λίτρας β΄. μαστίχης λίτρας β΄. ἀλκυονίου λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας β΄. γῆς Σαμίας λίτρας β΄. ἐλαίου ῥοδίνου λίτρας β΄. κηροῦ Τυῤῥηνικοῦ λευκοῦ λίτρας β΄. βρέχε τὴν τρύγα εἰς τὸ ὕδωρ, καθὰ προείρηται, κινῶν τρὶς τῆς ἡμέρας νάρθηκι εὐτόνως, ἔπειτα σακκίσας τὸ ὑγρὸν μετεράσας εἰς ἀγγεῖον γεγανωμένον καὶ θεὶς ἐπὶ τὸ πῦρ, ἕψε εἰς ἡμίσειαν, εἶτα ἐπίβαλε τὰ τηκτὰ, καὶ ὅταν διαλυθῇ, κατάπλασσε λειότατον τὸ ἀλκυόνιον. ἔστω δέ σοι ἐν ἑτοίμῳ διαλυθέντα τῷ τῆς τρυγὸς ὕδατι καὶ λεανθέντα καλῶς, λιβανωτὸς, ἀμμωνιακὸν, μαστίχη, γῆ Σαμία, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος, ταῦτα ἐπίπασσε, ἐπιβαλὼν καὶ ἀνακόψας ἐπιμελῶς καὶ ἀνελόμενος χρῶ. ἄλλο διάσμυρνον ἐπικαλούμενον. τρυγὸς κεκαυμένης

λίτρας κδ΄. ὕδατος ὀμβρίου ξεστ. μη΄. ἐλαίου Σαβίνου λίτρας δ΄. κηροῦ λίτρας δ΄. γῆς Σαμίας λίτρας β΄. λιβάνου λίτρας β΄. μαστίχης λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. ἀλκυονίου λίτραν α΄. σμύρνης δραχμὰς η΄. συντίθει καθὰ προείρηται.

[Περὶ τῶν ὑπὸ Κλεοπάτρας γεγραμμένων πρὸς ἀχῶρας ἐν τῷ κοσμητικῷ.] Καὶ τὰ τῇ Κλεοπάτρᾳ πρὸς ἀχῶρας γεγραμμένα ἐφεξῆς εἰρήσεται κατὰ τὴν ἐκείνης αὐτῆς λέξιν. πρὸς ἀχῶρας. τήλει λεπτῇ ἑφθῇ, μέλανος τεύτλου χυλῷ βεβρεγμένῃ, ἐκκλυζέσθω ἡ κεφαλὴ ἢ τεύτλου ἀφεψήματι ἢ γῇ κιμωλίᾳ βεβρεγμένῃ τούτοις ἐκκλυσαμένῃ, καταχριέσθω μυρσίνῃ λείᾳ μετ’ οἰνελαίου, ἄνωθεν δὲ ἐπιτιθέσθω φύλλα τεύτλου. ἄλλο πρὸς τοὺς λίαν ἑλκώδεις. ♃ ψιμμυθίου πεφρυγμένου δραχ. β΄. λιβάνου δραχ. β΄. θείου δραχ. α΄. λεῖα ποιήσας μετ’ ἐλαίου κατάχριε. ἄλλο καὶ πρὸς πίτυρα ποιοῦν. ♃ νίτρου, χαλκάνθου ἀνὰ δραχ. α΄. λειώσας ἔλαιον κατάχριε καὶ ἔγχριε. ἄλλο πρὸς ἀχῶρας. σμύρναν καὶ μυρσίνης λευκῆς χλωρὰ φύλλα λεῖα, ἐν οἴνῳ λειώσας κατάχριε.

ἢ γῇ κιμωλίᾳ φωσθείσῃ σὺν οἴνῳ μέλανι κατάχριε. ἢ ψιμμυθίου καὶ μολυβδαίνης ἴσον ἑκάστου, σὺν μυρσίνῳ λειώσας κατάχριε. ἢ θείου ἀπύρου δραχ. στ΄. λιβάνου ἄῤῥενος δραχ. α΄. στυπτηρίας σχιστῆς, σταφίδος ἀγρίας, εὐζώμου, νίτρου ἀφροῦ ἀνὰ δραχ. α΄. χαλκάνθους δραχ. α΄. πηγάνου κλωνία τρία, λειώσας, ὄξος βάλε σύμμετρον καὶ δάφνινον ἔλαιον ἢ μύρσινον ἢ κρόκινον ἢ παλαιὸν ἔλαιον καὶ ποιήσας λιπαρὰν κατάχριε, προαποσμήξας τῷ σμήγματι τούτῳ. σμῆγμα. ♃ ὑσσώπου χοίνικα α΄. θέρμων χοίνικας β΄. πτισάνης χοίνικα α΄. ἐρεγμοῦ χοίνικα α΄. σικύου ἀγρίου ῥίζης δραχμὰς δ΄. ταῦτα λειώσας μῖξον καὶ δίδου σμήχεσθαι. τὸ δ’ αὐτὸ ποιεῖ καὶ πρὸς λέπραν καὶ πρὸς ἰόνθους.

[Περὶ τῶν ὑπὸ Σωρανοῦ γεγραμμένων φαρμάκων πρὸς ἀχῶρας.] Ἐπειδὴ καὶ ὁ Σωρανὸς ἔγραψε περί γε τῶν ἀχώρων ἔν τε τῷ τετάρτῳ περὶ φαρμακείας καὶ ἐν τῷ μονοβίβλῳ φαρμακευτικῷ φάρμακά τινα καὶ ἡμῖν διὰ τῆς πείρας ἐγνωσμένα, τὰ μὲν αὐτοῖς χρησαμένοις, τὰ δὲ παρὰ τοῖς

διδασκάλοις ἑωρακόσιν ἢ φίλοις ἰατροῖς καὶ ταῦτα προσθήσομεν, κατὰ λέξιν οὕτω γεγραμμένα. πολλῆς δὲ τῆς τῶν ἰχώρων ἀποκρίσεως ὑπαρχούσης, τῆς δὲ περιωδυνίας σφοδρῶς ἐγκειμένης, καταπλάττειν ἑφθῷ φακῷ λείῳ μετ’ ὀλίγου μέλιτος, ἢ ἄρτῳ μετὰ κοριάννου ἢ ἀρνογλώσσου ἢ στρύχνου ἢ στέρεως ἢ πολυγόνου ἢ περδικίου βοτάνης. ὁ μὲν οὖν Σωρανὸς, ὡς ἐπὶ πεπληγμένῳ τῷ πάθει τούτῳ τὰ τοιαῦτα βοηθήματα προσφέρει κατὰ τὴν ἰδίαν αἵρεσιν αἰτιολογῶν, φαίνεται δὲ ὄντως ὠφελοῦντα κατὰ τὰς ἀρχὰς καὶ τὰς γενέσεις, τῷ κοινῷ λόγῳ τῆς ἀποκρούσεως. ἐφεξῆς δέ φησι, τῶν δὲ παροξυσμῶν παρενδιδόντων, ξυρᾷν τοὺς τόπους καὶ σμήχειν τῷ τῆς τήλεως ἀφεψήματι καὶ τῷ τοῦ τεύτλου καὶ τῶν ὁμοίων δι’ ὕδατος, οὐ δι’ οὔρου, ὡς καὶ ἡμεῖς ἔμπροσθεν ἐμεμψάμεθα τοὺς δι’ οὔρου τὰς μίξεις ποιουμένους. εἶθ’ ἑξῆς γράφει φάρμακα καὶ ἡμῖν, ὡς ἔφην, ἐγνωσμένα. ♃ μολυβδαίνης, θείου ἀπύρου τὸ ἴσον, λειώσας δὲ παράχει ῥόδινον ἢ μύρσινον ἢ σχίνινον, ἄχρι τοῦ γλοιῶδες ποιήσαντα
κατάχριε. ἄλλο. θείου ἀπύρου, λιθαργύρου, ψιμμυθίου, ἑκάστου τὸ ἴσον, κρόκου τὸ ἥμισυ λειώσας μετὰ γλυκέος Κρητικοῦ κατάχριε. ἄλλο. ♃ πηγάνου λείου δραχμὰς δ΄. λιθαργύρου δραχ. η΄. ὄξος καὶ ἔλαιον ῥόδινον μίξας κατάχριε. ἄλλο. ♃ λιθαργύρου δραχ. κ΄. ἀσβέστου δραχ. κ΄. ὄξους καὶ ἐλαίου ἀνὰ κοτύλην μίαν λεάνας ὡς τὴν λιπαρὰν κατάχριε. ἄλλο. ♃ χαλκίτεως δραχμὰς β΄. σανδαράχης δραχ. δ΄. λιθαργύρου δραχμὴν α΄. οἴνῳ αὐστηρῷ καὶ μυρσίνῳ συλλεάνας ἐπίχριε. ἐφεξῆς δὲ τούτῳ ὁ Σωρανὸς ἔγραψεν ἄλλο φάρμακον ἰσχυρὸν, ὃ κατὰ τὴν ἑαυτοῦ τῆς αἱρέσεως ἀγωγὴν ὠνόμασε μετασυγκριτικόν. ἔστι δὲ ἐπὶ τῶν χρονίων καὶ δυσλύτων ἁρμόζον, ᾧ καὶ χρώμενός τις τῶν φίλων ἰατρῶν εὐδοκίμει. ♃ ἐλαίου κεδρίνου ξε α΄. ὄξους δριμέος ξε γ΄. ἕψε ἄχρις ἂν ἐξατμισθῇ τὸ ὄξος, εἶτα ἐπίβαλε στέατος χοιρείου τεταριχευμένου παλαιοῦ λίτρας β΄. τακέντος δὲ τούτου βαστάσας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν, προσεπίπλασσε νίτρου λείου γο η΄. θείου ἀπύρου γο στ΄. σανδαράχης γο α΄.

μετὰ δὲ τὸ ξηρανθῆναι τὸ καταχρισθὲν φάρμακον κέλευε σμήχεσθαι κατὰ τὸ βαλανεῖον, διά τε τῶν εἰρημένων καὶ δι’ οἴνου καὶ δι’ ὠῶν καὶ διὰ νίτρου καὶ δι’ ἀφεψήματος τῶν τοῦ ἀγρίου σικύου ῥιζῶν ἢ τρυγὶ ῥοδίᾳ καὶ κισσήρει μετὰ θερμοῦ ὕδατος.

10. [Πρὸς ψυδράκια καὶ ἀχῶρας καὶ ἑλκύδρια καὶ ἐξανθήματα ἐν τῇ κεφαλῇ.] Πρὸς τὰ εἰρημένα πάθη δεῖ προσφέρεσθαι, ἐπιτήδειον δίαιταν καὶ καθάρσει χρῆσθαι τοῦ σώματος καὶ τοῦ κρανίου, τοῖς δι’ ἀλόης κοκκίοις καὶ κολοκυνθίδος καὶ σκαμμωνίας, ἀναληφθέντων χυλῷ κράμβης τῶν διδομένων κοκκίων, εἶτ’ αὖθις τῇ τοπικῇ θεραπείᾳ χρῆσθαι, οἷόν ἐστι τὸ ἀδίαντον μετὰ ῥοδίνου ἐπιχριόμενον. ἢ τήλεως ἀφέψημα σμώμενον. ἢ μαλάχη μετὰ κριθίνου ἀλεύρου καταπλασσομένη. ἢ μελίλωτον σὺν τηλίνῳ ἀλεύρῳ, μετ’ οἴνου καταπλασσόμενον καὶ ἐρεβίνθων ἀφεψήματος καὶ αὐτοὶ ἑφθοὶ καταπλασσόμενοι, κάρυα πικρὰ μασηθέντα καὶ ἐπιχριόμενα. διαφορεῖ δὲ καὶ μάλιστα καὶ κρίνου ῥίζα σμωμένη καὶ λιβανωτὸς σὺν οἴνῳ καὶ ὕδατι καὶ θέρμων πικρῶν

ἀφέψημα σμώμενον, βολβοὶ σὺν νίτρῳ σμώμενοι, λίβανον μετ’ ὄξους καταχριόμενον, σίδια ῥόας μετὰ δαφνίνου ἐλαίου καταχριόμενα. καὶ ἀγχούσης ῥίζας καύσας καὶ λεάνας μετ’ ἐλαίου, ἕως σχῇ γλοιοῦ πάχος, ἐπίχριε τῷ πτερῷ καὶ ὠφελήσεις.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Β.

1. Ὅσοι μὲν ἔγραψαν ἄνευ διορισμοῦ κεφαλαλγίας βοηθήματα, πλείονα βλάβην ἢ ὠφέλειαν εἰργάσαντο τοῖς πιστεύσασιν. οὐ γὰρ ἐπὶ μιᾷ διαθέσει πάντες ἀλγοῦσι κεφαλὴν, ἀλλ’ αὗταί τε πλείους εἰσὶν αἱ διαθέσεις, ἥ τε ἴασις ἑκάστης αὐτῶν ἰδία. μία μὲν γὰρ διάθεσίς ἐστι κατὰ δυσκρασίαν ἁπλῆν ἄνευ χυμῶν, ἑτέρα δὲ ἐπὶ τῇ τούτων ποιότητι, καθάπερ γε καὶ τρίτη τις ἄλλη διὰ τὸ πλῆθος αὐτῶν

μόνον γιγνομένη καὶ πρὸς αὐταῖς, ὅταν ἐμφράξωσιν οὗτοι τὰς διεξόδους τῶν ὑγρῶν τε καὶ τῶν ἀτμῶν καὶ πρὸς ταύταις ἄλλη. ὅταν δι’ ἀσθένειαν ἔν τισι τῶν κατὰ τὴν κεφαλὴν μορίων πνεῦμα φυσῶδες ἐγγεννηθῇ, ἔσθ’ ὅτε καὶ διὰ προκαταρκτικήν τινα αἰτίαν, οἷον ἔγκαυσιν ἔξωθεν ἢ ψύξιν ἢ μέθην ἢ πληγήν. σφοδρόταται μὲν οὖν κεφαλαλγίαι γίγνονται κατὰ θερμότητα καὶ ψυχρότητα καὶ μάλισθ’ ὅταν ἀνώμαλοι τύχωσιν, μέτριαι δὲ αἱ κατὰ ξηρότητα. ταῖς δὲ ὑγρότησιν οὐδεὶς ἕπεται πόνος. ὡσαύτως δὲ κᾂν ἐπὶ χυμοῖς πλεονάσασιν, ἤτοι κατὰ πάντα τὰ μόρια τῆς κεφαλῆς ἢ καθ’ ἓν ὁτιοῦν ἢ δύο συμβαίνει τὸ ἄλγημα. σφοδρότερον μὲν ἐγγίνεται διὰ τοὺς θερμούς τε καὶ ψυχροὺς, μέτριον δὲ ἐπὶ τοῖς ξηραίνουσιν ἄνευ θερμότητος ἢ ψύξεως ἐπιφανοῦς. οἱ δὲ ὑγραίνοντες ἀνώδυνοι τελέως εἰσὶν, ὅσον ἐπὶ τῇ ποιότητι· διὰ γάρ τοι τὸ πλῆθος ὀργανικὰ νοσήματα ποιοῦσιν, οὔτι τῶν ὁμοιομερῶν, ἐφ’ ὧν μόνων αἱ κατὰ δυσκρασίαν
ἁπλῆν γίγνονται διαθέσεις. αἱ δὲ διὰ πλῆθος ἄνευ μὲν ἐμφράξεως βαρύνουσι τὴν κεφαλὴν, σὺν ἐμφράξει δὲ μετρίως μὲν ὀδυνώδεις ἐπὶ ταῖς μετρίαις ἐμφράξεσιν, ἰσχυρῶς δὲ ἐπὶ ταῖς ἰσχυραῖς συμβαίνουσιν. ἐὰν δὲ καὶ δακνώδη ποιότητα τὸ πλῆθος ἔχει τοῦ χυμοῦ, καὶ κατὰ τοῦτο τὴν ὀδύνην αὐξήσει. αὗται μὲν αἱ διαφοραὶ τῶν διαθέσεων, ὅσον ἐπὶ τοῖς ποιοῦσιν αἰτίοις, ἕτεραι δὲ παρὰ τὴν τῶν πασχόντων μορίων φύσιν. ἐνίοτε μὲν γὰρ ἔξωθεν τοῦ κρανίου τὸ πάθος ἐστὶν, ἐνίοτε δὲ ἐντὸς, καὶ ποτὲ μὲν ἁπάντων τῶν ἐκτὸς ἢ τῶν ἐντός ἐστιν, ἐνίοτε δὲ οὐ πάντων, ἀλλ’ ἑνὸς γένους σωμάτων ἀρτηριώδους ἢ φλεβώδους ἢ νευρώδους ἢ ὑμενώδους ἢ τοῦ δέρματος ἢ αὐτοῦ τοῦ ἐγκεφάλου. δυσκολώτατον οὖν ἐστι τὸ διαγνῶναι τὸν πεπονθότα τόπον, εἴτε εἷς ἐστιν εἴτε πλείους ὑπάρχουσιν ἑνὸς, ἤ τινες οὗτοι τυγχάνουσιν ὄντες, οὐ μὴν οὐδὲ τὴν διάθεσιν εὑρεῖν ἕτοιμον, ἀλλὰ καὶ τοῦτο γεγυμνασμένου δεῖται, κατά γε τὴν διὰ τοῦ λόγου γυμνασίαν, ἱστορίαν τε πολλὴν καὶ συνεχῆ τῆς τῶν καμνόντων διαθέσεως. ἰδιότητες γὰρ ἔνιαι μὲν ἄῤῥητοι παντάπασιν,
ἔνιαι δὲ δύσρητοι γίγνονται περὶ τὰ κάμνοντα σώματα, μόνοις τοῖς πολλάκις ἑωρακόσι γνώριμοι. συνενδείκνυνται δὲ τὴν διάθεσιν οὐ μικρῶς ἔνια τῶν προκαταρξάντων αἰτίων, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ἰδίως προκαταρκτικὰ, καθάπερ ὅταν ἐναργὴς αἴσθησίς τε καὶ βλάβη τοῖς κάμνουσιν αὐτοῖς ἐγκαύσεως ἢ ψύξεως γένηται. καὶ ῥᾷστόν γε τὰς διαθέσεις ταύτας ἰᾶσθαι προσφάτους, καὶ καλῶς ἀπ’ αὐτῶν ἤρξαντο τῶν ἰατρῶν ὅσοι μετὰ διορισμῶν ἔγραψαν τὰ βοηθήματα. πολλὰ μὲν οὖν τοῖς ἀρχαιοτέροις ἁπλᾶ τε καὶ σύνθετα φάρμακα γέγραπται τῶν τοιούτων διαθέσεων, ἐμοὶ δὲ κᾀνταῦθα τὰ τῶν νεωτέρων εἰπεῖν ἀρκέσει, τά τε τοῖς πρεσβυτέροις εὑρημένα γεγραφότων, αὐτῶν τε προστεθεικότων ἕτερα. τὸν μὲν γὰρ καθόλου τῆς ἰάσεως σκοπὸν ἑκάστου τῶν παθῶν ὁ λόγος ἡμᾶς διδάσκει, τὰς δὲ τῆς ὕλης δυνάμεις ἡ πεῖρα. διὰ ταύτην οὖν αὐξάνεται τὸ πλῆθος τῶν βοηθημάτων ἐπὶ προήκοντι τῷ χρόνῳ καὶ ἤδη καιρὸς ἥκει τῷ λόγῳ τὰ καθ’ ἑκάστην διάθεσιν οἰκεῖα βοηθήματα

γράφειν, τὴν ἀρχὴν ἀπὸ τῶν κατὰ μόνος τὰς ποιότητας ἐξισταμένων τοῦ κατὰ φύσιν ἑκάστου μορίου ποιησαμένῳ.

[Τὰ ὑπ’ Ἀπολλωνίου γεγραμμένα περὶ κεφαλαλγίας τῆς δι’ ἔγκαυσιν.] Ἀπολλώνιος μὲν οὖν ἐν τῷ πρώτῳ τῶν εὐπορίστων οὕτως ἔγραψε πρὸς κεφαλαλγίαν τὴν δι’ ἔγκαυσιν. ῥοδίνῳ διάβρεχε συνεχῶς τὴν κεφαλὴν ἢ καὶ ἔριον ἢ καὶ ῥάκος εἰς ῥόδινον ἀποβάπτων ἐπιτίθει. ἄλλο. ναρκισσίνῳ μύρῳ ὡσαύτως χρῶ. ἄλλο. μηλίνῳ μύρῳ χρῶ παραπλησίως. ἄλλο. συκαμίνου χυλῷ δι’ ὀθονίου ἐκτεθλιμμένῳ καὶ ῥοδίνῳ ἴσῳ χρῶ. ἄλλο. ἀνδράχνης φύλλα κόψας καὶ καθ’ αὑτὰ καὶ μετὰ παιπάλης ἀλφίτων κατάπλασσε. ἄλλο. κυπάρισσον ἁπαλὴν λείαν καὶ καθ’ ἑαυτὴν καὶ μετὰ παιπάλης ἀλφίτων κατάπλασσε. ἄλλο. στρύχνον καὶ καθ’ ἑαυτὸ καὶ μετὰ παιπάλης ἀλφίτων κατάπλασσε. ἄλλο. σήσαμον τρίψας καὶ ῥόδινον παραστάξας ἐπιτίθει. ἄλλο. ἀμπέλου φύλλα ἑψήσας λεῖα ἐν μελικράτῳ λεάνας ἐπιτίθει. ἄλλο. φύλλα κίκεως συγκόψας καὶ ἐμβαλὼν εἰς ὕδατος ὅσον 

ὀκτὼ κοτύλας καὶ ἐξαιθριάσας, τούτῳ τὴν κεφαλὴν κατάντλει καὶ μετὰ ταῦτα κατάπλασσε τοῖς πρὸς ταῦτα ἀναγεγραμμένοις. ἄλλο. κονύζης εὐώδους ἐμβαλὼν ὅσον δεσμὸν ἑκκαίδεκα δακτύλων εἰς ὕδατος ὅσον κοτύλας η΄. ἐξαιθριάσας κατάντλει πρᾳέως. χρηστέον δ’ ὑποστολῇ τροφῆς καὶ κοιλίας κενώσει καὶ ὕπνῳ καὶ ἡσυχίᾳ, φυλακτέον δὲ μάλιστα προσφορὰν οἴνου καὶ ἥλιον καὶ λουτρόν. ἔτι δὲ πυρίαν καὶ κραυγὴν καὶ διάτασιν καὶ πᾶσαν ταραχὴν διανοίας καὶ ἔκστασιν καὶ ἐν εὐπνοίᾳ διατριπτέον.

[Πρὸς κεφαλαλγίαν τὴν διὰ κατάψυξιν.] Ἰρίνῳ μύρῳ θερμῷ τὴν κεφαλὴν κατάβρεχε, χρῶ δὲ καὶ ἐρίοις καὶ ῥάκεσιν εἰς αὐτὸ ἀποβεβρεγμένοις. ἄλλο. δαφνίνῳ μύρῳ ὡσαύτως. ἄλλο. ἀλεύρῳ ἑφθῷ μετὰ μελικράτου χρῶ. ἄλλο. δάφνης φύλλα ἁπαλὰ μετὰ ἰρίνου μύρου τετριμμένα εἰς τὴν κεφαλὴν ἔγχει. ἄλλο. σαμψύχῳ λείᾳ μετ’ οἴνου ἢ ῥοδίνου παραπλησίως χρῶ. ἄλλο. κύπερον κόψας καὶ χηνείῳ μίξας στέατι τὴν κεφαλὴν κατάχριε. ἄλλο. ἐλάφειον κέρας κατακαύσας καὶ λαβὼν ὅσον ὀξύβαφον, οἶνον εὐώδη μίξας διπλασίονα

καὶ τρίψας κατάχριε. ἄλλο. ἁρμόσει δὲ καὶ πυρία διὰ σπόγγων εἰς θερμὸν ὕδωρ ἀποβεβρεγμένων καὶ ἐκπεπιεσμένων, καὶ μάλιστα δάφνης φύλλων ἁπαλῶν ἐναφεψημένων ἢ σαμψύχου ἢ κυπέρου, καὶ πιλήματα μαλακῶν ἐρίων, μύρῳ ἰρίνῳ καὶ οἴνῳ καταρερασμένα, περὶ τὴν κεφαλὴν τιθέμενα, καὶ σκέπη καὶ ἀλέα καὶ ὑποστολὴ σιτίων καὶ κοιλίας κένωσις, ἔτι δὲ ὕπνος καὶ ἡσυχία, σώματος ἀνάπαυσις, εὐθυμία. φυλακτέον δὲ ὁμοίως καὶ κραυγὴν καὶ διάτασιν καὶ οἴνου προσφορὰν καὶ κατάψυξιν. ταῦτα μὲν ὁ Ἀπολλώνιος ἔγραψε βοηθήματα δι’ ἔγκαυσιν κεφαλαλγίας. ὀνομάζουσι δ’ ἔγκαυσιν τὴν ἐξ ἡλίου θερινοῦ κατὰ τὴν κεφαλὴν γινομένην θερμότητα μόνιμον. ἅπαντες γὰρ οἱ ἄνθρωποι θερμαίνονται τὴν κεφαλὴν ἐν ἡλίῳ θερινῷ διατρίψαντες ἐπὶ πλέον, οὐ μὴν παραμένει γε πᾶσιν ὁμοίως ἡ θερμότης, ἀλλ’ εὐθὺς παύεται. τισὶ μὲν γὰρ καὶ πρὸ τοῦ λουτροῦ, τοῖς πλείστοις δὲ λουσαμένοις. ὅσοις δ’ ἂν παραμείνῃ, διάθεσιν τῆς κεφαλῆς ἤδη κατὰ ἕξιν, οὐ κατὰ σχέσιν ἡγούμενοι γεγονέναι καλοῦσιν ἔγκαυσιν. ἐνίοτε μὲν οὖν μόνη συνίσταται δυσκρασία
τῆς ἐπὶ τὸ θερμότερον ἐν τῇ κεφαλῇ γινομένης διαθέσεως, ἐνίοτε δὲ καὶ πλῆθος χυμῶν ἢ ἀτμῶν ἐπ’ αὐτὴν ἀναθεῖ, καὶ μάλιστα ὅταν ἀνατρέφηταί τις ἐν ὅλῳ τῷ σώματι πλεονεξία χυμῶν, ἣν ὀνομάζουσιν οἱ περὶ τὸν Ἐρασίστρατον πληθώραν. γίνεται δὲ αὕτη τῶν τεττάρων χυμῶν ἀνάλογον αὐξηθέντων ἢ τοῦ αἵματος μόνου, ὡς ὅταν γέ τις τῶν ἄλλων αὐξηθείη χυμῶν, οἵπερ εἰσὶ φλέγμα καὶ χολὴ ξανθὴ καὶ μέλαινα, τὴν τοιαύτην αὔξησιν οὔτε πληθώραν οὔτε ἁπλῶς πλῆθος, ἀλλὰ μετὰ προσθήκης ὀνομάζουσι πλῆθος φλέγματος ἢ χολῆς ξανθῆς ἢ μελαίνης ὑπάρχειν ἐν τῷ σώματι φάσκοντες. τοῖς δ’ ἐξ ἐγκαύσεως ἀλγοῦσι τὴν κεφαλὴν τὸ δέρμα ξηρότερον τῇ ἁφῇ κατὰ τὴν πρώτην ἐπιβολὴν φαίνεται, τούς τε ὀφθαλμοὺς ἐρυθροὺς ἔχουσι. χαίρουσι δὲ καὶ τοῖς ψυχροῖς προσαντλήμασί τε καὶ ἀλείμμασι. καταρχὰς μὲν οὖν ἀποκρουστικῇ θεραπείᾳ χρηστέον, ἐκ τῆς τῶν ψυχόντων καὶ στυφόντων γινομένῃ. μετὰ δὲ ταῦτα τῶν παρηγορικῶν καὶ πεπτικῶν φαρμάκων τι μιγνύναι χρὴ τοῖς ἀποκρουστικοῖς, εἶτά τι καὶ τῶν διαφορητικῶν προσθετέον, ἀφαιροῦντα
κατὰ βραχὺ τῶν ἀποκρουστικῶν φαρμάκων. ἄριστα δὲ τῶν προσφερομένων μάλιστα ὅσα λεπτομερῆ ταῖς οὐσίαις ἐστί. διὸ καταρχὰς μὲν ἄμεινόν ἐστι τῷ ῥοδίνῳ καλῶς ἐσκευασμένῳ ψυχροτάτῳ καταντλεῖν τὴν κεφαλὴν, στρόφιον ἐρίου περιθέντας ἐν κύκλῳ, κατὰ μὲν τὸ μέτωπον ἔνθα παύεται τὸ τετριχωμένον αὐτῆς μέρος, ἐφ’ ἑκάτερα δὲ τοῦδε καθὸ τοῖς ὠσὶ συνάπτει τὸ τετριχωμένον καὶ τόδε ἀπὸ τοῦδε μετὰ τὴν κορυφὴν, οὐ μὴν πολλῷ ταύτης κατωτέρω. οὔτε γὰρ ἐκκαίεται ῥᾳδίως τὸ καλούμενον ἰνίον μέρος τῆς κεφαλῆς οὔτε ἀλύπως ἀνέχεται τῶν ψυχόντων διὰ τὸ τὴν ἀρχὴν ἐνταῦθα εἶναι τοῦ νωτιαίου μυελοῦ, στελέχους δίκην εἰς κλάδους πολλοὺς σχιζομένου, περὶ ἑξήκοντά που τὸν ἀριθμὸν νεῦρα. ἡ δὲ κατὰ τὸ βρέγμα καλούμενον χώρα τῆς κεφαλῆς διὰ τὸ χαλαρὸν τῆς κατὰ τὴν στεφανιαίαν ῥαφὴν συναρθρώσεως καὶ τὴν τῶν ὀστῶν λεπτότητά τε καὶ χαυνότητα, ῥᾳδίως τήν τε θερμότητα καὶ τὴν ψύξιν ἁπάντων τῶν ὁμιλούντων φαρμάκων εἴσω διαδίδωσιν, ὥστε κᾂν ψῦξαί ποτε δέοι τὴν ἐξ. ἐγκαύσεως θερμότητα, κᾂν θερμῆναι
τὴν ψύξιν, ἐπιτήδειος ἡ κατὰ τὸ βρέγμα χώρα τῆς κεφαλῆς. ἀρίστη δὲ κατὰ τὰς ἀρχὰς ψύξις ἡ διὰ ῥοδίνου ψυχροῦ, θερινῆς τῆς ὥρας οὔσης, ἐν ᾗ μάλιστα φιλεῖ τὸ τῆς ἐγκαύσεως πάθημα γίνεσθαι. λέλεκται δέ μοι περὶ ῥοδίνου πολλάκις, ὡς ἄριστόν ἐστιν ἐξ ἐλαίου μὲν ὠμοτριβοῦς ἢ ὀμφακίνου, διττῶς γὰρ ὀνομάζουσιν αὐτὸ, χωρὶς ἁλῶν ἐσκευασμένου, ῥόδων δὲ ἐναποβεβρεγμένων αὐτῷ πλείστων ἐσκευασμένου. ἔστω δὲ μὴ παλαιὸν τὸ ῥόδινον, ἀλλὰ κατ’ ἐκεῖνο τὸ ἔτος ἐσκευασμένον, ἤτοι κατὰ τὸ ἔαρ ἢ ἀρχομένου τοῦ θέρους. ἐφεξῆς δὲ τῷ ῥοδίνῳ τὸ χαμαιμήλινόν ἐστιν, ἐφ’ ὧν σωμάτων δεδοίκαμεν ἔμψυξιν σφοδρὰν ἐργάσασθαι. ταῦτα δέ ἐστι τά τε τῶν γυναικῶν καὶ τὰ τῶν εὐνούχων καὶ τὰ τῶν παιδίων, ὅσοι τε μαλακὴν ἔχουσι τὴν σάρκα καὶ λευκὴν τὴν χρόαν, ἀήθεις τέ εἰσιν ἡλίου. καὶ τὸ μέτρον καὶ τῆς τοῦ ῥοδίνου καὶ χαμαιμηλίνου ψύξεως, ἔκ τε τῶν εἰρημένων ἕξεων τοῦ σώματος καὶ τοῦ τῆς ἐγκαύσεως μεγέθους εὑρίσκειν χρὴ, καὶ προσεπισκοπούμενον τήν τε ἡλικίαν τοῦ κάμνοντος καὶ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν, οὐχ 
ἥκιστα δὲ καὶ αὐτοῦ τοῦ οἴκου καθ’ ὃν ὁ κάμνων κατάκειται. ψύξεις δὲ ὅσα προσφέρεις ἐνιστὰς ὕδατι πάνυ ψυχρῷ. μὴ παρόντος δὲ τούτου χιόνι περιπλάσσεις τὸ ἀγγεῖον· ἡ τοιαύτη βοήθεια κᾂν χυμῶν ἢ ἀτμῶν πλῆθος ἐπὶ τὴν κεφαλὴν ὁρμήσῃ, βοηθεῖ γενναίως. ἀποκρούεται γὰρ ταῦτα καὶ ὠθεῖ κάτω τοῦ σώματος, ὥστε ἐγὼ ἐπὶ μυρίων τούτῳ τῆς ἰάσεως τῷ τρόπῳ χρησάμενος οὐκ ἐδεήθην ἑτέρου. καὶ γὰρ εὐπορία ψυχρῶν πηγῶν ἐν Ῥώμῃ πολλὴ καὶ χιόνος, ὥσπερ γε καὶ παρ’ ἡμῖν ἐν Περγάμῳ καὶ κατὰ τὰς πλείστας τῶν ἐν Ἀσίᾳ τε καὶ κατὰ τὴν Ἑλλάδα πόλεων. ἐν δὲ ταῖς θερμαῖς χώραις, οἵα καὶ ἡ τῶν Αἰγυπτίων ἐστὶν, ἐν ᾗ καὶ πηγῶν ψυχρῶν ἀπορία καὶ χιόνος, ἀναγκαῖόν ἐστι προψύξαντα τὸ ῥόδινον ἐκ τοῦ δι’ ὅλης νυκτὸς ὑπαίθριον θεῖναι, πρὸς αὔραν τινὰ μετεστραμμένον οὕτως ἐπεμβάλλειν αὐτῷ χυλὸν ἀειζώου ἢ ἀνδράχνης ἢ θριδακίνης ἢ ψυλλίου ἢ πολυγόνου καί τι καὶ στρύχνου ποτὲ βραχὺ καὶ ἑλίκων ἀμπέλου καὶ ὀμφάκων, ἔτι γὰρ ὄμφακές εἰσι θέρους ὥρᾳ. μήκωνος δὲ καὶ μανδραγόρου φυλάττεσθαι χυλὸν, οὐκ ἀβλαβῶς
γὰρ ἐμψύχει. φυλάττεσθαι καὶ τὰ μετὰ τοῦ ψύχειν στύφοντα σαφῶς, ὥστε ἀνάγκης ποτὲ καταλαβούσης ὀλίγον αὐτῶν μιγνύναι χρὴ τοῖς ψύχουσι. διὰ τοῦτο καὶ στρύχνου χυλὸν ἢ οὐδ’ ὅλως μίγνυμεν ἢ βραχὺν παντάπασιν. οὕτω δὲ καὶ ῥοιᾶς καὶ μήλου καὶ μεσπίλου. καλλίων δὲ ὁ χυλὸς τῶν ὀξειῶν ῥοιῶν εἰς τοῦτο, μᾶλλον γὰρ ἐμψύχει. μηδενὸς δὲ τοιούτου παρόντος, ἐν ἀγρῷ ποτε κολοκύνθης ξύσμα χυλίσας ἔμιξα χυλῷ σταφυλῆς ἀώρου· χρήσαιτο δ’ ἄν τις ἐν τοιούτῳ χωρίῳ καὶ στέρεως χυλῷ καὶ θριδακίνης τῆς ἀκηπεύτου τε καὶ ἀγρίας, ἣν ἰδίως ὀνομάζουσιν θριδακίνην, τὴν γὰρ κηπευομένην ὀνομάζουσι θρίδακα. καὶ ὁ τῶν συκαμίνων δὲ χυλὸς ἐπιτήδειος εἰς ἔμψυξιν, ἔστω δὲ μὴ λίαν πέπειρα. φαλακροῦ δὲ τοῦ κάμνοντος ὄντος ἢ βραχείας παντελῶς ἔχοντος τὰς τρίχας, ἡ εὐπορία πλείστη τῶν ἐμψυχόντων ἐστίν. ὅσα γὰρ ἐρυσιπελάτων ἐπιστάμεθα βοηθήματα διὰ καταπλασμάτων τε καὶ κηρωμάτων ὑγρῶν, ταῦτα πάντα τοῖς ἐγκεκαυμένοις ἁρμόττει. Ἀπολλώνιος δὲ καὶ τὰ τοῦ
κίκεως ἁπαλὰ φύλλα κοπέντα βαλεῖν εἰς ὕδωρ ἀξιοῖ, κᾄπειτα τῆς νυκτὸς ὅλης ὑπαίθριον θέντας ὅλον τὸ ἀγγεῖον, ἐν ᾧ ταῦτα περιέχεται, κατὰ τὴν ὑστεραίαν χρήσασθαι. ἐγὼ μὲν οὖν οὐ πάνυ τι πεπείραμαι τῆς τοῦ κίκεως δυνάμεως, εἰκὸς δὲ τὸν Ἀπολλώνιον ἐν Ἀλεξανδρείᾳ διατρίψαντα χρόνῳ πολλῷ κεκρικέναι διὰ μακρᾶς ἐμπειρίας τὴν δύναμιν αὐτοῦ· τὸ μέντοι γε γενόμενον ἔλαιον ἐκ τοῦ κίκεως οἶδα σαφῶς θερμότερον ὑπάρχον τῇ δυνάμει τοῦ παρ’ ἡμῖν ἐλαίου, διὸ καὶ μὴ παρόντος αὐτοῦ τῷ παλαιῷ χρώμεθα. νομίζω δὲ καὶ ποταμογείτονα καὶ τὸν Νειλῶον στρατιώτην ἔχειν τι ψυκτικὸν, καὶ θαυμάζω πῶς οὐκ ἐμνημόνευσεν αὐτῶν ὁ Ἀπολλωνίοις, ἀλλὰ καὶ ὁ παρ’ ἡμῖν τρίβολος, ὥσπερ καὶ τὸ πολύγονον, ἔχει τι καὶ αὐτὰ ψυκτικὸν, ἁπαλὰ δηλονότι καὶ οὐδέπω σκληρὰ καὶ ξηρὰ γεγονότα. τὴν δὲ κόνυζαν οὐ μόνον ἀδύνατον ψύχειν, ἀλλὰ καὶ θερμαίνειν μετρίως δυναμένην οἶδα, καὶ θαυμάζω πῶς αὐτὴν ἔγραψεν ὁ Ἀπολλώνιος ἐν τοῖς ψύχουσιν. εἴπερ δὲ καὶ ἀπὸ δενδρὼν ἢ θάμνων ἐπικουρίαν δέοι πορίζεσθαι κεφαλῇ θερμοτέρᾳ τοῦ κατὰ φύσιν,
ἄγνος ἐπιτηδειοτέρα πρὸς τοῦτο καὶ ἄμπελος καὶ σχῖνος καὶ πλάτανος, εἴ τις λαβὼν αὐτῶν ἁπαλὰς τὰς βλάστας, εἶτα τρίψας ἐκθλίψειεν αὐτῶν τὸν χυλόν. Ἐρασίστρατος δέ φησι μέγιστον εἶναι προφυλακτικὸν ἐπὶ τῶν θερμαινόντων ἕξεων, ὅταν ἡλιοῦσθαι μέλλωσιν, εἰ σπόγγον πλατὺν καὶ πυκνὸν καὶ κοῖλον βρέξας εἰς ὕδωρ καὶ ἐκπιέσας σφόδρα ἐπιθήσεις τῇ κεφαλῇ. τοῖς ἐπ’ ἐγκαύσει κεφαλαλγοῦσιν ὑπεναντίως ἔχει τὰ σημεῖα τῶν ἐπὶ ψύξει· καὶ γὰρ καὶ ἀσύμπτωτον καὶ ἄχρουν ἐστὶν αὐτῶν τὸ πρόσωπον καὶ τοῖς ψυχροῖς οὔτε χαίρουσιν οὔτε πρὸς αὐτῶν ὠφελοῦνται. καθάπερ δ’ ἡ ἔγκαυσις οὐκ ἔστι δύσλυτος διάθεσις, οὕτως οὐδὲ ὅτε ψύξις ἐκ τοῦ περιέχοντος γένηται, δυσκόλως θεραπεύεται πρόσφατος, ἀλλ’ ἀρκεῖ πηγάνειον ἔλαιον θερμὸν καταντλήσαντα κατὰ τοῦ βρέγματος, ὡς εἴρηται, τελέως ἀπαλλάξαι τὸν ἄνθρωπον. εἰ δὲ καὶ σφοδροτέρας δεήσοι θερμασίας, ἐπεμβάλλειν εὐφόρβιον τῷ ἐλαίῳ καὶ ὅσα δι’ πεπέρεως σκευάζεται. ἀλείφειν δὲ μύροις τοῖσδε χρὴ τὸ μέτωπον καὶ ῥινῶν τοὺς πόρους, μάλιστα μὲν ἰρίνῳ καὶ ἀμαρακίνῳ καὶ ναρδίνῳ. καὶ

κομμωτικὰ δὲ τῶν θερμαινόντων ἐστὶ καὶ ταῦτα δὴ τὰ πολυτελῆ τῶν πλουσίων γυναικῶν ἀλείμματα. καλοῦσι δὲ αὐτὰ κατὰ τὴν τῶν Ῥωμαίων φωνὴν φουλιάτα τε καὶ σπικάτα. τοῦ δὲ ὀποβαλσάμου πολλάκις ἐπειράθημεν οὐδὲν σαφῶς ὀνήσαντος οὐδεμίαν διάθεσιν θερμαίνεσθαι δεομένην. ὥσπερ δὲ τὸ πηγάνειον ἁρμόττειν ἔφην, οὕτω καὶ τὸ σαμψύχινον καὶ τὸ δάφνινον ἐπαινῶ καὶ τὸ ἑρπύλλινον, πολλάκις καὶ ἐπὶ πολλῶν αὐτοῖς χρησάμενος· διδόναι δὲ καὶ οἶνον λεπτομερῆ καὶ κινήσει κεχρῆσθαι κελεύειν καὶ λουτροῖς θερμοῖς καί ποτε ἀπὸ ῥαφανίδων ἐμέτῳ.

[Περὶ τῶν χρονιζουσῶν ἐν τῇ κεφαλῇ διαθέσεων θερμῶν τε καὶ ψυχρῶν.] Ἐπὶ τῶν χρονιζουσῶν κεφαλαλγικῶν διαθέσεων ἀναγκαῖον γίνεσθαι ξυρὰν τὴν κεφαλὴν, ἢ ἐν χρῷ πάνυ κείραντα φάρμακα προσφέρειν ἐμπλαστρώδη τε καὶ κηρωτοειδῆ καὶ ὑγρά. τὰ μὲν οὖν ἐμπλαστρώδη τε καὶ κηρωτοειδῆ τῇ ξυρηθείσῃ κεφαλῇ, τὰ δὲ ὑγρὰ τῇ βραχυτάτας ἐχούσῃ τρίχας. ἔστι δὲ καὶ ἡ τούτων ὕλη πολυειδὴς, τῶν μὲν 

μᾶλλον, τῶν δὲ ἧττον ψυχόντων τε καὶ θερμαινόντων. τὰ μὲν οὖν ψύχοντα μεταφέρειν ἀπὸ τῶν θεραπευόντων τὰ ἐρυσιπέλατα, τὰ δὲ θερμαίνοντα διὰ τῶν θερμαινόντων φαρμάκων συνθετέον, ὧν ἁπλούστατον μέν ἐστι τὸ δι’ εὐφορβίου σκευαζόμενον, ἀρκεῖ δὲ μίαν γο ἐμβάλλειν εὐφορβίου τρισὶ κηροῦ τετηκυίαις ἐν ἐλαίου λίτρᾳ μιᾷ. χρῆσθαι δὲ ἐλαίῳ πρὸς πάντα τὰ θερμαίνεσθαι πάθη δεόμενα μήτε ὀμφακίνῳ μήτε τῷ συνήθως ὑπὸ πάντων ὀνομαζομένῳ Ἱσπανῷ μήθ’ ὅλως ἐσκευασμένῳ μετὰ θαλλῶν, ἀλλ’ οἷόν ἐστι τὸ ἐκ πεπείρων ἐλαιῶν γινόμενον, ἐν πολλοῖς ἔθνεσιν ἄνευ θαλλῶν ἐμβλήσεως. ἄριστον δὲ ὧν οἶδα τὸ Σαβῖνόν ἐστιν, οὐ πόῤῥω Ῥώμης ἐν τῇ Σαβίνων χώρᾳ γεννώμενον. ὅσα δὲ οἱ νεώτεροι τῶν ἰατρῶν, οἱ καλοῦντες ἑαυτοὺς μεθοδικοὺς, ὀνομάζουσι μετασυγκριτικὰ φάρμακα, ταῦτα πάντα χρήσιμα ταῖς τοιαύταις διαθέσεσίν ἐστιν, ὧν τὰ κάλλιστα ἐν τῷ τῆς πραγματείας τῆς πρὸ ταύτης ἑβδόμῳ εἴρηταί μοι. μεταβαίνειν

οὖν ἤδη καιρὸς ἐπ’ ἄλλην διάθεσιν κεφαλῆς, παραγράψαντα πρῶτα τὰ ὑπὸ Ἀπολλωνίου γεγραμμένα κατὰ λέξιν οὕτως ἔχοντα.

[Τὰ ὑπὸ Ἀπολλωνίου γραφέντα πρὸς κεφαλαλγίαν τὴν διὰ μέθην καὶ ἀκρατοποσίαν.] Χρηστέον δὲ πᾶσι τοῖς ἀναγεγραμμένοις βοηθήμασι πρὸς τὰς γινομένας δι’ ἔγκαυσιν κεφαλαλγίας, ἐπιπλεῖστον δὲ τῶν ἀλγημάτων ἰσχυόντων πηγάνου φύλλοις τετριμμένοις μετὰ ὄξους καὶ ῥοδίνου, ὡς γλοιοῦ πάχος τὴν κεφαλὴν ἐγχριστέον. ἄλλο. καρύοις πικροῖς μετ’ ὄξους καὶ ῥοδίνου τετριμμένοις, ὡς γλοιοῦ πάχος τὴν κεφαλὴν ἐγχριστέον. ἄλλο. ἴριδι ξηρᾷ καὶ ἄγνῳ ξηρᾷ μετ’ ὄξους τετριμμένοις καὶ ῥοδίνου παραπλησίως χρῶ. ἄλλο. δάφνιδι καὶ πηγάνου φύλλοις μετ’ ὄξους καὶ ῥοδίνου τετριμμένοις χρῶ. συνοίσει δὲ ὕπνος, ἔνδεια, ἡσυχία, σώματος ἀκινησία, πόμα ὕδωρ θερμὸν, μελίκρατον, κένωσις. ταῦτα μὲν Ἀπολλώνιος ἔγραψε, καὶ τούτου γε αὐτοῦ χάριν ἐπαινεῖν χρὴ τὸν ἄνδρα, τοῦ μετὰ διορισμῶν ὑπὲρ ἑκάστου τῶν βοηθημάτων γράψαι, μηδὲ Ἀρχιγένους αὐτὸ πεποιηκότος,

ὃν ἐχρῆν ὕστερον Ἀπολλωνίου γεγονότα προστεθεικέναι τι τῇ τῶν ὁρισμῶν ἀκριβείᾳ. ἀλλὰ τὰ μὲν ὑπ’ ἐκείνου κατὰ τὸ πρότερον τῶν φαρμάκων γεγραμμένα μικρὸν ὕστερον εἰρήσεται· τὰ δέ μοι διὰ μακρᾶς πείρας κριθέντα περὶ τῆς ἐξ οἴνου πόσεως κεφαλαλγίας ἤδη διηγήσομαι, τὴν μὲν ἐλπίδα τῆς ἐξ αὐτῶν ὠφελείας ἐκ τῆς διαθέσεως εὑρόντι, τὴν δὲ ἀκριβῆ βάσανον αὐτῶν διὰ πολλῆς πείρας ποιησαμένῳ. τὴν γάρ τοι κεφαλαλγίαν οἱ θερμότεροι τῶν οἴνων ταῖς κράσεσι γεννῶντες ἐνδείκνυνται πληροῦσθαι πάντως μὲν ἀτμῶν τὴν κεφαλὴν, ἔστι δ’ ὅτε καὶ χυμῶν, ὅσοι θερμοὶ ταῖς κράσεσιν. καὶ γὰρ καὶ χωρὶς οἴνου πόσεως οἱ τοιοῦτοι πρὸς τὴν κεφαλὴν ἑτοίμως ἀναφέρονται. χρεία τοίνυν ἐστὶν ἰάσεως ἐχούσης σκοπὸν τὸν μὲν καθόλου πρῶτον ἁπάντων κοινὸν τὸν κενώσεως δεόμενον. ἐπεὶ δὲ θερμοὶ τυγχάνουσιν ὄντες οἱ πεπληρωκότες τὴν κεφαλὴν ἀτμοὶ, καὶ τῆς ἐμψυχούσης αὐτοὺς βοηθείας ἐστὶ χρεία. κελεύειν οὖν πρότερον, εἰ ἄπεπτος ὁ οἶνος μένει, ἐμεῖν τοὺς κεφαλαλγοῦντας, ὕδωρ πεπωκότας χλιαρόν. εἰ δὲ καὶ μετὰ πέψιν
κεφαλαλγοῖεν, τοῖς ἐμψύχουσι κεχρῆσθαι καὶ ἀποκρουστικοῖς, οἷόν ἐστι τὸ ῥόδινον, καθ’ ἑαυτό τε καὶ σὺν ὄξει ἢ μετὰ χυλοῦ κισσοῦ ἢ κράμβης. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς κράμβης ἀποβρεχθέντα θερμῷ καὶ περιτεθέντα τῇ κεφαλῇ καὶ δεθέντα φυσικῶς ἀντιπαθεῖ τῇ μέθῃ. φροντιστέον δὲ ὕπνου τε καὶ ἡσυχίας, κᾀπειδὰν ταῦτα πραχθῇ, δι’ ὅλης ἡμέρας εἰς ἑσπέραν χρὴ λούσαντα θρέψαι τροφαῖς εὐχύμοις μὲν, οὐ μέντοι θερμαινούσαις. εἰσὶ δὲ τοιαῦται πτισάνης χυλὸς καὶ ῥόφημα ἐκ χόνδρου καὶ ἄρτος μεθ’ ὕδατος καὶ τὰ ῥοφούμενα τῶν ὠῶν ἄνευ γάρου. μιγνύσθω δὲ αὐτοῖς μέλιτος ὅσον αὔταρκες ἡδῦναι· εἰ δὲ πρὸς τοῦτο ἀνεπιτηδείως ἔχουσιν οἱ λαμβάνοντες, ἁλῶν τῶν ἡδυσμένων. τῶν δὲ λαχάνων θριδακίνη μὲν, ὡς εὔχυλός τε καὶ ψυκτικὴ, κράμβη δὲ ὡς ἀτμῶν ξηραντική. οὕτω δὲ καὶ ὀσπρίων ἡ φακή. ποτῷ δὲ πάντως μὲν ὕδατι χρηστέον. ἀλλ’ ἐπεί τινων ὁ στόμαχος ἐπὶ ταῖς ὑδροποσίαις ἀνατρέπεται, ῥοιὰν αὐτοῖς ἐπιδοτέον ἢ μόνην καθ’ ἑαυτὴν ἢ μετὰ χόνδρου. τακεροῦ, καλῶς ἑψημένου θερμοῦ. καὶ τὰ κεστιανὰ δὲ καλούμενα μῆλα κατὰ
τὴν Ῥωμαίων πόλιν ἄνευ μὲν ἑψήσεώς ἐστιν αὐστηρὰ, μετὰ δὲ τὴν ἕψησιν εὐστόμαχα γίνεται. χρὴ δὲ ἑψεῖν αὐτὰ κατὰ χύτραν καινὴν, ὕδωρ ἐπιχέοντα θερμὸν, εἶτα κρεμάσαντας ἐν τῷ ἀγγείῳ τὸ μῆλον ὑποκαίοντάς τε τὴν χύτραν, ὅπως ἐκ τοῦ ὕδατος ἀναφερόμενος ἀτμὸς θερμὸς τὴν ἕψησιν αὐτοῦ παρασχῇ. καὶ σταφίδες δὲ καὶ ἄπιοι τινὲς μὲν ὠμαὶ, τινὲς δὲ ὡς τὸ μῆλον ἑψημέναι ῥωννύουσι τὸν στόμαχον. ἀπέχεσθαι δὲ βαλάνων φοινίκων, ἔχουσι γὰρ ἰδιότητά τινα κεφαλαλγίας ποιητικήν. εἰ δὲ ἐπὶ τούτοις ὑπνῶσαι καλῶς οὐ δυνηθεῖεν, ἐπὶ λουτρὸν ἄγειν αὐτοὺς κατὰ τὴν ὑστεραίαν ὅτι τάχιστα, καταχέοντας ἐν τῷ βαλανείῳ θερμὸν ὕδωρ πολλάκις, εἶθ’ ὑπνώσαντας ἢ πάντως ἡσυχάσαντας ἐν τῷ μεταξὺ, πάλιν ἐπὶ τὸ λουτρὸν ἄγειν τὸ δεύτερον, εἶθ’ οὕτως τρέφειν, ὡς κατὰ τὴν προτεραίαν· εἰ δὲ μετρίως ἔχοιεν, ὑδροποτεῖν τε μὴ δύνηνται, συγχωρεῖν ὑδαρὲς πόμα προσφέρεσθαι τῶν ὑδατωδῶν οἴνων, ὁποῖός ἐστι κατὰ μὲν τὴν Ἰταλίαν ὁ Σαβῖνος, ἐν Ἀσίᾳ δὲ Τιτακαζηνὸς καὶ Ἀρσυήνιος καὶ Ἀριούσιος. αἱ δὲ τροφαὶ μετρίως ἔχουσιν αὐτοῖς 
καὶ ὄρχεις ἀλεκτρυόνων καὶ τὰ πτερὰ καὶ τῶν ἰχθύων οἱ πετραῖοι καὶ ἁπαλόσαρκοι δοθήσονται καὶ περιστερᾶς που νεογνός. ἑψήσθω δὲ πάντα ταῦτα χωρὶς γάρου καὶ οἴνου κατὰ τοὺς λευκοὺς καὶ ἁπλοῦς ζωμοὺς, ἐν οἷς ὕδωρ ἐστὶ μόνον μετ’ ἐλαίου καὶ ἀνήθου καὶ βραχέος πράσου, τὴν ἕψησιν παρεσχημένον, ἐπεμβαλλομένων ἁλῶν ὀλίγων, οὐκ εὐθὺς τοῦ ἑψήματος ἐν ἀρχῇ, ἀλλ’ ὅταν ἤδη πως γένωνται τακεροί. εὔδηλον δ’ ὅτι καὶ αὐτοὺς καὶ πάντας τοὺς τὴν κεφαλὴν ἀλγοῦντας αὐξανομένης μὲν ἔτι καὶ ἀκμαζούσης τῆς ὀδύνης ἡσυχάζειν ἄμεινον, ἐνδιδούσης δὲ καὶ παρακμαζούσης, ἐν ἐπιτηδείοις χωρίοις περιπατεῖν. ἐπιτήδεια δὲ τοῖς μὲν θερμαίνεσθαι δεομένοις τὰ θερμότερα τοῖς δὲ ψύχεσθαι τὰ ψυχρότερα, καὶ πρὸ μὲν τῆς τροφῆς πλείοσι περιπάτοις χρηστέον, ἐπὶ δὲ τῇ τροφῇ βραχέσι τε καὶ νωθροῖς. χρὴ δὲ μήτε ἐδηδοκέναι πολλὰ μήτε εὐθέως περιπατεῖν, ἀλλὰ μετὰ δύο που καὶ τρεῖς ὥρας ἢ καὶ πλείονας. ἐὰν δέ ποτε τῶν ἀνελθόντων ἐπὶ τὴν κεφαλὴν ἀτμῶν τε καὶ χυμῶν ὑπολειφθῇ τι λείψανον ἐσφηνωμένον πόροις λεπτοῖς καὶ διὰ τοῦτο
παραμένῃ τι τῆς κεφαλαλγίας, ἀφίστασθαι μὲν προσήκει τοῦ ῥοδίνου, χρῆσθαι δὲ πρῶτον μὲν τῷ χαμαιμηλίνῳ συμμέτρως θερμῷ, μετὰ τοῦτο δὲ τῷ ἰρίνῳ, μεγάλως γὰρ ὀνίνησι τὰς τοιαύτας διαθέσεις, ἐν δὲ τῷ βαλανείῳ τὴν κεφαλὴν ὕδατι θερμῷ καταντλητέον, οὐ μόνον ἕνεκα τοῦ διαφορῆσαί τι τῶν κατ’ αὐτὴν, ἀλλὰ καὶ τῶν ὕπνων ἕνεκα. διόπερ καὶ τὸ δεύτερον ἢ τρίτον λουτρὸν ἑσπέρας ποιητέον, ἐσθίοντας ἐπ’ αὐτῷ θριδακίνας δι’ ὄξους, ἐλάχιστον μὲν ἴσχοντος ἢ μηδ’ ὅλως γάρου, πλεῖον δ’ ὕδατος, ὡς ἴσον εἶναι τῷ ὄξει, πλὴν εἰ μὴ παντάπασιν ὑδαρὲς ὑπάρχοι. καὶ γὰρ καὶ δέονται τοιούτου μᾶλλον ἢ τοῦ δριμυτάτου, θερμότητος γὰρ ἔχει τι τὸ τοιοῦτον ὄξος. ἐπὶ δὲ τούτοις κατὰ τὴν ὑστεραίαν τὰ μᾶλλον θερμαίνοντα τὴν κεφαλὴν παραληπτέον, μιγνύντα τῷ ἰρίνῳ ποτὲ μὲν ἀμαρακίνου μύρου, ποτὲ δὲ ναρδίνου, ποτὲ δὲ τῶν πολυτελῶν, οἷς αἱ πλούσιαι γυναῖκες, κᾂν μηδὲν ἔχωσι κακὸν, εἰώθασι κεχρῆσθαι. διὰ ταύτης ἐγὼ τῆς ἀγωγῆς τὰς ἐξ οἴνου κεφαλαλγίαις ἰασάμην

διὰ παντὸς, οὐδενὶ τῶν γεγραμμένων Ἀπολλωνίῳ χρησάμενος. ὅπου γὰρ δι’ ὧν εἶπον ἐτύγχανον τοῦ σκοποῦ καὶ τῶν Ἀπολλωνίῳ γεγραμμένων οὐδὲν ἐπέβαλλεν ἐλπίδα μοι καλῶς εἰρῆσθαι, περιττὸν ἦν εἰς πεῖραν ἄγειν ταῦτα. μετὰ δὲ τὰς προγεγραμμένας τρεῖς διαθέσεις κεφαλαλγικὰς ὁ Ἀπολλώνιος ἔγραψε ταύτην τήνδε τετάρτην.

[Πρὸς κεφαλαλγίαν διὰ πληγὴν ἢ πτῶμα Ἀπολλωνίου.] Ῥοδίνῳ καὶ ὄξει κεχλιασμένοις τὴν κεφαλὴν κατάβρεχε. ἄλλο. ῥόδοις ξηροῖς μάλιστα μὲν ἑφθοῖς, εἰ δὲ καὶ βεβρεγμένοις ἐν γλυκεῖ ἢ μελικράτῳ, λείοις κατάπλασσε. ἄλλο. μελιλώτῳ παραπλησίως ἐσκευασμένῳ χρῶ. ἄλλο. μυρσίνης λευκῆς φύλλοις ἁπαλοῖς μετ’ οἴνου καὶ σμύρνης τετριμμένοις κατάπλασσε. ἄλλο. ἰρίνῳ μύρῳ καὶ ὄξει κατάχριε. ἄλλο. ἀψινθίῳ λείῳ μετ’ οἴνου καὶ σμύρνης τετριμμένης κατάπλασσε. ἄλλο. γλήχωνι λείᾳ μετ’ οἴνου παραπλησίως χρῶ. ἄλλο. γλήχωνι καὶ σμύρνῃ τετριμμένοις ὁμοίως χρῶ. ἄλλο. σελίνου κόμαις ἑφθαῖς μετ’ οἴνου λείαις κατάπλασσε. ἄλλο. μήλοις κυδωνίοις ἑφθοῖς δι’ οἴνου κατάπλασσε. ἁρμόσει δὲ καὶ πυρία

διὰ σπόγγων εἰς ὕδωρ θερμὸν ἀποβεβρεγμένων καὶ πιλήματα μαλακῶν ἐρίων, ὄξει καὶ ῥοδίνῳ καταρερασμένα, πρὸς δὲ τούτοις ἡσυχία, σώματος ἀνάπαυσις, ὑποστολὴ τροφῆς, κένωσις, ἀποχὴ τῶν λυπούντων. ταῦτα δέ ἐστιν ἥλιος, λουτρὸν, οἰνοποσία, κραυγὴ, διάτασις καὶ τῶν ἐν τροφῇ προσφερομένων τά τε ὀξέα καὶ δριμέα καὶ ἁλυκά. ταῦτα μὲν ὁ Ἀπολλώνιος ἔγραψε περὶ τῶν ἐπὶ πληγαῖς προφανέσι κεφαλαλγιῶν. εἰδέναι δὲ καὶ ἡμᾶς χρὴ τὴν τοιαύτην διάθεσιν οὐκ ἄλλην οὖσαν ἢ φλεγμονὴν, ἥτις οὐ μόνον ἐκ πληγῆς ἢ καταπτώσεως, ἀλλὰ καὶ χωρὶς φανερᾶς αἰτίας εἴωθε γίνεσθαι κατὰ πάντα τοῦ σώματος τὰ μόρια δι’ ἐπιῤῥοὴν χυμῶν. ἐὰν μὲν οὖν ἡ πληγὴ τραύματος ἢ θλάσματος αἰτία γένηται, σκοποὶ πλείονες ἔσονται τῆς τῶν ἰαμάτων εὑρέσεως, εἷς μὲν ὁ ἐπὶ τραύματι, ἐφ’ ᾧ δεῖ χρῆσθαι τοῖς κολλητικοῖς καὶ ἀφλεγμάντοις φαρμάκοις, προαγκτηριάσαντας τὰ χείλη τοῦ ἕλκους, δεύτερος δὲ ὁ ἐπὶ τῷ θλάσματι, καὶ τρίτος ὁ ἐπὶ τοῖς ἀλγήμασιν, ἐνίοτε μὲν ἐν αὐτοῖς μόνοις τοῖς πληγεῖσι
μορίοις γινομένοις, ὡς τὸ πολὺ δὲ καὶ τοῖς συνεχέσιν ἐπεκτεινομένοις. ὅ τε γὰρ περικράνιος ὑμὴν καὶ τὸ τούτῳ περιτεταμένον ἔξωθεν δέρμα συνεχῆ τὴν οἰκείαν οὐσίαν ἑκάτερον ἔχον, ἐπὶ πᾶσαν ἐκτέταται τὴν κεφαλὴν καὶ κατὰ τοῦτο συμβαίνει πολλάκις αὐτὴν ὀδυνᾶσθαι, μάλιστα εἰ μέχρι τοῦ περιοστίου συγκαταβαίνοι ἡ πληγὴ, ἣν χρὴ ἐπιδιελόντας τὸν περικράνιον ὑμένα καὶ ξύσαντας θεραπεύειν κατὰ συσσάρκωσιν. εἰ δὲ καὶ διὰ τῆς κατὰ τὰς ῥαφὰς κοινωνίας τοῦ περικρανίου πρὸς τὴν σκληρὰν μήνιγγα διαδοθείη τι καὶ εἴσω τοῦ κρανίου τῆς φλεγμονῆς, οὐκ ἀκίνδυνος ἡ τοιαύτη κεφαλαλγία ἐστί. συμβαίνει δὲ οὐκ ὀλιγάκις ἐν ταῖς ἐξ ὑψηλοῦ καταπτώσεσιν ἀποῤῥήγνυσθαί τι τῶν κατὰ τὸν ἐγκέφαλον ἢ τὰς μήνιγγας μορίων, οὗ συμβάντος ἔτι μᾶλλον ἡ κεφαλαλγία σφοδροτέρα γίνεται καὶ ἡ διάθεσις ὅλη δυσιατοτέρα καὶ ὁ κίνδυνος ὀξύτερός τε καὶ σφοδρότερος. ἄριστον οὖν ἐπὶ τούτων, εἰ μή τι τὰ τῆς ἡλικίας κωλύει, μήτε ἡ ζωτικὴ δύναμις ἄῤῥωστος φαίνοιτο, τὴν ἀρχὴν τῆς ἰάσεως 
ἀπὸ φλεβοτομίας ποιεῖσθαι καὶ ταῖς καταλλήλαις ἐμβροχαῖς ἐπὶ τῆς κεφαλῆς χρῆσθαι, ἐλαίῳ γλυκεῖ διαβρέχοντας ἔρια καὶ περισκέποντας αὐτήν. κωλυόμενοι δὲ διά τι τούτων, ἢ ἡλικίαν ἢ ἀδυναμίαν ἢ καὶ δι’ ἄμφω τὴν τοῦ αἵματος ἀφαίρεσιν ποιήσασθαι, διὰ κλυστῆρος ἐκκενώσομεν τὴν γαστέρα, καὶ αὐτοῦ μὲν ἕνεκα τοῦ κενωθῆναι τὰ κατὰ ταύτην, ἔτι δὲ μᾶλλον ἀντισπάσεως χάριν τῶν εἰωθότων ἐπὶ τὰ πεπονθότα μέρη φέρεσθαι χυμῶν. ἔπειτα τοῖς πρὸς τὰς φλεγμονὰς χρησόμεθα βοηθήμασιν. εἰ δὲ μῆνιγξ εἴη τετρωμένη, καλῶς ταύτην κολλᾷ, ὥς φησιν Ἀρχιγένης, καλαμίνθης χύλισμα ἐγχεόμενον καὶ ἄλευρον κέγχρινον ξηρὸν ἐπιπασσόμενον, εἶτα βούτυρον καὶ ῥόδινον καὶ στέαρ ὕειον ἄναλον παλαιὸν μιγνύμενα καὶ κεχλιασμένα ἐπιχεόμενα. ἀπέχεσθαι δὲ χρὴ τοὺς τοιούτους οἴνου καὶ σιτίων ἁδροτέρων, καὶ μάλιστα εἰ πυρέττοιεν. τὴν μέντοι εἰρημένην κένωσιν συμβουλεύει μὲν καὶ Ἀπολλώνιος, ὁποίαν δέ τινα χρὴ γίνεσθαι ταύτην, οὐκ ἐδήλωσεν. ὄξος γε μὴν μιγνύναι τῷ ῥοδίνῳ κελεύει, καθάπερ ἐπὶ τῶν φρενιτικῶν καὶ ληθαργικῶν, ἐν ταῖς ἀρχαῖς τῶν
παθῶν εἰώθασιν οἱ πλεῖστοι τῶν ἰατρῶν χρῆσθαι. παρέλιπε δὲ οὐκ ὀρθῶς καὶ τὸ μέτρον ἑκατέρου δηλῶσαι, τῇ τῶν ἐμπειρικῶν ὁμοίᾳ μεταβάσει χρησάμενος, οὐ τῇ τῶν δογματικῶν ἐνδείξει. ἡ μὲν γὰρ διάθεσις ἡμῖν ὑπαγορεύει τὰ βοηθήματα, τὸ δὲ ποσὸν ἑκάστου καὶ τὴν κατὰ μέρος ἐν ταῖς ὕλαις διαφορὰν συνενδείκνυται τὸ πεπονθὸς μόριον ἥ τε κρᾶσις τοῦ κάμνοντος ἀνθρώπου, καὶ πρὸς τούτοις ἡ ζωτικὴ δύναμις, εἶθ’ ἡ ἡλικία καὶ ἡ τοῦ περιέχοντος ἀέρος κρᾶσις, ἄλλοτε ἄλλη γινομένη παρά τε τὰς χώρας καὶ τὰς ὥρας τοῦ ἔτους, τήν τε κρατοῦσαν τοῦ ἔτους κατάστασιν. ἐπὶ μὲν οὖν τῶν φρενιτικῶν, ἀπαθῶν ὑπαρχόντων ἁπάντων τῶν ἐκτὸς τοῦ κρανίου, κατά τε τὸ δέρμα καὶ τὸν περικράνιον ὑμένα, προσηκόντως ἔμιξαν ὄξος οἱ πρώτως μίξαντες, ἐκείνῳ τῷ λογισμῷ πεισθέντες, ὃν ἐν τοῖς περὶ συνθέσεως φαρμάκων ὑπομνήμασιν ἐπιπλέον διῆλθον, ἡνίκα ταῖς ἐν τῷ βάθει τοῦ σώματος γινομέναις διαθέσεσιν ἔφασκον χρῆναι προσφέρεσθαι φάρμακα τῶν ἐπιπολῆς γινομένων διαθέσεων διαφέροντα. ἐκλύεται γὰρ ἁπάντων αὐτῶν ἡ δύναμις ἐν τῇ
πρὸς τὸ βάθος ὁδῷ καὶ διὰ τοῦτο ἐνίοτε τοῖς οἰκείοις τοῦ πάθους βοηθήμασιν μίγνυμεν ἐναντίας τε καὶ βλαβερᾶς δυνάμεως φάρμακα. φλεγμονῆς γὰρ ὀδυνώσης ἐναντιώτατόν ἐστι τοῖς ὠφελοῦσιν ὄξος μιγνύειν, ὡς ἂν μήτε παρηγορικὸν ἔχοντι μήτε χαλαστικόν. ἀλλ’ ὅταν διὰ τοῦ βρέγματος ἢ δι’ ἄλλου τινὸς μέρους τῆς κεφαλῆς εἴσω διϊκνεῖσθαι τὴν τοῦ φαρμάκου δύναμιν ἐθελήσωμεν, ἐπιμιγνύναι τι τῶν διὰ τὴν ἑαυτῶν φύσιν βοηθούντων τε καὶ ποδηγησόντων ἐς τὸ βάθος τοῦτο παραγινόμεθα, λεπτομερῆ τινα οὐσίαν εὑρίσκοντες, ἐνίοτε μὲν ψυχρὰν ὡς ὄξος, ἔστι δ’ ὅτε μὲν θερμὴν ὡς εὐφόρβιον, ἐπισκοπούμενοι τὴν θεραπευομένην διάθεσιν, εἴτε τῶν θερμαινόντων δεῖται εἴτε τῶν ψυχόντων. κατὰ τοῦτον οὖν τὸν λογισμὸν, ἐὰν μὲν αὐτῇ παχείᾳ μήνιγγι γυμνῇ προσφέρηται τὸ ῥόδινον, ὡς ἐπὶ τῶν ἐκκοπτομένων τι τοῦ τῆς κεφαλῆς ὀστοῦ γίνεται, μόνον αὐτὸ προσφέρομεν ἀτρέμα χλιαίνοντες. ὅταν δὲ χωρὶς τοῦ γεγυμνῶσθαι διὰ τοῦ κατὰ
τὸ βρέγμα τῆς κεφαλῆς μέρους, ὑγιοῦς ὑπάρχοντος τοῦ κρανίου, βουλώμεθα τὸ ῥόδινον ὁδοιπορῆσαι πρὸς τὴν μήνιγγα, μίγνυμεν ὄξος αὐτῷ τὸ ποδηγῆσον, οὗ πάλιν αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ἐκλύεται, κατά τε τὴν ὁδοιπορίαν καὶ τὴν τοῦ ῥοδίνου μίξιν. ἀδιορίστως οὖν ὁ Ἀπολλώνιος ὄξος μιγνύναι τῷ ῥοδίνῳ κελεύσας ἥμαρτε· αἱ γὰρ τοῦ δέρματος τῆς κεφαλῆς ἢ τοῦ μετ’ αὐτὸ περικρανίου φλεγμοναὶ χωρὶς μὲν ὀδύνης ἰσχυρᾶς γινόμεναι δύναιντο ἂν ὠφελεῖσθαι μιχθέντος ὄξους ὀλίγου τῷ ῥοδίνῳ, βλαβήσονται δὲ, ὅταν αὗται μεγάλαι τύχωσιν οὖσαι, τό τε ἄλγημα σφοδρὸν ἐπιφέρωσιν. ἥμαρτε δὲ Ἀπολλώνιος κᾀν τῷ μὴ προσθεῖναι τὸν καιρὸν τῆς χρήσεως, ἑκάστῳ τῶν ὑφ’ ἑαυτοῦ γεγραμμένων βοηθημάτων. ἔνια μὲν γὰρ ἀρχομένων τε καὶ γεννωμένων ἔτι τῶν φλεγμονῶν ἐστι βοηθήματα, τινὰ δὲ καὶ ἀκμαζουσῶν ἢ παρακμαζουσῶν ἢ σκιῤῥουμένων. ῥόδινον μὲν οὖν σὺν ὄξει τῶν ἀρχομένων, ἀκμαζουσῶν δὲ μόνον τὸ ῥόδινον, ὥσπερ γε τῶν σκιῤῥουμένων, ἐν οἷς ἀψίνθιόν τε καὶ γλήχωνα
μίγνυμεν, ὡς αἵ γε χωρὶς τοῦ σκιῤῥοῦσθαι παρακμάζουσαι τῶν καλουμένων χαλαστικῶν δέονται φαρμάκων. εἴρηται δὲ αὐτῶν ἥ τε ὕλη καὶ ἡ σύνθεσις ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν, πρὶν ἐπὶ ταύτην ἀφικέσθαι, δι’ ἣν οἱ πεπονθότες τόποι πολὺ τοῖς πάθεσιν συνενδείκνυνται τῆς τῶν βοηθημάτων εὑρέσεως. τέτταρας οὖν διαθέσεις γράψαντος τοῦ Ἀπολλωνίου ποιητικὰς ἀλγημάτων κεφαλῆς, ἐπὶ προδήλοις αἰτίοις γινομένας, εἶθ’ ἑξῆς μεταβάντος ἐπὶ τὰς ὑπὸ τῶν ἀδήλων ἀποτελουμένας, μέμψαιτ’ ἄν τις εὐλόγως αὐτῷ μὴ ὅτι δογματικῆς ἀποστάντι διδασκαλίας, ἀλλ’ οὐδὲ ἐμπειρικῇ χρησαμένῳ. διορίζονται γὰρ κᾀκεῖνοι τὰ πάθη ταῖς καλουμέναις ὑπ’ αὐτῶν συνδρομαῖς, αἵτινες ἀθροίσματα συμπτωμάτων εἰσὶν φαινομένων ἐναργῶς ἅπασιν, ἐν αἷς συνδρομαῖς καὶ τὰ προκαταρκτικὰ τῶν αἰτίων αὐτοὶ περιλαμβάνουσιν, ὡς μόρια τῆς ὅλης συνδρομῆς. ἀλλ’ οὐδὲν τοιοῦτον ἄθρισμα συμπτωμάτων τε καὶ σημείων ὁ Ἀπολλώνιος 

ἔγραψεν, ὡς μαθησόμεθα προσέχοντες οὐχ ἥκιστα καὶ τῇδε τῇ ῥήσει τοῦ ἀνδρός.

[Ἡ συνεχὴς ῥῆσις Ἀπολλωνίου τῇ προγεγραμμένῃ, πρὸς τὰς τῶν κροτάφων ἀλγηδόνας καὶ τὰς ὅλης τῆς κεφαλῆς τὰς χωρὶς φανερᾶς αἰτίας γεγενημένας.] Μενδησίῳ μύρῳ τὴν κεφαλὴν κατάχριε. ἄλλο. στέαρ χήνειον διεὶς Μενδησίῳ μύρῳ κατάχριε. ἄλλο. σμύρναν τρίψας οἴνῳ ὡς βελτίστῳ, πάχος ποιῶν χυλοῦ πτισάνης κατάχριε. ἄλλο. σμύρναν τρίψας μύρῳ πολυτελεστάτῳ παραπλησίως χρῶ. ἐπὶ δὲ τῶν παιδίων τῶν τὰ βρέγματα πονούντων σμύρνῃ μετ’ ἐλαίου τετριμμένῃ χρῶ. ἄλλο. ἄγνου σπέρμα τρίψας, καὶ ἐν ὕδατι διεὶς κατάπλασσε ἢ εἰς ὀθόνιον ἀναλείψας ἐπιτίθει. ἄλλο. αἰρῶν ἄλευρον, μετὰ στέατος χηνείου συνεκλειώσας κατάπλασσε, προτήξας τὸ στέαρ. ἄλλο. ἀνδράχνην καθ’ ἑαυτὴν καὶ μετὰ λινοσπέρματος τρίψας ἐπιτίθει. ἄλλο. ἐλαίας φύλλα τὰ ἁπαλώτατα τρίψας παράχει ἐλαίου καὶ οἴνου μέλανος καὶ κατάπλασσε. ἄλλο. τέφραν ἣν ἔχεις ὄξει διεὶς ἢ ὕδατι,

κατάβρεχε τὴν κεφαλήν. ἄλλο. στρύχνον καὶ γῆν κεραμικὴν τρίψας λείαν κατάπλασσε. ἄλλο. ἁλικακάβου καρπὸν τρίψας μετὰ στέατος χηνείου ἢ μύρου βαλανίνου χρῶ. ἄλλο. φύλλα σχίνου τρίψας ἐν ὕδατι κατάπλασσε. ἄλλο. βλίτον τρίψας σὺν ἐλαίῳ διεὶς χρῶ. ἄλλο. κίκεως καρπὸν τρίψας ἐν ὕδατι κατάπλασσε. ἄλλο. κορίου σπέρμα καὶ ἀνήθου λεάνας καὶ μέλιτι μίξας κατάπλασσε. ἄλλο. μελάνθιον τρίψας καὶ ἐλαίῳ διεὶς κατάπλασσε. ἄλλο. κύμινον καὶ στέαρ χήνειον λεάνας ἐπιτίθει. ἄλλο. μηκωνείου ὅσον κύαμον Αἰγύπτιον καὶ ἁλὸς μέρη δύο καὶ γλήχωνος μέρος α΄. τρίψας μετ’ ὄξους καὶ μύρου ὡς βελτίστου κατάχριε. ἐπιτήδειον δ’ ἂν καὶ τροφῆς ἀφαιρεῖν καὶ τὴν κοιλίαν κενοῦν καὶ τὴν κεφαλὴν σκεπάζειν, ἔτι δ’ ἡσυχίαν ἄγειν καὶ πᾶσαν κίνησιν φυλάττεσθαι. ὅτι μὲν οὖν ἀδιορίστως, ὡς ἔφην, γράψας ὁ Ἀπολλώνιος ἐπὶ τῶν χωρὶς αἰτίας φανερᾶς γενομένων κεφαλαλγιῶν ἔγραψε τὰ βοηθήματα διττῶς ἥμαρτε, μήτε ὡς δογματικὸς ἀνὴρ τὰς διαθέσεις εἰπὼν μήτε ὡς ἐμπειρικὸς τὰς συνδρομὰς, ἐξ αὐτῆς αὐτοῦ τῆς ῥήσεως ἐμάθομεν. ὅτι δὲ καὶ τῶν φαρμάκων
αἱ δυνάμεις ἀλλήλων διαφέρουσιν οὐκ ὀλίγον ἔστι μαθεῖν ἀναγνόντας τὰς ὅλας δυνάμεις αὐτῶν. τὸ μὲν γὰρ πρῶτον ὑπ’ αὐτοῦ γεγραμμένων ἁπλῆς ἐστι δυνάμεως χαλαστικῆς. τοιαύτη γὰρ ἡ τοῦ Μενδησίου μύρου δύναμις. ἔχεται δὲ τῆς δυνάμεως ἐπιτεταμένης τὸ δεύτερον, ἐν ᾧ μίγνυται τῷ Μενδησίῳ μύρῳ τὸ τοῦ χηνὸς στέαρ. τὸ δὲ τρίτον διὰ μὲν τὴν σμύρνην ξηραντικόν ἐστι μετὰ τοῦ θερμαίνειν, διὰ δὲ τὸν οἶνον στυπτικόν ἐστιν, ἐφ’ ὧν ὑγρότητα πλεονάζουσαν ἀποκρούεσθαί τε ἅμα καὶ διαφορεῖν ἡμῖν πρόκειται χρήσιμον ὑπάρχον. ἴσμεν δὲ δή που τὴν ὀσμὴν τῆς σμύρνης τοὺς πλείστους τῶν ὑγιαινόντων κεφαλαλγεῖς ἐργαζομένην, ὥστε τοὺς αὐτοὺς τούτους ὀδυνωμένους τὴν κεφαλὴν οὐ σμικρὰ βλάψει. τῆς δ’ αὐτῆς δυνάμεως τούτῳ τῷ βοηθήματι καὶ τὸ τρίτον ἐστὶ καὶ τὸ τέταρτον. τὸ δὲ πέμπτον οὐκ ἐγγὺς ἥκει τῇ τούτων δυνάμει κατάπλασμα, συντιθέντος αὐτοῦ δι’ ὕδατός τε καὶ ἄγνου σπέρματος, οὐ μόνον ἀπολειπόμενον πολὺ τῶν διὰ τῆς σμύρνης συντιθεμένων κατ’ ἀμφοτέρας τὰς δυνάμεις, τήν τε τοῦ θερμαίνειν καὶ τὴν τοῦ
ξηραίνειν, ἀλλὰ καὶ τοὐναντίον ἐργάζεσθαι δυνάμενον ἐπὶ τῶν διὰ ψύξιν ἀλγούντων τὴν κεφαλήν. τὸ δ’ ἐπὶ τῷδε γεγραμμένον, ὃ διὰ τοῦ τῶν αἰρῶν ἀλεύρου καὶ ἐπὶ τοῦ χηνείου στέατος συντίθησιν, ἐφ’ ὧν ξηρᾶναι βουλόμεθα χρήσιμόν ἐστιν, οὐκ ἐπὶ μόνης κεφαλῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων μορίων εὐλόγως παραληφθησόμενον. εἴη δ’ ἂν τοῦτο διὰ τὸ τοῦ χηνὸς στέαρ ἀλύπως ξηραῖνον. ἔστι γὰρ περιττῶς ἀνώδυνόν τε καὶ παρηγορικὸν τὸ φάρμακον τοῦτο. ἀλλὰ τό γ’ ἐφεξῆς αὐτῷ, περὶ οὗ κατὰ λέξιν οὕτως ἔγραψεν· ἀνδράχνην καθ’ ἑαυτὴν καὶ μετὰ λινοσπέρματος τρίψας ἐπιτίθει. ψυκτικόν ἐστι φάρμακον, οὐκ ἀγεννῶς ἁρμόζον διαθέσεσι θερμαῖς. τὸ δὲ μετὰ τοῦτο γεγραμμένον ὡδί πως· ἐλαίας φύλλα τὰ ἁπαλώτατα τρίψας παράχει ἐλαίου καὶ οἴνου μέλανος καὶ κατάπλασσε, παρηγορικὸν μὲν ὀδύνης οὐκ ἔστι, κενωτικὸν δὲ ὑγρότητος χυμῶν ὑπάρχει. ἰσχυρὸν δὲ τῇ δυνάμει τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον ἐστὶν, ἐν ᾧ κελεύει τέφραν ὄξει διέντας ἢ ὕδατι καταβρέχειν τὴν κεφαλήν. ἐὰν μὲν δι’ ὄξους σκευασθῇ, χρονίας διαθέσεις σκιῤῥουμένας ἰᾶσθαι δυνάμενον,
οὐ μὴν ὀδύνης γε παρηγορικὸν ὑπάρχον. εἰ δὲ δι’ ὕδατος ἡ τέφρα διηθῇ, τῇ μὲν ἰσχύϊ πάμπολυ τοῦ δι’ ὄξους ἀπολειφθήσεται, πραϋντικὸν δ’ ὀδύνης οὐδ’ οὕτως ἔσται, καθάπερ οὐδὲ τὸ μετ’ αὐτὸ γεγραμμένον, ὃ διὰ τῆς κεραμικῆς γῆς καὶ στρύχνου συντίθησι. περίεργον δὲ ἐπιδείκνυται τὴν σκευασίαν ὁ Ἀπολλώνιος ἐν τῷ διὰ ἁλικακάβου καρποῦ συντιθεμένῳ μηδὲν ἔχοντι μήτε τῶν προειρημένων μήτε τῶν ἐφεξῆς μελλόντων λεχθήσεσθαι πλέον, ὥσπερ γε καὶ τῶν ἐφεξῆς ἕκαστον, ἄλλης δ’ ἄλλο δυνάμεως ὑπάρχον, οὐκ ὀρθῶς δὲ ἐποίησεν ἀδιορίστως γράψας. τί γὰρ ὅμοιον ἔχει τὸ διὰ βλίτου σύν ἐλαίῳ λελειωμένου κατάπλασμα τῷ διὰ κίκεως σπέρματος ἢ κορίου ἢ μελανθίου συγκειμένῳ; θερμαίνει μὲν γὰρ ταῦτα καὶ ξηραίνει, τὸ δὲ βλίτον ἀσθενῶς ὑγραίνει τε καὶ ψύχει. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου γεγραμμένον τὴν ἀρχὴν οὐδ’ ἐφ’ ἑνὸς χρήσασθαί ποτε πείρας ἕνεκα συμβουλεύσω, μήτοι γε πολλάκις· ὀλιγάκις μὲν ἀναγκαζόμεθα χρήσασθαι τοῖς δι’ ὀπίου φαρμάκοις, 

ὅταν ὑπὸ σφοδρότητος ὀδύνης ὁ ἄνθρωπος ἀποθανεῖν κινδυνεύῃ. βλάβη δέ τις καὶ τότε τοῖς στερεοῖς μορίοις γίνεται, δεομένη τῆς μετὰ ταῦτα γενησομένης ἐπανορθώσεως. οὕτω καὶ τὰ δι’ ὀπίου κολλύρια πολλοὺς ἔβλαψεν, ὡς ἀσθενῆ τε τὸν ὀφθαλμὸν ἀποδεῖξαι καὶ τὴν καλουμένην ἀμβλυωπίαν ἐργάσασθαι, καθάπερ γε καὶ βαρυηκοΐαν, ὅσα πρὸς ὠταλγίαν σφοδρὰν συντίθεται δι’ ὀποῦ μήκωνος. ἀλλὰ διὰ κεφαλαλγίαν σφοδρὰν οὔτε τις συγκοπεὶς ἀπέθανεν οὔθ’ ἑαυτὸν ἀπέκτεινεν, ὡς ἔνιοι τῶν κωλικῶν. ὅπως ἂν γὰρ ἀλγῶσιν, ἀπολείπονται τῶν τὸ κῶλον ἀλγούντων ἢ οὖς ἢ ὀφθαλμὸν ἢ ὀδόντα. παρηγοροῦνται δὲ διὰ καταντλημάτων καὶ καταπλασμάτων.

[Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων βοηθημάτων πρὸς κεφαλαλγίαν.] Καταλιπόντες οὖν ἤδη τὸν Ἀπολλώνιον ἐπὶ τὸν Ἀρχιγένη μεταβῶμεν, ἐν τῷ προτέρῳ τῶν ἐπιγραφομένων αὐτῷ περὶ τῶν κατὰ γένος φαρμάκων, ᾧδέ πως γράψαντα. Ἀρχιγένους πρὸς τὰς γινομένας κεφαλαλγίας χωρὶς πυρετοῦ. κοινῶς ἐν ἀρχῇ ποιεῖ ὑδροποσία, ὀλιγοσιτία,

κοιλίας ἔκλυσις. ταῦτα προειπὼν ἐφεξῆς γράφει φάρμακα πολυειδῆ. βέλτιον οὖν μοι δοκεῖ κατὰ μόνας ἑκάστην τῶν ῥήσεων αὐτοῦ προχειριζομένῳ σκοπῆσαι, καὶ πρῶτόν γε τὴν ἀρχὴν ἐπαινέσαι, σαφῶς εἰπόντος αὐτοῦ τὸν ἀπὸ τοῦ πυρέττειν διορισμόν. ἐγένετο μὲν οὖν καὶ ὁ Ἀρχιγένης οὐ τῶν τυχόντων ἰατρῶν, ὥσπερ γε καὶ Μαντίας καὶ Ἡρακλείδης ὁ ἐμπειρικὸς, ἀλλὰ τῇ περὶ τὴν τέχνην Ἀρχιγένους ἐπιμελείᾳ πρόσκειται καὶ τὸ μετ’ ἐκείνου γεγονέναι. μέγιστον δὲ τοῦτό ἐστι τοῖς ἐκμαθεῖν ἀληθῶς βουλομένοις ἡντιναοῦν τέχνην λογικὴν, ὅταν γε καὶ πεφυκότες ὦσιν ἀγχίνοοί τε καὶ γεγυμνασμένοι κατὰ τὴν τῶν παίδων ἡλικίαν ἐν τοῖς πρώτοις μαθήμασιν. οἱ πολλοὶ δὲ τῶν τὰς τοιαύτας τέχνας μεταχειριζομένων οὐ γενέσθαι σοφοὶ κατ’ αὐτὰς, ἀλλὰ τοῖς πολλοῖς φαίνεσθαι τοιοῦτοι σπουδάζουσιν. ἀλλ’ ὅ γε Ἀρχιγένης εἴπερ τις καὶ ἄλλος ἐκμαθεῖν οὕτω τὰ κατὰ τὴν ἰατρικὴν θεωρίαν σπουδάσας εἰκότως ἀξιόλογα συγγράμματα πάμπολλα κατέλιπεν, οὐ μὴν ἐν ἅπασί γε οἷς εἶπεν ἄμεμπτος

εἶναί μοι φαίνεται, ἀλλ’ ὥσπερ αὐτὸς ὑφ’ ὧν ἀνδρῶν ὠφεληθεὶς ἄριστος ἐγένετο, τούτων ἐλέγχει πολλὰ, οὕτω καὶ αὐτὸν εἰκός ἐστιν ἁμαρτάνοντα πρὸς ἡμῶν τῶν μετ’ αὐτὸν γεγονότων ἐξελέγχεσθαι. χαλεπὸν γὰρ ἄνθρωπον ὄντα μὴ διαμαρτάνειν ἐν πολλοῖς, τὰ μὲν ὅλως ἀγνοήσαντα, τὰ δὲ κακῶς κρίναντα, τὰ δὲ ἀμελέστερον γράψαντα, καθάπερ καὶ νῦν μοι δοκεῖ σφαλῆναι τῷ τῶν ἀπυρέτων ἀπὸ τῶν πυρεττόντων διορισμῷ μὴ προσθεὶς τοὺς τῶν ἀπυρέτων ἅπαντας διορισμούς.

[Περὶ τῶν ἀπὸ στομάχου κεφαλαλγούντων.] Εὐθέως οὖν ὁ πρῶτος ἐν αὐτοῖς ἐστιν τῆς ἀπὸ στομάχου κεφαλαλγίας. ἔνιοι γὰρ εἰ καὶ βραχύς τίς ἐστιν ἐν τῇ κοιλίᾳ καὶ μάλιστα κατὰ τὸ στόμα χυμὸς αὐτοῖς ἀθροισθείη δριμὺς, αὐτίκα κεφαλαλγοῦσιν καὶ διὰ τοῦτο βλάπτονται μέχρι πλείονος ἀσιτοῦντες. αὐξάνεται γὰρ αὐτοῖς ἐπὶ ταῖς ἀσιτίαις ἡ τῶν τοιούτων χυμῶν μοχθηρία. χρὴ τοίνυν τοὺς οὕτως ἐνοχλουμένους ἰᾶσθαι μηδὲν μὲν τῇ κεφαλῇ προσφέροντας,

εἴ γε οὐδὲ πέπονθεν οὐδὲν ἴδιον πάθος, ἀλλ’ ὑπὸ τῆς ἀνόδου τῶν ἐν τῇ γαστρὶ χυμῶν ἀτμοὺς ἐγειρόντων μοχθηροὺς λυπεῖται, καθάπερ ἄλλοι τοῖς τῶν ὑποχεομένων συμπτώμασι περιπίπτουσιν ἐπὶ τοῖς τοιούτοις χυμοῖς. τίς οὖν ἡ θεραπεία; κενῶσαι τῆς γαστρὸς ὅτι τάχιστα τοὺς λυποῦντας χυμούς. ἐκκενοῦνται δὲ εὐεμέσι ῥᾳδίως ὕδωρ πίνουσι, τοῖς δυσεμέσι δυσχερέστερον. ὡς ἔνιοί γε, κᾂν διὰ τῆς τῶν δακτύλων ἢ πτερῶν καθέσεως εἰς ἔμετον παροξύνωσι τὴν γαστέρα, πλέον αὐτοῖς οὐδὲν γίνεται. τοὺς τοιούτους οὖν ὅτι τάχιστα πειρᾶσθαι τροφὴν εὔχυμόν τε καὶ εὐστόμαχον προσφέρεσθαι, εἰ μὲν ἐγχωροίη, λουσαμένους, εἰ δὲ μὴ, πρὸ τοῦ λουτροῦ τοσοῦτον προσαραμένους τροφῆς ὡς μὴ βλαβῆναι λουομένους. δειπνήσαντες δὲ ὀλίγου πιεῖν ἀψινθίου κατὰ τὴν ὑστεραίαν, οὕτω τε πειρᾶσθαι διαιτᾶσθαι τὸ λοιπὸν, ὡς ἄγαν αὐτοὺς εὐπεπτήσαντας ἄρτου προσφέρεσθαι βραχὺ κατὰ τρίτην ὥραν ἢ τετάρτην ἢ βραχὺ πρωϊαίτερον ἢ ὀψιαίτερον, ὡς διάστημα σχεῖν ἱκανὸν ἐπὶ τὴν εἰθισμένην ὥραν τοῦ λουτροῦ.
ὅσοι δὲ οὐ δύνανται τὸν ἄρτον ἐσθίειν χωρὶς ὄψου, τούτοις ἢ ἐλαιῶν ἢ φοινίκων ἢ σταφυλῆς ἤ τινος τοιούτου διδόναι, τῆ πείρᾳ τὸ βέλτιστον αὐτῶν εὑρίσκοντας. ἄλλο γὰρ ἄλλῳ βέλτιόν ἐστιν, κατὰ τὴν ἰδιότητα τῆς φύσεως. εἰς δὲ τὴν τῶν μοχθηρῶν χυμῶν ἐν τῇ γαστρὶ πλεονεξίαν ἥ τε τῆς πεττικῆς δυνάμεως ἀσθένεια καὶ ἡ τοῦ στόματος τῆς κοιλίας ἀτονία τὰ μέγιστα συντελεῖ, καθάπερ γε καὶ ἡ εὐαισθησία καὶ πρὸς τούτοις ἡ κεφαλὴ δέχεσθαι τοὺς ἀτμοὺς τῶν τοιούτων χυμῶν ἐπιτηδείως ἔχουσα, καθάπερ ἐνίοις οἱ ὀφθαλμοί. ἐγὼ μὲν οὖν πολλάκις ἐπὶ πολλῶν ἐπειράθην ἧς διῆλθον ἀγωγῆς, ὠνησάσης τὴν ἀπὸ τῆς κοιλίας γενομένην κεφαλαλγίαν. ὁ δὲ Ἀρχιγένης, ἁπλῶς γράψας ἁπάσης κεφαλαλγίας τῆς ἄνευ πυρετοῦ βοήθημα τὴν ὀλιγοσιτίαν, εὔδηλός ἐστιν οὐδὲν εἰδὼς περὶ τῆς ἐπὶ χολώδει χυμῷ γενομένης. ἔτι δὲ μᾶλλον ἄν τις τούτῳ πεισθείη, τὴν τελευταίαν αὐτοῦ λέξιν ἀναγνοὺς, ἔχουσαν οὕτω· Ἀρχιγένης. ἐπὶ δὲ τῶν ἀπὸ στομάχου κεφαλαλγούντων πνευματικῶς τε καὶ διατεινομένων, 
ὄξει κωδείας ἀναφεψημένας ἔχοντι κατάντλει ἢ τοὺς σπόγγους βρέχων ἐπιτίθει, εἶτα κατάπλασσε τὸ μέτωπον ἀλφίτῳ μετὰ ἡδυόσμου καὶ ὄξους ἢ γλήχωνα μετὰ τῶν αὐτῶν ἢ στρύχνου χυλῷ μετὰ ῥοδίνου χρῖε. στόμαχον μὲν γὰρ ὀνομάζει, δηλονότι τῆς κοιλίας τὸ στόμα εἰθικότων οὕτω τῶν ἰατρῶν καλεῖν τὸ μόριον τοῦτο, οἵ γε καὶ στομαχικὰς συγκοπὰς ὀνομάζουσι καὶ στομαχικούς τινας εἶναί φασιν ἀπό τινος τῶν ἐν τῷ τόπῳ τούτῳ γιγνομένων πάθους οὕτως ὀνομάζοντες, ὡς ἡπατικοὺς τοὺς ἀφ’ ἥπατος καὶ κωλικοὺς τοὺς ἀπὸ κώλου καὶ νεφριτικοὺς τοὺς ἀπὸ νεφρῶν καὶ σπληνικοὺς τοὺς ἀπὸ σπληνὸς πάσχοντας. ἓν δὲ ἀπὸ τοῦ στομάχου τούτου πάθος ὀδυνηρὸν ἔγραψε, καταλαμβάνον τὴν κεφαλὴν τῶν, ὡς αὐτὸς ὠνόμασεν, πνευματικῶς διατεινομένων, ὅπερ ἐξ οἴνου πόσεως πολλῆς οἶδα μᾶλλον γινόμενον. οἱ δὲ διὰ χυμοὺς ἀλγοῦντες τὴν κεφαλὴν δακνώδους ἀλγήματος οὐ διατείνοντος αἰσθάνονται. ἔνδεια μὲν οὖν τροφῆς χρήσιμος ἐπὶ τῶν διατάσεων, οὐ μὴν τοῖς γε δακνώδεις χυμοὺς ἔχουσιν ἐν τῷ στόματι τῆς κοιλίας. ὅταν μὲν οὖν ὁ δακνώδης χυμὸς οὕτως ᾖ πικρὸς, ὠχρά τε καὶ ξανθὴ καλεῖται
χολὴ, φύσιν ἔχουσα διὰ κουφότητα πρὸς τὸ στόμα τῆς γαστρὸς ἀναφέρεσθαι. ὅταν δὲ φλεγματώδης ἢ ὀξὺς ἢ ἁλμυρὸς ᾖ, ἐν τῷ κύτει μᾶλλον ὅλης τῆς γαστρὸς ἤπερ ἐν τῷ στόματι στηρίξεται. κάλλιστον δὲ ὡς ἐν τοιούτοις ἐστὶν ἐν τῷ πυθμένι τῆς κοιλίας αὐτὸν περιέχεσθαι. ῥᾳδίως γὰρ εἰς τὸ ἔντερον ἀφικνεῖται καταλιπὼν τὴν γαστέρα. χειρίστη δὲ γίνεται διάθεσις ἐπὶ μοχθηροῖς χυμοῖς ἀναποθεῖσι δυσεκνίπτως εἰς τοὺς χιτῶνας τῆς γαστρὸς, ὧν ἄριστον βοήθημα τὸ δι’ ἀλόης ἐστὶ φάρμακον, ὃ καλοῦσιν ἔνιοι μὲν πικρὰν, ἔνιοι δὲ αὐτὸ τὴν διὰ τῆς ἀλόης ἱεράν. καὶ βάλλουσιν ἑκατὸν μὲν τῆς ἀλόης δραχμὰς, ἓξ δὲ τῶν ἄλλων ἑκάστου, ὄντων καὶ αὐτῶν τῷ ἀριθμῷ ἓξ, κινναμώμου, ναρδοστάχυος, ξυλοβαλσάμου, μαστίχης Χίας, ἀσάρου, κρόκου. κάλλιον δὲ γίνεται τὸ φάρμακον, ἀλόης ἔλαττον λαβών. ἔδοξε γάρ μοι πολὺ τὸ πλῆθος αὐτῆς ἑκατὸν εἶναι δραχμὰς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν παραβαλλόμενον, καὶ διὰ τοῦτο καὶ δι’ ἐνενήκοντα δραχμῶν αὐτὸ συνέθηκα, καὶ δι’ ὀγδοήκοντα, καὶ
μέντοι καὶ δι’ ἐλάττονος ἐνίοτε τοῦ κρόκου, διὰ τό τινας τῶν προσφερομένων αὐτὸ πλήττεσθαι τὴν κεφαλὴν, ὅπερ καὶ διὰ τῆς ὀσμῆς μόνης τοῦ κρόκου πάσχομεν πολλάκις, ὥστε ἀρίστην αὐτοῦ σύνθεσιν κρίνας τὴν διὰ τῶν ἐνενήκοντα δραχμῶν τῆς ἀλόης καὶ τοῦ κρόκου πέντε ταύτῃ χρῶμαι. τοῖς δὲ μηδὲν τὴν ὀσμὴν ἀλύπως τοῦ κρόκου φέρουσιν, ἀλλ’ εὐθέως πληρουμένοις τὴν κεφαλὴν, συντίθημι τὸ φάρμακον, τέτταρας ἐμβαλὼν τοῦ κρόκου δραχμάς. συνεχῶς δὲ ἀναγκάζομεν σκευάζειν αὐτὸ, διὰ τὸ μὴ μόνοις οἷς διῆλθον, ἀλλὰ καὶ τοῖς πάσχουσι τὰ τῶν ὑποχεομένων φαντάσματα ἢ συμπτώματα διὰ πάθος στομάχου διδόναι. καὶ πρὸς τούτοις γε τοῖς ἐπεχομένοις τὴν γαστέρα καὶ γυναιξὶ μὴ καθαιρομέναις καλῶς ἐφ’ ὧν ἐνεργεῖ κάλλιον, ὅταν ὀγδοήκοντα μὲν ἀλόης δραχμὰς, ἓξ δὲ τοῦ κρόκου λάβῃ. καὶ κάλλιον δέ ἐστι τοῦ καρπησίου λαβεῖν ἀντὶ τοῦ ἀσάρου, συνέθηκα δέ αὐτό ποτε καὶ ἀμφοῖν ἐμβαλών. ἔστι δὲ ἡ μὲν τελεία δόσις τοῦ φαρμάκου δραχμὴν μίαν, μεθ’ ὕδατος κυάθων οὐ πλέονος τριῶν, ἡ δὲ ἐλλιπεστάτη κατὰ τὸ ἥμισυ.

μεταξὺ δὲ ἀμφοῖν αἱ ἄλλαι, καθ’ ἡλικίαν καὶ μέγεθος σώματος καὶ ἔθος ὑπαλλαττομένης τῆς ποσότητος.

[Ἀρχιγένους τὰ ἐφεξῆς τῇ πρώτῃ ῥήσει γραφέντα, ἐν οἷς καὶ Γαληνοῦ διορισμός.] Περὶ μὲν οὖν τῶν ἀπὸ στομάχου κεφαλαλγούντων ἱκανὰ ταῦτα. καιρὸς δὲ μεταβαίνειν ἤδη πρὸς τὰς ὑπὸ τοῦ Ἀρχιγένους γεγραμμένας ῥήσεις ἐφεξῆς τῇ πρώτῃ. ποιήσομαι δὲ καθ’ ἑκάστην αὐτῶν ὁμοίαν ἐξέτασιν ᾗ κατὰ τὴν πρώτην ἔπραξα, συνάψας αὐτῇ διὰ τῶν πραγμάτων ἀκολουθίαν καὶ τὴν ὑστάτην. ἀλλὰ νῦν γε ἀπὸ τῆς δευτέρας ἄρξομαι. ἐμβρέγματα δὲ ἐὰν μὲν ἀπὸ χειμῶνος ἢ ἀπὸ περιψύξεως πάσχωσιν, ἔλαιον χλιαρὸν καὶ διάχρισμα ῥινῶν, δαφνίδων ἐκπίεσμα ἢ δάφνινον ἔλαιον ἢ συριακὸν μύρον ἢ κίκινον ἢ στυράκινον ἢ γλεύκινον, ἢ ἄλλο τι τοιοῦτον θερμαντικόν. ἵνα δ’ ἀπὸ τοῦ τελευταίου τὴν ἀρχὴν ποιήσωμαι, λέγειν αὐτὸν ἡγοῦμαι τήν τε καλουμένην αὐτόῤῥυτον ῥητίνην, ἐν Λακεδαίμονι πλείστην γιγνομένην καὶ τὸ καπνέλαιον ἐν Κιλικίᾳ, τό τε ἀμαράκινον καὶ τὸ

στυράκινον ἐν Κυζίκῳ, τό τε ἐν Πέργῃ σκευαζόμενον ἴρινον, ἀξιοῖ διαχρίειν τοῖς τοιούτοις μύροις τὰς ῥῖνας, ὡς διὰ τῆς ὀσμῆς αὐτῶν θερμαινομένης τῆς κεφαλῆς. καὶ γὰρ καὶ φαίνεται σαφῶς τοῦτο γινόμενον, ὡς καὶ τοὺς ἰδιώτας αὐτοῖς χρῆσθαι, καὶ μάλιστα τοῖς εὐπορίστοις. εὐπόριστα δέ ἐστιν ἄλλοις ἄλλα τὰ παρ’ ἑκάστοις πλεονάζοντα, καὶ παρ’ ἡμῖν γε κατὰ τὴν Ἀσίαν ἔθος ἐστὶ τοῖς ἀγροίκοις τῷ καλουμένῳ κεδρίνῳ χρῆσθαι, κᾂν ἀπορῶσι δέ ποτε αὐτοῦ, πισσελαίῳ. καλοῦσι δὲ οὕτω τὸ συγκείμενον ἐξ ἐλαίου τε καὶ πίττης ὑγρᾶς. μιγνύουσι δὲ καὶ τούτῳ καὶ τῷ κεδρίνῳ τὸ ἔλαιον οἱ μὲν πλέον, οἱ δὲ ἔλαττον, εἰς ὅσον ἂν ἐκλῦσαι τὸ σφοδρὸν τῆς δυνάμεως αὐτῶν βουληθῶσιν. ἅπασι δ’ οἷς εἶπον εἰώθασι καὶ τὰ τῆς κεφαλῆς χρῆσθαι καὶ μάλιστα, ὡς εἴρηται, κατὰ τὸ βρέγμα. διαχρίουσι δὲ καὶ τὸ μέτωπον αὐτοῖς καὶ τῶν ὤτων τοὺς πόρους, ἔνιοι δὲ καὶ τὰ τῶν ποδῶν ἴχνη καὶ τὴν ἕδραν. ὅταν δὲ ὁ Ἀρχιγένης εἴπῃ δαφνίδων ἐκπίεσμα τὸ καλούμενον ἁπλῶς δάφνινον, ἡγητέον οὕτως ὀνομάζειν αὐτὸν, ὡς τό τε προσλαβὸν ἐλαίου δάφνινον ἔλαιον 
ὀνομάζεται. Συριακὸν δὲ μύρον ἡγοῦμαι λέγειν αὐτὸν τὸν Κομμαγηνὸν, ἐπειδὴ κομίζουσιν ἐκ Συρίας ἡμῖν αὐτό. Ἀρχιγένους. θέρους δὲ ἢ καυσωδῶς διατεινομένων δι’ ὄξους καὶ ἐλαίου ἢ ὕδατος καὶ ῥοδίνου, ἔτι δὲ χυλοῦ πολυγόνου ἢ ἀνδράχνης ἢ στρύχνου, ἤ τινος τῶν ψυχόντων, σπόγγους τε ἐξ ὀξυκράτου τίθει τῇ κεφαλῇ. ἐν τούτῳ τῷ λόγῳ δόξει μὲν ἴσως τισὶν ἀμελέστερον ἀναγινώσκουσιν μίαν ἁπλῆν θεραπεύειν θιάθεσιν ὁ Ἀρχιγένης. ἔχει δὲ οὐχ οὕτως. ἐκ μὲν τοῦ φάναι καυσωδῶς τὴν θερμὴν ἐνδείκνυται διάθεσιν, ἐκ δὲ τοῦ διατεινομένων τὴν ὑπὸ πνεύματος φυσώδους τοῦτο πάσχουσαν, ὡς μὴ μόνον ἠλλοιῶσθαι κατὰ τὴν δυσκρασίαν, ἀλλὰ πλεονεξίαν ὑπάρχειν ἀτμώδους πνεύματος. ἐν ἀρχῇ μὲν οὖν ἐπὶ τῶν τοιούτων διαθέσεων ἀμφοτέρων ἡ τῶν ψυχόντων βοηθημάτων δύναμίς ἐστιν ἐπιτήδειος, ἐμψύχουσα μὲν τὴν κατὰ θερμότητα δυσκρασίαν, ἀνακρουομένη δὲ καὶ ἀναστέλλουσα τὴν ἀναφορὰν τοῦ φυσώδους πνεύματος. ἄμεινον δ’ ἂν εἴη κατὰ τὴν ἐμὴν δόξαν ἀκριβέστερον ἐκζητῆσαι πότε
μὲν ἐκ τοῦ σώματος ἀναφέρεται τὸ φυσῶδες πνεῦμα, καθάπερ ἐπὶ τῶν ἀπὸ τοῦ στομάχου κεφαλαλγικῶν ἐλέχθη, πότε δὲ ἐν τῇ κεφαλῇ γεννᾶται· καὶ γὰρ ἡ γαστὴρ ἐκφυσᾶται ἐνίοτε δυσλύτως. ἐνίοτε δὲ καὶ τῶν μετ’ αὐτὴν ἐντέρων ποτὲ μὲν ἡ νῆστις ἢ τὸ λεπτὸν ἔντερον, ἔστι δ’ ὅτε τὸ κῶλον. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ ἀδύνατόν ἐστι τὴν αὐτὴν διάθεσιν ἔν τισι τῶν κατὰ τὴν κεφαλὴν μορίων γινομένην τὸ φυσῶδες πνεῦμα γεννᾷν, οὗ τῆς γενέσεως ἐν τοῖς κατὰ τὴν γαστέρα τόποις τὴν αἰτίαν εὕρομεν, ἔνδειαν θερμασίας τοσαύτης ὡς γεννᾷν ἐκ τῶν σιτίων τε καὶ ποτῶν ἀτμῶδές τε καὶ φυσῶδες πνεῦμα. δι’ ἀῤῥωστίαν δὲ τῆς περισταλτικῆς δυνάμεως ἐκφυσᾶσθαί τε καὶ πληροῦσθαι τὴν ἐντὸς εὐρυχωρίαν τῶν οὕτω παθόντων μορίων, ὥστε διατείνεσθαι μὲν διὰ τὴν πλήρωσιν, ὀδυνᾶσθαι δὲ διὰ τὴν τάσιν. εὑρέθη γὰρ οὖν καὶ τοῦθ’ ἡμῖν, ἐν οἷς περὶ τῶν ἀλγημάτων τὰς κοινὰς καὶ γενικὰς ἐσκοποῦμεν, ὡς ἐν τῷ διαλύεσθαι τὸ συνεχὲς τῶν ὁμοιομερῶν σωμάτων ἡ ὀδύνη γίνοιτο. διαλύει δ’ αὐτὴν τὰ διαβιβρώσκοντα καὶ τὰ τέμνοντα καὶ τὰ διατείνοντα καὶ τὰ
σφοδρῶς θερμαίνοντα καὶ ψύχοντα. διὸ κᾀπὶ τῶν κατὰ τὴν κεφαλὴν ἀλγημάτων εἴωθα πυνθάνεσθαι τῶν πασχόντων, ὁποία τίς ἐστιν ἡ ποιότης αὐτῶν. ἔνιοι μὲν γὰρ ὡς διαβιβρωσκομένων τῶν σωμάτων αἰσθάνεσθαί φασι τῆς ὀδύνης, ἔνιοι δὲ ὡς διατεινομένων ἢ βαρυνομένων ἢ θλωμένων ἢ μόνης ἐπικρατούσης σφοδρᾶς θερμότητος ἢ ψύξεως. εἰ μὲν γὰρ ὡς διαβιβρωσκομένων καὶ κεντουμένων, ἤτοι διὰ δριμύτητα χυμῶν ἢ τοιούτου πνεύματος αἰτιατέον· εἰ δὲ διατείνοιντο χωρὶς τοῦ δάκνεσθαι, πλήρωσιν τῶν διατεινομένων μορίων, ἤτοι διὰ πνεῦμα φυσῶδες ἢ χυμὸν ἐπιῤῥυέντα πολὺν, ἐν ᾧ γένει καὶ φλεγμονὴ καὶ τὸ ἐρυσίπελάς ἐστιν· ἡ μὲν φλεγμονὴ θερμὸν αἷμα πολὺ τοῦ φλεγμαίνοντος σώματος ἐν αὑτῷ περιέχοντος, τὸ δὲ ἐρυσίπελας χολώδη χυμόν, εἰ δὲ ἐξ ἀμφοῖν πλεονεκτούντων πληρωθείη τι μόριον, ἤτοι τὴν ἐρυσιπελατώδη φλεγμονὴν ἢ τὸ φλεγμονῶδες ἐρυσίπελας γίνεσθαι. καὶ μή τις δοκείτω μακρὸν ἡμᾶς λόγον ἐφ’ ἑνὶ μορίῳ καθ’ ἓν σύμπτωμα πάσχοντι ποιεῖσθαι. κοινὸς γὰρ
ἁπάντων τῶν ὀδυνωμένων ὁ λόγος ἐστὶν καὶ διαρθρώσας τις αὐτὸν ἀκριβῶς, εὐπορώτερος εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν ἐπὶ παντὸς μορίου πάσχοντος ἔσται. τὸ γάρ τοι τῆς τέχνης στοχαστικὸν ἐν τῷ τῶν διαθέσεων διαγνωστικῷ μάλιστά ἐστιν. εὑρισκόμεναι γὰρ αὗται τὴν θεραπείαν οὐ στοχαστικῶς, ἀλλ’ ἐπιστημονικῶς ἐνδείκνυνται μετὰ τοῦ καὶ γινώσκεσθαι τὸ δύσλυτον ἐνίων διαθέσεων, ἐφ’ ὧν εὔλογον χρῆσθαι τοῖς κατὰ τὴν ἔνδειξιν, εἰ καὶ μηδὲν ἀνύειν φαίνοιτο κατὰ τὰς ἀρχάς. καὶ τοῦτ’ ἔστι τὸ κατὰ τὸν ἀφορισμὸν εἰρημένον, ἐν ᾧ φησι, πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων δὲ τῶν κατὰ λόγον μὴ μεταβαίνειν ἐφ’ ἕτερα, μένοντος τοῦ δόξαντος ἐξ ἀρχῆς. ἔσθ’ ὅτε γὰρ οὕτω σφοδρῶς ἐν τοῖς στενοῖς πόροις σφηνοῦται τὸ ἀτμῶδες πνεῦμα, καὶ πολὺ μᾶλλον αὐτοῦ ὁ γλίσχρος χυμὸς ἢ παχὺς, ὡς χρόνου δεῖσθαι πλείονος εἰς τὴν ἴασιν. λεπτῦναί τε γὰρ τὰ οὕτως ἐσφηνωμένα καὶ τοὺς πόρους εὐρῦναι χρὴ, δι’ ὧν ἐκκριθήσεται μετὰ τοῦ προνοεῖσθαι μηκέτι ἐπιῤῥεῖν ἕτερον, ἤτοι χυμὸν ἢ πνεῦμα
τοιοῦτον, καὶ πρὸς τούτοις τονῶσαι τὸ πεπονθὸς, ὡς μηδὲ αὐτὸ τὴν τοῦ φυσώδους πνεύματος ἐργάσασθαι γένεσιν. οἱ μὲν οὖν πρῶτοι συνθέντες οἰκεῖα ταῖς τοιαύταις διαθέσεσι φάρμακα ποικίλης ἐδεήθησαν ὕλης εἰκότως· εἴ γε ἀποκρούεσθαι τὴν ἐπιῤῥέουσαν οὐσίαν, εἴτε ἐν χυμοῖς εἴτε ἐν ἀτμοῖς εἴη, τῶν ἀναγκαίων ἐστὶ πέττειν τε καὶ λεπτύνειν τὴν ἐσφηνωμένην, διαφορεῖν τε ταύτην αὐτὴν καὶ τούτων ἁπάντων οὐδενὸς ἧττον, ἀλλ’ ἔτι καὶ μᾶλλον εὐτονίαν ἐργάζεσθαι περὶ τὸ πεπονθὸς μόριον, ὡς μὴ παραδέχοιτο μὲν τὸ ἐπιῤῥέον, ἀποκρίνοι δὲ τὸ λεπτυνθὲν, πέττοι δὲ καὶ λεπτύνοι τὸ ἐσφηνωμένον. ἀλλ’ ἐν τῇ μίξει τῶν τοῦτο δυναμένων ἐργάζεσθαι φαρμάκων ἄλλος ἄλλου στοχαστικώτερος γενόμενος ὁ μὲν ἧττον ὠφελοῦσαν, ὁ δὲ μᾶλλον εἰργάσατο τὴν σύνθεσιν. ὅθεν, ὡς ἴστε, πρὸς γὰρ ὑμᾶς ἐρῶ τοὺς ἑταίρους, οἷς μάλιστα γράφεται ταῦτα, δύο πάντως ὁρᾶτέ μοι παρεσκευασμένα φάρμακα τῶν τὴν αὐτὴν ἐπαγγελίαν ἐχόντων, ἔσθ’ ὅτε καὶ τρία καὶ τέτταρα, κᾀκ τῆς τούτων μίξεως πολλάκις ἐργαζομένῳ τὸ δέον ἐπὶ τῶν δυσιάτων διαθέσεων. 
ἐπισκοποῦμαι γὰρ αὐτῶν ἐν τίνι μὲν πλέον ἐστὶ τὸ θερμαῖνον ἁπλοῦν φάρμακον, ἐν τίνι δὲ τὸ ψῦχον, ὥσπερ καὶ τὸ ξηραῖνον ἢ ὑγραῖνον ἢ λεπτομερὲς ἢ παχυμερὲς, εἶθ’ ὁρῶν ὅπως ἐνήργησε τὸ προσενεχθὲν τῷ πάσχοντι τὴν δευτέραν χρῆσιν ἤτοι δι’ ἄλλου τινὸς ἢ δι’ αὐτοῦ τούτου ποιοῦμαι, πολλάκις μὲν ἐφ’ ἕτερόν τι τῶν τὴν αὐτὴν ἐπαγγελίαν ἐχόντων ἀφικνούμενος, ἐνίοτε δὲ μιγνὺς ἀμφότερα, κᾀξ αὐτῶν ἐργαζόμενός τι μέσον. εἴρηται δὲ ἐπὶ πλέον οὐ καθόλου μόνον, ἀλλὰ καὶ κατὰ μέρος, ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἅπαντα τὰ τοιαῦτα. καὶ χρὴ γινώσκειν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, ἐκείνῃ ταύτην ἑπομένην. ὅμως δὲ ἀναγκάζομαι καὶ νῦν ἀναμιμνήσκειν αὐτῆς, ἕνεκα τοῦ μᾶλλον ἡμᾶς ἀκολουθῆσαι τοῖς ἐνταῦθα λεγομένοις. ἐπὶ γοῦν τῆς προκειμένης διαθέσεως, ὀδυνώδους ἐπικρατούσης θερμότητος, ἅμα φυσώδει πνεύματι κατ’ ἀρχὰς μὲν ἀποκρουστικῇ θεραπείᾳ χρηστέον, ἐκ τῆς τῶν ψυχόντων δυνάμεως γινομένῃ. συμμέτρως δὲ τούτου πραχθέντος ἐκ τῶν παρηγορικῶν τε καὶ πεττικῶν μιγνύναι χρὴ τοῖς ἀποκρουστικοῖς,
εἶτα καὶ τῶν διαφορητικῶν τι προσθετέον ἀφαιροῦντα κατὰ βραχὺ τῶν ἀποκρουστικῶν φαρμάκων, ἄχρις ἂν εἰς τὴν ἐναντίαν μίξιν ἀφίκηται τὸ φάρμακον ἣν ἐξ ἀρχῆς ἔσχε, τουτέστιν ἵνα πλεῖστον μὲν ᾖ τὸ λεπτυντικόν τε καὶ διαφορητικὸν, ἔλαττον δὲ τὸ πεττικόν τε καὶ παρηγορικὸν, ἐλάχιστον δὲ τὸ ἀποκρουστικόν. ἀνδράχνην μὲν οὖν ἐμάθετε ψυκτικῆς καὶ ὑδατώδους οὖσαν οὐσίας, ἧττον δὲ αὐτῆς τὸ πολύγονον. ἐπὶ δὲ τοῦ στρύχνου τοσοῦτον μεμίχθαι παχυμεροῦς τε καὶ γεώδους, ὅσον καὶ τῆς στύψεως. τὸ δὲ ὄξος ἀποκρουστικήν τε ἅμα καὶ λεπτυντικὴν, ἀλλὰ καὶ διαφορητικὴν ἔχει δύναμιν, ὡς ἂν ἐπικρατούμενον ἐν τῇ κράσει λεπτομερεῖ ψυχρότητι, καθάπερ ὁ ἀκριβῶς αἴθριος ἀὴρ βόρειος. ἐμάθετε δὲ καὶ τὴν τοῦ ῥοδίνου δύναμιν, ὡς ἔχει μέν τι καὶ ἀποκρουστικὸν, ἔχει δὲ καὶ πεττικὸν καὶ παρηγορικὸν, ἔτι δὲ πρὸς τούτοις καὶ διαφορητικόν. εἰκότως οὖν ὁ Ἀρχιγένης ἐν ἀρχῇ τῆς εἰρημένης διαθέσεως τοῖς τοιούτοις χρῆται φαρμάκοις, αὐτὸ μὲν καθ’ ἑαυτὸ μόνον ὄξος οὔτ’ ἄλλοθι προσφέρων οὔτε ἐνταῦθα διὰ τὸ σφοδρὸν τῆς
δυνάμεως, μιγνὺς δὲ ἤτοι ῥόδινον ἢ ὕδωρ αὐτῷ. μεταβῶμεν οὖν ἤδη πρὸς τὰς ἐφεξῆς τοῦ Ἀρχιγένους ῥήσεις. ἐὰν δὲ ἐπιτείνοιτο, τελεία τροφῆς ἀποχὴ ἁρμόδιος, εἶτα φλεβοτομία ἀπ’ ἀγκῶνος κένωσίς τε τῆς κοιλίας διὰ κλυστῆρος εὐτόνου. περὶ τούτων τῶν βοηθημάτων εἴρηταί μοι πρότερον, ἡνίκα τὰς Ἀπολλωνίου ῥήσεις ἐσκοπούμην, ἀσιτίαν μὲν ἐπὶ τοῖς χολώδεσιν αἰτίοις ἀπαγορεύοντός μου, φλεβοτομίαν δὲ ἐπὶ παίδων καὶ γερόντων καὶ δυνάμεως ἀσθενοῦς, ἐπαινοῦντος δὲ τὴν διὰ κλυστῆρος κένωσιν, οὐ μόνον τῆς κενώσεως ἕνεκα τῶν περιεχομένων ἐν τοῖς ἐντέροις, ἀλλὰ καὶ τῆς ἀντισπάσεως τῶν ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων. καὶ διὰ τοῦτο καλῶς ἐν οἷς ἔγραψε περὶ αὐτῆς ὁ Ἀρχιγένης, οὐχ ἁπλῶς εἶπεν κένωσίς τε κοιλίας διὰ κλυστῆρος, ἀλλὰ προσέθηκεν εὐτόνου. πολὺ γὰρ ἐν τῷ τοιούτῳ κλυστῆρι τὸ τῆς ἀντισπάσεώς ἐστι, πρὸς τῷ μὴ μόνα τὰ κατὰ τὴν γαστέρα καὶ τὸ μεσάραιον ἐκκενοῦν, ἀλλὰ καὶ τὰ σιμὰ τοῦ ἥπατος. Ἀρχιγένους. ἐμβρέγματα δὲ πήγανον μετ’ ὄξους καὶ ἐλαίου λεαινόμενον.
ἀναμνησθέντες ἧς ὑπέθετο διαθέσεως βοηθήματα γράφειν, οὕτω κρίνομεν ἕκαστον ὧν καταλέγειν ἤρξατο. τὴν μὲν οὖν διάθεσιν αὐτὸς οὕτως ἔγραψεν, θέρους δὲ ἢ καυσωδῶς διατεινομένων. ἐφεξῆς δὲ ψυκτικῆς, δυνάμεως ὑπέταξε βοηθήματα καὶ μετὰ ταῦτα ἔφη. ἐὰν δὲ ἐπιτείνηται, τελεία τροφῆς ἀποχὴ καὶ φλεβοτομία καὶ κλυστὴρ εὔτονος προσφερέσθω. καὶ τούτων ἐφεξῆς τὰ κατὰ τὴν προκειμένην ἐγράφη ῥῆσιν, ἐν ᾗ μετ’ ὄξους καὶ ἐλαίου λεανθὲν τὸ πήγανον προσφέρειν ἐκέλευσεν, οὐ προσθεὶς πότερον χλωρὸν ἢ ξηρόν. ἔστι γὰρ οὐ μικρὰ διαφορὰ, παμπόλλῳ δριμυτέρου τε καὶ θερμοτέρου τοῦ ξηροῦ παρὰ τὸ χλωρὸν ὑπάρχοντος. ἐμοὶ μὲν δὴ δοκεῖ τὸ χλωρὸν συμβουλεύειν· οὐ γὰρ ἂν ἀθρόως ἀπὸ τῶν ψυχόντων ἐπὶ τἀναντία μετέβη. τὸ δ’ ὄξος ὅτι πρὸς τῷ ψύχειν καὶ ἀποκρούεσθαι διαφορητικὸν ἔχει τι πρόσθεν εἴρηται, παρηγορικῆς δὲ καὶ χαλαστικῆς δυνάμεως ὑπάρχον τὸ ἔλαιον εἰκότως ἔμιξεν αὐτοῖς. ἄλλο. δαφνίδων ἐκπίεσμα μετ’ ὄξους καὶ πηγάνου. πολὺ τοῦτο τοῦ πρόσθεν ὑπάρχει δραστικώτερον. ἰσχυρῶς γὰρ θερμαίνοντι τῷ τῶν
δαφνίδων ἐκπιέσματι τὸ πήγανον ἔμιξε μετ’ ὄξους, ἐλαίου χωρίς. ἄλλο. χύλισμα τῶν τῆς ἴρεως ῥιζῶν μετ’ ὄξους. τοῦτο βοήθημα θερμαντικὸν οὐδὲν ἔχει. βέλτιον οὖν ἦν ἐν τῇ πρὸς τὰ γενναιότερα βοηθήματα μεταβάσει πρῶτον αὐτὸ τετάχθαι, εἶτ’ ἰτέας φύλλα λεῖα μεθ’ ὕδατος. τοῦτο τοῦ προγεγραμμένου τοῦ διὰ τῆς ἴρεως ἀσθενέστερόν ἐστι καὶ τοῖς ἁπάντων πρώτοις γεγραμμένοις ὅμοιον, ὥστε οὐκ ἐν καιρῷ νῦν εἴρηται. ἕρπυλλος τετριμμένος μετ’ ὄξους καὶ ἐλαίου. περὶ μὲν ἐλαίου καὶ ὄξους ἔμπροσθεν εἴρηται· προσέθηκε δ’ αὐτοῖς νῦν ἕρπυλλον, δριμείας ποιότητος φάρμακον, διὰ τοῦτο καὶ θερμαινούσης δυνάμεως. ἀμελῶς δὲ κᾀνταῦθα παρέλιπε μὴ δηλώσας πότερον χλωρὸν ἢ ξηρὸν αὐτὸν εἶναι βούλεται. βέλτιον δ’ ἴσως τὸν χλωρὸν ἀκούειν. ἄλλο. πολύγονον μετὰ πηγάνου διειμένον ἐλαίῳ καὶ ὄξει. τῷ τοῦ πολυγόνου χυλῷ κατὰ τὸν πρῶτον λόγον ὡς ψύχοντι κέχρηται, καὶ γὰρ καὶ ἔστιν ὄντως τοιοῦτος, ὥστε καὶ ἐπὶ τῶν χρονιζόντων ἀλγημάτων, κατὰ τὴν πρώτην μετάβασιν, εὐλόγως ἄν τις αὐτῷ χρήσεται μίξας τὸ πήγανον. ἐπινοεῖν δ’ ἡμᾶς χρὴ καθ’ ἑκάστην τῶν ἐναντίων ταῖς δυνάμεσι 
φαρμάκων μίξιν, ἐν ἀρχῇ μὲν ὀλίγον μιγνύναι τοῦ γενναίου, κατὰ δὲ τὴν δευτέραν καὶ τρίτην χρῆσιν αὐξάνειν αὐτοῦ τὸν ὄγκον. ἄλλο. ἀμύγδαλα πικρὰ λεπιζόμενα, λεῖα μετ’ ὄξους καὶ ἐλαίου ἐμβρεχόμενα εἰς κηρωτῆς πάχος δι’ ὀθονίου μετώπῳ ἐπιτιθέμενα. καὶ τοῦτο τῆς πρώτης μεταβάσεώς ἐστιν οἰκεῖον. ἐμάθομεν γὰρ διαφορητικὴν ἀδήκτως δύναμιν ἔχειν τὰ πικρὰ ἀμύγδαλα. ἄλλο. πήγανον ἄγριον μετ’ ἐλαίας καὶ ὄξους ὁμοίως· ἀτάκτως καὶ πάλιν τοῦτο παρενέθηκεν, ἰσχυρὸν πάνυ φάρμακον, ἐπὶ τῶν ἱκανῶς χρονιζόντων ἀλγημάτων εἰκότως παραληφθησόμενον. ἄλλο. λεύκης καρπὸς μετ’ ὄξους τριβόμενος. διαφορητικῆς ἐστι δυνάμεως καὶ ὁ τῆς λεύκης καρπός. ἔν τισι δὲ τῶν ἀντιγράφων οὐ μετ’ ὄξους, ἀλλὰ μετ’ ὀξυκράτου γέγραπται. ἄλλο. ὠκίμου σπέρμα σὺν ὕδατι. τὸ μὲν τοῦ ὠκίμου σπέρμα θερμαντικῆς τε καὶ λεπτυντικῆς ἐστι δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε, δι’ ὕδατος δὲ μόνου, χρονιζούσης τῆς διαθέσεως, οὐκ ἄν τις εὐλόγως αὐτῷ χρῷτο, βέλτιον γὰρ ἦν ἔλαιόν τε καὶ ὄξος ὡς καὶ ἐπὶ τῶν ἄλλων εἶπε, μιγνύναι καὶ τούτῳ. ἄλλο. ποιεῖ καὶ βάλσαμον,
πευκέδανον, καστόριον καὶ ὁμοῦ καὶ ἰδίᾳ ἕκαστον σὺν ἐλαίῳ καὶ ὄξει. τοῦτο πάλιν τὸ φάρμακον ἰσχυρόν ἐστι, καὶ μάλιστα ὅταν αὐτὸ μόνον τὸ πευκέδανον προσφέρηται, χωρὶς τοῦ μιχθῆναι τῷ καστορίῳ. βάλσαμον δὲ τί καλεῖ νῦν οὐκ ἔχω φάναι, πότερον τοῦ φυτοῦ τὸν καρπὸν ἢ τὸν ὀπὸν, ὃν ὀποβάλσαμον ὀνομάζουσιν, ἢ τοὺς κλῶνας αὐτοῦ, τοὺς καλουμένους ξυλοβάλσαμον. ἄμεινον δέ μοι δοκεῖ τὸ ὀποβάλσαμον ἀκούειν, λεπτομεροῦς τε καὶ διαφορητικῆς οὐσίας ὑπάρχον, οὐ μὴν ἐπιφανῶς γε θερμῆς. ἄλλο. φύλλα δάφνης καὶ λεύκης καὶ ἄγνου μετ’ ἐλαίου καὶ ὄξους. μικτὸν καὶ τοῦτο τὸ φάρμακον ἐκ διαφερόντων ταῖς δυνάμεσι τῶν ἁπλῶν συνέθηκε, τὰ μὲν φύλλα τῆς δάφνης θερμότατα, τὰ δὲ τῆς ἄγνου μετρίως ψύχοντα. μέσα δὲ ἀμφοῖν ἐστι τὰ τῆς λεύκης. ἄλλο. πάνακα μετὰ ἐλαίου ἄλειφε. οὐδὲν ἐνταῦθα τῶν ψυχόντων μέμικται καὶ διὰ τοῦτο ταῖς πάνυ κεχρονισμέναις διαθέσεσι καὶ μηδὲν ἔτι θερμότητος ἐχούσαις χρήσιμον ὑπάρχει. διὸ καὶ μέμψαιτο ἄν τις αὐτῷ χωρὶς διορισμῶν τὰ βοηθήματα γράψαντι. πάνακα δὲ ἡγοῦμαι
νῦν λέγειν αὐτὸν ἀμελῶς ἀντὶ τοῦ φάναι πάνακος ῥίζαν. οὐ γὰρ δὴ τὸν ὀποπάνακα νομιστέον ὑπ’ αὐτοῦ λελέχθαι πάνακα. διαφέρει δὲ τῆς ῥίζης οὗτος οὐ μικράν τινα θερμότητος ὑπεροχήν. ἄλλο. ἄγνον ἢ ἡδύοσμον, ἀμύγδαλα πικρὰ, ἴριν, ἴσα μίξας σὺν ὄξει καὶ ῥοδίνῳ ἔμβρεχε. τῶν μὲν ἄλλων ἡ δύναμις εἴρηται πρόσθεν. ἡδυόσμου δὲ νῦν πρῶτον ἐμνημόνευσε θερμαντικῆς δυνάμεως φαρμάκου. ἄλλο. συκαμίνου χυλῷ προσμίξας ὄξος κατάβρεχε. προφανῶς τοῦτο τοῦ γένους ἐστὶ τῶν ὑπ’ αὐτοῦ γεγραμμένων ἀρχομένης τῆς διαθέσεως ἐμψυκτικῶν ἰαμάτων, οὐκ ὀρθῶς νῦν ἀναμεμιγμένον τοῖς πρὸς τὰς αὐξομένας διαθέσεις ἁρμόττουσι φαρμάκοις. χρονιζόντων δὲ ψιλώσας καταχρίσμασι μὲν τοῖς εἰρημένοις ἐμβρέγμασί τε παχύτερα ποιῶν αὐτὰ χρῶ. ἄλλο. ῥητίνην μετὰ μέλιτος κατάχριε κροτάφους καὶ μέτωπον. ἢ μυόχοδα μετ’ ὄξους καὶ ῥοδίνου. τρίτος οὗτος αὐτῷ καιρὸς καὶ χρόνος ἐστὶν ἐπὶ τῶν τῆς κεφαλῆς βοηθημάτων. ὁ μὲν γὰρ πρῶτος ἦν ἀρχομένου τοῦ πάθους, ὁ δὲ δεύτερος, ὡς αὐτὸς ἔγραψεν,

ἐπιτεινομένου. τρίτος δὲ οὗτος, ἐν ᾧ φησιν χρονιζόντων ὅστις δεῖται σφοδροτέρων βοηθημάτων, ὧν ἔνια τοῖς πρόσθεν ἀνέμιξεν οὐκ ὀρθῶς.

[Τὰ ὑπὸ Ἀσκληπιάδου γραφέντα ἐν τῷ πρώτῳ τῶν ἐκτὸς πρὸς τὰς προσφάτους κεφαλαλγίας.] Ἐμβροχὴ ᾗ ἐχρήσατο Νικομήδης. Πηγάνου φύλλα δραχ. β΄. ἡδυόσμου δραχ. β΄. πευκεδάνου δραχ. β΄. ἴρεως δραχ. β΄. ὠκίμου σπέρματος δραχ. η΄. μήκωνος μελαίνης σπέρματος δραχ. δ΄. ὀξυκράτου ξεστ. α΄. ἕψε εἰς τὸ ἥμισυ, καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀνάκοπτε ῥοδίνῳ καὶ συνεχῶς ἔμβρεχε τὴν κεφαλήν.

[Ἄλλο ᾧ ἐχρήσατο Χαρικλῆς.] Ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. β΄. λύγου ἄνθους δραχ. β΄. πευκεδάνου ῥίζης δραχ. β΄. ἡδυόσμου χλωροῦ ᾒ ξηροῦ δραχ. β΄. πηγάνου ἀκρεμόνων δραχ. β΄. δαφνίδων κεκαθαρμένων δραχ. β΄. σπονδύλου δραχ. β΄. ἑρπύλλου δραχ. β΄. καστορίου δραχ. β΄. ῥόδων χλωρῶν ἢ ξηρῶν δραχ. δ΄. ὄξει διαλύσας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας, καὶ ξυρήσας τὰς τρίχας, ἐπιτίθει καθ’ ὅλης τῆς κεφαλῆς, καὶ ταινιδίῳ καταδήσας

φύλαττε μέχρι τῆς ἐπιούσης ἡμέρας, καὶ πάλιν λύσας, καὶ ἀνανεώσας ἐπιτίθει.

[Τροχίσκος πρὸς κεφαλαλγίαν Ἀντωνίου ῥιζοτόμου.] Ὀποῦ πευκεδάνου δραχ. ιστ΄. ὀποῦ μήκωνος δραχ. α΄. ἀνίσου δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. κρόκου, σμύρνης ἀνὰ δραχμὰς δ΄. σκαμμωνίας δραχ. δ΄. πάντα λεάνας μετ’ ὄξους, ἀνάπλασσε τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ, ἐν δὲ τῇ χρήσει ἀνιεὶς μετ’ ὄξους, ἐπίχριε τὸ μέτωπον, ἀπὸ κροτάφου ἀρξάμενος, καὶ ἐπὶ τὸν ἕτερον κρόταφον καταλήγων. ἐπὶ δὲ τῶν πυρεσσόντων ὕδατι χρώμενος κατάχριε.

[Ὡς δὲ Ἀλέξανδρος ἔχει οὕτως.] Πευκεδάνου ῥίζης δραχ. δ΄. ἢ τοῦ ὀποῦ δραχ. β΄. κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. ὀπίου δραχ. α΄. ὄξει ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐν δὲ τῇ χρήσει ὄξει διαλύων κατάχριε τοὺς ἐν αἰσθήσει τόπους, τοῦτο παραχρῆμα λύει τοὺς πόνους.

[Ἄλλο Ἀντιγόνου ἐν στρατοπέδῳ ἐπισήμως ἰατρεύσαντος.] Δαφνίδων ξηρῶν, λείων, κεκαθαρμένων δραχ. δ΄. σκαμμωνίας 

δραχ. δ΄. σελίνου σπέρματος δραχ. η΄. ὀποῦ μήκωνος δραχ. δ΄. κρόκου δραχ. η΄. σμύρνης δραχ. δ΄. ὀμφάκου δραχ. δ΄. ἑρπύλλου δραχ. η΄. ὄξους τὸ αὔταρκες σκεύαζε καθὰ προείρηται.

[Χρονίως κεφαλαλγούντων ἐπιθήματα ὡς ἐχρήσατο Χαρικλῆς.] Ἰρίνου μύρου πιέσματα, πευκεδάνου, καστορίου, ἀνὰ μέρος α΄. δαφνιδίων μέρη δύο, ἄγνου σπέρματος μέρη δύο, ῥόδων ξηρῶν μέρη δύο, ὄξει διαλύσας, ἀναλάμβανε κηρωτῇ σκευασθέισῃ διὰ ῥοδίνου, ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει καθ’ ὅλης τῆς κεφαλῆς, προξυρήσας τὰς τρίχας καὶ ταινιδίῳ καταδήσας φύλαττε μέχρι τῆς ἐπιούσης, καὶ πάλιν ἐπιτίθει.

[Περὶ τῶν ἐπὶ χολώδει χυμῷ κεφαλαλγούντων.] Τὰ μὲν σημεῖα παραπλήσια τοῖς ἐπ’ ἐγκαύσει, προσέρχεται δὲ αὐτοῖς δῆξίς τε πλείων καὶ ὠχρότης προσώπου, καί ποτε καὶ τοῦ στόματος ἐκπίκρωσις. ἡλικίαις δὲ μᾶλλον ἀκμαστικαῖς καὶ κράσεσι θερμοτέραις καὶ βίῳ φροντιστικῷ καὶ τοῖς χολὴν συνάγουσι ξανθὴν, τοῦτο τὸ πάθος εἴωθε συμβαίνειν.

λουτροῖς τε οὖν εὐκράτοις ἐπὶ τούτων καὶ ἀλείμμασι καὶ ὑδαρεῖ πόματι χρηστέον καὶ ἡ σύμπασα δίαιτα ὑγροτέρα τε καὶ εὔχυμος παραλαμβανέσθω. κενωτέον δὲ τὸν χολώδη χυμὸν ἀψινθίου ἀποβρέγματι ἢ διὰ τῆς ἀλόης καὶ αὐτῆς τῆς πικρᾶς ἀντιδότου καθ’ ἑαυτὴν ἢ καὶ σὺν ὀλίγῃ σκαμμωνίᾳ, ἢ διὰ τῶν τῆς ἀλόης καταποτίων. ἐπιχριστέον δὲ τὸ μέτωπον ἢ τῷ κροκώδει τροχίσκῳ ἢ τῷ τριγώνῳ ἤ τινι τῶν παραπλησίων.

[Περὶ τῆς κατὰ τὴν συμπάθειαν κεφαλαλγίας.] Εἰ μὲν ὅλῳ τῷ σώματι συμπάσχει ἡ κεφαλὴ, τούτου προνοητέον πρός τε τὴν δυσκρασίαν καὶ πρὸς τὴν κρατοῦσαν ὕλην ἐπισταμένως. καὶ εἰ μὲν εἴη πλῆθος καὶ μάλιστα κατὰ τὰς φλέβας, φλεβοτομήσομεν· εἰ δὲ μᾶλλον ποιότης, καθαρτικῷ χρησόμεθα φαρμάκῳ. εἰ δὲ μορίῳ συμπάσχει, οἷον ἥπατι ἢ γαστρὶ ἢ στομάχω, τούτοις βοηθητέον, θερμῆς μὲν ἐν αὐτοῖς ὑποκειμένης δυσκρασίας, ἄρτον ἐξ ὑδαροῦς οἴνου παρασχόντας καὶ τὰ διὰ χόνδρου ῥοφήματα καὶ τὰς ἔξωθεν μετρίως ἐμψυχούσας τε καὶ τονούσας ἐπιβροχὰς, ὡς ἔμπροσθεν

εἴρηται. εἰ δὲ διὰ γλίσχρους τε καὶ παχεῖς χυμοὺς ἐν τῷ στομάχῳ περιεχομένους κεφαλαλγοῖεν, καὶ τούτους ἐκμοχλεύσομεν, ὀξύμελι πίνειν παρέχοντες τό τε ἁπλοῦν καὶ τὸ Ἰουλιάνειον καὶ τοῖς δι’ ὑσσώπου τε καὶ ὀριγάνου. καὶ τοῖς τούτων ἔτι θερμοτέροις τε καὶ τμητικωτέροις καὶ τῷ ἀπὸ ῥαφανίδων ἐμέτῳ χρηστέον, ἐπιβροχαῖς τε θερμοτέραις καὶ καταπλάσμασι.

[Περὶ τῆς ἐν πυρετοῖς κεφαλαλγίας.] Ἐπὶ δὲ τῶν ἐν πυρετοῖς συνεισβαλλουσῶν ἐξ ἀρχῆς κεφαλαλγιῶν, φλεβοτομεῖν τῇ πρώτῃ ἢ τῇ δευτέρᾳ ἀνέσει, εἰ μή τι κωλύει, καὶ μάλιστα ἐπὶ τῶν εὐεκτῶν καὶ πολυαίμων. προσέχειν δὲ μὴ διὰ τὰς ἀπὸ τῆς γαστρὸς ἀναθυμιάσεις γινομένας ἢ δι’ ἐποχὴν κοιλίας συμβαίνει τὰ τῆς κεφαλαλγίας. εἰ δὲ ὕστερον μετὰ τὴν ἑβδόμην εἰσβάλλοι, προκενώσαντες τὴν κοιλίαν διὰ κλυστῆρος ἀξιολόγως, σικυαστέον ἀπὸ ἰνίου ἢ αὐχένος καὶ παρηγορητέον τὴν κεφαλὴν ταῖς δι’ ἐλαίου ἐμβροχαῖς, ῥοδίνῳ μὲν ἐπὶ τῶν θερμοτέρων καὶ ὥρᾳ θερινῇ καὶ μετὰ βραχέος

ὄξους, χαμαιμηλίνῳ δὲ ἐπὶ τῶν ψυχροτέρων ἕξεων καὶ ἐν χειμῶνι πέμπτον μέρος ὄξους προσειληφότι. ἐπιχρίειν δὲ τὸ μέτωπον κύφει μὲν ἐπὶ τῶν ψυχροτέρων, κροκομάγματι δὲ ἐπὶ τῶν θερμοτέρων. ἐπὶ μεγέθει δὲ πυρετοῦ γενομένης κεφαλαλγίας ἰάματα προγέγραπται ἐν τῷ περὶ πυρετῶν λόγῳ. δεῖ δὲ παραφυλάττεσθαι ταῦτα, οὐ μόνον ἐπὶ τῶν κατὰ συμπάθειαν τοῦ στομάχου κεφαλαλγούντων, ἀλλὰ καὶ κατὰ πάντων τῶν περὶ κεφαλὴν γενομένων παθῶν. ἔστι δὲ ταῦτα ἄγνου σπέρμα, ἀψινθίου χυλὸς, γάλα πινόμενον, βάλανοι δρύϊνοι ἐσθιόμενα, ἐλαῖαι μέλαιναι μεμαίκυλα, ὄροβοι. οὗτοι δὲ καὶ τὰ ἄρθρα παραλύουσιν, ἐπιπλέον δὲ ἅπτεται σμύρνα, λίβανος, κισσοῦ κόρυμβοι, καὶ ταράττουσι τὴν διάνοιαν σχοίνου καρπὸς, κρόκος, πευκέδανον, κυκλάμινος ξηρὰ σὺν οἴνῳ ποθεῖσα. στύραξ ὀλίγος μὲν ποθεὶς λύει σκυθρωπότητα, πολὺς δὲ κατασκευάζει ταραχώδεις ὕπνους.

2. [Περὶ κεφαλαίας.] Ἡ λεγομένη κεφαλαία χρόνιός τε καὶ δύσλυτός ἐστι κεφαλαλγία, ἐπὶ μικραῖς προφάσεσι μεγίστους ἔχουσα παροξυσμοὺς, ὥστε μήτε ψόφων ἀνέχεσθαι

μήτε φωνῆς σφοδροτέρας μήτε λαμπροῦ φωτὸς μήτε οἰνοποσίας μήτε τῶν τὴν κεφαλὴν πληρούντων ὀσφραντῶν μήτε κινήσεως, ἀλλ’ ἐν ἡσυχίᾳ καὶ σκότῳ κατακεῖσθαι βούλεσθαι διὰ τὸ μέγεθος τῶν ἀλγημάτων· ὡς ὑπὸ σφυρᾶς γὰρ πλήττεσθαι δοκοῦσιν. ἔνιοι γὰρ ὡς θλωμένων ἢ διατεινομένων αἰσθάνονται τῶν κατὰ τὴν κεφαλὴν, οὐκ ὀλίγοις δὲ εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν διήκει τὸ ἄλγημα. φέρει δὲ τὸ πάθος ποτὲ μὲν διηνεκῆ ἀλγήματα, ποτὲ δὲ παροξυσμοὺς καὶ διαλείμματα ἤτοι τεταγμένα ἢ ἄτακτα. διαλείπουσι γὰρ ἐνίοτε οἱ τοιοῦτοι παροξυσμοὶ, καθάπερ τοῖς ἐπιληπτικοῖς, καί τις χρόνος ἐπιγίνεται μεταξὺ τελέως ἄμεμπτος. εὔδηλον οὖν ὅτι τὸ πάθος τοῦτο τὴν εὐπάθειαν μὲν ἔχει τῆς κεφαλῆς ὁμογενῆ τοῖς κεφαλαλγικοῖς, ἐπὶ δὲ μᾶλλον ἐκείνων ἀσθενείας ἥκει τὰ κατὰ τὴν κεφαλὴν πάσχοντα μόρια, καί τινες αὐτῶν τὰς περὶ τὸν ἐγκέφαλον ὀδυνῶνται μήνιγγας, ἔνιοι δὲ καὶ τὸν περικράνιον ὑμένα μόνον. τὰ μὲν οὖν μετὰ βάρους ἀλγήματα πλῆθος δηλοῖ, τὰ δὲ μετὰ δήξεως ἢ χυμῶν ἢ 
ἀτμῶν δριμύτητα, τὰ δὲ μετὰ σφυγμοῦ φλεγμονὴν, τὰ δὲ μετὰ τάσεων, εἰ μὲν ἄνευ βάρους καὶ σφυγμοῦ γένοιτο, πνεύματος λεπτοῦ καὶ φυσώδους πλῆθος δηλοῖ, εἰ δὲ μετὰ σφυγμοῦ, φλεγμονὴν ὑμενώδους σώματος. εἰ δὲ μετὰ βάρους γένοιτο ἡ διάτασις, πλῆθος ἐντὸς τῶν ὑμένων ἰσχόμενον καὶ τὰ μὲν ἐπιπολῆς ἀλγήματα τοῦ περιοστίου ὑμένος τὸ πάθος δηλοῖ, τὰ δὲ ἐν βάθει τῶν μηνίγγων. οἷς γὰρ ἡ διάθεσις ἔνδον τοῦ κρανίου ἐστὶν, τούτοις εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν ἀφικνοῦνται οἱ πόνοι, διὰ τὸ τοὺς χιτῶνας τῶν ὀφθαλμῶν ἀπὸ τῶν μηνίγγων ἔχειν τὴν γένεσιν. εἰ δὲ καὶ σαπεὶς ὁ χυμὸς θερμότερος γένηται, σὺν πυρετῷ κεφαλαλγοῦσι. πυρέττουσι δὲ τοὐπίπαν καὶ οἱ διὰ φλεγμονὴν ὀδυνώμενοι. εἰ μὲν οὖν πλῆθος χυμῶν ἢ ἀτμῶν εὕροις αἴτιον, εἰ μὲν διὰ τὴν τοῦ παντὸς σώματος πλησμονὴν ἐγένετο, τὸ πᾶν σῶμα κενώσας ἰάσῃ τὴν κεφαλαλγίαν. εἰ δ’ ὡς ἀσθενὴς ὑπάρχουσα ἡ κεφαλὴ δέχεται τὰ ἀναφερόμενα, ἀντισπᾷν δεῖ τὴν ὕλην εἰς ὅλον τὸ σῶμα καὶ οὕτως ἰᾶσθαι τὸ μόριον.
κλυστῆρσι μὲν οὖν ἡ ἀντίσπασις γίνεται καὶ διαδέσεσι τῶν ἄκρων καὶ τρίψεσι πλείοσι τῶν κάτω μερῶν, ἐνίοτε δὲ καὶ αἵματος κενώσει ἀπ’ ἀγκῶνος. εἰ δὲ πλεονάζον ἔτι τὸ αἷμα φαίνοιτο, καὶ διὰ ῥινῶν ἀναστομώσαντας φλέβα καὶ κενοῦντας ὅσον αὔταρκες εἶναι δόξει, εἶτα τὴν ἱερὰν ὀξύναντας, δοτέον, κᾄπειτα τοῖς ἀποφλεγματισμοῖς χρηστέον καὶ τοῖς ἐῤῥίνοις, οἷά ἐστι τὰ διὰ τοῦ ἐλατηρίου καὶ τῆς κυκλαμίνου μετὰ γάλακτος καὶ πράσου σκευαζόμενα. τὴν δὲ κεφαλὴν θεραπεύσεις, ἡνίκα μὲν δεῖ κεχρῆσθαι ἀντισπαστικοῖς, διὰ τῶν ἀποκρουστικῶν ἐμβροχῶν, μετὰ δὲ τὴν τοῦ παντὸς σώματος κένωσιν ἤδη τοῖς κενοῦσι τὴν κεφαλὴν κεχρῆσθαι, εἶτα τοῖς ῥωννύναι δυναμένοις. ἀποκρούεται μὲν οὖν τὸ ὀμφάκινον ἔλαιον καὶ τὸ ῥόδινον καθ’ ἑαυτὸ καὶ σὺν ὄξει καὶ τὸ διὰ τῶν κωδειῶν καὶ θαλλῶν ἁπαλῶν ἐλαίας καὶ κισσοῦ κορύμβων, καὶ ἡδυόσμου χλωροῦ σκευαζόμενον. προσάγει δὲ καὶ τὰ βοηθήματα, χλιαρὰ μὲν ψυχροτέρου καὶ ὠμοτέρου τοῦ πλήθους ὄντος, ψυχρὰ δὲ θερμοτέρου καὶ χολωδεστέρου. διαφορεῖ δὲ τὸ γλυκύτατον

ἔλαιον θερμὸν καὶ μᾶλλον παλαιούμενον τοῦτο καὶ τὸ σικυώνιον. εἰ δὲ παχύτερον εἴη τὸ πλῆθος τῶν χυμῶν, σπονδύλιον ἢ ἕρπυλλον ἐνεψῶν τῷ ἐλαίῳ ἢ γλήχωνος κόμην ἢ καλαμίνθην ἢ ἡδύοσμον κενώσεις τὸ πλῆθος. αὐτὰ δὲ ταῦτα καὶ τόνον ἐντίθησι τῷ μορίῳ, διὸ καὶ μέχρι παντελοῦς ἰάσεως χρῆσθαι αὐτοῖς προσήκει. πλέον δὲ πάντων διαφορεῖ καὶ ῥωννύουσι παντελῶς περιστερεὼν ὁ ὀρθὸς, μάλιστα μὲν χλωρὸς, ἤδη δὲ καὶ ξηρὸς, σὺν ταῖς ῥίζαις ἅμα ἑρπύλλῳ ἑψόμενα τῷ ἐλαίῳ. συνεμβλητέον δὲ αὐτοῖς καὶ ῥίζαν τῆς παρὰ τὰ ὕδατα φυομένης κροκοδειλιάδος τῆς μεγίστης. καὶ αὐτὸν δὲ τὸν περιστερεῶνα καθ’ ἑαυτὸν, εἰ ἀφεψήσας τῷ ἐλαίῳ ἐμβρέχοις τὴν κεφαλὴν, ἰάσῃ πᾶσαν κεφαλαλγίαν χρονίαν ἐπὶ ψύξει γινομένην ἢ ὑπὸ παχέων χυμῶν. τὰ μέγιστα δὲ ὠφελοῦσι καὶ οἱ ὑπὸ τὰς ὑδρίας ὄνοι σὺν τῷ ἐλαίῳ ἑψόμενοι.

[Ἀρχιγένους περὶ ἀποφλεγματισμῶν.] Μετὰ ταῦτα δὲ ἀποφλεγματισμοὶ διὰ νάπυος ἢ ὑσσώπου μετὰ γλυκέος καθεψημένου ἢ σταφίδος ἀγρίας μετὰ πεπέρεως τετριμμένης

καὶ μετὰ μέλιτος ἢ ἐλαίου μεμιγμένου μέλιτι ἢ σταφίδος ἀγρίας καὶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος τριβομένης. τὴν μὲν τῶν ὀνομαζομένων συνήθως τοῖς ἰατροῖς ἀποφλεγματιζόντων φαρμάκων ὕλην ὕστερον ἐρῶ, νυνὶ δὲ τοσοῦτον ἐπισημήνασθαι χρήσιμον, ὡς τὸ βοήθημα τοῦτο φλέγματος ἐνοχλοῦντός ἐστιν ἴαμα, καθάπερ δὴ καὶ αὐτὸ τοὔνομα αὐτοῦ δηλοῖ. ὁ δὲ Ἀρχιγένης θερμὴν καὶ πνευματώδη διάθεσιν ὑπέσχετο θεραπεύειν, οὐ ψυχρὰν καὶ φλεγματώδη. ὠφελοῦνται δὲ ἱκανῶς καταντλούμενοι δάφνης ἀφεψήματι ἢ πηγάνου ἢ πάνακος ἢ κωδειῶν ἢ δαφνίδων. ἰσχυρῶς θερμαίνουσι φαρμάκοις οὐκ οἶδα πῶς κατέλεξε κωδείας ψυχούσας οὐκ ἀγεννῶς, ἐνδειξάμενος ἐν τῇ τοῦ λόγου λέξει τῶν εἰρημένων ἑκάστῳ δύνασθαί τινα χρῆσθαι καθ’ ἑαυτὸ, τάχα δ’ ἄν ποτε καὶ μιχθεῖσιν, οὐ μὴν δηλώσας, εἴπερ ἐμβαλεῖν αὐτοῖς τι κελεύει κωδειῶν, ἕνεκα τοῦ μειῶσαί τε καὶ πραῧναι τὴν σφοδρότητα τῶν φαρμάκων ἢ καὶ μόναις ποτὲ χρῆσθαι, ὅπερ ἀρχομένης τε καὶ αὐξανομένης διαθέσεως εὐκαιρότερον
ἂν ἐγένετο. χρονιζούσης δὲ οὐ μόνον οὐδὲν ὄφελος, ἀλλὰ καὶ βλαβερώτεραι αἱ κώδιαι τυγχάνουσιν οὖσαι. ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν ἁλῶν πυρία. συνέχεεν ἐνταῦθα πάντα τὸν λόγον ὁ Ἀρχιγένης πυρίας μνημονεύσας διὰ φαρμάκου ξηραίνοντος μὲν οὐ γενναίως, ἔχοντος δέ τι καὶ θερμαντικόν. ἐχρῆν γὰρ αὐτὸν ἐπιστάμενον ὅτι διάθεσιν θερμὴν ὑπετίθετο θεραπεύειν, ἤτοι φυλάττειν ἀεὶ τὴν ἀπ’ αὐτῆς ἔνδειξιν ἢ περὶ τῆς μεταπτώσεως εἰρηκέναι τι καθ’ ἣν ἐν τῷ χρόνῳ τῆς θερμότητος παυσαμένης ἔμφραξις ἢ ἔντασις ἤ τι τοιοῦτον ἐγένετο, τῆς ἐναντίας θεραπείας δεόμενον τῆς καταρχὰς ὁρισθείσης. μετὰ δὲ τὰς καταντλήσεις ἢ πυρίας ὠφελοῦνται, ἐὰν λίνου σπέρμα ῥοδίνῳ ἐπιπάσας ἔρια ῥυπαρὰ ἐξ ὀξυροδίνου θερμὰ περιθεὶς ἐπιδήσῃς. τοῦτο παρηγορικόν ἐστι τὸ βοήθημα, σφοδρῶς ἐνοχλούσης τῆς ὀδύνης μετὰ τοῦ καὶ τὴν ὑποκειμένην διάθεσιν ὠφελεῖν, ὥσθ’ ὅπου βοηθήματα τῆς ἐπιτεταμένης κεφαλαλγίας ἔγραψεν, ἐκεῖ βέλτιον ἦν αὐτῷ καὶ περὶ τῆς πυρίας εἰρῆσθαι. κατὰ δὲ τὸν 

καιρὸν τοῦτον, ὑπὲρ οὗ νῦν ὁ λόγος ἐνέστηκεν, εἰ πυρίαις ἢ καταπλάσμασι χρῆσθαι δόξειεν ἂν, αἱ μὲν πυρίαι διὰ τῶν κέγχρων ἀμείνους· ὡς γὰρ Ἱπποκράτης ἔφη, καὶ κοῦφος καὶ προσηνὴς ὁ κέγχρος ἐστίν· οἱ δ’ ἅλες ἀνιαροὶ διὰ τὸ βάρος εἰσὶ καὶ μάλιστα ἐπὶ τῆς κεφαλῆς.

[Περὶ καταπλασμάτων ἐν κεφαλαλγίᾳ.] Καταπλάσμασι δὲ χρῶ κριθίνῃ ὠμηλύσει, ἐχούσῃ ἴριν κεκομμένην, ἢ πηγάνου σπέρματι ὁμοίως, ἢ μαράθρου ῥίζῃ ὁμοίως, ἢ τῇ ὠμηλύσει δι’ ὀξυμέλιτος γενομένῃ, ἢ μιγέντος ἀλφίτου καὶ γλήχωνος. καὶ ταῦτα τὰ καταπλάσματα τοῦ δευτέρου καιροῦ τῶν ὑπ’ αὐτοῦ διωρισμένων ἐστὶν, ὃν ἐπιτεινομένης τῆς κεφαλαίας ἔθετο. παρηγορήσει τε γὰρ ἐκείνην καὶ τὴν διάθεσιν ὠφελήσει. ἢ τῷ Νειλέως προσμίξας, καστορίου καὶ ἴριδος δέκατον, σὺν ὄξει καὶ ῥοδίνῳ ἐπιτίθει. τὸ μὲν οὖν τοῦ Νειλέως φάρμακον ἐμπλαστῶδες ἔνδοξον ἱκανῶς ἐστιν ἐκ παλαιοῦ, καὶ διὰ τοῦτο πᾶσι γνώριμον. ἐπαγγέλλεται δὲ τὰ χρονίζοντα λείψανα τῶν ἐν ὑποχονδρίοις φλεγμονῶν ἐκθεραπεύειν.

ἀσαφῶς δὲ τὴν πρὸς αὐτῷ μίξιν ὁ Ἀρχιγένης ἔγραψε, τοῦ τε καστορίου καὶ τῆς ἴρεως. ἄδηλον γὰρ εἴτε καθ’ ἕτερον αὐτῶν δέκατον μέρος εἶναι βούλεται τοῦ Νειλιακοῦ μαλάγματος εἴτε συναμφοτέρων. ἄμεινον δέ μοι δοκεῖ μιγνύνειν ἑκατέρου τὸ δέκατον. εἶναι δὲ χρὴ δηλονότι τὸ μὲν καστόριον καὶ τὴν ἴριν ἀκριβῶς λεῖα, μαλαχθέντι δὲ ἐπιμελῶς τοῦ Νειλέως φαρμάκῳ κατὰ βραχὺ μίγνυσθαι διὰ τῶν χειρῶν ταῦτα, μετὰ καὶ τοῦ βρέχειν ἐν μέρει τῷ ῥοδίνῳ καὶ τῷ ὄξει τὰς χεῖρας. ἢ κάρυα πικρὰ λελεπισμένα καὶ πήγανον, ἴριδός τε ὀλίγον μίξας σὺν ὄξει καὶ ῥοδίνῳ μαλαγματῶδες ἐπιτίθει. τὰ τοιαῦτα φάρμακα πολλὰ κατὰ τὸν δεύτερον καιρὸν τῆς προκειμένης διαθέσεως γεγραφότος αὐτοῦ τὴν τῆς δυνάμεως ἐξήγησιν ἐπ’ ἐκείνων ἐποιησάμην. ἢ ἄγνου σπέρμα, Περσαίας χλωρὰ φύλλα καὶ σμύρνης ἴσα σὺν μύρῳ Αἰγυπτίῳ κατάπλασσε τὸ μέτωπον. ἐν Ἀλεξανδρείᾳ μόνῃ τὸ τῆς Περσαίας δένδρον εἶδον, οὐ μὴν ἐν ἄλλῳ γέ τινι τῶν ὑπὸ Ῥωμαίοις ἐθνῶν. ἔνιοι δὲ Πέρσιον ὀνομάζουσιν αὐτὸ καί φασιν ἐν Πέρσαις ὀλέθριον εἶναι τὸν
καρπὸν τοῦ δένδρου τούτου. κατὰ δὲ τὴν τῶν Αἰγυπτίων χώραν ἀβλαβὲς ὑπάρχον. τὸ δὲ Αἰγύπτιον μύρον οὐχ οὕτω μόνον, ἀλλὰ καὶ Μενδήσιον ὀνομάζεται. τινὲς δὲ αὐτὸ καὶ μεγαλεῖον καλεῖσθαί φασιν, ἀπὸ τοῦ συντεθέντος αὐτὸ Μεγάλου τὴν ἐπωνυμίαν ἑκατέραν λαβὸν, ἀπὸ μὲν αὐτοῦ τοῦ κατ’ ἐκεῖνον ὀνόματος ἐν τῇ τῶν καλουμένων παρωνύμων ἰδέᾳ, ἀπὸ δὲ τῆς πατρίδος αὐτοῦ Μενδήσιον. ἔστι δὲ χαλαστικόν τε καὶ ἀνώδυνον. ἢ θεῖον, καστόριον, δάφνιδος ἴσα, μετὰ κηρωτῆς ῥοδίνης ἐμπλάσας ἐπιτίθει κροτάφοις καὶ μετώπῳ. θερμαντικὸν ἱκανῶς ἐστι τὸ φάρμακον τοῦτο ψυχρὰς διαθέσεις ἀνῆναι δυνάμενον. ἢ καστόριον καὶ πευκέδανον ἴσα. παραπλήσιός ἐστι καὶ ἡ τοῦδε τοῦ φαρμάκου δύναμις τῇ προγεγραμμένῃ. ἐπιμενόντων δὲ φλεβοτομίᾳ ἀπὸ ῥινὸς ἢ μετώπου ἢ σικύαις κατὰ τοῦ ἰνίου χρῶ. αἱ μὲν ἀπὸ τῶν πεπονθότων μορίων ἀφαιρέσεις τοῦ αἵματος ἐπὶ τῶν χρονιζόντων παθῶν ἁρμόττειν ὡμολόγηνται σχεδὸν ἅπασι τοῖς ἰατροῖς. αἱ δὲ κατ’ ἰνίου σικύαι τῶν ἀντισπαστικῶν εἰσι βοηθημάτων, ἐφ’ ὧν ἀποτρέψαι τοὺς ἐπ’ ὀφθαλμοὺς
ἢ ἐπὶ τὰ πρόσω τῆς κεφαλῆς εἰθισμένους χυμοὺς φέρεσθαι ἐγχειροῦμεν. ἢ πταρμικῷ τινι διάσεισον, στραγγάλην περιθεὶς καὶ τὸ πνεῦμα κελεύσας κατασχεῖν. τὴν ἐκ τοῦδε τοῦ βοηθήματος ὠφέλειαν ἐδήλωσε προσθεὶς τῷ λόγῳ τὸ διάσεισον. ἐκ δὲ τοῦ βρόχον περιθεῖναι τῷ τραχήλῳ νομίζει σφοδροτέραν ἔσεσθαι τὴν διάθεσιν. ἢ διὰ ῥινὸς κάθηρον. τοῦτο προειπὼν ἐφεξῆς καταλέγει τὰ διὰ ῥινῶν καθαίροντα, περὶ ὧν ἐγὼ ποιήσομαι τὸν λόγον, ὥσπερ καὶ περὶ τῶν ἀποφλεγματιζόντων, ὅταν ὁ τῶν τῇ κεφαλῇ προσφερομένων φαρμάκων λόγος συμπληρωθῇ. σφόδρα δὲ χρονισάντων σινάπιζε τὴν κεφαλὴν, ὡς ἔθος, καὶ διάκαιε πάντων τῶν ἐπιπλεῖστον χρονιζόντων παθῶν, ὅταν μηδὲν ἀνύῃ τὰ βοηθήματα, τὴν μετασυγκριτικὴν ὑπὸ τῶν μεθοδικῶν ὀνομαζομένην θεραπείαν ἅπαντες σχεδὸν εἰώθασι ποιεῖσθαι, τῶν μὲν πρώτων ἐπ’ αὐτὴν ἀφικομένων ἰατρῶν οὐκ οἶδα τίνι λογισμῷ χρησαμένων. ἐγὼ δὲ ἐφ’ ὧν ἤτοι δυσκρασία τις ὑγρὰ καὶ ψυχρὰ τοῖς πάσχουσι μορίοις ἐστὶν αὐτὴ καθ’ ἑαυτὴν

ἢ διὰ ψυχρότητα χυμῶν τοιούτων γεγενημένη, τὰ διὰ νάπυος καὶ θαψίας καὶ τῶν ὁμοίων αὐτοῖς προσφέρω φάρμακα. ταῖς δὲ θερμαῖς καὶ ξηραῖς οὐ προσφέρω. τοῖς μέντοι μὴ δυναμένοις γνωρίζειν τὰς διαθέσεις ἡ καταφυγὴ, καθάπερ ἐπὶ τὴν καλουμένην ἱερὰν ἄγκυραν, εἰς τὰ τοιαῦτα γίνεται φάρμακα καὶ διὰ τοῦτο πολλάκις ἀνύουσι τὸ δέον, ὅτι τοῖς πλείστοις τῶν ἀνθρώπων αἱ τοιαῦται διαθέσεις ἐνοχλοῦσι μοχθηρῶς διαιτωμένοις.

[Ἀρχιγένους περὶ τῶν διὰ μέθην κεφαλαλγούντων.] Ἐπὶ δὲ τῶν διὰ μέθην κεφαλαλγούντων ἴριδι ξηρᾷ καὶ ἄγνου φύλλοις, ἐν ὄξει καὶ ῥοδίνῳ χρῶ. ἢ σελίνου κόμαις ἑφθαῖς ἐν οἴνῳ κατάπλασσε· ἢ γλήχωνι μετ’ οἴνου ὁμοίως· ἢ Μενδησίῳ μύρῳ κατάβρεχε ἰδίᾳ ἢ μετὰ χηνείου στέατος· ἢ σμύρνῃ μετὰ οἴνου Μενδησίου ἔμπλασσε· ἢ πηγάνου φύλλα, δαφνίδας, ἄγνον, λεύκης καρπὸν, ἴσα λεῖα μετ’ ὀξελαίου χλιάνας ἔμβρεχε. τὰ δὲ ἀμέθυστα τοιαῦτα ἂν εἴη, ἀψίνθιον πρωῒ νῆστιν πότιζε. ἢ μυρσίνης ἄνθος καὶ σμύρναν καὶ πήγανον λεῖα μεθ’ ὕδατος. ἐπὶ δὲ τῶν διὰ μέθην κεφαλαλγούντων 

αὐτάρκως εἴρηταί μοι τὰ ὑπὸ Ἀπολλωνίου γεγραμμένα σκοπουμένῳ. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἄλλη ῥῆσίς ἐστι τῶν ἀπὸ στομάχου κεφαλαλγούντων, ὑπὲρ ἧς ἤδη λέλεκται.

[Τοῦ αὐτοῦ Ἀρχιγένους περίαπτα πρὸς κεφαλαλγίαν. Ἐπειδὴ δὲ καὶ περίαπτα τοῖς κεφαλαλγοῦσιν ἔγραψεν ὁ Ἀρχιγένης, ὅσα μὲν οὐδένα λόγον ἰατρικὸν ἔχει τοῖς πείρᾳ κεκρικόσι, ταῦτα παραλείπω, κατά τινα θαυμαστὴν ἀντιπάθειαν ἄγνωστον ἀνθρώπῳ φάσκουσιν ἐνεργεῖν, ὅσα δὲ λόγον ἰατρικὸν ἔχει τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ἐκλέξας ἐρῶ μόνα, κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ, καθάπερ ἄχρι δεῦρο περὶ τῶν φαρμάκων ἔπραξα. πολυγόνου πλέξας δύο κλωνία στεφάνωσον. ὅτι τὸ πολύγονον ἁρμόττει ταῖς θερμαῖς καὶ πνευματώδεσι κεφαλαλγίαις αὐτὸς ἔμπροσθεν εἶπεν. οὐδὲν οὖν θαυμαστὸν ἐπὶ τοιούτων αὐτὸ πολλάκις ὠφεληκέναι. καὶ γὰρ συνεχῶς αὗται συμβαίνουσι δι’ ἔγκαυσίν τε καὶ μέθην. τὸ δὲ δύο δεῖν εἶναι πάντως τὰ κλωνία

προσέῤῥιπται τοῖς βουλομένοις τὴν ὠφέλειαν ἀπὸ τοῦ πολυγόνου κατὰ ἀντιπάθειαν ἄγνωστον, οὐ κατὰ τὴν κρᾶσιν αὐτοῦ γίνεσθαι. ἢ κιχώριον, τὸ Ῥωμαϊστὶ καλούμενον ἴντυβον λάχανον, ἐπιτίθει τῇ τοῦ πάσχοντος κεφαλῇ, καὶ μάλιστα ἐὰν ἀπὸ ἐγκαύσεως ἀλγῇ. ἐγὼ δὲ καὶ προσθήσω, κᾄν ἀπὸ μέθης. οὕτω γὰρ ὠφελοῦσι καὶ οἱ ῥόδινοι στέφανοι καὶ τούτους οὖν ἔξεστι γράφειν τῷ βουληθέντι καὶ προστιθέντι τὸν ἀριθμὸν οὗ ἂν βουληθῇ καὶ φάσκοντι τὸν ἐκ τοσῶνδε ῥόδων πεπλεγμένον στέφανον ἰᾶσθαι τὴν κεφαλήν. ἐφεξῆς καλλιτρίχῳ στέφειν ἀξιοῖ τὴν κεφαλὴν, ὅ τινες ὀνομάζουσι, φησὶ, τριχομανές. ἐγὼ δὲ οἶδα τοὺς περὶ βοτανῶν γράψαντας ἀδίαντον μᾶλλον ὀνομάζοντας τὸ καλλίτριχον τοῦ τριχομανοῦς. εἶτα μετ’ ὀλίγον τῇ φιλανθρωπείῳ βοτάνῃ στέφεσθαι κελεύει καὶ φοίνικος ἄῤῥενος σεβενίῳ. καὶ μετὰ ταῦτα κατὰ λέξιν οὕτω γράφει· ἢ ἀντικρὺς τοῦ ἡλίου στήσας τὸν κεφαλαλγοῦντα ἔα μέχρι παύσεται τοῦ πόνου. ἐν τῷ τῶν περιάπτων καταλόγῳ καὶ τοῦτο ὑπ’ αὐτοῦ γέγραπται, τὴν μὲν ἐκ καταψύξεως ἀλγοῦσαν κεφαλὴν ὠφελῆσαι δυνάμενον,
ἐὰν μήτε πληθωρικὸς εἴη ὁ ἄνθρωπος μήτε ἠπεπτηκὼς ἤ τινα χυμὸν μοχθηρὸν ἐν τῇ γαστρὶ καὶ μάλιστα κατὰ τὸ κύτος αὐτῆς ἔχοι. τὰς δὲ θερμὰς κεφαλαλγίας, ὧν εἰσι καὶ αἱ δι’ ἔγκαυσιν καὶ μέθην, οὐ μικρὰ βλάψει. παραπλήσια τούτοις ἐφεξῆς γράψας ἐπὶ χαμαίμηλον ἧκεν, οὗ πεῖραν ἔχομεν ὠφελοῦντος κεφαλαλγίαν, ἐὰν αὐτῷ τις, ὡς ἔμπροσθεν ἐῤῥέθη, δύναιτο χρῆσθαι. καλεῖ δὲ ὁ Ἀρχιγένης ἀνθεμίδα τὴν πόαν, ὥσπερ καὶ ἄλλοι πολλοὶ, καί φησι τὸ μὲν ἄνθος αὐτῆς τριβόμενον καὶ ὀσφραινόμενον ὠφελεῖν, τὰ δὲ φύλλα βλάπτειν ἄκρως. ἀπαλλάσσει κεφαλαλγίαν περιστερεὼν βοτάνη, ἥν τινες ἱερὰν καλοῦσι, καὶ στεφομένη καὶ καταχριομένη μετ’ ὄξους καὶ ῥοδίνου. τοῦτο ἐχρῆν αὐτὸν βοήθημα μὴ νῦν ἐν τοῖς περιάπτοις, ἀλλ’ ἔμπροσθεν ἐν τοῖς φαρμακευτικοῖς, εἴπερ οὕτως αὐτὸ θαῤῥεῖ διὰ μακρᾶς πείρας ἐξητακὼς γεγραφέναι. ἢ χελώνης λιμναίας, ἥν τινες ἀμύδα καλοῦσιν, αἷμα ἐπίσταζε ἐπὶ τὸ βρέγμα. καὶ τοῦτο εἴπερ ἀληθές ἐστιν, ἐχρῆν ἐν τοῖς φαρμάκοις αὐτὸ μετὰ διορισμοῦ

γεγράφθαι, πλὴν εἰ μὴ τοῦτό φησιν, ὡς ἅπασαν ὀνίνησι κεφαλαλγίαν κατὰ πάντα καιρόν. οὕτω γὰρ αὐτῷ καὶ ἡμεῖς ἀντιπάθειαν αὐτῷ μαρτυρήσομεν, οὐκ ἐνέργειαν ἧς ἔχει κράσεως. ὁπότε οὖν ἐπλήρωσε τὸν περὶ τῶν περιάπτων λόγον, ἐφεξῆς ἔγραψε ταῦτα.

[Ἀρχιγένους περὶ τῶν ἐν τῇ κεφαλῇ γινομένων διαιρέσεων καὶ θλάσεων.] Περὶ δὲ τῶν ἐπὶ τῇ κεφαλῇ γινομένων τραυμάτων ἐφεξῆς ῥηθήσεται. μικρᾶς δὲ διαιρέσεως γινομένης, ἔνιοι σμύρναν ὄξει τρίψαντες ἢ ἀλόην μετὰ μοτῶν ἐπιτιθέασι, καὶ κολλᾷ καὶ ἀφλέγμαντα τηρεῖ θαυμαστῶς. ἐπὶ δὲ τῶν δίχα διαιρέσεως γινομένων περὶ τὴν κεφαλὴν θλασμάτων, ποιεῖ καὶ ἄλφιτα ἐπιτιθέμενα. ἔτι δὲ οἴσυπος καὶ τὰ οἰσυπηρὰ ἔρια ὁμοίως. ἄλλο. ἰδιαίτερον δὲ σεμίδαλιν μεθ’ ὕδατος κατάπλασσε. ἄλλο. ἢ ὀρίγανον μετὰ ἀλφίτου. ταῦτα δὲ ὅτι μέν ἐστι χρήσιμα ἐγνῶσθαι τί δεῖ καὶ λέγειν. ἑτέρας δὲ πραγματείας ἐστὶν οἰκεῖα, πλὴν ἢ τοῖς διὰ τοιαύτην αἰτίαν κεφαλαλγοῦσιν ἐπιτήδεια νομίζων ὑπάρχειν

αὐτὰ γέγραφεν, ἢ ὡς θεραπεῦσαι τὰς ἐπιγινομένας φλεγμονὰς ἢ ὡς κωλῦσαι δυνάμενα. καὶ μέντοι καὶ κατὰ ἔνια τῶν ἀντιγράφων οὐδ’ ὅλως φέρεται ταῦτα, καθάπερ ἐν ἄλλοις, ἔτι καὶ πλείω τούτων ὡδί πως ἔχοντα. ἐπὶ δὲ τῶν γενομένων περὶ τὴν κεφαλὴν τραυμάτων ἐπί τε τῶν συμμέτρων ἢ μὴ πάντως ἰατροῦ νομίμου δεομένων, ἐφ’ ὧν μὲν οὐκ ἔστι ψίλωσις αὐτόθεν, ξυρήσαντες καὶ ἀγκτηριάσαντες, κολλητικαῖς ταῖς διὰ πείρας χρησόμεθα. καλῶς κολλᾷ μήνιγγα τετρωμένην καλαμίνθης χύλισμα ἐγχεόμενον καὶ ἄλευρον κέγχρινον ξηρὸν ἐπιπασσόμενον. ἔπειτα βούτυρον καὶ ῥόδινον καὶ στέαρ ὕειον παλαιὸν μίξαντα καὶ χλιάναντα ἐπιχεῖν αὐτό. ἐφ’ ὧν δὲ γύμνωσίς ἐστιν ὀστέου, ἐπιδιελόντες τὸ περικράνιον ξύσομεν τὸ ὀστέον καὶ κατὰ θῆξιν, ὡς εἰ μηδὲ ἐψίλωτο θεραπεύσομεν. εἰ δὲ μὴ κρατήσαιεν αἱ ῥαφαὶ τό τε κατὰ συσσάρκωσιν, ὥσπερ καὶ τῶν λοιπῶν τραυμάτων ἐπιμελησόμεθα. τεθήσεται δὲ ἡ ἀγωγὴ ἐν ἰδίῳ τόπῳ. ἐφ’ ὧν δὲ τραυμάτων ἢ διὰ μικρότητα ἢ ἄλλως οὐκ ἔνεστι ῥαφαῖς 
χρῆσθαι, τιλμάτιον μετ’ ὀξελαίου ἐπιτίθει ἢ μετὰ χυλοῦ μυρσίνης ἢ σχίνου ἢ βάτου ἢ κονύζης τῆς λεπτοφύλλου, μίσγων τινὶ αὐτῶν μέλιτος ὀλίγον, βρέχων τὸ τίλμα ἐπιτίθει. κατάπλασσε δὲ τῶν εἰρημένων τινὰ φύλλοις, ἢ σπόγγον καινὸν ἐν ὀξελαίῳ δεύσας ἐπίθες, ἢ ῥυπαρὸν ἔριον ὁμοίως. προστίθει δὲ ἐπ’ αὐτὸ τὸ τραῦμα κράμβης φύλλα. ἢ ἄλφιτα ὄξει πεφυρημένα ἰδίᾳ κατάπλασσε ἢ μετὰ κράμβης φύλλων τετριμμένων. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψε περὶ κεφαλαλγίας ἅμα διορισμοῖς τισιν, ὡς καὶ ὁ Ἀπολλώνιος. Ἀσκληπιάδης δὲ ποικίλα μὲν ἔγραψε φάρμακα, διορισμοὺς δὲ αὐτοῖς οὐ πάνυ τι προσέθηκεν ἀπὸ τῶν διαθέσεων ἀλλ’ ἢ μόνον ἐπὶ τῶν ἀρχομένων τε καὶ χρονίων καὶ τοῦτ’ ἐποίησεν, οὐκ ἐπὶ πολλῶν, ἀλλ’ ἐπί τε τοῦ πρώτου καὶ τῶν τελευταίων δυοῖν. τὰ μὲν οὖν τελευταῖα πιστεύσειεν ἄν τις ἐπὶ τῶν χρονίων ἐνεργεῖν, ἐξ ἰσχυρῶν τῶν ἁπλῶν φαρμάκων συγκείμενα. τὸ δὲ πρῶτον ἴσως διὰ τοῦτο μόνον ἄν τις εἰς χρείαν ἀγάγοι τοιαύτην, ὅτι τὸν τῆς μήκωνος ὀπὸν οὐκ ὀλίγον ἔχει. τὰ δὲ

τοιαῦτα μεμαθήκαμεν οὐ τῷ τὰς διαθέσεις ὠφελεῖν, ἀλλὰ τῷ τὴν αἰσθητικὴν δύναμιν ναρκοῦν, τὰς ὀδύνας εἰωθότα πραΰνειν. ἐφεξῆς οὖν καὶ ταῦτα πάντα γραφήσεται.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γραφέντα πρὸς κεφαλαλγίαν ἐν τῷ πρώτῳ τῶν ἐκτός.] Πρὸς τὰς προσφάτους κεφαλαλγίας ἐμβροχὴ, ᾗ ἐχρήσατο Νικομήδης. ♃ πηγάνου τῶν φύλλων δραχ. β΄. ἡδυόσμου δραχ. β΄. πευκεδάνου δραχ. δ΄. ἴρεως δραχ. β΄. ὠκίμου σπέρματος δραχ. η΄. μήκωνος μελαίνης σπέρματος δραχ. α΄, οἱ δὲ δραχ. η΄. ὀξυκράτου κοτ. β΄. ἕψε εἰς τὸ ἥμισυ καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀνάκοπτε ῥοδίνῳ καὶ συνεχῶς ἔμβρεχε τὴν κεφαλήν. ἄλλο ᾧ ἐχρήσατο Χαρικλῆς. ♃ ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. β΄. λύγου ἄνθους δραχ. β΄. πευκεδάνου ῥίζης δραχ. β΄. ἡδυόσμου χλωρᾶς ἢ ξηρᾶς δραχ. β΄. πηγάνου ἀκρεμόνων δραχ. β΄. δαφνίδων κεκαθαρμένων δραχ. β΄. ἑρπύλλου δραχ. β΄. σφονδυλίου δραχ. β΄. καστορίου δραχμὰς β΄. ῥόδων χλωρῶν ἢ ξηρῶν δραχμὰς δ΄. ὄξους κοτ. β΄. ῥοδίνου τὸ ἀρκοῦν, σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

[Τροχίσκος πρὸς κεφαλαλγίαν, ᾧ ἐχρήσατο Ἀντώνιος ὁ ῥιζοτόμος, πολλὴν ἔχων ἐμπειρίαν φαρμακείας.] ♃ Ὀποῦ πευκεδάνου δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. δ΄. κρόκου δραχ. δ΄. σμύρνης δραχ. δ΄. σκαμμωνίας δραχ. δ΄. ἅπαντα λεάνας μετ’ ὄξους ἀνάπλαττε τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει ἀνιὼν μετ’ ὄξους ἐπίχριε τὸ μέτωπον, ἀπὸ κροτάφου ἀρξάμενος καὶ ἐπὶ τὸν ἕτερον καταλήγων. ἐπὶ δὲ τῶν πυρεσσόντων ὕδατι χρώμενος κατάχριε. ὡς δὲ Ἀλέξανδρος ἐχρήσατο, ἔχει οὕτως. ♃ πευκεδάνου ῥίζης ἢ τοῦ ὀποῦ δραχ. α΄. κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. ὀπίου δραχ. α΄. ὄξει ἀναλάμβανε καὶ ποίει τροχίσκους, ἐν δὲ τῇ χρήσει ὄξει διαλύων κατάχριε τοὺς ἐν αἰσθήσει τόπους. ἄλλο. Ἀντιγόνου ἐν στρατοπέδῳ ἐπισήμως ἰατρεύσαντος. ♃ δαφνίδων ξηρῶν, λείων, κεκαθαρμένων δραχ. δ΄. σκαμμωνίας δραχ. δ΄. ὀποῦ μήκωνος δραχ. δ΄. σελίνου σπέρματος δραχ. η΄. κρόκου δραχ. η΄. σμύρνης δραχ. δ΄. ὀμφακίνου δραχ. δ΄. ἑρπύλλου δραχ. η΄. ὄξους τὸ αὔταρκες. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

[Χρονίως κεφαλαλγούντων ἐπίθεμα ᾧ ἐχρήσατο Χαρικλῆς.] ♃ Ἰρίνου μύρου πιέσματος, πευκεδάνου, καστορίου ἀνὰ μέρος α΄. δαφνίδων μέρη β΄. ἄγνου σπέρματος μέρη β΄. ῥόδων ξηρῶν μέρη β΄. πηγάνου ἀκρεμόνων μέρη δ΄. ὄξει ἀναλύσας, ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου. ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας καὶ ξυρήσας τὰς τρίχας ἐπιτίθει καθ’ ὅλης τῆς κεφαλῆς, καὶ ταινιδίῳ καταδήσας φύλαττε μέχρι τῆς ἐπιούσης ἡμέρας καὶ πάλιν ἐπιτίθει. ἄλλο σφόδρα καλόν. ♃ ἀμυγδάλων πικρῶν, λύγου ἄνθους, πευκεδάνου ῥίζης, ἡδυόσμου χλωροῦ, πηγάνου ἀκρεμόνων, δαφνίδων, ἑρπύλλου, σφονδυλίου, καστορίου, ἀνὰ μέρος α΄. ῥόδων μέρη δύο, σκεύαζε καὶ χρῶ, καθάπερ εἴρηται. ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν ὁ Ἀρχιγένης καὶ ὁ Ἀπολλώνιος καὶ ὁ Ἀσκληπιάδης φάρμακα τὰ μὲν διὰ στόματος, τὰ δὲ διὰ ῥινὸς καθαίροντα τὴν κεφαλήν. ἔστι δὲ τὰ μὲν ὑπ’ Ἀρχιγένους γεγραμμένα κατ’ αὐτὴν τὴν ἐκείνου λέξιν τάδε.

[Ἀρχιγένους περὶ ἀποφλεγματισμῶν καὶ ῥινεγχύτων.] Μετὰ ταῦτα δὲ ἀποφλεγματισμοὶ διὰ νάπυος ἢ ὑσσώπου, μετὰ γλυκέος καθεψημένου, ἢ σταφίδος μετὰ πεπέρεως τετριμμένης, ἢ μέλιτος ἐλαίῳ μεμιγμένου, ἢ σταφίδος ἀγρίας κατ’ ἰδίαν ἢ μετὰ μέλιτος τετριμμένης. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν ἐν τοῖς τῶν κεφαλαλγικῶν ἰάμασιν· ὁ δὲ Ἀπολλώνιος ἐν τοῖς πρὸς τὰ τῶν ὀδόντων ἀλγήματα κατὰ τὸ πρῶτον τῶν εὐπορίστων ὡδί πως ἔγραψεν αὐτῇ λέξει. πρὸς ὀδονταλγίαν ἔγχυτα εἰς τὴν ῥῖνα. τεύτλου ῥίζης τὸν χυλὸν αὐτὸν καθ’ ἑαυτὸν ἐγχυμάτιζε εἰς τὴν ῥῖνα καὶ λύει τοὺς πόνους τῶν ὀδόντων. ἄλλο. ♃ κυμίνου ὅσον τοῖς τρισὶ δακτύλοις καὶ σμύρνης ὅσον κύαμον καὶ σικύου ἀγρίου τὸ ἐντὸς ὅσον διπλάσιον τρίψας καὶ γάλακτι γυναικείῳ μίξας ἀνάπλασον κολλύρια καὶ ἔνθες εἰς ἑκάτερον τῶν μυκτήρων, εἶθ’ οὕτω κέλευσον ἀνασπᾷν, ἐφ’ ὅσον ἄν τις διέλθοι στάδια ε΄. εἶτα ἐκμύξασθαι. τὸ φάρμακον τοῦτο καὶ πρὸς ὠταλγίαν ποιεῖ. ὁ δ’ Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν ἐκτὸς οὕτως ἔγραψε κατὰ λέξιν· Ἀσκληπιάδης περὶ ἐῤῥίνων 

καὶ πταρμικῶν καὶ ἀποφλεγματισμῶν. κεφαλῆς καθαρτικὰ ἔῤῥινα. ποιεῖ δὲ καὶ τοῖς ὑπὸ χρονίου ὀφθαλμίας ἐνοχλουμένοις, ποιεῖ καὶ τοῖς ἐπιληπτικοῖς καὶ ἄγει πολλὴν ὑγρασίαν. ♃ μελανθίου δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. α΄. ἐλατηρίου δραχ. α΄. τρίψας καὶ λειότατα ποιήσας ἀναλάμβανε σικυωνίῳ ἐλαίῳ ἢ μύρῳ ἰρίνῳ ἢ κυπρίνῳ, ὥστε κηρωτῆς ὑγρᾶς ἔχειν τὸ πάχος καὶ ἀνελόμενος εἰς πυξίδα κερατίνην χρῶ, ὑποχρίων τοὺς μυκτῆρας καὶ κέλευε ἀνασπᾷν. ἄλλο ὥστε ἀλύπως καθαίρειν ἄπονον ποιεῖ παραχρῆμα. ♃ κυκλαμίνου ξηρᾶς δραχμὰς η΄. ἴρεως ξηρᾶς δραχ. β΄. νίτρου ἐρυθροῦ δραχμὴν μίαν, αὐτὸς ἐλατηρίῳ ἐχρησάμην, τρίψας ἐπιμελῶς, ἐμφύσας διὰ καλαμίδος παραινῶν ἄνω ἀνασπᾷν, ἔπειτα δὲ κάτω νεύειν, ὥστε τὸ συναγόμενον ὑγρὸν ἀποῤῥεῖν. τούτων ἐφεξῆς ὁ Ἀσκληπιάδης ἔγραψεν αὐτοῖς ὀνόμασι τάδε. περὶ πταρμικῶν. πταρμικὰ κεφαλὴν καθαίροντα Ἡρακλείδου Ταραντίνου. ♃ κυμίνου Αἰθιοπικοῦ, πεπέρεως λευκοῦ, στρουθίου, καστορίου, ἑκάστου τὸ ἴσον κόψας καὶ σήσας ἀπόθου
εἰς πυξίδα χαλκῆν, ἐν δὲ τῇ χρήσει σαλεύων τὴν πυξίδα, ἀναπωμάσας πρόσφερε τῇ ῥινὶ καὶ ἢ τῷ δακτύλῳ παράπτου ἢ διὰ καλαμίδος ἐμφύσα. ἄλλο. ♃ ζιγγιβέρεως δραχμὰς β΄. στρουθίου δραχ. β΄. πεπέρεως λευκοῦ δραχμὴν μίαν, κασσίας δραχμὴν μίαν, χρῶ καθὰ προείρηται. χρονικῆς κεφαλαλγίας πταρμικὰ Πτολεμαίου ποιεῖ σκοτωματικοῖς, ἐπιληπτικοῖς. ♃ ἐλλεβόρου λευκοῦ δραχμὰς δ΄. ἐν ἄλλῳ α΄. σικύου ἀγρίου ῥίζης δραχμὴν μίαν, στρουθίου δραχ. α΄. νίτρου ἐρυθροῦ δραχμὴν μίαν, καστορίου δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. χρῶ καθὰ προείρηται. ἄλλο. ♃ ἐλλεβόρου λευκοῦ, σικύου ἀγρίου ῥίζης, στρουθίου ἀνὰ μέρη β΄. καστορίου, ἀκόρου, νίτρου ἐρυθροῦ, κυμίνου Αἰθιοπικοῦ, ἀνὰ μέρος α΄. εὐφορβίου μέρος α΄. λείοις χρῶ καθὰ προείρηται. μετὰ τὴν τῶν πταρμικῶν γραφὴν προγεγραμμένων ὁ Ἀσκληπιάδης ἔγραψεν ὡδί πως. διαμασήματα κεφαλῆς καθαρτικὰ ἄγει πολλὴν ὑγρασίαν. ♃ πεπέρεως λευκοῦ δραχμὰς β΄. σταφίδος ἀγρίας δραχμὰς β΄. κασσίας δραχ. β΄. ἀναλάμβανε σταφίδι χωρὶς τῶν γιγάρτων ἢ σύκων λιπαρῶν τῇ σαρκὶ καὶ δίδου διαμασᾶσθαι.
δεῖ δὲ διαμασώμενον κάτω νεύειν καὶ κεχηνέναι ἐκ διαλειμμάτων, ὥστε τὸ συλλεγόμενον ὑγρὸν ἀποῤῥεῖν. δεῖ δὲ μετὰ ταῦτα ἐν τῷ στόματι ὕδωρ θερμὸν διακρατεῖν. δήξεως δὲ πολλῆς γενομένης δοτέον διακατέχειν. ἄλλο. ♃ σταφίδος ἀγρίας, πυρέθρου, πεπέρεως λευκοῦ, ὑσσώπου, καρδαμώμου, ἑκάστου τὸ ἴσον, ἀλφίτων τὸ διπλοῦν, ὕδατι φυράσας, χρῶ καθὰ προείρηται. τῶν ἐφεξῆς γεγραμμένων φαρμάκων ἐνίοις μὲν εἶδον τοὺς διδασκάλους χρωμένους, ἐνίοις δὲ φίλους, ἔνια δὲ καὶ αὐτὸς εἰς χρῆσιν ἤγαγον, ὡς διὰ πείρας πολλῆς βασανίσαι τὴν ἐπαγγελίαν αὐτῶν. ἔστι δὲ τὰ ὑπογεγραμμένα. σικύων ἀγρίων φύλλων χυλὸς ἐγχεῖται ταῖς ῥισὶν, αὐτός τε καθ’ ἑαυτὸν καὶ μετὰ τεύτλων ἀφεψήματος ἢ χυλοῦ. ἄλλο. σμύρναν μέλιτι ἑψήσας ἔγχει ταῖς ῥισίν. ἄλλο. ♃ ἀλόης, νίτρου, μελανθίου ἴσα μετ’ ἐλαίου παλαιοῦ, ὥστε γενέσθαι γλοιῶδες. ἄλλο διαμασώμενον. ♃ νίτρου γο στ΄. ἀνίσου γο δ΄. σταφίδος ἀγρίας γο γ΄. δάφνης φύλλα χλωρὰ καὶ σταφίδος ἡμέρου ἐκγιγαρτισμένης ἴσα ἀναλάμβανε,
ἐκ τούτου τοῦ μίγματος ποίει τροχίσκους ἐκ τριῶν δραχμῶν, ὡς ἕκαστον αὐτῶν μασᾶσθαι τῆς χρείας καλούσης. ἄλλο ἔῤῥινον. ♃ εὐφορβίου δραχ. S". θαψίας δραχ. α΄. ἴρεως δραχ. α΄. μέλιτος ἑφθοῦ δραχ. α΄ S". τεύτλου ῥίζης χυλοῦ τὸ ἀρκοῦν. ἐκ τούτου λαμβάνων κέγχρου μέγεθος ἀνιεὶς ὕδατι, μήλῃ ἀναλαμβάνων ἔγχει τοῖς μυκτῆρσιν. ἄλλο ἔῤῥινον. κυκλαμίνου χυλοῦ κύαθοι β΄. κισσοῦ φύλλων χυλοῦ κύαθος εἷς, πευκεδάνου ὀβολὸς α΄. ἐλατηρίου ὀβολὸς α΄. ἐν ὑελίνῳ ἀγγείῳ ἀποτίθενται, ἀναλυομένων ἐπὶ τῆς χρείας γάλακτι γυναικείῳ, ἔγχει ταῖς ῥισίν. ἄλλο. ♃ σμύρνης γο δ΄. εὐφορβίου γο δ΄. πεπέρεως λευκοῦ κόκκους κε΄. προδιαλύσας ὕδατι τὴν σμύρναν καὶ τὸ εὐφόρβιον μῖξον λεῖον τὸ πέπερι καὶ πρόσβαλλε ἐλαίῳ γλευκίνῳ γο στ΄. καὶ οὕτω χρῶ. ἄλλο ἔῤῥινον ἀποφλεγματίζον διὰ στόματος ἱκανῶς. ♃ ἐλαίου κοινοῦ ξε β΄. σάπωνος λίτραν α΄. φρυκτῆς λίτραν α΄ S". ὀποπάνακος γο α΄. ἀγχούσῃ χρῶσον, καὶ χρῶ προπληρώσας ὕδατι τὸ στόμα. ἄλλο διάχριστον στόματος. σάπωνα διεὶς τεύτλου

χυλῷ, χρῖσον τὰ κατὰ τὸν οὐρανίσκον καὶ τὸν κίονα τοῦ στόματος. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἔῤῥινόν ἐστι.

[Τὰ ὑπὸ Κρίτωνος γραφέντα ἐν τῇ πρώτῃ βίβλῳ περὶ φαρμάκων αὐτοῖς ὀνόμασιν οὕτως.] ἀποφλεγματισμοί. Σταφὶς ἀγρία διαμασωμένη καὶ ἰδίᾳ καὶ μετὰ γλήχωνος. ἄλλο. ♃ σταφίδος ἀγρίας καὶ ὀριγάνου ἀνὰ ὀξύβαφον, νίτρου δραχ. β΄. λεῖα δίδου κοχλιαρίου πλῆθος διαμασᾶσθαι ἕως ἂν πληρωθῇ τὸ στόμα, εἶτα χανὼν ἐάτω ῥεῖν. ἄλλο. ♃ ὀριγάνου γο δ΄. ὑσσώπου δραχ. δ΄. σταφίδος ἀγρίας δραχ. δ΄. ἀφρονίτρου δραχ. β΄. σινήπεως δραχ. β΄. πυρέθρου δραχ. γ΄. λεάνας χρῶ. ἄλλο. ♃ σινήπεως μέρος α΄. σταφίδος ἀγρίας μέρος α΄. κόψας χρῶ. τούτῳ οἱ φαρμακοπῶλαι χρῶνται. ἄλλο. ♃ ὑσσώπου, θύμου, ὀριγάνου καὶ ἰδίᾳ καὶ ὁμοῦ χρῶ. ἄλλο. κολοκυνθίδος τὸ ἐντὸς ἐν ὄξει ἑψημένον πλείονα χρόνον ἐν τῷ στόματι κρατουμένου τοῦ ὑγροῦ ἢ ἐν οἴνῳ ἀποβραχείσης κολοκυνθίδος πλείονα χρόνον. ἄλλο. σκόροδα μετ’ εὐζώμου σπέρματος καὶ νίτρου. ἄλλο. ♃ σταφίδος ἀγρίας δραχ. ζ΄. πυρέθρου 

δραχ. δ΄. ὑσσώπου δραχ. α΄. κόψας, ἀνάπλασσε κυκλίσκους ἀνὰ δραχ. α΄. καὶ δίδου διαμασᾶσθαι.

[Τὰ ὑπὸ Κρίτωνος ἐπὶ τῶν ἰκτεριώντων ἔῤῥινα φάρμακα γεγραμμένα.] Ἔῤῥινον ἐκκρίνει διὰ ῥινῶν καὶ στόματος. μὴ ξενισθῇς δὲ ἐὰν ἀναθερμάνῃ ἢ τραχύνῃ τὴν ὑπερώαν· μετασυγκρίνει γάρ. ♃ σταφίδος ἀγρίας δραχ. α΄. μελανθίου δραχ. γ΄. λεάνας μετ’ ὄξους, ὡς γλοιοῦ ὑγρότερον εἶναι, ἐγχυμάτιζε τὰς ῥῖνας ἐπὶ ἡμέρας ε΄, ἕως ἐκκαθαρθῇ. ποίει δὲ παρ’ ἡμέραν. ἄλλο. ♃ κισσοῦ φύλλα δέκα, δάφνης φύλλα δέκα, τρῖβε μετ’ ἐλαίου ἕως γλοιῶδες γένηται καὶ παράσταζε ταῖς ῥισὶν ὁμοίως. ἄλλο. ἄκρως δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ τὸ ἐλατήριον ἐμφυσώμενον εἰς τὰς ῥῖνας. δεῖ μέντοι ἀβλαβῶς αὐτὸ βουλόμενον ποιεῖν ἐμβιβάζειν εἰς ἔμβασιν θερμοῦ καὶ οὕτως ὅλου βαπτιζομένου τοῦ σώματος, πλὴν τοῦ προσώπου, ἐμφυσᾷν τὸ ἐλατήριον. ἄγει γὰρ χολὴν δαψιλῆ διὰ μυξωτήρων. ἄλλο. ἐλατηρίου ἡλίκον ὄροβον διεὶς γυναικείῳ γάλακτι, ἔγχεον εἰς τοὺς μυκτῆρας, καὶ ἐπὰν· γένηται ἡ κάθαρσις,

κάθιζε εἰς μακρὰν καὶ ἀπόνιπτε καὶ διαίτῃ ἀναλάμβανε.

[Τὰ ὑπ’ Αἰνείου παραδοθέντα ἐκ πείρας πρὸς ἀποφλεγματισμόν.] Ὧν πεῖραν ἔχον Αἰνείου χρωμένου, παρ’ οὗ καὶ τὰς γραφὰς ἔλαβον. ἔῤῥινον ἀποφλεγματίζον. ♃ σάπωνος λίτρας στ΄. στέατος αἰγείου λίτραν α΄. κηροῦ λίτρας γ΄. πίσσης ξηρᾶς γο δ΄. οἱ δὲ γο γ΄. νίτρου τὸ ἴσον. κονίας στακτῆς δριμείας κύαθοι δύο, ἄνιε ὕδατι καὶ χρῶ μήλῃ ἐγχέων καὶ κέλευε ἀνασπᾷν. προσέμβρεχε τὴν κεφαλὴν ἰρίνῳ καὶ μετὰ τὴν χρῆσιν μελικράτῳ πολλάκις ἀνακογχυλιζέσθω. ἄλλο. ♃ εὐφορβίου δραχ. στ΄. λυκίου Ἰνδικοῦ δραχ. δ΄. ἀναλάμβανε τεύτλου χυλῷ καὶ μέλιτι καὶ ἄνιε ὕδατι ἢ γάλακτι. ἄλλο. κυκλαμίνου χυλοῦ κύαθοι δύο, κισσοῦ κορύμβων χυλοῦ κύαθος εἷς, πευκεδάνου ὀποῦ ὀβολὸς εἷς, ἐλατηρίου ὀβολὸς εἷς, χρῶ ἐν βαλανείῳ μετὰ γάλακτος γυναικείου. ἄλλο. ♃ πυρέθρου, πεπέρεως, ὑσσώπου, σταφίδος ἀγρίας ἴσον ποίει τροχίσκους δραχμιαίους, ὧν ἕνεκα διαμασάσθω καὶ

μετὰ τὴν ὑπ’ αὐτοῦ κάθαρσιν ἁλσὶ καὶ μέλιτι ἀποθεραπευέσθω. πταρμικά. ♃ πεπέρεως λευκοῦ, ἐλλεβόρου λευκοῦ, καστορίου, εὐφορβίου, στρουθίου, κυκλαμίνου χυλοῦ ξηροῦ ἴσα προερεθίσας πτερῷ ἐμφύσα.

[Περὶ τῆς χρήσεως ἁπάντων τῶν ἰσχυρῶν φαρμάκων.] Ὃν ἂν περὶ τῶν προειρημένων φαρμάκων εἴπω λόγον τῆς χρήσεως, τοῦτον ἐπὶ πάντα τὰ ἄλλα ὅσα δύναμιν ἰσχυρὰν ἔχει μεταλαβεῖν χρή. προσήκει γὰρ οὐκ εὐθέως ἐξ ἀρχῆς τὰ δραστικώτατα προσφέρειν, ἀλλ’ ἀπὸ τῶν ἀσθενεστέρων ἄρχεσθαι, καὶ μέντοι καὶ αὐτὰ τὰ ἰσχυρὰ φάρμακα πραϋνόμενα τῇ μίξει τῶν παρηγορικῶν γίνεται μέτρια. καὶ διὰ τοῦτο ἐγὼ γάλακτι γυναικείῳ προσφάτῳ λειῶν αὐτῶν ἔνια καὶ ὕδατι καὶ μετὰ ταῦτα ἐλαίῳ γλυκεῖ, κᾄπειτα χυλοῦ τεύτλου καὶ ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης, οὕτως ἐκ προσαγωγῆς χρῶμαι, καὶ τὸ τελευταῖόν γε καὶ δι’ ὀποβαλσάμου λειῶν ταῦτα προσφέρω τὴν μὲν πρώτην γάλα μιγνὺς, ἐπειδὰν δὲ ῥᾳδίως φέρῃ τοῦτο καὶ χωρὶς τοῦ γάλακτος. εὐπορίστῳ δὲ πολλάκις ἐχρησάμην φαρμάκῳ ἐγχεομένῳ

τῇ ῥινὶ μελανθίῳ, ποτὲ μὲν ὄξει δριμεῖ διαβρέχων πρὸ μιᾶς ἡμέρας, εἶτα τῇ ὑστεραίᾳ σὺν ὄξει πάλιν λειῶν καὶ ἐγχέων εἰς τὴν ῥῖνα διὰ τῶν μυκτήρων ἢ τὸν κάμνοντα κελεύων ἀναῤῥοφεῖν αὐτό. ἐνίοτε δὲ ἐλαίῳ παλαιῷ τὸ αὐτὸ μελάνθιον λειῶν καὶ ὁμοίως χρώμενος. οὕτω μὲν οὖν αὐτῷ χρῆται καὶ ὁ Ἀρχιγένης ἐπὶ ἐμφράξεως μυκτήρων. τῷ δὲ πρώτῳ μετὰ ὄξους ὁ Κρίτων ἐπὶ τῶν ἰκτεριώντων.

3. [Περὶ ἡμικρανίας.] Πάθος ὀδυνηρὸν γίνεται κατὰ τὸ ἥμισυ μέρος τῆς κεφαλῆς ἐνίοτε μὲν τὸ δεξιὸν, ἔστι δ’ ὅτε καὶ κατὰ θάτερον, ὁριζόμενον τῇ κατὰ τὸ μῆκος αὐτῆς ἐκτεταμένῃ ῥαφῇ. καὶ τὰ πολλά γε κατὰ περίοδον παροξύνεται τῆς ὀδύνης αἰτίαν ἐχούσης, ἐπιῤῥοὴν ἀτμῶν ἢ χυμῶν ἤτοι πολλῶν ἢ θερμῶν ἢ ψυχρῶν. ἔνιοι μὲν οὖν αὐτῶν κατὰ τοὺς κροταφίτας μῦς ἀλγοῦσι σφοδρῶς καὶ πλείους γέ εἰσιν οἱ οὕτως ἀλγοῦντες. ἔνιοι δὲ καὶ μέχρι πλείστου τὴν ὀδύνην ἐπαναβαίνουσαν ἔχουσι, καί τινές γε οὕτω σφοδρῶς ἀλγοῦσιν, ὡς μηδὲ τὰς ἐπιβολὰς τῶν χειρῶν εὐκόλως φέρειν.

ἐφ’ ὧν εὔδηλός ἐστιν ὁ περικράνιος ὑμὴν πάσχων, οὐκ ἀπαθοῦς τὸ πάμπαν οὐδὲ τοῦ δέρματος ὑπάρχοντος. εὔδηλον οὖν ἐστι τὴν ἐπιῤῥοὴν τῶν λυπούντων ἀτμῶν ἢ χυμῶν ἢ ἀμφοτέρων ἤτοι διὰ τῶν φλεβῶν ἢ ἀρτηριῶν ἢ δι’ ἀμφοῖν γίνεσθαι, ποτὲ μὲν αὐτῶν μόνων τῶν ἔνδον τοῦ κρανίου, τουτέστιν ἐγκεφάλου τε καὶ μηνίγγων τὸ περιττεῦον ἐν αὐτοῖς ἀπωθουμένων ἐκτὸς, ποτὲ δὲ τοῦ κάτω τῆς κεφαλῆς σώματος ἀναπέμποντος ἀτμοὺς ἢ χυμοὺς μοχθηρούς. διὸ καὶ θεραπεύειν τις ἐγχειρῶν ἡμικρανίαν ἐπισκεψάσθω πρότερον ὁποίας δεῖται καθάρσεως ἢ φλεβοτομίας ὁ κάμνων, εἶθ’ οὕτως ἐπὶ τὰ τῆς κεφαλῆς αὐτῆς ἀφικνούμενος βοηθήματα διά τε τῶν δακτύλων τῆς ἑαυτοῦ χειρὸς καὶ διὰ σινδόνος ἀνατρίβων τὸ ἥμισυ μέρος τοῦ μετώπου, καὶ μάλιστα τὸ κατὰ τὸν κροταφίτην μῦν, ἐκθερμαινέτω, πρὸ τῶν παροξυντικῶν ὡρῶν πράττων τοῦτο. μετὰ δὲ τὸν παροξυσμὸν τοῖς καλουμένοις ὑπὸ τῶν ἰατρῶν ἡμικρανικοῖς φαρμάκοις χρήσθω. θερμασίας μὲν πολλῆς ἐν ταῖς ὀδύναις αἰσθανομένης τοῖς ἔχουσί τι ψυκτικὸν, ἄνευ δὲ ταύτης τοῖς ἱκανῶς 

θερμαίνουσι. μεμίχθω δὲ ἑκατέροις τῶν τονούντων τι στυπτικὴν ἔχον τὴν δύναμιν δηλονότι. θαυμάζω δὲ ὅπως οὔθ’ ὁ Ἀπολλώνιος οὔθ’ ὁ Ἀρχιγένης οὔτ’ Ἀσκληπιάδης ἐφεξῆς τοῖς πρὸς τὰς κεφαλαλγίας φαρμάκοις ἔγραψάν τι καὶ περὶ τῶν ἡμικρανικῶν ὀνομαζομένων. ἐχρῆν γὰρ αὐτοὺς, εἰ καὶ μηδὲν ἴδιον ἐπ’ αὐτῶν ἐστι, διὰ τὸ περιέχεσθαι κατὰ τὸ τῆς κεφαλαλγίας, αὐτό τε τοῦτο ἐπισημαίνεσθαι. παραπλησίως δὲ καὶ τῷ Ἥρᾳ καὶ τῷ Κρίτωνι τὸ περὶ τοῦ πάθους τούτου διελθεῖν ἐπὶ πλέον ἠμέλουν. δι’ ὧν δὲ τοῖς κεχρονισμένοις ἀλγοῦσι τὴν κεφαλὴν βοηθοῦσι φαρμάκων, ἐνδείκνυται καὶ τοῖς ἡμικρανικοῖς τὴν αὐτὴν εἶναι βοήθειαν. ὁ μὲν οὖν Ἥρας ἐν τῇ φαρμακίτιδι βίβλῳ κατ’ ἀρχὴν εὐθέως ὡδί πως ἔγραψε πρὸς κεφαλαλγίαν.

[Ἐκ τῶν τοῦ Ἥρα πρὸς κεφαλαλγίαν.] ♃ Κροκομάγματος μέρος α΄. κηκίδος μέρος α΄. λεάνας μετ’ οἴνου κατάχριε τὸ μέτωπον καὶ τοὺς κροτάφους. τροχίσκος πρὸς κεφαλαλγίαν ἄκρως ποιῶν, δὶς ἢ τρὶς ἐπιχριόμενος ἀπὸ κροτάφου

ἕως κροτάφου. ♃ κρόκου δραχ. ιε΄. χαλκάνθου δραχ. ι΄. στυπτηρίας σχιστῆς δραχ. ιγ΄. σμύρνης δραχ. γ΄. ὀπίου δραχ. γ΄. ὀμφακίου δραχ. γ΄. χαλκίτεως δραχ. γ΄. κόμμεως δραχμὰς ιε΄. λεάνας ταῦτα πρόσβαλλε οἴνου αὐστηροῦ φαλερίνου τὸ αὔταρκες καὶ τρῖβε ὡς κολλύριον, εἶτα ποιήσας τροχίσκους, ἐπὶ τῆς χρείας ἀνιεὶς ὀξυκράτῳ ἢ ὄξει χρῶ. μάλαγμα πρὸς κεφαλαλγίαν. ♃ ἰοῦ ξυστοῦ δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. λεπίδος στομώματος δραχμὰς β΄. κιμωλίας δραχμὰς δ΄. χαλκίτεως δραχμὰς δ΄. κισσήρεως ὠμῆς δραχμὰς δ΄. τερμινθίνης γο α΄. κηροῦ δραχ. λζ΄ S". ἐλαίου παλαιοῦ κυάθους β΄. τοῖς ξηροῖς λειοτάτοις τὰ τηκτὰ ἐπικαταχέων μάλασσε καὶ χρῶ. ἐὰν δὲ σκληρότερον δοκῇ εἶναι τὸ φάρμακον, ἐλαίῳ ἀμυγδαλίνῳ ἀναμάλασσε. ταῦτα μὲν ὁ Ἥρας πρὸς κεφαλαλγίαν ἔγραψε. χρῶνται δὲ αὐτοῖς ἔνιοι καὶ κατὰ τῶν ἡμικρανικῶν ἀλγημάτων, ὥσπερ καὶ τοῖς ἄλλοις φαρμάκοις, ὅσα γέγραπται τοῖς προγεγραμμένοις ἀνδράσι πρὸς τὰς χρονιζούσας κεφαλαλγίας. οὐ μέντοι κατὰ παντὸς ἐκτείνουσι τοῦ μετώπου τὸ φάρμακον, ἀλλὰ κατὰ τοῦ πεπονθότος μορίου μόνον.
ἑνὶ δὲ τῶν ἡμετέρων διδασκάλων ἔθος ἦν χρήσασθαι πρὸς τὰς κεχρονισμένας ἡμικρανίας τῷδε τῷ φαρμάκῳ. ♃ πεπέρεως λευκοῦ δραχμὰς β΄. κροκομάγματος δραχμὰς β΄. εὐφορβίου δραχ. S". χρῶ. λέλεκται δὲ περὶ τῆς εὐφορβίου δυνάμεως ἤδη μοι, διότι ταχέως ἐκλύεται. χρὴ τοίνυν ἐμβάλλειν εἰς τὰ τοιαῦτα φάρμακα τοῦ μὴ παλαιοῦ. λέλεκται δὲ καὶ ὡς τὸ μὲν πρόσφατον λευκότερόν ἐστιν, ἐπὶ δὲ τὸ ξανθότερον ἢ ὠχρότερον χρῶμα τρέπεται παλαιούμενον. ἐὰν δὲ μὴ πάνυ παλαιὸν ᾖ τὸ εὐφόρβιον, ἀλλὰ δυοῖν ἢ τριῶν ἐτῶν, διπλάσιον αὐτοῦ βάλλοις, τουτέστιν δραχμὴν μίαν. ὥσπερ δὲ τὸ εὐφόρβιον πρόσφατον χρὴ βάλλειν, οὕτω καὶ κόπρου περιστερᾶς δραχ. S" τῶν ὀρεινῶν περιστερῶν, ἃς ἐν πύργοις τρέφουσιν ἑαυταῖς τὴν τροφὴν ποριζούσας, οὐχ ὡς ἐν ταῖς πόλεσιν αἱ κατὰ τὴν οἰκίαν τρεφόμεναι. καὶ μέντοι καὶ τοῦ μέλανος τοῦ γραφικοῦ τὸ ἴσον ἐμβάλλεται τῇ τῶν περιστερῶν κόπρῳ, τουτέστιν δραχ. S" τοῦ μέλανος΄, κᾀνταῦθα τοῦ ἡμετέρου τοῦ Περγαμηνοῦ βαλλομένου, τούτῳ γὰρ ἐχρήσατο διὰ παντὸς ὁ διδάσκαλος. ἢ οὖν αὐτὸ ἐκεῖνο χρὴ βάλλειν
τὸ ἐκ Περγάμου μέλαν, ἤ τι τῶν ἄριστα κατεσκευασμένων, καὶ μίξαντας ταῦτα πάντα φυρᾷν καὶ ἀναδεύειν ὄξει δριμυτάτῳ καὶ λειώσαντας ἐπαλείφειν τὸν κροταφίτην μῦν καὶ ὅλον τὸ ἥμισυ τοῦ μετώπου καὶ τὸ πεπονθὸς μέρος τῆς κεφαλῆς. ἕτερον φάρμακον οὐ μόνον ἡμικρανίας, ἀλλὰ καὶ πάσης κεφαλαλγίας κεχρονισμένης ἐπιχριόμενον, ἐν μὲν ταῖς κεφαλαλγίαις κατὰ τοῦ μετώπου παντὸς, ἐν δὲ ταῖς ἡμικρανίαις κατὰ τοῦ ἡμίσεως μέρους τῆς κεφαλῆς τοῦ πεπονθότος. ♃ κρόκου δραχμὰς ε΄. χαλκάνθους δραχ. ι΄. στυπτηρίας σχιστῆς δραχμὰς γ΄. σμύρνης δραχμὰς γ΄. ὀπίου δραχμὰς γ΄. ὀμφακίου δραχμὰς γ΄. κόμμεως δραχμὰς ιε΄. λειώσας πάντα πρόσβαλλε οἴνου φαλερίνου καὶ λείου πάλιν ὡς κολλύριον, εἶτα ἀναπλάσας τροχίσκους ἐπὶ τῆς χρείας ἀνιεὶς ὀξυκράτῳ ἢ ὄξει κατάχριε. ἕτερον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σκαμμωνίας δραχ. στ΄. κρόκου δραχμὰς β΄. κισσοῦ κόμης δραχμὰς στ΄. θείου ἀπύρου δραχμὰς δ΄. ἀνίσου σπέρματος δραχμὰς η΄. σελίνου σπέρματος δραχμὰς η΄. λειώσας ἐπιμελῶς ὠκίμου χυλῷ ἀνάπλασον. τοῦτο πλείονι ῥοδίνῳ λυθὲν ἐπιβροχὴ
τῆς κεφαλῆς γίνεται τοὺς ληθαργικοὺς ὠφελοῦσα. ἕτερον φάρμακον οὐ μόνον ἐπὶ τῶν αὐτῶν ἁρμόττον, ἀλλὰ καὶ τοὺς σκοτωματικοὺς ὠφελοῦν. ♃ πευκεδάνου ῥίζης δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. β΄. ἰοῦ δραχ. α΄. ἀκόρου δραχ. α΄. σφονδυλίου δραχμὰς δ΄. πεπέρεως μέλανος δραχ. β΄ S". καστορίου δραχ. β΄ S". ἑρπύλλου δραχ. δ΄ S". σμύρνης δραχμὰς β΄. δαφνίδων ἀριθμὸν λε΄. πηγάνου χλωροῦ δραχ. η΄. ἡδυόσμου χλωροῦ δραχμὰς δ΄. ὀπίου δραχ. α΄. ὄξει ἀναλαβὼν ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρείας ὄξει καὶ ῥοδίνῳ διεὶς κατάχριε, ἀναληφθὲν δὲ κηρωτῇ διὰ ῥοδίνου ὡς μάλαγμα ἐπιτίθεται. τροχίσκος οὐ μόνον τοὺς ἡμικρανίᾳ κάμνοντας ὠφελῶν, ἀλλὰ καὶ τοὺς ἰσχιαδικούς. ♃ θαψίας δραχ. γ΄. εὐφορβίου δραχ. δ΄. ὀποῦ Μηδικοῦ δραχ. γ΄. σμύρνης δραχ. α΄. ὀποπάνακος δραχ. α΄. ὁμοῦ κόψας ἐπίπλασον, εἶτα ἐπὶ τῆς χρείας ὄξει ἀποτρίβων κατάχριε. ταῦτα μὲν σύνθετα φάρμακα. πολλάκις δὲ ἐχρησάμην αὐτοῖς, σχεδιάσας ἁπλῶς δι’ εὐφορβίου χρίσμα τι προσλαβὸν ὀλίγου κηροῦ, συστάσεως ἕνεκα. ἀρκεῖ δὲ εἰς λίτραν ἐλαίου ἤτοι Σαβίνου ἤ τινος αὐτῷ παραπλησίου γο γ΄. ἐμβάλλειν κηροῦ

καὶ μίαν τοῦ εὐφορβίου καὶ τούτῳ καταχρίειν τὸ ἥμισυ μέρος τοῦ μετώπου, μετὰ τοῦ κροταφίτου δηλονότι μυός. ἐφ’ ὧν δ’ ἂν ὑπονοήσης ὑπὸ θερμῶν ἀτμῶν ἢ χυμῶν γίνεσθαι τὸ κατὰ τὴν ἡμικρανίαν ἄλγημα, μὴ πρόσφερε τὸ φάρμακον τοῦτο. τοῖς δὲ ὑπὸ ψυχρῶν αἰτίων ἐνοχλουμένοις ὠφελιμώτατόν ἐστιν, ὥσπερ πολλάκις ἅπαξ καταχρισθὲν πρὸ τοῦ βαλανείου ταχέως ἐξιᾶσθαι τὸ πάθος, ὡς μετὰ λουτρὸν ὑγιεῖς γίνεσθαι παντελῶς τοὺς κάμνοντας. ὀνίνησι δὲ τούτους καὶ εἰς τὸ οὖς ἐγχεόμενον ἔλαιον χλιαρὸν, ἐμβεβλημένου βραχέος εὐφορβίου εἰς λίτραν μίαν. τὸ βραχὺ τοῦτο ἥμισύ ἐστι γο, ὅταν εὔτονον τὸ εὐφόρβιον ᾖ. εἰ δὲ μὴ καὶ πλέον ἐμβάλλειν προσήκει. ἐπὶ δὲ τῶν εὐαισθήτων σωμάτων, κᾂν ἔλασσον ἡμίσεως γο. βάλῃς ἄμεινον ποιήσεις.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Γ.

1. Ὤτων πόνοι γίνονται τινὲς μὲν διὰ ψύξιν, οὓς ἐν ὁδοιπορίαις καταπνευσθέντες ὑπὸ ἀνέμων ψυχρῶν ἴσχουσιν, ἔνιοι δὲ καὶ διὰ λουτρὰ ψυχρὰ καὶ διά τινα τῶν φαρμακωδῶν ὑδάτων, ἐν οἷς λούονται πολλάκις ἔνιοι τρυφῶντες, εἰσὶ δ’ οἳ καὶ δι’ ὠφέλειαν. γίνονται δὲ ὠτὸς ὀδύναι καὶ διὰ φλεγμονὴν, ποτὲ μὲν αὐτοῦ μόνου τοῦ κατὰ τὸν πόρον δέρματος, ποτὲ δὲ καὶ διὰ βάθους, ἡνίκα τὸ

νεῦρον τὸ ἀκουστικὸν εἰς φλεγμονώδη διάθεσιν ἀφίκηται. καθ’ ὃν δὲ λόγον ἡ φλεγμονὴ τείνουσα τὰ φλεγμαίνοντα μόρια τὴν ὀδύνην ἐργάζεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον ὀδυνηρὸν γίνεται. τῇ δὲ ἐκ τῶν ἔξωθεν ὑγρῶν δακνωδῶν ἐκπτώσει παραπλησίως ὀδυνῶσιν οἱ ὲν αὐτῷ τῷ σώματι γεννηθέντες ἰχῶρες.

[Περὶ τῶν ἀπὸ ψύξεως ὠταλγιῶν.] Τὰς μὲν οὖν ὑπὸ ψύξεως μόνης γινομένας ὀδύνας τὰ θερμαίνοντα θεραπεύει τάχιστα. καί τινας τῶν ἀγροίκων οἶδα διαγλύφοντάς τι τῶν μεγάλων κρομμύων, εἶτα πληροῦντας ἐλαίου καὶ θερμαίνοντας ἐν σποδιᾷ συμμέτρως, ἐγχέοντας τοῖς ὠσί. τινὰς δὲ ἐν ἐλαίῳ ζέοντας οὐ κρόμμυον μόνον, ἀλλὰ σκόροδον, εἶθ’ οὕτως ἐγχέοντας. ἐγὼ δὲ εὐφορβίου παντελῶς ὀλίγον ἐλαίῳ παλαιῷ πολλῷ μιγνὺς χρῶμαι, καθάπερ γε καὶ πεπέρεως ἀκριβέστατα λελειωμένου. τὰς γὰρ κατὰ ψύξιν ὠταλγίας τὰ οὕτω θερμαίνοντα μεγάλως ὀνίνησιν. ὠφελεῖ δὲ

αὐτοὺς καὶ τὸ ἀμαράκινον ἔλαιον ἐγχεόμενον καὶ ἡ ἀρίστη νάρδος καὶ τὸ καλούμενον Ῥωμαϊστὶ φουλίατόν τε καὶ σπικάτον. ὠφελεῖ δὲ καὶ τὸ Κομμαγηνόν. εἰ δὲ καὶ πήγανον ἑψήσεις ἐλαίῳ μὴ στύφοντι καὶ προσέτι λεπτομερεῖ, καθάπερ ἐστὶ τὸ Σαβῖνον, ὀνήσεις μεγάλως.

[Περὶ τῶν ἐξ ὕδατος φαρμακώδους ὠταλγιῶν.] Ὅταν δὲ ἐξ ὕδατος φαρμακώδους περιέχηταί τι κατὰ τὸν ἀκουστικὸν πόρον, συνεχῶς ἐγχεῖν ἔλαιον προσήκει, ἐκκλύζοντας αὐτὸ καὶ δι’ ἐρίου μαλακοῦ σπογγίζοντας καὶ αὖθις ἐγχέοντας. παρηγορεῖ δὲ αὐτοὺς μεγάλως καὶ ὠοῦ τὸ λευκὸν, ᾧ καὶ πρὸς τὰς ὀφθαλμίας χρώμεθα, καὶ γάλα γυναικεῖον. εὔδηλον δὲ ὅτι πᾶν ὅ τι ἂν προσφέρηται θερμὸν εἶναι χρὴ μετρίως. ὠφελεῖ δὲ αὐτοὺς καὶ τὸ χήνειον στέαρ ἱκανῶς· ὠφελεῖ δὲ καὶ τὸ τῶν ἀλωπέκων.

[Περὶ τῆς διὰ φλεγμονὴν γινομένης ὠταλγίας.] Εἰ δὲ φλεγμονή τις εἴη, κάλλιστον πρὸς αὐτὴν φάρμακον ἐγχεόμενον νάρδινον μύρον μετὰ βραχυτάτου βασιλικοῦ καλουμένου φαρμάκου. προσαγορεύεται δὲ τοῦτο καὶ τετραφάρμακον·

καὶ τὸ Κομμαγηνὸν δὲ ἐπιτήδειόν ἐστι. καὶ τὸ διὰ τῶν στεάτων φάρμακον, οὗ τὴν σύνθεσιν ὀλίγον ὕστερον γράψω. βιαζομένης δὲ τῆς ὀδύνης ἀναγκαῖόν ἐστι χρῆσθαι καὶ τοῖς ναρκῶσι μὲν αἴσθησιν, ὥσπερ καὶ τοῖς ἐπὶ κώλῳ καὶ νεφροῖς καὶ ὅλως ἅπαντα πάσχοντι μορίῳ σφοδρῶς ἀλγοῦσι. μίγνυται δὲ τοῦτο τῷ γυναικείῳ γάλακτι καὶ τῷ λευκῷ τοῦ ὠοῦ, ἃ καὶ καθ’ ἑαυτὰ πολλάκις ἥρμοσεν ὤτων φλεγμοναῖς. μίγνυται δὲ καὶ καστορίῳ τὸ ὄπιον καὶ χρὴ παρεσκευάσθαι τοῦτο πρὸ πολλοῦ μεμιγμένον, ἤτοι γε ἴσῳ κατὰ τὸν σταθμὸν ἢ διπλασίῳ τῷ καστορίῳ, πρὸς μὲν τὰς σφοδροτάτας ὀδύνας ἴσῳ, πρὸς δὲ τὰς ἐλάττονας διπλασίῳ. τὸ δὲ ὑγρὸν ἔστω τὸ ἐκ τοῦ γλεύκους ἕψημα, πολὺ γὰρ ἀνωδυνώτερον τοῦτο τῶν γλυκέων ἐστὶν οἴνων. εὐθέως οὖν ἀπ’ ἀρχῆς ἀκριβῶς λεῖα τὰ εἰρημένα φάρμακα τούτῳ μιγνύσθω, τὸ μὲν καστόριον προλελειωμένον ἀκριβῶς, ὁ δὲ τῆς μήκωνος ὀπὸς ἐν αὐτῷ τῷ ἑψήματι λελυμένος καὶ οὕτω μιχθέντα τὰ τρία λειούσθω καλῶς. εἶτα ἐπὶ τῆς χρήσεως ἀνιέσθω πάλιν ἑψήματι μέχρι τοσαύτης συστάσεως, ὡς ἐγχεῖσθαι
δύνασθαι διὰ τῶν καλουμένων ὠτεγχύτων, ἐπὶ λύχνῳ χλιανθέντων. ἐγὼ δὲ οὐκ ἐγχέω τοῖς περιωδυνοῦσιν οὐδὲν φάρμακον, οὐδ’ ἐκμάττω δι’ ἐρίου, τῇ πείρᾳ τοῦτο διδαχθεὶς, ὡς ἄμεινόν ἐστι μηδ’ ὅλως ψαύειν τοῦ πόρου τοῦ ἀκουστικοῦ κατὰ τὸν καιρὸν τῆς ὀδύνης. ἀλλὰ διὰ μηλωτίδος ἀμφιεσθείσης ἐρίῳ μαλακωτάτῳ πυριῶ τε τοὺς περιωδυνῶντας, ἐμβάλλω τε τὸ φάρμακον ὡδί πως ἑτοιμασθὲν, κεχλιασμένον ἐν ὠτεγχύτῃ μετρίως οὕτως, ὡς πυνθανομένων ἡμῶν τοῦ κάμνοντος, εἰ χλιαρὸν αὐτῷ φαίνοιτο καὶ εἰ ἔτι δύναται φέρειν αὐτὸ, θερμότερον γενόμενον μέχρι τοσούτου προσάγειν τὴν θερμασίαν, ὡς μηδέπω λυπεῖν. βάπτων οὖν εἰς τὸ οὕτω παρεσκευασμένον φάρμακον τὴν μηλωτίδα κατὰ τὴν ἀρχὴν τοῦ πόρου μετρίως ἐπιτιθεὶς, ἀποῤῥεῖν εἰς τὸ βάθος ἐπίτρεπε καὶ μετὰ ταῦτα πάλιν αὖθις καὶ αὖθις καὶ πολλάκις βάπτων τὸ αὐτὸ τοῦτο ποίει, μηδένα διαλείπων χρόνον. εὔδηλον δ’ ὅτι τούτου γινομένου πάντως τι καὶ ἀποῤῥυήσεται πρὸς τοὐκτὸς πληρωθέντος ὅλου τοῦ ἀκουστικοῦ πόρου. τοῦτο τοίνυν δέχου μετρίως, καθ’ ὅσον 
οἷόν τε μὴ ψαύων τοῦ ὠτός. ἐπειδὰν δὲ καλῶς πυριάσῃς, ἐάσας τὸν πόρον, ὃς ἐπληρώθη τοῦ φαρμάκου, μαλακὸν ἐπίθες ἔξωθεν ἔριον αὐτῷ τε τῷ στόματι τοῦ πόρου καὶ μετὰ τοῦτο παντὶ τῷ ὠτί. καὶ ἐὰν δεήσῃ πυριάσαι πάλιν, ἀτρέμα βαστάξας τὸ ἀντεπικείμενον ἔξωθεν ἔριον αὖθις ὁμοίως πυρία φυλαττόμενος ὡς οἷόν τε μηδ’ ἄλλου τινὸς μέρους τοῦ ὠτὸς ἅψασθαι. καὶ τούτῳ γε πρόσεχε τὸν νοῦν ὡς μεγίστῳ παραγγέλματι τῆς τῶν ὤτων ἐπιμελείας. ἡ πυρία δέ σοι γινέσθω, καθὰ προείρηται, διὰ τῶν ἀνωδύνων, ἅπερ ἐστὶ τό τε κάλλιστον νάρδινον μύρον, ἔχον ὀλίγιστον ἐν αὑτῷ τοῦ τετραφαρμάκου, καὶ μετὰ τοῦτο τὸ Κομμαγηνόν τε καὶ Σούσινον καὶ τὰ πολυτελῆ μύρα τῶν πλουσίων γυναικῶν, ἃ καλοῦσιν αὗται σπικάτα καὶ φουλιάτα. ἔστι δὲ παχύτερα ἢ ὥστε ἐγχεῖσθαι. λύειν οὖν αὐτὰ διά τε τοῦ ναρδίνου μύρου καὶ, εἰ θέρος εἴη καὶ θερμασίας αἴσθησις τῷ κάμνοντι, κατὰ τὸ φλεγμαῖνον οὖς διὰ ῥοδίνου καλοῦ, μὴ παρόντος δὲ τούτου, δι’ ἀμυγδαλίνου. μέμνησο δ’ ὅτι καλὸν ἀεὶ λέγω

ῥόδινον, ἐν ᾧ πλεῖστα μὲν ἀποβέβρεκται ῥόδα, τὸ δὲ ἔλαιον, ἐν ᾧ ταῦτα ἀποβέβρεκται τῶν ὠμοτριβῶν καλουμένων ἔστω, εἰ οἷόν τε, χωρὶς ἁλῶν ἐσκευασμένον, οὐδενὸς ἄλλου προσεμβεβλημένου τοῖς ῥόδοις, καθάπερ οἱ τὰ στύμματα προσεμβάλλοντες ποιοῦσιν, ἕνεκα τοῦ πολλῷ χρόνῳ διαμεῖναι τὸ ῥόδινον εὐῶδες.

[Περὶ τῶν ἐπὶ πνεύματι φυσώδει ἢ παχέσι καὶ γλίσχροις χυμοῖς ὠταλγιῶν.] Εἰ δὲ καὶ πνεῦμα φυσῶδες ἤ τινα παχὺν ἢ γλίσχρον χυμὸν, οὐκ ἔχοντα διέξοδον, ἐγκατακεκλεῖσθαι στοχάσαιο καὶ τῶν ἐκφραττόντων τι φαρμάκων μίγνυε. τεχνικὸς γὰρ στοχασμός σοι γένοιτο τῶν τοιούτων αἰτίων τοῦ πόνου τά τε προηγησάμενα καὶ τὰ παρόντα πυθομένῳ. ψύξεως μὲν γὰρ προηγησαμένης τὸ φυσῶδες ἀθροίζεται πνεῦμα, βάρους δὲ κεφαλῆς ἐδεσμάτων τε φλεγματωδῶν καὶ κακοχύμων οἱ ψυχροὶ καὶ παχεῖς χυμοί. τούτοις γὰρ ἐπιγενομένης ψύξεως αἱ ὀδύναι συμβαίνουσι τῶν πρότερον διαπνεομένων ἐπισχεθέντων διὰ τὴν πύκνωσιν. ἐπὶ τούτων οὖν

ὁ ἀφρὸς τοῦ νίτρου καὶ τὸ νίτρον αὐτὸ τὸ μαλακὸν, ἀφρόνιτρόν τε τὸ τοιοῦτον καὶ τὸ καλούμενον ἀμυγδάλινον ἔλαιον εὐλόγως μίγνυται τοῖς ὠτικοῖς φαρμάκοις. ἐκ τούτου τοῦ γένους ἐστὶν ὅ τε λευκὸς καὶ ὁ μέλας ἐλλέβορος καὶ τὸ στρουθίον, ἀμύγδαλά τε τὰ πικρὰ καὶ τῶν τριῶν ἀριστολοχιῶν ἣν ἂν ἔχοις, ἥ τε Ἰλλυρικὴ ἴρις. εἰ δὲ καὶ τὸ κιννάμωμον ἔχοις, ἐμβαλεῖς καὶ τούτου, μὴ παρόντος δὲ αὐτοῦ, κασσίαν τήν τε ζίγιρ καλουμένην καὶ τὴν μοτώδη καὶ τὸ καρπήσιον, ὃ πλεῖστον μέν ἐστιν ἐν Σίδῃ τῆς Παμφυλίας καὶ διὰ τοῦτο εὐωνότατον πιπράσκεται. Κόϊντος δὲ ὁπότε ἀποροίη κινναμώμου, τοῦτο ἐπέβαλλεν ἀντ’ αὐτοῦ διπλάσιον, ὥσπερ ἔνιοι τὴν κασσίαν. ἐκφρακτικὰ δὲ τῶν ἐν τοῖς ὠσὶ πόρων εἰσὶ καὶ τὰ τοὺς ἐν τοῖς νεφροῖς λίθους θρύπτοντα καὶ πᾶν εἴ τι λεπτομερὲς ἄνευ δήξεως, ὅπως μὴ παροξύνῃ τὴν ὀδύνην. ἐν οἷς ἐστι καὶ σικύου τοῦ ἀγρίου ἡ ῥίζα καὶ βρυωνίας καὶ ἄρου καὶ δρακοντίου καὶ κενταυρίου καὶ πολίου καὶ ὅλως τῶν πικρῶν ἁπάντων. ἀδήκτως γὰρ καὶ ἀλύπως ἐκκαθαίρει ταῦτα τοὺς πόρους, διαῤῥύπτει τε
καὶ διατέμνει τὰ ἐμπεφραγμένα. διὰ τοῦτο δὲ γράφω πολλὰ παραδείγματα τῶν τοιούτων, καίτοι γε ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων τῆς δυνάμεως εἰρηκὼς πάντα, διότι βούλομαι κατὰ πάντα τόπον τῆς γῆς εὐπορεῖν ἡμᾶς βοηθημάτων, ἔχοντας πρόχειρον αὐτῶν τὴν μνήμην. ἄλλα γὰρ ἐν ἄλλοις χωρίοις πλεονάζει τε καὶ βελτίω τῶν ἐν ἑτέροις γινομένων ἐστίν. ἐπεί τοι τό γε διὰ τῶν στεάτων ἀρκέσει σοι σύνθετον φάρμακον ἔκ τε τῶν ἁπλῶν, ὅσα μικρῷ πρόσθεν διῆλθον ὀδύνης πραϋντικά. θαυμάσαι δέ ἐστι τῶν ἰατρῶν, ὅσοι χωρὶς διορισμοῦ πρὸς ὀδύνας ὤτων ἔγραψάν τινα φάρμακα. τὰ μὲν γὰρ ὑπὸ ψύξεως ὀδυνώμενα τάχιστα θεραπεύεται διὰ τῶν θερμαινόντων. ἐὰν δὲ ὑπὸ δριμύτητος δακνώδους ἢ φλεγμονῆς σφυγματώδους ἡ ὀδύνη γίνηται, μεγίστη βλάβη συμπίπτει τοιούτων προσαχθέντων φαρμάκων. αἱ μέντοι μέτριαι φλεγμοναὶ καὶ μὴ σφυγματώδεις καὶ διὰ τῶν τοιούτων θεραπεύονται φαρμάκων, ὁποῖόν ἐστιν ὄξος μετὰ ῥοδίνου χλιανθὲν, ἀναμιχθέντων ἀμφοῖν ἀκριβῶς. οὕτω δὲ καὶ γλαύκιον, ἐπ’ ἀκόνης ἰατρικῆς ἀποτριβόμενον μετ’

ὄξους ὀνίνησι τὰς ἐπὶ φλεγμονῆς βραχείας ὀδύνας. ἄμεινον δὲ τὸν ἐκ τοῦ γλαυκίου προκατεσκευασμένον τροχίσκον ἔχειν, πολυχρηστότατον φάρμακον, ὅστις γίνεται λειωθέντος ἀκριβῶς τοῦ γλαυκίου δι’ ὕδατος ὀμβρίου, κᾄπειτα ξηρανθέντος τε καὶ ἀναπλασθέντος. ἐὰν δὲ ψαθυρώτερον ᾖ, ὡς ἀναπλάττεσθαι φαίνηται, μίξεις αὐτῇ κόμμεως ὀλίγον. ἀρκεῖ δὲ δωδέκατον ἢ πεντεκαιδέκατον εἶναι μέρος αὐτοῦ τοῦ γλαυκίου. καὶ τὰ διὰ γλαυκίου δὲ κολλύρια κατὰ τὸν αὐτὸν τρόπον ἀποτριβόμενα δι’ ὄξους ὀνίνησιν ἐνσταζόμενα τοῖς ὠσὶ, καὶ τούτων οὐδὲν ἧττον τὰ διὰ κρόκου. ταῦτα μὲν οὖν εἰσιν ὀδύνης τε καὶ φλεγμονῆς ἰάματα· περὶ δὲ τῶν ἄλλων διαθέσεων τῶν ἐν τοῖς ὠσὶν γινομένων ἃ διὰ τῆς ἐμῆς ἐμπειρίας ἔκρινα διελθὼν, οὕτως ἐπὶ τὰ τοῖς πρὸ ἐμοῦ γεγραμμένα καταβήσομαι.

[Περὶ τῶν ἐν τοῖς ὠσὶν ἑλκῶν.] Ὅσα μὲν πρόσφατα τό τε γλαύκιον ἀποθεραπεύει, μόνον ἀποτριβόμενον μετ’ ὄξους, ὡς ἀρτίως εἴρηται, καὶ τὰ δι’ αὐτοῦ κολλύρια πάντα καὶ τὰ διάκροκά τε καὶ τὰ διάῤῥοδα καλούμενα 

παρὰ τῶν ἰατρῶν, ὥσπερ καὶ τὸ τοῦ Νείλου, θεραπεύει δὲ καὶ τὸ τοῦ Δαμοκράτους διάσμυρνον. τὰ δὲ πυοῤῥοοῦντα χωρὶς ὀδύνης, ὅσα μὲν μετρίως τοῦτο πάσχει, διὰ τῶν αὐτῶν θεραπεύεται, τὰ δὲ ἰσχυρῶς διὰ τῶν τοιούτων, ὁποῖός ἐστιν ὁ Ἀνδρώνειος τροχίσκος καὶ ὁ τοῦ Μούσα, μεθ’ ἑψήματος καὶ ὀλίγου ὄξους ἀνιέμενος, ὧν ἡ ποικιλία τῆς συνθέσεως αὖθις εἰρήσεται. νικωμένων δὲ καὶ τούτων σκωρίαν σιδήρου μετ’ ὄξους δριμυτάτου λειώσας ἐπιπλεῖστον πολλαῖς ἡμέραις ἐν ἡλίῳ θαῤῥῶν χρῶ, εἰ καὶ παράλογον εἶναι δοκεῖ τῶν δριμυτάτων φαρμάκων ἀνέχεσθαι τὸ οὖς, ὃ μικρὸν ἔμπροσθεν εἶπον, οὐδὲν δὲ τῶν μαλακωτάτων ἐγχεομένων ἀλύπως ὑπομένειν τὴν πρόπτωσιν, ἀλλὰ καὶ ταῦτα φαίνεσθαι πλήττοντα.

[Περὶ δυσηκοϊῶν καὶ ἤχων.] Λείποιτ’ ἂν οὖν ἔτι περὶ δυσηκοΐας τε καὶ ἤχων διελθεῖν, οὐδὲν κοινωνούντων ἀλγήμασί τε καὶ ἑλκώσεσι, περὶ ὧν ἑξῆς ἐρῶ τὰς ἐπαινουμένας μεγάλας ὑπὸ τῶν ἐνδόξων ἰατρῶν πρότερον διελθὼν ὠτικὰς

δυνάμεις, καθ’ ὅντινα λόγον συνετέθησαν. ἄρξομαι δὲ ἀπὸ τῆς ὑφ’ Ἥρα γεγραμμένης.

[Ὠτικὴ, ὡς Ἥρας·] Ἥρας μὲν οὖν οὕτως ἔγραψεν. ὠτικὴ πρὸς πᾶν ἄλγημα καὶ πᾶν ἕλκος. ταύτῃ ἐχρησάμην ἐπί τινος πυρέσσοντος καὶ παρακόπτοντος διὰ τὰ ἀλγήματα καὶ ἐποίησε δαιμονίως. ♃ σμύρνης δραχ. α΄. λιβάνου δραχ. γ΄. οἱ δὲ δραχ. ζ΄. ἀφρονίτρου δραχ. γ΄. κρόκου δραχμὰς δ΄. οἱ δὲ δραχ. α΄. μηκωνείου δραχ. γ΄. χαλβάνης δραχ. β΄. ἀμύγδαλα πικρὰ λελεπισμένα κ΄. ἀναλάμβανε ὄξει, ἐπὶ δὲ τῆς χρείας περιωδυνίας μὴ οὔσης, ῥοδίνῳ διεὶς ἔνσταζε, δυσηκοΐας δὲ οὔσης ὄξει διεὶς. Ἥρας μὲν οὖν ἓν τοῦτο ἠρκέσθη γράψαι φάρμακον ἀλγήματός τε παντὸς ἴαμα καὶ ἕλκους ὤτων· ἐγὼ δὲ τὰς μὲν ὀδύνας τῇ τε διὰ τῶν στεάτων, ὡς εἴρηκα, γινομένῃ θάλψει καὶ τῷ ναρδίνῳ μύρῳ μετὰ τοῦ τετραφαρμάκου πραΰνεσθαί φημι, σὺν τῷ καὶ τὰς διαθέσεις αὐτὰς ὠφελεῖσθαι, καθάπερ γε καὶ ὠοῦ τῷ λευκῷ καὶ γάλακτι γυναικείῳ. πραΰνεσθαι δὲ μόνον ἄνευ τοῦ τὰς διαθέσεις ὠφελεῖσθαι διὰ τοῦ μηκωνείου, κατὰ δέ τι συμβεβηκὸς οὐ πρώτως

εἴποι τις ἂν καὶ τὰς διαθέσεις ὀνίνασθαι. παυσαμένης γὰρ τῆς ὀδύνης καὶ ὕπνων γενομένων ἡ φύσις πέττει τὰς τὴν ὀδύνην ἐργαζομένας διαθέσεις. τὰ δὲ ἕλκη τὰ ἐν τοῖς ὠσὶν ἐθεράπευσα διὰ παντὸς τῷ γλαυκίῳ δι’ ὄξους, ὥσπερ γε μετὰ ῥεύματος ἢ πύου τοῖς τροχίσκοις, ἀπὸ τῶν πρᾳοτέρων ἀρχόμενος, ὁποῖός ἐστιν ὁ Πολυείδου καὶ μετὰ τοῦτον ὁ Ἀνδρώνειος καὶ μετ’ ἐκεῖνον ὁ καλούμενος Βιθυνὸς, ᾧ παραπλήσιός ἐστιν ὁ ἐμὸς, τουτέστιν ὁ διὰ χάρτου κεκαυμένης, ὡς δὲ ἐγὼ νομίζω, καὶ βελτίων. γίνεται δὲ οὐκ ἀεὶ χρεία πάντων, ἀλλ’ ἀρκεῖ τοὐπίπαν εἶς, ἐὰν ἐπίστηταί τις αὐτῷ χρῆσθαι, ποτὲ μὲν διὰ σιραίου λύων, ὁπόταν βούληται πρᾳότερον ἐργάσασθαι τὸ φάρμακον, αὖθις δὲ δι’ οἴνου γλυκέος, εἶτα δι’ ὄξους μὴ δριμέος, εἶτα διὰ τοῦ δριμέος, ἐπὶ τέλει δὲ διὰ τοῦ δριμυτάτου. διὸ καὶ διὰ τῆς τοιαύτης μίξεως ἄλλοτε ἄλλης γινομένης ἐκλύειν δυνάμενος τὸ σφοδρὸν τοῦ φαρμάκου τὸ ἰσχυρότατον σκευάσας μόνον, ἔχειν δυνήσῃ. θαυμάσαι δὲ ἔστιν, ὡς ἔφην, τῶν πλείστων ἰατρῶν
ὠταλγίας φάρμακα γραψάντων πάμπολλα χωρὶς διορισμῶν, ἐφεξῆς ἀλλήλων ἐναντιωτάτας ἔχοντα δυνάμεις· οἷον εὐθέως, ἀπὸ γάρ τοι τῶν παλαιοτέρων ἄρξασθαι κάλλιον, Ἀπολλώνιος ὁ Ἡροφίλειος ἐν τῇ τῶν εὐπορίστων φαρμάκων γραφῇ κατὰ μὲν τὴν ἀρχὴν τοῦ βιβλίου κεφαλαλγίας ἰάματα γράφων, πρῶτα μὲν πάντων ἔταξε τὰ δι’ ἔγκαυσιν, εἶτ’ ἐφεξῆς δεύτερα τὰ διὰ ψύξιν, εἶτ’ ἐπ’ αὐτῷ τὰ διὰ μέθης τε καὶ ἀκρατοποσίης· αὐτὸς γὰρ οὕτως ὠνόμασε· τέταρτα δὲ τὰ διὰ πληγὴν ἢ πτῶμα, τελευταῖα δ’, ὡς αὐτὸς προὔγραψε, πρὸς τὰς τῶν κροτάφων ἀλγηδόνας καὶ τοὺς πόνους ὅλους τῆς κεφαλῆς τοὺς χωρὶς φανερᾶς αἰτίας γινομένους. ἐπὶ δὲ τῆς τῶν ὤτων ὀδύνης οὐδένα προσέθηκε διορισμὸν, ἀλλ’ ἁπλῶς προγράψας πρὸς ὠταλγίαν ἑξῆς καταλέγει φάρμακα τὰ μὲν θερμαίνοντα, τὰ δὲ ψύχοντα, καὶ τὰ μὲν ὑγραίνοντα, τὰ δὲ ξηραίνοντα, καὶ κατὰ τὰς δευτέρας δυνάμεις τε καὶ ποιότητας τὰ μὲν αὐξηρὰ, τὰ δὲ στρυφνὰ, τὰ δὲ πικρὰ, τὰ δὲ δριμέα, τὰ δ’ ὀξέα, τὰ δ’ ἁλυκὰ, καὶ πρὸς
τούτοις ἔτι τὰ μὲν διαφοροῦντα, τὰ δὲ σφίγγοντά τε καὶ συνάγοντα καὶ ἀποκρουόμενα τὰς ἐπιῤῥοὰς, τὰ δ’ ἑλκτικὰ τῶν ἐν βάθει, καὶ τὰ μὲν ἐκφρακτικὰ, τὰ δὲ ῥυπτικὰ, τὰ δὲ τῆς αἰσθήσεως ναρκωτικά. εἰ μὲν οὖν μία διάθεσίς ἐστιν ἀλγημάτων αἰτία, μίαν εὔλογον εἶναι καὶ τὴν τῶν ἰωμένων αὐτὴν δύναμιν· εἰ δὲ πολλαὶ, τοσοῦτον εἶναι χρὴ καὶ τὸν τῶν ἰωμένων ἀριθμὸν, ὅσος ὁ τῶν ἐργαζομένων αἰτίων ἐστίν. Ἡροφίλου τοίνυν οὕτως ἐπαινοῦντος τοὺς διορισμοὺς ὡς οὐκ οἶδ’ εἴ τις ἄλλος, αὐτοῦ τε τοῦ Ἀπολλωνίου τὰ τῆς κεφαλαλγίας φάρμακα μετὰ διορισμῶν γράψαντος, ἔτι μᾶλλον θαυμάζω τὸ κατὰ τὰς ὠταλγίας ἀδιόριστον αὐτοῦ. κατέλιπε μὲν οὖν καὶ τὸ πέμπτον γένος τῶν φαρμάκων ἀδιόριστον, ὃ κατὰ τὴν τελευτὴν ἔγραψα πρὸς τὰς χωρὶς φανερᾶς αἰτίας κεφαλαλγίας, καίτοι καὶ τὰς τοιαύτας κεφαλαλγίας ἀναγκαῖόν ἐστι πρῶτον μὲν τοῖς κοινοῖς γένεσι τῶν τὰς ὀδύνας ἐργαζομένων αἰτίων ὑποπεπτωκέναι συνεχείας λύσει ἤ δυσκρασίᾳ, ὡς ἐδείξαμεν· εἶτα δηλονότι καὶ τοῖς τὰς αὐτὰς ἐργαζομένοις, ἃ διώρισται μὲν ὑπ’ ἐμοῦ 

πάντα κατὰ τὰς οἰκείας πραγματείας. νυνὶ δὲ τῶν ἐν ταῖς ὠταλγίαις μνημονεύσω μόνον, ὑστάτης ἁπασῶν τῆς πραγματείας οὔσης ταύτης, ὡς πολλάκις εἴρηται, κατὰ τῆς θεραπευτικῆς μεθόδου βιβλία. τὰς γὰρ μεθόδους τῆς θεραπείας ἐν ἐκείνῃ γράφων, ἐν ᾗ δύο που παραδείγματα τῶν κατὰ μέρος προσέθηκα, τὸ πλῆθος τῶν φαρμάκων ὅσα συντίθεμαι ἐκ πολλῶν, εἰς τὴν ἐνεστῶσαν ἀναβαλλόμενος πραγματείαν· ὡς ἡγεῖσθαι μὲν τῆς θεραπευτικῆς μεθόδου τὰ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἕνδεκα τὸν ἀριθμὸν ὄντα. μετὰ ταῦτα δὲ τὰ τῆς θεραπευτικῆς μεθόδου τεσσαρασκαίδεκα, μεθ’ ἃ τὰ τῆς νῦν προκειμένης γράφεσθαι τὰ περὶ τῆς συνθέσεως τῶν φαρμάκων.

[Περὶ τῶν ὑπὸ Ἀπολλωνίου γεγραμμένων πρὸς ὠταλγίαν.] Ὅτι δὲ λέγων τὸν Ἀπολλώνιον ἡμαρτηκέναι μὴ διορισάμενον ἐπὶ ποίας ὠταλγίας ἕκαστον ὧν γράφει φαρμάκων ὑπάρχει χρήσιμον, οὐ καταψεύδομαι τἀνδρὸς, ἐξ ὀλίγων ἀποδείξω παραδειγμάτων. προσγράψας γὰρ, ὡς ἔφην, πρὸς

ὠταλγίαν ἔγχυτα καὶ γράψας ἐν αὐτοῖς, χήνειον ἢ ὀρνίθειον στέαρ ἡσυχῇ τήξας ἔνσταζε· πόλιν ἐφεξῆς γράφει, χολὴν ταυρείαν ἢ αἰγείαν μετὰ χυλοῦ πράσου ἔνσταζε. τὸ μὲν οὖν στέαρ ὧν εἶπε ζώων παρηγορικώτατόν ἐστιν ἁπασῶν τῶν τὰς ὀδύνας ἐργαζομένων διαθέσεων, μετὰ τοῦ καὶ μεγάλως αὐτῶν ὠφελεῖν ἐνίας. αἱ χολαὶ δὲ αἱ μετὰ πράσου τάς τε διὰ φλεγμονὴν ὀδύνας αὐξήσουσι καὶ τὰς ἐπὶ δριμέσι καὶ δάκνουσιν ὑγροῖς, μόνας δὲ ὠφελήσουσι τὰς δι’ ἔμφραξιν ἢ ψύξιν γεννωμένας ἤτοι κατὰ ψιλὴν δυσκρασίαν τῆς ψύξεως τῶν στερεῶν μορίων ὀδυνηρᾶς γενομένης ἢ διὰ τὸ γεννᾶσθαι μὲν ἐν ταῖς τοιαύταις διαθέσεσι φυσώδη πνεύματα καὶ χυμοὺς ψυχροὺς, κωλύεσθαι δὲ ἐκκρίνεσθαι διὰ τὴν τοῦ περιέχοντος πύκνωσιν ἄνευ φλεγμονῆς γενομένην. ἐκκριθέντων γὰρ ὑπὸ τῶν οὕτω δριμέων καὶ θερμῶν φαρμάκων τῶν ἀλγημάτων αἰτίων, θεραπεία τε ἅμα καὶ ἀνωδυνία γίνεται. τὸ μὲν οὖν ὀρνίθειόν τε καὶ τὸ χήνειον στέαρ, ἐὰν μὲν εὕρῃ κεκενωμένον τὸ σῶμα καὶ μηκέτι ἐπιῤῥέοντα τὸν τὴν φλεγμονώδη διάθεσιν ἐργαζόμενον χυμὸν, κατὰ τοὺς
δύο λόγους ὀνήσει, τόν τε παρηγορικὸν καὶ τὸν θεραπευτικόν. ἐὰν δὲ ἐπιῤῥέοντος ἔτι τοῦ αἰτίου προσενεχθῇ, τὴν διάθεσιν μὲν οὐδὲν ὀνίνησι, παρηγορεῖ δὲ τὸ τῆς ὀδύνης σύμπτωμα, καθάπερ γε κᾂν ἐπὶ χυμῶν δριμύτητι ἡ δῆξις γίνηται. χολὴ δὲ οὐδέποτε μετὰ πράσου χυλοῦ δύναταί τι χρηστὸν ἐπὶ τῶν εἰρημένων διαθέσεων ἐργάζεσθαι, καθάπερ οὐδὲ πέπερι, καίτοι τοῦτό γε οἶδα τῶν ἰατρῶν τινα πράξαντα γυναικὸς ἀλγησάσης οὖς, ἐν χρήσει θερμῶν ὑδάτων αὐτοφυῶν. εἰωθὼς γὰρ πάντα πιστεύειν τοῖς τῶν εὐπορίστων φαρμάκων Ἀπολλωνίου βιβλίοις, κεχρημένος τε κατὰ τύχην πολλάκις ἤδη τῷ διὰ τοῦ πεπέρεως βοηθήματι, καὶ τότε ἤλπισεν ὠφελήσειν τι τὴν ὠταλγίαν· ἀλλ’ οὕτω γε ὑπ’ αὐτοῦ παρωξύνθη τὸ γύναιον, ὡς ὀλίγου δεῖν ἀπάγξασθαι. γράφει οὖν ὁ Ἀπολλώνιος ὡδί. πεπέρεως ἐν οἴνῳ ἀπεξεσμένου λεάνας καὶ σύμμετρον τῷ πάχει ποιήσας ἔνσταζε. γράφει δὲ ἐν αὐτοῖς τούτοις ἐφεξῆς τὰ διὰ πεπέρεως καὶ ταῦτα. λύκειόν τε καὶ μηκώνειον ἴσα, γάλακτι γυναικείῳ διεὶς χρῶ, καὶ τούτῳ γε ἐφεξῆς ἕτερον τουτί· καστορίου καὶ
μηκωνείου ἴσον, φώξας ἐπ’ ὀστράκου μάλιστα μὲν Ἀττικοῦ, εἰ δὲ μὴ, Ῥωμαϊκοῦ, καὶ λεάνας διεὶς γλυκεῖ ἔνσταζε. τὰ μὲν οὖν διὰ τοῦ μηκωνείου πάντα φάρμακα, ναρκωτικὰ τῆς αἰσθήσεως ὄντα, κατὰ τοῦθ’ ἡμᾶς ἀναγκάζει ποτὲ αὐτοῖς ἐπὶ τῶν ὑπὸ μηδενὸς τῶν παρηγορικῶν ὠφελουμένων χρῆσθαι, τὸ δὲ διὰ τοῦ πεπέρεως φάρμακον ἐξ ἑτέρου γένους ἐστὶν, ὥσπερ γε καὶ τὸ διὰ τῶν στεάτων ἐξ ἄλλου, καθάπερ γε καὶ τὸ μετὰ ταῦτα γεγραμμένον ἐφεξῆς φάρμακον ὡδί πως. χαλβάνην Σουσίνῳ μύρῳ διεὶς πρόσμιξον μέλι καὶ ῥόδινον καὶ οἰσυπηρὸν ἔριον περὶ μηλωτίδα συστρέψας, κίνει καὶ χλιαίνων ἔνσταζε. διαφορητικὸν γὰρ ἀλύπως ἐστὶ τοῦτο, δυνάμενον ἁρμόττειν φλεγμοναῖς ἐν αἷς οὐκέτι οὐδὲν ἐπιῤῥεῖ. καλῶς δὲ ποιήσειε κᾀπὶ τῶν διὰ ψύξιν ἀλγούντων. ἴσως δέ τις ἐπιζητήσει διὰ τίνα τὴν αἰτίαν οὐ μόνον τοῦ Ἀπολλωνίου, ἀλλὰ καὶ ἄλλων τινῶν ἀξιολόγων ἀνδρῶν φῶξαι κελευόντων τὸ μηκώνειόν τε καὶ τὸ καστόριον, ὅπως αὐτῶν τὸ σφοδρὸν τῆς δυνάμεως μειωθείη, παρέλιπον ἐγὼ
τοῦτο προσθεῖναι κατὰ τὸν ἔμπροσθεν λόγον, ἡνίκα τὴν ἐμὴν ἀγωγὴν τῆς θεραπείας τῶν ὠταλγιῶν ἔγραφον. ἀπολογητέον οὖν αὐτῷ κατὰ τάδε. τὸ μὲν οὖν καστόριον οὐδ’ ὅλως ἀξιῶ φώσσειν· οὐ γὰρ ὡς ναρκωτικὸν αὐτὸ τῆς αἰσθήσεως τῷ μηκωνείῳ μίγνυμεν, ἀλλὰ τοὐναντίον ἅπαν ὡς ἀμβλῦνον τὸ σφοδρὸν τῆς ψυκτικῆς δυνάμεως, ὅπερ οἱ φῶξαι κελεύοντες ἐπὶ μὲν τοῦ μηκωνείου οὐκ ἀτόπως ποιοῦσιν, ἐπὶ δὲ τοῦ καστορίου παντάπασιν ἀτόπως. αὐτὸ γὰρ καθ’ αὑτὸ πεπτικὴν τῶν δυσλύτων τε καὶ σκιῤῥωδῶν διαθέσεων ἔχει δύναμιν. αὐτάρκης οὖν ἐστι καὶ ἡ ἐκ τοῦ μηκωνείου κεχρονίσθαι τὸ συντεθὲν ἐξ αὐτῶν πραΰνης, φωγνύμενον γὰρ ἀπόλλυσι τὸ δραστήριον, εἰ δὲ μιχθὲν τῷ καστορίῳ χρονίσειε, μένει μὲν ἔτι καὶ νῦν ἱκανῶς δραστικὸν, ἀμαυροῦται δὲ αὐτοῦ τὸ κακόηθες, διὸ καὶ βλάπτονταί τινες, ὡς ἀχλυῶδες ὁρᾷν ἄχρι πολλῶν ἡμερῶν καὶ καρηβαρεῖν καὶ μὴ καλῶς πέττειν τὰς τροφὰς ποιεῖ, εἰ ποθείη· καὶ διὰ ταύτην αὐτοῦ τὴν κακοήθειαν ἐπὶ τὴν φῶξιν ἀφίκοντο πολλοὶ 
τῶν ἰατρῶν. ἀλλ’ ἐπεὶ πάλιν ἐν τῷ φωχθῆναι τὸ δραστήριον αὐτοῦ ἀμαυροῦσθαι φαίνεται, τούτου γὰρ ἐπειράθην πολλάκις, ἄμεινον ἡγησάμην ἄφωκτον μὲν μιγνύναι, μετὰ χρόνον δὲ χρῆσθαι. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἴρηται γιγνώσκεσθαι χρήσιμα· τὸ δὲ προκείμενον ἦν οὐ μικρῶς βλάβην γενέσθαι τοῖς πιστεύουσιν ἀδιορίστοις γραφαῖς φαρμάκων. γέγραπται δὲ καὶ ἄλλοις πολλοῖς τὸν αὐτὸν τρόπον ἐπὶ πολλῶν μορίων τε καὶ παθῶν ἀδιόριστα φάρμακα, μὴ γινώσκουσιν ὅσην ὁ διορισμὸς ἔχει δύναμιν εἰς τέχνης σύστασιν. ἐφ’ ὧν οὖν θαυμάζω τὸ συγκεχυμένον τε καὶ ἀδιόριστον, ὡς ἐπ’ Ἀπολλωνίου τοῦ Ἡροφιλείου, γινώσκοντος τἀνδρὸς ὅτι κελεύει διὰ παντὸς ὁ Ἡρόφιλος τί τε καὶ ποῖον καὶ πηλίκον ἐστὶ τὸ τοῦ νοσήματος αἴτιον καὶ κατὰ τί μάλιστα δυναστεῦον ἐπίστασθαι τὸν ἰατρὸν, ὅπως καὶ τὴν θεραπείαν ἁρμόττουσαν ἑκάστῳ ποιεῖται. ἔτι δὲ μᾶλλον ἐπ’ Ἀρχιγένους ἄν τις θαυμάσειεν, ἀδιορίστως οὐκ

ὀλίγα καὶ αὐτοῦ γράφοντος ἔν τε ταῖς ἄλλαις θεραπείαις καὶ ταῖς τῶν ὠταλγιῶν. ἕνα γὰρ ἔγραψεν αὐτὸς ἐπ’ αὐτῶν μόνον διορισμὸν, τὸν ἀπὸ τοῦ μετρίου τε καὶ σφοδροῦ τῆς ὀδύνης, καὶ σοι παραγράψω τὴν λέξιν ὅλην αὐτοῦ.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα φάρμακα πρὸς ὤτων ἀλγήματα.] Ἐν τῷ προτέρῳ τῶν κατὰ γένος φαρμάκων ὁ Ἀρχιγένης ὧδέ πως ἔγραψε κατὰ λέξιν. ἐπὶ δὲ ὠταλγίας τῆς ἄλλης προηγουμένης διαίτης, ἥνπερ καὶ ἐπὶ κεφαλαλγίας ἐτάττομεν. ἐπὶ μὲν τῶν μετρίων τῶν ἁπλῶν μύρων χλιαρῶν ἐνέσταξεν, οἷον κρόκινον ἢ ἴρινον ἢ ῥόδινον ἢ καρύων πικρῶν ἀπόθλιμμα, ἢ τῆς κασσίας τὸ μύρον, ἢ νάρδον ἁπλῆν ἢ Σούσινον ἢ ἀμυγδάλινον, ἢ ῥόδων ἢ ῥοιᾶς ἢ μήκωνος χύλισμα μετ’ ἐλαίου θερμοῦ ἢ πράσου σπέρμα λεῖον ἢ ἐλλέβορον λευκὸν λεῖον μετὰ ῥοδίνου χλιαρὸν ἔγχει ἐν ξύστρᾳ. ἢ μηκωνείου ὀλίγον σὺν γάλακτι γυναικείῳ, ἢ μηκωνίου χύλισμα σὺν γάλακτι ὁμοίως. σφοδρυνομένης δὲ ἥ τε κοιλία διὰ κλυστῆρος εὐτόνως ὑπαγέσθω καὶ ἀπ’ ἀγκῶνος αἷμα

ἀφαιρείσθω καὶ ὅσα τοιαῦτα. τοὐντεῦθεν πυριάσθωσαν ἀφεψήματι δάφνης ἢ τοιούτου τινὸς ἢ θείου ἀπύρου ἐμπασσομένῳ τῷ ὕδατι. σφόδρα δὲ ἀποθλιβέσθωσαν οἱ σπόγγοι καὶ τῷ ὠτὶ προστιθέσθωσαν. καὶ γὰρ τὸ ὑγρὸν ῥᾷστα αὐτοὺς περιψύχει, παρ’ ὃ καὶ μακρῶς αἱ πυρίαι αὐτοῖς αἱ ξηραὶ ὠφελιμώτεραί εἰσιν, αἵ τε δι’ ἁλῶν ἢ κέγχρου ἢ δι’ ἁπαλῶν πιλημάτων ἢ διὰ λιπαρῶν ἐκμαγείων. ἢ ἀποζέσας πήγανον βάλε εἰς στενόστομον ἀγγεῖον τὸ ὕδωρ, ἐρίῳ τε ἔμφραξον τὸ στόμα καὶ τῷ ὠτίῳ πρόσφερε, ὥστε διικνεῖσθαι εἰς τὸ οὖς διὰ τοῦ ἐρίου τὴν ἀτμίδα. ἔνιοι δὲ ἐν ὀξυκράτῳ καὶ ὀλίγῳ ἐλαίῳ τὸ πήγανον ἑψήσαντες οὕτως ἐγχέουσι τὸ ὑγρὸν εἰς τὸ ἀγγεῖον καὶ πυριῶσι. μετὰ δὲ τὰς πυρίας διαψήσας τὸ οὖς καὶ ἐγχυματίσας ἢ βαλσάμῳ σὺν ῥοδίνῳ λεανθέντι, ἤ τινι τῶν προειρημένων μύρων χλιαρῷ ἢ ἄλλῳ τινὶ συμφώνῳ πρὸς ὠταλγίαν τῶν αὐτίκα ἀναγραφησομένων κατάπλασσε. ἢ κωδίαν λεπτὴν, ἀλεύρῳ μεμιγμένην καὶ ἐν μελικράτῳ ἑψημένην ἢ αὐτῇ τῇ κωδίᾳ λεπτῇ μετὰ
κριθίνου ἀλεύρου ἐν οἴνῳ ἑψημένῃ. ἢ βουκέρατι ἐν μελικράτῳ ἑφθῷ ἢ λινοσπέρμῳ ὁμοίως. ἄκρως ποιεῖ σπόγγος ὀφθαλμικὸς μέλιτι ἑφθῷ καὶ ἔτι θερμῷ βρεχόμενος καὶ ἐπιτιθέμενος, ἢ κηρωτὴ ἰρίνου, μιγέντος αὐτῇ στύρακος. ἄκρως ποιεῖ πρὸς ὠταλγίαν ἀλόη μεμιγμένη μετὰ ῥοδίνου καὶ μέλιτος τὸ πάχος ἐγχεομένη, ἢ χαλκῖτις ἐν οἴνῳ διειμένη, ἢ περδικίου χυλὸς χλιαρὸς ἐνσταζόμενος ἰδίᾳ ἢ μετὰ μέλιτος, ἢ νίτρον διεὶς ὀλίγῳ ὕδατι, μίσγε ἔλαιον καὶ χλιαίνων ἔνσταζε. ἢ ἀριστολόχου ῥίζαν μετ’ ἐλαίου. ἢ ἐλλέβορον λευκὸν λεάνας σὺν ῥοδίνῳ, χλιαρὸν διὰ ξύστρας ἔνσταζε. καλῶς ποιεῖ ὄπιον ἐπ’ ὀστράκου ὀπτηθέν. καὶ καστόριον ὁμοίως, ἴσα λεανθέντα μετὰ ῥοδίνου καὶ γλυκέος, μέχρι μέλιτος σχῇ πάχος, εἶτα μετὰ τὴν πυρίαν περὶ τὴν ὀξεῖαν ἔριον περιειλιχθὲν ἐμβάπτεται καὶ ἐπιτίθεται. ἢ μαράθρου χυλὸν μετά τινος τῶν εἰρημένων μύρων ἐν ἀρχῇ ἔνσταζε. ἢ μετὰ κωδυῶν μήκωνος ἀφέψει καὶ ἔγχει τὸ τοῦ ὄφεως γῆρας, ἢ μετά τινος τῶν εἰρημένων μύρων, ἢ τὸ Σπανὸν γάρος θερμαίνων διὰ ξύστρας. ποιεῖ καὶ τὸ δυσῶδες ἄκοπον ἐγχεόμενον
χλιαρόν. ἢ μηκώνειον διεθὲν ῥοδίνῳ καὶ ὀλίγον κρόκιον. καὶ παντὸς μᾶλλον ἡ ἱερὰ ἀρωματικὴ μετά τινος τῶν μύρων. ποιεῖ δὲ ἄκρως λευκὸς ἐλλέβορος λεανθεὶς μετὰ μέλιτος καὶ ῥοδίνου ἐγχεόμενος, ἐμφρασσομένου τοῦ πόρου πορφύρας μαλλῷ. καλῶς ποιεῖ καὶ ὁ ἐλλέβορος μετὰ ἰρίνου μύρου. ποιεῖ δὲ καὶ κεδρία σὺν ναρδίνῳ μύρῳ ἐγχεομένη. Σεβῆρος δὲ τοὺς ἐπὶ ταῖς ὑδρίαις ὄνους λείους μετὰ μώρων εἰς τὰ ἡλκωμένα ἐνέχει, ἔνιοι δὲ ψυχρὸν ὕδωρ εἰς τὸ ἀλγοῦν ἐγχέουσιν οὖς, καὶ παραχρῆμα μὲν ὑπεραλγοῦσι, μετὰ βραχὺ δὲ τελέως παύονται. ἄλλοι δὲ κάλλιον ποιοῦντες εἰς τὸ ἕτερον τοῦ ἀλγοῦντος ψυχρὸν ἐγχέουσιν, ὥσπερ Λεύκιος. ποιεῖ καλῶς ἀλόη καὶ κρόκινον μετὰ ἀμυγδαλίνου μύρου ἐγχεόμενα. ἢ χαλκὸς λεῖος μετ’ ὄξους καί τινος μύρου. ἄκρως ποιεῖ σίλφιον μετὰ ῥοδίνου ἐὰν ἕλκωσις ᾖ. θαυμαστῶς ὠφελεῖ τὰς ὑπερβαλλούσας ὠταλγίας, πράσου χυλὸς καὶ οὖρον αἴγειον καὶ ῥόδινον μετ’ ὀλίγης σμύρνης ἐγχεόμενα. ἢ σκιούρου στέαρ, ἐν ξύστρᾳ χλιαίνων ἔνσταζε. ἢ σχιστὴν καὶ 

ἡδυόσμου χυλὸν μετὰ γλυκέος. ἢ πέπερι λευκὸν καὶ ἅλας ἴσα μεθ’ ἑψήματος, ἔγχει ἀριστερᾷ χειρὶ πεντάκις ἢ ἑπτάκις. ἢ κοχλίαν σεσηπότα Ἀφρικανὸν παρακεντήσας, ῥοδίνου πληρώσας καὶ ζέσας, διὰ ξύστρας ἐγχυμάτιζε θερμοτέρῳ. ἐὰν δὲ ἐκ πληγῆς ἀλγῇ τὸ ἐκτὸς τοῦ ὠτὸς, λιβάνου χόνδρῳ γάλα ἐπιχέας δὶς καὶ ἀποχέας τὸ τρίτον, ἔασον βραχῆναι καὶ κινήσας ἔγχει, εὐθὺς γὰρ παύει. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν ἀδιορίστως πάνυ. δύναιτο δ’ ἄν τις νοῦν ἔχων ἀναμνησκόμενος ὧν ἔμπροσθεν εἶπον ἐννοεῖν ὁποῖόν τι τῶν εἰρημένων φαρμάκων ἑκάστῃ τῶν εἰρημένων ὠταλγιῶν ἁρμόττει, μεμνημένος τῆς δυνάμεως αὐτῶν ἐξ ὧν ἔμαθεν ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν. ἐγὼ δὲ ἐπὶ τὰς ὑπ’ Ἀνδρομάχου γεγραμμένας ὠτικὰς δυνάμεις ἤδη μεταβήσομαι.

[Ὠτικαὶ Ἀνδρομάχου τὸν ἀριθμὸν κδ΄.] Τέσσαρας ἐπὶ τὰς εἴκοσι δυνάμεις ὠτικὰς, ἐφεξῆς ἀλλήλων ἔγραψεν ὁ Ἀνδρόμαχος, ἐνίαις μὲν προσθείς τινα διορισμὸν, ἐνίαις δὲ

οὐδένα. καὶ πρώτη γε αὐτῶν ἐστιν οὕτω γεγραμμένη. ὠτικὴ ἐκ τῶν Γάλλου ᾗ χρῶμαι. ♃ σμύρνης δραχ. α΄. ἁλὸς δραχ. δ΄. λιβάνου δραχ. γ΄. ἀφρονίτρου δραχ. γ΄. κρόκου δραχ. δ΄. μηκωνείου δραχ. γ΄. ἀμύγδαλα πικρὰ κ΄. χαλβάνης δραχ. β΄. ὄξους καλοῦ τὸ ἱκανόν. ἀναφέρεται ἡ γραφὴ εἰς Μενέμαχον. πολύχρηστόν τινα ταύτην ὠτικὴν ὁ Ἀνδρόμαχος ἔγραψεν, ἐστοχασμένην πολλῶν ἅμα διαθέσεων ἐν ὠσὶ γινομένων. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς αἱ τοιαῦται δυνάμεις οὔτε κατορθώματα μεγάλα ποιοῦσιν οὔτε σφάλματα, διὰ παντὸς αὐταῖς χρωμένων ἡμῶν. ὅσαι δὲ πρὸς μίαν διάθεσιν ἁρμόττουσιν, ἐκείνην μὲν ἄριστα θεραπεύουσιν, τὰς δὲ ἄλλας ἐνίοτε πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ παροξύνουσι. δευτέραν ὁ Ἀνδρόμαχος δύναμιν ἔγραψεν ἐφεξῆς τῇ προειρημένῃ τήνδε. ὠτικὴ Αἰλίου Γάλλου πρὸς φλεγμονὴν καὶ ἐπιτεταμένας ἀλγηδόνας. ♃ χαλβάνης δραχ. η΄. κινναμώμου δραχ. β΄. σμύρνης δραχ. η΄. κρόκου δραχ. η΄. λιβάνου δραχ. γ΄. ἀφρονίτρου δραχ. γ΄. ὀποῦ μήκωνος δραχ. γ΄. ὄξους ὡς μέλιτος ἔχειν πάχος. δεῖ δὲ προεκνιτροῦν,
ἵνα μὴ λίπος ἔχῃ, εἶθ’ οὕτως ἐγχεῖν τὸ φάρμακον. κᾀνταῦθα πάλιν ἐκφρακτικά τε καὶ πεπτικὰ καὶ χαλαστικὰ καὶ διαφορητικὰ μέμικται φάρμακα, μὴ δυνάμενα σφοδρὰς ὀδύνας ἰᾶσθαι. διὰ τοῦτο οὖν αὐτοῖς ὁ τοῦ μήκωνος ὀπὸς ἐμίχθη. τρίτην ὠτικὴν ἔγραψε τοιάνδε κατὰ λέξιν. ὠτικὴ Λαοδίκου βασιλέως, ᾗ κέχρημαι συνεχῶς. ♃ καστορίου δραχ. β΄. ὀποῦ μήκωνος δραχ. δ΄. ὀποπάνακος δραχ. β΄. λυκίου ἀφροῦ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε καὶ χρῶ χλιαίνων. αὕτη μὲν προφανῶς ἁρμόττει ταῖς ἐπιτεταμέναις ὀδύναις, οὐ μὴν ταῖς γε ἄλλαις διαθέσεσιν. ἐγὼ δὲ, ὡς ἔφην, ἐφ’ ἑκάστῃ τῶν διαθέσεων οἰκείῳ χρῶμαι φαρμάκῳ, φεύγων ἀεὶ τὸν ὀπὸν τοῦ μήκωνος, ἔνθα μή τις ἀνάγκη μεγάλη πρὸς αὐτὸν ἡμᾶς ἔρχεσθαι βιάζεται. τετάρτην ἔγραψε δύναμιν ὠτικὴν ὡδί πως. ἄλλη πρὸς φλεγμονὴν καὶ πυοῤῥοῦν καὶ παλαιὰς διαθέσεις. ♃ κυάμων Αἰγυπτίων τοῦ ἐντὸς πικροῦ, στυπτηρίας σχιστῆς, πεπέρεως λευκοῦ, ἀφρονίτρου, κρόκου, ὀπίου, σιδίων, σμύρνης, λιβάνου, νάρδου ἀνὰ δραχ. β΄. καστορίου δραχ. α΄. μέλιτος καὶ ὄξους τὸ ἱκανόν. οἱ δὲ μέλιτος δραχ. στ΄. ἐν ταύτῃ τὰ
ἄλλα φάρμακα διαφορητικὰ καὶ ξηραντικὰ καὶ τῶν ἐμφράξεων ἐκφρακτικὰ καί τινα καὶ τῶν πεπτικῶν, οἷον ἥ τε σμύρνα καὶ ὁ λιβανωτὸς ἔγκειται. στυπτηρία δὲ σχιστὴ στυπτικὸν ἰσχυρῶς φάρμακον ὑπὲρ τοῦ ξηραίνεσθαι τὰ πυοῤῥοοῦντα μέμικται. πρόσκειται δὲ καὶ τὸ ὄπιον, ἀνωδυνίας ἕνεκεν. ἀντιτέτακται δὲ αὐτῷ τὸ καστόριον, ὡς ἔμπροσθεν ἔφην. ἀλλ’ ἐπὶ τῶν τοιούτων διαθέσεων οὐ μόνον ὡς ἀντιτεταγμένον, ἀλλὰ καὶ ὡς πέττον αὐτὰς καὶ ὡς ξηραῖνον εἰκότως ἐμβάλλεται. πέμπτην ἔγραψεν ὁ Ἀνδρόμαχος ὠτικὴν τήνδε κατὰ λέξιν. ἄλλη ἀπὸ Ξενοκράτους, ᾗ κέχρημαι πολλάκις. ♃ ἀφροῦ λυκίου δραχ. β΄. σμύρνης δραχ. α΄. λιβάνου δραχ. α΄. σχιστῆς τριώβολον, κρόκου τριώβολον, ἀφρονίτρου ὀβολοὺς δύο, λεῖα σὺν ὄξει ἀπόθου, χρῶ σὺν ὄξει. καὶ αὕτη πολύχρηστος μέν ἐστιν, οὐ μὴν ἔνθα πόνος ἰσχυρὸς ἁρμόττει, μήτε ὄπιον ἔχουσα μήτε καστόριον μήτε τῶν ἀνωδύνων τι στεάτων μήτε χαλβάνης. ἕκτη δύναμις ὠτικὴ κατὰ τήνδε τὴν λέξιν γέγραπται. ἄλλη ἀπὸ Πρυτάνιδος συμπεφώνηκε τῇ
Ἁρπάλου. ♃ σμύρνης τριώβολον, νάρδου τριώβολον, κρόκου τριώβολον, χαλκῆς κεκαυμένης ὀβολοὺς ε΄. ὀπίου ὀβολοὺς δύο, καστορίου τετρώβολον, σχιστῆς δραχ. α΄. καὶ στρογγύλου δραχ. α΄. σὺν γλυκεῖ, ὅταν ῥεῦμα, ὅταν δὲ ὀδύνη, σὺν ῥοδίνῳ. ὅταν δὲ σκώληκες γεννῶνται, ἐλλεβόρου μέλανος μίσγε δραχ. β΄. καλῶς ἐποίησεν ἐπὶ τῇ τελευτῇ τὴν χρῆσιν αὐτῆς εἰπὼν, ἣν ἡμεῖς ἂν εἰρήκειμεν, εἴπερ αὐτὸς αὐτὴν ὤκνησε προσγράψαι. ἑβδόμη παραπλησία τῇ προγεγραμμένῃ γέγραπται κατὰ τόνδε τὸν τρόπον· ἄλλη δίου Γαίου σύμφωνος. ♃ ἐλλεβόρου μέλανος ὀβολοὺς β΄. σμύρνης ὀβολὸν α΄ (S''). ὀπίου τριώβολον, χαλκοῦ κεκαυμένου τετρώβολον, στυπτηρίας σχιστῆς ὀβολοὺς β΄. καστορίου ὀβολὸν​ α΄. κρόκου τετρώβολον, νάρδου τετρώβολον γλυκεῖ χρῶ. ἔστι δὲ ἡ ὀγδόη παραπλησία ταῖς προγεγραμμέναις. περὶ δὲ τῆς ἐνάτης ὡδί πως αὐτὸς ἔγραψεν. ἄλλη ᾗ χρῶμαι πρὸς περιωδυνίας καὶ ἤχους. ♃ νίτρου δραχ. α΄. σμύρνης δραχ. α΄. ῥοδίνου κύαθος α΄. ὄξους κύαθος εἷς, ὁμοῦ λεάνας χρῶ. οὐ πρὸς τὰς ἐν φλεγμονῇ περιωδυνίας ἁρμόττει τοῦτο τὸ φάρμακον, ἀλλὰ τὰς ἐπ’ ἐμφράξει καὶ πνεύματι ψυχρῷ καὶ ἀτμώδει καὶ χυμῷ 
παραπλησίως. δεκάτην ἄλλην ἔγραψεν ὡδί πως. πρὸς ὦτα πυοῤῥοοῦντα παρὰ Ἁρποκρατίωνος. ♃ κυτίων, σιδίων, ἀριστολοχίας, χαλκίτεως, μίσους κυπρίου, κηκίδος, λεπίδος χαλκοῦ, ἀνὰ δραχ. α΄. σμύρνης, λιβάνου ἀνὰ τριώβολον, χαλκάνθης ὀπτῆς, στυπτηρίας σχιστῆς ἀνὰ τριώβολον, σὺν γλυκεῖ τροχίσκους ποιῶν χρῶ. εἰ δὲ καὶ μὴ προσέγραψεν αὐτὸς ἐν ἀρχῇ τὴν ἐπαγγελίαν τοῦ φαρμάκου, προχειρότατον ἦν ἡμῖν νοῆσαι, μεμνημένοις ὧν ἐν ἀρχῇ προεῖπον, ὅτι ξηραντικόν ἐστι τὸ φάρμακον ὤτων πυοῤῥοούντων. ὅπερ γίνεται καταφερομένου τινὸς ἐκ τῆς κεφαλῆς ῥεύματος, ἐφ’ ᾧ καὶ τὰς ἑλκώσεις χρονίζοντι συμβαινούσας ὁρῶμεν. ἑνδεκάτην ὠτικὴν ἔγραψεν οὕτως. ὠτικὴ ἐν πολλοῖς σύμφωνος. ♃ κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. καστορίου δραχ. β΄. σχιστῆς δραχ. δ΄. λιβάνου δραχ. α΄. σὺν γλυκεῖ μέλιτος πάχος ποιῶν, εἶθ’ οὕτως ἀνιεὶς χρῶ. καὶ αὕτη τῶν μετρίων διαθέσεών ἐστιν ἰατικὴ, καθάπερ καὶ ἡ ἐφεξῆς αὐτῇ γεγραμμένη, τὰς δὲ ἐφεξῆς ταύτῃ προγεγραμμένας δυνάμεις ὠτικὰς ὑπὸ τοῦ Ἀνδρομάχου
δρομάχου χωρὶς τῆς ἐμῆς ἐξηγήσεως παραγράψω, γνωρίζειν αὐτὰς ἤδη δυναμένων ὅσοι μέμνηνται τῶν προειρημένων. ἐφ’ ὧν δὲ καὶ αὐτὸς πεποίηται μετὰ διορισμοῦ τὴν γραφὴν, οὐδὲν ἔτι τούτων οὐδεμία τῆς ἡμετέρας ἐξηγήσεως χρῄζει. ἐφεξῆς οὖν ἅπασαι γεγράψονται, χάριν τοῦ μηκέτι μνημονεύειν ἡμᾶς ἄλλης ὠτικῆς δυνάμεως ὑφ’ ἑτέρου τῶν ἰατρῶν γεγραμμένης, ἐνταῦθα γὰρ ἡ ποικιλία πασῶν αὐτῶν περιέχεται. ὠτικὴ ὡς Σόλων διαιτητής. ♃ σμύρνης δραχ. δ΄. σχιστῆς δραχ. δ΄. καστορίου δραχ. β΄. λιβάνου δραχ. α΄. κρόκου δραχ. α΄. ὀπίου δραχ. α΄. Κρητικῷ ἢ οἰνομέλιτι πάχος μέλιτος. ὠτικὴ Ἀντιπάτρου πρὸς περιωδυνίας. ♃ κρόκου γο β΄. οἱ δὲ γο α΄. σμύρνης γο α΄. ἁλὸς ἀμμωνιακοῦ γο α΄. σχιστῆς, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ γο (S''). μύρου ἰρίνου ἢ Συριακοῦ ὑποστάθμης γο β΄. σὺν οἰνομέλιτι ἢ Κρητικῷ ποιῶν μέλιτος πάχος λεπτοῦ χρῶ. ὠτικὴ ἄλλη λίαν καλή. ♃ ὀποπάνακος δραχ. β΄. ὀποῦ μήκωνος δραχ. δ΄. ἀφροῦ λυκίου δραχ. δ΄. καστορίου
δραχ. β΄. σχιστῆς τριώβολον, κρόκου τριώβολον, σμύρνης δραχ. α΄. ἡ χρῆσις σὺν γάλακτι γυναικείῳ. πρὸς ὦτα πυοῤῥοοῦντα παρὰ Σπενδούσης. ♃ χοίρου ἐκτομίου χολῆς μέρη β΄. μέλιτος Ἀττικοῦ μέρος α΄. ὁμοῦ ἐν ὑελίνῳ ἀγγείῳ ἐπὶ θερμοσποδιᾶς θέρμαινε ἄχρι τοῦ ἡμίσεως καὶ οὕτω χρῶ. ὠτικὴ παρὰ Ἁρποκράτους πρὸς διαθέσεις καὶ ὀδύνας. ♃ ναρδοστάχυος δραχ. στ΄. σμύρνης δραχ. στ΄. πεπέρεως δραχ. στ΄. ἀφρονίτρου δραχ. στ΄. ἁλὸς ἄνθους δραχ. στ΄. κρόκου δραχ. ζ΄. κάρυα πικρὰ ι΄. ὀποῦ μήκωνος δραχ. ιβ΄. οἴνου παλαιοῦ τὸ ἱκανὸν, ἔγχει κασσιτερίνῳ ἀγγείῳ τὸ φάρμακον. πρὸς δυσηκοΐαν καὶ ἤχους. ♃ ἐλλεβόρου λευκοῦ δραχ. α΄. καστορίου ὀβολὸν α΄. ἀφρονίτρου ὀβολὸν α΄ (S''). χρῶ μετ’ ὄξους ὡς καλλίστῳ. στρουθίου δραχ. α΄. κρόκου Κιλικίου δραχ. α΄. καστορίου δραχ. α΄. ἐλλεβόρου λευκοῦ δραχ. δ΄. νίτρου δραχ. α΄. τροχίσκους ποιῶν ἐπὶ τῆς χρήσεως ἀνιεὶς οἴνῳ χρῶ. πρὸς ὦτα πυοῤῥοοῦντα. στυπτηρίαν ἐκκεκαυμένην καὶ σμύρναν μετὰ μέλιτος λεάνας, προεκκλύσας τὸ ὠτίον ἐρίῳ τὸ φάρμακον ἐπιτίθει. ὠτικὴ παρὰ Χρυσάνθου Γρατιανοῦ πρὸς φλεγμονὰς καὶ ἑλκώσεις.
♃ σίλφας χωρὶς πτερῶν δεκαδύο, οἴνου παλαιοῦ καὶ μέλιτος γο στ΄. ῥοιᾶς κέλυφον α΄. πράσου χυλοῦ κύαθον α΄ (S''). ἐν χύτρᾳ καινῇ ἕψε, ἕως τακερωθῇ ἡ ῥοιὰ, εἶτα λέαινε καὶ πρόσβαλε μύρου Συριακοῦ γο α΄. πίσσης ὑγρᾶς γο α΄ (S''). κρομμύων δ΄. τὸν χυλὸν ἐκθλίψας καὶ συλλεάνας ἀπόθου, ἐπὶ δὲ τῆς χρείας χλιάνας σὺν ἐρίῳ ἐπιτίθει. ὠτικὴ πρὸς φλεγμονὰς καὶ πυῤῥοοῦντας. ♃ νάρδου Ἰνδικῆς δραχ. α΄. στυπτηρίας σχιστῆς δραχ. β΄. ὀπίου δραχ. δ΄. σιδίων δραχ. δ΄. κρόκου δραχ. γ΄. σμύρνης δραχ. δ΄. λιβάνου δραχ. δ΄. μέλιτος Ἀττικοῦ δραχ. δ΄. ἀφρονίτρου δραχ. δ΄. καστορίου δραχ. β΄. ἀμυγδάλων πικρῶν δραχ. η΄. πεπέρεως λευκοῦ κόκκους λ΄. ὄξους κύαθον α΄. οὔρου συάγρου τὸ ἴσον, κυάμων Αἰγυπτίων χλωρῶν τοῦ ἐντὸς δραχ. δ΄. λεάνας ὁμοῦ ἀπόθου εἰς κασσιτέρινον ἀγγεῖον, ἐπὶ δὲ τῆς χρήσεως μετὰ ῥοδίνου ἔνσταζε καὶ κροκίδα ἐντίθει πορφυρᾶν. ὠτικὴ πρὸς τὰ ἀπεγνωσμένα, ὡς Ζωΐλος ὁ ὀφθαλμικός. ♃ ὑοσκυάμου σπέρματος τριώβολον, στυπτηρίας σχιστῆς ὀβολοῦ τὸ (S''). σμύρνης δραχ. α΄. καστορίου τριώβολον,

μηκωνείου τριώβολον, κηκίδος τριώβολον, κρόκου τετρώβολον, κινναμώμου τετρώβολον, λιβάνου ὀβολοὺς β΄. ἀφρονίτρου ὀβολοὺς δύο, σανδαράχης ὀβολοὺς β΄. ὀπίου προσφάτου κοχλιάρια τρία, οὔρου συάγρου ἄῤῥενος κοχλιάρια τρία, κογχυλίου αἵματος τριώβολον, μανδραγόρου χυλοῦ ὀβολὸν α΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, κογχυλίῳ ἔμφρασσε τὸ οὖς. ὠτικὴ ἄλλη πρὸς φλεγμονὰς καὶ πυοῤῥοοῦντα θαυμαστή. ♃ πηγάνου τριώβολον, σμύρνης τριώβολον, δαφνίδων ἀληλεσμένων τριώβολον, ὑοσκυάμου χυλοῦ δραχ. α΄. ὀπίου δραχ. α΄. κρόκου δραχ. α΄. σὺν γάλακτι γυναικείῳ χρῶ, ἐγχυματίζων χλιαρόν. ὠτικὴ λίαν καλὴ καὶ δεδοκιμασμένη ἐκ τῶν Ἀπολλωνίου. ♃ σμύρνης δραχ. β΄. λιβανωτοῦ δραχ. β΄. καρύων πικρῶν δραχ. α΄. ἀφρονίτρου δραχ. β΄. σχιστῆς δραχ. α΄. σιδίων δραχ. α΄. ναρδοστάχυος δραχ. β΄. ἀλόης δραχ. γ΄. οἰνομέλιτος παλαιοῦ κυάθους γ΄. τὰ ξηρὰ λεῖα μίσγε τῷ οἰνομέλιτι καὶ ἑψήσας, ἀπόθου εἰς ἀγγεῖον κασσιτέρινον, ἐπὶ δὲ τῆς χρείας χλιαρῷ χρῶ.

[Αἱ ὑπὸ Ἀσκληπιάδου γεγραμμέναι δυνάμεις ὠτικαὶ ἐν τῷ πρώτῳ τῶν ἐκτός.] Ὠτικὴ πρὸς τὰς προσφάτους περιωδυνίας, 

αἷς ἐχρήσατο Νικήρατος, κάλλιστον τοῦτό ἐστιν. ὀνίσκον τῶν κατοικιδίων. ζῶον δέ ἐστιν πολύπουν ἐν τοῖς ὑδρηροῖς ἀγγείοις καὶ ἐν ταῖς κοπρίαις γεννώμενον, κατὰ δὲ τὰς τῶν δακτύλων ἐπαιρήσεις σφαιρούμενον. τούτων λαβὼν τρεῖς ἢ τέτταρας καὶ σὺν ἐλαίῳ ἀποζέσας καὶ τὸ ἔλαιον ἀποθλίψας ἐγχυμάτιζε. ποιεῖ δὲ καὶ ὁ κολοκύνθης χυλὸς, μετὰ ῥοδίνου ἢ ναρδίνου μιγνύμενος καὶ χλιαινόμενος. καὶ περδικίου βοτάνης χυλὸς μετὰ ἐλαίου ἑψόμενος. καὶ κενταυρίου χυλὸς μελικράτῳ διαλυθεὶς, καὶ ὑοσκυάμου χυλὸς ῥοδίνῳ μιγνύμενος. ποιεῖ καὶ ὀποῦ μήκωνος ὀλίγον, γάλακτι γυναικείῳ διαλυθέν. καὶ βοείων κρεῶν οἱ ἀποῤῥέοντες ἰχῶρες ὅτε ὀπτᾶται, ταῦτα δεῖ ὠμὰ πρόσφατα ἐπιτιθέναι ἀνθρακιαῖς καὶ ἔνωμα ὄντα ἐκθλίβειν καὶ τῷ ἐκθλιβομένῳ θερμῷ ὑγρῷ ἐγχυματίζειν. ποιεῖ δὲ καὶ καρύων σεσηπότων τοῦ ἐντὸς τὸ ὑγρὸν, ὄξει διαλυθὲν καὶ ῥοδίνῳ. ποιεῖ δὲ καὶ ὁ Λιβυκὸς κοχλίας, ἀποσβεννύμενος ἐν τῷ οἰκείῳ ὀστράκῳ μετὰ ἐλαίου ναρδίνου ἢ ῥοδίνου. ποιεῖ δὲ καὶ ὑὸς ἀτόκου χολὴ, ἰσοστάθμῳ μέλιτι Ἀττικῷ μιγνυμένη. ἄλλο. ♃ ὀποῦ

μήκωνος, καστορίου, ἀνὰ ὀβολοὺς β΄. γλυκεῖ διαλύσας καὶ ὀλίγον ῥοδίνου ἐπιβαλὼν χλιαίνων ἐγχυμάτιζε. ἄλλο. ♃ ὀποῦ μήκωνος καὶ ὀποῦ πευκεδάνου τὸ ἴσον, διαλύων ἐγχυμάτιζε.

[Πρὸς τὰς μεθ’ ἑλκώσεως φλεγμονὰς Χαριξένου.] ♃ σμύρνης, ὀπίου, καστορίου τὸ ἴσον γλυκεῖ διαλύσας, χλιαίνων ἐγχυμάτιζε. ἄλλο. ♃ ὑοσκυάμου χυλοῦ, ὀποῦ μήκωνος, σμύρνης, καστορίου, ἀνὰ δραχ. δ΄. πεπέρεως δραχ. α΄. προτρόπου τὸ ἱκανόν. πρὸς ξηρὰς καὶ ἀνίκμους ἑλκώσεις. ἔστι δὲ καὶ πεσσὸς ἀγαθός. ♃ οἰσύπου δραχ. δ΄. μυελοῦ ἐλαφείου δραχ. δ΄. βουτύρου δραχ. δ΄. στέατος χηνείου δραχ. δ΄. κηροῦ Τυῤῥηνικοῦ δραχ. δ΄. τερμινθίνης δραχ. α΄. ἐλαίου κικίνου κυάθους β΄. ἐλαίου ἀμυγδαλίνου κυάθους β΄. ἐλαίου κυπρίνου κυάθους δύο, πισσελαίου κύαθον α΄. συντίθει καὶ χρῶ ἐξανιεὶς ὅσον ἐξαρκεῖ ἐλαίῳ ναρδίνῳ μίσγε, ὥστε μέλιτος ἔχειν πάχος. σφόδρα καλὸν καὶ πρὸς τὰς τῶν νεύρων διαθέσεις. ♃ ἐλαίου κυπρίνου κυάθους β΄. ἰρίνου, ῥοδίνου, ἀμυγδαλίνου, ἐλαίου παλαιοῦ ἀνὰ κυάθους β΄. πισσελαίου κύαθον α΄. κηροῦ γο β΄. τερμινθίνης

γο α΄. στέατος χηνείου γο α΄. συντίθει καὶ χρῶ. ἄλλο πρὸς τὰς ἐν βάθει ἀποστάσεις, Ἀντωνίου Μούσα. ♃ κρόκου δραχ. β΄. σμύρνης δραχ. β΄. βδελλίου δραχ. δ΄. καρύων πικρῶν δραχ. η΄. πρασίου χυλοῦ κοτύλης τὸ ἥμισυ, προτρόπου κοτύλης τὸ ἥμισυ, ἕψε τὰ ὑγρὰ καὶ τοῖς λοιποῖς ἐπιβαλὼν ἀνελόμενος χρῶ γλυκεῖ διαλύων ὅσον ἐξαρκεῖ. ἄλλο. ♃ κρόκου, σμύρνης, καστορίου, κενταυρίου ἀνὰ δραχ. β΄. ἀφρονίτρου· δραχ. α΄. ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. η΄. ἑλξίνης χυλοῦ ξεστ. α΄ S". προτρόπου ξεστ. α΄. S". συντίθει καὶ χρῶ καθὰ προείρηται. πρὸς τὰς σὺν ῥεύματι φλεγμονὰς, ᾧ ἐχρήσατο Κλέων. ♃ σμύρνης, ἀλόης, λιβάνου, ὀποῦ μήκωνος ἀνὰ δραχ. β΄. μίσυος ὠμοῦ δραχ. α΄. ὄξει ἀναλάμβανε, ἐν δὲ τῇ χρήσει γλυκεῖ διαλύων ἐγχυμάτιζε. ἄλλο. Ἀρείου Ταρσέως. ♃ σμύρνης δραχ. δ΄ λιβάνου δραχ. δ΄. μίσυος ὠμοῦ δραχ. β΄. λυκίου Ἰνδικοῦ δραχ. δ΄. ἀναλάμβανε ὄξει. ἡ χρῆσις ὡς δεδήλωται. πολλοῦ δὲ ῥεύματος ἐπιγινομένου, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. ♃ κρόκου, λιβάνου, σμύρνης, ὀπίου, λύγου σπέρματος ἀνὰ δραχ. α΄. λυκίου Ἰνδικοῦ, κυτίνων ῥοιᾶς, ῥόδων ἄνθους
ἀνὰ δραχ. β΄. ὄξους κοτύτην α΄. ἕψε λύγου σπέρμα, κυτίνους, ῥόδων ἄνθος εἰς τὸ ὄξος ἐμβαλὼν καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τοῖς λοιποῖς καὶ ἀνελόμενος ἀπόθου. ἐν δὲ τῇ χρήσει γλυκεῖ διαλύσας ἐγχυμάτιζε. πρὸς τὰ πυοῤῥοοῦντα ὦτα μετ’ ὀδύνης ᾧ ἐχρήσατο Κίμων. ♃ καστορίου δραχ. β΄. σχιστῆς, κρόκου, σμύρνης, λιβανωτοῦ ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε ἢ μυρτίνῃ καὶ χρῶ, ἐπὶ μὲν τῶν προσφάτων μετ’ οἰνομέλιτος, ἐπὶ δὲ κεχρονισμένων μετ’ ὄξους. Κλαυδίου Δαμονίκου πρὸς πυοῤῥοοῦντα καὶ χρονίας διαθέσεις. ♃ κρόκου δραχ. γ΄. σμύρνης δραχ. α΄. κάρυα πικρὰ κεκαθαρμένα ἀριθμῷ λ΄. νίτρου ἀφροῦ, νάρδου Συριακῆς, στυπτηρίας σχιστῆς ἀνὰ δραχ. α΄. λιβάνου τριώβολον, ὄξει δριμυτάτῳ ἀναλαμβάνεται καὶ δι’ ὄξους ἀνίεται. πρὸς δυσωδίαν καὶ νομὴν ἡ τῶν Ἱσπανῶν λεγομένη. ♃ γάρου μέλανος ῥωμαϊστὶ λεγομένου ὀξυπόρου ξεστ. α΄. ὄξους σκιλλητικοῦ ξεστ. α΄. μέλιτος Ἀττικοῦ ξεστ. α΄ S". ἕψε μέχρι συστάσεως καὶ ἀνελόμενος εἰς ἀγγεῖον ὑέλινον χρῶ. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω. κολοκύνθης χυλοῦ ξεστ. α΄. συντίθει,
ποιεῖ πρὸς τὰς μετὰ φλεγμονῆς δυσωδίας. Χαριξένου πρὸς φθορὰς καὶ δυσωδίας. ♃ στυπτηρίας Μιλησίας λίτραν α΄. χαλκάνθου λίτρας η΄. ἀλόης δραχ. η΄. κροκομάγματος δραχ. η΄. σμύρνης δραχ. η΄. οἴνου μυρτίνου ξεστ. γ΄. ἕψε στυπτηρίαν καὶ τὸν γλυκὺν, καὶ ὅταν συστῇ ἐπίβαλε τὰ λοιπὰ ὄξει διαλύσας καὶ ἀνελόμενος χρῶ. πρὸς τὰς τῶν σαρκῶν ἐπαναστάσεις, ᾧ ἐχρήσατο Ἡρακλείδης ὁ Ταραντῖνος. ♃ ἰοῦ ξυστοῦ δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. η΄. ἐν ἄλλῳ δραχ. δ΄. μέλιτος κοτύλης S". τὰ ξηρὰ τρίψας καὶ μέλιτι ἀναλαβὼν ἕως ἐρυθρὸν γενέσθαι καὶ ἀνελόμενος χρῶ. ἄλλο. ♃ ἰοῦ δραχ. δ΄. χαλκάνθου δραχ. δ΄. σμύρνης δραχ. δ΄. πρασίου χυλοῦ κυάθους γ΄. μέλιτος τὸ ἱκανὸν, σκεύαζε καθὰ προείρηται. Χαλκηδονία πρὸς τὰς κεχρονισμένας διαθέσεις. ♃ ἐλλεβόρου λευκοῦ δραχ. δ΄. κρόκου δραχ. δ΄. σμύρνης δραχ. δ΄. καστορίου δραχ. δ΄. λιβανωτοῦ δραχ. δ΄. ὀπίου δραχ. δ΄. χαλκάνθου δραχ. ιστ΄. πεπέρεως δραχ. β΄. σμύρναν, ὄπιον λιβανωτὸν, καστόριον, ἔμβρεχε ὄξει ἐναφεψημένων σιδίων μέχρι διαλύσεως, εἶτα ἔμβαλε κεκομμένα, ἐλλέβορον, κρόκον, πέπερι, χάλκανθον, εἶτα τρῖβε ὁμοῦ 
πάντα ἐπιμελῶς, καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλε οἰνομέλιτος τὸ αὔταρκες, ὥστε τὸ πάχος ἔχειν μέλιτος ἀνιεμένου. ἐπὶ δὲ τῆς χρήσεως χλιαίνων ἐγχυμάτιζε. τούτῳ τῷ φαρμάκῳ χρώμενος πολλάκις κατώρθωσα καὶ προκόπτοντος τοῦ χρόνου προσέθηκα τῇ γραφῇ ὀμφακίνου δραχ. α΄. Αἰγυπτία πρὸς τὰς αὐτὰς διαθέσεις, κᾂν ὦσι συγγεγενημέναι. ♃ ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. β΄. κυάμων. Αἰγυπτίων τοῦ ἐντὸς, πεπέρεως λευκοῦ, κρόκου, σμύρνης, ὀπίου ἀνὰ δραχ. β΄. λιβανωτοῦ δραχ. β΄. ὀμφακίου δραχ. δ΄. σχιστῆς δραχ. δ΄. καστορίου δραχ. β΄. χαλκάνθου δραχ. δ΄. ἀφρονίτρου δραχ. β΄. ἀναλάμβανε ὄξει ἐναφεψημένων σιδίων, ὡς γλοιοῦ ἔχειν τὸ πάχος. ἐπὶ δὲ τῆς χρήσεως, αὔταρκες λαβὼν τοῦ φαρμάκου καὶ μύρῳ ναρδίνῳ διαλύσας ἐγχυμάτιζε. πρὸς τὰς ἐκ τῶν ὤτων αἱμοῤῥαγίας Ἡρακλείδου Ταραντίνου, ὥστε μὴ θρομβοῦσθαι. πρασίου τὸν χυλὸν ἑψήσας καὶ ὄξος μίξας ἐγχυμάτιζε. ἢ ῥοιᾶς ἐν ὄξει ἑψημένης τὸν χυλὸν ἐκθλίψας ἐγχυμάτιζε. ἢ πολυγόνου χυλὸν ἐν ὄξει βραχεῖ ἢ ἀκακίαν ἢ ἀμόργην ἢ

λύκιον μετ’ ὄξους. ἄλλο Βότρυος, ἐφεκτικὸν αἱμοῤῥαγίας. βάτου χυλὸν καὶ κυκίδων ἐν ὄξει ἑψημένων τὸν χυλὸν ὁμοῦ μίξας ἐγχυμάτιζε.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα φάρμακα τῶν προγεγραμμένων ἐφεξῆς.] Ὅσα μὲν πρὸς τὰς ὠταλγίας ἔγραψεν ὁ Ἀρχιγένης φάρμακα, πρόσθεν εἴρηται. νυνὶ δὲ προσθήσω καὶ τὰ πρὸς τὰς ἄλλας διαθέσεις ὑπ’ αὐτοῦ γεγραμμένα. ἐπὶ δὲ τῶν ὑγραινομένων πολυγόνου χυλὸν μετὰ ἴσου ῥόδων χυλοῦ ἐγχυμάτιζε. ἢ κρόκον καὶ σμύρναν μετὰ γλυκέος καὶ ῥοδίνου χλιάνας ἔγχει. ἐπὶ δὲ τῶν πυοῤῥοούντων ποιεῖ μὲν καὶ πολύγονον σὺν ῥοδίνῳ ἐγχεόμενον, συμφωνεῖ δὲ ἄκρως οἶνος ἐνσταζόμενος, ἐναφεψημένων αὐτῷ κονύζης τῆς λεπτοφύλλου φύλλων. ἔνιοι δὲ καὶ λίβανον προσμίσγουσι τῷ οἴνῳ. ἢ λύκιον ῥοδίνῳ διεὶς ἔνσταζε. ἢ πρασίου ἀγρίου σπέρμα σὺν ὄξει καὶ ῥοδίνῳ ὁμοίως. ἢ κυμίνου καὶ κρόκου ἴσον σὺν οἴνῳ αὐστηρῷ· ἢ κρόκου καὶ σμύρνης ἀνὰ δραχ. β΄. κάρυα λεπτὰ λελεπισμένα λεάνας μῖξον μετὰ μέλιτος κοτ. (S'').

καὶ πράσον χυλοῦ κοτ. S". λεάνας τὰ ξηρὰ εὖ μάλα καὶ διεὶς τοῖς ὑγροῖς συλλεαίνων ἔνσταζε.

[Περὶ ἡλκωμένων ὤτων.] Ἐπὶ δὲ τῶν ἡλκωμένων ὤτων καὶ αἱμασσομένων καὶ ἀλγούντων χαλβάνην καὶ ὄπιον μετὰ γλυκέος καὶ ῥοδίνου μέλιτος πάχος ἔνσταζε. ἢ ἀντὶ τῆς χαλβάνης ὀπὸν πευκεδάνου μίσγε, καὶ μᾶλλον ποιεῖ. ἢ σπόδιον ὀπτηθὲν λεῖον μετὰ ῥοδίνου ἔγχει. ἢ λύκιον μετὰ γυναικείου γάλακτος μεγάλως ἐνεργεῖ. καὶ τὸ μέλι καθ’ ἑαυτὸ χλιαρὸν ἐγχεόμενον, μάλιστα δὲ ἐφ’ ὧν καὶ δυσωδίαι εἰσίν. ἔνιοι δὲ τοὺς ἐπὶ ταῖς ὑδρίαις ὄνους μετά τινος μύρου ἐνστάζουσι, καὶ ἄκρως ὠφελεῖ. ἢ τὰς κατοικιδίους σίλφας, μετὰ ῥοδίνου ἔνσταζε. καλῶς ποιεῖ πρὸς πᾶσαν ὠτὸς διάθεσιν ἀλώπεκος στέαρ τεταριχευμένον, τηκόμενον καὶ ἐνσταζόμενον. ἢ σπονδυλίου τὸ ἐντὸς σὺν μέλιτι καὶ ῥοδίνῳ ἔγχει, ἢ κλύσας καὶ διαψήσας τὸ οὖς, πράσου ἢ πρασίου χυλὸν μετὰ μέλιτος ἔγχει. ἢ κονίαν τὴν τῶν πηλοποιῶν μετὰ μέλιτος ἀνεζεσμένην, ἢ λίβανον μετὰ ὄξους ἐν ῥοιᾶς κελύφει

ζέσας ἔγχει. ἢ κρόκον καὶ σχιστὴν μετ’ οἰνομέλιτος ὁμοίως ἐν τῷ κελύφει. ζέσας ἔγχει. ἢ κηκίδα λείαν ὀθονίῳ ἐνδήσας ἕψε ἐν οἴνῳ καὶ ἐκ τούτου ἔνσταζε, εὐθέως ἀπόνους ποιεῖ.

[Περὶ σκωλήκων ἐν ὠσίν.] Ἐφ’ ὧν δὲ σκώληκές εἰσιν, ἐλλέβορον λευκὸν μετὰ μέλιτος κάθιε ἢ ξηρὸν ἐμφύσα ἢ χυλὸν βάτου ἔγχει. εἰ δὲ λελεπισμένον τὸ τοῦ ὠτὸς ὀστέον τύχῃ, διελὼν ὄπισθεν τοῦ ὠτὸς ξύσον, ἔπειτα καύσας ἀπούλου ἀλύπως.

[Περὶ τῶν ἐν τοῖς ὠσὶν ἤχων.] Ἔνιοι μὲν αὐτῶν φυσώδους πνεύματός εἰσιν ἔκγονοι, τινὲς δὲ διὰ τὴν ἀκρίβειαν τῆς ἀκουστικῆς αἰσθήσεως γίνονται, καθάπερ ἐν ὀφθαλμοῖς τὰ τῶν ὑποχεομένων φαντάσματα διὰ τὰς ἀπὸ τοῦ τῆς γαστρὸς στόματος ἀναθυμιάσεις, ἀκριβὲς δὲ οὐδετέρας τῶν διαθέσεων γνώρισμα δυνατὸν ἐν ἀρχῇ σχεῖν, οὐ μὴν οὐδὲ ἀτέχνως προσήκει ἄρχεσθαι τῆς τε διαγνώσεως αὐτῶν καὶ τῆς ἰάσεως. εἴρηται γὰρ καὶ δέδεικται πολλάκις οὐχ ἕν τι γένος ὂν ἐλπίδος στοχαστικῆς. εἶναι γὰρ τεχνικὸν στοχασμόν

τινα ἐκ τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων, ὅταν ἐπίστηταί τις αὐτῶν τὰς δυνάμεις, ἄλλης μὲν ἐπὶ ψύξει διαθέσεως γινομένης, ἄλλης δὲ ἐπ’ ἐγκαύσει, καθάπερ γε καὶ πληγῆς προηγησαμένης ἢ νόσου τοίας ἢ τοίας, ὥσπερ γε καὶ ἀπεψίας ἢ οἰνοποσίας δαψιλοῦς ἢ ἐμέτων βιαίων τε καὶ πολλῶν. ἔσθ’ ὅτε καὶ ἐπὶ φαρμάκων ὠτικῶν χρήσει γίνονταί τινες ἦχοι. καὶ τὸ κατὰ βραχὺ δὲ συστῆναι τὸν ἦχον ἢ ἀθρόως γενέσθαι συντελεῖται πρὸς τὴν τῆς διαθέσεως εὕρεσιν. ἔτι τε τὸ διαλείμματα ποιεῖν ἢ παραμένειν τὸ σύμπτωμα διηνεκῶς. ἀκριβὴς δὲ διάγνωσις ἐν τῷ χρόνῳ γίγνεται μετὰ τὴν τῶν τεχνικῶς στοχασθέντων χρῆσιν φαρμάκων. εἰ μὲν οὖν ἐπὶ πυρετοῖς ἦχοι γίνονται, μὴ παρενοχλεῖν, παύονται γὰρ παραυτίκα ὡς ἐπὶ τὸ πολύ. ἐὰν δὲ ὑπονοήσας τις ἐπὶ πνεύματι φυσώδει διέξοδον οὐκ ἔχοντι γίνεσθαι τοὺς ἤχους τὰ τέμνοντα καὶ λεπτύνοντα καὶ διαφοροῦντα φάρμακα προσφέρων ἀνύῃ μηθὲν, ἅμα τῷ δηλονότι καὶ ἀποφλεγματισμοῖς χρῆσθαι καὶ τῇ τῆς ὅλης κεφαλῆς προνοίᾳ, 

πολλὴν ἕξει ῥοπὴν εἰς ὑπόνοιαν εὐαισθησίας ἀκριβοῦς, καὶ μάλιστα ἐὰν ὀξυήκους ὁ πάσχων φαίνηται. τοιούτῳ γοῦν τινι περιπεσὼν ἐγὼ, κεχρημένῳ φαρμάκοις οἷς εἶπον, οὐδὲν δὲ ὠφελουμένῳ, προσέμιξά τι τῶν ναρκούντων τὴν αἴσθησιν, ὁποῖόν ἐστιν ὅ τε τοῦ μανδραγόρου χυλὸς καὶ ὁ τοῦ μήκωνος ὀπός· ὅπερ ἀπήλλαξε τοῦ συμπτώματος αὐτόν. αἱ δὴ οὖν ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν ὠτικαὶ δυνάμεις, πρὸς τὰ τοιαῦτα συμπτώματα γεγραμμέναι, διαφορητικῶν καὶ τμητικῶν φαρμάκων εἰσίν. ἔμπροσθεν μὲν οὖν ἐν τῷ καταλόγῳ τῶν ὠτικῶν δυνάμεων, ἃς ἔγραψεν Ἀνδρόμαχος, ἦσαν ὑπ’ αὐτοῦ τινες λεγόμεναι πρὸς ἤχους ἁρμόττειν ἐκ τῆς τοιαύτης ὕλης συγκείμεναι. νυνὶ δὲ προσθήσω τὰς ὑπ’ Ἀρχιγένους γεγραμμένας.

[Αἱ ὑπ’ Ἀρχιγένους γεγραμμέναι δυνάμεις πρὸς ἤχους.] Ἐπὶ δὲ τῶν ἐξαίφνης ἤχων ὄξος μετὰ ῥοδίνου ἔγχεε, ἢ κύμινον καὶ ἔλαιον, μέλιτος πάχος ποιῶν, ἢ σικύου ἀγρίου ῥίζης

χυλὸν, ἢ αὐτὴν ἕψε τὴν ῥίζαν τῷ ἐλαίῳ. εἰ δὲ ἐπιμένοι πλείονα χρόνον, πᾶσι τοῖς πικροῖς καὶ δριμέσι καὶ λεπτυντικοῖς καὶ διαφορητικοῖς, τοῖς ἀναγραφεῖσιν ἐπὶ τῶν διὰ πάχος χυμῶν ὀδυνωμένων, ἕκαστον ἕψων σὺν ὄξει καὶ μέλιτι, προσπλέκων ἢ κατακλίνας τὸν πάσχοντα καὶ νίτρον ὠμὸν λεῖον ἐμπάσας εἰς τὸ οὖς, ὄξος δριμὺ χλιαρὸν ἔγχει. εἶτα ἐπειδὰν παύσηται ζέον, ἐρίῳ ἑψήσας καρύων πικρῶν χυλὸν ἔγχει καὶ ἀπόφραττε ἐρίῳ. ἢ νίτρον καὶ σμύρναν εὖ ἑνώσας μετὰ ῥοδίνου καὶ ὄξους καὶ μέλανος γραφικοῦ παχέος ἔνσταζε. ἢ πτερῷ βάπτων δὶς τῆς ἡμέρας ἐπιτίθει, ἢ καστορίῳ καὶ ναρδίνῳ ἴσοις μετ’ ὄξους καὶ ῥοδίνου χρῶ, ἢ ὄξει καὶ νίτρῳ καὶ μέλιτι κλύζε. ἐφ’ ὧν δὲ διὰ πολλὴν αἴσθησιν ἐγγίνεται ἦχος, καστόριον καὶ κωνείου σπέρμα λειώσας σὺν ὄξει ἐπίσταζε. ἐπὶ δὲ τῶν ἐκ νόσου ἤχων ἀψινθίου ἀφεψήματος πυριάσας, τὸ ὄξος καὶ τὸ ῥόδινον ἔγχει, ἢ ῥαφάνου χυλὸν μετὰ ῥοδίνου, ἢ ἀλόην καλλίστην μετ’ οἰνομέλιτος ἀνεθεῖσαν. εἰ δ’ ἐπιμένοι, ἐλλέβορον μέλανα ἑψήσας

μετ’ ὄξους χρῶ. τοιαῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψε πρὸς τοὺς ἐν τοῖς ὠσὶν ἤχους, ὁ δ’ Ἀπολλώνιος ἐν τῷ πρώτῳ τῶν εὐπορίστων τὰ ὑπογεγραμμένα.

[Τὰ ὑπ’ Ἀπολλωνίου πρὸς ἤχους καὶ βόμβους καὶ συριγμοὺς καὶ ἐμπνευματώσεις.] Ὄξος δριμὺ χλιαίνων ἔνσταζε. ἔλαιον καὶ ὄξος χλιαίνων ἔνσταζε. μέλι Ἀττικὸν θερμὸν ἔνσταζε. δάφνινον ἔλαιον ὡσαύτως. πράσου χυλὸν μετὰ γάλακτος γυναικείου ἢ ῥοδίνου ἐγχυμάτιζε. σικύου ἀγρίου τὸν καρπὸν χυλίσας ἢ φύλλα δι’ ὀθονίου ἔνσταζε. κολοκύνθης ἀγρίας ἐντεριώνην ἐλαίῳ διεὶς ἔγχει, κύμινον λεῖον καὶ μυελὸν μόσχειον ἔνσταζε. σικύου ἀγρίου ἐντεριώνην ἐλαίῳ διεὶς ἔγχει, βάλανον μυρεψικὴν τρίψας καὶ στέαρ χήνειον καὶ ῥητίνην, ἴσα μίξας ἔνσταζε. λινόσπερμα τρίψας καὶ διεὶς μύρῳ Ἀραβικῷ ἔνσταζε. μίσυ λεάνας καὶ διεὶς μύρῳ ῥοδίνῳ χρῶ. πήγανον καὶ κύμινον ἴσα τρίψας καὶ διεὶς καὶ εἰς μέλι μίξας ἔγχει. ὕσσωπον τρίψας καὶ κεδρίνῳ διεὶς ἐλαίῳ ἔνσταζε, ἀμυγδάλων πικρῶν ἔλαιον μέλιτι μίξας. ἐὰν δὲ ἐνεργεστέρῳ

βούλῃ χρῆσθαι, σύμπλεξον τοῦτο τῷ προτέρῳ, ἄγνου καὶ ἀσκαλαβώτου κεφαλὴν τρίψας ἐξ ἴσου καὶ μίξας ἔλαιον ἔνσταζε. νίτρον καὶ ῥητίνην καὶ στέαρ χήνειον, ἴσα μετ’ ἐλαίου μίξας καὶ διαλύσας χρῶ. κρόμμυον καὶ σκόροδον καὶ στέαρ χήνειον ἴσα τρίψας καὶ διηθήσας ἔγχει καὶ προεκκλύσας ὕδατι θερμῷ νίτρον λεῖον ἐμφύσα.

[Πρὸς ὦτα ἡλκωμένα καὶ ἰχωῤῥοοῦντα τοῦ αὐτοῦ.] Πρώτους μὲν ἔγραψε κλυσμοὺς Ἀπολλώνιος, δεύτερα δὲ τὰ ἔγχυτα φάρμακα καὶ τρίτα τὰ ξηραντικὰ καὶ τέταρτα τὰ ἐμφυσώμενα κατὰ τὴν ὑπογεγραμμένην λέξιν ἑρμηνεύων ταῦτα. κλυσμοί. ὕδατι θερμῷ συνεχέστερον ἔκκλυζε. φακοῦ ἀφεψήματι ὡσαύτως. ὑδρομέλιτι θερμῷ παραπλησίως ἔκκλυζε. κισσοῦ ἀποβρέγματι ἢ ἀφεψήματι μετ’ οἴνου χρῶ. σιδίων ἀποβρέγματι ἢ ἀφεψήματι μετ’ οἴνου παραπλησίως. κηκίδος ἁδρᾶς ἀφεψήματι μετ’ οἴνου μυρσίνην ἀφεψημένην ἐν οἴνῳ κλύζε. οἴνῳ μετ’ ὀλίγης στυπτηρίας τετριμμένης χρῶ. στοιβῆς καρπὸν ἐν οἴνῳ ἑψήσας κλύζε. οὖρον καὶ οἶνον μίξας καὶ θερμάνας ἔκκλυζε, πίσσης ὀῤῥῷ ἐγχυμάτιζε. ἐλαίας φύλλα

χυλίσας καὶ μέλιτι μίξας, συνέψησον καὶ τούτῳ χρῶ. μηκώνιον διεὶς γλυκεῖ ἔνσταζε. κρομμύου χυλίσματι μετὰ μέλιτος χρῶ. πηγάνου ἀγρίου χυλὸν μετ’ οἴνου καὶ ῥοδίνου ἐλαίου, ἐν ῥοιᾶς σιδίῳ τεθερμασμένον ἔνσταζε. χολὴν βοὸς ἢ συὸς ἐν σιδίῳ ῥοιᾶς χλιαρὰν ἔνσταζε. χολὴν αἰγὸς ἢ προβάτου. ἢ χελώνης θαλασσίας μετὰ γάλακτος γυναικείου χλιαρὰν ἔνσταζε. καρδάμωμον τρίψας μετὰ μέλιτος ἔνσταζε. πευκεδάνου ὀπὸν ῥοδίνῳ διεὶς χρῶ. ἀλόην καὶ κροκόμαγμα διεὶς ἔνσταζε. ἀψινθίῳ λείῳ μετὰ μέλιτος χρῶ. σμύρνην καὶ ῥητίνην καὶ στέαρ χήνειον μετ’ ἐλαίου τρίψας ἐγχυμάτιζε. τὸ λίπος τὸ ἐπιγινόμενον ἐπὶ τοῦ τυροῦ ἐν τοῖς κεραμείοις συγκειμένου χλιάνας ἔνσταζε. διφρυγὲς λεάνας μετὰ μέλιτος ἔνσταζε. στυπτηρίαν σχιστὴν λεάνας μετὰ γλυκέος καὶ ὄξους ἕψησον, ἕως ἂν μέλιτος σχῇ πάχος καὶ χρῶ. ξηραντικά. κεδρίαν μέλιτι μίξας ἔνσταζε. πεπέρεως λευκοῦ κόκκους τρεῖς διεὶς μύρῳ Αἰγυπτίῳ, κόγχῃ μικρᾷ λεάνας ἔνσταζε. κρόκου καὶ ψιμμυθίου ἴσα τρίψας καὶ διεὶς ῥοδίνῳ ἔγχει. μελάνθιον καὶ θεῖον ἴσα τρίψας καὶ διεὶς ῥοδίνῳ καὶ μίξας 

μύρον ἴρινον καὶ στέαρ αἴγειον, ἴσα καὶ αὖθις τρίψας χρῶ. σμύρναν καὶ θεῖον ἴσα τρίψας καὶ ἐλαίῳ μίξας ἔνσταζε. σμύρναν καὶ σίδιον ῥοιᾶς γλυκείας ἴσα τρίψας καὶ μέλιτι διεὶς ἔγχει. θηρία τὰ ἀπὸ τῶν δένδρων, ὥσπερ σκώληκας ἐρυθροὺς, τρίψας καὶ διεὶς ἐλαίῳ χρῶ. θηρίον ὃ γῆς ἔντερον καλεῖται, ἑψήσας καὶ διασήσας ἔνσταζε. ῥητίνην καὶ μέλι καὶ ἔλαιον ἴσα μίξας καὶ διαλύσας ἔνσταζε. ῥοιὰν λαβὼν γλυκεῖαν καὶ περιτεμὼν τὸν ὀμφαλὸν ἐκκόκκισον, εἶτα ἐγχέας γλυκέος κύαθον καὶ προσεπιπάσας χαλκάνθου λείου ὀβολοὺς δύο, συνέψησον μέχρις ἂν σύμμετρον πάχος σχῇ καὶ χλιαρῷ χρῶ.

[Ἐμφυσητικά.] Κηκίδα λείαν ἐμφύσα. πέπερι στογγύλον μετ’ οἴνου συντρίψας ἔμπασον. τῷ δ’ αὐτῷ χρηστέον καὶ ἐγχύματι μᾶλλον διειμένῳ. ὀμφάκινον καὶ κηκίδα πεφωγμένην, ἴσην λεάνας ἐμφύσα. χρηστέον δὲ καὶ περιπάτοις καὶ κοιλίας κενώσεσι καὶ σιτίων ὑποστολῇ καὶ διακαθάρσει τῶν ὤτων ἐπιμελέστερον. πρὸς τὰ κάθυγρα ὦτα. πρὸς δὲ τὰ κάθυγρα τῶν ὤτων, οὕτω γὰρ αὐτὸς ὀνομάζει, φάρμακα

χρήσιμά φησιν ὁ Ἀπολλώνιος τὰ ὑπογεγραμμένα. μίσυ καύσας ἐν ὀθονίῳ καὶ σὺν αὐτῷ λεάνας ἐμφύσα. κηκίδα καύσας καὶ τρίψας παραπλησίως χρῶ. σποδὸν λείαν ὡσαύτως, στυπτηρίαν ὀπτήσας ἐπ’ ὀστράκῳ καὶ λεάνας, ἔλαιον προσεγχέας ἐμφύσα. τῷ δ’ αὐτῷ τῆς ἐπιμελείας τρόπῳ χρῶ.

[Πρὸς δυσηκοΐας.] Πρὸς δὲ τοὺς ὑποκώφους, εἴτε δυσκώφους εἴτε δυσηκόους ἐθέλοι τις ὀνομάζειν, τῶν μὲν μικρῶν φωνῶν μηδ’ ὅλως ἀκούοντας, τῶν δὲ μεγάλων μόγις, ὑποπτευτέον τὸ σύμπτωμα, κατὰ βραχὺ γὰρ αὐξανόμενον ἐν τῷ χρόνῳ κωφότητα τελείαν ἀπεργάζεται. καθαρτέον τοίνυν ἐστὶ τῇ ἱερᾷ καὶ τοῖς διὰ τῆς κολοκυνθίδος καταποτίοις, ἀποφλεγματιστέον τε καὶ κεφαλὴν ξηραντέον, ἅπαντί τε τρόπῳ ῥωστέον, ὡς ἐπιδέδεικται πολλάκις. ἔστι δὲ καὶ διαίτῃ λεπτυνούσῃ χρηστέον, εἰς αὐτὸ δὲ τὸ οὖς ἐμβλητέον φάρμακα διαιρετικά τε καὶ τμητικὰ καὶ λεπτυντικὰ γλίσχρων τε καὶ παχέων χυμῶν, ὧν ἡ ὕλη τοιάδε τίς ἐστιν.

[Τὰ ὑπ’ Ἀπολλωνίου γεγραμμένα κατὰ τὸ πρῶτον τῶν εὐπορίστων, πρὸς δυσηκοΐαν φάρμακα κατὰ λέξιν οὕτως.] Πρὸς τὰς δυσηκοΐας τὰς ἐξαπίνης καὶ τὰς ἐκ τῶν κεφαλαλγιῶν ἀψίνθιον μεθ’ ὕδατος ἑψήσας, πυρία διὰ καλάμης κατὰ τὸν ὑποδεδειγμένον διὰ καλάμου τρόπον. δαφνίδας ἢ φύλλα δάφνης ἑψήσας ἐν ὕδατι παραπλησίως χρῶ. ὀρίγανον ὁμοίως, ὕσσωπον ὁμοίως, θάλασσαν καὶ ὄξος ὁμοίως. τοῖς δ’ αὐτοῖς τούτοις χρηστέον καὶ ἐν χυτρίδι ἑψημένοις, καὶ τῇ διὰ τῆς χυτρίδος δεδηλωμένῃ πυρίᾳ. κλυσμοί. ὄξει λευκῷ καὶ ὕδατι ἴσοις καὶ νίτρῳ λείῳ ὁμοῦ ἐξεσμένοις κλύζε ἐφ’ ἡμέρας πλείους, καὶ μετὰ ταῦτα κλύζε ὕδατι θερμῷ δαψιλεῖ. ἐνστάξεις. καὶ οὕτως ἐγχυμάτιζε τοῖς πρὸς ταῦτα ἀναγεγραμμένοις. πράσου χυλὸν καὶ ἴρινον μύρον μίξας ἔνσταζε. χολὴν βοείαν καὶ αἰγείαν καὶ μύρον ῥόδινον μίξας ἔνσταζε. κρομμύων χύλισμα καὶ ῥητίνην ἐλαίῳ διεὶς ἐξ ἴσου χρῶ. καρύων ἔλαιον καὶ ῥητίνην μίξας, ἐξ ἴσου χρῶ. στυπτηρίαν ὄξει διεὶς ἔνσταζε. σμύρναν καὶ στυπτηρίαν ἴσην

λεάνας καὶ διεὶς ὄξει ἐγχυμάτιζε. στέαρ χήνειον καὶ χολὴν βοὸς καὶ δάφνινον ἴσα μίξας ἔνσταζε. κισσοῦ ἀγρίου τὸν καρπὸν χυλίσας δι’ ὀθονίου ἔνσταζε. ἐλλέβορον μέλανα σὺν ὄξει λεάνας καὶ μέλιτι ἐπὶ πολὺ ἑψημένῳ ἀναλαβὼν ποίει κολλύρια βαλανοειδῆ μικρὰ καὶ ἐντίθει τῷ πόρῳ καὶ ἔα ἐπὶ ἡμέρας ε΄. γῆρας ὄφεως τρίψας μετ’ ὄξους ἔνσταζε. τῷ δ’ αὐτῷ καὶ μετὰ χολῆς βοείας ἢ αἰγείας ἢ χελώνης θαλασσίας ἢ τοῦ καλλιωνύμου διειμένου χρῶ. καρδάμου τὸ ἱκανὸν καὶ νίτρου βραχὺ, σύκου σαρκὶ χωρὶς τῶν κεγχραμίδων ἀναλαβὼν ποίησον κολλύριον ἁρμόττον τῷ πόρῳ τῆς ἀκοῆς καὶ ἔνθες, κομίζου δὲ αὐτὸ τριταῖον. τοῦτο ἄγει ῥύπον ἱκανὸν καὶ παραχρῆμα κουφίζει. ἐπιμελητέον δὲ καὶ τοῦ λοιποῦ σώματος, περιπάτοις τε πρὸς δύναμιν ἱκανῶς καὶ τρίψει τῆς κεφαλῆς καὶ τῶν ἄλλων μερῶν, ἔτι δὲ ἀποφλεγματισμοῖς καὶ διακλύσμασιν ἀποκρίνειν δυναμένοις, τροφαῖς τε χρηστέον πλήθει συμμέτροις καὶ κατὰ τὸ γένος εὐλύτοις τε καὶ εὐεκκρίτοις. βοηθεῖ δὲ ἱκανῶς τοῖς ἐν ταύτῃ τῇ διαθέσει

καθεστῶσι καὶ σπογγίον εἰς λεπτὰ κατατετριμμένον καὶ συνεστραμμένον καὶ μέλιτι καταβεβρεγμένον καὶ εἰς τὴν ἀκοὴν ἐπιτιθέμενον. τὸ δ’ αὐτὸ τοῦτο χρήσιμόν ἐστι καὶ πρὸς τὴν σάρκα, τὴν φυομένην ἐν τῷ πόρῳ τῆς ἀκοῆς. ἐπὶ δὲ τούτοις ἔφησε χρηστέον εἶναι τῇ διὰ τῆς χυτρίδος δεδηλωμένῃ πυρίᾳ, ἣν αὐτὸς δηλονότι πρόσθεν ἐγεγράφει κατὰ τὰ τῆς ἀκοῆς βοηθήματα. παραλέλοιπα δὲ αὐτὴν ἐγὼ, κατεγνωκὼς διὰ τὸ κλυσμὸν μέν τινα ποιεῖν τοῖς ὀδυνωμένοις, ὠφέλειαν δὲ οὐδεμίαν. διὰ τοῦτο νῦν αὐτὴν προσθήσω. τοὺς γὰρ δυσκωφοῦντας εἰκός ἐστιν ὑπ’ αὐτῆς ὠφεληθήσεσθαί τι τῶν ἐναντίων βοηθημάτων δεομένους τοῖς ὀδυνωμένοις. ἡσυχίας μὲν γὰρ ἀκριβοῦς ἐν ταῖς ὀδύναις χρήζει τὰ πεπονθότα μόρια, κινήσεως δὲ σφοδρᾶς καὶ ὡς ἂν εἴποι τις μεταποιήσεως εἰς ἐναντίαν διάθεσιν τῆς οὔσης τὰ δυσκωφοῦντα.

[Πυρίαι πρὸς ὠταλγίαν αἱ ὑπὸ Ἀπολλωνίου γεγραμμέναι κατὰ λέξιν οὕτως.] Πυρίαις δὲ χρηστέον ταῖς διὰ τῶν 

σπόγγων, εἰς θερμὸν ὕδωρ ἀποβεβρεγμένων τούτων, ἱκανῶς τε ἐκτεθλιμμένων καὶ ταῖς διὰ τῆς σικύας, ἔτι τε ταῖς διὰ τοῦ ἀτμοῦ τῶν τετρημένων καλάμων. χρὴ δὲ τὸ μὲν ἕτερον τοῦ καλάμου πέρας ἡρμόσθαι τῇ κοιλότητι τοῦ ὠτίου, τὸ δὲ ἕτερον ἐν χύτρᾳ πῶμα τετρημένον ἐχούσῃ καὶ πάντοθεν ἐστεγνωμένῃ ἐγκεῖσθαι. ἔστω δὲ ἀψίνθιον ἐν ὕδατι ἀπεζεσμένον ἐχούσῃ ἐν αὐτῇ, ὥστε τὸν ἀναφερόμενον χυμὸν προσπίπτειν τῷ τῆς ἀκοῆς πόρῳ, ὡσαύτως δὲ πυριατέον καὶ στέατι περὶ ὀβελίσκον ὠπτημένῳ. σφόδρα δὲ ἁρμόζει καὶ ὁ ὑπογεγραμμένος τῆς πυρίας τρόπος. οὖρον μάλιστα μὲν ταύρου, εἰ δὲ μὴ, βοὸς, ὡς παλαιότατον εἰς χύτραν ἐγχέοντα καινὴν στενόστομον καὶ ὄξος τὸ τρίτον μέρος, τοῦ οὔρου μίξαντα καὶ μυρσίνην κεκομμένην, ὄστρακα πίθου τοῖς μεγέθεσιν ἱκανὰ διάπυρα ποιήσαντα, ἐμβάλλειν εἰς τὴν χύτραν, εἶτα κλίναντα τὸν ἄνθρωπον εἰς τὸ οὖς προσθεῖναι τὴν χυτρίδα καὶ οὕτω πυριᾷν. περὶ δὲ τὸ οὖς σπεῖραν χρὴ ποιεῖν ἐξ ἐρίου, πρὸς τὸ μὴ κατακαίεσθαι τοὺς ἐν κύκλῳ τόπους. χρηστέον δὲ καὶ ἀλεύρῳ κριθίνῳ τε καὶ πυρίνῳ μετ’

οἴνου ἑψημένῳ καὶ ἰρίνῳ μύρῳ θερμῷ πυρίας χάριν. ἐπὶ δὲ τὸ οὖς ἄνωθεν ἐπιθετέον ἔρια μαλακὰ καὶ καθαρὰ οἴνῳ καὶ ἐλαίῳ κατειργασμένα καὶ ἄλευρον κρίθινον ἢ πύρινον, ποτὲ μὲν αὐτὸ καθ’ αὑτὸ ἑψημένον μετ’ οἴνου καὶ ἰρίνου μύρου, ποτὲ δὲ καὶ μίγμα ἔχον περιστερᾶς ἀφόδου καὶ ἀριστολοχίας λεπτῆς ἴσον. συνοίσει δὲ καὶ τροφῆς ἔνδεια καὶ λεπτὴ δίαιτα καὶ κοιλίας κένωσις ἀξιόλογος, ἔτι δὲ ἀνάπαυσις, ἡσυχία, σκέπη τῆς κεφαλῆς, πόμα θερμὸν ὕδωρ, μελίκρατον, πτισάνης χυλὸς μετὰ μέλιτος ἄχρις ἂν ἐνδῶσιν οἱ πόνοι.

[Ἀρχιγένους τὰ πρὸς δυσηκοΐας καὶ κωφώσεις αὐτοῖς ὀνόμασι γεγραμμένα.] Ἐπὶ δὲ δυσηκοΐας τοῦ φλοιοῦ τῆς ῥαφάνου τὸν χυλὸν σὺν ῥοδίνῳ ἢ κυπρίνῳ χλιάνας ἔνσταζε. ἢ χαλβάνην σὺν ὄξει καὶ μέλιτι ζέσας. ἐπὶ δὲ τῶν ἐπιγενομένων κωφώσεων ἐλλεβόρου μέλανος ὅσον ὄροβον, ἐν μέλιτι ἑφθῷ τίθει καὶ ἔα ἕως ἂν τὸ ἐμποδίζον διαφράγῃ. ἢ ἀψινθίου ἐκκλύσας ἀφεψήματι μέλι καὶ ἔλαιον ἔνσταζε. ἢ κολλύριον καθέντες διὰ νίτρου καὶ σύκου καὶ νάπυος, οὐκ ἐξαιροῦμεν ἡμέρας τρεῖς. μετὰ τοῦτο δὲ ὀξείαις φωναῖς ἐμβοῶμεν

συνεχέσι καὶ αὖθις βαρείαις, ἐνσαλπίσαντες δὲ αὐτοῖς ὕστερον ἀποκαθιστῶμεν, μεθ’ ἃ ἐγχέομεν ὠφελίμως ἀσφοδέλου ῥίζας ἐλαίῳ παλαιῷ ἀφεψήσαντες, αἰγείῳ τε οὔρῳ ἐκκλύζομεν συνεχῶς. πρὸς δὲ τὰς ἐκ κεφαλαλγιῶν κωφώσεις ῥαφάνου χυλὸν μετὰ ῥοδίνου ἔγχεον. ἢ σικύου ἀγρίου χυλὸν τῶν φύλλων. ἢ καστορίου μετὰ δαφνίδων καὶ ὄξους ἢ ἀλλεβόρου μέλανος λευκῷ ὄξει πεφυραμένου ὅσον ὄροβον, μέλιτι μίξας ἑφθῷ βαλάνια ποιῶν ἐντίθει. τοῦ αὐτοῦ περὶ τῶν ἐμπιπτομένων τοῖς ὠσὶ σωμάτων. εἰ δὲ ὕδωρ εἰς τὸ οὖς ἐμπέσοι, βοηθεῖ μὲν τὸ ὄξος καὶ ἐφ’ ἑνὶ ποδὶ τῷ κατὰ τὸ πάσχον οὖς ἅλλεσθαι, παρεκκλίναντά πως ἑαυτὸν, ἐκκρίνεται γὰρ αὐτόθι εὐχερῶς. καὶ ὁ ἐκμυξησμὸς δὲ ἄκρως ἐπισπᾶται διὰ ψιλοῦ τοῦ στόματος ἢ καὶ διὰ καλαμίδος, εἶτα δι’ ἐρίου διαψήσας τῶν προειρημένων τι μύρων ἔνσταζε. ψηφῖδος δὲ ἐμπεσούσης τῷ πόρῳ τοῦ ὠτὸς ἢ κυάμου ἢ τινος παραπλησίου ἔκκλυζε. ἢ μηλωτρίδι περιελίξας ἔριον καὶ ἐμβάψας ῥητίνῃ ἀνάσπα ἢ διά τινος τῶν ἐχεκόλλων φαρμάκων.
εἰ δὲ μὴ ὑπακούοι, πταρμικὸν εἰς τὰς ῥῖνας ἐνιεὶς ἔμφραττε τὸ στόμα καὶ τοὺς ῥώθωνας. κατὰ γὰρ τὴν γεγενημένην ἔντασιν τοῦ πνεύματος ἐκφυσᾶται τὸ ἐμπεσόν. ποίει δὲ συνεχῶς ἄχρις ἂν ἐκπέσῃ. εἰ γὰρ ἐμμείνῃ ἐπιφλεγμαῖνον τὸ οὖς, σπασμοὺς ἐπιφέρει. κάλλιστα δὲ συνεργεῖ εἰς τὴν τῶν ἐμπεσόντων ἀποβολὴν καὶ ὁ κατασεισμὸς, εἰ μὲν παιδίον ᾖ, τῷ ποδὶ κατεχόμενον καὶ ἐπὶ κεφαλῇ αἰωρούμενον μετὰ κατασεισμοῦ, εἰ δὲ τέλειος εἴη ὁ πάσχων, κατακλίνας αὐτὸν ἐπὶ σανίδα κατὰ τὸ πάσχον οὖς, καὶ κελεύων τὴν κεφαλὴν ἐρείδειν τῇ σανίδι, ἔπειτα κουφίζων τὸ πρὸς τὴν κεφαλὴν μέρος τῆς σανίδος, ἔα καταφέρεσθαι καὶ τοῦτο ποίει πλειστάκις. κινηθήσεται γὰρ τὸ ἐμπεσὸν καὶ προβιβασθήσεται περὶ τὰ προχειρότερα μέρη τοῦ πόρου, μετὰ δὲ ταῦτα κυαθίσκῳ στενῷ μικρῷ μηλωτρίδος ἀνάσπα εὐφυῶς. εἰ δὲ κύαμος ἐμπεσὼν ἤ τι ἕτερον παραπλήσιον καὶ ἐμμεῖναν, διάβροχόν τε γενόμενον καὶ ἐξοιδῆσαν, ὀδύνας ἐπιφέροι, ὁλόκληρον μὲν αὐτὸ ἐξελεῖν ἀδύνατον, χρὴ δὲ τῷ κυαθίσκῳ

τῆς μηλωτρίδος εὐφυῶς αὐτὸ διαμερίζειν καὶ οὕτω κατὰ βραχὺ ἐκφέρειν, ἔπειτα ἕψημα ἢ γλυκὺν οἶνον θερμὸν ἐγχεῖν καὶ παρηγορεῖν τὸν πόρον διὰ τὸν γινόμενον σπαραγμόν. ζώου δέ τινος ἐμπεσόντος, σκαμμωνίαν διεὶς ὄξει ἢ ἀψινθίου χυλὸν ἢ πευκεδάνου χυλὸν, καὶ νίτρου καὶ θείου μετὰ χυλοῦ ῥαφάνου ἔνσταζε.

[Ἀπολλωνίου περὶ τῶν αὐτῶν.] Ἀπολλώνιος δὲ περὶ τῶν αὐτῶν οὕτως ἔγραψε. πρὸς ψύλλας καὶ σκώληκας ἐν ὠσὶ καὶ τὰ λοιπὰ τὰ εἰς τὸν πόρον τῆς ἀκοῆς εἰσδυόμενα. ὄξος καὶ ἔλαιον ἔνσταζε. ἢ καππάρεως χυλὸν ἔνσταζε. ἢ ἀμύγδαλα πικρὰ τρίψας καὶ τὸ ἐλαιῶδες αὐτῶν ἐκθλίψας ἔνσταζε. ἄλλο. ἐλλέβορον λευκὸν λεῖον ἔμπασσε. ἢ ἀριστολοχίαν λείαν ἔμπασον. ἢ καλαμίνθης χυλὸν ἔγχει. ἢ κινναβάρεως χλωρᾶς ἔνσταζε. ἢ ἐλλέβορον λευκὸν μετ’ οἴνου ἐγχυμάτιζε. ἢ στυπτηρίας καὶ κολοκύνθης τῆς ἀγρίας τοῦ σπέρματος ἢ τῆς ἐντεριώνης ἴσον τρίψας μετὰ κεδρίνου ἐλαίου ἔνσταζε. ἢ κρόμμυον τρίψας καὶ ὑσσώπου τὸ ἴσον οὔρῳ παλαιῷ διεὶς ἐγχυμάτιζε. ἢ σμύρναν τρίψας ὄξει τε καὶ 

μέλιτι διεὶς ἴσοις χρῶ. ἢ χαλκῖτιν ὠμὴν τρίψας καὶ μέλιτι διεὶς ἐγχυμάτιζε. καθόλου δὲ ἐξαιρετέον τὰ εἰς τὸν πόρον ἐμπίπτοντα τοῦτον τὸν τρόπον. ὠτογλυφίδι ἢ λαβίδι ἢ ἐρίῳ μαλακῷ περὶ μηλωτρίδα περιειλημένῳ καὶ περιεῤῥητινωμένῳ ἢ ἄγκιστρον ἔχοντι λεπτόν. πρὸς ῥύπον τὸν ἐν ὠσί. νίτρον ὀπτὸν λεάνας ἔμπλασον εἰς τὸ οὖς καὶ ἐπίσταξον ὄξος καὶ ἔριον προσθεὶς, ἔασον διὰ νυκτὸς, τῇ δ’ ὑστεραίᾳ κλύσον ὕδατι καὶ ἐλαίῳ θερμῷ. πρὸς δὲ τὸ ἐναπολαμβανόμενον ὕδωρ κρομμύου χυλὸν καὶ στέαρ χήνειον χλιάνας ἔνσταζε. ἢ ῥοιᾶς ἀπυρήνου γλυκείας καὶ ὀξείας χυλὸν ἑψήσας ἐν χαλκῷ ἀγγείῳ, ἕως λειφθῇ τὰ δύο μέρη, χρῶ, ὅσον δύο σταλαγμοὶ ἐνστάζων. ἢ σμύρναν τρίψας ὄξει καὶ μέλιτι ἐγχυμάτιζε.

[Ἐκ τῶν Κρίτωνος ὠτικῶν φαρμάκων γεγραμμένων αὐτοῖς ὀνόμασι.] Ὠτικαὶ πρὸς τοὺς ἀπὸ νόσων ἤχους. ἀψίνθιον ἑψήσας ἐν ὕδατι πυρία καὶ ῥόδινον μετ’ ὄξους ἔνσταζε. ἢ ῥαφάνου χυλὸν τοῦ φλοιοῦ μετὰ ῥοδίνου ἔνσταζε. ἢ ἀλόην μετ’ οἴνου καὶ μέλιτος. ἢ λίβανον μετ’ ὄξους καὶ ῥοδίνου,

ἐν κελύφῳ ῥοιᾶς ἑψηθέντα, ὡς γενέσθαι μελιτῶδες. ἢ ὑοσκυάμου χυλὸν σὺν ῥοδίνῳ χλιαρόν. ἢ καλάμου χλωροῦ χυλὸν τῶν ῥιζῶν σὺν γάλακτι. ἢ ῥάμνου χυλὸν σὺν νάρδῳ Κελτικῇ. ἢ κηκίδα μέλαιναν μετὰ σμύρνης ἴσης σὺν μέλιτι. ἢ λύκιον μετ’ οἰνομέλιτος ἔνσταζε. ἢ ἀλώπεκος στέαρ. πρὸς τὰς χωρὶς ὑγρότητος περιωδυνίας τὰς ἐν ὠσὶ καὶ πυοῤῥοίας. ♃ οἴνου παλαιοῦ γο α΄ S". μέλιτος Κορσικοῦ γο α΄. νίτρου ἐρυθροῦ γο τὸ S". λυκίου Ἰνδικοῦ γο α΄. λειοτρίβει τὸ λύκιον μετὰ τοῦ οἴνου καὶ τοῦ νίτρου καὶ ἐπίμιξον τὸ μέλι καὶ εἰς ὑέλινον ἀγγεῖον ἀπόθου καὶ ἐγχυμάτιζε χειμῶνος μὲν δὶς τῆς ἡμέρας, θέρους δὲ πλεονάκις, καὶ ἐντίθει κροκύδα κογχυλίου. πρὸς ὦτα πυοῤῥοοῦντα. στυπτηρίαν σχιστὴν λειώσας παρέγχει ὄξος καὶ τρίψας ὡς γλοιοῦ ὑγροτέραν σχεῖν σύστασιν, ἀναλάμβανε πλακὶ ἐρίου καὶ ξηράνας τὸ ἔριον. ἐκ τούτου ἐντίθει εἰς τὸ οὖς. ἢ αὐτὸ τὸ φάρμακον ὑγρὸν δι’ ἐρίου περὶ μηλωτίδα καθιεὶς εἰς τὴν ἀκοὴν, διάχριε αὐτὴν καθ’ ἡμέραν. πρόσβαλλε δὲ καὶ γλυκέος ὀλίγου, ἵνα μὴ ξηραίνηται.

[Ἀρχιγένους πρὸς τὰ ἔξωθεν τοῦ πόρου τῶν ὤτων πάθη.] Πρὸς δὲ τὰ τῶν ὤτων ἔξωθεν τοῦ πόρου πάθη Ἀρχιγένης μὲν οὕτως ἔγραψεν. ἐπὶ δὲ τῶν τεθλασμένων ὤτων, σμύρναν, λίβανον, γῆν μέλαιναν ᾗ τινες σμῶνται σὺν ὄξει δριμεῖ, εὖ ἑνώσας κηρωτῆς πάχος κατάπλασσε καὶ μὴ ἐρέθιζε μηδαμῶς. ἢ ψιμμυθίου καὶ σελίνου σπέρμα ἴσα μετὰ μέλιτος κατάχριε, τινὲς ἀψίνθιον ἀντὶ ψιμμυθίου γράφουσιν. ἢ θεῖον ἄπυρον, σμύρναν καὶ λίβανον μετὰ πίσσης ὑγρᾶς σπληνίον ἐπιτίθει. ἢ κόλλαν τεκτονικὴν καὶ ἄσφαλτον ὁμοίως, ἔνιοι καὶ μάνναν μίσγουσιν. ἢ τῇ Ἀσκληπιαδείῳ χρῶ κεφαλικῇ. ἢ τοῖς πρὸς τὰ αἰδοῖα τροχίσκοις κατάχριε. ἐφ’ ὧν δὲ τέθλασται τὰ ὦτα, πληρώσας ἔσωθεν τὴν κοιλότητα τὴν προχειροτέραν τοῦ χόνδρου, γῆς κεραμικῆς τῇ ἑξῆς, ὅταν ξηρανθῇ, στρύχνον μετὰ ψιμμυθίου ἐπάλειφε μέχρι καταστῇ. ἐπὶ δὲ τῶν περὶ τὰ ὦτα τραυμάτων καὶ διαιρέσεων ἐγχονδρίσας ἐπιμελῶς ἀγκτηρίασον, εἶτα τοῖς ἀφλεγμάντοις καὶ τῇ λοιπῇ κολλητικῇ ἀγωγῇ χρῶ. τὰ δὲ φλεγμαίνοντα

τρήματα τῶν λοβῶν ἐπὶ παίδων, ἐλαίῳ ἐν χαλκῷ λύχνῳ ἰωθέντι καταχρίων ὑγιάσεις. Ἀσκληπιάδης δὲ τούτῳ πρὸς ὦτα τεθλασμένα ἐχρήσατο. κοχλίας τοὺς μικροὺς σὺν τοῖς ὀστράκοις τρίψας καὶ μίλτῳ χρώσας ἐπιτίθει. ἄλλο. ♃ ἀλόης μέρος α΄. κόλλης τεκτονικῆς ἑψημένης μετ’ ὄξους μέρος α΄. μίξας ἐπιτίθει, ἔνιοι καὶ μάνναν μίσγουσιν.

[Ἐπιθέματα πρὸς τεθλασμένα ὦτα.] ♃ Κοτυληδόνος βοτάνης δραχ. η΄. ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. β΄. τραγακάνθου δραχ. β΄. ὄξει διαλύσας ἀναλάμβανε ἰξῷ δρυΐνῳ, ἔπειτα ἐμπλάσας ἐπιτίθει. ἢ κηροῦ δραχ. η΄. χαλβάνης δραχ. η΄. κάρυος δραχ. η΄. ἰξοῦ δρυΐνου δραχ. ιστ΄. λιβανωτοῦ δραχ. η΄. μίσυος ὀπτοῦ δραχ. η΄. συντίθει καὶ χρῶ. Ἀπολλώνιος δὲ οὕτω πρὸς τὰς τῶν ὤτων φλεγμονὰς τὰς ἐν τῇ ἐπιφανείᾳ γινομένας ἐξ ἐπιφορᾶς ἢ πληγῆς, καὶ τὰ οἰδήματα καὶ τὰ ἐρυθήματα ἐθεράπευε. βούτυρον πρόσφατον διηθήσας ἔνσταζε. ἢ στέαρ χήνειον διηθήσας ἐγχυμάτιζε. ἢ στέαρ χήνειον καὶ γάλα γυναικεῖον μίξας ἔνσταζε. ἢ βαλάνου πίεσμα καὶ ῥητίνην

ὑγρὰν χλιαρὰν ἔγχει. ἢ στέαρ βόειον καὶ χήνειον ἴσα λεάνας ἔνσταζε. ἢ ὠκίμου χυλὸν καὶ στέαρ χήνειον ἴσα μίξας ἔνσταζε. ἄλλο ἐπίχριστον. μηκώνειον ὕδατι διεὶς πτερῷ ἔγχριε. ἢ κρόκον τρίψας καὶ γάλακτι γυναικείῳ διεὶς κατάχριε. ἢ λιθάργυρον τρίψας μεθ’ ὕδατος καὶ νάρδου λεπτῆς ἐπίχριε. ἢ ψιμμύθιον, κορίων χυλῷ ἢ πολυγόνου ἢ στρύχνου διεὶς κατάχριε. καταπλάσματα. ἀψίνθιον τρίψας μεθ’ ὕδατος κατάπλασσε. ἢ σήσαμον τρίψας ἐν ὕδατι κατάπλασσε. φακὸν ἑψήσας ἐν ὕδατι καὶ τρίψας μετὰ μέλιτος κατάπλασσε. ἢ ῥοιᾶς γλυκείας σίδια ἑψήσας ἐν οἴνῳ καὶ τρίψας κατάπλασσε, ἀγαθὸν πάνυ τὸ φάρμακον. σμύρναν καὶ στέαρ χήνειον ἢ βούτυρον ἢ ῥητίνην καὶ κογχυλίου τὸ ἐντὸς ἴσα τρίψας ἐπιτίθει ἐπὶ τὸ οὖς καὶ τὸν κατ’ αὐτῷ κρόταφον. ἔνδεια δὲ σιτίων ἁρμόζει καὶ κοιλίας κένωσις. ἔτι δὲ ἡσυχία καὶ σκέπη κεφαλῆς καὶ σώματος ἀνάπαυσις. ἀλλότρια δέ ἐστιν ἔγκαυσις, κατάψυξις, λουτρὸν, ἔμετος, κραυγὴ καὶ πᾶσα διάστασις.



[Τοῦ αὐτοῦ πρὸς τὰ ἐκ πληγῆς εἱλκωμένα καὶ τὰ καταγνύμενα τῶν ὤτων.] Ἄρτου θερμοῦ τὸ ἐντὸς τρίψας μετὰ μέλιτος ἐπιτίθει. σμύρναν μετ’ οἴνου τρίψας· παλαιοῦ ἐπίχριε. κοχλιῶν τοὺς τραχήλους τρίψας σὺν τοῖς ὀστράκοις καὶ σμύρνης μίξας τὸ ἥμισυ μέρος ἐπιτίθει. ἀψινθίου καὶ σελίνου σπέρματος τὸ ἴσον λεάνας μετὰ μέλιτος ἐπιτίθει. πίσσῃ περιχρίσας θεῖον λεῖον ἢ μάνναν ἐπίπασσε, μὴ ἐπίδει δὲ ταῦτα, μηδὲ πυκνὰς ποίει τὰς τῶν ἐπιθεμάτων ἀφαιρέσεις.

2. [Περὶ παρωτίδων.] Αἱ παρωτίδες ἐν τῷ γένει μέν εἰσι τῶν φλεγμονῶν. γίνονται δὲ τῶν παρὰ τοῖς ὠσὶν ἀδένων πασχόντων, οὐ μὴν χρώμεθά γε ἐπ’ αὐτῶν τῷ πρώτῳ μέρει τῆς τῶν φλεγμαινόντων μορίων θεραπείας. ἐπ’ ἐκείνων μὲν γὰρ ὡς τὸ πολὺ τῇ καλουμένῃ πρὸς τῶν ἰατρῶν ἀποκρουστικῇ καὶ ἀνασταλτικῇ θεραπείᾳ προσήκει χρῆσθαι, καὶ μάλισθ’ ὅταν μήτε κακόηθες ᾖ τὸ ἐπιῤῥέον μήτε πολὺ μήτε πληθωρικοῦ τοῦ σώματος ὑπάρχοντος. οὕτω γοῦν καὶ σπόγγος μόνος ἐπιτιθεὶς ἐξ ὀξυκράτου κατέστειλεν ἀρχομένας φλεγμονὰς, οὐδὲν ἐκ τούτου παθόντος τοῦ παντὸς

σώματος· ἐπὶ δὲ τῶν παρωτίδων αὐτὸ τοὐναντίον ἐργαζόμεθα φαρμάκοις ἑλκτικοῖς χρώμενοι, κᾂν μηδὲν ἀξιόλογον ἀνύῃ ταῦτα, καὶ σικύαν προσφέροντες ἢ πυρίαις χρώμενοι συχναῖς. βουλόμεθα γὰρ ἐκ τοῦ βάθους εἰς τὸ δέρμα τὸν λυποῦντα χυμὸν ἐπισπάσασθαι, καὶ μάλισθ’ ὅταν ἐν τῇ κεφαλῇ τὸ πάθος ἐστηριγμένον ὑπάρχῃ ἐστηριγμένων ἐν αὐτῇ χυμῶν, καὶ μέντοι κᾀπειδὰν ἄνευ τοῦ πεπονθέναι τὴν κεφαλὴν ἐν πυρετοῖς ὀξέσιν ἡ φύσις ἀποτίθεται τοὺς περισσοὺς χυμοὺς ἐκ τῶν ἀγγείων ἐκχέουσα πρὸς τὴν μεταξὺ χώραν τοῦ δέρματός τε καὶ τῶν ὑποκειμένων σωμάτων, ἡνίκα καὶ οἱ ἀδένες ἀπολαύσουσι τῶν ἐκπιπτόντων χυμῶν, ἄμεινον εἶναι καὶ τότε δοκεῖ συνεργῆσαι τῇ φύσει, δι’ ἀποσκήμματος ἰωμένῃ τοὺς πυρετούς. ὅταν μέντοι σφοδρὰν ὁρμὴν ἔχῃ τὸ ἐπιῤῥέον, οὐδὲν ἡμεῖς προσπεριεργαζόμεθα τῇ φύσει τὸ πᾶν ἐπιτρέποντες. ἐὰν γὰρ ἤτοι σικύαν ἤτοι φάρμακον ἕλκον ἐκ τοῦ βάθους ἐπὶ, τὸ δέρμα τοὺς χυμοὺς ἐπενέγκωμεν, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ὡς δι’ αὐτὴν ἀγρυπνίας τε γίνεσθαι καὶ τοὺς πυρετοὺς ἐπιγίγνεσθαι
καὶ τὴν δύναμιν καταλύεσθαι. παρηγορεῖν οὖν τηνικαῦτα μᾶλλον, οὐ συμπράττειν τῇ ῥοπῇ τῶν χυμῶν προσήκει, καταπλάσμασι χρωμένους παρηγορικωτάτοις· οἷόν ἐστι τὸ διὰ σιτίνου ἢ κριθίνου ἢ λινοσπέρματος ἀλεύρου σὺν μελικράτῳ ἢ τήλεως ἢ ἀλθαίας ἢ χαμαιμήλων ἀποζέματι ἑψόμενον καὶ ὅσα πρὸς τῷ συμμέτρῳ τῆς ὑγρᾶς θερμότητος, ἐξ ἧς τὸ παρηγορεῖν ἔχει τὰς ὀδύνας, ἔτι καὶ πέττειν δύναται τοὺς ἐπιῤῥέοντας χυμοὺς καὶ διαπυΐσκειν, ὡς ἐν τῇ περὶ τῶν καταπλασμάτων διδασκαλίᾳ τὸν λόγον ἐποιούμεθα. εἰ δὲ καὶ πλεονάζον αἷμα φανείη σοι, προσκενωτέον αὐτὸ διὰ φλεβοτομίας ἐπιτρεπούσης μάλιστα τῆς δυνάμεως. νυνὶ δ’ ἐπὶ τὴν τῶν φαρμάκων σύνθεσιν, ἥτις ἐξ ἀρχῆς ἡμῖν πρόκειται μεταβάντες εἴπωμεν ᾧτινι λόγῳ τήν τε σύνθεσιν αὐτῶν καὶ τὴν χρῆσίν ἐστι ποιητέον. μὴ διαφορουμένου μὲν τοῦ ὄγκου τοῖς διαπυΐσκουσι χρηστέον φαρμάκοις, οἷόν ἐστι τὸ σίτινον ἄλευρον μετὰ ἰσχάδος ἀφεψήματος καὶ ἐλαίου τό τε διὰ γύρεως καὶ τὸ διὰ ζύμης φάρμακον. ἐὰν δὲ ἐκπυΐσκωσιν
αἱ παρωτίδες, ἤτοι διὰ τομῆς ἐκκρῖναι δεῖ τὸ πῦον, ἐξιᾶσθαί τε χρὴ τὸ ἕλκος, ὡς ἐπὶ τῶν τοιούτων ὡμολόγηται πᾶσιν, ἢ δριμεῖ διαῤῥήξειν φαρμάκῳ, οἷόν ἐστι τὸ σμίλιον καὶ τὸ διὰ σκορόδων, ἢ πειρᾶσθαι διαφορεῖν αὐτὸ φαρμάκοις, ἑλκτικήν τε ἅμα καὶ λεπτομερῆ δύναμιν ἔχουσιν, ἀφαιροῦντας δὶς τῆς ἡμέρας αὐτὰ καὶ πυριῶντας μέχρις ἂν ἐνδῶσί τι καὶ χαλάσωσιν αἱ ὀδύναι, διαφορηθέντος τοῦ πλείονος πύου. τηνικαῦτα γὰρ ἤδη πρῶτον μὲν ἅπαξ λύειν καὶ πυριᾷν, εἶτα δὲ οὐδὲ τοῦτο συμφέρει πράττειν, ἀλλ’ ἐπιτρέπειν τοῖς φαρμάκοις, εἴ τι λείψανον ἐν βάθει περιέχεται, δυσφορεῖν τοῦτο, κᾂν σκληρότης εἴη, μαλάττειν καὶ αὐτὴν, ὥστε κατὰ μὲν τὸν καιρὸν τοῦτον ἐκ μικτῆς δυνάμεως φαρμάκων ἡ σύνθεσις ἔσται τοῦ κατασκευαζομένου φαρμάκου τοῖς ἑλκτικοῖς τῶν μαλακτικῶν μιγνυμένων. ἐπειδὰν δὲ πᾶν μὲν ᾖ κεκενωμένον τὸ πῦον, ὑπολείπηται δέ τις σκληρότης, τοῖς καλουμένοις μαλακτικοῖς φαρμάκοις χρηστέον, ὧν τὴν ποικιλίαν τῆς ὕλης τε καὶ τῆς συνθέσεως

ἐν τῷ περὶ μαλαγμάτων ἐδήλωσα λόγῳ. πρόδηλον δ’ ὅτι τὰς μετρίας παρωτίδας, ἐφ’ ὧν οὔτε πλῆθός ἐστι τὸ κατασκῆψαν εἰς τὰ μόρια τοσοῦτον ὡς ὀδύνας σφοδρὰς ἐργάζεσθαι οὔτε θερμότης σύνεστι τῷ χυμῷ, ῥᾳδίως ἰᾶσθαι ταῦτα δυνατόν. οὔτε γὰρ σπεύδουσι πρὸς τὴν ἐκπύησιν, οὔτε ὀδύνην ἐπάγουσι σφοδρὰν, ἀλλ’ ἔξεστι τηνικαῦτα καὶ ταῖς πυρίαις χρῆσθαι δι’ ἅλμης καὶ καταπλάσματα θερμαντικώτερά τε καὶ διαφορητικώτερα προσφέρειν καὶ φάρμακα τῆς αὐτῆς ἐχόμενα δυνάμεως· ἀδιορίστως δὲ καὶ τὰ τῶν παρωτίδων φάρμακα γεγραφότων τῶν πλείστων ἰατρῶν, ἐάν τις τῶν νῦν εἰρημένων μεμνημένος ἐπὶ τὴν χρῆσιν αὐτῶν ἀφίκηται, συνήσει τίσιν ἐπὶ τίνων παρωτίδων χρηστέον. προγυμνάσω δὲ ὑμᾶς κᾀγὼ διὰ παραδειγμάτων ὧν Ἀρχιγένης ἔγραψεν ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων αὐτοῖς ὀνόμασιν ὡδί.

[Ἀρχιγένους πρὸς παρωτίδας.] Παρωτίδας διαλύεσθαι θέλοντες καταπλάσσομεν συνεχῶς ἀρνογλώσσῳ λείῳ μετὰ 

ἁλῶν. ἢ αἰγείῳ κόπρῳ μετ’ ὄξους. ἢ λαπάθου ἀγρίου ῥίζαις ἑψημέναις ἐν οἴνῳ. ἢ σύκῳ λείῳ μετὰ χαλκάνθης. ἢ σύκῳ ἑφθῷ μετὰ ἀψινθίου καὶ οἴνου λελειωμένοις. ἢ κήρυκας καύσας θαλασσίους. ἢ πορφύρας ἀναλαβὼν μέλιτι ἢ ἀξουγγείῳ ἐπιτίθει καὶ εὐθέως διαφοροῦνται. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ ὀστρέου ὄστρακον καὲν καὶ μετὰ μέλιτος ἐπιτιθέμενον. ἢ κηρωτὴ ῥοδίνη ἢ κυπρίνη, πηγάνῳ ἀναληφθεῖσα. ἢ θείῳ ἀπύρῳ συμμαλαχθεῖσα. ἢ κιμωλίαν μετ’ ὄξους. διαφορεῖ δὲ μάλιστα τὸ σῦκον ἐν θαλάσσῃ ἑψημένον. ἢ ἅλμῃ ἐπιτιθέμενον λεῖον. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ πράσιον λεῖον μεθ’ ἁλῶν καὶ ἔριον βουτύρῳ βαπτισθὲν καὶ ἐπιτεθὲν τὰς ἀρχομένας παρωτίδας ὠφελεῖ. ὥσπερ τούτῳ τῷ τελευταίῳ ῥηθέντι καλῶς προσέθηκεν ὁ Ἀρχιγένης τὸν διορισμὸν, εἰπὼν τὰς ἀρχομένας παρωτίδας ὠφελεῖσθαι ὑπὸ τοῦ βουτύρου, οὕτως ἐχρῆν αὐτὸν καὶ περὶ τῶν ἄλλων εἰρηκέναι τὸν καιρὸν, ὥσπερ ἐγὼ μικρὸν ἔμπροσθεν ἔπραξα καὶ κατ’ αὐτὸ δὲ τοῦτο τὸ βούτυρον οὐκ αὐτάρκης ὁ ἀπὸ μόνης διορισμὸς τῆς ἀρχῆς, εἰ μὴ προστεθείη πότερον σφοδρῶς ἢ μαλακῶς
ἐξορμᾶται. καὶ πότερον ὀδυνηρῶς, ὡς μετὰ σφυγμῶν καὶ ἀγρυπνιῶν ἐνοχλεῖν ἢ μετὰ μετρίας ὀδύνης, ἥτις τε τοῦ νοσήματός ἐστιν ἡ κατάστασις, ἆρά γε μεγάλης ἀποστάσεως δεομένη πάντως ἢ διὰ μικροτέρας κριθῆναι δυναμένη. τῇ τοιαύτῃ γὰρ ἀρκεῖ τὸ βούτυρον καὶ μάλιστα ἐπὶ μαλακῶν σωμάτων, εὐνούχων τε καὶ παίδων καὶ γυναικῶν καὶ τῶν ἁπαλοσάρκων. εἰ δὲ σὺν ὀδύνῃ σφοδρᾷ γένοιτο, καταπλάσματος ἀνωδύνου δεῖται μετὰ συνεχοῦς πυρίας ἤτοι δι’ ὕδατος μόνου γινομένης ἢ καὶ βραχυτάτων ἁλῶν ἐμβεβλημένων. ἐπεὶ δὲ πρῶτον πάντων ἔγραψε φάρμακον ἀρνόγλωσσον μεθ’ ἁλῶν, ἀπ’ ἐκείνου καὶ ἡμεῖς αὖθις ἀρξόμεθα τῆς ἀρνογλώσσου φύσεως ἀναμνησθέντες ἐκ μικτῶν δυνάμεων συγκειμένου, διαφορητικῆς τε καὶ ἀποκρουστικῆς. ἐγὼ δὲ οὐδέποτε ἀξιῶ τὰ ἀποκρουστικὰ μεμίχθαι τοῖς ὠφελοῦσι τὰς παρωτίδας φαρμάκοις, πλὴν εἴποτε ἂν σπανίως μικρὸν παμπόλλῳ τῷ διαφορητικῷ καὶ τούτῳ δηλονότι, χωρὶς ὀδύνης σφοδρᾶς ἐξορμώσης τῆς παρωτίδος. ὃ δ’ ἐφεξῆς τούτῳ γέγραπται·
κόπρος αἰγεία μετ’ ὄξους κεχρονισμένης καὶ σκιῤῥουμένης καὶ μηκέτι μηδὲ ἀξιόλογον ὀδύνην ἐχούσης παρωτίδος εἴη ἂν φάρμακον, ὥσπέρ γε καὶ σπληνὸς σκιῤῥουμένου. ὃ δὲ τρίτον ἐπ’ αὐτοῖς ἔγραψε· ῥίζας ἀγρίας λαπάθου μετ’ οἴνου ἑψημένας. εἰ καὶ τὴν ποιότητα καὶ τὸν χρόνον προσέθηκε τοῦ οἴνου τάχ’ ἂν ἐπεχείρησα καὶ αὐτὸ κρίνειν. ἐπεὶ δὲ οὐ προσέθηκε, παμπόλλῳ δὲ διαφέρει στρυφνὸν ἢ αὐστηρὸν ἢ δριμὺν ἢ γλυκὺν ἢ νέον ἢ παλαιὸν ἢ παχὺν ἢ κιῤῥὸν ἢ λευκὸν ἢ μέλανα τὸν οἶνον εἶναι, διὰ τοῦτο κᾀγὼ λέγειν οὐδὲν ἔχω περὶ τοῦ γεγραμμένου φαρμάκου. γινώσκοντες δὲ ὑμεῖς ὅτι διαφορητικώτερος μέν ἐστιν ὁ παλαιὸς, καὶ μάλιστα ἐὰν ᾖ τῶν φύσει θερμοτέρων, οἷοίπερ εἰσὶν οἱ κιῤῥοὶ τοὐπίπαν. ἐναντίοι δὲ τούτῳ κατὰ δύναμιν ὅ τε αὐστηρὸς καὶ ὁ στρυφνός. δεῖ μὲν φυλάξασθαι τὸν τοιοῦτον οἶνον. ἐν δὲ κιῤῥῷ καὶ συμμέτρως παλαιῷ καὶ λεπτομερεῖ τὰς τοῦ λαπάθου ῥίζας ἑψήσαντες, ἐπὶ παρωτίδων χωρὶς ὀδύνης σφοδρᾶς γινομένων χρῆσθαι δυνήσεσθε. γράφει δ’ ἐφεξῆς τῷδε· σῦκον λεῖον μετὰ χαλκάνθου. διαφορητικῆς
μὲν οὖν καὶ πεπτικῆς δυνάμεώς ἐστι τὸ σῦκον, εἰ μὲν ξηρὸν εἴη μάλιστα, πρόσφατον δὲ ὂν ἔχει μὲν τὸ διαφορητικὸν, οὐ μὴν πέπτειν γε δύναται. χάλκανθον δὲ ὅτι σφοδρότατόν ἐστι φάρμακον, ἰσχυρὰς ἀμφοτέρας ἔχον τὰς δυνάμεις, τήν τε ἀποκρουστικὴν καὶ διαφορητικὴν, οὐδεὶς ἀγνοεῖ, διὸ καὶ φυλακτέον αὐτοῦ τὴν σφοδρότητα. ἑφθῷ δὲ σύκῳ δηλονότι τῷ ξηρῷ, μετ’ ἀψινθίου καὶ οἴνου λελεασμένοις ἀξιοῖ χρῆσθαι καὶ ἐχρησάμεθά γε αὐτῷ καὶ ἡμεῖς ἐν καιρῷ κατὰ τὰς μέσας μεγέθει τε καὶ χρόνῳ φλεγμονὰς, ὥσπερ γε καὶ τοῖς κεκαυμένοις κήρυξι καὶ πορφύραις καὶ ὀστρέοις, ἐπὶ τῶν ἤδη σκιῤῥουμένων καὶ χρονιζουσῶν, ἔστι γὰρ ἄλυπόν τε καὶ ἄδηκτον φάρμακον, οὐ μόνον εἰ μέλιτι δεύσειέ τις αὐτῶν τὴν σποδιὰν, ἀλλὰ καὶ πολὺ μᾶλλον εἰ παλαιὸν στέαρ ὑὸς ἄναλον ἐξινίσας μίξειεν. ἀλυπότατα γὰρ τοῦτο διαφορεῖ τὰς κεχρονισμένας ἁπάσας φλεγμονὰς, κᾂν ἐκ ῥευματικῆς διαθέσεως ὦσιν. ἐφεξῆς δὲ κηρωτῇ ῥοδίνῃ καὶ κυπρίνῃ μετὰ πηγάνου κελεύει χρῆσθαι, διαφορητικῷ μὲν φαρμάκῳ, σφοδρὸν
δ’ οὐδὲν οὐδὲ βίαιον ἔχοντι. βραχὺ δ’ αὐτοῦ σφοδρότερον γίνεται τὸ σύνθετον φάρμακον, εἰ θεῖον ἄπυρον ἀντὶ τοῦ πηγάνου μίξαιμεν. ἡ δὲ ἐφεξῆς γεγραμμένη κιμωλία μετ’ ὄξους οὔτε ἰσχυρᾶς οὔτε ὀδυνώδους οὔτε μεγάλης παρωτίδος ἐστὶν ἴαμα. τὸ δ’ ἐν τῇ θαλάσσῃ σῦκον ἑψημένον ἐπὶ τῶν ἤδη σκιῤῥουμένων χρήσιμον ἂν εἴη διαφορητικὸν ὑπάρχον. ὡσαύτως δὲ καὶ εἰ τῆς θαλάσσης μὴ παρούσης ἅλμῃ τις χρήσαιτο. παραπλήσιον δὲ τούτῳ, καθάπερ καὶ ὁ Ἀρχιγένης ἔφη, καὶ τὸ πράσιόν ἐστι μεθ’ ἁλῶν. ἐφεξῆς δὲ τούτων ἔγραψεν οὐ μικρὸν ἔμπροσθεν, ὑστάτου κατὰ τὴν ῥῆσιν οὕτως ἐμνημόνευσα, τοῦ βουτύρου καὶ μετ’ αὐτὸ πάλιν ἐπὶ γενναῖον φάρμακον κατέβη. πύρεθρον λεῖον ἀναλαμβάνεσθαι σύκῳ κελεύων, εἶθ’ ἑξῆς ἀσβέστῳ λείᾳ μετὰ μέλιτος χρῆσθαι προστάττει. καὶ μετὰ τοῦτο γαλῆς αἵματος καταχριομένου μέμνηται. περίεργα δ’ ἡγούμενος εἶναι τὰ τοιαῦτα καὶ πενιχρὰν ἀποφαίνοντα τὴν ἰατρικὴν, εἰ διὰ τῶν ἄλλων βοηθημάτων ἄνευ γαλῆς αἵματος ἀδυνατεῖ θεραπεῦσαι παρωτίδας, οὔτ’ ἐχρησάμην αὐτοῖς οὔτε πεῖραν ἔσχον, ἀλλ’ οὐδὲ 
ἄλλος τις τῶν φίλων ἐπεχείρησε χρῆσθαι. τῷ δ’ ἐγκεφάλῳ καταχρίειν οἵῳ δήποτε μετρίων παρωτίδων ἐστὶν ἴαμα. τούτῳ δ’ ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως. ὄξει ζεστῷ καταντλήσας ἢ σπόγγον ὀξάλμῃ βρέχων ἐπιτίθει. σκαπανέων δ’ ἂν εἴη τοῦτο καὶ θεριστῶν, οὐ πολιτικῶν σωμάτων βοήθημα. μετὰ τοῦτο δὲ δριμέος μέμνηται φαρμάκου τοῦ διὰ τῆς κεκαυμένης γαλῆς, ἧς τὴν σποδὸν ἐκέλευσεν ἀναλαμβάνεσθαι κηρωτῇ ἰρίνῃ. κατ’ ἐκεῖνον δὲ δηλονότι τὸν καιρὸν, ἡνίκα χρονίζει τε καὶ σκιῤῥοῦται, τοῖς τοιούτοις δηλονότι φαρμάκοις χρηστέον. τὰ γάρ τοι πλεῖστα τῶν γεγραμμένων ὑπ’ αὐτοῦ τῶν χρονιζουσῶν δυσλύτως παρωτίδων ἐστὶν ἰάματα. διὰ τοῦτο καὶ προσέθηκε τῷ φαρμάκῳ τούτῳ τὸ δύνασθαι καὶ χοιράδα καλῶς ἰᾶσθαι. παρέγκειται δ’ ἀτάκτως μετὰ τοῦτο τοιάδε τις λέξις, ἥ τε συνεχὴς καταιόνησις τοῦ θερμοῦ καὶ ἡ συνεχὴς τῆς ὠμηλύσεως ἐπίθεσις, ὅπερ εἴτε καθ’ αὑτό τις ἀναγινώσκοι εἴτε καὶ τὴν τελευτὴν τῆς προτέρας ῥήσεως ἀρχὴν ταύτης τῆς λέξεως ποιοῖτο, κατ’ ἀμφότερα καλῶς εἴρηται. δῆλον δὲ ἔσται προταξάντων ἡμῶν τὴν
τελευτὴν τῆς πρὸ ταύτης ῥήσεως, ὥστε γενέσθαι τὸν ὅλον λόγον τοιοῦτον. θαυμαστῶς διαφορεῖ καὶ χοιράδας, πολλάκις καὶ παρωτίδας, ἥ τε συνεχὴς καταιόνησις τοῦ θερμοῦ καὶ ἡ συνεχὴς τῆς ὠμηλύσεως ἐπίθεσις. ψευδὲς γάρ ἐστι φανερῶς τὸ φάναι τὸ διαφορεῖσθαι θαυμαστῶς τὰς χοιράδας καὶ τὰς παρωτίδας ἐκ τῆς συνεχοῦς καταιονήσεως τοῦ θερμοῦ καὶ τῆς συνεχοῦς ἐπιθέσεως τῆς ὠμηλύσεως. εἰ δέ γε περὶ τῶν παρωτίδων μόνον λέγοιτο ὁ διορισμὸς, λείψει τῇ λέξει, διδάσκων ἡμᾶς ἐπὶ τίνων καὶ ὁποίων παρωτίδων καταιόνησις ὕδατος θερμοῦ καὶ συνεχὴς ὠμηλύσεως ἐπίθεσις ἁρμόττει. οὐ γὰρ ἐπὶ πάσης γε, ἀλλ’ ἢν ἐθέλωμεν ἐκπυῆσαι τάχιστα, καθάπερ ἐν τῷ πρόσθεν λόγῳ διῆλθον. τοῦτο μὲν οὖν ὡς ἔφην παράκειται μοχθηρῶς· ἐπὶ δὲ τὰ συνεχῆ μεταβὰς ὁ Ἀρχιγένης αὖθις γράφει φάρμακα, μὴ προσθεὶς μὲν ὅτι τῶν σκληρυνομένων καὶ χρονιζουσῶν παρωτίδων ἐστὶν ἀλεξητήρια, γινωσκόντων δὲ ἡμῶν ἐκ τῆς ὕλης ἐκείνων ὑπάρχειν αὐτά. παραγράψω δ’ ὑμῖν ἤδη καὶ τὴν αὐτοῦ τοῦ Ἀρχιγένους λέξιν ἔχουσαν οὕτω. ἰδίως δὲ θέρμους πικροὺς
ἀληλεσμένους ἑψήσας μετὰ μέλιτος, ὀλίγην ἄσβεστον πρόσμιξον καὶ κατάπλασσε. διαφορεῖ δὲ καὶ τοῦτο ἄκρως. πίσσης βρυτίας, μάννης, λιβάνου ἴσον, τερμινθίνης, φοινίκων συριακῶν μὴ παλαιῶν, λιπαρῶν τῆς σαρκὸς καθαρᾶς, ἑκάστου τὸ διπλοῦν, χαλβάνης ὡς ἥμισυ τῆς μάννης ἑνώσας εὖ χρῶ. ἐὰν δὲ ᾖ σκληρὰ, ῥητίνην πρόσμισγε. ἢ νίτρου καὶ σινωπίδος τὸ τρίτον μετὰ κυπρίνου γλοιῶδες ποιῶν ἔμπλασσε καὶ ἐπιτίθει. ἢ ἄσβεστον μετὰ γλοιοῦ ὁμοίως. ἢ ἰσχάδα, χαλβάνην, νίτρον ἴσα, θείου τὸ τρίτον, τερμινθίνης, ὀποπάνακος ἀνὰ ἐλάχιστον ἑνώσας χρῶ. ἢ ἄσβεστον μετ’ ὄξους λείου καὶ ἐπιτίθει. εἰ δὲ μηδ’ ἐπὶ τούτοις διαφοροῖντο, συνεργητέον τῇ μεταβολῇ εἰς πῦον, καταπλάσσοντας πυκνῶς θερμῇ τῇ ὠμηλύσει. εἶτα πάλιν διαφορητέον διά τε καταντλήσεως πολλῆς ἢ δάφνης ἢ δαφνίδος ἀφεψήματι καταντλοῦντας, ἢ θεῖον ἤ τι τοιοῦτον ἐμπάσσοντας εἰς τὸ ὕδωρ ἢ καὶ νίτρον ἢ περιστερᾶς κόπρον αὐτῇ μιγνύντας. ἢ καὶ σικύαν προσκολλητέον
μετὰ ἀμύξεως. εἶτα ἐπὶ τὴν χειρουργίαν ἰτέον καὶ ὠμοτομητέον. κράτιστον γὰρ ἐπὶ τούτων τὸ τάχιστα εἰς τὰ ἐκτὸς τὸν ῥευματισμὸν ἐπισπᾶσθαι. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν. εἰσὶ δὲ καὶ ἔμπλαστροι πολλαὶ, διαφοροῦσαι παρωτίδας, αἱ μέν τινες τὰς ἤδη σκιῤῥουμένας καὶ κεχρονισμένας, αἱ δὲ τὰς πεπαυμένας μὲν τῆς ὀδύνης, οὐδεμίαν δὲ ὑπόφασιν ἐχούσας πύου, καθάπερ γε καὶ τὰς ἤδη διαπυϊσκομένας ἐκθεραπεύουσαι. γεγραμμέναι δέ εἰσι μετὰ τῆς ἰδίας ἐπαγγελίας ἐν ταῖς ἐμπλάστροις ταῖς διαφορητικαῖς αἱ τοιαῦται· καθάπερ γε καὶ αἵδε τὰς ἁπλᾶς παρωτίδας ἐκθεραπεύουσαι χαλαστικαὶ καλούμεναι πᾶσίν εἰσι γνώριμοι. παραδείγματα αὐτῶν ἥ τε Μνασέου καὶ ἡ διὰ χυλῶν καὶ ἡ διὰ πτισάνης, καὶ τούτων ἔτι μαλακώτεραι αἱ κηρωτοειδεῖς, αἵ τε διὰ τοῦ βουτύρου καὶ αἱ διὰ τοῦ οἰσύπου προσλαμβάνουσαι ὀστρέων κεκαυμένων ἢ κηρύκων ἢ πορφυρῶν, οἵαπερ ἐστὶν αὕτη. ♃ στέατος χοιρείου παλαιοῦ ἀνάλου πάντων ἀνὰ γο γ΄. βουτύρου γο α΄. κηροῦ γο β΄ S". ὀστρέων κεκαυμένων λειοτάτων γο β΄. τὰ τηκτὰ τήξας,

ἐπίπασσε τὰ ὄστρεα. καὶ ἑνώσας χρῶ θαῤῥῶν ὡς ἐνεργέστατα πρὸς παρωτίδας.

3. [Περὶ τῶν ἐν τῇ ῥινὶ παθῶν.] Ἐκ μὲν τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων οἱ πολύποδες ἐν ταῖς ῥισὶ γεννῶνται· κατὰ δὲ τὸ τῶν ἑλκώσεων αἱ ὄζαιναι· κατὰ δὲ τὸ τῶν παρὰ φύσιν ἐκκρίσεων αἱ αἱμοῤῥαγίαι γινόμεναι ταῖς ὀξέως νοσοῦσι, κατὰ τὰς καλουμένας ἰδίως παρὰ τοῖς νεωτέροις ἰατροῖς ὑπερεκκρίσεις, ἐν αἷς ἡ φύσις ἐπὶ κριτικὸν ὁρμήσασα βοήθημα τῆς συμμετρίας οὐκ ἐκράτησε. πρῶτον οὖν τῶν ὀζαινῶν ποιήσομαι τὸν λόγον, ἐξ ἐπιῤῥοῆς ὑγρῶν δριμέων καὶ σηπεδονωδῶν γινομένων, ὡς ἐάν γε μόνον ᾖ δριμέα, δυσίατα μὲν ἕλκη ποιεῖν πέφυκεν, οὐ μὴν ὄζοντα μοχθηρῶς. ἡ δὲ θεραπεία κοινὴ μὲν ἀμφοῖν τε τούτοιν καὶ τοῦ πολύπου ξηρᾶναι τὸ πρῶτον, καὶ ῥῶσαι τὴν κεφαλήν. εὔδηλον γὰρ ὅτι διὰ περιουσίαν ὑγρῶν μοχθηρῶν ἐπιῤῥεῖ τι ταῖς ῥισὶν ἐξ αὐτῆς. ὅπως δὲ χρὴ ῥωννύναι τὴν κεφαλὴν ὅλην, ὡς μηδὲν ἐξ αὐτῆς περίττωμα τοῖς κάτω μέρεσιν 

ἐπιῤῥεῖν, εἴρηται πολλάκις. ὅταν οὖν δι’ ἐκείνων παρασκευάσῃς τὴν κεφαλὴν ἐῤῥωμένην, ἐπὶ τὴν τῆς ῥινὸς ἀφίξῃ θεραπείαν, ἐν ταῖς ὀζαίναις σκοπὸν ἔχων ξηρᾶναι τὸ πεπονθὸς μόριον διὰ φαρμάκων μικτῆς δυνάμεως, ἀποκρουομένων τε καὶ διαφορούντων. ἀποκρούεται μὲν οὖν δηλονότι τά τε αὐστηρὰ καὶ στρυφνὰ κοινῇ προσηγορίᾳ κεχρημένα τῇ τῶν στυφόντων. διαφορεῖ δὲ τὰ θερμὰ καὶ ξηρὰ ταῖς δυνάμεσιν, ὧν ἡ ὕλη τοιάδε ἐστίν.

[Ἀρχιγένους φάρμακα πρὸς ὀζαίνας.] Ὀζαίνης δ’ οὔσης ἐν ταῖς ῥισὶ, καλαμίνθης χυλὸν ἐγχυμάτιζε. ἢ αὐτὴν ξηρὰν τὴν καλαμίνθην ἐμφύσα διὰ σίφωνος. ἢ ἐλλέβορον λευκὸν μετὰ σπέρματος καρδάμου χήμης ἐμφύσα καθ’ ἡμέραν. μετὰ δὲ τοῦτο τὴν κεφαλὴν κατάντλει. διάχριε δ’ αὐτοὺς ἢ χαλκίτιδι ἢ χαλκάνθῳ ἢ ψορικῷ μετὰ μέλιτος ἢ μέλι ἐνστάξας τὴν εἰς ῥῖνα καὶ διασήσας πταρμικῷ τὰς ἐφελκίδας ἐκτίναξον, εἶτα τὸ προγεγραμμένον διὰ τοῦ καρδάμου καὶ τοῦ ἐλλεβόρου φάρμακον ἀνασπᾷν ποίει τῇ ῥινὶ ὡς πλεῖστον καὶ μετὰ τοῦτο διάχριε ἀμόργῃ μετὰ μέλιτος. ἢ σμύρνην

καὶ κάρδαμον μετὰ μέλιτος. ἢ βατραχίου χυλὸν μετὰ στυπτηρίας ὑγρᾶς ἐγχυμάτιζε εἰς τὴν ῥῖνα, ὕπτιον κατακλίνας, καὶ κέλευε ἀνασπᾷν, μέχρις οὗ εἰς τὸ στόμα διέλθῃ, καὶ τοῦτο ποίει μέχρις ἂν ἀποθεραπεύσῃς. ἐὰν δὲ ᾖ παλαιὰ καὶ ὄξος παλαιὸν πρόσμισγε ἢ θεῖον λεῖον, καὶ δριμὺ ὄξος εἰς στενόστομον ἀγγεῖον βαλὼν, προστίθει τῇ ἀναπνοῇ αὐτῶν ἐφ’ ἱκανὸν, εἶτα μίσυος κυπρίου καὶ νάρδου Ἰνδικῆς τὸ ἥμισυ μετὰ χίου οἴνου λεάνας, μέχρι μελιτῶδες γένηται, πτερῷ διάχριε τοὺς πόρους καὶ ἐρίῳ ἔμφρασσε.

[Πρὸς τὰ ἐν τοῖς μυκτῆρσιν ἕλκη.] Τὰ δὲ ἐν τοῖς μυκτῆρσιν ἕλκη, ῥοιῶν χυλὸν ἐν χαλκῷ ἀγγείῳ ἑψήσας μέχρι ἡμίσους διάχριε. ἢ ῥόαν γλυκεῖαν ὅλην ἐν οἴνῳ ἑψήσας λέανον καὶ ἔξωθεν κατάπλασον. ἢ λευκοΐῳ μεθ’ ὕδατος διάψα. ἢ βάτου χυλὸν καὶ στυπτηρίαν, λεῖα διεὶς μεθ’ ὕδατος. ἐὰν δὲ ᾖ παλαιὸν, μετ’ ὄξους. ἢ ἴριδι καὶ σανδαράχῃ μετὰ μέλιτος. ἢ στέατι μοσχείῳ καὶ ῥητίνῃ διάχριε.

[Περὶ τοῦ κατὰ τὰς ῥῖνας πολύποδος.] Ὄγκος ἐστὶ παρὰ φύσιν ἐν ταῖς ῥισὶ γεννώμενος, ἐοικὼς κατὰ τὴν τῆς οὐσίας ἰδιότητα τῇ τοῦ πολύποδος σαρκί. πρόδηλον οὖν ὅτι παχέων καὶ γλίσχρων χυμῶν ἔγγονόν ἐστι τὸ πάθημα καὶ διὰ τοῦτο μικτῆς ὕλης δεόμενον, ὡς τὸ μέν τι στύφειν αὐτῆς δύνασθαι, τὸ δὲ τέμνειν καὶ λεπτύνειν, τὸ δὲ διαφορεῖν καὶ παχύνειν. Ἀρχιγένους πρὸς πολύποδας. ἐπὶ δὲ πολύποδος. ♃ καρδάμου λεπτοῦ χήμην ἤτοι δραχ. S". σὺν ἐλλεβόρου λευκοῦ ὀβολοῖς δύο, λεῖα κέλευε τῇ ῥινὶ ἀνασπᾷν. ὅταν δὲ ἐκπέσῃ, μοτοῖς σὺν τῇ ἀνθηρᾷ διὰ μέλιτος χρῶ ἢ λυκίῳ ὁμοίως. Ἀσκληπιάδου πρὸς ὀζαίνας καὶ πολύποδας. ἐν μὲν τῷ πέμπτῳ τῶν ἐκτὸς οὕτως ἔγραψεν ὁ Ἀσκληπιάδης. ξηρὸν πρὸς ὀζαίνας. ♃ στυπτηρίας σχιστῆς δραχ. δ΄. σμύρνης δραχ. δ΄. σανδαράχης δραχ. δ΄. κηκίδος δραχ. α΄. χαλκάνθου κεκαυμένης δραχ. α΄. λείοις χρῶ, πρότερον ἐκκλύζων τοὺς μυκτῆρας οἴνῳ εὐώδει, καὶ τότε παραπτόμενος πυρῆνι μήλης. ἄλλο. ♃ ἐρείκης καρποῦ δραχ. η΄. σμύρνης δραχ. η΄. νίτρου ἐρυθροῦ δραχ. η΄. σιδίων δραχ. η΄. μυρίκης καρποῦ δραχ. α΄. κροκομάγματος

δραχ. β΄. λείοις χρῶ. ἄλλο. ♃ σώρεως Αἰγυπτίου εὐθρύπτου δραχ. β΄. χαλκίτεως ὀπτῆς δραχ. β΄. μυρίκης καρποῦ δραχ. α΄. κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. λείοις χρῶ. ἄλλο. ♃ χαλκίτεως ὀπτῆς δραχ. β΄. χαλκάνθου ὀπτῆς δραχ. β΄. μίσυος δραχ. β΄. ἀμώμου δραχ. α΄. σμύρνης δραχ. δ΄. κρόκου δραχ. α΄. λείοις χρῶ. ἄλλη σύνθεσις ξανθίζουσα λεγομένη. ♃ στυπτηρίας σχιστῆς δραχ. η΄. χαλκίτεως ὠμῆς δραχ. στ΄. σανδαράχης δραχ. γ΄. σιδίων ῥοιᾶς δραχ. β΄. χαλκάνθου κεκαυμένου δραχ. β΄. μίσυος δραχ. β΄. λείοις χρῶ. ἄλλο. ♃ χαλκάνθου κεκαυμένου δραχ. δ΄. διφρυγοῦς δραχ. β΄. ἀσβέστου δραχ. β΄. σανδαράχης δραχ. β΄. ξηροῖς παράπτου. ἢ στρεπτῷ προβρέχων ὕδατι καὶ μολύνων τὸ φάρμακον. ἄλλο. ♃ μίσυος ὀπτοῦ δραχ. β΄. μάννης λιβάνου δραχ. β΄. χαλκίτεως ὀπτῆς δραχ. β΄. λεπίδος χαλκοῦ δραχ. α΄ S". ἰοῦ δραχ. α΄. ξηροῖς παράπτου.

[Λάμπωνος πρὸς ὀζαίνας καὶ αἰγίλωπας καὶ πολύποδας καὶ ἄλλα πολλά.] Πρὸς ὀζαίνας καὶ αἰγίλωπας καὶ πολύποδας καὶ ὅσα βούλει χωρὶς τομῆς καὶ καύσεως ἀπαλλάττειν. ἀφίστησι δὲ καὶ ὀστᾶ διεφθορότα, ποιεῖ δὲ καὶ

πρὸς νομὰς καὶ σηπεδόνας ἐπιπασσομένη καὶ πρὸς τὰ ῥυπαρὰ ἕλκη, ἐν μοτῷ μετὰ μέλιτος. ♃ χαλκοῦ ἐρυθροῦ ῥινήματα γο α΄. ἁλῶν ἀμμωνιακῶν γο β΄. ἀμμωνιακοῦ θυμιάματος γο β΄. στυπτηρίας στρογγύλης γο γ΄. ὄξους δριμυτάτου κοτ. στ΄. τὰ ξηρὰ λειώσας καὶ ἐπιβαλὼν ὄξος, ἀναλάμβανε εἰς ἄγγος ἐρυθροῦ χαλκοῦ καὶ κίνει ἐν ἡλίῳ κερκίδι ἐρυθροῦ χαλκοῦ, ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἕως ἂν ξηρανθῇ τὸ φάρμακον, εἶτα κατεράσας εἰς θυίαν καὶ τρίψας ἐπιμελῶς ἀνελοῦ εἰς ἄγγος κεραμεοῦν. ἐπὶ δὲ τῆς χρήσεως δίδου ὕδωρ ἀναῤῥοφῆσαι, εἶτα ἐν τῷ στόματι κατέχειν, τὸ δὲ φάρμακον ἐμφύσα διὰ συριγγίου. Σκριβωνίου Λάργου, ποιεῖ πρὸς πᾶσαν ἐξοχήν. ♃ μίσυος κεκαυμένης, χαλκίτεως κεκαυμένης, χαλκάνθης κεκαυμένης, σώρεως, λεπίδος χαλκοῦ ἀνὰ δραχ. η΄. ξηρῷ παράπτου. δεῖ δὲ προαναπαύειν πρὸ μιᾶς ἡμέρας καὶ τῇ ἐπιούσῃ τὸ φάρμακον ἐπιτιθέναι μετὰ τὴν τροφήν. πρότερον δὲ δεῖ ὑποχρῖσαι τοὺς μυκτῆρας ἀσφάλτῳ ἢ πίσσῃ ὑγρᾷ ἢ σμύρνης στακτῇ.

[Φιλοξένου χειρουργοῦ πρὸς πολύποδας, ὀζαίνας, πᾶν 

ὑπερσάρκωμα, αἱμοῤῥοΐδας καὶ ἐὰν βούλῃ ἐσχαρῶσαι.] ♃ Χαλκοῦ κεκαυμένου ἀρσενικοῦ πεφυρμένου, μίσυος ὀπτοῦ ἀνὰ δραχ. β΄. διφρυγοῦς δραχ. γ΄. χαλκίτεως κεκαυμένης, χαλκάνθης κεκαυμένης, λεπίδος χαλκοῦ ἀνὰ δραχ. δ΄. λείοις χρῶ. μετὰ δὲ τὴν τῶν φαρμάκων ἐπίθεσιν χρώμεθα πταρμικοῖς τὰς ἐφελκίδας βουλόμενοι σαλεύειν, αἳ ἐκπίπτουσι διὰ τριῶν ἢ τεσσάρων. καὶ μετὰ τὸ ἐκπεσεῖν ἀποθεραπεύονται στέατι χηνείῳ καὶ βουτύρῳ μετὰ κηρωτῆς ῥοδίνης. ἐν δὲ τῷ πρώτῳ τῶν ἐκτὸς φαρμάκων οὕτως ἔγραψεν ὁ Ἀσκληπιάδης. Ἀσκληπιάδου πρὸς ὀζαίνας, ᾧ ἐχρήσατο Μέγης. ♃ ἐρείκης καρποῦ δραχ. δ΄. σμύρνης δραχ. δ΄. νίτρου ἐρυθροῦ δραχ. δ΄. σιδίων ῥοιᾶς δραχ. δ΄. κρόκου δραχ. β΄. κόστου δραχ. β΄. λείοις ἐμφύσα. ἄλλο. στυπτηρίας σχιστῆς δραχ. δ΄. σμύρνης δραχ. δ΄. σανδαράχης δραχ. β΄. ῥοῦ ἐρυθροῦ δραχ. β΄. ἁλῶν ὀρυκτῶν δραχ. β΄. κρόκου δραχ. β΄. κόστου δραχ. β΄. λείοις ἐμφύσα. πρὸ δὲ τῆς θεραπείας, ἐκκλύζειν τοὺς μυκτῆρας πειρώμεθα οἴνῳ εὐώδει καὶ μέλιτι καλῷ. πρὸς τὰ ἐν μυκτῆρσι πολύποδα, ᾧ ἐχρήσατο Ἀντίπατρος. ♃ χαλκοῦ κεκαυμένου δραχ. δ΄. μίλτου σινωπίδος δραχ. α΄.

λείοις ἐμφύσα διὰ καλαμίδος, ἀλλὰ καὶ παράπτου πυρῆνι μήλης. ἄλλο Ἀντωνίου Μούσα. ♃ χαλκάνθου μέρος α΄. σανδαράχης μέρος α΄. λείοις ἐμφύσα. ἄλλο Χαριξένους μετὰ χειρουργίαν. ♃ κέρατος ἐλαφείου κεκαυμένου δραχ. δ΄. λεπίδος ἐρυθρᾶς δραχ. δ΄. ἀρσενικοῦ δραχ. α΄. λείοις ἐμφύσα. ἄλλο. ♃ βρυωνίας ῥίζης κεκαυμένης δραχ. δ΄. χαλκάνθης δραχ. δ΄. ἀφρονίτρου δραχ. δ΄. ἐλατηρίου δραχ. δ΄. λείοις ἐμφύσα.

[Πρὸς τὰ ἐν μυκτῆρσιν ἕλκη.] ♃ Μολύβδου σκωρίας, οἴνου παλαιοῦ, ἐλαίου μυρσίνου, ἑκάστου τὸ ἴσον. τὴν σκωρίαν τοῦ μολύβδου λειοτρίβει, ὥστε λειοτάτην γενέσθαι, καὶ ταύτῃ ἐπιβάλλων τὸν οἶνον λειοτρίβει. ἔπειτα τὸ μύρσινον καὶ πάντα ὁμοῦ μίξας καὶ ἀνακόψας βαλὼν εἰς ἄγγος κεραμεοῦν τίθει ἐπ’ ἀνθράκων κινῶν συνεχῶς καὶ ὅταν γλοιῶδες γένηται τὸ φάρμακον, ἀνελόμενος εἰς πυξίδα μολυβδίνην φύλαττε. ἄλλο. ♃ μολύβδου κεκαυμένου καὶ πεπλυμμένου δραχ. η΄. οἴνου ῥοδίνου τὸ αὔταρκες, ἐλαίου μυρσίνου ὅσον ἐξαρκεῖ σκεύαζε καὶ χρῶ καθὼς ἄνω προείρηται. ἄλλο. ♃ λιθαργύρου δραχ. στ΄. ψιμμυθίου δραχ. η΄. σιδίων δραχ. δ΄. στυπτηρίας σχιστῆς

δραχ. δ΄. οἴνου Ἀμιναίου ὅσον ἐξαρκεῖ, ἐλαίου μυρσίνου τὸ αὔταρκες. τὰ ξηρὰ κόψας καὶ σήσας καὶ εἰς θυίαν βαλὼν λέαινε μετ’ οἴνου, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος. μετὰ δὲ ταῦτα ἐπίβαλλε τὸ μύρσινον καὶ ἀνακόψας καὶ ἀνελόμενος εἰς πυξίδα μολυβδίνην χρῶ καθὼς προείρηται. ἔστω δὲ τοῦ μὲν μυρσίνου κοτύλαι τέσσαρες, τοῦ δὲ οἴνου κύαθοι δ΄. Διογένους φάρμακον ἐπιτετευγμένον. ♃ στέατος χηνείου δραχ. δ΄. οἰσύπου δραχ. α΄ S". μυελοῦ ἐλαφείου δραχ. β΄. κηροῦ Τυῤῥηνικοῦ δραχ. η΄. μολύβδου κεκαυμένου καὶ πεπλυμμένου δραχ. δ΄. στίμμεως κεκαυμένου καὶ πεπλυμμένου δραχ. η΄. λαδάνου δραχ. β΄. στέατος μοσχείου δραχ. β΄. τερμινθίνης δραχ. δ΄. ψιμμυθίου δραχ. β΄. λιθαργύρου δραχ. α΄. ῥοδίνου τὸ αὔταρκες. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ, ἐν δὲ τῇ χρήσει αἴρων ὅσον ἐξαρκεῖ καὶ ῥοδίνῳ διαλύων ὑπόχριε τοὺς μυκτῆρας.

[Ἀπολλωνίου πρὸς τὰς ἐν μυκτῆρσι διαθέσεις ἐκ τοῦ πρώτου τῶν εὐπορίστων.] Πρὸς τὰς ἐν μυκτῆρσιν ἑλκώσεις καὶ σηπεδόνας καὶ ὀσμάς· ῥοιᾶς ἀπυρήνου γλυκείας καὶ ὀξείας χυλὸν ἑψήσας ἐν χαλκῷ ἀγγείῳ μέχρι λειφθῇ τὰ δύο

μέρη χρῶ, διαχρίων ἐσωτάτω. ποιεῖ δὲ καὶ ῥοιὰ γλυκεῖα μετ’ οἴνου ἑψηθεῖσα καὶ λειανθεῖσα καὶ ἔξωθεν καταπλασσομένη καὶ ἔσωθεν διαχριομένη.

[Πρὸς σαρκώματα ἐν μυκτῆρσι καὶ πολύποδας.] Διφρυγεῖ λείῳ προσάπτου καὶ μοτῷ διάστελλε τοὺς μυκτῆρας. ἄλλο. ἐλλέβορον τρίψας μῖξον ὀρίγανον ἴσην λείαν, καὶ ἐμφύσα εἰς τοὺς μυκτῆρας δὶς τῆς ἡμέρας. ἄλλο. ἐλλέβορον μέλανα καὶ σανδαράχην ἴσην τρίψας καὶ μίξας ἔλαιον, ἀναλαβὼν ἐρίῳ, πλήρωσον τὸν μυκτῆρα. ἄλλο. χαλκοῦ ἄνθος καὶ ἰὸν καὶ ὀπὸν σιλφίου ἐξ ἴσου τρίψας ἐλαίῳ μίξον καὶ πάχος ὑπαλείπτου ποιήσας ὑπάλειφε μέχρι πέντε ἡμερῶν, ἔπειτα λαβιδίῳ ἐξαίρει. ἄλλο. ἀρσενικὸν καὶ τιτάνην τρίψας, μήλῃ προσάπτου δαψιλεῖ χρώμενος τῷ φαρμάκῳ, ἐπειδὰν δὲ ἐξοιδήσῃ καὶ ἐπαρθῇ, ἐλλεβόρῳ μέλανι ξηρῷ λείῳ συμμέτρως χρῶ. ἐν ἡμέραις γὰρ ἑπτὰ ταῖς πλείσταις κενὸς ὁ μυκτὴρ γίνεται, εἶτα προκάθαιρε διφρυγεῖ λείῳ μετὰ μέλιτος χρώμενος. ἄλλο. ἀρσενικὸν καὶ τίτανον καὶ ἐλλέβορον λευκὸν λεάνας μήλῃ προσάπτου.

[Πρὸς τὰ ἐμπίπτοντα εἰς τοὺς μυκτῆρας.] Τὰ δὲ ἐμπίπτοντα εἰς τοὺς μυκτῆρας ἔξαιρε ὠτογλυφίδι ἢ λαβίδι ἢ πταρμικὸν πρόσφερε φάρμακον καὶ τὸ στόμα καταλάμβανε καὶ τὸν ἕτερον τῶν μυκτήρων προσπίεζε, ἐάν περ μὴ ἐν ἀμφοτέροις τοῖς μυκτῆρσι τὸ πάθος ὑπάρχῃ. ταῦτα μὲν καὶ τὰ τοῦ Ἀπολλωνίου οἷς αὐτὸς ἐχρήσατο. ὡς δ’ ἐγὼ κέχρημαι καὶ ἐπὶ τῶν ἐν ταῖς ῥισὶ πολυπύδων τε καὶ ὀζαινῶν εὗρον εὐδοκιμώτατα τὰ ὑπογεγραμμένα, πρῶτον μὲν τὸ διὰ τῶν ῥοιῶν. ἔστωσαν δὲ ἴσαι τόν τε ἀριθμὸν καὶ τὸ μέγεθος, ἐκ τῶν τριῶν διαφορῶν λαμβανόμεναι. αἱ μὲν γὰρ αὐτῶν εἰσιν αὐστηραὶ, τινὲς δὲ γλυκεῖαι, τινὲς δὲ ὀξεῖαι. κόπτειν οὖν αὐτὰς προσφάτους καὶ πεπείρους καὶ συνθλᾷν ὅλας ἀκριβῶς, ὡς ἐκθλιβῆναι δύνασθαι τὸν ἐξ αὐτῶν χυλὸν, ὃν χρὴ καταθέμενον ἐν ἀγγείῳ κασσιτερίνῳ φυλάττειν, ἐπ’ ὀλίγον ἀφεψήσαντα εἴ ποτε φαίνοιτο τοῦ δέοντος ὑγρότερον, τὸ δὲ ὑπολειπόμενον αὐτῶν στερεὸν καὶ παχὺ κόπτειν αὖθις ἀκριβῶς, ὡς δύνασθαι μετὰ τὸ κοπῆναι λειωθῆναι πάλιν εἰς θυίαν καὶ ἀναπλασθῆναι κολλυρίοις ὅμοια, συμμέτρως

ἔχοντα πρὸς τὴν ῥῖνα τοῦ θεραπευομένου. καθίεται γὰρ εἰς τὸν πόρον τῆς ῥινὸς, ἐν ᾧ ὁ πολύπους, ὥστε ἄνευ δήξεως καὶ συμπαθείας, ὁποῖον ἐργάζεται τὰ δριμέα τῶν φαρμάκων, ἐν χρόνῳ πλείονι καθαίρειν αὐτόν. ἐὰν δὲ ὑγρότερος καὶ μαλακώτερος ὁ πολύπους σοι φαίνηται, πλεῖον ἐμβάλλῃς τῶν αὐστηρῶν ῥοιῶν, εἰ δὲ σκληρότερος, τῶν ὀξειῶν. ἐπεὶ δὲ δύσφορόν ἐστιν ἀνέχεσθαι διὰ παντὸς τοῦ κολλυρίου, διαπαύειν προσήκει, χρώμενον ἐν αἷς οὐκ ἐντίθεται αὐτὸ τῷ τεθλιμμένῳ χυλῷ, καὶ μέντοι καὶ χαίνοντα μέγα τὸν πεπονθότα διαχρίειν κατ’ ἐκεῖνα τὰ μέρη, καθ’ ἃ συντέτρηται ἡ ῥὶς πρὸς τὸν οὐρανίσκον, τῷ ὑγρῷ φαρμάκῳ ἐκθλιβέντι χρώμενον, ἢ πτεροῖς ἢ ἐρίῳ περιβεβλημένῳ μήλῃ ἢ πυρῆνι. τῶν δὲ ξηρῶν φαρμάκων ἀδήκτως οἶδά ποτε τῷ διφρυγεῖ δαπανηθέντα χρόνῳ πλείονι πολύπουν. εὐδοκιμεῖ δὲ ἐπ’ αὐτῶν καὶ τὸ προειρημένον κολλύριον, τὸ ἐκ τῶν ῥοιῶν ἀναπλαττόμενον, ὅταν ξηρὸν γένηται καλῶς κοπτόμενόν τε καὶ διαττώμενον καὶ λειούμενον, εἶτ’ ἐμφυσώμενον ἢ 
καὶ διὰ πυρῆνος μήλης ἐντιθέμενον. ἅπαντα δὲ ταῦτα συνεχῶς δεῖ ποιεῖν, ὡς μηδέποτε λείπειν τὸ φάρμακον τῷ πεπονθότι μορίῳ, ῥᾳδίως γὰρ ὑπὸ τῆς ὑγρότητος ἐκκλύζεται. καθάπερ οὖν ἐπὶ τῶν ὀφθαλμιώντων, οὕτω κᾀπὶ τούτων, εἰ οἶόν τε, διὰ παντὸς ἐπιτιθέναι χρὴ τὸ φάρμακον, ἀποπλύνεται γὰρ ῥᾳδίως, ὡς ἔφην, ὑπὸ τῆς ἐπιῤῥεούσης ὑγρότητος. μὴ φέροντος δέ τινος εὐνούχου μηδενὸς τῶν φαρμάκων τὴν προσφορὰν, ἀλλ’ ὑπὸ πάντων ἐρεθιζομένου, ῥόδα ξηρὰ κόψας καὶ λειώσας ἀκριβῶς καὶ ἐπιθεὶς ἀδήκτως τε ἅμα καὶ θαυμαστῶς, ὅπως ἔγνων ὑπ’ αὐτῶν ὠφεληθέντα τὸν ἄνθρωπον, ὥστε καὶ αὖθις ἐπὶ τῶν μαλακῶν καὶ ὑγρῶν ἢ δυσελκῶν σωμάτων ἐχρησάμην αὐτῷ. δυοῖν γὰρ θάτερον, ἢ οὐδὲν ἔβλαψεν ἢ πάντως γε ἐνήργησεν ἀλύπως. τὰ γὰρ πλεῖστα τῶν δραστικῶς καθαιρόντων τοὺς πολύποδας παροξυντικά πως αὐτῶν ἐστιν, ὅταν μὴ τύχῃ τοῦ σκοποῦ. τὰ δὲ ἕλκη τὰ ἐν τοῖς πόροις τῆς ῥινὸς, ἀεὶ διὰ τῶν τροχίσκων ἐθεράπευσα τοῦ τε Ἀνδρωνείου καὶ τοῦ Πασίωνος καὶ τοῦ Πολυείδου καὶ τοῦ Βιθυνοῦ καὶ τοῦ συντεθέντος ὑπ’ ἐμοῦ,

ποτὲ μὲν οἴνῳ γλυκεῖ λειῶν αὐτοὺς, ποτὲ δὲ αὐστηρῷ, καὶ ποτὲ μὲν συμμέτρῳ κατὰ τὴν ἡλικίαν, ποτὲ δὲ παλαιῷ, ποτὲ δὲ καὶ δι’ ὄξους ἢ οἰνώδους ἢ ἁπλῶς ὀξέος ἢ καὶ δριμέος πάνυ καὶ παλαιοῦ, κατὰ τὰς εἰρημένας ἐνδείξεις ἀπὸ τῶν κατὰ τὰ πάθη συμπτωμάτων τῆς χρήσεως τῶν φαρμάκων εὑρισκομένης. ἐπὶ δὲ πλουσίου τινὸς, ἀξιοῦντος εὐῶδες εἶναι τὸ προσφερόμενον φάρμακον, ἐπὶ τὴν τῆς ὀζαίνης θεραπείαν ἐπενόησα χρήσασθαι τῷ καλουμένῳ ἡδυχρόῳ, δεύων αὐτὸ φαλερίνῳ παλαιῷ, καὶ θαυμαστῶς ὅπως ἐν τάχει τὸ πάθος ἐθεραπεύθη. λέλεκται δὲ ἡ τοῦ ἡδυχρόου σκευασία κατὰ τὴν τῆς θηριακῆς ἀντιδότου γραφήν.

[Ἡρακλείδου πρὸς τὰς ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίας πρὸς Ἀντιοχίδα.] Εἴρηται μὲν ἱκανῶς καὶ περὶ τούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ἀλλὰ νῦν ὅσα διὰ τῆς πεπειραμένης ὕλης ἐγνώσθη τοῖς πρὸ ἡμῶν εἰρήσεται. τοὺς θρόμβους κομισαμένη, κᾄπειτα περὶ μηλωτίδα περιθεῖσα ἔριον κάθες εἰς λύκιον, διεὶς δ’ αὐτὸ ὕδατι διάχριε τὸν αἱμοῤῥοοῦντα

τόπον. ἢ μοτὸν μακρὸν δεύσασα τῷ λυκίῳ ἔνθες, εἶτα ἔξωθεν περιλαβοῦσα τοῖς δακτύλοις τὸν ῥώθωνα προσπίεσον, ἕως ἂν στῇ τὸ αἷμα. ἢ χαλκῖτιν λεάνασα συμμέτρως καὶ συστρέψασα ἐλλύχνιον κάθες εἰς ψυχρὸν ὕδωρ, εἶτα κυλίσασα ἐν τῇ χαλκίτιδι ἢ πριαπίσκῳ ἐντίθει τοῖς μυξωτῆρσιν. ἢ τῳ σχιστῷ μοτῷ χρῶ, ὡς ἐσωτάτω προσερείδουσα. βέλτιον δὲ καὶ εἰς τὴν ὑπερῴαν τὸν δάκτυλον καθεῖναι, ὅπως μήποτε ὁ σχιστὸς ἔκχηται. ἢ λιβανωτὸν θραύσασα καὶ διαχέασα πολυγόνου χυλῷ. ἢ πράσου καρπὸν χυλίσασα τὸν σχιστόν. ἢ τὸ ἐλλύχνιον κάθιε. ἢ ἡδύοσμον λεάνας κάθιε. ἢ σπόγγον ξηρὸν ἔνθες. ἢ εἰς ἐζεσμένον ὄξος δριμὺ καταθεῖσα τὸ σπογγίον, ἐπιτίθει ἔξωθεν τοῦ αἱμοῤῥοοῦντος μυκτῆρος, πιέζουσα μηλωτρίδι μέχρι τοῦ προωσθῆναι. βέλτιον δὲ τὴν ἀρχὴν ἀποδεδέσθαι λίνῳ διὰ βελόνης, ἵνα εὐεξέλκυστον ᾖ. ἐξαίρει δὲ, ὅταν καταπιστεύσῃς. ἐὰν δὲ ξηρὸν γένηται τὸ σπογγίον καὶ κεκολλημένον ἐντὸς, ὠτικῷ κλυστῆρι δίει ψυχρὸν ὕδωρ ἔχοντι καὶ ἐκκλύζουσα ἐνύγραινε καὶ οὕτω κομίζου.

χρῶ δὲ καὶ ταῖς ἀναγραφησομέναις τραυματικαῖς καὶ ἰσχαίμοις. εὐθετεῖ δὲ καὶ τὸ μέτωπον ψύχειν σπογγίοις καὶ μετέωρα ποιεῖν τὰ ἀπὸ τῆς κεφαλῆς καὶ βραχίονας καὶ καρποὺς καὶ μηροὺς καὶ βουβῶνας καὶ γόνατα ἐν τοῖς συνεσταλμένοις ἀποδεσμεύειν, καθάπερ ἐπὶ φλεβοτομιῶν, καὶ κελεύειν κινεῖν αὐτὰ, χεῖρας μὲν ἀνατρίβοντας, πόδας δὲ βαδίζοντας. πληρουμένων γὰρ αἵματος τῶν ἐνταῦθα φλεβῶν, τὰ περὶ τὰς ῥῖνας λιφαιμήσουσι, καὶ ποτίζειν τοῖς πρὸς τὰς ἀγωγὰς τοῦ αἵματος γραφησομένοις καὶ τὰ ὦτα ἐμφράττειν εὐτόνως ὀθονίοις καὶ κηρῷ, κᾀν τῷ στόματι διακατέχειν ὕδωρ ὄμβριον ψυχρόν. ἐὰν δὲ φαίνηται καταπεπόσθαι τι τοῦ αἵματος, καὶ τοῦθ’ ἱκανὸν ὂν τῷ πλήθει κενώματι κομίζου. θρομβούμενον γὰρ ἐν κοιλίᾳ καὶ ἐντέροις ἔμπρησιν κατασκευάζει.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας, ἐν τῷ πέμπτῳ τῶν ἐκτὸς ἃ Μαρκέλλης ἐπιγράφει.] Τὰ τῆς πλατάνου σφαιρία συλλέγων ξήραινε ἐν

σκιᾷ καὶ ξηράνας, ἐν δίσκῳ τινὰ χιτῶνα τραχὺν ἐπίτριβε τὰ σφαιρία τῷ ὕφει τοῦ χιτῶνος· εἰ δὲ μή γε, ἐπί τινος τριχίνου παράτριβε, καὶ τὸ μὲν σπέρμα τῶν σφαιρίων ἀπόῤῥιπτε, τὰ δὲ γνάφαλα συλλέγων, ἀποτίθεσο εἰς ἀγγεῖον ὀστράκινον καινόν. ἐπὶ δὲ τῆς χρήσεως τὰ ἐριώδη τῆς πλατάνου ἐνθεὶς εἰς κάλαμον ἀφῃρημένα τὰ γόνατα ἔχοντα, ἀπογλυφὴν δ’ ἔχοντα καθ’ ὃ μέρος ἐπιτίθεται, τῷ μυκτῆρι ἐμφύσα, συντόμως περιγίνεται τῆς αἱμοῤῥαγίας. ἄλλο. χάλκανθον τρίψας ἐπιμελῶς ἀπόθου, ἐπὶ δὲ τῆς χρήσεως ξύσματι ὀθονίων καταβάπτων εἰς τὸ φάρμακον ἐντίθει. σπόγγον ὠμῇ πίσσῃ δεύσας κατάκαυσον καὶ ἐκ τούτου στρεπτὸν ἀναλαβὼν ἐντίθει. ἄλλο. ♃ ὠοῦ κελύφου μέρος ἓν, κηκίδος ὀμφακίτιδος μέρος ἓν, λεῖα στρεπτῷ ὕδατι δεδευμένῳ ἢ ὄξει ἀναλαμβάνων ἐντίθει, τὸ δὲ μέτωπον καὶ τὴν ῥῖνα κατάπλασσε γύψῳ ἢ πηλῷ κεραμικῷ, κρατεῖν δὲ τὰ ὦτα εὐτόνως παραίνει. ἔνιοι δὲ σπόγγον Ἀφρικανὸν καθεψήσαντες ἐν ὄξει δριμυτάτῳ, εἶτα ἐκπιέσαντες καὶ τούτῳ περιειλήσαντες διάπυρον

λίθον πυκνὸν ὑπεθυμίασαν, κελεύοντες τὸν ἀτμὸν ἀνασπᾷν.

[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα.] Πρὸς μὲν τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας ἰδίως οὐδὲν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἐπὶ δὲ τῶν ἰσχαίμων τὰ πλεῖστα καὶ ταύτας ἵστησι, διὰ τοῦτο κᾀγὼ γράψω τὰ ὑπ’ αὐτοῦ γεγραμμένα τοιαῦτα φάρμακα. ἴσχαιμος ᾗ χρῶμαι. ♃ χαλκίτεως, μίσυος, μάννης, ἀνὰ δραχ. δ΄. λείοις χρῶ. ξανθὴ ᾗ χρῶμαι. ♃ χαλκίτεως δραχ. ρ΄. χαλκάνθου δραχ. ν΄. μίσυος ὀπτοῦ δραχ. κε΄. χαλκοῦ κεκαυμένου δραχ. ιβ΄ S". λείοις χρῶ. ἴσχαιμος ἡ μεγάλη. ♃ μίσυος κυπρίου δραχ. ζ΄. χαλκάνθου δραχ. ζ΄. φλοιοῦ πίτυος δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. μάννης κλιβάνου δραχ. δ΄. οἱ δὲ δραχ. ιε΄. χαλκοῦ κεκαυμένου δραχ. ιε΄. χαλκίτεως δραχ. ιε΄. ἀσβέστου δραχ. η΄. οἱ δὲ δραχ. μ΄. γύψου πεφωγμένης δραχ. δ΄. οἱ δὲ δραχ. η΄. λείοις χρῶ. ἴσχαιμος Ἀφρόδα. ♃ χαλκίτεως δραχ. στ΄. μάννης λιβάνου δραχ. β΄. ῥητίνης τερμινθίνης φρυκτῆς δραχ. δ΄. οἱ δὲ γ΄. λείοις χρῶ.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Δ.

1. Οὐκ ἄλλη μέν τίς ἐστι τῆς συνθέσεως αὐτῶν ἡ μέθοδος, ἄλλη δὲ τῆς χρήσεως. αὕτη γὰρ ἡ σύνθεσις, ὡς πρὸς τὴν χρῆσιν ἀναφερομένη γίγνεται, σκοπὸν ἐχόντων τῶν συντιθέντων τὰ φάρμακα τὴν ἐκ τῆς χρήσεως αὐτῶν ὠφέλειαν. ὥσπερ δ’ ἐν τοῖς ἄλλοις, οὕτω κᾀν τούτοις ἔνιοι μὲν ἄνευ διορισμοῦ γεγράφασι τὰς χρήσεις τῶν φαρμάκων, οἷον ὅτι πρὸς ὀδύνην ἐπιτήδειόν ἐστιν, οὐκ ἔτι

προσθέντες ἐπὶ τίνι διαθέσει τῆς ὀδύνης γινομένης. ἔνιοι δὲ καὶ τὰς διαθέσεις ἔγραψαν, οἱ μὲν ἐμπειρικώτερον, οἱ δὲ λογικώτερον· ἐμπειρικώτερον μὲν ὅσοι τοῖς φαινομένοις ἐναργῶς κατὰ τοὺς ὀφθαλμοὺς σημείοις τὸν διορισμὸν ἐποιήσαντο, λογικώτερον δὲ ὅσοι τοῖς ἀμυδρῶς φαινομένοις ἢ μηδ’ ὅλως φαινομένοις. ἐναργῶς μὲν γὰρ φαίνεται ῥεῦμα πολὺ καὶ ὀλίγον, ἄδηκτόν τε καὶ δακνῶδες ἔρευθός τε πλέον ἢ ἔλαττον, ὥσπερ γε καὶ φλέβες ὀλίγου τε καὶ πολλοῦ πλήρεις αἵματος, ὅ τε τῆς φλεγμονῆς ὄγκος ἐλάττων ἢ μείζων, ὥσπερ καὶ αἱ ποικιλίαι τῶν παρὰ φύσιν χρωμάτων, αἵ τε διεξιοῦσαι λῆμαι πλείους ἢ ἐλάττους ἢ μικρότεραι ἢ μείζους. φαίνονται δ’ ἐναργῶς ἡμῖν καὶ αἱ γινόμεναι τραχύτητες ἐν τοῖς βλεφάροις τῶν ὀφθαλμῶν. τί δὲ δεῖ λέγειν, ὅτι καὶ τὰ ἕλκη καὶ αἱ φλύκταιναι κατά τε τοὺς τόπους καὶ τὰ μεγέθη διαφορὰν οὐκ ὀλίγην ἔχουσι καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, καὶ καθ’ ἕτερόν γε τρόπον ἐκ τῶν φαινομένων ἐναργῶς εἰσι καὶ αἱ ὀδύναι. διαφέρουσι γὰρ οὐδὲν, ἄν θ’ ἡμῖν
ἄν τε τοῖς κάμνουσι φαίνωνται. καὶ γὰρ ὅτι ἀλγοῦσι καὶ ὅπως ἀλγοῦσι δῆλον, ὅτι μετὰ θλίψεως ἢ τάσεως ἢ σφηνώσεως ἢ διαβρώσεως ἤ τινων σφυγμῶν ἀλγοῦσιν, ἡμῖν σαφῶς ἐνδείκνυται. οὐ φαίνονται δὲ οἱ τοιοῦτοι διορισμοὶ, καθάπερ ἔνιοι γράφουσι, πρὸς ῥεῦμα. τὸ δ’ ἀπὸ τῶν ἔνδον τοῦ κρανίου πρὸς ῥεῦμα τὸ ἀπὸ τῶν ἐκτὸς ἢ νὴ Δία τὸ ἀπὸ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν χορηγούμενον. ὅταν τε λέγωσί τινες ἔντασιν ἢ σφήνωσιν ἐν τῷ βάθει τῶν ὀφθαλμῶν εἶναι χυμῶν παχέων ἢ γλίσχρων ἢ πολλῶν, οὐδὲν τούτων σύμπτωμα βαρύνει τοὺς κάμνοντας, ὡς ὀδύνη σφοδρὰ καθ’ ὁτιοῦν μόριον, οὐ γὰρ δὴ κατ’ ὀφθαλμούς γε μόνους γινομένη, ὥστε καὶ ἀποθανεῖν εἵλοντό τινες, ἄμεινον εἶναι τοῦτο παθεῖν ἡγησάμενοι τοῦ δι’ ὅλης ἡμέρας ἀνέχεσθαι τῆς ὀδύνης. ἐμοὶ δὲ ἐν ἄλλοις τέ τισι καὶ τῷ δωδεκάτῳ τῆς θεραπευτικῆς μεθόδου γέγραπται σαφῶς καθόλου περί τε τῆς διαφορᾶς τῶν διαθέσεων ἐφ’ αἷς ὀδυνῶνται σφοδρῶς ἥ τε αἰτία ἑκάστης αὐτῶν. γέγραπται δὲ κᾀν τῷ τρισκαιδεκάτῳ

τῆς θεραπευτικῆς μεθόδου πάντα ὅσα γε χρὴ περὶ τῶν ἐν ὀφθαλμοῖς διαθέσεων ἐπίστασθαι τὸν ἰατρὸν, εἰς τὰς ἰάσεις αὐτῶν ἀναγκαῖα. λεχθήσεται δέ καὶ νῦν ἐν κεφαλαίοις βραχέσιν ὅσον αὐτῶν εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει, τουτέστιν ὅσα συνῆπται τῇ τῶν ὑλῶν διδασκαλίᾳ. καὶ γὰρ ὀποὶ καὶ χυμοὶ καὶ σπέρματα καὶ καρποὶ καὶ μόρια φυτῶν ἐμβάλλεται ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, ὥσπερ γε καὶ τῶν μεταλλικῶν ὀνομαζομένων οὐκ ὀλίγα, τὰ μὲν ἐσχάτως αὐστηρὰ καὶ στρυφνὰ καὶ δριμέα, τὰ δὲ μετριώτερα μὲν τούτων, ὅμως δ’ οὖν ἰσχυρὰ, καθάπερ γε καὶ ἀδηκτότατά τινα ταῖς πλύσεσι γεγονότα.

[Περὶ ἀδήκτων φαρμάκων.] Πομφόλυξ οὖν πεπλυμμένος οὐδενὸς ἀπολείπεται τῶν ἀδηκτοτάτων φαρμάκων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα πρός τε τὰ λεπτὰ καὶ δριμέα ῥεύματα προκεκενωμένης δηλονότι τῆς κεφαλῆς ἅμα τῷ παντὶ σώματι· τὸ μὲν οὖν ὅλον σῶμα πρόδηλον ὅτι διὰ φλεβοτομίας τε καὶ καθάρσεως ἐκκενοῦμεν, ἀποφλεγματισμοῖς δὲ

τὴν κεφαλήν. δύναται γὰρ ὁ πεπλυμμένος πομφόλυξ, ὥσπερ καὶ τὸ σπόδιον καὶ τὸ ἄμυλον ἅμα μὲν καὶ ξηραίνειν μετρίως ὑγρότητας, ἅμα δὲ καὶ κωλῦσαι κενοῦσθαι διὰ τῶν χιτώνων τὴν ἐν τοῖς τελείοις ἀγγείοις αὐτῶν περιεχομένην ὑγρότητα περιττὴν, ὡς ὅταν γε πρὶν κεκενῶσθαι τὴν κεφαλὴν, ἐπιῤῥεόντων ἔτι τοῖς ὀφθαλμοῖς ὑγρῶν, ἐμφρακτικοῖς χρήσαιτό τις φαρμάκοις, ὀδύνην τε σφοδρὰν ἐργάσεται διατεινομένων τῶν χιτώνων καὶ ὑπὸ τοῦ πλήθους τῶν περιῤῥεόντων ὑγρῶν καί ποτε ῥῆξιν ἢ διάβρωσιν αὐτῶν ἐμποιεῖ. ἐκ τοῦ αὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις φαρμάκοις ὑπόλεπτον ὑγρὸν τὸ ἐν τοῖς ὠοῖς, ἔχον ἐκ περιττοῦ τὸ ἀποπλύνειν τὰς ὑγρότητας, ἐπαλείφειν τε τὰ τραχυνθέντα. τὸ δὲ ἐμφράττεσθαι τοῖς κατὰ λεπτὸν πόροις ὁμοίως ἐκείνοις οὐκ ἔχει, καθάπερ οὐδὲ τὸ ξηραίνειν. ὁ μέντοι τῆς τήλεως χυλὸς ὅσον μὲν ἐπὶ τῇ γλισχρότητι παραπλήσιός ἐστι τῇ λευκῇ τῶν ὠῶν ὑγρότητι, διαφορητικῆς δέ ἐστι δυνάμεως, ὥσπερ δὴ καὶ μετρίως θερμαντικῆς, καὶ διὰ τοῦτο πολλὰς τῶν ὀδυνῶν εἴωθε πραΰνειν.

[Περὶ τῶν δριμέων.] Ἐναντιωτάτη δὲ τῇ τούτων ὕλῃ 

κατὰ γένος ἐστὶν ἡ τῶν δριμέων ὀπῶν, οἷον τοῦ τε Κυρηναίου καὶ Μηδικοῦ καὶ σαγαπηνοῦ καὶ εὐφορβίου καὶ ἁπλῶς εἰπεῖν ἡ τῶν θερμαινόντων σφοδρῶς ἄνευ τοῦ τραχύνειν οὐ μόνον ἐν ὀποῖς, ἀλλὰ καὶ ἐν χυλοῖς καὶ ἐν σπέρμασι καὶ ἄνθεσι καὶ καρποῖς φυτῶν περιεχομένη.

[Περὶ τῶν ῥυπτικῶν.] Τρίτη δὲ ἐπὶ ταῖς εἰρημέναις ἐστὶν ἰσχυρὰ δύναμις ἡ τῶν ῥυπτικῶν φαρμάκων, ὁποία χαλκοῦ τε λεπίς ἐστι καὶ ἡ κεκαυμένη χαλκῖτις, ὅ τε κεκαυμένος χαλκὸς, ὥσπερ δὴ καὶ τὸ ἄνθος αὐτοῦ καὶ τὸ μίσυ καὶ τὸ σῶρυ καὶ τὸ στίμμι.

[Περὶ τῶν σηπτικῶν.] Καὶ παρακείμενον ἄλλο γένος τούτοις ἐστὶ τὸ τῶν σηπτικῶν, ὁποῖόν ἐστιν ἀρσενικόν τε καὶ σανδαράχη τό τε τῆς Ἀσίας πέτρας ἄνθος, ἐπ’ ὀλίγον δὲ τῆς τοιαύτης δυνάμεως καὶ τῷ μίσει μέτεστιν.

[Περὶ τῶν στυφόντων.] Ἄλλο δὲ γένος ἐστὶ φαρμάκων εἰς τὰς ὀφθαλμικὰς δυνάμεις ἐμβαλλομένων ὅσα στύφειν πέφυκε. τὰ μὲν οὖν μετρίως τοιαῦτα τὰς ἐπιῤῥοὰς ἀποκρούεται, τὰ δὲ σφοδρὰ πλέον ὀδυνᾷ, τραχύνοντα τοὺς χιτῶνας

ἢ τὴν τῶν ἐπιῤῥεόντων ὁρμὴν ἀναστέλλει. μίγνυται δέ ποτε χρησίμως αὐτῶν ὀλίγον ταῖς καλουμέναις ὀξυδερκέσι δυνάμεσι συνάγοντα καὶ σφίγγοντα τὴν οὐσίαν τῶν ὀφθαλμῶν. τὰ δὲ μετρίως στύφοντα χρησιμώτατα μέν ἐστι ταῖς καλουμέναις ὀφθαλμίαις, χρήσιμα δὲ καὶ ταῖς ἄλλαις σχεδὸν ἁπάσαις διαθέσεσιν ἑλκῶν τε καὶ φλυκταινῶν καὶ ῥευμάτων. ἔστι δὲ τοιαῦτα ῥόδων φύλλα καὶ ἄνθη καὶ χυλὸς ἐρείκης τε καρπὸς, ὅ τε τῆς νάρδου στάχυς, ἔτι τε τὸ τοῦ μαλαβάθρου φύλλον, ὅ τε κρόκος καὶ τὸ λύκιον, ἥ θ’ ὑποκυστὶς ὀνομαζομένη. σφοδροτέρας δὲ τούτων στύψεως ἥ τε ἀκακία μετέχει καὶ τὸ ὀμφάκινον τοῦ γένους τῶν χυλῶν ὄντα καὶ αὐτὰ καὶ τὸ βαλαύστιόν τε καὶ οἱ κύτινοι καὶ αἱ κηκίδες αἱ ὀμφακίτιδες τοῦ γένους εἰσὶ τῶν ἱκανῶς στυφόντων.

[Περὶ πεπτικῶν.] Πεπτικὰ δὲ φλεγμονῶν τε καὶ τῶν ἄλλων διαθέσεών ἐστι φάρμακα, σμύρνα καὶ κρόκος καὶ καστόριον καὶ λιβανωτὸς, ὅ τε τῆς τήλεως ἑψηθείσης χυλὸς,

ἅπερ καὶ διαφορεῖν πέφυκε, καὶ μάλιστα ἡ σμύρνα. τοιαύτη μέν ἐστιν ἡ τῶν ὀφθαλμικῶν ὕλη, καὶ ὅσοι γε φύσει συνετοὶ τυγχάνουσιν ὄντες, ἐγυμνάσαντό τε τὸν λογισμὸν, οὐδὲν ἔτι δέονται τῆς παρ’ ἐμοῦ διδασκαλίας, αὐτοὶ δυνάμενοι πρὸς ἕκαστον πάθημα τῶν ἐν ὀφθαλμοῖς γινομένων ἐπιτήδειον συντιθέναι φάρμακον. ἐπειδὴ δὲ ὀλίγοι μέν εἰσι τοιοῦτοι, στοχάζεσθαι δὲ χρὴ καὶ τῆς τῶν πολλῶν ὠφελείας, ἄμεινον ἔνδοξέ μοι τὸν περὶ συνθέσεως αὐτῶν λόγον ὁλοκλήρως διελθεῖν, ἐπαναλαβόντι πρότερον ἕνεκα συνόψεως ὧν ἐμνημόνευσα φαρμάκων ἑκάστου, τὴν κοινὴν κατὰ γένος δύναμιν, εἰρημένην μὲν καθόλου κατὰ τὸ πέμπτον ὑπόμνημα τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας καὶ διὰ τῶν ἐφεξῆς δὲ κατὰ μέρος ἐν ἕξ βιβλίοις ἄχρι τοῦ τελευταίου. χρήσομαι δὲ ταῖς προσηγορίαις τῶν ἐν τοῖς φαρμάκοις δυνάμεων, ἃς ἐθέμην ἐν τῇ προειρημένῃ πραγματείᾳ ἕνεκα σαφηνείας, τινὰ μὲν εἶναι λέγων γεώδη ταῖς οὐσίαις, ἄνευ ψύξεως ἐπιφανοῦς ἢ θερμασίας ἐν τῷ μέσῳ πως τούτων καθεστηκότα, καὶ τούτων
αὐτῶν ἔνια μὲν βραχύ τι ψύξεως ἢ θερμασίας μετέχοντα, τινὰ τινὰ δὲ ὅλως οὐδεμίαν ἐμφαίνοντα τοιαύτην δύναμιν. ὅλον δ’ οὖ τὸ γένος αὐτῶν ἐμπλαστικῶν φαρμάκων ὠνόμασα, δύναμιν ἐναντίαν ἐχόντων τοῖς ἐκφρακτικοῖς, ὁποῖος ὅ τε Σάμιος ἀστήρ ἐστι, λεπτομερέστερος ὤν τῆς ἁπλῆς οὕτως ὀνομαζομένης Σαμίας γῆς, ὅ τε πεπλυμμένος πομφόλυξ, ὥσπερ γε καὶ ἡ σποδὸς αὐτοῦ πλυνθεῖσα καὶ ἡ καδμεία κεκαυμένη καὶ πεπλυμμένη. δοκεῖ δέ μοι αὐτῇ μὲν ἔτι βραχύ τι ῥυπτικὸν ἐνυπάρχειν, ἐάν τε μετὰ τὴν καῦσιν, ἐάν τε χωρὶς ταύτης πλυνθῇ. τῇ πομφόλυγι δὲ καὶ τῷ σποδίῳ βραχύ τι στυπτικὸν, ὥσπερ γε καὶ τῷ μολύβδῳ μετὰ τὸ καυθῆναι καὶ πλυνθῆναι. καὶ γὰρ καὶ τοῦτο τὸ φάρμακον ἀδηκτότατον μέν ἐστιν, ἔχει δὲ βραχύ τι στύψεως. εἴτε δὲ ἀρσενικῶς καλεῖν ἐθέλοι τις εἴτε θηλυκῶς τὴν πομφόλυγα, διήνεγκεν οὐδέν· ὥσπερ γε καὶ τὸ ἄμυλον, ὃ καὶ αὐτὸ πλυνθὲν ἀκριβῶς ἐστιν ἀδηκτότατόν τε καὶ μέσον, ὡς μήτε στύψιν ἔχειν μήτε δριμύτητα, τουτέστι μήτε ψύξεως μήτε θερμότητος μετέχειν. καὶ τὸ ψιμύθιον δὲ πλυνθὲν ἔγγιστα τῆ δυνάμει
τοῦ κεκαυμένου καὶ πεπλυμμένου μολύβδου γίνεται, σαφές τε διὰ τῆς στύψεως ἐνδεικνύμενον γνώρισμα τελέως ἄποιον, ὡς πρὸς τὴν γεῦσίν τε καὶ ὄσφρησιν φαινόμενον τῆς τε ἀμύλου καὶ Σαμίου ἀστέρος. ἅπαν δ’ οὖν τὸ τῶν τοιούτων γένος φαρμάκων, ἐάν τε βραχεῖαν ἐμφαίνῃ ποιότητα κατὰ γεῦσιν ἢ ὀσμὴν, ἐάν τε μηδ’ ὅλως ἐμφαίνῃ, παραπλησίως τοῖς καθαρωτάτοις ὕδασιν ἄποιον καλεῖται, καὶ μόνον τῷ γεώδει τῆς οὐσίας ξηραίνειν πέφυκε μετρίως. διὸ καὶ χρόνῳ πλέονι τὴν ἀφ’ ἑαυτῶν ὠφέλειαν αἰσθητὴν ἐργάζεται, κατὰ τὰς πρώτας ἡμέρας οὐδὲν ὀνινάναι δοκοῦντα. προσφερόμενα δ’ ὅμως ὑπὸ τῶν ἰατρῶν ὡς ἀδηκτότατα, κατὰ τὰς δυσιάτους διαθέσεις, ἐν αἷς ἕλκος ἐστὶν ἤτοι μόνον ἢ καὶ μετὰ διαβρώσεως τοῦ τε κερατοειδοῦς χιτῶνος καὶ προπτώσεως τοῦ ῥαγοειδοῦς, ἐκρεόντων ἰχώρων δακνωδεστάτων. ἐπὶ τούτων γὰρ οὐδὲν τῶν ἄλλων φαρμάκων ἁρμόττειν δύναται, τῶν μὲν στυφόντων κατεχόντων τοὺς ἐκρέοντας ἰχῶρας καὶ κατὰ τοῦτο τὴν ἐκ τῆς δήξεως αὐτῶν ὀδύνην ἐπιτεινόντων, τῶν 
δὲ δριμέων συναυξανόντων τὴν διάθεσιν, ἐάν τε ἐν τοῖς ὀφθαλμοῖς ᾖ μόνοις εἰς καχεξίαν τοιαύτην ἀφιγμένων τῶν μορίων ὡς διαφθείρειν τὸ ἐπιῤῥέον, ἐάν τε καὶ αὐτὸ τὸ ἐπιῤῥέον μοχθηρὸν ᾖ, ἢ διὰ τὴν κεφαλὴν μόνην ἢ καὶ ὅλον τὸ σῶμα τοιοῦτον ὑπάρχον, ὅθεν καὶ προπαρασκευάζομεν εἰς τὴν ἴασιν ἐπιτήδειον τὸ πεπονθὸς μόριον, ὅλου τε τοῦ σώματος ταῖς καθάρσεσι καὶ ταῖς ἀντισπάσεσι, πρώταις μὲν ταῖς κάτω τοῦ σώματος, ἔπειτα δὲ καὶ ταῖς ἐπὶ τὸ ἰνίον τε καὶ τὸ δέρμα τῆς κεφαλῆς. χρώμεθα δὲ καὶ ἀρτηριοτομίαις ἐνίοτε τέμνοντες τὰς ὀπίσω τῆς κεφαλῆς περὶ τὰ ὦτα τεταμένας ἀρτηρίας, ἐκκόπτοντές τε μόριον τῶν ἐν τοῖς κροτάφοις, ὡς μόνον ἡμᾶς ἔτι θεραπεύειν τὴν ἐν τοῖ χιτῶσι τῶν ὀφθαλμῶν γεγενημένην διάθεσιν, ἐφ’ ἧς καὶ τὸ διὰ τῶν φλεβῶν ἐπ’ αὐτοὺς παραγινόμενον αἷμα χρηστὸν διαφθείρεται. πρὸς ταύτας οὖν τὰς διαθέσεις ἁρμόττειν μόνας φαίνεται τὸ τῶν προειρημένων φαρμάκων γένος, ἀδήκτως ξηραῖνον τὴν ἐν τῷ πεπονθότι μορίῳ κακοχυμίαν, ἥτις, ὡς ἐλέχθη, διαφθείρει τὸ ἐπιῤῥέον. ἡ μὲν γὰρ τῶν στυπτικῶν
δύναμις οὔτε ξηραίνει τὴν τοιαύτην διάθεσιν, ἐπέχει τε τῶν δακνωδῶν ἰχώρων τὰς ἐκροάς. ἡ δὲ τῶν θερμῶν καὶ δριμέων οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ συναυξάνει τὴν ποιότητα τῶν δακνωδῶν χυμῶν, ἡ δὲ τῶν χαλαστικῶν τε καὶ διαφορητικῶν φαρμάκων δύναμις ἐκκενοῦν μὲν δύναται τὸ γεννώμενον, οὔτε δὲ τὸ ἡλκωμένον ἀναστρέφειν ἢ ἐπουλοῦν οὔτε τὸ προπεπτωκὸς προστέλλειν τε καὶ κατακλείειν. ὥσπερ οὐδ’ ἡ τῶν πεπτικῶν, εἰ καὶ τὸ πέττειν τὰς διαθέσεις ἀγαθὸν οὐ σμικρὸν ἔχει. κρόκος δέ ἐστιν, ὡς ἔφην, καὶ σμύρνα καὶ λιβανωτὸς ἐκ τῶν τοιούτων φαρμάκων. τί δεῖ λέγειν ἔτι περὶ τῶν ὀξείας ἢ πικρὰς ἐχόντων δυνάμεις φαρμάκων, ὡς δακνώδη τε καὶ παροξυντικὰ τῶν τοιούτων ἐστὶ διαθέσεων, ἐπὶ πλέον δ’ αὐτῶν ἥκει κακίας τὰ νιτρώδη δύναμιν ἢ ἁλμυρὰν ἢ αὐστηρὰν ἔχοντα. ὑπόλοιπον οὖν ἐστι γένος ἐκθεραπεύειν δυνάμενον ἕλκη μετὰ ῥεύματος δριμέος, ὅσα διῆλθον ἀρτίως ἀδήκτων φαρμάκων, ἐν πλέονι χρόνῳ τὴν κακοχυμίαν τοῦ πεπονθότος μορίου ἐκδαπανῶντα. καλεῖται

δὲ παρὰ τῶν ἰατρῶν τὰ τοιαῦτα κολλύρια λιβιανὰ καὶ κύκνοι, διὰ μὲν τὴν χρόαν λευκὴν οὖσαν, ὡς οἱ κύκνοι, κρατοῦντος ἐν αὐτοῖς ἀμύλου τε καὶ γῆς Σαμίας καὶ ψιμυθίου τοῦ Ῥοδιακοῦ. καὶ γὰρ καὶ ἄλλως ἄριστον τοῦτο καὶ τῇ χρόᾳ λευκότερόν τε καὶ κουφότερον καὶ λεπτομερέστερον τῶν ἐν τῷ ἑτέρῳ τινὶ χωρίῳ γινομένων. ἐν οἷς δὲ ἐπικρατεῖ τὰ ἄλλα φάρμακα, τὴν χρόαν ἐργάζεται κατὰ τὴν ἑαυτῶν οὐσίαν, ὥσπερ εἴ τις τῷ λευκῷ χρώματι μίξειεν ὀλίγον κυανοῦν. ταῦτα δὲ τὰ κολλύρια διὰ τοῦτο ἀποτρίβουσί τινες ταῖς ἀκόναις ἐπιστάζοντες ἐκ τῶν τιτθῶν εὔχυμον γάλα, διότι βούλονται φυλάττεσθαι τὸ τῶν ὠῶν ἐμπλαστικόν. ἐν δὲ τῷ γάλακτι περιεχομένου τινὸς ὀῤῥώδους ῥυπτικοῦ, σύμμετρος ἡ χρῆσις αὐτοῦ γίνεται τῇ προκειμένῃ θεραπείᾳ. δέδεικται γὰρ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου ῥυπτικῶν ἀδήκτων δεόμενα τὰ πληρωθησόμενα τῶν ἑλκῶν. εἰ δὲ μὴ παρείη γάλα τοιοῦτον, διὰ τοῦ τῆς τήλεως ἀφεψήματος ἄμεινον ἀποτρίβειν τὰ κολλύρια, ῥυπτικὸν ἐχούσης τι καὶ ταύτης, ὃ μηδ’ ὅλως μέτεστι τοῖς ὠοῖς.

2. [Περὶ τραχωμάτων.] Οὐσῶν δὲ δυσιάτων τῶν εἰρημένων διαθέσεων, ὑπερβάλλουσι χαλεπότητι προσγενόμεναι τῶν βλεφάρων αἱ τραχύτητες, ὑφ’ ὧν καὶ κατὰ τὰς ὀφθαλμίας οἱ χιτῶνες τῶν ὀφθαλμῶν ὀδυνῶνται κοπτόμενοι. ἀλλ’ ἐπ’ ἐκείνων μὲν τολμῶμεν τοῖς ἰδίοις τῆς φλεγμονῆς φαρμάκοις μιγνύναι τι βραχὺ τῶν ῥυπτικῶν, ὁποῖόν ἐστι τὸ δι’ οἴνου τραχωματικὸν κολλύριον, ὡς καταστεῖλαι μὲν πρῶτον ὅσα τοῖς βλεφάροις ἐπετράφη, ἀφλεγμαντοτέρων δὲ γενομένων τῶν; κατὰ τῶν ὀφθαλμῶν ἀποῤῥύψαι τὰς τραχύτητας. ἐπὶ δὲ τῶν ἕλκους ἐχόντων μετὰ ῥεύματος δακνώδους οὐχ οἷόν τε τοιούτῳ χρήσασθαι φαρμάκῳ, διαβρωθήσεται γὰρ ἐπὶ πλέον ὁ κερατοειδὴς ἥ τε τοῦ ῥαγοειδοῦς πρόπτωσις ἔσται μείζων, ὀδύνη τε σφοδρὰ καταλήψεται τὸν ἄνθρωπον, ἐπιταθήσεται δὲ καὶ τὸ κακόηθες ῥεῦμα. καταστάντες οὖν εἰς ἀπορίαν τῆς τοιαύτης ἐπιπλοκῆς τῶν παθῶν οἱ ἰατροὶ μόνην ἐξευρήκασι βοήθειαν, ὡς ἐν ἀπόροις ἐκστρέφοντες τὰ βλέφαρα διαῤῥύπτειν αὐτὰ καὶ ἀποσμᾷν ἄνευ φαρμάκων, ἔνιοι μὲν αὐτῷ τῷ κυαθίσκῳ τῆς σμίλης ἐπιπολῆς

ἀποξύοντες, εἶτα σπόγγῳ μαλακῷ τὸ ἀποῤῥέον ἐκλαμβάνοντες, προστέλλοντές τε τὰ βλέφαρα τὸ λοιπὸν τῆς τραχύτητος. ἔνιοι δὲ καὶ δέρματα θαλαττίων ζώων τινῶν ἐπιπολῆς τραχέα συμμέτρως εἰς τὴν τοιαύτην χρείαν παραλαμβάνουσιν. εἷς δέ τις τῶν ἐμῶν διδασκάλων καὶ κολλύριον ἐποίησε διὰ κισσήρεως καὶ τὰς τραχύτητας ἀπέῤῥυπτεν, ἐκστρέφων τὰ βλέφαρα. πρόδηλον δ’ ὅτι λελειῶσθαι τὴν κίσσηριν ἀκριβῶς χρὴ, κᾀπειδὰν τοῦτο γένηται διὰ τραγακάνθης ἢ κόμμεως ἀναπλάττεσθαι. παυομένου δ’ ἐν τῷ χρόνῳ διὰ τῶν εἰρημένων κολλυρίων τοῦ ῥεύματος, ἐπιτολμῶμεν ἤδη τὰ ῥυπτικὰ τῶν φαρμάκων προσφέρειν τοῖς βλεφάροις ὀλίγον τι μιγνύντες αὐτῶν τὸ κατ’ ἀρχὰς, εἶτ’ ἐὰν τοῦτο φέρειν ὁ ἄνθρωπος φαίνηται κατὰ βραχὺ παροξύνοντες. ἐπειδὰν δὲ καὶ τὸ ῥεῦμα ξηρανθῇ καὶ τὰ βλέφαρα μετρίως ἔχῃ τὴν πλήρωσιν τῶν κοίλων ἑλκῶν, τῷ διὰ λιβάνου κολλυρίῳ ποιούμεθα, μιγνύντες αὐτῷ κατ’ ἀρχὰς μὲν ὀλίγιστον τοῦ δι’ οἴνου, κατὰ βραχὺ δὲ τὴν μίξιν αὐξάνοντες, ὥστε τὰ βλέφαρα 

μηκέτι ἐνοχλεῖν τοῖς χιτῶσι τῶν ὀφθαλμῶν, ἀκριβῶς τε τὰ ἕλκη καθαρὰ γενόμενα πληροῦσθαί τε καὶ συνουλοῦσθαι. περὶ μὲν οὖν τούτων αὐτάρκως εἴρηται, μεταβαίνειν δ’ ἤδη καιρὸς ἐπὶ τὰ λοιπὰ τῶν κατὰ τοὺς ὀφθαλμοὺς παθῶν τε καὶ φαρμάκων.

3. [Περὶ ὀφθαλμίας.] Ἄρξομαι δὲ ἀπὸ τοῦ συνεχεστάτου γινομένου πάθους ἐν τοῖς ὀφθαλμοῖς, ὃ καλοῦσιν ἰδίως ὀφθαλμίαν. ἔστι δ’, ὡς ἐμάθετε, φλεγμονὴ τοῦ περιοστίου τε καὶ περικρανίου καλουμένου χιτῶνος ἢ ὑμένος ἤ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. καλοῦσι δὲ τὸν αὐτὸν τοῦτον ἐπιπεφυκότα, διότι τοῖς ἄλλοις ὅσοι τὸν ὀφθαλμὸν αὐτὸν συνιστῶσι χιτῶσιν ἐπιπέφυκεν ἔξωθεν, σύνδεσμος ὤν καὶ αὐτὸς ὅλῳ τῷ ὀφθαλμῷ, πρὸς τὰ περικείμενα τῶν ὀστῶν, καὶ διὰ τοῦτο συνεπαίρεται τὰ πέριξ τῶν ὀφθαλμῶν ἄχρι τῶν μήλων ἐνίοτε κατὰ τὰς σφοδροτέρας ὀφθαλμίας. εὔδηλον οὖν ὅτι τὰ θεραπεύοντα φάρμακα τὸ τοιοῦτο πάθος ὑποπεπτωκέναι μὲν χρὴ πάντως τῇ κοινῇ τῶν πάντων. θεραπείᾳ

φλεγμαινόντων, προσειληφέναι δέ τι καὶ τῆς τοῦ μορίου φύσεως, εὐπάθειαν ἐξαίρετον ὑπὲρ πᾶν τὸ καθόλου τοῦ σώματος δέρμα διά τε τὴν εὐαισθησίαν καὶ τὴν ἀραιότητα τῆς οὐσίας προσειληφότος. ἀποκρουστικὰ δὲ παραληπτέον φάρμακα τὰ μὴ τραχύνοντα, τουτέστι μὴ σφοδρὰν ἔχοντα τὴν στύψιν, ἀλλὰ μετριώτερα μὲν αὐτὰ κατὰ τὴν οἰκείαν οὐσίαν, ἐπιμιξίᾳ δὲ παρηγορικῆς ὑγρότητος ἔτι καὶ μᾶλλον τοιαῦτα γινόμενα. παρηγορικὰς δὲ ὑγρότητας ἔφην ὠοῦ τε τὸ λευκὸν καὶ τὸ τῆς τήλεως ἀφέψημα καὶ πρὸς τούτοις ἔτι τὸ γάλα. προνοεῖσθαι δὲ ὅταν αὐτὸ χρὴ τοῦ νέας ἅμα καὶ εὐχύμου γυναικὸς εἶναι τοῦτο, τῶν τιτθῶν ἐκθλιβομένων ἐπὶ τὴν ἀκόνην, ἐφ’ ἧς ἀποτρίβεται τὸ κολλύριον, ὅπως ἔτι χλιαρὸν ἐγχέηται τοῖς ὀφθαλμοῖς. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν σφοδρῶς ὀδυνωμένων ἢ διὰ μέγεθος φλεγμονῆς ἢ διὰ δριμύτητα τῶν ἐπιῤῥεόντων ὑγρῶν ἀναγκαζόμεθα πράττειν, ὡς τὸ πολὺ δ’ ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ μετὰ τῶν ἐπιτηδείων φαρμάκων, ἐκθεραπεύειν τὰς ὀφθαλμίας διὰ τῶν καλουμένων μονοημέρων κολλυρίων. οὕτω γὰρ
οὐκ ὀλιγάκις ταῦτα μεγάλας φλεγμονὰς ἐπράϋνεν οὕτως, ὡς εἰς ἑσπέραν μὲν λουτρῷ χρήσασθαι τὸν ἄνθρωπον, ἐπὶ δὲ τῆς ὑστεραίας τῷ καλουμένῳ ναρδίνῳ κολλυρίῳ, πρὸς ἀποκατάστασίν τε καὶ τόνωσιν ὑπαλείψασθαι. παραμιγνύναι δ’ αὐτῷ κατὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιστόν τι τῶν δριμέων καὶ σταλτικῶν ὀνομαζομένων, κατὰ δὲ τὴν δευτέραν βραχύ τι τοῦδε πλεῖον. ἀρκοῦσι γὰρ αἱ δύο προσφοραὶ τοῦ φαρμάκου καί τις περίπατος οὐ πολὺς πρὸ τοῦ βαλανείου. τὰ δ’ οὖν μονοήμερα καλούμενα κολλύρια ἔνια μὲν ἰδίως ὀνομαζόμενα τρυγώδη πολλὴν ἔχει τὴν ἀκακίαν, ἔνια δὲ ἤτοι παντάπασιν ὀλίγην ἢ οὐδ’ ὅλως ἔχοντα προσείληφε τὰ μὲν τὴν λεπίδα τοῦ χαλκοῦ, τὰ δὲ τὸν κεκαυμένον χαλκὸν ὀλίγον, ἅμα πολλοῖς τοῖς ἄλλοις ὅσα στύφει μετρίως καὶ πέττει καὶ διαφορεῖ. τοιαῦτα δέ ἐστι κρόκος καὶ σμύρνα καὶ λύκιον Ἰνδικὸν, καὶ καστόριον δὲ καὶ λιβανωτὸς ἄνευ τοῦ στύφειν πέττει τε ἅμα καὶ διαφορεῖ. ἐφ’ ὧν μὲν οὖν ἐπικρατεῖ τὰ στύφοντα πλεῖστον μὲν εἶναι χρὴ τὸ ὑγρὸν

τοῦ αὐτοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου, καὶ μάλιστα ἐὰν ἔχῃ τι τῶν μεταλλικῶν τὸ φάρμακον. ἐφ’ ὧν δ’ ἂν ὅ τε κρόκος καὶ ἡ σμύρνα καὶ τὸ καστόριον, ὅ τε λιβανωτὸς καὶ τὸ λύκιον ἐπικρατῇ βραχὺ παχυτέρῳ χρηστέον ἐστὶ τῷ φαρμάκῳ. πυρίᾳ τε χρηστέον πάντως ἐπ’ αὐτοῖς διὰ σπόγγου, μετρίως μὲν ὀδυνωμένοις ἅπαξ ἢ δὶς τῆς ἡμέρας· εἰ δὲ σφοδρότερον ὀδυνώμενοι τυγχάνοιεν, ἄμεινόν ἐστι καὶ τρὶς καὶ τετράκις καὶ πλεονάκις χρῆσθαι, μάλιστα ἐν ταῖς μεγάλαις ἡμέραις ταῖς θεριναῖς. ἡ πυρία δὲ δι’ ἀφεψήματος γινέσθω μελιλώτου καὶ τήλεως. περὶ μὲν οὖν ὀφθαλμίας αὐτάρκως εἴρηται, περὶ δὲ τῶν ἑλκῶν ἐφεξῆς ἐρῶ.

4. [Περὶ τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν.] Δεῖται μὲν καὶ ταῦτα τῆς αὐτῆς κατὰ γένος θεραπείας τοῖς ἄλλοις ἕλκεσιν, ἣν ἐπιπλεῖστον διῆλθον ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τῆς θεραπευτικῆς μεθόδου, διὰ δὲ τὴν τοῦ μορίου φύσιν ἀδηκτότατα προσοιστέον, ἐν οἷς ἔφην εἶναι τὸ διὰ πομφόλυγος πεπλυμμένης. μίγνυνται δ’ αὐτοῖς καὶ χυλοί τινες οὐ μόνον ἄδηκτοι παντάπασιν, ἀλλὰ καὶ τὰς σφοδροτάτας

ὀδύνας πραΰνειν δυνάμενοι, καθάπερ ὁ τοῦ μανδραγόρου χυλός. ἔνιοι δὲ καὶ πολυγόνου χυλὸν ἔμιξαν, ὥσπερ ἕτεροι, καὶ αὐτῶν τῶν ὠῶν τὸ λευκόν. εὔδηλον δ’ ὅτι πλησίον ἀναπλάσεως ὄντι τῷ φαρμάκῳ τὰ τοιαῦτα μίγνυται διὰ τὸ ταχέως ὀξύνεσθαι. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ τῶν ῥόδων μίγνυται χυλός. ἡ δὲ ἰδίως ὕλη τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν εὔδηλον ὅτι καὶ αὕτη σκοπὸν ἔχει καθαρὸν φυλάττειν τὸ ἕλκος, ὡς τῆς φύσεως τῶν μορίων πληρούσης τε καὶ πρὸς οὐλὴν ἀγούσης αὐτὸ, καθάπερ ἐπὶ τῶν ἄλλων ἑλκῶν προείρηται. φλεγμονῆς μὲν οὖν ἔτι κατὰ τὸν ὀφθαλμὸν οὔσης ἢ καί τινος ὀδύνης, τὰ διὰ λιβανωτοῦ τε κολλύρια καὶ τῶν πεπλυμμένων μεταλλικῶν καὶ τῶν ἀδήκτων χυλῶν προσφέρεται. ῥυπαρῶν δὲ ἐν τῇ χρήσει ταύτῃ τῶν ἑλκῶν γενομένων, μίγνυσθαί τι χρὴ τῶν ῥυπτόντων, ὁποῖόν ἐστι τὸ Πακκιανὸν δι’ οἴνου κροκῶδες, ᾧ χρώμεθα παραμιγνύντες ἐλάχιστον αὐτοῦ τοῖς προειρημένοις φαρμάκοις. ἔχει δὲ τοῦτο πλεῖστον μὲν τὸν κρόκον, ἀφ’ οὗ καὶ κροκῶδες ὀνομάζεται, 
μέμικται δ’ αὐτῷ καὶ τῶν ῥυπτόντων μεταλλικῶν ἔνια· διὸ καὶ τραχωμάτων ἐστὶ καθαιρετικὸν οὐ μόνον τῶν μικρῶν, ἀλλὰ καὶ τῶν μεγάλων, ἃ προσαγορεύουσι συκώσεις· λεπτύνει δὲ καὶ τὰ πτερύγια. περὶ μὲν οὖν τῶν τοιούτων φαρμάκων μικρὸν ὕστερον εἰρήσεται· τῶν δ’ ἑλκῶν ὅσα δι’ ἀνάβρωσιν γίνεται τοῦ κερατοειδοῦς, ὡς προκύπτειν τι καὶ τοῦ ῥαγοειδοῦς, ὅτι δὴ καὶ ταῦτα δι’ ἑαυτό τε καὶ τὸ προπεσὸν ἀποκρουστικῶν τε καὶ στυπτικῶν δεῖται φαρμάκων εὔδηλόν ἐστι. πειρᾶσθαι δὲ ἐπ’ αὐτῶν δεῖ ἐκλέγεσθαι τὰ μηδεμίαν ἐργαζόμενα τραχύτητα. τῶν δ’ ἐναντίων τούτοις φαρμάκων, ὅπερ ἐστὶ τῶν διαφορητικῶν, αἱ φλύκταιναι χρῄζουσι καὶ τὸ γεννώμενόν ποτε πῦον ἔνδον τοῦ κερατοειδοῦς. τὰ μὲν οὖν πρόσφατα καὶ ἔτι φλεγμαίνοντα τοῖς διὰ σμύρνης καὶ λιβανωτοῦ καὶ κρόκου καθίσταται φαρμάκοις. τὰ χρονιώτερα δὲ καὶ τῶν διαφορητικῶν τι προσλαμβάνουσι, καθάπερ γε καὶ αἱ σκιῤῥούμεναι φλεγμοναὶ τῶν χιτώνων. ἐπὶ τούτων γὰρ καὶ διὰ τῶν δριμέων ὀπῶν εὐδοκιμεῖ φάρμακα τάδε· εἰς κολλυρίων εἴδη ἀναπλαττόμενα αἱ καλούμεναι πρὸς τῶν ἰατρῶν ἰδίως ἔγχρισται δυνάμεις ὑγραὶ, ὁποίας καὶ

τοῖς ἀρχομένοις ὑποχεῖσθαι σκευάζουσιν. ἐπὶ δὲ τῶν πτερυγίων τε καὶ τῶν συκώσεων, ὡς ἔφην, τὰ ῥυπτικὰ φάρμακα προσφέρεται, τὰ μὲν εἰς κολλυρίων ἰδέαν ἀναπλαττόμενα, τὰ δὲ καὶ ξηρὰ χωρὶς ἀναπλάσεως, ἐφ’ ὧν ἔμιξάν τινες ὀλίγον τι τῶν σηπτικῶν φαρμάκων. ἐγγὺς δὲ τούτων ἐστὶ τὰ τὰς ψωρώδεις διαθέσεις ἐν τοῖς βλεφάροις ἰώμενα, καὶ διὰ τοῦτο προσαγορευόμενα ψωρικά. πάντων δ’ αὐτῶν ἐστιν ἰσχυρότατα τά τε τοὺς παλαιοὺς τύλους ἐκτήκοντα καὶ τὰ καλούμενα πτερύγια θεραπεύοντα, διὰ τῶν ῥυπτικῶν τε καὶ σηπτικῶν φαρμάκων συγκείμενα.

5. [Περὶ τῆς τῶν ὀφθαλμικῶν φαρμάκων δυνάμεως.] Καί μοι σχεδὸν ἤδη τῆς ἁπάντων τῶν ἐν ὀφθαλμοῖς παθῶν τε καὶ κατὰ γένος φαρμάκων ἐξηγήσεως γενομένης, εἰρημένων δὲ καὶ τῶν κατὰ γένος ἀδήκτων φαρμάκων, ὁποῖα τὰ διὰ τῶν πεπλυμμένων μεταλλικῶν ἔφην συντίθεσθαι, βέλτιον εἶναι δοκεῖ καὶ τῶν ἄλλων ὀφθαλμικῶν φαρμάκων ἐξηγήσασθαι τὰς δυνάμεις. ἐκ τούτου γὰρ ἡγοῦμαι συνθετικωτέρους γενέσθαι καὶ τῶν ἤδη συγκειμένων κριτικωτέρους,

τοὺς ἐν αὐτοῖς γεγυμνασμένους. ἀδηκτοτάτων οὖν ὄντων ὧν εἶπον ἔμπροσθεν φαρμάκων, ἀδήκτων δὲ καὶ τῶν τριῶν ὑγρῶν, ὧν τὸ μὲν ἀφέψημα τῆς τήλεως ἦν, τὸ δὲ γάλα, τὸ δὲ τὸ ἐν τοῖς ὠοῖς ὑγρὸν τὸ λεπτὸν, ἐν τῷ γένει τούτων ἡγητέον εἶναι τό τε κόμμι καὶ τὴν τραγάκανθαν, καὶ εἰ μὴ τὰ προειρημένα τρία πρόχειρον εἶχε τὴν κτῆσίν τε καὶ χρῆσιν, ἀποβρέχοντες ἂν ἐν ὕδατι πολλῷ βραχὺ κόμμεως ἢ τραγακάνθης εἰς τὴν αὐτὴν χρείαν ἄγομεν τοῖς τρισὶν, ὡς ἀποτρίβειν τε δι’ αὐτῶν ἐπὶ τῆς ἰατρικῆς ἀκόνης τὰ κολλύρια καὶ μόνοις ἐγχεομένοις, ἐκκλύζειν τοὺς ἐν τοῖς πάσχουσιν ὀφθαλμοῖς γενομένους ἰχῶρας. ἀλλὰ καὶ νῦν αὐτοῖς χρώμεθα κατὰ πάντα σχεδὸν τὰ κολλύρια. πλὴν γὰρ ὀλιγίστων ἀναλαμβάνεται πάντα μετὰ τὸ λειωθῆναι διαβεβρεγμένα συμμέτρως τοῖς φαρμάκοις τούτοις. ἓν μὲν δὴ τοῦτο γένος ἡμῖν ἀριθμείσθω φαρμάκων ὀφθαλμικῶν, ἔν τε τοῖς τρισὶν ὑγροῖς καὶ τῇ τραγακάνθῃ καὶ τῷ κόμμει καὶ τοῖς πεπλυμένοις μεταλλικοῖς. ἑτέρα δ’ ἐπ’ αὐτοῖς τὰ βραχεῖαν ἔχοντα δῆξιν ἐκ τοῦ μεμίχθαι τινὰ αὐτοῖς τῶν ἐπ’ ὀλίγον στυφόντων ἢ
ῥυπτόντων, ὁποῖα φάρμακά ἐστι ῥόδα τε καὶ λιβανωτὸς, ὀλίγην μὲν ἐχόντων τῶν ῥόδων τὴν στύψιν, ὀλίγον δὲ καὶ τὸ ῥυπτικὸν τοῦ λιβανωτοῦ. θερμὸς δὲ συμμέτρως κατὰ τὴν δύναμιν ὁ λιβανωτὸς ὑπάρχων ἔχει τι διὰ τοῦτο πεπτικόν τε καὶ ἀνώδυνον. ἐκ τοῦ αὐτοῦ δὲ γένους αὐτῷ κατά γε τὸ πέττειν τε καὶ διαφορεῖν μετρίως ἡγητέον εἶναι τόν τε κρόκον καὶ τὴν σμύρναν, ἀλλήλων διαφέροντα τῷ τὸν μὲν στύφειν μετρίως, τὴν δὲ ἄνευ στύψεως, οὐκ ἀγεννῶς διαφορεῖν τε καὶ ξηραίνειν ὑγρότητας. γενναιότερα δὴ ταῦτα ταῖς δυνάμεσίν ἐστι τοῦ λιβανωτοῦ καὶ διὰ τοῦτο καὶ διαφορητικώτερα. τὸ ῥυπτικὸν δ’ οὐκ ἔχοντα πρὸς τὴν τῶν ἑλκῶν θεραπείαν ἀπολείπονται τοῦ λιβανωτοῦ. τοῦ γένους τούτου τῶν φαρμάκων, λέγω δὲ τοῦ πεπτικοῦ τε καὶ διαφορητικοῦ, καὶ τὸ λύκιόν ἐστι καὶ τὸ καστόριον. εὔδηλον δ’ ὅτι λύκιον λέγω τὸ Ἰνδικὸν, οὐ τουτὶ τὸ καὶ τοῖς παρ’ ἡμῖν ἔθνεσι γινόμενον. ἐγγὺς δὲ τούτων ἥκει τῇ δυνάμει καὶ ἡ καλουμένη σαρκοκόλλα, πεπτικόν τε καὶ διαφορητικὸν οὖσα φάρμακον· ἔτι δὲ μᾶλλον αὐτῆς ἡ χαλβάνη τὰς εἰρημένας
ἔχει δυνάμεις. ἀφέψημα δὲ μελιλώτου τῷ πεπτικῷ προσείληφέ τι καὶ στυπτικὸν, ὁμογενές πως ὑπάρχον τῷ κρόκῳ. ἐμβάλλεται δ’ εἰς τὰς ὀφθαλμικὰς δυνάμεις καὶ ὁ καλούμενος αἱματίτης λίθος ξηραντικὴν ὑγρῶν ἔχων δύναμιν, ὥσπερ καὶ ἡ καδμεία. πρᾳότερον δὲ αὐτῆς ἐστι φάρμακον ὁ λίθος, ὡς ἂν ἐξ ὑγρᾶς οὐσίας οὐ γεώδους ὥσπερ ἡ καδμεία τὴν γένεσιν ἐσχηκώς. δηλοῖ γὰρ αὐτοῦ τὴν φύσιν οὖσαν τοιαύτην ἡ ἐπὶ τῆς ἰατρικῆς ἀκόνης λύσις εἰς χυλὸν ἀναλυομένου κατὰ τὴν μεθ’ ὑγροῦ τινος τρίψιν. καὶ κατὰ μόνας δὲ χωρὶς ὑγρότητος ἀποτριβόμενος οὐκ εἰς γεώδη θραύματα διαλύεται τῇ καδμείᾳ παραπλησίως, ἀλλ’ εἰς ὁμοιομερές τε καὶ συνεχὲς αὐτῷ σῶμα. παραπλησίως αὐτῷ καὶ ὁ σχιστὸς καλούμενος λίθος ὑπάρχων ἰσχυρότερός ἐστι τῇ δυνάμει. τὸ δὲ στίμμι καλούμενον ἄπλυτον μὲν ἰσχυρὰν ἐπιδείκνυται τὴν στυπτικὴν δύναμιν, ἐκλύεται δὲ πλυνθὲν, ὡς ἐγγὺς ἥκειν ἀδήκτου. ἰσχυροτέρας δὲ δυνάμεως ῥυπτικῆς ὅ τε κεκαυμένος χαλκός ἐστι καὶ ἡ λεπὶς αὐτοῦ καὶ τὸ ἄνθος. 
οὐχ ἧττον δὲ δραστήριον, ἀλλ’ ἧττον ἄδηκτον ἡ κεκαυμένη χαλκῖτίς ἐστιν. εἰ δὲ καὶ πλυθείη τὰ τοιαῦτα, ῥυπτικὰ μὲν ἔτι διαμένει, τοσούτῳ δὲ ἀσθενέστερα ταῖς ἐνεργείαις, ὅσον καὶ ἀδηκτότερα γίνεται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ μίσυ καὶ ὁ ἰὸς, ἰσχυρότατα φάρμακα τοῖς πρὸς συκώσεις καὶ τύλους ἁρμόττουσι μιγνύμενα. τινὲς δὲ αὐτοῖς ἐπέβαλον καὶ κηκίδας, σφοδρῶς στῦφον φάρμακον, ὥσπερ ἔνιοι τὸ πάντων τούτων σφοδρότατον εἰς στύψιν ἅμα δριμύτητι, καλούμενον δὲ χάλκανθον οὐδετέρως ἢ, ὡς ἔνιοι, χάλκανθος ἀρσενικῶς ἢ θηλυκῶς. εὔδηλον δ’ ὅτι μετριώτερον πολὺ γίνεται καυθέν τε καὶ πλυνθέν. ἐκ τῆς τοιαύτης ὕλης καὶ ἡ τοῦ στομώματός ἐστι λεπίς. ὁ δὲ τοῦ λιβανωτοῦ φλοιὸς στύφει μὲν καὶ αὐτὸς οὐκ ἀγεννῶς, ἀπολείπεται δὲ τῶν εἰρημένων ἁπάντων πάμπολυ. καὶ μέντοι καὶ τὸ μίσυ καλούμενον εἴς τε τὰς αὐτὰς διαθέσεις καὶ προσέτι τὰ ψωρώδη βλέφαρα τοῖς κολλυρίοις ἔμιξάν τινες. ἐπεὶ δὲ καὶ μάννης ἐμνημόνευσάν τινες καὶ δοκεῖ τισιν οὐδὲν διαφέρειν λιβανωτοῦ λελειωμένου, γνωστέον
ὅτι καλοῦσιν ἰδίως μάνναν τὸ ὑπόσεισμα τοῦ ὑποτεθρυμμένου κατὰ τὰ μεγάλα φορτία λιβάνου. συμφέρεται γὰρ αὐτῷ θραύσματά τινα μικρὰ λιβανωτοῦ φλοιοῦ, ὥστε διαφέρειν τοῦ λιβανωτοῦ τὸ τοιοῦτον φάρμακον τῷ προσειληφέναι βραχύ τι τῆς στύψεως. ὅσα μὲν οὖν τῶν στυφόντων ἱκανῶς γεώδη ταῖς συστάσεσίν ἐστι, τραχώματά τε καὶ συκώσεις καὶ τύλους ἐκτήκει. τὰ δὲ ἐν τῷ γένει τῶν χυλῶν ὄντα, καθάπερ ὀμφάκιόν τε καὶ ὑποκυστὶς, ἐκπλύνεται ῥᾳδίως ἐν ταῖς ὑπαλείψεσιν ἐκρέοντα μετὰ τοῦ δακρύου. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ γλαύκιον καὶ ἀκακία. ῥυπτικὰ δὲ ἀδήκτως ἐστὶν ἐλάφου κέρας καυθὲν, ὥσπερ γε καὶ ὁ τῶν αἰγῶν. εἴρηται δὲ ὅτι καὶ ὁ λιβανωτὸς ἐκ τῶν τοιούτων ἐστὶν, ἀλλ’ οὗτος, ὥσπερ ἐῤῥέθη, βραχυτάτης μετείληφε τῆς ῥυπτικῆς δυνάμεως, ἀνώδυνός τε καὶ πεπτικὸς ὑπάρχων. τὰ δὲ τῶν εἰρημένων ζώων κέρατα ῥυπτικὰ μέν ἐστιν, οὔτε δὲ ἀνώδυνον οὔτε πεπτικὸν ἔχει τι, ψυχρὰ καὶ ξηρὰ ταῖς κράσεσιν ὄντα. ῥυπτικὸν δέ τι καὶ τὸ καλούμενον Ἀρμένιον

ἔχει, καθάπερ καὶ τὸ καλούμενον Ἰνδικὸν μέλαν, καὶ διὰ τοῦτο τοῖς ἀφλεγμάντοις ἕλκεσιν ἀλύπως ὁμιλεῖ. μικτῆς δέ πώς ἐστι δυνάμεως ἡ ἀλόη, καθάπερ τὸ ῥόδον. ἔχει μὲν γάρ τι καὶ πικρὸν τὸ ῥύπτειν πεφυκὸς, ἔχει δέ τι καὶ στυπτικὸν, ὡς συνάγειν τε καὶ συνουλοῦν τὰ ἕλκη.

[Τίνα πρὸς τὰς ψωρώδεις διαθέσεις ἁρμόττει.] Τῶν δὲ πρὸς τὰς ψωρώδεις ἐν βλεφάροις διαθέσεις ἁρμοττόντων φαρμάκων ἅλες εἰσὶν ἀμμωνιακοὶ καὶ λίθος Ἄσιος, αὐτός τε καὶ τὸ ἄνθος αὐτοῦ, καὶ τὸ καλούμενον ψωρικὸν, οὐχ ἁπλοῦν οὐδ’ αὐτοφυὲς ὂν, ἀλλ’ ἔχον τινὰ σκευασίαν, ἣν καὶ Διοσκουρίδης ἔγραψε καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες, ὅσοι περὶ ὕλης ἐποιήσαντο πραγματείας. ἐπιμίγνυται δὲ τούτοις καὶ τὸ κεκαυμένον μίσυ καὶ ἡ σανδαράχη καὶ τὸ καλούμενον ἀῤῥενικὸν μὲν ὑπὸ τῶν παλαιῶν Ἑλλήνων, ἀρσενικὸν δὲ ὑπὸ τῶν νῦν. ἐκ δὲ τῶν ἀρωματικῶν φαρμάκων κασσία τε καὶ τὸ τοῦ μαλαβάθρου φύλλον, ἄμωμόν τε καὶ κιννάμωμον ἔμιξάν τινες ὀφθαλμικαῖς δυνάμεσι, διαφορητικῆς

μὲν ὑπάρχον δυνάμεως τὸ κιννάμωμον, τὰ δὲ ἄλλα καὶ στύψεως μετέχοντα. κοινῇ δὲ περὶ πάντων ἐγνωκέναι χρὴ τῶν ῥυπτικῶν φαρμάκων, ὅσα τε μέτρια καὶ ὅσα συκώσεις καὶ τύλους ἐκτήκει, ταῦτα πάντα καὶ πρὸς οὐλὰς παχείας ἁρμόττειν. λεπτύνει γὰρ αὐτῶν τὸ πάχος καὶ ἀποῤῥύπτει τῆς ἐπιπολῆς οὐσίας.

[Τίνα τοῖς ἐσκιῤῥωμένοις βοηθεῖ.] Αἱ δὲ πρὸς ἐσκιῤῥωμένους χιτῶνας ἁρμόττουσαι δυνάμεις, ὡς καὶ πρόσθεν ἐῤῥέθη, διά τε τῶν ὀπῶν συντίθενται καὶ τοῦ ἀμμωνιακοῦ θυμιάματος. μιγνυμένων δ’ αὐτοῖς καὶ μετριωτέρων μὲν, οὐκ ἀντιπραττόντων δὲ τῇ δυνάμει, σμύρνης δηλονότι καὶ λιβανωτοῦ καὶ χαλβάνης, ὅσα τ’ ἄλλα τοιαῦτα.

[Τίνα πρὸς τοὺς ὑποχεομένους ἁρμόττει.] Πρὸς δὲ τοὺς ὑποχεομένους συνετέθησάν τινες ὑπὸ τῶν ἰατρῶν δυνάμεις ἐν ὑγροῖς φαρμάκοις, πρώτη μὲν σχεδόν τι πασῶν ἡ διὰ μαράθρου χυλοῦ καὶ ὑαίνης χολῆς καὶ μέλιτος Ἀττικοῦ, οἱ δὲ καὶ αἰγείας. μετὰ ταῦτα δὲ ἄλλος ἄλλην ἔμιξε χολὴν, ὁ μὲν ἀλεκτρυόνος, ὁ δὲ ἐχίδνης, ὁ δὲ θαλαττίας

χελώνης, ὁ δὲ καλλιωνύμου. νυνὶ δὲ ἔνδοξόν ἐστι τὸ διὰ τῶν σκάρων τῆς χολῆς φάρμακον, ὥσπερ καὶ τὸ διὰ τῆς στακτῆς σμύρνης. ἐπαγγελίαι μὲν οὖν ἁπάντων αὐτῶν εἰσι μεγάλαι. τὸ δὲ ἔργον αὐτῶν ἐνίοτε μὲν οὐδὲν, ἔστι δ’ ὅτε πάνυ σπικρόν.

6. [Περὶ τῶν χρησίμων τοῖς ὀφθαλμοῖς φαρμάκων ξηρῶν.] Ἐκ τῆς προγεγραμμένης ὕλης συνετέθη τοῖς ἰατροῖς φάρμακα ξηρὰ τὰ καλούμενα πρὸς αὐτῶν ἰδίως ξηροκολλύρια, τινὰ μὲν ἐκτήκοντα τύλους καὶ συκώσεις, ἀκανθίδας τε καὶ πτερύγια, τινὰ δὲ τοῖς ψωρώδεσι βλεφάροις ἁρμόττοντα καὶ τοὺς ὀνομαζομένους μίλφους ὠφελοῦντα. τῶν δριμέων δὲ κολλυρίων ἑτέραν δύναμιν ἔχοντα, διὸ καὶ καλοῦνται πρός τινων ἰατρῶν ἀποδακρυτικὰ καὶ ἀποκρουστικὰ, καθάπερ καὶ αὐτὰ τὰ κολλύρια. τούτων δὲ αὐτῶν τὰ πλεῖστα καὶ τοῖς ἀμβλυωποῦσι διὰ γῆρας ἢ πάχος ἢ ψύξιν ὑγρῶν τῶν ἐν τοῖς ὀφθαλμοῖς ἢ καὶ πνεύματος 

ἀχλυώδους περιουσίαν οὐ μικρῶς βοηθεῖ. ἔνια δὲ τῶν ξηρῶν φαρμάκων κωλύει συστῆναι τὸ πάθος ἐν αὐτοῖς, τὰς ἐπιῤῥοὰς εἴργοντα δηλονότι τῶν ὑγρῶν, ἐξ ὧν εἰώθασιν οἱ ὀφθαλμοὶ κακοῦσθαι. κάλλιστον δ’ αὐτῶν ἐφάνη τῇ πείρᾳ κριθὲν τὸ ὑπ’ ἐμοῦ συντεθὲν, καὶ διὰ τοῦτο παρὰ πολλοῖς ὂν ἐν χρήσει σχεδὸν ἐν ἅπασι τοῖς ἔθνεσιν, ὧν ἄρχουσι Ῥωμαῖοι. καὶ πρῶτόν γε αὐτοῦ τὴν κατασκευὴν γράψω, βέλτιον ἡγούμενος εἷναι τὸ μηδ’ ὅλως ἁλίσκεσθαι πάθεσι τοῦ θεραπεύεσθαι καλῶς τὰ γενέσθαι φθάσαντα. ἐπεὶ δὲ καὶ Ἀσκληπιάδης πλείστην τε καὶ καλλίστην ἔγραψεν ὕλην τῶν τε ξηρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν κολλυρίων, ἀρξάμενος ἀπὸ τῶν ξηρῶν, κᾀγώ μοι δοκῶ πράξειν οὕτω τῇ τάξει τῆς γραφῆς ὁμοίᾳ χρησάμενος, ὥστε μετὰ τὸ προσγράψαι τὸ ἐμὸν ξηρὸν ἐφεξῆς ἅπαντα γράψαι τὰ ὑπ’ Ἀσκληπιάδου κατατεταγμένα κατὰ τὸ πρῶτον βιβλίον τῶν ἐκτὸς, ὃ Μαρκέλλᾳ ἐπιγράφει. καὶ μετὰ ταῦτά γε καταπλασμάτων τῶν τοῖς ὀφθαλμοῖς ἁρμοττόντων, ἀνακολλημάτων τε καί τινων ἐπιχρίστων φαρμάκων ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένων,

ἄμεινον εἶναί μοι δοκεῖ κᾀκείνων φυλάξαντα τὴν τάξιν τῆς γραφῆς, οὕτως ἐπὶ τὴν τάξιν τῶν κολλυρίων τε καὶ τῶν ὑγρῶν φαρμάκων ἀφικέσθαι πάντα παραθέμενον, ὡς ὁ Ἀσκληπιάδης ἡρμήνευσεν αὐτοῖς τοῖς ἐκείνου ῥήμασιν.

[Τὸ ὑπ’ ἐμοῦ συντεθὲν εἰς ὑγείαν ὀφθαλμῶν φάρμακον ξηρόν.] Χρησιμώτατον ὑγιαίνουσιν ὀφθαλμοῖς προφυλακτικὸν ἐγὼ συνέθηκα φάρμακον, ὃ πάντες ἔχουσιν ἤδη. καίεται γὰρ λίθος Φρύγιος εἰς λεπτὰ καταθραυσθεὶς, ὡς εἶναι μείζων τοῦ καλουμένου μὲν ὑπό τινων καρύου ποντικοῦ, πρὸς ἄλλων δὲ λεπτοκαρύου. ὁ δὲ τρόπος τῆς καύσεως, ὡς κᾀπὶ τῶν ἄλλων ποιούμεθα, εἰς χυτρίδιον καινὸν ἐμβάλλοντες, εἶτα περιπηλοῦντες ἔξωθεν, ἐπιτιθέντες δὲ πῶμα τετρημένον ἤτοι κατὰ μόνην τὴν κορυφὴν ἢ, ὅπερ βέλτιόν ἐστι, καὶ κατὰ ἄλλα μέρη πλείονα, πρὸς τὸ ῥᾳδίως ἀναφέρεσθαι δι’ αὐτῶν τὰς λιγνυώδεις τε καὶ καπνώδεις τῶν καιομένων ἀποῤῥοάς. ἐπειδὰν δὲ ὁ λίθος ὅλος διάπυρος γένηται, τηνικαῦτα χρὴ τὸ χυτρίδιον ἐκκενώσαντας εἰς ἀγγεῖόν τι καθαρὸν ἐπιχεῖν βούτυρον οὐ παλαιὸν, ἀνακινοῦντα τὰ μόρια

τοῦ κεκαυμένου λίθου, καὶ τοῦτο ποιεῖν ἄχρις ἂν ἅπαντα σβεσθῇ, τηνικαῦτα δὲ παύεσθαι, καὶ οὕτω πάλιν εἰς τὸ χυτρίδιον ἐμβάλλοντας αὐτὰ καίειν αὖθις, ἐνιστάντας τὸ χυτρίδιον ἄνθραξι διακεκαυμένοις, ὡς μηδὲν ἔχειν καπνῶδες, ῥιπίζειν δὲ τούτους ἕνεκα τοῦ θᾶττον γενέσθαι τὴν καῦσιν. εἶθ’ ὅταν διάπυροι γενηθῶσιν οἱ λίθοι καὶ μηκέτ’ ἀναφέρηται μηδεμία λιγνὺς, ἐκχέοντας πάλιν αὐτοὺς σβεννύειν οἴνῳ Φαλερίνῳ ἤ τινι τῶν κιῤῥῶν καὶ εὐωδῶν, οἷος ὁ Τμωλίτης, Ἀριούσιός τε καὶ Λέσβιος, εἶτα πάλιν εἰς τὸ χυτρίδιον ἐμβάλλοντας ἐκ τρίτου καίειν, κᾀπειδὰν διάπυρος ὁ λίθος γένηται, σβεννύειν αὖθις μέλιτι Ἀττικῷ μὴ πολλῷ, γενήσεται γὰρ οὐ ξηρὸν τὸ φάρμακον, ἀλλ’ ἔχον τι γλισχρότητος. ἔστω δέ σοι προλελειωμένα πλείοσιν ἡμέραις ἀκριβῶς, ὡς χνοώδη γεγονέναι τὰ ὑπογεγραμμένα. ♃ χαλκοῦ κεκαυμένου γο α΄. ὅπερ ἐστὶ δραχ. η΄. πεπέρεως λευκοῦ τὸ ἴσον, φύλλου μαλαβάθρου τὸ ἴσον, στίμμεως τὸ ἡμιόλιον, ὅπερ ἐστὶ δραχ. ιβ΄. τούτοις μίγνυε τοῦ κεκαυμένου λίθου λίτραν α΄. κᾀπειδὰν ἅπαντα καλῶς λειωθῇ καὶ μέλλῃς ἀνελέσθαι τὸ
φάρμακον, ἐπέμβαλλε τοῦ Συριακοῦ ὀποβαλσάμου γο α΄ S". ὅπερ ἐστὶν αὐτῶν τὸ πᾶν δραχ. ιβ΄. λεπτὸν δὲ καὶ διαφανὲς ἔστω κατὰ τὴν σύστασιν τὸ ὀποβάλσαμον, μὴ παχὺ, καθάπερ εἴωθεν ἐν τοῖς ἀγγείοις αὐτὸ κατὰ τὸν πυθμένα συνίστασθαι. κωλύσει γὰρ τὸ οὕτω παχὺ ξηρὸν εἶναι τὸ φάρμακον, χρῆσθαι δ’ αὐτῷ δεῖ κατὰ τῶν βλεφάρων μόνον ἐπιφέροντα τὴν μήλην χωρὶς τοῦ τῶν χιτώνων αὐτῶν ἅψασθαι τοῦ ὀφθαλμοῦ. τὰ πολλὰ μὲν οὖν ἀρκεῖ κατὰ μόνου τοῦ κάτω βλεφάρου τὴν μήλην ἐπιφέρειν. οὐδὲν δὲ κωλύει καὶ τὸ ἄνω βλέφαρον ὁμοίως ὑπαλείφειν, ὅταν ἡ χρεία μείζων ᾖ τοῦ φαρμάκου, τουτέστιν ὅταν ἤδη σαφῶς ἔχῃ τινὰ ταραχὴν ὁ ὀφθαλμὸς, οὐ μὴν περιμένειν γε χρὴ γενέσθαι τοῦτο. φθάνοντα δὲ χρῆσθαι κατὰ τὴν αἴσθησιν τοῦ πάθους ἐν παντὶ καιρῷ τῆς ἡμέρας, εἰ καὶ πεπωκώς τις εἴη καὶ δεδειπνηκὼς, καὶ πολλάκις γε χρῆσθαι φυλαττόμενον, ὡς ἔφην, ἅπτεσθαι τῶν χιτώνων. χρὴ δὲ καὶ τὸν ὑπαλειφόμενον αὐτὸν ἀνεῳγμένα παρέχειν τὰ βλέφαρα, κᾀπειδὰν ὑπαλείψηται, μὴ ἐπιμύειν αὐτοῖς. τοῦτο μὲν ὑπ’ ἐμοῦ συνετέθη

τὸ φάρμακον, οὐκ ἐπιτρέπον ὀφθαλμιάσαι τὸν καλῶς τούτῳ χρώμενον. ἐφεξῆς δὲ γράψω τὰ πρὸς διαθέσεις ἁρμόττοντα, τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ποιησάμενος.

7. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ πρὸς ὀφθαλμούς.] Ἐν τῷ πρώτῳ τῶν ἐκτὸς ἃ Μαρκέλλας ἐπιγράφει, γράφεται κατὰ λέξιν οὕτως. ξηρὸν ἐκ τῶν τοῦ Ἡρακλείδου ψωρικῶν πρὸς περιβεβρωμένους κανθούς. ♃ σποδίου Κυπρίας δραχ. δ΄. ὀμφάκου ξηροῦ δραχ. β΄. νάρδου τριώβολον, πεπέρεως πεφρυγμένου κόκκους ιε΄. λείοις χρῶ. ψωρικὸν Αἰλίου. ♃ καδμείας δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. τρῖβε μετ’ ὄξους ἐν ἡλίῳ καὶ ξηράνας καὶ διαλύσας, ἀνελόμενος χρῶ. ἄλλο. ♃ καδμείας δραχ. α΄. χαλκοῦ κεκαυμένου δραχ. α΄. νάρδου Ἰνδικῆς δραχ. α΄. πεπέρεως πεφρυγμένου ὀβολοὺς β΄. λείοις χρῶ, ὡς σπουδαίῳ φαρμάκῳ. ἄλλο. ♃ χαλκίτιδος μέρη δύο, καδμείας μέρος α΄. κόψας καὶ σήσας τρῖβε ἐν ἡλίῳ, οἴνου ἐπιβάλλων ὅσον ἐξαρκεῖ, ἔπειτα ξηράνας καὶ διυλίσας 

ἀνελόμενος χρῶ. ἐκ τῶν Φιλοξένου ξηρὸν ἀχάριστον. ♃ καδμείας δραχ. β΄. χαλκίτεως δραχ. η΄. ἀλόης ὀβολοὺς β΄. ἰοῦ ὀβολοὺς β΄. πεπέρεως κόκκους δέκα, ῥόδων ἄνθους δραχ. α΄. λείοις χρῶ. τοῦ αὐτοῦ πρὸς ξηροφθαλμίαν καὶ σύκωσιν καὶ σηπεδόνας καὶ ὑπερσαρκώματα. ♃ καδμείας δραχ. ι΄. χαλκίτεως δραχ. η΄. πεπέρεως κόκκους ιε΄. νάρδου Κελτικῆς δραχ. α΄. τρῖβε καδμείαν καὶ τὴν χαλκῖτιν μετ’ οἴνου, καὶ ὅταν ξηρανθῇ, ἐπίβαλλε νάρδον καὶ τὸ πέπερι καὶ χνοῶδες ποιήσας χρῶ. ἄλλο. ♃ καδμείας δραχ. κ΄. χαλκίτεως δραχ. μ΄. νάρδου Ἰνδικῆς δραχμὰς β΄. σμύρνης πεφωγμένης δραχ. β΄. πεπέρεως κόκκους λε΄. σκεύαζε δι’ ὄξους δριμυτάτου.

[Καπίτωνος πρὸς ξηροφθαλμίας καὶ καθύγρους ὀφθαλμοὺς καὶ περιβεβρωμένους κανθοὺς καὶ βλέφαρα καὶ συκώδη.] Καδμείαν Κυπρίαν λαβόντες θραύομεν, ὥστε ἀλφίτων ἔχειν τὸ μέγεθος, ἔπειτα Ἀττικῷ μέλιτι φυράσαντες βάλλομεν εἰς κώθωνα κεράμεον, τούτου δὲ τὸ στόμιον φιμώσαντες καὶ πηλῷ περιπλάσαντες τρῆμα ποιοῦμεν κατὰ τὴν τοῦ στόματος μεσότητα, ὥστε ἀναπνοὴν ἔχειν τὸ ὀπτώμενον,

αὐτὸ δὲ τὸ ἀγγεῖον ὀρθὸν στήσαντες μεταξὺ ἀνθράκων ὑποκαίομεν. ἐκπύρου δὲ γενομένου προσέχομεν τοῖς διὰ τοῦ τρήματος ἀναφερομένοις ἀτμοῖς, καὶ εἰ μὲν μελάντεροι ἀναφέροιντο, ἔτι καίομεν· ὁπόταν δὲ λευκότεροι ἀναφαίνοιντο, αὐτάρκως ὠπτῆσθαι νομίσαντες, ἄραντες τὸ ἀγγεῖον καὶ ἀναπωμάσαντες κατασβεννύομεν τὴν καδμείαν οἴνῳ Ἰταλικῷ καὶ εἰς θυίαν ἐξεράσαντες τρίβομεν καὶ ξηραίνοντες ἀποτιθέμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, ἔχει δὲ οὕτω. ♃ καδμείας δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. στίμμεως δραχ. η΄. τρίψας καὶ ἀνελόμενος χρῶ πυρῆνι μήλης ὑποστιμμίζων τὰ βλέφαρα καὶ πρωῒ καὶ πρὸς ἑσπέραν. ἄλλο. ♃ καδμείας καυθείσης καθὰ προείρηται, δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. στίμμεως δραχ. δ΄. Ἀρμενίου δραχ. β΄. τρίψας καὶ ἀνελόμενος χρῶ. ἡμεῖς τὴν καδμείαν καὶ τὰ λοιπὰ στέατι ἐχίδνης φυράσαντες ὠπτήσαμεν, ἔπειτα οἴνῳ κατασβέσαντες καὶ λεάναντες ἐχρησάμεθα.

[Τὰ δι’ αἱματίτου Καπίτωνος ὀφθαλμικοῦ φάρμακα ἐπιτετευγμένα πρὸς τὰ ψωριῶντα βλέφαρα.] ♃ Καδμείας

Κυπρίας δραχμὰς κδ΄. λίθου αἱματίτου δραχμὰς στ΄. ἐν ἄλλῳ ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. κδ΄. τὰ ξηρὰ κόπτεται, ὥστε ἔχειν ἀλφίτων τὸ μέγεθος, καὶ μέλιτι φυρᾶται καὶ ὀπτᾶται, καθὰ προείρηται, καὶ οἴνῳ κατασβέννυται καὶ ξηρανθέντα λεαίνεται. ἡ χρῆσις δεδήλωται. ἄλλο. ♃ καδμείας δραχ. κ΄. χαλκοῦ κεκαυμένου δραχμὰς ι΄. λίθου αἱματίτου δραχμὰς ι΄. κροκύδων πορφύρας Λακωνικῆς δραχμὰς η΄. μέλιτι φυράσας καὶ καύσας συντίθει καθὰ προείρηται.

[Σωσάνδρου πρὸς μιλφώσεις καὶ κεχρονισμένας διαθέσεις, ποιεῖ δὲ πρὸς ἐγκανθίδας.] ♃ Καδμείας, στίμμεως, χαλκίτεως ὠμῆς, μίσυος ξενικοῦ ἀνὰ δραχ. η΄. κόψας καὶ μέλιτι φυράσας, ὄπτα καθὰ προείρηται, ἔπειτα οἴνῳ καταβρέξας καὶ λεάνας καὶ ξηράνας ἀνελόμενος χρῶ. ἄλλο. ♃ χαλκίτεως ὠμῆς, καδμείας, στίμμεως, μίσυος ξενικοῦ ἀνὰ δραχμὰς η΄. νάρδου Ἰνδικῆς δραχ. β΄. κρόκου πεφωγμένου δραχμὰς β΄. πεπέρεως δραχ. α΄. τὰ μεταλλικὰ μέλιτι φυρᾶται καὶ καίεται καθὰ προείρηται, ἔπειτα οἴνῳ κατασβέννυται καὶ λεαίνεται, τούτοις

ἐπιβάλλεται τό τε νάρδινον καὶ τὸ κρόκινον πεφωγμένον καὶ τὸ πέπερι, ἔπειτα συλλεάναντες ἀνελόμενοι χρώμεθα.

[Καλλιβλέφαρον φάρμακον ἐπιτετευγμένον ποιεῖ καὶ πρὸς κεχρονισμένας ὀφθαλμίας.] ♃ Στίμμεως κεκαυμένου καὶ οἴνου κατεσβεσμένου δραχ. ιστ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. λιβάνου αἰθάλης, ναρδοστάχυος, σμύρνης πεφωγμένης, κρόκου, λεπίδος χαλκοῦ, ἀνὰ δραχ. α΄. ἅπαντα λεάνας ἀνελόμενος χρῶ. ἄλλο διὰ κρόκου. ♃ κρόκου γο α΄. γλαυκίου γο α΄. σαρκοκόλλης γο α΄. ἐγὼ καὶ ὀπίου γο α΄. ἔβαλλον. ἄλλο τὸ Σεβεριανόν. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης γο β΄. ἁλῶν ἀμμωνιακῶν, πεπέρεως λευκοῦ γο β΄. φύλλου δραχ. β΄. λειώσας ἐπιμελῶς χρῶ. ἄλλο μάλιστα νηπίοις χρήσιμον. ♃ στίμμεως δραχμὰς ιστ΄. μολύβδου δραχ. η΄. λεπίδος δραχ. α΄. κρόκου δραχ. α΄. ῥόδων ἄνθους δραχμὴν μίαν, σμύρνης δραχ. α΄. νάρδου Ἰνδικῆς, λιβάνου ἄῤῥενος, πεπέρεως λευκοῦ ἀνὰ δραχμὴν μίαν, φοινικοβαλάνων ὀστέα δέκα, πάντα βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, ἔπειτα εἰς θυίαν κατεράσας καὶ τρίψας ἐπίβαλε ὀποβαλσάμου κοχλιάρια

δύο, ἔπειτα ἀνακόψας καὶ ξηνάνας χρῶ. ξηρὸν Φιλοξένου πρὸς κνησμώδεις κανθοὺς καὶ περιβεβρωμένους, ποιεῖ καὶ πρὸς ἀμβλυωπίαν. ♃ καδμείας δραχμὰς δ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. α΄. λείοις χρῶ. ταῦτα οὕτω σκευάζων. ♃ καδμείας δραχμὰς η΄. κρόκου δραχμὰς β΄. πεπέρεως λευκοῦ δραχ. α΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. νάρδου Ἰνδικῆς δραχ. α΄. λείοις χρῶ.

8. [Ὑγραὶ ὀφθαλμικαὶ πρὸς τὰς συκώδεις ἐπαναστάσεις καὶ πάσης σαρκὸς ἐξοχήν. ποιεῖ καὶ πρὸς ἐγκανθίδας καὶ πρὸς ἀρχομένας ὀφθαλμίας, ᾗ ἐχρήσατο Φίλιππος ἐν Καισαρείᾳ.] ♃ Μίσυος ὀπτοῦ δραχμὰς η΄. σμύρνης δραχ. δ΄. καδμείας δραχμὰς η΄. κρόκου δραχ. β΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. νάρδου Ἰνδικῆς, πεπέρεως λευκοῦ ἀνὰ δραχμὴν μίαν, μέλιτος Ἀττικοῦ κύαθον α΄. ἄλλο. ♃ μίσυος ὀπτοῦ δραχμὰς στ΄. χαλκάνθου δραχμὰς δ΄. σμύρνης δραχμὰς δ΄. χαλκοῦ κεκαυμένου δραχ. α΄. μέλιτος Ἀττικοῦ κυάθους ι΄.

[Πάγχρηστος Ἐρασιστράτου πρὸς τὰ τραχώματα καὶ πάσας ὀφθαλμίας καὶ ὦτα πυοῤῥοοῦντα καὶ πρὸς τὰ δυσεπούλωτα 

ἕλκη καὶ τὰς ἐν στόματι νομάς.] ♃ Χαλκοῦ κεκαυμένου δραχμὰς β΄. σμύρνης δραχ. α΄. πεπέρεως ὀβολοὺς β΄. μίσυος ὀπτοῦ δραχ. α΄. κρόκου τριώβολον, οἴνου Χίου κοτύλην α΄. γλυκέος Κρητικοῦ κοτύλης τὸ ἥμισυ, τρῖβε τὰ ξηρὰ τὸν οἶνον ἐπιβάλλων, καὶ ὅταν συμπίῃ, ἐπίβαλλε τὸν γλυκὺν καὶ ἀνακόψας κατέρα εἰς χαλκοῦν ἀγγεῖον καὶ ἕψε πυρὶ μαλακῷ χρώμενος, εἶτα ἀπόθου εἰς χαλκῆν πυξίδα. πρὸς τύλους καὶ πᾶσαν ἐξοχήν. ♃ χαλκοῦ κεκαυμένου δραχμὰς β΄. μίσυος κεκαυμένου δραχ. α΄. σμύρνης δραχ. α΄. κρόκου δραχμὴν μίαν, ὀμφακίου δραχ. α΄. οἴνου Χίου κυάθους β΄. μέλιτος Ἀττικοῦ λίτρας S". χρῶ. Φιλοξένου ὑγρὰ ὀξυδερκικὴ, οὐλὰς καὶ τύλους ἀποσμήχει. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς δ΄. ἰοῦ δραχ. β΄. οἴνῳ διαλύσας καὶ συντρίψας ἀναλάμβανε μέλιτι Ἀττικῷ. ἄλλο. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ιβ΄. ἰοῦ δραχ. στ΄. σμύρνης δραχμὰς β΄. συντίθει καθὰ προείρηται. ἄλλο. Φαίδρου τὸ ῥινίον. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς δ΄. ἰοῦ δραχ. α΄. ἀλκυονίου πεφωγμένου δραχμὴν μίαν, λίθου Ἀσίου ἄνθους τριώβολον, συντίθει καὶ χρῶ καθὰ προείρηται.

ἄλλο. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς η΄. ἰοῦ δραχ. η΄. λίθου Ἀσίου ἄνθους δραχμὰς β΄. ὀβολοὺς β΄. ἀλκυονίου δραχμὴν μίαν, ὀβολοὺς β΄. ὀπίου δραχ. α΄ S". σμύρνης δραχ. α΄ S". συντίθει καὶ χρῶ καθὰ προείρηται.

[Αἰγυπτία πρὸς τύλους καὶ λευκώματα, ἀφαιρεῖ καὶ δέρματα παραυτίκα.] ♃ Ἰοῦ Κορινθίου δραχ. στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. ὀβολοὺς δ΄. ἁλὸς ὀρυκτοῦ δραχ. δ΄. κολοκυνθίδος ἐντεριώνης δραχ. δ΄. ταυρείας χολῆς δραχμὰς β΄. νίτρου μέλανος δραχ. α΄ S". πεπέρεως λευκοῦ, κόκκους μ΄. μέλιτος Ἀττικοῦ κυάθους στ΄. συντίθει καθὰ προείρηται καὶ ἀνελόμενος εἰς πυξίδα πρινίνην χρῶ. ἄλλη Αἰγυπτία πρὸς τύλους καὶ λευκώματα καὶ κεχρονισμένας διαθέσεις. ♃ ἰοῦ δραχμὰς στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. κολοκυνθίδος ἐντεριώνης δραχμὰς γ΄. χολῆς ταυρείας δραχ. β΄. νίτρου μέλανος δραχ. β΄. κυάθοις στ΄. ἀναλάμβανε μέλιτι Ἀττικῷ καὶ χρῶ. πρὸς ὀξυδερκίαν Ἀντωνίου Μούσα, ποιεῖ καὶ πρὸς γλαυκώσεις. ♃ πέρδικος ἀγρίου χολῆς μέρος α΄. ἐν ἄλλῳ. περδικίου βοτάνης χυλοῦ, ἔνιοι κενταυρείου χυλοῦ μέρη τρία,

μέλιτος Ἀττικοῦ τὸ ἴσον. ἄλλο. ♃ ὄρνιθος γηραιοῦ χολῆς μέρος α΄. κενταυρείου χυλοῦ μέρος α΄. μέλιτος Ἀττικοῦ μέρη τρία, ποιεῖ πρὸς γλαυκώσεις. ὀξυδερκικὴ Λάργου. ♃ μαράθρου χυλοῦ τῆς ῥίζης μέρος α΄. μέλιτος τὸ ἴσον, ἀνελοῦ εἰς πυξίδα χαλκῆν, χρῶ. ἄλλο. ♃ μαράθρου χυλοῦ τῆς ῥίζης μέρος α΄. χελιδονίας χυλοῦ τὸ ἴσον, μέλιτος Ἀττικοῦ τὸ ἴσον. Αἰλίου Γάλλου πρὸς ὑποχύσεις. ♃ ἀλεκτρυόνος χολῆς δραχμὰς η΄. χελώνης θαλασσίας χολῆς δραχ. η΄. μέλιτος Ἀττικοῦ τὸ ἴσον, ταυρείας χολῆς δραχμὰς β΄. κρόκου δραχ. β΄. ὀποβαλσάμου δραχμὰς β΄. κόψας χρῶ. Κασσίου πρὸς ὑποχύσεις. χολὴν ταυρείαν κενώσας εἰς πυξίδα χαλκῆν ἔα ἐπὶ ἡμέρας ι΄. εἶτα ἀναλαβὼν δραχμὰς β΄. σμύρνης, κρόκου δραχ. β΄. ὀποπάνακος δραχμὰς β΄. ὀποβαλσάμου δραχ. β΄. πεπέρεως κόκκους ιβ΄. μέλιτος Ἀττικοῦ τὸ διπλοῦν, τῇ χολῇ ἅπαντα μίξας, ἕψε ἐν ἀγγείῳ χαλκῷ καὶ ἀπόθου εἰς πυξίδα χαλκῆν καὶ χρῶ. ὑγρὰ ἡ βασιλὶς, ταύτην καλοῦμεν ἀναληπτικήν. ♃ ὀμφάκου δραχμὰς β΄. σμύρνης δραχ. β΄. ἀετοῦ χολῆς δραχμὰς β΄. ὀποβαλσάμου δραχμὰς β΄. ἐλαίας δακρύου δραχ. β΄. ἀμμωνιακοῦ

θυμιάματος δραχμὴν μίαν, χολῆς ὑαίνης δραχ. β΄. μέλιτι ἀναλάμβανε. ἄλλο. ♃ ὀμφάκου δραχμὰς β΄. σμύρνης δραχ. α΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. α΄. κρόκου δραχ. α΄. ὀποβαλσάμου δραχ. α΄. ἐλαίας δακρύου δραχ. α΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. χολῆς ὑαίνης δραχ. η΄. ἀναλάμβανε μέλιτι Ἀττικῷ. ἐν ἄλλῳ, ἐλαίου παλαιοῦ κυάθους β΄. Ἀντωνίου Μούσα. ♃ χολῆς ὑαίνης δραχ. α΄. ἀρκείου χολῆς δραχ. ιβ΄. ὀποβαλσάμου δραχμὰς β΄. ἁλὸς ὀρυκτοῦ δραχμὴν μίαν, κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. μέλιτος Ἀττικοῦ κυάθους β΄. μαράθρου χυλοῦ κυάθους β΄. Φιλοξένου. ♃ χολῆς ὑαίνης δραχ. α΄. S". στέατος ἐχίδνης δραχ. α΄. S". κρόκου δραχμὴν μίαν, ὀμφάκου δραχ. α΄. σμύρνης δραχ. τὸ ἥμισυ, ὀποβαλσάμου δραχ. α΄. μέλιτος Ἀττικοῦ δραχμὰς η΄.

[Βάμματα λευκωμάτων.] Κηκίδα λείαν ἔχε ἐν ἀποθέτῳ, ἐν δὲ τῇ χρήσει παράπτου πυρῆνι μήλης θερμαίνων τὸν πυρῆνα, ἔπειτα χαλκάνθῳ ὕδατι ἀναλυθέντι παράπτου. ἄλλο. σιδίοις λείοις παράπτου, ἔπειτα χαλκάνθῳ ὕδατι διαλυθείσῃ παράπτου. ἄλλο. ♃ μίσυος, χαλκάνθου, κηκίδων

ὀμφακίνων, ἑκάστου τὸ ἴσον κόψας καὶ σήσας ἀπόθου, ἐν δὲ τῇ χρήσει παράπτου ξηρῷ. ἄλλο. ♃ στυπτηρίας σχιστῆς, σιδίων, ῥοιᾶς, μέλιτος, ἀκακίας καρποῦ, ἑκάστου τὸ ἴσον κόψας παράπτου.

[Πρὸς γλαυκοφθάλμους, ὥστε μελαίνας ἔχειν κόρας.] Σιδίων γλυκέων τὸν χυλὸν παρεγχυμάτιζε, ἔπειτα διαστήσας ἔνσταζε ὑοσκυάμου τὸ ἄνθος τρίψας μετ’ οἴνου ἢ ὑοσκυάμου χυλοῦ, δεῖ δὲ τῷ δέοντι καιρῷ ταῦτα συνάγειν καὶ ἀποτίθεσθαι. ἄλλο. ἀκακίας τὸν καρπὸν καὶ κηκίδων ὀλίγον τρίψας ἐπιμελῶς, ἀναλάμβανε ἀνεμώνης τῷ χυλῷ, ὥστε μέλιτος ἔχειν τὸ πάχος, ἔπειτα ἐκθλίψας διὰ ῥάκους ἐπιμελῶς, ὡς ὑγρὸν ἀπόθου καὶ χρῶ καθὰ προείρηται.

[Πρὸς τριχῶντας, Ἀντωνίου Μούσα.] Ὀρνέου τοῦ καλουμένου κιναίδου τὴν χολὴν καὶ ἀκονίτου ἥμισυ μίξας ἀπόθου, ἐν δὲ τῇ χρήσει τὴν τρίχα ἀποτίλας ἐπίχριε τὸν τόπον τῷ φαρμάκῳ. ἄλλο. ♃ ἰχθύος φάγρου τὴν χολὴν καὶ ἀκονίτου ἥμισυ, ἐπὶ λεπίδος σιδηρᾶς πεπλυμένης στέατι δεῦσον καὶ τούτοις ἐπίβαλε ἀμυγδαλίνου ἐλαίου ὀλίγον 

καὶ νυκτερίδος αἵματος ὅσον ἐξαρκεῖ, ἔπειτα μίξας καὶ ἀνελόμενος χρῶ καθάπερ προείρηται.

[Ἀνακολλήματα τριχῶν, Ἡρακλείδου Ταραντίνου.] ♃ Κηροῦ δραχ. α΄. πίσσης δραχ. α΄. λιθοκόλλης δραχ. α΄. ταυροκόλλης δραχ. α΄. μαστίχης δραχμὴν μίαν, ὁμοῦ τήξας ἀπόθου. ἐν δὲ τῇ χρήσει μηλωτίδος τὸ ἄκρον πυρώσας παράπτου τῷ φαρμάκῳ καὶ τὸ διαλυόμενον αἴρων ἀνακόλλα τὰς τρίχας. ἄλλο. ♃ ῥητίνης ξηρᾶς, πίσσης ξηρᾶς ἀνὰ δραχ. α΄. θείου ἀπύρου δραχμὴν μίαν, ἀσφάλτου δραχ. μίαν, κηροῦ δραχ. β΄. τήξας χρῶ.

[Πρὸς τὰς ἐπὶ τῶν βλεφάρων κριθὰς, ἃς ποσθίας καλοῦσιν, Ἀντωνίου Μούσα.] ♃ Χαλβάνης μέρος α΄. νίτρου ὀλίγον μίξας ἐπιτίθει· καὶ μίσυος ὠμοῦ ὅσον ὀλίγον μίξας ἐπιτίθει. ποιεῖ δὲ καὶ σῦκα ξηρὰ, ἐν οἰνομέλιτι ἑψηθέντα καὶ λεανθέντα, ὀλίγης χαλβάνης συλλεανθείσης. ποιεῖ δὲ καὶ ἄλευρον κρίθινον, ἐν οἰνομέλιτι ἑψηθὲν καὶ λεανθὲν μετ’ ὀλίγου χαλβάνης συλλεανθείσης.

[Διονυσίου Μιλησίου πρὸς τριχῶντας.] Λαγωὸν θαλάσσιον

καύσας ἐπὶ ὀστράκου καινοῦ καὶ τὴν σποδὸν τρίψας, ἀναλάμβανε κροτώνων τῷ αἵματι καὶ ἀνελόμενος εἰς πυξίδα κερατίνην χρῶ προεκτίλας τὴν τρίχα. ἄλλο. σαλαμάνδρας κεκαυμένης τὴν σποδὸν, ἀναλάμβανε ἐχίνων χερσαίων τῇ χολῇ καὶ χρῶ καθὰ προείρηται. ἔνιοι δὲ ἐχρήσαντο καστορίῳ μιχθέντι μέλιτι ἢ καστορίῳ καὶ βδέλλης κεκαυμένης τῇ τέφρᾳ ἢ κωνείου τὸν καρπὸν τρίψαντες καὶ αἵματι θύννης ἀναλαβόντες ἐπέχρισαν προαποτίλαντες τὴν τρίχα.

[Πρὸς κριθὰς καὶ χαλάζια.] Σαγαπηνὸν μετ’ ὄξους τρίψας χρῶ. ἄλλο πρὸς αἰγίλωπας. ♃ ἰλλεκέβρας χυλοῦ, στρύχνου χυλοῦ ἀνὰ λίτρας S". λιβάνου δραχ. η΄. μαστίχης γο γ΄·. χαλβάνης λίτρας S". ἕψε τοὺς χυλοὺς μετὰ τοῦ λιβάνου, καὶ ὅταν διαλυθῇ, ἐπίβαλε τὴν χαλβάνην, τὴν γὰρ μαστίχην παραιτούμεθα. ἄλλο. ♃ λιβάνου δραχμὰς η΄. λαδάνου δραχ. δ΄. σχιστῆς δραχμὰς δ΄. σμύρνης δραχ. η΄. κηροῦ δραχ. δ΄. ἀφρονίτρου δραχ. δ΄. πιτυᾶς λαγωοῦ δραχ. δ΄. κόπτεται τὸ φάρμακον καὶ μαλάσσεται ἰρίνου μύρου ὑποστάθμῃ.

[Τὰ πρὸς ὀφθαλμοὺς, ἐν τῷ αὐτῷ βιβλίῳ τῷ πρώτῳ

τῶν ἐκτὸς Ἀσκληπιάδου γεγραμμένα καταπλάσματα καὶ ἀνακολλήματα καὶ περιχρίσματα.] Καταπλάσματα ὀφθαλμιώντων πρὸς περιωδυνίας καὶ μεγίστας ἐπιφορὰς, οἷς ἐχρήσατο Ἡρακλείδης ὁ Ταραντῖνος. ♃ ῥόδων χλωρῶν ἢ ξηρῶν δραχ. δ΄. κρόκου δραχ. α΄. ὀπίου δραχ. α΄. ἀναλάμβανε μελιλώτου ἀφεψήματι ἐν γλυκεῖ. ἄλλο. ♃ ῥόδων, λευκοΐων, μελιλώτων, κωδυῶν μήκωνος ἀνὰ δραχ. β΄. κρόκου δραχ. α΄. ὀπίου δραχ. α΄. σμύρνης δραχ. α΄. ὠοῦ ὀπτοῦ τὴν λέκυθον τρίψας καὶ γλυκεῖ ἀναλαβὼν χρῶ καθὰ προείρηται.

[Ἐπιχρίσματα πρὸς περιωδυνίας, οἷς ἐχρήσατο Γλαῦκος.] ♃ Ἀλόης, λυκίου Ἰνδικοῦ, ῥόδων χλωρῶν, κρόκου, ὀπίου, σμύρνης, ἑκάστου τὸ ἴσον, οἴνῳ φυράσας ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει γλυκεῖ διαλύσας ἐπίχριε τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον καὶ τοὺς κροτάφους. Φιλοξένου πρὸς ῥεῦμα πολὺ καὶ περιωδυνίας. ♃ ῥόδων ἁπαλῶν φύλλων δραχ. β΄. ὑοσκυάμου σπέρματος δραχμὰς η΄. λιβανωτοῦ δραχμὰς γ΄. σμύρνης δραχ. δ΄. ἀλεύρου ἀλφίτων ὀξύβαφον, ὠοῦ ὀπτοῦ ἑνὸς τὸ ἐντὸς,

μανδραγόρου χυλοῦ δραχμὰς δ΄. κρόκου δραχ. β΄. ὀπίου δραχμὰς δ΄. οἴνου αὐστηροῦ ὅσον ἐξαρκεῖ ἀνάπλαττε καὶ χρῶ καθὰ προείρηται. ἐπίχριστος ἀνθηρά. ♃ κρόκου δραχ. δ΄. λιβάνου δραχμὰς β΄. κινναβάρεως δραχμὰς δ΄. κόμμεως δραχ. β΄. οἴνῳ ἀναλάμβανε. ἐν δὲ τῇ χρήσει τρίψας καὶ στερεὸν ποιήσας ἐπίβαλλε μέλιτος ὀλίγον. ἄλλο τὸ λύχνιον ἐπιγραφόμενον. ♃ κρόκου δραχμὴν μίαν, λιβάνου δραχμὰς β΄. ὀπίου δραχ. β΄. κόμμεως δραχμὰς β΄. κινναβάρεως δραχ. β΄. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἐν ἄλλοις κρόκου ῥοδοειδοῦς δραχ. δ΄. κινναβάρεως δραχ. β΄. σμύρνης, ὀπίου, ἀνὰ δραχμὰς β΄. ὕδατι ὀμβρίῳ ἀναλάμβανε.

[Ἐπίχριστα δακνηρὰ παραχρῆμα ἐπέχει τὸ ῥεῦμα, ποιεῖ καὶ πρὸς ψωροφθαλμίαν.] ♃ Χαλκοῦ κεκαυμένου δραχμὰς δ΄. κρόκου δραχ. δ΄. πεπέρεως λευκοῦ δραχμὰς β΄. ὀπίου δραχ. β΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ὀμβρίῳ ἔξωθεν ἐπιχριόμενον, ἀνακόπτει μεγίστας ἐπιφορὰς, φυλάττεσθαι δὲ δεῖ τὰς παρεμπτώσεις τοῦ φαρμάκου. ἄλλο τὸ φλόγινον ἐπιγραφόμενον. ♃ χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβ΄.

κρόκου δραχ. στ΄. πεπέρεως λευκοῦ δραχμὰς δ΄. σμύρνης δραχ. γ΄. ὀπίου δραχμὰς γ΄. κόμμεως δραχμὰς ιβ΄. οἴνῳ Ἀμιναίῳ.

[Ἀνακολλήματα ῥευμάτων ἐφεκτικά.] ♃ Γύρεως μέρος α΄. σμύρνης μέρος α΄. μάννης λιβάνου μέρος α΄. ἀναλάμβανε ὠοῦ τῷ λευκῷ, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει κατὰ τῶν κροτάφων καὶ τοῦ μετώπου. ἄλλο. ♃ ὑοσκυάμου σπέρματος δραχμὰς ιβ΄. ὀπίου δραχ. α΄. κρόκου δραχ. α΄. γύρεως δραχμὰς δ΄. ὠῶν ὀπτῶν λεκίθους β΄. καστορίου δραχ. α΄. ἅπαντα φυράσας ἀναλάμβανε καὶ χρῶ. κολλύριον πρὸς ἐπιφορὰν καὶ περιωδυνίαν καὶ ῥεῦμα πολὺ, ᾧ ἐχρήσατο Μοσχίων γνώριμος. ♃ γλαυκίου δραχμὰς ιστ΄. σαρκοκόλλης δραχ. η΄. κρόκου δραχμὰς δ΄. κόμμεως δραχμὰς β΄. τραγακάνθης δραχμὰς β΄. μανδραγόρου χυλοῦ δραχ. β΄. ὀπίου δραχμὴν μίαν, ὕδατι ὀμβρίῳ ἀναλάμβανε καὶ χρῶ δι’ ὠοῦ.

[Ἥρωνος ὀφθαλμικοῦ ὁ ψιττακὸς πρὸς περιωδυνίας καὶ ῥεῦμα πολὺ ὑπνοποιεῖ παραχρῆμα.] ♃ Γλαυκίου δραχ. ιστ΄. κρόκου δραχμὰς η΄. σαρκοκόλλης δραχ. η΄. ὀπίου δραχμὰς δ΄. μανδραγόρου χυλοῦ δραχ. β΄. τραγακάνθης δραχ. η΄. ὕδατι ὀμβρίῳ. 

πρὸς τὰς εἰρημένας διαθέσεις τοῦ Νεαπολίτου. ♃ γλαυκίου δραχμὰς μη΄. σαρκοκόλλης δραχ. κδ΄. κρόκου δραχ. κδ΄. λίθου αἱματίτου δραχ. ιβ΄. ὀπίου δραχμὰς ιβ΄. μανδραγόρου χυλοῦ δραχ. η΄. κόμμεως δραχ. ιστ΄. τραγακάνθης δραχ. ιβ΄. ὕδωρ ὄμβριον. Σεργίου ὀφθαλμικοῦ Βαβυλωνίου. ♃ γλαυκίου δραχ. κδ΄. σαρκοκόλλης δραχ. ιστ΄. κρόκου δραχμὰς ιβ΄. ὀπίου δραχ. δ΄. λίθου αἱματίτου δραχ. στ΄. κόμμεως δραχμὰς ιβ΄. ὕδωρ ὄμβριον ἔγχριε μέχρι μιᾶς καὶ δευτέρας ἡμέρας, μὴ λυομένης δὲ τῆς διαθέσεως καταβαίνομεν ἐπὶ τὰς τῶν ἀκολούθων ἐγχρίσεις. ἄλλο. διάσμυρνον γλαυκιδανὸν ἐπιγραφόμενον. ♃ γλαυκίου δραχ. μη΄. σαρκοκόλλης δραχμὰς μη΄. κρόκου δραχ. κδ΄. ὀπίου δραχμὰς στ΄. σμύρνης δραχμὰς στ΄. αἱματίτου δραχ. στ΄. τραγακάνθης δραχμὰς μη΄. ὕδωρ ὄμβριον, ἡ χρῆσις δι’ ὠοῦ. διάσμυρνον δι’ αἱματίτου. ♃ γλαυκίου δραχ. ξδ΄. σαρκοκόλλης δραχ. λβ΄. κρόκου δραχ. ιβ΄. ὀπίου δραχμὰς η΄. σμύρνης δραχ. στ΄. αἱματίτου δραχ. ιστ΄. τραγακάνθης δραχμὰς μη΄. κόμμεως δραχ. ιστ΄. ἐν ἄλλῳ δραχ. μη΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο. ♃ γλαυκίου

δραχ. ξδ΄. σαρκοκόλλης δραχμὰς λβ΄. κρόκου δραχ. κδ΄. ὀπίου δραχ. στ΄. σμύρνης δραχμὰς στ΄. αἱματίτου δραχ. στ΄. τραγακάνθης δραχ. ιστ΄. κόμμεως δραχμὰς ιβ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ.

[Ὁ φωσφόρος πρὸς περιωδυνίαν καὶ πᾶσαν φλεγμονὴν καὶ τὰς ἐπιτεταμένας ἐπιφοράς.] ♃ Γλαυκίου δραχ. κδ΄. σαρκοκόλλης δραχμὰς η΄. κρόκου, ὀπίου ἀνὰ δραχμὰς η΄. σμύρνης δραχ. η΄. μίσυος κεκαυμένου δραχμὰς η΄. κόμμεως δραχ. ιθ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. εὔχρουν καθ’ ὑπερβολὴν καὶ θαυμαζόμενον ἐπὶ τῶν ἔργων. ♃ γλαυκίου δραχ. κ΄. σαρκοκόλλης δραχμὰς ζ΄. κρόκου δραχ.ζ΄. σμύρνης δραχμὰς ζ΄. ὀπίου δραχ. ζ΄. μίσυος κεκαυμένου δραχ. ζ΄. κόμμεως δραχμὰς ιβ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἀνώδυνον διὰ χυλῶν πρὸς πᾶσαν περιωδυνίαν, ὕπνον ποιεῖ παραχρῆμα. ♃ γλαυκίου δραχμὰς μη΄. σαρκοκόλλης, τραγακάνθης ἀνὰ δραχ. ιστ΄. κρόκου δραχμὰς η΄. ὀπίου δραχ. δ΄. ῥόδων χυλοῦ δραχμὰς δ΄. λυκίου Ἰνδικοῦ δραχ. δ΄. ὑοσκυάμου δραχ. δ΄. μανδραγόρου χυλοῦ δραχ. δ΄. κωνείου

χυλοῦ δραχμὰς δ΄. κόμμεως δραχ. η΄. ἀναλαμβάνεται μελιλώτου ἀφεψήματι, συντίθεται δὲ τὸν τρόπον τοῦτον· λαβὼν μελιλώτου λίτραν μίαν καὶ ὕδατος ὀμβρίου κοτύλας ιβ΄. ἕψε εἰς τὸ τρίτον, καὶ διαλύσας τὸ ὑγρὸν χρῶ πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. ἄλλο. ♃ γλαυκίου δραχμὰς μη΄. σαρκοκόλλης δραχ. κδ΄. κρόκου δραχ. κδ΄. ὀπίου δραχμὰς ιβ΄. λυκίου Ἰνδικοῦ δραχ. ιβ΄. ὑοσκυάμου χυλοῦ δραχμὰς ιβ΄. κωνείου χυλοῦ δραχ. ιβ΄. ῥόδων χλωρῶν χωρὶς τῶν λοβῶν δραχμὰς μη΄. κόμμεως δραχ. μη΄. ἀναλάμβανε ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. φαιὸν ἐπιγραφόμενον, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς περιωδυνίας. ♃ καδμείας δραχ. ιβ΄. ἢ δραχμὰς ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. στ΄. σμύρνης δραχ. γ΄. ὀπίου δραχμὰς γ΄. ἀκακίας δραχ. ζ΄. ὕδωρ ὄμβριον ὡς δεδήλωται. ἄλλο τὸ φαιὸν πρὸς πᾶν ῥεῦμα καὶ πᾶσαν ὀφθαλμίαν, ἐν ἄλλῳ παιδικόν. ♃ χαλκοῦ κεκαυμένου δραχ. ιβ΄. καδμείας δραχμὰς λβ΄. κόμμεως δραχ. λβ΄. ἀκακίας δραχ. λβ΄. σμύρνης δραχμὰς δ΄. ὀπίου δραχ. δ΄. ὕδωρ ὄμβριον. ἄλλο ἐκ τῶν Φιλοξένου. ♃ σποδοῦ Κυπρίας δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς γ΄. ὀπίου,

σμύρνης ἀνὰ δραχ. γ΄. ἀκακίας, κόμμεως ἀνὰ δραχμὰς ζ΄. ὕδωρ ὄμβριον. ἡ χρῆσις δι’ ὠοῦ ὡς δεδήλωται.

[Τὸ Βηρύτιον ἐπιγραφόμενον, ᾧ ἐχρήσατο Στράτων Βηρύτιος πρὸς τὰς μεγίστας ἐπιφορὰς, ὠφελεῖ παραχρῆμα.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιστ΄. ἀκακίας δραχμὰς ιστ΄. σποδοῦ πομφόλυγος δραχ. ιστ΄. ὀπίου δραχ. ιστ΄. κόμμεως δραχμὰς ιστ΄. κρόκου δραχ. ιβ΄. σμύρνης δραχμὰς β΄. ὕδωρ ὄμβριον. ἡ χρῆσις δι’ ὠοῦ, δεῖ δὲ ἐγχυματίζειν συνεχῶς. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σποδοῦ πομφόλυγος δραχμὰς ιστ΄. ὀπίου δραχ. ιβ΄. σμύρνης δραχμὰς ιβ΄. κόμμεως δραχμὰς ιστ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιστ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις ὡς δεδήλωται.

[Τὸ ἀχάριστον ἐπιγραφόμενον, πρὸς τὰς μεγίστας ἐπιφοράς. μόνῳ τούτῳ ἐν Αἰγύπτῳ οἱ ἰατροὶ χρώμενοι εὐημεροῦσι καὶ μάλιστα ἐπὶ τῶν ἀγροικοτέρων.] ♃ Καδμείας δραχμὰς ιστ΄. ἀκακίας δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ὀπίου δραχμὰς δ΄. ἐρείκης καρποῦ δραχμὰς δ΄. σμύρνης δραχ. δ΄. κόμμεως δραχμὰς ιστ΄. ὕδατι ἀναλάμβανε. ἡ

χρῆσις διὰ γάλακτος γυναικείου, ἡ κρᾶσις μέση, ὅπου δέ ἐστι περὶ τοὺς ὀφθαλμοὺς διάθεσις, ἀπέχεσθαι δεῖ τοῦ κολλυρίου. ᾧ δ’ αὐτὸς ἐχρησάμην ἔχει οὕτως. ♃ καδμείας δραχμὰς ιστ΄. ἐρείκης καρποῦ δραχ. β΄. χαλκοῦ κεκαυμένου δραχμὰς δ΄. ὀπίου δραχ. β΄. σμύρνης δραχμὴν μίαν, ἀκακίας δραχ. στ΄. κόμμεως δραχμὰς η΄. ὕδατι ἀναλάμβανε, ἡ χρῆσις δεδήλωται. ἄλλο. ♃ καδμείας δραχ. στ΄. ἐρείκης καρποῦ δραχμὰς δ΄. ὀπίου δραχ. στ΄. λιβανωτοῦ δραχμὰς β΄. σμύρνης δραχ. η΄. λίθου σχιστοῦ δραχμὰς β΄. ἀκακίας δραχμὰς η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. κόμμεως δραχ. κ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

[Τὸ Νεκτάριον Μάρκου ποιεῖ πρὸς ἀρχομένας ὀφθαλμίας, ποιεῖ καὶ πρὸς ἐπιφορὰς ῥεύματος λεπτοῦ, χημώσεις, οἰδήματα, ὑμένων ἐπαναστάσεις, σχεδὸν πρὸς πᾶσαν ὀφθαλμίαν ποιεῖ καὶ πρὸς βλέφαρα τραχέα.] Δεῖ δὲ πρὸ παντὸς προπυριᾷν, εἶτα ἐγχυματίζειν, ἐν ἀρχῇ μὲν τοῦ ῥεύματος δι’ ὠοῦ ὑδαροῦς, προκοπτούσης δὲ τῆς ἐπιμελείας κατὰ μικρὸν ἐπιτείνειν τὴν κρᾶσιν. πρὸς δὲ τὰ τραχέα βλέφαρα χρώμεθα 

τῷ δι’ ὕδατος κολλυρίῳ, παρ’ ἄλλοις καλεῖται σφραγίς. ♃ χαλκοῦ. κεκαυμένου καὶ πεπλυμένου δραχμὰς δ΄. καδμείας δραχ. δ΄. κρόκου δραχμὰς β΄. ὀπίου δραχμὰς β΄. κόμμεως δραχ. στ΄. ὕδατι ἀναλάμβανε καὶ χρῶ, ὡς δεδήλωται. Σεργίου ὀφθαλμικοῦ. μονοήμερον ἐπιγραφόμενον. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς δ΄. σποδοῦ πομφόλυγος πεπλυμένου δραχ. δ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. κρόκου δραχμὰς β΄. ὀπίου δραχμὰς β΄. ἀκακίας δραχ. στ΄. κόμμεως δραχμὰς στ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ὑδαρὴς, μετὰ τὸ ἀποδακρῦσαι ἐγχυματίζειν χρὴ ὠοῦ τῷ λευκῷ καὶ πάλιν ὑπαλείφειν. δήξεως δὲ γενομένης ἀποπυριᾷν δεῖ καὶ πάλιν ἐγχυματίζειν ὠοῦ τῷ λευκῷ, μετὰ δὲ ταῦτα ἐπίχριε τῷ ἐπιγραφομένῳ μέλανι κολλυρίῳ. ἡ τοῦ Νεαπολίτου σφραγίς. ♃ καδμείας δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ἀκακίας δραχμὰς η΄. σποδοῦ Κυπρίας δραχ. δ΄. κρόκου δραχ. δ΄. ὀπίου δραχμὰς δ΄. κόμμεως δραχ. ιβ΄. ὕδατι ἀναλάμβανε, ἡ χρῆσις δεδήλωται. Πακκίου σφραγίς. ♃ καδμείας κεκαυμένης καὶ ἐσβεσμένης γάλακτι αἰγείῳ ἢ γυναικείῳ καὶ

πεπλυμένης καὶ ἐξηραμμένης ἐν σκιᾷ δραχ. ι΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ι΄. ἀκακίας δραχ. ι΄. ὀπίου δραχ. στ΄. κρόκου δραχμὰς στ΄. κόμμεως δραχ. ιε΄. ὕδωρ ὄμβριον. ἡ Ζωίλου συμφωνεῖ τῷ ἐκ τῶν Πακκίου. Φιλώτου ἀφροδιτάριον ἐπιγραφόμενον. ♃ καδμείας πεπλυμένης δραχ. κδ΄. ἀκακίας δραχμὰς λστ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιβ΄. κρόκου δραχμὰς ιβ΄. ὀπίου δραχ. ιβ΄. σποδοῦ Κυπρίας πεπλυμένης δραχμὰς ιβ΄. κόμμεως δραχ. μη΄. ἀναλάμβανε ὕδατι ὀμβρίῳ καὶ χρῶ δι’ ὠοῦ ἐγχυματίζων συνεχῶς. μετὰ δὲ τὴν ἐπιμέλειαν λούεσθαι παραίνει. τούτῳ συνεχῶς ἐχρησάμην ἐπὶ τῶν μεγίστων ἐπιφορῶν.

[Ἄλλο τὸ τοῦ Νεαπολίτου· ποιεῖ καὶ πρὸς τὰς μεγίστας ἐπιφορὰς, καὶ μάλιστα ἐπὶ τῶν δυσίκμων ὀφθαλμῶν καὶ ὑπολευκανθιζόντων κατὰ τὰς φλεγμονὰς, ὥστε ὅμοιον τῇ χημώσει ὑποφαίνειν. τούτῳ ἡμεῖς ἐχρησάμεθα μετὰ τὰς ἐγχρίσεις λούεσθαι παραινοῦντες.] ♃ Λίθου σχιστοῦ δραχμὰς η΄. λιβάνου δραχ. ζ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ὀπίου δραχμὰς η΄. σμύρνης δραχμὰς δ΄. κόμμεως δραχ. η΄. οἴνῳ. ἡ χρῆσις δι’ ὠοῦ,

ἡ κρᾶσις ὑδαρής. πολλάκις δὲ ἐγχυματίσαντας καὶ διαστήσαντας ἀπὸ τῆς ἐγχρίσεως λούεσθαι παραινεῖν.

[Φαιὸν τὸ τοῦ Ὀλυμπιονίκου ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς μεγίστας περιωδυνίας, ποιεῖ καὶ πρὸς χημώσεις καὶ καθόλου τῶν ἐπιτετευγμένων ἐστὶ κολλυρίων· καὶ γὰρ εὐθέως ἀπαλλάττει.] ♃ Καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς η΄. ἀκακίας δραχμὰς η΄. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄. ἀλόης Ἰνδικῆς δραχ. η΄. κρόκου δραχμὰς δ΄. σμύρνης δραχμὰς δ΄. ὀπίου δραχ. δ΄. κόμμεως δραχμὰς η΄. ὕδατι ἀναλάμβανε, ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις παχυτέρα. ἐγὼ δὲ προσέθηκα πομφόλυγος δραχμὰς δ΄. καὶ λιβανωτοῦ δραχμὰς δ΄. ἄλλο Ζωσίμου ἐπιγραφόμενον εὐῶδες. ποιεῖ καὶ πρὸς περιωδυνίας καὶ προσφάτους διαθέσεις. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης οἴνῳ Ἰταλικῷ, τουτέστι κατεσβεσμένης δραχ. η΄. ἀλόης δραχμὰς η΄. στίμμεως δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄ ἢ β΄. κρόκου δραχμὰς β΄. σμύρνης δραχμὴν μίαν, νάρδου Ἰνδικῆς δραχ. α΄. ὀπίου δραχμὴν μίαν, ἀκακίας δραχμὰς ιθ΄. κόμμεως δραχμὰς ιβ΄. ὕδωρ ὄμβριον.

[Ἑρμείου ὀφθαλμικοῦ τὸ λουτρὸν, πρὸς τὰς μεγίστας ὀδύνας αὐθημερὸν τὸ μέγιστον. ποιεῖ καὶ πρὸς τὰς κεχρονισμένας ὀφθαλμίας.] ♃ Ἀλόης δραχμὰς η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστ΄. ὀπίου δραχ. ιστ΄. σμύρνης δραχμὰς ιβ΄. κρόκου δραχμὰς η΄. καδμείας δραχ. δ΄. λιβανωτοῦ δραχμὰς γ΄. κόμμεως δραχμὰς ιστ΄. οἴνῳ Μενδησίῳ ἀναλάμβανε, ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ὑδαρής. δεῖ δὲ ἐκ διαστημάτων τριῶν ἢ τεσσάρων ὡρῶν ἐγχυματίσαντας ἐᾷν μέχρι ἀποκαταστάσεως, καί ποτε λούεσθαι παραινεῖν.

[Θεοδότιον φλακιανὸν, Ἁρποκράτιον ἐπιγραφόμενον, πρὸς τὰς μεγίστας ἐπιφορὰς καὶ περιωδυνίας, ἀπαλλάττει χωρὶς φλεβοτομίας.] ♃ Ἀκακίας χυλοῦ δραχμὰς κδ΄. καδμείας δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄. στίμμεως δραχ. ιστ΄. ἀλόης δραχμὰς δ΄. κρόκου δραχ. γ΄. σμύρνης δραχμὰς γ΄. λυκίου Ἰνδικοῦ δραχμὰς β΄. καστορίου δραχ. α΄. ὀπίου δραχμὰς β΄. κόμμεως δραχμὰς κδ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις παχυτέρα, τὸ κολλύριον οἰδημάτων τοῖς βλεφάροις ἐπιφέρει.

[Σκυλάκιον, αὐθημερὸν φάρμακον ἐπιτετευγμένον παραχρῆμα λύει τὰς φλεγμονάς.] ♃ Στίμμεως δραχμὰς μ΄. ἀκακίας δραχ. μ΄. καδμείας δραχμὰς ιστ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιδ΄. ψιμμυθίου δραχμὰς η΄. σμύρνης δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχμὰς δ΄. κρόκου δραχ. β΄. λυκίου Ἰνδικοῦ δραχμὰς δ΄. καστορίου δραχμὰς β΄. ἀλόης δραχμὰς β΄. ὀπίου δραχμὰς β΄. χαλκίτεως ὀπτῆς δραχμὰς β΄. κόμμεως δραχμὰς β΄. ἀναλάμβανε ῥόδων ἀφεψήματι, ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις παχυτέρα.

[Τὸ τοῦ Νεαπολίτου φανίον πρὸς τὰς μεγίστας ἐπιφορὰς καὶ πρὸς περιωδυνίας, ποιεῖ καὶ πρὸς διαθέσεις.] ♃ Καδμείας πεπλυμένης δραχμὰς η΄. ἀκακίας δραχμὰς η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. στ΄. στίμμεως πεπλυμένου δραχμὰς κ΄. ψιμυθίου δραχμὰς στ΄. σμύρνης δραχμὰς β΄. ἀλόης δραχμὰς β΄. νάρδου Κελτικῆς δραχ. α΄ S". ὀπίου δραχ. α΄ S". κρόκου δραχμὴν μίαν, καστορίου δραχ. τὸ ἥμισυ, κόμμεως δραχμὰς κ΄, ὕδωρ ὄμβριον χρῶ ἐπαλείφων. ἄλλο φανίον σαραπιακὸν ἐπιγραφόμενον. ♃ ἀκακίας δραχμὰς μ΄. στίμμεως δραχμὰς μ΄. καδμείας δραχμὰς ιστ΄. χαλκοῦ κεκαυμένου 

καὶ πεπλυμένου δραχ. ιβ΄. ἀλόης δραχμὰς γ΄. σμύρνης δραχμὰς δ΄. ψιμυθίου δραχμὰς ιβ΄. ὀπίου δραχμὰς β΄. κρόκου δραχμὰς β΄. νάρδου Ἰνδικῆς δραχ. α΄ S". κόμμεως δραχμὰς κε΄. ὕδωρ ὄμβριον, χρῶ ἐπαλείφων.

[Μαλαβάθρινον ἡμέτερον, ποιεῖ πρὸς περιωδυνίας καὶ διαθέσεις ἐν ταῖς παρακμαῖς.] ♃ Καδμείας δραχμὰς ιστ΄. ἀκακίας δραχ. μ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιδ΄. ὀπίου δραχμὰς β΄. λυκίου Ἰνδικοῦ δραχμὰς β΄. σμύρνης δραχμὰς δ΄. μαλαβάθρου δραχμὰς β΄. νάρδου Ἰνδικῆς δραχ. β΄. καστορίου δραχμὰς β΄. ἀλόης δραχμὰς β΄. ψιμυθίου δραχ. η΄. στίμμεως πεπλυμένου δραχμὰς η΄. κόμμεως δραχ. μ΄. ὕδατι ἡ χρῆσις δι’ ὠοῦ, ἐν ἀρχῇ τῶν διαθέσεων καὶ ἐν παρακμῇ γιγνομένου ἀπὸ μέρους τοῦ λεγομένου παγχρήστου. ἀναγέγραπται δὲ τοῦτο ἐν τοῖς δακνηροῖς κολλυρίοις. ἄλλο φιλαδέλφιον ἐπιγραφόμενον, ποιεῖ πρὸς τὰς τῶν φλεγμονῶν παρακμὰς καὶ ἕλκη ῥυπαρὰ καὶ φλυκταινῶν ἐπαναστάσεις, παραχρῆμα ὠφελεῖ. ♃ στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ι΄.

καδμείας δραχμὰς η΄. ἀκακίας δραχ. β΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς γ΄. ἀλόης δραχ. γ΄. ψιμυθίου δραχμὰς γ΄. λυκίου Ἰνδικοῦ δραχ. β΄ S". σμύρνης δραχ. β΄ S". νάρδου Ἰνδικῆς δραχμὰς β΄. κρόκου δραχ. β΄. καστορίου δραχμὴν μίαν, ὀπίου δραχ. α΄. κόμμεως δραχμὰς η΄. ὕδωρ καὶ πρὸς τὴν ἀνάληψιν ὠῶν ι΄. κολλύριον τὸ λευκὸν, πρὸς ἐπιφορὰς καὶ διαθέσεις ἐπιγράφεται τρυφερόν. ♃ καδμείας πεπλυμένης δραχ. ιστ΄. ψιμυθίου δραχμὰς η΄. ἀμύλου δραχ. δ΄. κόμμεως δραχ. δ΄. τραγακάνθης δραχμὰς δ΄. ὀπίου δραχ. β΄. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἡ χρῆσις δι’ ὠοῦ. τὸ διὰ γῆς Σαμίας τέρεννον ἐπιγραφόμενον, πρὸς ἐπιφορὰς καὶ διαθέσεις. ♃ καδμείας πεπλυμένης δραχμὰς ιβ΄. ψιμυθίου δραχ. ιβ΄. γῆς Σαμίας δραχμὰς ιβ΄. ὀπίου δραχ. α΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ἀναλάμβανε, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο ἀνώδυνον πρὸς ῥεῦμα παντοῖον, ἕλκη, περιωδυνίας, ψύδρακας, προπτώσεις, χημώσεις, παντοίας διαθέσεις. ♃ ψιμυθίου δραχμὰς η΄. γῆς Σαμίας δραχμὰς η΄. σποδοῦ πομφόλυγος δραχ. ιβ΄. τραγακάνθης δραχμὰς

β΄. ὀπίου δραχ. β. κόμμεως δραχ. δ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ.

[Ἄλλο, Διόκλειον ἐπιγραφόμενον πρὸς περιωδυνίας καὶ ἐπιφορὰς, ὑποπύους ὀφθαλμοὺς, φλυκτίδας, ἕλκη, τοῦτο τὸ φάρμακόν ἐστι τρυφερώτερον.] ♃ Τραγακάνθης δραχμὰς η΄. κόμμεως δραχ. δ΄. ἀμύλου δραχμὰς δ΄. σποδοῦ πομφόλυγος δραχ. ιστ΄. ψιμυθίου δραχ. η΄. ὀπίου πεφωγμένου δραχμὰς β΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. τὸ διὰ λιβάνου φάρμακον ἐπιτετευγμένον πρὸς ῥεύματα καὶ χημώσεις. ♃ καδμείας δραχμὰς κ΄. λιβάνου δραχ. κ΄. ψιμυθίου δραχμὰς μ΄. ὀπίου δραχ. στ΄. κόμμεως δραχμὰς στ΄. ὕδατι ὀμβρίῳ. ἡμεῖς δὲ οὕτως ἐσκευάσαμεν. ♃ καδμείας δραχ. δέκα, πομφόλυγος δραχμὰς ι΄. λιβάνου δραχ. ι΄. ψιμυθίου δραχμὰς μ΄. ὀπίου δραχ. στ΄. κόμμεως δραχμὰς στ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ.

[Ἄλλο, τρυφερὸν ἐπιγραφόμενον, πρὸς ἐπικαύματα, φλυκταίνας, χημώσεις καὶ μάλιστα ἐπὶ τῶν μηδ’ ἡντιναοῦν δῆξιν ὑπομένειν δυναμένων.] ♃ Καδμείας πεπλυμένης δραχ. η΄.

ἀμύλου δραχμὰς η΄. λιβάνου δραχμὰς η΄. ψιμμυθίου δραχ. μη΄. ὀπίου δραχμὰς στ΄. κόμμεως δραχμὰς ιστ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δεδήλωται.

[Ὁ κύκνος ἐπιγραφόμενος, ὁ τῆς βασιλίσσης πρὸς τὰς μεγίστας περιωδυνίας καὶ διαθέσεις.] ♃ Καδμείας δραχμὰς ιστ΄. ψιμυθίου πεπλυμένου δραχμὰς η΄. ἀμύλου δραχ. β΄. τραγακάνθης δραχμὰς β΄. ἀκακίας δραχμὰς β΄. ὀπίου δραχ. β΄. κόμμεως δραχ. ιβ΄. ἀναλάμβανε ὕδατι ὀμβρίῳ καὶ πρὸς τὴν ἀνάληψιν ἐπίβαλε ὠῶν ὠμῶν προσφάτων τεσσάρων λευκά. Ἀερίανον, Διομήδους ἐπιγραφόμενον, κολλύριον ἐπιτετευγμένον πρὸς ἐπιφορὰς καὶ παλαιὰς διαθέσεις καὶ προσφάτους. ♃ σποδοῦ πομφόλυγος δραχ. η΄. ψιμυθίου δραχμὰς κ΄. ἰοῦ δραχ. δ΄. σμύρνης δραχμὰς ιδ΄. λιβάνου δραχμὰς γ΄. ὀπίου δραχ. γ΄. κόμμεως δραχμὰς η΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. κύκνος διὰ γῆς Σαμίας, πρὸς ἕλκη παντοῖα, πρὸς ἐπιφορὰς, περιωδυνίας, ὑπόπυα ὀφθαλμοῦ. ♃ σποδοῦ πεπλυμένης δραχ. ιστ΄. ψιμυθίου πεπλυμένου δραχμὰς η΄. γῆς Σαμίας δραχ. δ΄. ἀμύλου δραχ. δ΄. ἀκακίας δραχ. δ΄. ὀπίου δραχμὰς δ΄. κόμμεως

δραχ. δ΄. τραγακάνθης δραχ. β΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο, Διονυσίου ἐπιγραφόμενον. ♃ ψιμυθίου δραχμὰς λη΄. ἰοῦ σκώληκος δραχ. ιστ΄. μηκωνείου δραχ. η΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις διὰ γάλακτος. Ἀερίανον ἡμέτερον φάρμακον ἐπιτετευγμένον, πρὸς παλαιὰς διαθέσεις καὶ προσφάτους. ♃ ψιμυθίου δραχ. κδ΄. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς ι΄. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχ. ι΄. λιβάνου δραχμὰς ι΄. λεπίδος χαλκοῦ δραχμὰς ε΄. ὀπίου δραχ. γ΄. σμύρνης δραχμὰς γ΄. κόμμεως δραχμὰς ιβ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. κολλύριον Γενναδίου. ♃ ψιμυθίου δραχ. ιη΄. στίμμεως δραχμὰς ιβ΄. σμύρνης δραχμὰς ιβ΄. λεπίδος χαλκοῦ δραχ. ιβ΄. ὀπίου δραχ. στ΄. κόμμεως δραχμὰς κδ΄. ὕδωρ ὄμβριον. τὸ διὰ γῆς Σαμίας Πακκίου ὀφθαλμικοῦ, πρὸς τὰς ἐπιτεταμένας διαθέσεις. ♃ καδμείας δραχμὰς ιστ΄. ψιμυθίου δραχ. ιστ΄. Σαμίας γῆς δραχμὰς δ΄. ὀπίου δραχ. β΄. λιβάνου δραχμὰς β΄. στίμμεως δραχ. ε΄. κόμμεως δραχμὰς ε΄. ὕδατι ἀναλάμβανε. ἡ χρῆσις δι’ ὠοῦ. θερινὸν ἐπιγραφόμενον. 

♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κ΄. ἀκακίας δραχ. β΄. γῆς Σαμίας δραχ. κ΄. ψιμμυθίου δραχμὰς κ΄. λεπίδος χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβ΄. φλοιοῦ λιβάνου δραχ. β΄. τραγακάνθης δραχμὰς ε΄. κόμμεως δραχμὰς ιστ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ.

[Κολλύριον ὑγείδιον λεγόμενον.] ♃ Καδμείας δραχμὰς η΄. σμύρνης δραχ. η΄. ἀκακίας δραχ. στ΄. ὀπίου δραχ. β΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς β΄. κόμμεως δραχμὰς στ΄. ἐρείκης καρποῦ δραχ. α΄. ὕδωρ ὄμβριον.

[Ἀνίκητος ἀστὴρ πρὸς περιωδυνίας, φλυκτίδας, σταφυλώματα, ἕλκη ῥυπαρὰ καὶ νεμόμενα. ποιεῖ καὶ πρὸς κεχρονισμένας διαθέσεις καὶ οὐλὰς ἀποσμήχει.] ♃ Καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς ιστ΄. ψιμυθίου πεπλυμένου δραχμὰς ιστ΄. ἀμύλου δραχ. ιβ΄. στίμμεως κεκαυμένου δραχμὰς ιβ΄. σποδοῦ δραχ. η΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄. γῆς Σαμίας δραχ. η΄. σμύρνης δραχμὰς β΄. ὀπίου δραχ. β΄. τραγακάνθης δραχ. η΄. ὕδωρ ὄμβριον.

[Λιβιανὸν ἐπιγραφόμενον πρὸς φλυκτίδας, ἐπικαύματα, ῥήξεις, κοιλώματα, ὑποπύους ὀφθαλμοὺς, χημώσεις, σταφυλώματα. ποιεῖ καὶ πρὸς περιωδυνίας καὶ διαθέσεις καὶ οὐλὰς ἀποσμήχει.] ♃ Καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχ. ιστ΄. ψιμυθίου πεπλυμένου δραχμὰς ιστ΄. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχ. ιστ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄. ἀμύλου δραχ. ιβ΄. σποδοῦ πομφόλυγος δραχμὰς η΄. σμύρνης δραχ. η΄. γῆς ἀστέρος δραχμὰς η΄. τραγακάνθης δραχ. η΄. ὀπίου δραχμὰς β΄. ὕδωρ ὄμβριον καὶ πρὸς τῇ ἀναλήψει ὠῶν κ΄. τὰ λευκά. ἄλλο τὸ Λιβιανόν. ♃ πομφόλυγος δραχμὰς η΄. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχ. ιστ΄. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβ΄. ψιμυθίου πεπλυμένου δραχμὰς ιστ΄. ἀμύλου δραχ. ιβ΄. γῆς Σαμίας δραχ. η΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. σμύρνης δραχ. β΄. ὀπίου δραχμὰς β΄. τραγακάνθης δραχ. β΄. ὕδωρ ὄμβριον.

[Τὸ διὰ τοῦ ἐλαφείου κέρατος πρὸς ἕλκη, φλυκτίδας, οὐλὰς ἀποσμήχει.] ♃ Κέρατος ἐλαφείου κεκαυμένου καὶ

πεπλυμένου δραχ. δ΄. λιβάνου δραχμὰς δ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. λεπίδος χαλκοῦ πεπλυμένης δραχμὰς β΄. ὀπίου δραχμὴν μίαν, κόμμεως δραχ. δ΄. ὕδωρ ὄμβριον. ἄλλο δι’ ἐλάφου κέρατος τοῦ Νεαπολίτου. ♃ μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. ιστ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχμὰς ιστ΄. λιβάνου δραχ. η΄. ἀκακίαν δραχμὰς η΄. σποδοῦ Κυπρίου δραχμὰς η΄. ἀμύλου δραχ. δ΄. ὀπίου δραχμὰς β΄. λεπίδος χαλκῆς δραχ. β΄. κρόκου δραχμὰς η΄. σμύρνης δραχ. δ΄. τραγακάνθης δραχμὴν μίαν, κόμμεως δραχ. η΄. ὑοσκυάμου ἀποβρέγματι ἀναλάμβανε. χλωρὸν πρὸς διαθέσεις. ♃ σποδοῦ Κυπρίου δραχ. ιστ΄. ἀμύλου δραχ. ιστ΄. κρόκου δραχμὰς η΄. στίμμεως δραχ. η΄. ὀπίου δραχ. δ΄. κόμμεως δραχ. δ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο χλωρὸν Ζωΐλου ὀφθαλμικοῦ. ♃ σποδοῦ Κυπρίας δραχμὰς η΄. κρόκου δραχ. η΄. ἀμύλου δραχμὰς η΄. ὀπίου δραχμὰς β΄. στίμμεως δραχ. η΄. κόμμεως δραχμὰς δ΄. ἀναλάμβανε ἀναγαλλίδος χυλῷ. ἄλλο ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω, Ζωΐλου τὸ χλωρόν. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης καὶ οἴνῳ Ἰταλικῷ κατεσβεσμένης δραχ. η΄. κρόκου δραχ. δ΄.

στίμμεως κεκαυμένου καὶ γάλακτι κατεσβεσμένου δραχμὰς δ΄. ἀμύλου δραχμὴν μίαν, κόμμεως δραχμὰς β΄. ἀναλάμβανε χυλῷ ἀναγαλλίδος τῆς τὸ κυανὸν ἄνθος ἐχούσης.

[Ἐκ τῶν Σκριβωνίου Λάργου τὸ ψιττάκιον ἐπιγραφόμενον, πρὸς περιωδυνίας, φλυκτίδας, ἐπικαύματα, οὐλὰς ἀναλυομένας, προπτώσεις, συγχύσεις, ὅπου πολλὴ αἵματος παρέγχυσις θεωρεῖται. χρήσιμον δέ ἐστι καὶ πρὸς τὰς ἄλλας διαθέσεις, καὶ μάλιστα ἐπὶ τῶν εὐαισθήτων ὀφθαλμῶν, ἐφ’ ὧν δάκρυον λεπτὸν ἀποκρίνεται. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.] ♃ Καδμείας δραχμὰς η΄. κρόκου δραχ. η΄. στίμμεως δραχ. η΄. ἀμύλου προσφάτου δραχμὰς η΄. ὀπίου δραχ. δ΄. κόμμεως δραχ. δ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. τὸ τοῦ Ναυκρατίτου πρὸς διαθέσεις φάρμακον ἐπιτετευγμένον. ♃ καδμείας δραχ. ιβ΄. κρόκου δραχμάς ιβ΄. ὀπίου δραχ. στ΄. λεπίδος στομώματος κεκαθαρμένης δραχμὰς ε΄. λεπίδος χαλκοῦ δραχ. στ΄. ῥόδων χυλοῦ δραχμὰς ιστ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ε΄. σμύρνης δραχ. γ΄. νάρδου δραχμὰς β΄. ἀκακίας δραχμὰς β΄. κόμμεως δραχ. ιβ΄. ὕδωρ ὄμβριον. Ἀνθαίου

τὸ χλωρόν. ♃ καδμείας δραχ. μη΄. σμύρνης δραχμὰς κδ΄. κρόκου δραχ. μη΄. ὀπίου δραχμὰς κδ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄. λεπίδος χαλκοῦ δραχμὰς στ΄. νάρδου Ἰνδικῆς δραχ. στ΄. ἀκακίας δραχ. στ΄. κόμμεως δραχ. κδ΄. ὕδωρ ὄμβριον. τὸ διὰ χαλβάνης πρὸς περιωδυνίας καὶ ὀφθαλμίας, ᾧ ἐχρήσατο Νικήτης. ♃ καδμείας δραχμὰς η΄. σποδοῦ Κυπρίας δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ὀπίου δραχμὰς η΄. σμύρνης δραχ. η΄. χαλβάνης δραχμὰς η΄. ὕδατι ἀναλάμβανε τὸ φάρμακον. τῶν ἄγαν ἐστὶ πεπιστευμένων, ἔχει δὲ καὶ κόμμεως δραχ. η΄. ἐν ἄλλαις γραφαῖς σπόδιον οὐκ ἔχει. ἄλλο. ♃ καδμείας δραχ. ιστ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. σμύρνης, χαλβάνης ἀνὰ δραχ. η΄. ὀπίου δραχ. η΄. χαλκάνθης δραχ. στ΄. κόμμεως δραχ. στ΄. ὕδατι ὀμβρίῳ.

[Διάῤῥοδον Νείλου, ὡς Ἀνδρέας πρὸς περιωδυνίας, ῥεῦμα πολὺ καὶ λεπτὸν, φλυκτίδας, προπτώσεις.] ♃ Ῥόδων φύλλων χωρὶς τῶν λοβῶν δραχμὰς δ΄. κρόκου δραχμὰς β΄. ὀπίου ὀβολὸν α΄. νάρδου Ἰνδικῆς ὀβολὸν α΄. κόμμεως δραχμὰς 

γ΄. ἐν ἄλλῳ κόμμεως δραχ. α΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ἀνειμένη. ἄλλο διάῤῥοδον Νείλου, ᾧ ἐχρήσατο Γαλλίων ὁ ὀφθαλμικός. ♃ ῥόδων δραχμὰς δ΄. κρόκου δραχ. β΄. ἀκακίας δραχ. α΄. ὀπίου ὀβολὸν α΄. νάρδου Ἰνδικῆς ὀβολὸν ἕνα, κόμμεως δραχμὰς γ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ἀνειμένη. ἄλλο διάῤῥοδον, ὡραῖον λεγόμενον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ ῥόδων ὠνυχισμένων δραχμὰς κδ΄. κρόκου δραχμὰς ιβ΄. ἀμύλου δραχ. στ΄. βαλαυστίου δραχμὰς δ΄. ὀπίου δραχμὰς δ΄. τραγακάνθης δραχ. η΄. ὑοσκυάμου τῶν φύλλων τῷ χυλῷ ἀναλάμβανε. ἐν τῷ διδασκάλου τε καὶ Ἰωάννου βιβλίῳ γέγραπται τῷ κυπαρίσσου χυλῷ. ἄλλο. ♃ ῥόδων δραχ. η΄. κρόκου δραχμὰς δ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. α΄. κόμμεως δραχ. α΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. διάῤῥοδον Τερεντίου διὰ τῆς πομφόλυγος. ♃ ῥόδων ἁπαλῶν δραχ. ιβ΄. σποδοῦ Κυπρίας δραχμὰς δ΄. κρόκου δραχ. δ΄. ὀπίου δραχμὰς δ΄. νάρδου δραχμὰς δ΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ὀμβρίῳ. ἄλλο διάῤῥοδον. ♃ ῥόδων ἁπαλῶν δραχμὰς β΄.

κρόκου δραχμὰς στ΄. σποδοῦ Κυπρίου δραχ. β΄. ἀμύλου δραχμὰς β΄. ἀκακίας δραχμὴν μίαν, νάρδου Ἰνδικῆς δραχ. α΄. κόμμεως δραχμὰς ιβ΄. τραγακάνθης δραχ. α΄. ὕδατι ὀμβρίῳ. διάῤῥοδον εὐελπιδίου, διάσμυρνον ἐπικαλούμενον. ♃ ῥόδων δραχ. ρ΄. κρόκου δραχμὰς ν΄. ὀπίου δραχμὰς η΄. σμύρνης δραχμὴν μίαν S". κόμμεως δραχμὰς ν΄. οἴνῳ εὐώδει. ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο διάῤῥοδον. ♃ ῥόδων δραχ. ρ΄. κρόκου δραχμὰς ν΄. ὀπίου δραχμὰς η΄. σμύρνης δραχ. ν΄. κόμμεως δραχ. η΄. οἴνῳ εὐώδει, ἡ χρῆσις δι’ ὠοῦ. ἐγὼ τοῦτο ἐπεσκεύασα, ἀντὶ τῶν φύλλων τῶν ῥόδων, ἐμβάλλων ῥόδων ἄνθους δραχ. β΄. καὶ ὤφθη δαιμονίως ποιοῦν.

[Διάῤῥοδον τὸ διὰ τῶν οβ΄. τὸ μέγα λεγόμενον, ἐχρήσατο τούτῳ Λεύκιος ὁ καθηγητὴς πρὸς περιωδυνίας, φλυκτίδας, ἐπικαύματα, σταφυλώματα, προπτώσεις, πρὸς ὑποπύους ὀφθαλμοὺς, πρὸς ῥεύματα παλαιὰ, κεχρονισμένας ὀφθαλμίας καὶ δυσαπαλλάκτους διαθέσεις.] ♃ Ῥόδων χλωρῶν χωρὶς τῶν λοβῶν δραχμὰς οβ΄. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κδ΄. κρόκου δραχμὰς ξ΄. ὀπίου δραχ. γ΄.

στίμμεως δραχμὰς γ΄. οἱ δὲ δραχ. στ΄. ἰοῦ δραχ. β΄. οἱ δὲ δραχμὰς γ΄. λεπίδος χαλκοῦ δραχ. β΄. νάρδου Ἰνδικῆς δραχμὰς β΄. σμύρνης δραχ. στ΄. οἱ δὲ δραχμὰς δ΄. κόμμεως δραχμὰς κδ΄. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἄλλο διὰ τῶν οβ΄. ♃ ῥόδων δραχ. οβ΄. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κδ΄. κρόκου δραχ. στ΄. οἱ δὲ η΄. ὀπίου δραχμὰς γ΄. στίμμεως δραχ. γ΄. σμύρνης δραχ. γ΄. λεπίδος χαλκοῦ δραχ. β΄. ἰοῦ δραχ. β΄. νάρδου δραχ. α΄. οἱ δὲ β΄. κόμμεως δραχ. κδ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις διὰ τοῦ γάλακτος. τὸ διὰ τῶν λευκοΐων φάρμακον ἐπιτετευγμένον πρὸς ἐπιφορὰς καὶ διαθέσεις. ♃ ἀκακίας δραχμὰς μή. λευκοΐων χυλοῦ δραχ. μη΄. σποδοῦ Κυπρίας δραχ. κδ΄. κρόκου δραχμὰς κδ΄. σμύρνης δραχ. δ΄. ὀπίου δραχ. δ΄. οἱ δὲ στ΄. ὑοσκυάμου χυλοῦ δραχ. δ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς δ΄. κόμμεως δραχ. δ΄. οἴνῳ Φαλερίνῳ.

[Κολλύριον ᾧ ἐχρήσατο Φλῶρος ἐπὶ Ἀντωνίας τῆς Λρούσου μητρὸς, παρ’ ὀλίγον ὑπὸ τῶν ἄλλων ἰατρῶν πηρωθείσης.] ♃ Ἀκακίας δραχμὰς μη΄. ῥόδων ξηρῶν δραχ. μη΄.

μελιλώτων δραχμὰς μη΄. σποδοῦ Κυπρίας δραχ. κδ΄. μανδραγόρου μήλων δραχμὰς β΄. κρόκου δραχ. κδ΄. ὀπίου δραχμὰς στ΄. ὑοσκυάμου σπέρματος ὀξύβαφα β΄. ἐν ἄλλῳ δραχ. κδ΄. σμύρνης δραχμὰς δ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. κόμμεως δραχ. μ΄. οἴνου Φαλερίνου, ὕδατος ὀμβρίου ἀνὰ κοτύλας γ΄. τὸν οἶνον καὶ τὸ ὕδωρ μίξας καὶ τούτοις ἐπιβαλὼν ῥόδα, μελίλωτον, ὑοσκυάμου σπέρμα, μανδραγόρου τὰ μῆλα. εἰ δὲ μή γε, τὸν φλοιὸν ἔα βρέχεσθαι ἐπὶ ἡμέρας γ΄, ἢ πέντε. ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας χρῶ πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, καὶ ἀναπλάσας χρῶ ὡς δοκιμωτάτῳ.

[Μήλινον τρυφερὸν ποιοῦν πρὸς τοὺς μηδ’ ἡντιναοῦν δῆξιν φαρμάκων ὑπομένοντας, ποιοῦν πρὸς φλυκτίδας, προπτώσεις, ῥεῦμα δριμὺ καὶ πολὺ καὶ ἐπικαύματα καὶ πρὸς τὰς προσφάτους διαθέσεις.] ♃ Καδμείας κεκαυμένης καὶ γάλακτι ἐσβεσμένης δραχ. ιστ΄. ψιμυθίου πεπλυμένου δραχμὰς η΄. κρόκου δραχ. δ΄. ὀπίου δραχ. α΄. τραγακάνθης δραχμὰς β΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο πρὸς ἐπικαύματα,

φλυκτίδας, προπτώσεις, περιωδυνίας. ♃ ψιμυθίου δραχμὰς κδ΄. ἀμύλου δραχ. ιβ΄. καδμείας πεπλυμένης δραχ. ι΄. λιβάνου δραχμὰς ι΄. κρόκου δραχ. η΄. ὀπίου δραχμὰς η΄. κόμμεως δραχ. ι΄. τραγακάνθης δραχ. β΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. διάῤῥοδον ἀνέγκλητον. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχ. κδ΄. ψιμυθίου δραχμὰς ιβ΄. ὀπίου δραχ. στ΄. ῥόδων ἄνθους δραχ. στ΄. κρόκου δραχμὰς στ΄. λίθου σχιστοῦ δραχ. ιβ΄. κόμμεως δραχ. ι΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις πρὸς μὲν τὰ ῥυπαρὰ τῶν ἑλκῶν διὰ γάλακτος, πρὸς δὲ τὰ καθαρὰ δι’ ὠοῦ. ἄλλο. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχ. κδ΄. ψιμυθίου δραχμὰς ιβ΄. λίθου σχιστοῦ δραχ. δ΄. ῥόδων ἄνθους δραχμὰς στ΄. κρόκου δραχ. στ΄. ὀπίου δραχμὰς στ΄. κόμμεως δραχ. στ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις πρὸς μὲν τὰ ῥυπαρὰ τῶν ἑλκῶν διὰ γάλακτος, πρὸς δὲ τὰ καθαρὰ δι’ ὠοῦ.

[Κροκῶδες παιδικὸν ἐπιγραφόμενον τὸ διὰ τῆς πομφόλυγος, πρὸς ἐπιφορὰς καὶ περιωδυνίας καὶ τὰς ἐκ πληγῶν διαθέσεις.] ♃ Σποδοῦ πομφόλυγος δραχμὰς ιστ΄. κρόκου δραχ. ιστ΄. ὀπίου δραχμὰς ιστ΄. τραγακάνθης δραχ. η΄. ὕδατι 

ὀμβρίῳ, καὶ πρὸς τῇ ἀναλήψει ὠῶν τεσσάρων τὸ λευκόν. κολλύριον Γαΐου ὀφθαλμικοῦ. ♃ σποδοῦ Κυπρίας δραχμὰς δ΄. ἀμύλου προσφάτου δραχμὰς ιβ΄. κρόκου δραχ. β΄. σμύρνης δραχ. α΄. μανδραγόρου χυλοῦ δραχ. α΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. Ἀτιμητροῦ λυσιπόνιον. ♃ χαλκάνθης ὠμῆς δραχμὰς μ΄. πομφόλυγος ὠμῆς δραχμὰς μ΄. ψιμυθίου δραχμὰς κδ΄. ὀπίου δραχ. β΄. κρόκου δραχμὰς δ΄. τὸ κρόκον εἰς ὕδωρ βάλλεται καὶ ἀποβρέχεται καὶ τῷ ἀποβρέγματι σκευάζεται τὸ κολλύριον. τὸ δ’ ὑπολειφθὲν τοῦ κρόκου λεαίνεται καὶ μίγνυται τοῖς λοιποῖς, κόμμεως δραχμαῖς λβ. Διομήδους λυσιπόνιον πρὸς περιωδυνίας παραχρῆμα λύει τοὺς πόνους. ♃ χαλκάνθης ὠμῆς δραχμὰς λβ΄. ψιμυθίου δραχμὰς λα΄. σποδοῦ πομφόλυγος δραχμὰς ιστ΄. κρόκου δραχμὰς ιστ΄. λιβάνου δραχ. η΄. σμύρνης δραχμὰς β΄. κόμμεως δραχμὰς ιστ΄. ὕδωρ ὄμβριον. ἡ χρῆσις δι’ ὠοῦ. γενναῖόν ἐστι τὸ κολλύριον. τοῦ Ζωΐλου, ποιοῦν πρὸς τὰς παλαιὰς ὀφθαλμίας, μυοκεφάλους, σταφυλώματα καὶ παλαιὰ ῥεύματα. ♃

καδμείας δραχμὰς η΄. χαλκοῦ κεκαυμένου δραχμὰς η΄. ψιμμυθίου δραχμὰς δ΄. ἀλόης δραχμὴν μίαν S". φύλλου κρόκου, χαλκίτεως ὀπτῆς, χαλκάνθου, ὀπίου λυκίου, ἀνὰ δραχμὴν μίαν, σμύρνης δραχμὰς β΄. ἀκακίας δραχμὰς κ΄. ναρδοστάχυος δραχμὴν μίαν S". κόμμεως δραχμὰς κ΄. καστορίου δραχ. δ΄. στίμμεως κεκαυμένου δραχμὰς η΄. ὕδωρ ὄμβριον.

[Ἀσκληπιάδου Πακκίου πρὸς περιωδυνίας, ῥεῦμα λεπτὸν καὶ πολὺ ἐπίκαυμα, φλυκτίδας, ὑμένων ἐπαναστάσεις, τραχώματα, κεχρονισμένας διαθέσεις καὶ τοὺς ὑπὸ πολλῶν ἐγχρίσεων βλαβέντας, παραχρῆμα ὠφελεῖ. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.] ♃ Καδμείας δραχμὰς ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. ιβ΄. κρόκου δραχμὰς ιβ΄. λεπίδος χαλκοῦ κεκαυμένου δραχ. ιβ΄. σμύρνης δραχμὰς δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. ῥόδων ξηρῶν δραχμὰς δ΄. ὀπίου δραχ. δ΄. λίθου αἱματίτου δραχμὰς δ΄. πεπέρεως λευκοῦ κόκκους κδ΄. κόμμεως δραχμὰς ιβ΄. οἴνου Χίου τὸ αὔταρκες. ἡ χρῆσις δι’ ὠοῦ. ἐν ἄλλαις γραφαῖς ἔχει ῥόδων δραχμὰς γ΄. πεπέρεως κόκκους κε΄. τὸ νεκτάριον

ἐπιγραφόμενον φάρμακον ἐπιτετευγμένον. ♃ καδμείας δραχμὰς ιβ΄. λεπίδος Κυπρίας πεπλυμένης δραχ. ιβ΄. κρόκου δραχμὰς ιβ΄. ὀπίου δραχ. δ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβ΄. σμύρνης δραχ. δ΄. λίθου αἱματίτου δραχ. δ΄. ῥόδων ξηρῶν δραχμὰς δ΄. ναρδοστάχυος δραχ. δ΄. μίσυος ὀπτοῦ δραχμὰς δ΄. κασσίας σύριγγος δραχ. δ΄. πεπέρεως λευκοῦ κόκκους κε΄. κόμμεως δραχ. ιβ΄. οἰνῶ χρῶ.

[Ἀντιγόνου κροκῶδες λεοντάριον ἐπιγραφόμενον, ἐπειδή περ γλύμματι τούτῳ ἐσφραγίζετο, ποιεῖ πρὸς ἐπιφορὰς, περιωδυνίας, κεχρονισμένας διαθέσεις. ἔστι δὲ καὶ τοῖς τραχωματικοῖς ἀγαθὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει, μάλιστα δὲ νηπίοις ἐστὶ χρήσιμον.] ♃ Σποδοῦ Κυπρίας δραχ. μη΄. κρόκου δραχ. κδ΄. σμύρνης δραχμὰς ιβ΄. λίθου αἱματίτου δραχ. η΄. ὀπίου δραχμὰς ιβ΄. πεπέρεως λευκοῦ κόκκους λστ΄. κόμμεως δραχμὰς π΄. οἴνῳ Φαλερίνῳ. ἄλλο. ♃ σποδοῦ Κυπρίας δραχμὰς π΄. κρόκου δραχμὰς μ΄. σμύρνης δραχ. κ΄.

ὀπίου δραχ. κ΄. αἱματίτου λίθου. δραχ. ιβ΄. πεπέρεως κόκκους ξ΄. κόμμεως δραχμὰς π΄. οἴνῳ Φαλερίνῳ.

[Ἐκ τῶν Σκριβωνίου Λάργου, Μαχάωνος Ἀσκληπιὸς, πρὸς παλαιὰς διαθέσεις καὶ ὑποπύους ὀφθαλμούς.] ♃ Σποδοῦ πομφόλυγος δραχμὰς λβ΄. χαλκοῦ κεκαυμένου δραχμὰς λβ΄. κρόκου Σικελοῦ δραχ. ιστ΄. σμύρνης δραχ. στ΄. λίθου αἱματίτου δραχμὰς ι΄. νάρδου Ἰνδικῆς δραχ. στ΄. ὀπίου δραχμὰς στ΄. πεπέρεως κόκκους μ΄. οἴνῳ Χίῳ. ἐν τῷ Ἀθηνίππων Ἀσκληπιῶν ἔχει οὕτως, ὀπίου δραχμὰς η΄.

[Εὐημέρου πρὸς περιωδυνίας καὶ διαθέσεις.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. λβ΄. σποδοῦ πομφόλυγος δραχ. ιστ΄. κρόκου δραχ. ιστ΄. σμύρνης δραχμὰς η΄. λίθου αἱματίτου κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ναρδοστάχυος δραχμὰς δ΄. μίσυος κεκαυμένου δραχ. δ΄. ὀπίου πεφωγμένου δραχμὰς δ΄. κόμμεως δραχ. ιστ΄. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες.

[Διάσμυρνον εὐῶδες Συνέρωτος, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς κεχρονισμένας διαθέσεις. ποιεῖ πρὸς ῥυάδας καὶ αἰγίλωπας.] ♃ Καδμείας πεπλυμένης δραχ. κη΄. λίθου

αἱματίτου κεκαυμένου καὶ πεπλυμένου δραχ. κε΄. σποδοῦ Κυπρίας δραχ. κδ΄. σμύρνης δραχμὰς μη΄. κρόκου δραχμὰς δ΄. ὀπίου Ἱσπανοῦ δραχμὰς η΄. πεπέρεως λευκοῦ κόκκους λ΄. κόμμεως δραχ. στ΄. οἴνῳ Ἰταλικῷ· ἡ χρῆσις δι’ ὠοῦ ἐπὶ τῶν προσφάτων καὶ ἡ κρᾶσις ὑδαρής. ἔνιοι κρόκου δραχμὰς ιβ΄.

[Αἱμάτινον Συνέρωτος τραχωματικὸν ἀγαθόν. ποιεῖ πρὸς τὰς παλαιὰς διαθέσεις καὶ πρὸς συκώματα καὶ πᾶσαν ἐξοχὴν, μιγνύμενον τῷ Συνέρωτος εὐώδει.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. κδ΄. λίθου αἱματίτου δραχ. α΄. κρόκου δραχ. δ΄. ὀπίου δραχ. δ΄. κόμμεως δραχ. ιβ΄. ὄξει δριμυτάτῳ. ἄλλο. ♃ χαλκοῦ κεκαυμένου δραχ. μη΄. κρόκου δραχμὰς κδ΄. ὀπίου δραχ. δ΄. κόμμεως Θηβαϊκῆς δραχ. κδ΄. πομφόλυγος δραχμὰς ιη΄. σμύρνης δραχ. ιη΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς ιβ΄. λίθου αἱματίτου δραχ. α΄. ἰοῦ δραχμὰς δ΄. οἴνῳ ἀναλάμβανε. τοῦ Ἱέρακος τραχωματικόν. ♃ μίσυος κεκαυμένου δραχμὰς η΄. κρόκου δραχ. η΄. ὀπίου δραχμὰς η΄. λίθου αἱματίτου πεπλυμένου 

δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιβ΄. σμύρνης δραχ. ιβ΄. κόμμεως δραχ. ιβ΄. ὄξει δριμυτάτῳ.

[Ἀπολλωνίου σκυλάκιον ἐπισήμως ἰατρεύσαντος, τουτέστι τὸ ἱεράκιον κολλύριον τραχωματικόν· ἐπιγράφεται φοῖνιξ. ποιεῖ καὶ πρὸς ,μίλφους καὶ πρὸς κεχρονισμένας διαθέσεις.] ♃ Λίθου αἱματίτου κεκαυμένου καὶ πεπλυμένου δραχ. λβ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστ΄. ἰοῦ ξυστοῦ δραχμὰς ιστ΄. ὀπίου δραχ. η΄. οἱ δὲ στ΄. καδμείας βοτρυΐτιδος δραχ. δ΄. χαλκίτεως ὀπτῆς δραχ. δ΄. κόμμεως δραχ. ιστ΄. ὕδωρ ὄμβριον.

[Ἄλλως ὁ Φοῖνιξ Ἀπολλωνίου, ὡς Ἄρειος Ἀσκληπιάδειος ἐνέγραψεν ἐν ταῖς ἰδίαις συναγωγαῖς τῶν φαρμάκων.] ♃ Λίθου αἱματίτου δραχμὰς κδ΄. λίθου σχιστῆς κεκαυμένης καὶ πεπλυμένης δραχ. κδ΄. καδμείας δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου δραχμὰς ιβ΄. ὀπίου δραχ. η΄. χαλκίτεως ὀπτῆς δραχμὰς δ΄. οἱ δὲ δραχ. η΄. ἐν ἄλλῳ καὶ ἰοῦ δραχμὰς ιβ΄. κόμμεως δραχμὰς ιστ΄. ὕδωρ ὄμβριον.

[Ἄλλο κολλύριον τραχωματικόν.] ♃ Χαλκίτεως κεκαυμένης δραχμὰς ιβ΄. μίσυος κεκαυμένης καὶ πεπλυμένης δραχ. η΄.

κρόκου, ὀπίου ἀνὰ δραχμὰς στ΄. λίθου αἱματίτου δραχ. η΄. κόμμεως δραχ. ιβ΄. ὄξει δριμυτάτῳ.

[Κολλύριον τραχωματικὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει. ποιεῖ δὲ καὶ πρὸς κεχρονισμένας διαθέσεις.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. κδ΄. σποδοῦ πομφόλυγος δραχ. ιστ΄. σμύρνης δραχ. ιστ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. ιβ΄. λίθου αἱματίτου δραχ. κδ΄. ὀπίου δραχ. δ΄. πεπέρεως κόκκους ιβ΄. ἐν ἄλλῳ κόκκους ιστ΄. κόμμεως δραχ. η΄. οἴνῳ ἀναλάμβανε καὶ χρῶ.

[Εὐημέρου, οὐλὰς καὶ τύλους ἀποσμήχει, ποιοῦν καὶ πρὸς κεχρονισμένας διαθέσεις.] ♃ Καδμείας δραχ. ξ΄. κρόκου δραχμὰς ν΄. ναρδοστάχυος δραχ. κ΄. λεπίδος χαλκοῦ πεφωγμένου καὶ πεπλυμένου δραχ. ν΄. σμύρνης δραχ. ν΄. ὀπίου δραχ. λ΄. χαλκοῦ κεκαυμένου δραχ. ξ΄. μίσυος ὠμοῦ δραχμὰς ν΄. κόμμεως δραχ. ο΄. οἴνῳ Χίῳ ἀναλάμβανε.

[Ἄλλο Πυράμου, οὐλὰς καὶ τύλους ἀποσμῆχον καταστέλλει πᾶσαν ἐξοχήν.] ♃ Καδμείας Κυπρίας δραχ. μ΄. λίθου αἱματίτου δραχμὰς μ΄. χαλκοῦ κεκαυμένου δραχ. μ΄. μίσυος κεκαυμένου δραχμὰς κ΄. κρόκου δραχ. κ΄. ἀμμωνιακοῦ θυμιάματος

δραχμὰς κ΄. λεπίδος χαλκοῦ κεκαυμένης καὶ πεπλυμένης δραχ. κ΄. ὀπίου δραχμὰς κ΄. σμύρνης δραχ. κ΄. κόμμεως λίτραν μίαν, ὄξει δριμυτάτῳ χρῶ.

[Ἄλλο Εὐημέρου πρὸς τὰς αὐτὰς διαθέσεις.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κδ΄. σποδοῦ πομφόλυγος δραχμὰς ιβ΄. σμύρνης δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς ιβ΄. λίθου αἱματίτου δραχ. δ΄. πεπέρεως δραχμὰς ιβ΄. κόμμεως δραχμὰς η΄. οἴνου Χίου τὸ ἀρκοῦν.

[Λυγκεὺς ἐπιγραφόμενον πρὸς τετυλωμένας διαθέσεις, ὀξυδερκὲς ἀγαθὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Καδμείας δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. σμύρνης δραχ. ιστ΄. λίθου αἱματίτου δραχ. στ΄. ὀπίου δραχ. στ΄. ἀλόης δραχ. δ΄. χολῆς ταυρείας δραχ. δ΄. χαλβάνης δραχ. δ΄. ἰοῦ δραχ. α΄. ὀποπάνακος δραχ. δ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. κόμμεως δραχ. στ΄. οἱ δὲ δραχ. β΄. ὕδωρ ὄμβριον.

[Ῥίνημα ἐπιγραφόμενον. ποιεῖ πρὸς τετυλωμένας διαθέσεις καὶ οὐλὰς ἀποσμήχει, ποιεῖ καὶ πρὸς ὑποχύματα.] ♃ Καδμείας δραχμὰς μη΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς μη΄.

χαλκοῦ κεκαυμένου δραχ. μη΄. ὀπίου δραχμὰς ιστ΄. ἰοῦ Κυπρίου δραχμὰς ιστ΄. ἀλόης δραχ. ιστ΄. σμύρνης δραχμὰς ιστ΄. λίθου αἱματίτου δραχμὰς κδ΄. χαλβάνης δραχμὰς ιδ΄. ὀποπάνακος δραχμὰς ιη΄. χολῆς ταυρείας δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς δ΄. κόμμεως δραχμὰς ξ΄. ὕδωρ ὄμβριον. ἡ χρῆσις ὑδαρής.

[Κολλύριον ἁρμάτιον ἐπιγραφόμενον, ᾧ ἐχρήσατο Πτολεμαῖος ὁ βασιλεὺς, σμηκτικὸν, οὐλὰς ἀποσμήχει. ἔστι δὲ καὶ ὀξυδερκικὸν καὶ τραχωματικὸν ἀγαθόν.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς η΄. λίθου αἱματίτου δραχ. η΄. φλοιοῦ λιβάνου δραχμὰς η΄. κόμμεως δραχ. η΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὕδατος, ἐν ἄλλαις γραφαῖς ἔχει καὶ ἰοῦ δραχμὰς β΄.

[Τὸ διὰ τοῦ αἱματίτου ὀξυδερκικὸν οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Ἀμμωνιακοῦ θυμιάματος δραχμὰς κδ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κδ΄. λίθου αἱματίτου δραχμὰς κδ΄. κόμμεως δραχμὰς κδ΄. ἰοῦ δραχμὰς η΄. ὕδωρ ὄμβριον.

[Ἀρτεμώνιον ἐπιγραφόμενον, ᾧ ἐχρήσατο Βάσσος ὁ ἑταῖρος. ποιεῖ πρὸς τὰ χρόνια ῥεύματα καὶ πρὸς τὰς τῶν βλεφάρων τραχύτητας καὶ πρὸς τοὺς μυδῶντας καὶ βεβρωμένους κανθοὺς, καθύγρους ὀφθαλμοὺς καὶ τὰς τῶν ὑμένων ἐξοχάς· οὐλὰς καὶ τύλους ἀποσμήχει. τὸ δὲ μέγιστον τοῦ φαρμάκου τοῦτό ἐστι τὸ μετὰ τὰς ἐγχρίσεις ἀταράχους τοὺς ὀφθαλμοὺς διαφυλάττειν.] ♃ Στίμμεως δραχμὰς δ΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. ψιμυθίου δραχμὰς β΄. κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. φλοιοῦ λιβάνου δραχ. α΄. ἰοῦ σκώληκος δραχ. α΄. κηκίδων ὀμφακίνων δραχ. α΄. πεπέρεως λευκοῦ δραχμὴν μίαν, κόμμεως δραχ. α΄. οἴνῳ ἀναλάμβανε, ἡ χρῆσις δι’ ὕδατος. ἄλλο φάρμακον ἐπιτετευγμένον. ♃ καδμείας δραχμὰς η΄. στίμμεως δραχ. η΄. ψιμυθίου δραχμὰς η΄. χαλκοῦ κεκαυμένου δραχμὰς δ΄. φλοιοῦ λιβάνου δραχμὰς β΄. κρόκου δραχ. β΄. σμύρνης δραχμὰς β΄. ἰοῦ σκώληκος δραχμὰς β΄. κηκίδων ὀμφακίνων δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. α΄. κόμμεως δραχμὰς δ΄. οἴνῳ ἀναλάμβανε.

[Κολλύριον Ἰνδικὸν ἀέρινον ἐπιγραφόμενον προκαταληπτικὸν 

ἁπάσης ὀφθαλμίας, ποιεῖ πρὸς ἀμβλυωπίας καὶ ψωρώδεις διαθέσεις καὶ πρὸς βεβρωμένους κανθοὺς καὶ οὐλὰς ἀποσμήχει. τὸ δὲ μέγιστον τοῦ φαρμάκου τοῦτό ἐστι τὸ μετὰ τὰς ἐγχρίσεις ἀταράχους τοὺς ὀφθαλμοὺς διαφυλάττειν.] ♃ Ψιμυθίου Ῥοδιακοῦ δραχμὰς μη΄. καδμείας Κυπρίας δραχ. κδ΄. μέλανος Ἰνδικοῦ δραχμὰς η΄. ὀπίου δραχ. η΄. πεπέρεως λευκοῦ δραχμὰς η΄. ἢ στ΄. ὀποβαλσάμου δραχ. η΄. ἢ στ΄. κόμμεως δραχ. ιστ΄. κινναμώμου δραχ. β΄. ἐν ἄλλῳ δραχ. ιβ΄. ὕδατι ὀμβρίῳ.

[Ἑρμοφίλου θαλασσερὸς κολλύριον ἐπιτετευγμένον πρὸς ὑποχύσεις καὶ πᾶσαν ἀμβλυωπίαν, ποιεῖ καὶ πρὸς ἀρχὰς ὑποχύσεως. ἔστι δὲ εὐωδέστατον φάρμακον.] ♃ Καδμείας δραχμὰς ιστ΄. μέλανος Ἰνδικοῦ δραχ. ιστ΄. πεπέρεως λευκοῦ δραχμὰς η΄. ἰοῦ δραχ. δ΄. ὀπίου Μηδικοῦ δραχ. δ΄. ὀποβαλσάμου δραχ. δ΄. κόμμεως δραχ. ιβ΄. ὕδατι ἀναλάμβανε. ἡ χρῆσις μεθ’ ὕδατος, ἡ κρᾶσις διαφέρουσα πρὸς τὰς διαθέσεις.

[Πομπωνίου Βάσσου, ποιεῖ καὶ πρὸς ἀρχὰς ὑποχύσεως.] ♃ Καδμείας δραχμὰς κζ΄. μέλανος Ἰνδικοῦ δραχ. ιστ΄.

πεπέρεως μακροῦ δραχμὰς ιστ΄. πεπέρεως λευκοῦ δραχμὰς ιβ΄. ὀποῦ Κυρηναϊκοῦ δραχμὰς ε΄. ὀποβαλσάμου δραχ. στ΄. ναρδοστάχυος δραχμὰς στ΄. σαγαπηνοῦ δραχ. ε΄. ὀποπάνακος δραχ. ε΄. ὀπίου δραχμὰς δ΄. εὐφορβίου δραχ. κινναμώμου δραχμὴν μίαν, κόμμεως δραχμὰς λ΄. τὸ ὑγρὸν χυλῷ μαράθρου.

[Ἰνδικὸν βασιλικὸν ἐπιγραφόμενον, ποιεῖ πρὸς ἀρχὰς ὑποχύσεως καὶ πᾶσαν ἀμβλυωπίαν καὶ οὐλὰς ἀποσμήχει.] ♃ Καδμείας κεκαυμένης καὶ πεπλυμένης λίτραν μίαν, γο δ΄. μέλανος Ἰνδικοῦ δραχμὰς στ΄. ψιμυθίου γο δ΄. πεπέρεως λευκοῦ γο στ΄. χολῆς ὑαίνης τὸ ὅλον ὅσον ἔχει. σκάρων χολὰς ι΄. περδίκων χολὰς δ΄. ὀποῦ μήκωνος γο α΄. ὀποβαλσάμου γο β΄. ὀποπάνακος γο β΄. σαγαπηνοῦ γο β΄. κόμμεως λίτραν α΄. ἀναλάμβανε μαράθρου χυλῷ ἢ τῆς λεγομένης ἡρακλείας βοτάνης.

[Ἔνστακτον Πακκίου, ὡς Θεμίσων.] ♃ Καδμείας δραχμὰς ξδ΄. μίσυος δραχμὰς λβ΄. χαλκάνθου δραχμὰς λβ΄. στίμμεως δραχμὰς λβ΄. πεπέρεως λευκοῦ δραχμὰς λβ΄. ὀπίου δραχμὰς

ιστ΄. ἰοῦ δραχμὰς ιστ΄. ὀποβαλσάμου δραχμὰς ιστ΄. κόμμεως δραχμὰς ξδ΄. ὕδατι ὀμβρίῳ.

[Τὸ χελιδόνιον ἐπιγραφόμενον.] ♃ Καδμείας δραχμὰς μη΄. στίμμεως δραχμὰς ιβ΄. μίσυος δραχμὰς η΄. πεπέρεως δραχ.λστ΄. χαλκάνθου δραχμὰς στ΄. ὀπίου δραχμὰς στ΄. ὀποβαλσάμου δραχ. τέσσαρας, κόμμεως δραχμὰς κδ΄. ὕδατι ὀμβρίῳ.

[Τὸ ἱεράκιον πρὸς ἀμβλυωπίαν καὶ ψωρώδεις διαθέσεις.] ♃ Ψιμυθίου δραχμὰς ιστ΄. καδμείας δραχμὰς η΄. ἰοῦ δραχμὰς β΄. πεπέρεως λευκοῦ δραχμὰς β΄. ὀμφακίου δραχμὰς β΄. ὀπίου δραχ. β΄. κόμμεως δραχμὰς στ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὕδατος.

[Ἄλλο. οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Καδμείας δραχμὰς ιστ΄. ψιμυθίου δραχμὰς η΄. πεπέρεως λευκοῦ δραχμὰς δ΄. ἰοῦ δραχμὰς β΄. ὀποβαλσάμου δραχμὰς β΄. ὀμφακίου δραχ. β΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ὀμβρίῳ.

[Κολλύριον κιῤῥὸν πάγχρηστον ἐπιγραφόμενον φάρμακον ἐπιτετευγμένον πρὸς ψωρώδεις καὶ περιβεβρωμένους κανθοὺς

καὶ ἐπιτεταμένους κνησμοὺς καὶ βλέφαρα συκώδη.] ♃ Καδμείας δραχ. π΄. χαλκίτεως κεκαυμένης δραχ. μ΄. πεπέρεως λευκοῦ δραχμὰς μ΄. κόμμεως δραχ. μ΄. ὕδατι ὀμβρίῳ. ἐν ἄλλαις γραφαῖς ἐπίσης ἔχει τὰς συσταθμίας. ἄλλο. ♃ καδμείας δραχμὰς π΄. χαλκίτεως κεκαυμένης δραχμὰς μ΄. πεπέρεως λευκοῦ δραχμὰς μ΄. κρόκου δραχμὰς ιβ΄. σμύρνης δραχμὰς ιβ΄. κόμμεως δραχ. μ΄. ὕδωρ ὄμβριον.

[Τρύφωνος τὸ σφαιρικόν.] ♃ Καδμείας δραχ. μ΄. λεπίδος χαλκοῦ δραχ. λβ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. λβ΄. πεπέρεως λευκοῦ δραχ. λβ΄. ὀπίου δραχ. η΄. σμύρνης δραχ. η΄. ὀποβαλσάμου δραχ. δ΄. κόμμεως δραχ. λβ΄. ὕδωρ ὄμβριον.

[Κολλύριον Γάλλου ὀξυδερκικόν.] ♃ Καδμείας δραχ. μη΄. χαλκίτεως κεκαυμένης δραχ. κδ΄. πεπέρεως λευκοῦ δραχ. στ΄. λεπίδος χαλκοῦ δραχ. η΄. ὀπίου δραχ. στ΄. ὀμφακίου δραχ. δ΄. σμύρνης δραχ. β΄. ὀποβαλσάμου δραχ. δ΄. κόμμεως δραχ. ιβ΄. πεπέρεως λευκοῦ κόκκους ι΄. ὕδατος ὀμβρίου τὸ αὔταρκες.

[Κολλύριον ἀρωματικὸν ἐπιγραφόμενον.] ♃

Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστ΄. ἰοῦ δραχμὰς δ΄. σμύρνης δραχμὰς δ΄. ὀπίου δραχμὰς δ΄. πεπέρεως λευκοῦ δραχμὰς δ΄. νάρδου δραχμὰς β΄. κρόκου δραχμὰς δ΄. ὀποβαλσάμου δραχμὰς β΄. κόμμεως δραχ. δ΄. ὕδατι ὀμβρίῳ.

[Ἡρακλείδου ἀρωματικὸν κροκῶδες δι’ αἱματίτου.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς μη΄. καδμείας δραχμὰς κδ΄. κρόκου δραχμὰς κδ΄. λίθου αἱματίτου δραχμὰς κδ΄. ὀπίου δραχμὰς ιβ΄. πεπέρεως λευκοῦ δραχμὰς ιβ΄. κόμμεως δραχ. κδ΄. οἴνῳ Φαλερίνῳ.

[Κροκῶδες Ἀσκληπιὸς ὀξυδερκικόν.] ♃ Χαλκοῦ κεκαυμένου δραχ. μῃ΄. κρόκου δραχμὰς ιβ΄. ὀμφακίου δραχμὰς δραχ. δ΄. ὀπίου δραχ. ιβ΄. σμύρνης δραχμὰς β΄. ὀποβαλσάμου δραχ. δ΄. κόμμεως δραχ. ιβ΄. πεπέρεως λευκοῦ κόκκους ι΄. ὕδατος ὀμβρίου τὸ αὔταρκες.

[Ἰσοχρύσου πρὸς βεβρωμένους κανθοὺς, ψωρώδεις διαθέσεις, χρονιζούσας ὀφθαλμίας, τραχώματα, συκώδεις ἐπαναστάσεις, οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Καδμείας δραχμὰς 

στ΄. λίθου αἱματίτου δραχμὰς ιστ΄. σμύρνης δραχμὰς ιστ΄. ὀπίου δραχμὰς ιστ΄. κρόκου δραχμὰς κδ΄. πεπέρεως μακροῦ δραχμὰς ιβ΄. πεπέρεως λευκοῦ δραχμὰς κδ΄. κόμμεως δραχ. ξδ΄. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες.

[Κινναβάριον ἀξίου ὀφθαλμικοῦ Στόλου Βρεττανικοῦ πρὸς περιβεβρωμένους κανθοὺς, καχεκτικὰς ὀφθαλμίας, ἐπιτεταμένους κνησμοὺς, χρονίας διαθέσεις.] ♃ Ψωρικοῦ δραχμὰς κδ΄. καδμείας δραχμὰς κδ΄. κρόκου δραχμὰς ιστ΄. πεπέρεως δραχμὰς ιστ΄. κινναβάρεως δραχμὰς ιστ΄. ὀπίου δραχμὰς ιβ΄. κόμμεως δραχμὰς κδ΄. ὕδωρ ὄμβριον. ἄλλο. ♃ ψωρικοῦ δραχ. κδ΄. πεπέρεως δραχμὰς κδ΄. καδμείας δραχμὰς κδ΄. κρόκου δραχμὰς κδ΄. σανδαράχης δραχμὰς η΄. ὀπίου δραχμὰς η΄. κινναβάρεως δραχμὰς η΄. κόμμεως δραχμὰς η΄. ὕδατι ὀμβρίῳ.

[Μήλινον ἀτάραχον ἐπιγραφόμενον. ποιεῖ πρὸς πᾶσαν ἀμβλυωπίαν καὶ πρὸς παλαιὰς διαθέσεις, οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Καδμείας δραχμὰς κδ΄. ὀμφακίου δραχμὰς ιβ΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς

ιβ΄. ὀπίου δραχμὰς η΄. κόμμεως δραχ. κδ΄. ψιμυθίου δραχ. κδ΄. κρόκου δραχ. ιστ΄. πεπέρεως λευκοῦ δραχ. κδ΄. ὕδωρ ὄμβριον.

[Λουκίου καθηγητοῦ μήλινον, πρὸς ψωρώδεις καὶ περιβεβρωμένους κανθοὺς, ἐπιτεταμένους κνησμοὺς, καθύγρους ὀφθαλμούς. πρὸς πᾶσαν ἀμβλυωπίαν, οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Ψιμυθίου δραχμὰς κδ΄. κρόκου δραχ. κδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. στ΄. νάρδου Ἰνδικῆς δραχ. στ΄. ὀπίου δραχ. στ΄. σμύρνης δραχ. στ΄. ὀμφακίου δραχ. στ΄. κόμμεως δραχ. κδ΄. ὕδατι ὀμβρίῳ.

[Ἄλλο κολλύριον ὁ Πρωτεύς. ᾧ οὐδὲν ἴσον· ποιεῖ πρὸς ἀρχὰς ὑποχύσεως καὶ πρὸς πᾶσαν ἀμβλυωπίαν, οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Καδμείας δραχμὰς β΄. χαλκίτεως ὠμῆς δραχ. μ΄. ψιμυθίου δραχμὰς μ΄. πεπέρεως λευκοῦ δραχ. λ΄. ὀποῦ Κυρηναϊκοῦ δραχμὰς κ΄. κρόκου δραχ. ιστ΄. ὀπίου δραχμὰς ιβ΄. σαγαπηνοῦ δραχμὰς ιβ΄. ἐλαίας δακρύου δραχ. ιβ΄. ἀρσενικοῦ δραχμὰς η΄. σμύρνης δραχ. ιβ΄. κόμμεως δραχ. κ΄. ὀποπάνακος

δραχ. κ΄. ὀποβαλσάμου δραχμὰς ιβ΄. σκεύαζε ὕδατι ὀμβρίῳ, ἡ χρῆσις μεθ’ ὕδατος.

[Ὑγιεινοῦ τὸ χρυσοῦν, πρὸς βεβρωμένους κανθοὺς καὶ ψωρώδεις διαθέσεις.] ♃ Σανδαράχης δραχμὰς κδ΄. πεπέρεως λευκοῦ κόκκους ιβ΄. σμύρνης δραχμὰς στ΄. κρόκου δραχ. στ΄. κόμμεως δραχ. ιβ΄. ὕδατι ὀμβρίῳ. ἄλλως τὸ χρυσοῦν. ♃ σανδαράχης δραχ. ιστ΄. κρόκου δραχμὰς ιστ΄. πεπέρεως δραχ. ιστ΄. σμύρνης δραχμὰς δ΄. κόμμεως δραχμὰς ιβ΄. ἡ χρῆσις δεδήλωται. ἄλλως. ♃ σανδαράχης δραχ. κδ΄. πεπέρεως λευκοῦ δραχμὰς ιβ΄. σμύρνης δραχ. στ΄. κρόκου δραχμὰς στ΄. κόμμεως δραχ. ιβ΄. ὕδατι ὀμβρίῳ.

[Εὐημέρου ψωρικόν. ποιεῖ πρὸς βεβρωμένους κανθοὺς καὶ ψωρώδεις οὐλὰς καὶ τύλους ἀποσμήχει, ποιεῖ καὶ πρὸς κεχρονισμένας διαθέσεις καὶ καχεκτικὰς ὀφθαλμίας καὶ τραχώματα.] ♃ Ψωρικοῦ δραχμὰς κδ΄. κρόκου δραχ. ιβ΄. ὀπίου, ψιμυθίου ἀνὰ δραχμὰς δ΄. πεπέρεως λευκοῦ δραχ. δ΄. ὀμφακίου δραχ. δ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε. βασιλίδιον ψωρικόν. ♃ ψωρικοῦ δραχμὰς μη΄. κρόκου δραχ. κδ΄. ὀπίου δραχμὰς η΄. λίθου

Ἀσίου τοῦ ἄνθους δραχμὰς η΄. ψιμυθίου δραχ. η΄. πεπέρεως δραχμὰς στ΄. ὀποβαλσάμου δραχ. δ΄. ὀμφακίου δραχμὰς δ΄. κόμμεως δραχμὰς ιστ΄. οἴνῳ Φαλερίνῳ. πάγχρηστον Ἀθηνίπιον. ♃ ψωρικοῦ δραχμὰς ξδ΄. κρόκου δραχ. ιστ΄. χαλκίτεως κεκαυμένης δραχμὰς ιστ΄. σανδαράχης δραχ. κ΄. σμύρνης δραχμὰς η΄. πεπέρεως λευκοῦ δραχμὰς ιστ΄. κασσίας σύριγγος δραχμὰς η΄. μαλαβάθρου φύλλων δραχ. δ΄. ὀπίου δραχμὰς στ΄. ὀμφακίου δραχμὰς δ΄. μίσυος κεκαυμένου δραχμὰς β΄. κόμμεως δραχμὰς κδ΄. ὕδατι ὀμβρίῳ.

[Πτολεμαίου γνωρίμου φάρμακον ἐπιτετευγμένον πρὸς ψωρώδεις καὶ βεβρωμένους κανθοὺς, ἐπιτεταμένους κνησμοὺς, μιλφώσεις, ἀμβλυωπίας.] ♃ Ψωρικοῦ δραχ. ξ΄. σανδαράχης δραχμὰς λ΄. χαλκίτεως κεκαυμένης δραχ. κδ΄. κρόκου δραχ. κδ΄. σμύρνης δραχ. ιβ΄. ὀπίου δραχ. β΄. κασσίας σύριγγος δραχμὰς ιβ΄. πεπέρεως δραχ. δ΄. πεπέρεως λευκοῦ δραχ. ζ΄. ὀμφακίου δραχμὰς στ΄. μίσυος κεκαυμένου δραχ. γ΄. μαλαβάθρου φύλλων δραχ. α΄. κόμμεως δραχ. λστ΄. ὕδωρ ὄμβριον.

[Κολλύριον μαλαβάθρου ὀξυδερκικὸν, πρὸς περιβεβρωμένους κανθούς.] ♃ Στίμμεως δραχμὰς κδ΄. ἀκακίας δραχ. κδ΄. πεπέρεως λευκοῦ δραχμὰς κδ΄. νάρδου Ἰνδικῆς δραχ. ιβ΄. ὀπίου δραχ. στ΄. κρόκου δραχμὰς στ΄. σμύρνης δραχ. στ΄. ὀμφακίου δραχμὰς στ΄. κόμμεως δραχμὰς λστ΄. ὕδατι ὀμβρίῳ. ἄλλο. ♃ στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς μ΄. ἀκακίας δραχ. μστ΄. νάρδου Κελτικῆς δραχμὰς στ΄. σμύρνης δραχ. η΄. κρόκου δραχ. η΄. ὀμφακίου δραχμὰς στ΄. ὀπίου δραχ. στ΄. καδμείας δραχμὰς λστ΄. κόμμεως δραχμὰς λβ΄. ὕδωρ ὄμβριον.

9. [Τὰ ὑπ’ Ἀρχιγένους ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων γεγραμμένα πρὸς ὀφθαλμοὺς πάσχοντας βοηθήματα.] Ἐπὶ δὲ τῶν περὶ τοὺς ὀφθαλμοὺς ῥευματισμῶν ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία, ὀλιγοποσία, ὑδροποσία καὶ πάντων μᾶλλον συνουσίας ἀποχὴ, ἥ τε κοιλία ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ τὸ πρῶτον, εἶτα καὶ ὀλίγου μιγέντος ὄξους, συνεχῶς τὸ πρόσωπον προσκλυζέσθωσαν. ἔνιοι δὲ χάλκανθον ὕδατι διϊέντες διδόασι προσκλύζεσθαι περικαμπτέτωσαν ὀσμὰς δριμείας καὶ κονιορτοὺς καπνόν τε

καὶ τὴν ἀπὸ τοῦ ἡλίου καὶ λύχνων αὐγὴν, εἰς νύκτα δὲ ἔρια καθαρὰ ἐξ οἴνου ἢ ῥυπαρὰ ἐξ ὕδατος ψυχροῦ ἐπιτιθέτωσαν, ἕωθέν τε, ὡς εἴρηται, προσκλυζέσθωσαν. εἰ δ’ ἐπιτείνοιτο ὁ ῥευματισμὸς καὶ ἀλγηδὼν ἐπιγένοιτο, φλεβοτομία τε ἁρμόδιος καὶ τελέως ἀσιτία καὶ δίψα, εἰ μὴ ἐκκαίοιτο καὶ ἐπιτείνοιτο, κοιλίας εὔτονος λύσις ἤτοι διὰ συμφώνου καθαρτικοῦ ἢ διὰ κλυστήρων εὐτόνων. μετὰ ταῦτα δὲ κατὰ τοῦ μετώπου ἀμπέλου φύλλα χλωρὰ συνεχῶς ἐπιτιθέμενα βοηθεῖ. ἢ μυρσίνης ἢ σχίνου ἢ βάτου χύλισμα ἢ κράμβης ἢ ἀμπέλου φύλλα, μετὰ πάλης ἀλφίτου. ἢ κυπάρισσος, σάμψυχον, ὤκιμον, σισύμβριον, οἰνάνθη, κρόκος ἥμερος, ἄγριος, ἀνδράχνη καὶ ῥοᾶς κύτινοι, ἄγνος, μήλου κυδωνίου τὰ ἁπαλὰ τῶν φύλλων, ἕκαστον μετὰ οἴνου καὶ πάλης ἀλφίτων. κατ’ αὐτῶν δὲ τῶν ὀφθαλμῶν ἔριον καθαρὸν, ὠοῦ τῷ λευκῷ διάβροχον ἢ ὠοῦ λέκυθον ὀπτοῦ ἢ μελίλωτον ἐν γλυκεῖ καθεψημένον, ἢ ἀσφοδέλου ῥίζαν μετ’ οἴνου καὶ πάλης ἀλφίτων, ἢ ἴριν κεκομμένην μετ’ οἴνου καὶ πάλης ἀλφίτων ἢ ῥοᾶς 

χυλὸν μετὰ πάλης ἀλφίτων καὶ αὐτὴν καθεψημένην ἐν οἴνῳ ἀθαλάσσῳ. ἢ ἀρκευθίδες λεῖαι μετ’ οἴνου καὶ πάλης ἀλφίτων ἐπὶ τὸ μέτωπον ἐπιπλαττόμεναι καὶ ἐπ’ αὐτοὺς ἐπιτιθέμεναι τοὺς ὀφθαλμούς. πρὸς δὲ τούτοις ἠρυγγίου καὶ ἱππομαράθρου ῥίζαν λείαν μεθ’ ὕδατος καὶ κωνείου σπέρμα τὸν αὐτὸν σκευαζόμενον τρόπον ὠφελεῖ. τυρὸς ἁπαλὸς νεαλὴς μετὰ σελίνου φύλλων καταπλασσόμενος. ἢ μήκων ἀγρία ἐν γλυκεῖ ἑψηθεῖσα καὶ λεία καταπλασθεῖσα. ὁμοίως καὶ μελίλωτον ἑψηθὲν ἐν γλυκεῖ, ὀλίγον μιγέντος κρόκου καὶ ὀποῦ μήκωνος. ἢ ἄρτος ἐξ οἴνου, ῥοδίνῳ φυραθεὶς, ὠφελεῖ θαυμαστῶς. ἢ τριβόλῳ ἁπαλῷ κατάπλασσε, καθ’ ἑαυτὸν ἢ καὶ μιγεὶς ἀλφίτῳ θαυμαστῶς ποιεῖ. καὶ καθόλου πᾶν τὸ τῶν στυφόντων γένος καὶ ἀποκρουόμενον ἐν ἀρχαῖς, οἷά ἐστι κώνειόν τε καὶ ψύλλιον, σέλινον, στρύχνον, οἱ ἐπὶ τῶν τελμάτων φακοὶ, φύλλα ἀμπέλου, κόριον, ἀνδράχνη, φακὸς ὁ ἐπὶ τοῦ ὕδατος, ἀείζωον, μήκωνος φύλλα, ἀκαλήφη. τούτων ἕκαστον λεαίνων μετ’ οἴνου κατάπλασσε, τὸ δὲ ψύλλιον μεθ’ ὕδατος καὶ τὸν ἀπὸ τῶν τελμάτων φακόν.

[Πρὸς θερμὸν ῥεῦμα.] Κράμβην λείαν μετὰ πάλης ἀλφίτου σὺν ὕδατι κατάπλασσε. ἢ ὠκίμου φύλλοις ὁμοίως. ἢ πηγάνου φύλλοις μετὰ στέατος χηνείου, ἢ σαμψύχου πέταλα, ἢ καὶ ἁλικάκαβον λείαν κατάπλασσε. ἵστησι δὲ πολὺ ῥεῦμα κωδύα καὶ ὑοσκύαμος μετὰ ἀλφίτου πάλης σὺν οἴνω. προπυρία δὲ καὶ οὕτω κατάπλασσε, μετὰ δὲ τοῦτο τὴν ἀκμὴν παραλλάξαι, καὶ ὅ τε καιρὸς οὐκέτι ἐστὶ τῶν στυφόντων χρήσαιτο ἄν τις τῶν τε ὀφθαλμῶν καὶ τῆς κεφαλῆς πυρίᾳ. μεγάλως δὲ ὠφελεῖ, λύει τε τὰς φλεγμονὰς καὶ εἴ τις διάστασις εἴη, ὀθόνιον ἁπαλὸν βουτύρῳ βρεχόμενον καὶ ἐπιβαλλόμενον τοῖς ὀφθαλμοῖς.

[Περὶ χυμώσεως.] Ἐφ’ ὧν δὲ χύμωσις ἰσχυρὰ γένοιτο, λαβὼν ὠοῦ λέκιθον σάρκα μυΐας προσεκλέανον, εἶτα ὅταν κηροτοειδὲς γένηται, εἰς ῥάκος ἐπιτίθει, παραχρῆμα παύει.

[Περίχριστον ὀφθαλμῶν.] Ἄρτος καθαρὸς κεκαυμένος μιγεὶς ἀκακίᾳ καὶ κιττῷ σὺν ὕδατι. πρὸς δὲ τὰς περιωδυνίας ῥόδα χλωρὰ ἢ ξηρὰ βρέξας ἐν γλυκεῖ λέαινε καὶ μίξας

ὠοῦ ὀπτοῦ τὴν λέκιθον καὶ κρόκου τὸ αὔταρκες ἐν γλυκεῖ. ἢ ὠμῇ λύσει κριθίνῃ ἢ πυρίνῃ ἐν γλυκεῖ ἑψημένῃ. ἐὰν δὲ πλείων ἡ ὀδύνη εἴη, πρόσμιγε μήκωνος ἁπαλῆς φύλλα, ἢ τὰ κελύφη τῶν κωδυῶν, ἢ ὑοσκυάμου φύλλα, ὅσον ὁλκὰς τέσσαρας σὺν λεκίθῳ ὠοῦ. ἢ σισύμβριον ἑψήσας ἐν ὕδατι λέανον, παραχέων οἴνου τὸ αὔταρκες καὶ κατάπλασσε. ἢ μήκωνος λευκῆς κωδύας ἑψήσας ἐν γλυκεῖ καὶ λεάνας κατάπλασσε. ἢ σελίνου ἁπαλῇ κόμῃ ἢ γλήχωνι ἁπαλῇ ὁμοίως. ἢ πέπονος ἢ σικύου τῇ σαρκί. ἢ λέκιθον ὠοῦ ὀπτοῦ καὶ ὀλίγον κρόκου λεάνας σὺν οἴνῳ ὀλίγῳ κατάπλασσε. ἐν δὲ ταῖς φλεγμοναῖς τοὺς ἀλγοῦντας ὀφθαλμοὺς πάνακι μετὰ γλήχωνος σὺν οἴνῳ φυρῶν κατάπλασσε. καλῶς ποιεῖ πίτυος φλοιὸς καὶ ἄλφιτα σὺν οἴνῳ. ἢ ὑοσκυάμου φύλλα καὶ ὄπιον τρίψας κατάπλασσε. ἢ τῆς μήκωνος τὰ κελύφη λεάνας καὶ ῥόδα καὶ μελίλωτα καὶ σμύρνης μικρὸν μίξας καὶ διεὶς ὠοῦ τῷ λευκῷ, οὕτω κατάπλασσε ἢ ἀλόην καὶ ὄπιον, σὺν ὕδατι εἰς ῥάκος ἀναλαβὼν κατάπλασσε, φυλάσσου δὲ μὴ παρενστάζῃς εἰς τὸν ὀφθαλμόν. ἐπὶ δὲ τῶν περιωδυνώντων κρόκον καλὸν μετὰ
γάλακτος λαβὼν ἔνσταζε. πρὸς δὲ τὰς σφοδρὰς περιωδυνίας, κορίου χυλὸς μετὰ γυναικείου γάλακτος, εἰς τοὺς ὀφθαλμοὺς ἐνσταζόμενος, ὁμοίως δὲ μήκωνος ὀπὸς ὀπτός. φύλλα πλατάνου λεῖα μετὰ πάλης ἀλφίτων ἄνωθεν ἐπὶ τοὺς ὀφθαλμοὺς ἐπιπλαττόμενα. ἐπὶ δὲ τῶν ῥευμάτων καταπλάσματα. κυπάρισσος χλωρὰ μετ’ οἴνου ἢ παλιούρου φύλλα ἢ ἀνδράχνη λεία μετὰ στέατος χηνείου καὶ κρόκου. ἢ ἴρις ξηρὰ μετὰ μέλιτος. ἢ μάνναν καὶ σμύρναν μετὰ ὠοῦ τοῦ λευκοῦ, ἐν ἐρίῳ ἐπιτίθει τῷ μετώπῳ. κατάπλασσε δὲ σελίνῳ μετὰ ἀλφίτων. ἢ σεσέλεως ἄνθη οἴνῳ βεβρεγμένα. ἢ μήκωνος ἁπαλοῖς φύλλοις. εἰ δὲ ἀγρυπνοῖεν, μανδραγόρου ῥίζαν καὶ ὀπὸν, μήκωνος φύλλα καὶ ἀλφίτων ἴσα ὡς μᾶζαν ποιήσας ὄσφραινε καὶ ὑπνώσονται. ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων γλήχωνος προσφάτου καρπὸν, μάλιστα τὸν χυλὸν εὖ μάλα σὺν ὄξει μαλαγματῶδες ποιήσας, ἐπιτίθει κατὰ τοῦ βρέγματος ἐπάνω ἔρια καὶ ἐπιδέσμει ἐλαφρῶς, ἔνιοι δὲ καὶ μήκωνος ἁπαλῆς προσμίσγουσιν αὐτῷ. ἢ ὀπίου ἐλάχιστον ἢ ῥόδα καὶ μελίλωτα

ἑφθά. ἢ ἄμυλον σὺν οἴνῳ, ὠοῦ λευκῷ αὐτοὺς τοὺς ὀφθαλμοὺς κατάπλασσε. ἄκρως ποιεῖ πρὸς πολὺ καὶ λεπτὸν καὶ παλαιὸν ῥεῦμα καὶ ἕλκη. πομφόλυγος δραχ. δ΄. ὀπίου πεφωγμένου γ΄. τριώβολα, κόμμεως δραχ. δ΄. ὕδωρ ὄμβριον ἢ πηγαῖον. παράκολλον πρὸς ῥεῦμα. σεμίδαλιν καὶ μάννης ἥμισυ μετ’ ὠοῦ τοῦ λευκοῦ ἐμπλαστρῶδες ποιῶν, ἐν ἀρχῇ ῥάκει ἐπιτίθει τῷ μετώπῳ. ἢ ὠοῦ λεπτοῦ λέκιθον μετὰ λιβανωτοῦ. ἢ κοχλίαν σὺν τῷ ὀστράκῳ, μετὰ ὠοῦ τοῦ λευκοῦ γλοιῶδες ποιήσας ἐν σπληνίῳ ἀπὸ κροτάφου, ἐπὶ κρόταφον ἐπιτίθει, αὐτόματον πίπτει ὅταν ῥεῦμα στῇ, ἢ τοῦ μόσχου μαλάγματος ἢ γῆς βαρβάρου ἢ χλωρᾶς ἢ ἄλλης τραυματικῆς τῶν δι’ ὄξους, σπληνίον ἐπιτίθει τῷ μετώπῳ.

[Πρὸς αἱμάλωπας καὶ ὑποσφάγματα.] Πρὸς δὲ τὰς εἰς τοὺς ὀφθαλμοὺς γινομένας πληγὰς καὶ διὰ τοῦτο συμβαινούσας αἱματώδεις ὑποχύσεις, εὐθὺς ἐν ἀρχῇ πρὸς τὰς φλεγμονὰς καὶ τὸ ἄλγημα ποιεῖ περιστερᾶς ἐνσταζόμενον αἷμα καὶ μάλιστα τὸ ἐκ τῶν ἁπαλῶν πτερῶν ἐκπιεζόμενον καὶ τὸ

λευκὸν τοῦ ὠοῦ τὸν αὐτὸν τρόπον ποιεῖ εἰς τὸν ὀφθαλμὸν ἐγχεόμενον. ἔτι δὲ ἐρίῳ καθαρῷ προσαναλαμβανόμενον καὶ ἄνωθεν ἐπιτιθέμενον. εὐθετεῖ δὲ καὶ λέκιθος ὠοῦ κατωπτημένου, μετ’ οἴνου καταπλασσομένη ἢ μελίλωτον ἑψόμενον οἴνῳ τὸν αὐτὸν τρόπον ἐπιτιθέμενον. ἔτι δὲ ῥόδων τὰ φύλλα καὶ τὸ ἄνθος ἰδίᾳ καὶ ὁμοῦ μετ’ οἴνου τριβόμενα καὶ μετὰ πάλης ἀλφίτων ἢ κράμβης φύλλα καταπλασσόμενα. χρονισάντων δὲ, ἂν ἐπιμένῃ ὁ αἱμάλωψ, λιβανωτὸν ἄσφαλτον ἴσα μίξας ὑποθυμία τὸν ὀφθαλμὸν, ἢ ὑσσώπου κόμην λείαν βαλὼν εἰς λινοῦν ῥάκος, καθεὶς εἰς ζέον ὕδωρ πρόσαγε τῷ ὀφθαλμῷ. ἀκολουθεῖ γὰρ τὸ αἷμα, ὥστε ἐκ τοῦ ὀθονίου ἐκπιέζεσθαι ἐκθλιβόμενον. ἢ νίτρον καὶ γῆν Αἰθιοπικὴν, σμύρναν ἴσα σὺν ὕδατι ἔγχριε, ἢ ἐλαίας φύλλων χυλὸν χλωρῶν ὑπόχριε, ἢ ἄμμι καὶ ὕσσωπον μετὰ γάλακτος βοείου λείου εἵλισσον καὶ ὑπάλειφε, ἢ λινόσπερμα λεῖον μετὰ βουτύρου ἐκθλίψας δι’ ὀθονίου ὑπάλειφε, τὴν δὲ κεφαλὴν ψυχρῷ κατάντλει.

[Θεραπεία οἰδημάτων.] Πρὸς δὲ τὰ γινόμενα περὶ τοὺς ὀφθαλμοὺς οἰδήματα διὰ τὰς πληγὰς λίαν ἁρμόττει πυρία 

μαλακῷ σπόγγῳ συνεχῶς γινομένη, εἶτα ὄξει βρεχόμενος κεκραμένῳ καλῶς ὁ σπόγγος καὶ ἐπιτιθέμενος. ἔτι δὲ παλαιὸν νᾶπυ τριβόμενον μεθ’ ὕδατος καὶ περιτιθέμενον συνεχῶς καὶ ἀφαιρούμενον. ὁμοίως δὲ κάρδαμον κατὰ τὴν ἀφαίρεσιν, πυριωμένων ὕδατι θερμῷ συνεχῶς τῶν τόπων.

[Πρὸς ψωροφθάλμους.] Πρὸς δὲ τὰς περὶ τοὺς ὀφθαλμοὺς διὰ τὸν ἥλιον καὶ κονιορτὸν, ὡς ἐπίπαν ψωροφθαλμίας καὶ ξηροφθαλμίας, ὕδωρ πλεῖον προσκλυζόμενον, θέρους μὲν ψυχρὸν, χειμῶνος δὲ θερμὸν, ἁρμόζει καὶ πυρία σπόγγου ἐκ θερμοῦ ὕδατος ἢ φακοῦ ἀφεψήματος, αὐτοῖς δὲ πρόσαγε τοῖς κανθοῖς, βάτου, σχίνου, μυρσίνης, ῥόδων χυλὸν κατ’ ἰδίαν ἕκαστον σὺν ὕδατι. ἢ ῥόδα ξηρὰ τριβόμενα σὺν οἴνῳ, ἢ τὸ ἄνθος αὐτῶν, ἢ οἶνον ἀθάλασσον καὶ παλαιὸν ἔλαιον, καὶ μάλιστα ὅταν κοιμᾶσθαι θέλωσι. συμφέρει δὲ καὶ ἐπὶ τούτων τῶν ἁλμυρῶν δριμέων, ἔτι δὲ καὶ ὀξέων ἀπέχεσθαι πάντων. καὶ πρὸς δὲ τὰς χρονίους περὶ τὰ βλέφαρα διαθέσεις καὶ τετυλωμένας ἀμόργην ἑφθὴν μετ’ ἐλαίου ἔγχριε τριβομένην.

[Πρὸς πτίλους.] Ἐπὶ δὲ τῶν πτίλων καὶ τρίχας μὴ ἐχόντων ἄκρως ποιεῖ καὶ τρίχας ἀνάγει. ♃ ἀκακίας δραχ. β΄. μέλανος γραφικοῦ ξηροῦ, ἢ εἰ οἷόν τε Μεμφιτικοῦ δραχ. ε΄. χυλοῦ πράσου κοτύλας δ΄. οἴνου ἀθαλάσσου κοτύλας δ΄. ἕψε μέχρις ἂν γλοιῶδες γένηται καὶ εἰς πυξίδα ἀνελόμενος χρῶ, ἢ μυόχοδα καὶ κόπρον αἰγείαν κεκαυμένην ἴσον, καλάμου Ἑλληνικοῦ τῆς τέφρας τὸ διπλοῦν σὺν μέλιτι Ἀττικῷ ἔγχριε. τοῦτο δὲ μίλφους ὠφελεῖ, ἰοῦ λείου μέρος α΄. ἀμμωνιακοῦ θυμιάματος τὸ ἴσον, λείοις προσάπτου, τοῦτο ποιεῖ ἄκρως καὶ ψωροφθαλμιῶσιν. ἢ καδμείαν λείαν μέλιτι φυράσας, ὄπτησον ἐν χυτριδίῳ, εἶτα χαλκοῦ κεκαυμένου τὸ ἴσον μίξας λείοις χρῶ.

[Περὶ τριχιάσεως.] Τὰς δὲ ἐπιφυομένας ἐπὶ τῶν βλεφάρων τρίχας τίλλων, αἵματι κόρεως κατάχριε καὶ οὐ φυήσονται. Παπίας Λαοδικεὺς Αὐτολύκου ἰατρὸς πολλὰ ᾑρεῖτο ἐπὶ τῶν τριχιώντων, τίλλων τὰς τρίχας, εἶτα δρωπακίζων τὸν τόπον ἐπιμελῶς, χαμαιλέοντί τε λευκῷ λείῳ πεφυραμένῳ

αἵματι βρατράχων χλωρῶν, οἳ ἐπὶ τῶν καλάμων γίνονται, καταχρίων, οὐ γὰρ ἐπιφύονται. ἢ τίλας τὰς τρίχας κατάχριε κεδρίαν μετὰ τελλινῶν ὀστράκων λεπτῶν λεάνας, ἢ ὀρνέου τοῦ λεγομένου κιναίδου χολῇ χρῶ, ἢ φάγρου θαλασσίου χολῇ. ἢ κρότωνος ἀπὸ κυνὸς θηλείας αἵματι. ἄκρως ποιεῖ τοῦτο. ἐχίνου χερσαίου χολὴ καὶ τοῦ αἵματος τὰ ἴσα. χαμαιλέοντος χολῆς ἴσον, καστορίου τὸ σύμμετρον ἀνάπλασσε, ὡς λεπίδας ὀψαρίου, χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τὰς τρίχας, εἶτα λεπίδα μίαν τῷ ἐκ τοῦ στόματος σιάλῳ νήστης διαλύων κατάχριε καὶ κράτει τὸν τόπον, ὡς ἡμιώριον ἀλγοῦσι μὲν, ἀλλ’ οὐκ ἔτι φυήσονται. ἢ χολὴν ὑαίνης θηλείας τίλλων εὐθέως κατάχριε. ἢ τελλίναις λειοτάταις κατάχριε. ἢ τίλας φύλλον κωνείου, κεδρίαν ἴσα μετὰ νυκτερίδος αἵματος κατάχριε καὶ κράτει ἕως ξηρανθῇ. ἐὰν γὰρ θίγῃ τοῦτο τοῦ ὀφθαλμοῦ τὸ ὑγρὸν, ἀδικεῖ. ἢ τίλας αἰγείᾳ χολῇ μετὰ κράμβης χυλοῦ κατάχριε. ἢ καπνοῦ τῆς βοτάνης χρῖε τὸν ταρσὸν, εἶτα τίλας τὰς τρίχας

πάλιν ἐπίχριε. ἔλεγε δὲ Ἑρμείας, ἀφρὸν ὕδατος καταχριόμενον μετὰ τοῦ δρωπακισθῆναι ἄκρως ποιεῖν.

[Περὶ σταφυλωμάτων καὶ λευκωμάτων.] Σταφυλώματα αἴρεις, κανθαρίδων χυλὸν ἐναλείφων, λευκώματα δὲ ταχέως ἰᾶται νίτρον μετ’ ἐλαίου παλαιοῦ λεανθὲν ἐπιμελῶς καὶ χριόμενον, ἢ σαύρας ἀφόδευμα ἔγχριε καὶ αἴρεις, ἢ νυκτικόρακος ὠῷ ἔγχριε καὶ βάψεις αὐτὰ, ἢ κρόκον, πέπερι, ἴσα μετ’ αἰλούρου χολῆς κολλύρια ποιῶν ἔγχριε, ἢ σηπίας ὄστρακον λεῖον, φυράσας μετὰ μέλιτος κατάκαυσον καὶ λείῳ ὑπάλειφε.

[Θεραπεία ἀμαυρώσεως καὶ ὑποχύσεως.] Ἀμαύρωσιν πᾶσαν ἢ ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολὴ μετὰ πρασίου χυλοῦ καὶ μέλιτος Ἀττικοῦ, ἢ σμύρνης καὶ πεπέρεως ἴσα σὺν μέλιτι, ἢ στρύχνῳ μέλανι ἔγχριε. ποιεῖ καὶ κύπρος ἀποτεθεῖσα ἐν χαλκῷ πυξιδίῳ, ἢ μαράθρου χυλὸν καὶ χολὴν ταυρείαν ὑγρὰν ἴσα, μέλιτος Ἀττικοῦ τὸ διπλοῦν ἔγχριε, ἢ κρόκου καὶ πεπέρεως ἴσα μετὰ χολῆς ταυρείας ἀναλαβὼν,

ὡς κολλύρια ποιῶν ἔγχριε, ἢ αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλιτος Ἀττικοῦ ἔγχριε.

[Περὶ ὑποχυμάτων.] ♃ Χελώνης θαλασσίας τῆς χολῆς μέρος α΄. μέλιτος Ἀττικοῦ τὸ τετράπλουν ἔγχριε. ἡ χολὴ ἀρκεῖ μεθ’ ὕδατος.

[Πρὸς πτερύγια.] Ἐπὶ δὲ τῶν πτερυγίων ♃ χαλκάνθου, ἁλὸς ἀμμωνιακοῦ ἴσα, κόμμεως τὸ ἥμισυ, ὄξει ἀναπλάσας κολλύρια ἔγχριε, ἢ αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλιτος ἔγχριε λείῳ.

[Πρὸς γλαυκοὺς καὶ νυκτάλωτας.] Πρὸς γλαυκοὺς στρύχνου χυλὸς ἐγχυματιζόμενος μέλανας ὀφθαλμοὺς ποιεῖ. καὶ ἀνάπαλιν ἐπὶ τῶν νυκταλωπιώντων, ἧπαρ τράγειον ὀπτήσας, αὐτὸν τὸν ἐν τῇ ὀπτήσει ἀποῤῥέοντα ἰχῶρα διάκρινε, καὶ οὕτω μὲν ἔγχριε αὐτοὺς, αὐτὸ δὲ τὸ ἧπαρ ἐσθίειν δίδου. ὠφελεῖ καὶ αἷμα περιστερᾶς ἐγχριόμενον ἢ χολὴ αἰγεία. ἢ ἧπαρ αἴγειον ἕψων, κέλευε αὐτοὺς περικαλυψαμένους ἀτενίζειν εἰς τὴν χύτραν καὶ δέχεσθαι τὴν ἀτμῖδα τοῖς ὀφθαλμοῖς, ἐξ αὐτοῦ δὲ τοῦ ἥπατος ἐσθίειν δίδου

συνεχῶς, τοῦτο ποίει καὶ ὠφεληθήσονται ταχέως. ἢ ἐλατηρίου ὀβολὸν καὶ ἀνδράχνης σπέρματος δραχ. α΄. σὺν μέλιτι ἔγχριε, ἢ ὀνίδα πρόσφατον χυλίσας ὑπάλειφε, τρωγέτω δὲ σεῦτλον· ἢ γυπὸς ἧπαρ ὀπτὸν ἢ τῇ χολῇ ἐγχριέσθω.

[Πρὸς κριθὰς, ἃς καὶ ποσθίας καλοῦσιν.] Τὰς γινομένας κριθὰς ἐπὶ τῶν βλεφάρων, κηρῷ πυριάσας λευκῷ διαφορήσεις, ἢ μυίας τὴν κεφαλὴν ἀποβαλὼν, τῷ λοιπῷ σώματι παράτριβε τὴν κριθήν.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Ε.

1. Τὸ ὑπώπιον ὅτι μὲν ὑπὸ τοὺς ὦπας γίνεται, καὶ τοὔνομα αὐτὸ δηλοῖ, καθάπερ εἴ τις ὑποφθάλμιον ὠνόμασεν αὐτό. τοῦ γένους δέ ἐστιν τῶν ἐκχυμωμάτων, ὀνομάζουσι δ’ οὕτως Ἱπποκράτης τε καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν τὸ κατὰ τὸ δέρμα πάθος, ὅταν τῶν ἐν αὐτῷ λεπτῶν φλεβῶν θλασθεισῶν αἷμα διὰ τῶν θλασμάτων ἐκχυθῇ, μὴ καθ’ ἕνα τόπον ἀθρόως θρομβούμενον αὐτίκα τὸ

οὕτως ἐκκριθὲν, ἀλλ’ ἐπειδὰν, ὡς αὐτοὶ καλοῦσιν, κατὰ διαπήδησιν ἡ ἔκχυσις γίνεται. συμβαίνει γε μὴν ἐνίοτε, κᾂν οὕτω συστῇ, πελιδνοῦσθαί τε καὶ μελαίνεσθαι τῷ χρόνῳ, μικρῶν δηλονότι θρομβίων γενομένων ἐκ τοῦ διασπαρέντος αἵματος εἰς πολλὰ μόρια τοῦ δέρματος, ὅθεν εἰκότως οἱ ἰατροὶ σπεύδουσιν αὐτὸ θεραπεύειν αὐτίκα πρὶν μελανθῆναι, σκοπὸν μὲν ἔχοντες τῆς ἰάσεως διαφορῆσαι τὸ αἷμα, δυσδιαφόρητον εἰδότες γινόμενον τὸ θρομβωθέν. ἐπεὶ δὲ ὁ χιτὼν θλᾶται τῶν φλεβίων ἐξ ὧν διαπηδᾷ τὸ αἷμα, μίγνυταί τι βραχὺ τοῖς διαφορητικοῖς φαρμάκοις τῶν στυπτικῶν. ἂν γὰρ ἁπλῆς εἴη δυνάμεως μόνης τῆς διαφορητικῆς τὸ φάρμακον, ἐξ ἀρχῆς παραλαμβανόμενον, οὐ μόνον διαφορήσει τὸ ἐκχυθὲν, ἀλλὰ καὶ διὰ τῶν θλασμάτων ἕλξει τι τοῦ περιεχομένου κατὰ τὰς τεθλασμένας φλέβας αἵματος. ὅταν δ’ εἰς τὸ κατὰ φύσιν ἐπανέλθῃ τὰ φλεβία καὶ χωρὶς τοῦ παραστύφειν, ἐπὶ τὰ διαφορητικὰ τῶν φαρμάκων μεταβαίνειν καιρός. ὥσπερ δ’ ἐπὶ τῶν ἄλλων παθῶν ἀδιορίστως οἱ πλεῖστοι τῶν ἰατρῶν τὰ βοηθήματα γεγράφασιν, οὕτω
κᾀπὶ τούτων ἄνευ τῶν ἄρτι μοι λελεγμένων διορισμῶν, ἔγραψαν ἁπλῶς ὑπωπίων βοηθήματα. μεμνημένοι δὲ ὑμεῖς ὧν ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐμάθετε διακρίνειν δυνήσεσθε, τίνα μὲν αὐτῶν διαφορεῖν χρὴ μόνον ἄνευ τοῦ παραστύφειν, ἐπὶ τίνων δὲ μιγνύναι τῶν ἐπ’ ὀλίγον τι στυφόντων. καὶ μέντοι καὶ διαφορούντων αὐτῶν εὔδηλον ὅτι τὰ μὲν ἀσθενέστερα πρῶτα παραληπτέον ἐστὶ, τὰ δ’ ἰσχυρότερα τοῖς χρονίζουσί τε καὶ μελαινομένοις προσακτέα. παραδείγματος γοῦν ἕνεκα οἷς ἐγὼ χρῶμαι δηλώσω πρῶτον, εἶθ’ οὕτως ἐπὶ τῶν ἀξιοπίστων ἰατρῶν τὴν ἱστορίαν μεταβήσομαι. καλεῖται δὲ Νείλου διάῤῥοδον ἔνδοξον ἐκ παλαιοῦ κολλύριον, οὗ καὶ τὴν σύνθεσιν ἐν τῷ πρὸ τούτου γράμματι διῆλθον. τοῦτο δι’ ὕδατος ἐπιτρίβων ἐπ’ ἀκόνης ὀφθαλμικῆς ἐπαλείφω τὸ ὑπώπιον, ἀφεψήματι πυριῶν μελιλώτου τε καὶ τήλεως, εἶθ’ ἑξῆς τὸ κολλύριον αὐτὸ διὰ τούτου λύω, κᾄπειτα δι’ αὐτῆς μόνης τῆς τήλεως. εἰ δέ τι καταλείποι τὸ λείψανον τοῦ παθήματος, ἐν τῷ τῆς τήλεως

ἀφεψήματι τὰ καλούμενα διάσμυρνα κολλύρια λύων ἐπιχρίω. συμφέρει δὲ δὶς τῆς ἡμέρας ἐπαλείφειν τὸ φάρμακον ἅμα τῷ προπυριᾶσαι διὰ σπόγγου μαλακοῦ θερμοῖς τοῖς ἀφεψήμασιν, ἐν ἀρχῇ μὲν δι’ ἀμφοῖν γεγενημένου τῆς τε τήλεως καὶ τοῦ μελιλώτου, χρονίζοντος δὲ διὰ μόνης τῆς τήλεως. οὗτος ὁ τρόπος τῆς θεραπείας ὡς τὸ πολὺ τελέως ἐκθεραπεύει τὰ ὑπώπια, παντάπασιν ὀλίγων διαφευγόντων αὐτῶν, ἐφ’ ὧν τό τε διὰ σάνδικος κολλύριόν ἐστι χρήσιμον καὶ τῶν γεγραμμένων τοῖς ἰατροῖς πρὸς ὑπώπια φαρμάκων ὅσα διαφορεῖ γενναίως. ἄρξομαι δ’ ἀπὸ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων, προγράφων μὲν τὴν λέξιν αὐτοῦ, μετὰ τοῦτο δὲ καὶ εἴ τις αὐτῷ λείποιτο διορισμὸς προστιθείς.

[Ἀρχιγένους φάρμακα πρὸς ὑπώπια κατὰ τὴν ἐκείνου λέξιν.] Τὰ ὑπώπια ἰᾶται παραχρῆμα καταπλασσομένη ῥάφανος, ἀφαιρεῖν δὲ χρὴ αὐτὴν, ὅταν ἄρχηται δάκνειν. ὀρθῶς ἐποίησεν προσγράψας αὐτὴν αἱρεῖν, ὅταν ἄρξηται δάκνειν.

ἀναστομώσει γὰρ, ἐὰν ἐπιμείνῃ δάκνουσα τὰ τῶν φλεβίων θλάσματα, διὸ καὶ κατ’ ἀρχὰς οὐ χρηστέον αὐτῇ, κεχρονισμένων μέντοι τῶν ὑπωπίων, ἡνίκα καὶ μελαίνεται, κᾂν πλείονα χρόνον ἐπικειμένην τις αὐτὴν φυλάξῃ, μᾶλλον ὠφελήσει. ποιεῖ δὲ καὶ τυρὸς νεαλὴς καταπλασσόμενος. καὶ αὐτὸς μὲν ὁ τυρὸς ἐμπλαστικός ἐστιν, ὁ δὲ νεαλὴς τουτέστιν ὁ νεωστὶ τοὺς ἅλας προσειληφὼς καὶ μήπω κεχρονισμένος μικτῆς ἐστι δυνάμεως, ἐμπλαστικῆς δι’ ἑαυτὸν, διαφορητικῆς δὲ καί τι στυπτικὸν ἐχούσης διὰ τοὺς ἅλας, ὥστε χρῆσθαι τούτῳ καὶ κατ’ ἀρχὰς, οὐδὲν ἄτοπον. ἢ κηρωτὴ μετὰ ἀψινθίου, ἢ χυλῷ ῥαφάνου ἀναληφθεῖσα, ἢ ὑσσώπου κόμη λεία ὁμοίως. ἄν τε μετὰ κόμης ἀψινθίου λελειωμένης, ἄν τε μετὰ τοῦ χυλοῦ τὴν κηρωτὴν ἀναμίξας προσενέγκῃς, ὁμοίαν ἐπιδείξεται δύναμιν. εὐαφέστερον δ’ ἂν εἴη τὸ φάρμακον, εἰ τοῦ χυλοῦ τῇ κηρωτῇ μιχθείη. ἡ μέντοι τῆς ῥαφανῖδος τὸ χύλισμα ἢ τὸ ὕσσωπον λαβοῦσα κηρωτὴ δραστικώτερόν ἐστι φάρμακον ἢ ὡς κατὰ τὴν ἀρχὴν εὐθέως προσφέρεσθαι, πλὴν εἰ φθάσειεν ἢ πελιδνὸν ἢ μέλαν γενέσθαι τὸ ὑπώπιον, ὅπερ καὶ
αὐτὸς ἐφεξῆς ἐρεῖ. ἄκρως ποιεῖ πρὸς τὰ πρόσφατα καὶ πελιδνὰ τῶν ὑπωπίων σπόγγος εἰς ἅλμην ἀποβαπτόμενος καὶ συνεχῶς προστιθέμενος καὶ ἀφαιρούμενος, μετὰ τοῦτο δὲ πυρία συνεχὴς δι’ ὕδατος θερμοῦ ὠφελεῖ. ὥσπερ δὲ τῇ ῥαφανῖδι κατ’ ἀρχὰς χρῆσθαι οὐκ ἀσφαλὲς, δι’ ἣν εἶπον αἰτίαν, οὕτως οὐδὲ τῇ ἅλμῃ. διὸ καὶ μετὰ ταῦτα δι’ ὕδατος θερμοῦ κελεύει πυριᾷν, ἕνεκα τοῦ παρηγορῆσαι τὴν ἐκ τῆς ἅλμης δῆξιν. οὐ μὴν οὐδ’ ἐπὶ πάντων ὑπωπίων ἐν ἀρχῇ συνεβούλευε χρῆσθαι τῇ διὰ τῆς ἅλμης πυρίᾳ, ἀλλ’ ἐπὶ τῶν εὐθέως πελιδνῶν γινομένων. ἐπ’ ὀλίγον οὖν χρόνον ἐπὶ τούτων ἅλμῃ χρηστέον, ἐφ’ ὧν δὲ αἱματώδης ἐστίν ἢ ὑπόξανθος ἢ ὕπωχρος ἡ χρόα φεύγειν δεῖ τὴν ἅλμην. κατάπλασσε δὲ ἐρεγμῷ λείῳ, ἀψινθίῳ, ὑσσώπῳ, ὀριγάνῳ, ῥαφάνου φλοιῷ, σταφίδι χωρὶς τῶν γιγάρτων κατ’ ἰδίαν ἑκάστῳ μετὰ μέλιτος ἢ ὄξους ἢ ὕδατος. ἐλλιπῶς ἔγραψε τὰ πρῶτα τῶν βοηθημάτων μὴ προσθεὶς τῷ λόγῳ πότερον ἑφθοῖς ἢ ὠμοῖς χρῆσθαι κελεύει τῷ τε ἐρεγμῷ καὶ τῷ ἀψινθίῳ καὶ τῷ ὑσσώπῳ. ἔοικε δ’ ὠμοῖς χρῆσθαι κελεύειν, εἰπὼν ἐπὶ τῷ τέλει
τῆς ῥήσεως μετὰ μέλιτος ἢ ὄξους ἢ ὕδατος ἑκάστῳ τῶν εἰρημένων χρῆσθαι, προσέθηκε γὰρ ἄν νῦν τὸ ἑψηθεῖσιν. ἀλλὰ καὶ κατ’ αὐτὸν τοῦτον τὸν λόγον, ἀνόμοια ταῖς δυνάμεσιν εἰπὼν τρία φάρμακα, μοχθηρῶς μοι δοκεῖ κελεῦσαι μετὰ τοῦδε ἢ τοῦδε χρῆσθαι. τὸ μὲν γὰρ ὕδωρ ἀδηκτότατόν ἐστὶν, οὐ τῷ δέρματι μόνον, ἀλλὰ καὶ τοῖς ἕλκεσιν. τὸ μέλι δὲ τοῖς μὲν ἕλκεσι δακνῶδες, ἄδηκτον δὲ τῷ δέρματι. τὸ δὲ ὄξος ἀμφοτέροις δακνῶδες. οὐ μὴν οὐδὲ ῥαφάνου φλοιὸς ἔοικε τῇ σταφίδι κατὰ δύναμιν, ὥσπερ οὐδ’ ἀψίνθιον ὕσσωπόν τε καὶ ὀρίγανον. ἰσχυρὰ μὲν γὰρ ταῦτά ἐστι καὶ διαφορητικὰ, μετρίας δὲ καὶ ἀδήκτου δυνάμεως ἡ σταφὶς καὶ λευκὸς βολβὸς μετ’ ὠοῦ καὶ μέλιτος. ὡς δριμύτερον τὸν ξανθὸν βολβὸν παραιτεῖται κατ’ ἀρχὰς εὐθέως προσφέρειν. ἴσμεν δ’ ὅτι καὶ τὸ μέλι διαφορητικῆς ἐστι δυνάμεως. διό μοι δοκεῖ μιγνύναι τὸ ὠὸν αὐτοῖς, ἱκανῶς παρηγορικὸν ὑπάρχον. κυκλάμινος κατ’ ἰδίαν καὶ μετὰ σταφίδος. οὐδὲ ἐνταῦθα μικρόν ἐστι τὸ ἐν μέσῳ κυκλαμίνου καὶ σταφίδος, ὥστε οὐκ οἶδα τίνι λόγῳ καταμόνας κέχρηται τῇ κυκλαμίνῳ καὶ μιγνὺς
σταφίδι. καταμόνας μὲν γὰρ ἰσχυρότατόν ἐστι φάρμακον, ἅμα δὲ τῇ σταφίδι τοσοῦτον ἀφαιρήσει τῆς δυνάμεως, ὅσῳ περ ἄν ὄγκῳ συμμιχθῇ τῆς σταφίδος. ἢ νίτρον μετὰ ὑσσώπου καὶ σταφίδος μέλιτι μιχθέν. βελτίων οὗτος ὁ λόγος τοῦ πρόσθεν, ἐν ᾧ καὶ μόνῃ ποτὲ χρῆσθαι τῇ κυκλαμίνῳ συνεχώρει. ὡς εἴ γε καὶ νῦν τὸ ὕσσωπον αὐτό τε καθ’ ἑαυτὸ προσφέρειν συνεβούλευε μὴ προσθεὶς ἐπὶ τῶν πάνυ κεχρονισμένων ὑπωπίων, ὁμοίως ἄν ἥμαρτε. μυρσίνην μετὰ ἁλῶν καὶ ὕδατος. εἴρηταί μοι καὶ πρόσθεν ὡς ἐν ἀρχῇ βελτίονα τῶν διαφορούντων μόνον ἐστὶ τὰ προσειληφότα βραχείας στύψεως, ὁποῖα τά τε ῥόδα καὶ τὸ μελίλωτόν ἐστι καὶ ὁ κρόκος. οὐ μὴν ἔκ γε τῶν τοιούτων φαρμάκων ἐστὶν ἡ μυρσίνη σφοδρῶς στύφουσα, διόπερ οὐκ ἄν ἔγωγέ ποτε χρησαίμην αὐτῇ, καὶ μάλιστα, ἐὰν ἤδη πελιδνὸν εἴη τὸ χρῶμα τῶν ὑπωπίων. νᾶπυ μετὰ στέατος προβατείου. τοῖς κεχρονισμένοις καὶ μεμελασμένοις ὑπωπίοις μόνοις ἁρμόσειεν ἄν τοῦτο, καὶ μάλιστα ἐὰν μὴ παντάπασιν ὀλίγον ᾖ τὸ
μιγνύμενον νᾶπυ τῷ στέατι. μυρίκης φύλλα καὶ ὁ καρπὸς λεῖα μεθ’ ὕδατος κατ’ ἰδίαν καὶ ὁμοῦ μιγνύμενα. καὶ τοῦτο τὸ φάρμακον οὐ μόνον διαφορητικὸν, ἀλλὰ καὶ συνακτικὸν ἔχει τι, διόπερ οὐχ ἁρμόττει τοῖς χρονίοις καὶ μελανθεῖσιν ὑπωπίοις. ποιεῖ δὲ καὶ σπόγγος καὶ ὀθόνιον ὄξει καὶ μέλιτι διάβροχα προστιθέμενα. τοῦτο τὸ βοήθημα κατ’ ἀρχὰς μὲν προσφερόμενον οὐ πάνυ δριμέος ὄξους δεῖται, προήκοντος δὲ τοῦ χρόνου καὶ πελιδνωθέντος ἤ μελανθέντος οὐδὲν ὀνίνησι χωρὶς ὄξους δριμυτάτου σκευασθέν. ἢ ἐρεγμὸν μασησάμενος ἐπίθες σὺν μέλιτι. καὶ χωρὶς τοῦ μασήσασθαι κυάμινον ἄλευρον εἰ μετὰ μέλιτος φυραθείη διαφορεῖ πελιώματα. διαφορητικώτατον δὲ γίνεται μασησάμενον αὐτὸ, προσλαμβάνον τὴν ἀπὸ τοῦ σιέλου δύναμιν. ὠοῦ λέκιθον ὁμοίως. ἐὰν μίξωμεν ὠοῦ λεκύθῳ μέλι, καθάπερ ἔμπροσθεν εἶπον τὸν ἐρεγμὸν, ὅμοιον ἐργασόμεθα τῷ προειρημένῳ φαρμάκῳ ἔν τε τῇ σκευασίᾳ καὶ τῇ δυνάμει. ἤ χοίρου πνεύμονα θερμὸν ἐπιτίθει. οὐκ ἄν τις ἀνάσχοιτο καθάριος ἀνὴρ τοιούτου βοηθήματος. ἢ μυρίκης ἀφεψήματι πρόσκλυζε. οὐ
πρὸ πολλοῦ περὶ μυρίκης δυνάμεως εἴρηται. ἢ καρδάμωμον μετὰ σμύρνης ἐπιτίθει. διαφορητικὸν μὲν ἡ σμύρνα φάρμακόν ἐστι, τὸ δὲ καρδάμωμον δριμύ. ταῦτα ἀρκεῖν μοι δοκεῖ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ἐν παραδείγματος μοίρᾳ λελέχθαι, δεικνύντι τὸν τρόπον τῆς ἐξετάσεως τῶν φαρμάκων, ὁποῖα μέν ἐστι κατ’ ἀρχὰς ἁρμόττοντα χωρὶς τοῦ πελιδνὸν ἢ μέλαν ἤδη τὸ ὑπώπιον ὑπάρχειν. ὁποῖα δὲ πελιδνῶν ἢ μελάνων ἤδη γεγονότων ἢ κεχρονισμένων, ὥστε τὰ τούτων ἐφεξῆς αὐτὰ γράψω μόνα κατὰ τὴν τοῦ Ἀρχιγένους λέξιν. ἢ ψιμυθίου καὶ λιθαργύρου ἴσα μετὰ μέλιτος λεάνας ἐρεγμὸν μίσγε, ὥστε κηρωτῶδες γενέσθαι, καὶ χρῶ. ἢ ὄφεως γῆρας μετὰ θαλάσσης τρίβων ἐπίχριε, ἤ κύμινον ῥάκει ἐνδήσας ζεστὸν ἀποβάπτων πυρία, ἢ σίνηπι μετὰ κηρωτῆς ἐπιτίθει, ἢ μάραθρον λεῖον ἐπιτίθει, ἢ λίβανον καὶ θαψίαν ἴσα μετὰ ῥοδίνης κηρωτῆς, ἢ ἡδύοσμον καὶ λιθάργυρον ἴσα ἐπιτίθει, ἢ κρίθινον ἄλευρον μετ’ ὀξυμέλιτος ἑψημένον, ἢ κύαμον ἐν οἴνῳ βεβρεγμένον μέχρις ἂν λυθῇ λεάνας, ὡς

σπληνίον ἐπιτίθει, ἢ ἐρέβινθον ὀροβιαῖον ὁμοίως, ἢ τὴν ἐπὶ τῶν ἰπνῶν αἰθάλην μετὰ ἴσου ψιμυθίου σὺν οἴνῳ εὐώδει κατάχριε, ἢ θαψίαν καὶ ἀλεύρου ὀροβίνου τὸ τριπλοῦν ὁμοίως, ἢ ὠμὸν τάριχον βρέξας ἀπόθλιψον, εἶτα ἐν οἴνῳ εὐώδει λεάνας ἐπίθες. πρὸς δὲ τὰ παλαιότερα ὑπώπια σμίλακος καρπὸς μετὰ μελαίνης σταφυλῆς λεῖος, ἢ θαψίας ῥίζα κοπεῖσα καὶ ὁ χυλὸς ἀναληφθεὶς στέατι καὶ συνεχῶς προστιθέμενος. γέγραπται μὲν ἔν τισι τῶν ἀντιγράφων οὐ παλαιότερα παραβλητικῶς, ἀλλ’ ὑπερθετικῶς παλαιότατα. λέλεκται δέ μοι κατ’ ἀρχὰς εὐθέως ὡς ἐπὶ τῶν τοιούτων ὑπωπίων ἰσχυρῶς διαφορητικοῖς χρῆσθαι δεῖ φαρμάκοις, ὁποῖα τά τε κατὰ τὴν προκειμένην ῥῆσίν ἐστιν ὑπ’ αὐτοῦ γεγραμμένα καί τινα τῶν ἔμπροσθεν ὡς ἐδείχθη. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν, ὁ δὲ Ἀπολλώνιος ἅμα διορισμοῖς πλείοσιν ἐπιμελέστερον ἐν τῷ πρώτῳ τῶν εὐπορίστων ὡδί πως ἔγραψεν.

[Τὰ ὑπ’ Ἀπολλωνίου γεγραμμένα φάρμακα, πρὸς ὑπώπια πρόσφατα καὶ πελιώματα.] Σπόγγον εἰς θάλατταν ἀποβάπτων

ἀπεζεσμένην πυρία συνεχῶς τοὺς τόπους, ἢ σπόγγον εἰς ἅλμην δριμεῖαν ἀποβάπτων πυρία παραπλησίως. ἢ εἰς ὄξος ἀπεζεσμένον καὶ οἶνον ὁμοίως. ἐπιτίθει τε καὶ σπλήνιον μέλιτι καὶ ὄξει καταβρέχων ἢ ἔριον ἢ σπόγγον. ἀψινθίῳ λείῳ μετὰ μέλιτος ἀνάπλασσε, ἢ ὑσσώπῳ λείῳ μετὰ μέλιτος ἐρεγμῷ παραπλησίως, ὀριγάνῳ ὁμοίως, ῥαφανῖδος φλοιῷ μετὰ μέλιτος, βολβοῖς λείοις καθ’ αὑτοὺς, ἢ μετὰ μέλιτος καὶ μετὰ λεκίθου ὠοῦ. λίνου σπέρματι καὶ ἁλσὶ λείοις μετ’ ἐλαίου καὶ λεκίθου ὠοῦ. σιλφίῳ λείῳ μετ’ ἐλαίου καὶ οἴνου, σαμψύχῳ λείῳ μετὰ μέλιτος, μυρσίνῃ καὶ ἁλσὶ λείοις μετ’ ὄξους, μαράθρῳ λείῳ μετὰ κηρωτῆς, ὑσσώπῳ καὶ νίτρῳ μετὰ μέλιτος καὶ ὄξους, ἀσβέστῳ μετὰ κηρωτῆς, νάπυϊ λείῳ μετὰ μοσχείου στέατος ἢ μετὰ κηρωτῆς.

[Πρὸς ὑπώπια χρόνια.] Ἄρου ῥίζαν ξύσας καὶ μέλιτι μίξας εἰς ὀθόνιον ἐγχρίσας ἐπιτίθει, χρῶ δὲ καὶ ταῖς διαφορητικαῖς τῶν δυνάμεων, αἵτινες ἀναγραφῆς τεύξονται.

[Πρὸς ὑπώπια μετ’ οἰδήματος.] Σπογγίον ὄξει καταβρέξας ἐπιτίθει καὶ ταῖς ὑποδεδειγμέναις πυρίαις χρῶ συνεχέστερον,

κατάπλασσε δὲ ἀλεύρῳ κριθίνῳ μετ’ ὀξυμέλιτος ἑψημένῳ μέχρι ταπεινώσεως καὶ τὸ λοιπὸν ἤδη χρῶ τοῖς ὑπογεγραμμένοις καταπλάσμασιν.

[Πρὸς ὑπώπια μετὰ φλεγμονῆς.] Ὕδατι θερμῷ πυρία καὶ καταπλάσσων φακῷ ἑφθῷ λείῳ μετὰ μέλιτος ἐπιτίθει. κοχλίαν Αἰγύπτιον κεκομμένον ἐπιτίθει, ὅταν δὲ τὰ τῆς φλεγμονῆς ἔνδοσιν λάβῃ, τότε ἤδη καὶ τοῖς λοιποῖς χρῶ φαρμάκοις.

[Πρὸς ὑπώπια μετὰ διακόμματος.] Ἐπὶ μὲν τὴν διακοπὴν ἐπιτίθει τι τῶν ἐναίμων τραυματικῶν, τὰ δὲ κύκλῳ κατάπλασσε τοῖς πρὸς τὰ χωρὶς διακοπῆς ὑπώπια γεγραμμένοις φαρμάκοις. ἤρκει μὲν οὖν ἴσως καταπαύειν ἐνταῦθα τὸν περὶ τῶν ὑπωπίων λόγον, ἀλλ’ ἐπειδὴ τὰ παρὰ τῆς συμφωνουμένης πείρας κεκριμένα τῶν γε ἄλλων βεβαιότερά ἐστιν, ἔδοξέ μοι καὶ τὰ ὑπὸ Κρίτωνος ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν γεγραμμένα προσθεῖναι κατὰ τὴν ἐκείνου λέξιν οὕτως ἔχουσαν.

[Τὰ ὑπὸ Κρίτωνος γεγραμμένα πρὸς ὑπώπια πρόσφατα.] Κώνειον λεῖον μεθ’ ὕδατος κατάπλασσε. ἀψίνθιον τρίψας μεθ’ ὕδατος καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει. ἐὰν δὲ ᾖ ἁπαλὸς ὁ χρὼς, μέλιτος βραχὺ ἐπιβαλὼν ἐπιτίθει. ὕσσωπον Κιλίκιον τρίψας μεθ’ ὕδατος ἢ εἰς ῥάκος ἐνδήσας ποίει σφαιρώματα, καὶ ταῦτα εἰς ζέον ὕδωρ ἀποβάπτων ἡσυχῇ ἀποπυρία. βρυωνίας ῥίζαν τρίψας μετὰ μέλιτος ἐπιτίθει. ἢ τετριμμένην κηρωτῇ ἀναλαβὼν ἐπιτίθει. ἅλμην δριμεῖαν ποιήσας καὶ σπόγγους ἐπιβρέχων ἀποπυρία καὶ μετὰ ταῦτα τῆς ῥαφανῖδος τὸν φλοιὸν τρίψας μετὰ μέλιτος καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει. ἢ σίνηπι λεῖον κηρωτῇ ἀναλαβὼν καὶ μικρὸν στέατος μοσχείου ἐπιβαλὼν καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. χρονίων δὲ ὄντων τῶν ὑπωπίων ἢ καὶ τῶν λεγομένων πελιωμάτων, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.

[Πρὸς πελιώματα καὶ βαθύτατα ὑπώπια.] Τορδύλου μέρη δύο, γῆς Σαμίας μέρος ἓν, ὄξει ἀναλαβὼν ἐπιτίθει,

μέλιτος ὀλίγον ἀνακόψας, προσέχειν δὲ δεῖ ἐπιμελῶς μή ποτε ἑλκωθῇ ὁ χρώς.

[Ἀπόψηκτρον ὑπωπίων Ἀριστάρχου.] ♃ Ὑσσώπου Κιλικίου δραχ. α΄. θαψίας ῥίζης τὸ ἴσον, λιβανωτοῦ ἀτόμου τὸ ἴσον, κηροῦ Τυῤῥηνικοῦ δραχ. β΄. ῥητίνης τερμινθίνης δραχ. α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν, εἶτ’ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει προσέχων μὴ ἑλκωθῇ, καὶ διὰ τοῦτο αἴρειν δεήσει συνεχῶς. ἄλλο. ♃ θαψίας ῥίζης δραχ. ιβ΄. ἢ τοῦ χυλίσματος δραχ. στ΄. λιβανωτοῦ ἀτόμου δραχ. η΄. ἐλλεβόρου λευκοῦ δραχ. β΄. ἀψινθίου δραχ. α΄. καὶ κηρωτῆς ῥοδίνης δραχ. ιστ΄. μαλάξας ἀπόθου καὶ χρῶ, ἐμπλάσσων εἰς ὀθόνιον, αἴρειν δὲ δεῖ συνεχῶς. ἄλλο. ♃ ἄγνου λευκοῦ ὀβολοὺς γ΄. στρουθίου τὸ ἴσον, βαλάνου Αἰγυπτίας τὸ ἴσον, πνεύμονος αἰγείου κεκαυμένου τὸ ἴσον, ἀσπαράγου ῥίζης τὸ ἴσον, βδελλίου τὸ ἴσον, θαψίας χυλοῦ τὸ ἴσον, ὀξυμέλιτι ἀναλαβὼν χρῶ. ♃ ἄγνου λευκοῦ τοῦ καρποῦ δραχ. γ΄. στρουθίου ῥίζης τὸ ἴσον, νίτρου ἐρυθροῦ τὸ ἴσον, ῥαφάνου χυλοῦ τὸ ἴσον, ὑσσώπου Κιλικίου τὸ ἴσον, ἀλεύρου κυαμίνου τὸ ἴσον, βαλάνου μυρεψικῆς

δραχμὰς μ΄. μυρίκης δραχμὰς μ΄. πνεύμονος αἰγείου κεκαυμένου τῆς σποδοῦ δραχ. μ΄. βολβῶν ἐρυθρῶν δραχμὰς μ΄. θαψίας ῥίζης δραχ. μ΄. λιβανωτοῦ δραχμὰς ιβ΄. ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου καὶ χρῶ καθὰ προείρηται.

[Τὸ ὑφ’ Ἥρα γεγραμμένον πρὸς ὑπώπια, αἴροντος, ὥς φησιν, ὥραις τρισίν.] Προσκαταπλάττειν δὲ ἀξιοῖ φλεγμονῆς γενομένης τυρῷ χλωρῷ καὶ ἄρτῳ πυριᾷν. ἢ ♃ κωνείου χυλοῦ ὀβολοὺς β΄. κρόκου δραχ. β΄. σμύρνης δραχ. α΄. ἀκακίας δραχ. α΄. ὀπίου δραχ. β΄. θαψίας χυλοῦ δραχ. α΄. κόμμεως δραχ. α΄. ὕδωρ. τοῦτο μὲν ὁ Ἥρας ἔγραψεν. ἐγὼ δὲ ἐπειράθην καρύου, διὰ χρόνου ἤδη γεγονότος ἐλαιηροῦ, θεραπεύσαντος ἐνίοτε τοὺς αἱμάλωπας. δεῖ δὲ δηλονότι τρίβειν ἐπιμελῶς αὐτὸ καὶ οὕτως ἐπιτιθέναι κατακλίναντα τὸν ἄνθρωπον ὕπτιον, ὅπως προσμείνῃ τὸ φάρμακον ὥραις δύο καὶ γ΄. οὕτω γὰρ ποιήσαντος, εἰ καὶ μετὰ ταῦτα ἀνασταίη, προσμένει μέχρι πολοῦ, καὶ χρὴ δηλονότι τοῦ προτέρου ἀποπεσόντος, ἕτερον. εὐθέως τιθέναι. τοῦ αὐτοῦ Ἥρα πρὸς αἰγίλωπας. ♃ μαλάχης φύλλα μετὰ ἁλῶν καὶ μέλιτος λειώσας ἐπίθες, ἀνασκευάζει

αἰγίλωπας. καὶ χόνδρον ἑψήσας ὄξει, ἐπίθες ἀρχομένῳ αἰγίλωπι. ἢ μυρσίνης νεαρωτάτῳ καρπῷ κατάπλασσε, ὅταν ῥευματίζηται. ὡσαύτως δὲ ποιεῖ καὶ ἡ Λημνία ἐπιχριομένη.

2. [Περὶ αἰγίλωπος.] Ὅμοιον ἀποστήματι μικρῷ γίνεταί τι, μεταξὺ τοῦ τε τῆς ῥινὸς ὀστοῦ καὶ τοῦ μεγάλου κατὰ τὸν ὀφθαλμὸν κανθοῦ, καὶ συῤῥήγνυται δὲ πολλάκις εἰς τὸν κανθὸν, ὡς δυσθεράπευτον γενέσθαι φθάνειν. χρὴ οὖν θεραπεύειν αὐτὸ διαφορητικοῖς φαρμάκοις, ὅσα χωρὶς δήξεως ἐνεργεῖ, συμπάσχει τε γὰρ ὁ ὀφθαλμὸς ἐπὶ τοῖς δριμέσιν, οὕτω τε τὸ πεπονθὸς μόριον αὐξάνεται φλεγμαῖνον. οὐ μόνον δὲ διὰ τοῦτο δυσθεράπευτόν ἐστι τὸ πάθος, ἀλλὰ καὶ διότι πολλῶν φαρμάκων ὑγρῶν κατὰ τὴν σύστασιν εἰς πεῖραν ἄγεσθαι δυναμένων οὐκ ἀνέχεται τὸ μέρος. εἰσρεῖν γὰρ ἐξ αὐτῶν εἰς τὸν ὀφθαλμὸν ἀναγκαῖον, οὐ μὴν οὐδὲ προσμεῖναι δύνανται τὰ τοιαῦτα χωρὶς ἐπιδέσεως ἐπιλαμβανούσης ὅλον τὸν ὀφθαλμὸν, ἣν οὐχ οἷόν τε φέρειν ἡμέραις τοσαύταις ὅσον εἰς θεραπείαν χρῄζει τὸ πάθος. διὰ τοῦτο

οὖν ὁ μὲν Ἀπολλώνιος οὐδὲν ἔγραψε τῶν πρὸς αἰγίλωπας φαρμάκων· ὁ δ’ Ἀρχιγένης ὀλίγων μνημονεύσας ἐφεξῆς αὐτῶν ἔγραψε τὴν διὰ χειρουργίας αὐτῶν θεραπείαν, καίτοι τῆς πραγματείας οὐ χειρουργικῆς, ἀλλὰ τῶν περὶ τῶν κατὰ γένος φαρμάκων οὔσης. ὅλην οὖν αὐτοῦ παραγράψω τὴν ῥῆσιν ὧδέ πως ἔχουσαν.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς αἰγίλωπας, ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων.] Τοὺς δὲ γινομένους περὶ τοὺς κανθοὺς αἰγίλωπας καταπλάττομεν ὀρόβοις μετὰ μέλιτος, ἢ σποδὸν ἀμπελίνην ὄξει φυράσαντες. καλῶς ποιεῖ καὶ λιβανωτὸς μετὰ περιστερᾶς κόπρου νεαρᾶς καταπλασθεῖσα. ἢ χυλὸν αἰγίλωπος βοτάνης μετὰ μέλιτος ἔγχριε. ἐπὶ δὲ τῶν μήπω συντετρημένων σταφίδα ἀγρίαν καὶ ἀμμωνιακὸν θυμίαμα σὺν μέλιτι ὡς σπλήνιον ἐπίθες. ἢ σχιστὴν μετὰ τερμινθίνης ὡς σπλήνιον ἐπίθες. ἢ λαγωοῦ θαλασσίου αἵματι κροκύδα βάψας ἐντίθει. ἢ μελαντηρίαν λεάνας προσάπτου. εἰ δὲ μηδ’ οὕτως ἀφυγιάζοιντο, διελὼν τὸν κανθὸν καὶ διαστήσας κατατίτρα λεπτῷ τρυπανίῳ συνεχεῖς κατατρήσεις,

εἶτα τῇ κεφαλικῇ χρῶ, ἀποστήσονται γὰρ λεπίδες καὶ ὑγιασθήσονται. ἢ καυτήριον ἐπέρειδε, ψιλώσας τὸ ὀστέον, καὶ οὕτω λεπίδες ἀφίστανται καὶ ὑγιάζονται. ἔνιοι δὲ διελόντες τὸν κανθὸν ἐπερείδουσι τῷ ὀστέῳ, καθὸ τέτρηται χωνεῖον λεπτὸν καὶ μόλυβδον τετηκότα ἐγχέοντες καίουσι καὶ ἄριστα οὕτως ὑγιάζουσιν. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς αἰγίλωπας.] Ὁ δὲ Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν ἐκτός. ♃ ἰλλεκέβρας χυλοῦ λίτρας S". στρύχνου χυλοῦ λίτρας S". λιβάνου δραχ. η΄. μαστίχης δραχ. γ΄. χαλβάνης λίτρας S". ἕψε τοὺς χυλοὺς μετὰ τοῦ λιβάνου καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τὴν χαλβάνην, τὴν δὲ μαστίχην παραιτούμεθα. ἄλλο. ♃ λιβάνου δραχ. η΄. σμύρνης δραχ. η΄. λαδάνου δραχ. δ΄. κηροῦ δραχ. δ΄. σχιστῆς, πιτύας λαγωοῦ ἀνὰ δραχ. δ΄. ἀφρονίτρου δραχ. δ΄. κόπτε τὸ φάρμακον καὶ μάλασσε ἰρίνου μύρου ὑποστάθμη.

3. [Περὶ ἰόνθων, συκωδῶν ὄγκων, λειχηνωδῶν καὶ ἐξανθημάτων καὶ δοθιηνῶν.] Ὄγκος μικρὸς καὶ

σκληρὸς ἐν τῷ κατὰ τὸ πρόσωπον δέρματι γίνεται καλούμενος ἴονθος, ὑπὸ παχέος δηλονότι χυμοῦ συνιστάμενος, ἐνδεικνύμενός τε τὴν ἑαυτοῦ θεραπείαν εὐλόγως ἐσομένην διὰ φαρμάκων μαλαττόντων τε καὶ διαφορούντων. ἡ μὲν γὰρ σκληρότης αὐτοῦ τῶν μαλαττόντων, ὁ δὲ παρὰ φύσιν ὄγκος τῶν διαφορούντων δεῖται. προειρηκότος οὖν ἤδη μου πολλάκις ἔν τε τοῖς ἔμπροσθεν ὑπομνήμασι κᾀν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, τὰς ὕλας τῶν διαφορούντων τε καὶ μαλαττόντων φαρμάκων, ἡ τῶν κατὰ μέρος σύνθεσις ὑπὸ τῆς πείρας κεκριμένη χρήσιμος ἔσται πρὸς τὸ καλῶς χρῆσθαι τοῖς εἰρημένοις, ἃ μετ’ ὀλίγον εἰρήσεται, διορίσαντός μου πρότερον, ὅσα παραπλήσια τοῖς ἰόνθοις ἐστὶ πάθη, διαφορὰν ἔχοντα κατὰ τι πρὸς αὐτούς.

[Περὶ συκωδῶν ὄγκων.] Ἕν τι τοῦτο πάθημα τῶν ἐπὶ τοῦ γενείου γεννωμένων ἐστὶ, διαφέρον τοῦ κατὰ τοὺς ἰόνθους τῷ μὴ μόνον παχὺν εἶναι τὸν ἐργαζόμενον αὐτὰ χυμὸν, ἀλλὰ καὶ λεπτότητος ἰχωροειδοῦς μετέχειν, δι’ ἣν καὶ ταχέως ἑλκοῦται μὴ θεραπευόμενον ὡς προσήκει, καὶ

διὰ τοῦτο δεῖται ξηραντικωτέρων ἢ κατὰ τοὺς ἰόνθους φαρμάκων.

[Περὶ τῶν ἐν τῷ γενείῳ λειχηνωδῶν ὄγκων.] Καὶ τοῦτο τὸ πάθος ἐκ μικτοῦ τινος γίνεται χυμοῦ μεμιγμένων τῶν ἰχωροειδῶν τε καὶ λεπτῶν καὶ δριμέων τοῖς παχέσι, καὶ διὰ τοῦτο ῥᾳδίως εἰς ψώραν τε καὶ λέπραν μεταπίπτει, δεόμενον καὶ αὐτὸ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων. ὅταν δ’ εἰς ψώραν ἢ λέπραν μεταπέσῃ, πρὸς τῷ τῶν ξηραινόντων δεῖσθαι φαρμάκων, ἔτι καὶ τῶν ῥυπτόντων χρῄζει.

[Περὶ τῶν ἐν τοῖς γενείοις ἐξανθημάτων.] Κοινόν γε τοῦτο τοὔνομα, κατὰ τῶν αὐτομάτως γιγνομένων ἑλκωδῶν τε καὶ τραχέων ἐν τοῖς γενείοις παθημάτων ἐπιφέρουσιν ἔνιοι, καθάπερ γε καὶ ὁ Ἀρχιγένης ξηραντικῶν καὶ αὐτὸ δεόμενον φαρμάκων.

[Περὶ τῶν δοθιήνων.] Ἐκ παραπλησίων τοῖς ἰόνθοις χυμῶν οἱ δοθιῆνες γίνονται καθ’ ὅλον τὸ σῶμα διττοί πως ὄντες· ἔνιοι μὲν, ὡς ἂν εἴποι τις, ἰονθώδεις, σκληροὶ καὶ δύσπεπτοι,

τινὲς δὲ φλεγματώδεις, ἐφ’ ὧν καὶ πυρετοὶ συνίστανται ἐνίοτε καὶ μέγεθος ὁ ὄγκος ἔχει καὶ μεταβολὴν εἰς πῦον, ὅθεν καὶ ἡ θεραπεία τὸ πλεῖστον ἔχει αὐτῶν τῆς φλεγμονῆς.

[Ἐκ τῶν Κρίτωνος πρὸς ἰόνθους.] Κρίτων μὲν ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι πρὸς ἰόνθους τοὺς ἐν τοῖς προσώποις. ♃ μέλιτος Ἀττικοῦ κύαθ. α΄. ἤτοι δραχ. ιβ΄. ὄξους δριμυτάτου τὸ ἴσον, μίξας ἐπιμελῶς ἐπίχριε τοὺς ἰόνθους τῷ δακτύλῳ ἐπιχρίων καὶ παρατρίβων. ἄλλο. ♃ λιθαργύρου χήμην, ἤτοι δραχ. γ΄. τερμινθίνης καθαρᾶς κυάμου Αἰγυπτίου μέγεθος. εἶτα βαλὼν ἐλαίου λευκοῦ ὀλίγον, ἔπειτα προαποσμήξας τὸ πρόσωπον λάμβανε τοῦ φαρμάκου βραχὺ τῷ δακτύλῳ, ἔπειτα ἀμφοτέραις ταῖς χερσὶ διατρίψας περιάλειφε τοὺς ἰόνθους τοῦτο καὶ τετανὸν καὶ καθαρὸν διαφυλάττει τὸ πρόσωπον. ἄλλο. ἀμύγδαλα πικρὰ ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς κατάχριε τὸ πρόσωπον. σχιστὴν λεάνας ἐπιμελῶς ἀναλάμβανε τερμινθίνῃ καὶ μαλάξας ἐπιτίθει. ἄλλο. κόστον Ἰνδικὸν κόψας καὶ σήσας

λεπτοτάτῳ κοσκίνῳ, ἀναλάμβανε αἰγείᾳ χολῇ καὶ ποιήσας κηρωτῆς τὸ πάχος, ἐπίχριε τοὺς ἰόνθους περὶ ἑσπέραν, καὶ πρωῒ ἀναστὰς κέλευε γάλακτι τῷ παθόντι προσκλύζεσθαι τὸ πρόσωπον. ἐγχρονιζόντων δὲ τῶν ἰόνθων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.

[Πρὸς τετυλωμένους ἰόνθους.] ♃ Σάπωνος Γαλλικοῦ δραχμὰς δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. λιβανωτοῦ δραχ. α΄. ὕδατι διαλύσας ποίει κηρωτῆς τὸ πάχος, τούτῳ ἐπιχρίσας καὶ διαστήσας ὥραν μίαν, ἀπονίπτεσθαι παραίνει χλιαρῷ. ἄλλο. ♃ νίτρου ἐρυθροῦ, ὑσσώπου, γλήχωνος, ἁλῶν ὀρυκτῶν τὸ ἴσον, κόψας, σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀναλαβὼν κηρωτῇ ῥοδίνῃ χρῶ. ἄλλο. ♃ ὠκίμου σπέρματος, νίτρου ἐρυθροῦ, γλήχωνος χλωροῦ, σχιστῆς, κόστου Ἰνδικοῦ, κόψας, σήσας, ὁμοῦ ἀναλαβὼν στέατι χηνείῳ ἢ ὀρνιθείῳ, ὥστε κηρωτῶδες ἔχειν τὸ πάχος, ἐκ τούτου ἔμπλασσε εἰς ὀθόνιον καὶ ἐπιτίθει μέχρι παντελοῦς ἀπαλλαγῆς. ἄλλο. ♃ ἁλῶν ὀπτῶν, γλήχωνος, ὑσσώπου, ἀμμωνιακοῦ θυμιάματος, ῥοῦ βυρσοδεψικοῦ, ἑκάστου τὸ ἴσον, κηρωτῇ ῥοδίνῃ ἀναλαβὼν, ἐπιτίθει μέχρι ἀπαλλαγῆς.

[Πρὸς τὰς ὀχθώδεις διαθέσεις καὶ τοὺς ἐπὶ τοῦ προσώπου κνησμοὺς καὶ ἀρχὴν ἐλεφαντιάσεως.] ♃ Κόμμεως λευκοῦ, νίτρου ἀφροῦ, λιβανωτοῦ, θείου ἀπύρου, ἑκάστου τὸ ἴσον ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς, ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων ἐπίχριε. ὅταν δὲ ξηρανθῇ, ἀπόσμηχε τῇ ὑπογεγραμμένῃ σκευασίᾳ. ♃ σάπωνος Γαλλικοῦ λίτραν μίαν, ἀμμωνιακοῦ θυμιάματος τὸ ἴσον, λιβανωτοῦ γο γ΄. μαστίχης γο γ΄. ἀφρονίτρου γο γ΄. ἕψε σάπωνα καὶ ἀμμωνιακὸν, εἰς ἀγγεῖον κεραμεοῦν ἐμβαλὼν καὶ ὕδατος ξεστ. β΄. καὶ ὅταν διαλυθῇ, ἐπίβαλε τὰ ξηρὰ, κεκομμένα καὶ σεσησμένα λεπτοτάτῳ κοσκίνῳ, ἔπειτα μεταίρων εἰς θυίαν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελοῦ εἰς ἀγγεῖον ὑέλινον, ἐπὶ δὲ τῆς χρήσεως μολύνων τὸ πρόσωπον καὶ μικρὸν διαστήσας ἀπονίπτου ὕδατι δαψιλεῖ προανατρίβων μαλακῶς. χρηστέον δὲ τῷ σμήγματι παρ’ ὅλην τὴν ἐπιμέλειαν τῶν ἰόνθων.

[Πρὸς τὰς ἐπὶ τοῦ γενείου συκώδεις ἐπαναστάσεις.] Ὁ μὲν Κρίτων ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψε

περὶ αὐτῶν πρὸς τὰς ἐπὶ τοῦ γενείου συκώδεις ἐπαναστάσεις, ὡς Λεύκιος ὁ καθηγητής. ♃ λιθαργύρου, μίσυος ὠμοῦ τὸ ἴσον τρίψας κατάπλασσε. ἄλλο. ♃ λιβανωτοῦ δραχ. β΄. λιθαργύρου δραχμὰς δ΄. ἁλῶν ὀρυκτῶν δραχ. η΄. σανδαράχου δραχμὰς β΄. λείοις κατάπλασσε. ἄλλο. ♃ ψιμυθίου δραχ. δ΄. μίσυος ὠμοῦ δραχ. δ΄. ἁλῶν ὀρυκτῶν δραχμὰς β΄. σανδαράχης δραχ. β΄. λείοις κατάπλασσε. ἄλλο. ♃ χαλκάνθης δραχμὰς β΄. θείου ἀπύρου δραχ. β΄. ἰοῦ δραχ. α΄. νίτρου ἐρυθροῦ δραχμὰς β΄. λείοις κατάπλασσε. ἄλλο. ♃ ἐλατηρίου δραχμὰς δ΄. ἁλῶν ὀρυκτῶν δραχ. δ΄. χαλκάνθου δραχ. β΄. μίξας κατάπλασσε, παραπτόμενος πυρῆνι μήλης καθύγρου, ὥστε τὸ φάρμακον προσκαθίσαι. μετὰ δὲ τὴν τοῦ φαρμάκου ἐπίθεσιν χρηστέον λίνου σπέρματι λεανθέντι μεθ’ ὕδατος. καθύγρων δὲ ὄντων τῶν ἑλκῶν, καὶ γὰρ ἀπ’ αὐτῶν ὕδωρ καθαρὸν ἀποῤῥεῖ, ὥσπερ ἀπὸ πηγῆς, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. τροχίσκος πρὸς τὰς ἐπὶ τῶν γενείων συκώδεις ἐπαναστάσεις. ἐχρήσατο Ἀρτεμίδωρος, ἔστι δὲ καὶ παντὸς ὄγκου κατασταλτικὸς, ὃς συμβαίνει ἐπὶ τῶν κακῶς συνουλωκότων,

ὥσπερ ἐπὶ τῶν συνεῤῥαμμένων, ἡ δὲ σύνθεσις ἥδε. ♃ λεπίδος χαλκοῦ δραχμὰς δ΄. χαλκάνθου δραχμὰς β΄. σχιστῆς δραχμὰς β΄. κόλλης τεκτονικῆς διαυγοῦς δραχμὰς β΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται, ἡ δὲ κόλλα ὄξει βρέχεται καὶ τοῖς λελειωμένοις ἐπιβάλλεται ὑγροῖς καὶ πάλιν λεαίνεται καὶ τροχίσκους ἀναπλάσσομεν, ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύοντες ἐπιχρίομεν, καὶ σύριγγας ἐκτυλοῖ.

[Μάγνου κλινικοῦ.] ♃ Στυπτηρίας σχιστῆς, ἰοῦ Κορινθίου, μίλτου σινώπιδος, χαλκίτεως, κόλλης τεκτονικῆς τὸ ἴσον, συντίθει καὶ χρῶ καθὰ προείρηται.

[Ἀρείου Ἀσκληπιαδείου.] Μίλτου σινώπιδος, ἰοῦ Κορινθίου, σχιστῆς, κηκίδος ὀμφακίτιδος, σιδίων ῥοιᾶς τὸ ἴσον, κόμμεως τὸ διπλοῦν, ὄξει ἀναλαβὼν χρῶ ὡς προείρηται.

[Ἀπολλωνίου, ὡς Χαρίξενος.] ♃ Λεπίδος χαλκοῦ, μίσυος ὀπτοῦ, ἀρσενικοῦ, ἑκάστου δραχμὰς β΄. διφρυγοῦς δραχ. γ΄. χαλκοῦ κεκαυμένου δραχ. δ΄. χαλκίτεως κεκαυμένης

δραχ. δ΄. κόλλης τεκτονικῆς δραχ. δ΄. ὄξει διαλύσας, ἀνάπλαττε τροχίσκους καὶ χρῶ καθὰ προείρηται.

[Ἄνδρωνος φάρμακον ἐπιτετευγμένον.] ♃ Χαλκάνθου δραχμὰς β΄. σμύρνης δραχ. β΄. λιβανωτοῦ δραχμὰς δ΄. σχιστῆς δραχ. δ΄. σιδίων δραχ. η΄. κηκίδων δραχμὰς η΄. ἀριστολοχίας δραχμὰς η΄. οἴνῳ αὐστηρῷ ἀναλαβὼν χρῶ καθὰ προείρηται.

[Κρίτωνος πρὸς τοὺς ἐπὶ τῶν γενείων λειχῆνας.] Ἐφεξῆς τούτων, ὁ Κρίτων ἔγραψε πρὸς τοὺς ἐπὶ τῶν γενείων λειχῆνας ὧδέ πως. πρὸς δὲ τοὺς ἐπὶ τῶν γενείων λειχῆνας πάθος ἀηδέστατον, καὶ γὰρ κνησμοὺς ἐπιφέρει καὶ περίστασιν τῶν πεπονθότων καὶ κίνδυνον οὐκ ὀλίγον, ἕρπει γὰρ ἔστιν ὅτε καθ’ ὅλου τοῦ προσώπου, καὶ ὀφθαλμῶν ἅπτεται καὶ σχεδὸν τῆς ἀνωτάτω δυσμορφίας ἐστὶν αἴτιον, καὶ διὰ τοῦτο χρηστέον ἂν εἴη ἐπιμελέστερον τῇ θεραπείᾳ, ἐφορῶντα τοὺς παροξυσμοὺς καὶ τὰ διαλείμματα καὶ συγκρίνοντα ἀπὸ τῶν κεχρονισμένων τὰ νεοσύστατα, ἐφ’ ὧν ἁρμόσει χρῆσθαι τοῖς ξηραίνουσι φαρμάκοις. ὅταν δ’ εἰς ψώραν

ἢ λέπραν μεταπέσῃ, πρὸς τοῖς ξηραίνουσι χρῆσθαι καὶ τοῖς ῥύπτουσιν, ἔπειτα δὲ καὶ ταῖς ὑπογεγραμμέναις σκευασίαις.

[Κρίσπου τοῦ φίλου πρὸς τοὺς ἐπὶ τῶν γενείων προσφάτους λειχῆνας ἢ ἄλλο τι μέρος τοῦ προσώπου.] Πυροὺς πολλοὺς λαμβάνων, ἐπιτίθει ἐπί τινος ἄκμονος, εἶτα πλάτυσμα χαλκοῦν πυρώσας ἐπιτίθει τοῖς πυροῖς καὶ τὸ ἀνιέμενον ἐξ αὐτῶν ὑγρὸν ἔτι θερμὸν ἀνελὼν ἐπίχριε τοὺς λειχῆνας. τούτῳ μόνῳ πολλοὺς θεραπευθέντας ἱστορήσαμεν. ἄλλο. μαλάχης ἀγρίας τὸν καρπὸν ἁπαλὸν ὄντα καθαρίσας συλλέγων, κόψας τὸν χυλὸν ἀπόθου καὶ τούτῳ συνεχῶς ἐπίχριε. ἄλλο. ἀνδράχνης χυλὸν κατάχριε συνεχῶς. ἄλλο. ἐλαίας Αἰθιοπικῆς δάκρυον τρίψας μεθ’ ὕδατος καὶ στύρακος ὀλίγον ἐπιβαλὼν καὶ μίξας ἐπιτίθει. ἄλλο. πτελέας δάκρυον. ὕδατι διαλύων ἐπιτίθει. ἐγχρονιζόντων δὲ τῶν λειχήνων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις πρὸς τοὺς ἐγχρονίζοντας. ἀσφοδέλου ῥίζαν ἐν ὄξει ἑψήσας καὶ τρίψας ἐπίχριε. ἄγνου τὰ φύλλα τρίψας ὄξος ἐπιβαλὼν ὀλίγον κατάπλασσε. καππάρεως τὰ φύλλα τρίψας μετ’ ὄξους ἐπιτίθει. λαπάθου ἡμέρου τὸν φλοιὸν τῆς ῥίζης μετ’ ὄξους λεάνας κατάπλασσε προεκνιτρώσας.

χαμαιλέοντος ῥίζαν ἐν ὄξει ἑψήσας καὶ τρίψας κατάπλασσε. πρὸς δὲ τὴν τῶν λειχήνων ἐπιμέλειαν, ἐπεὶ τὰ κατὰ μέρος πολλά ἐστι καὶ ποικίλα, ἐν μέρει περὶ ἑκάστου ἐρῶ, ἄρξομαι δὲ ἀπὸ σῶν λεγομένων τροχίσκων.

[Τροχίσκος λειχηνικός.] ♃ Κόλλης τεκτονικῆς δραχ. δ΄. ἐν ἄλλῳ δραχμὰς β΄. θείου ἀπύρου δραχ. β΄. χαμαιλέοντος δραχμὰς δ΄. λιβανωτοῦ δραχ. β΄. ὄξους κοτύλης S". ἡ κόλλα ὄξει διαλύεται, εἶτα ἐπιβάλλεται τοῖς ξηροῖς. ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων, ὅσον ἐξαρκεῖ θερμαίνων ἐπιτίθει. ἐν ἄλλοις ἴσα ἔχει. ἄλλος. ♃ χαμαιλέοντος, θείου ἀπύρου ἀνὰ δραχ. δ΄. ἐλαίας Αἰθιοπικῆς δακρύου δραχμὰς β΄. λιβανωτοῦ δραχμὴν μίαν, ὄξους ὅσον ἐξαρκεῖ. παρ’ ἄλλοις. ♃ ἀλκυονίου δραχ. β΄. χαμαιλέοντος μέλανος δραχμὰς δ΄. πυρέθρου δραχ. β΄. θείου ἀπύρου δραχμὰς δ΄. λιβανωτοῦ δραχ. δ΄. ταυροκόλλης δραχμὰς δ΄. ὄξους δριμυτάτου κοτύλας δ΄. ἄλλος. ♃ ἐλαίας Αἰθιοπικῆς δραχμὰς δ΄. θείου ἀπύρου δραχ. δ΄. ἀλκυονίου δραχ. η΄. ἀφρονίτρου δραχμὰς η΄. ἄλικος ἐν ὄξει ἑψημένου δραχ. η΄. τὸ αὔταρκες ὄξους. ἄλλος. ♃ ἀλκυονίου κεκαυμένου δραχ. β΄.

χαμαιλέοντος μέλανος δραχ. δ΄. ἀσφοδέλου ῥίζης δραχ. δ΄. θείου ἀπύρου· δραχ. β΄. λιβανωτοῦ δραχ. β΄. πυρέθρου δραχ. β΄. νίτρου ἀφροῦ δραχ. β΄. ταυροκόλλης δραχ. δ΄. ὄξους τὸ αὔταρκες. ἐπιτεινομένης δὲ τῆς διαθέσεως καὶ τυλώδους γενομένης, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. ὑγρὰ πρὸς λειχῆνας διαθέσεις. ♃ μίσους ξενικοῦ, λιβάνου; σμύρνης σχιστῆς, ἑκάστου δραχ. η΄. ἀλόης, θείου ἀπύρου ἀνὰ δραχ. δ΄. ἀναλάμβανε γλυκεῖ, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος, καὶ δὶς ἢ τρὶς τῆς ἡμέρας προαποσμήχων ἐπίχριε καὶ ἔξωθεν ἐπιτίθει φυλακῆς χάριν τοῦ φαρμάκου, κύστεως ὑμένα ἢ ὠοῦ τῶν λεπύρων ἢ χλωρῶν φύλλων ὅσον ἐξαρκεῖ. ἄλλο. ♃ μίσυος δραχ. δ΄. ἀκακίας δραχ. β΄ λεπίδος χαλκῆς δραχ. δ΄. θείου ἀπύρου δραχ. στ΄. χαλκίτεως δραχ. η΄. κόμμεως δραχ. η΄. ὄξους ὅσον ἐξαρκεῖ. ὅταν δὲ διαλυθῇ, ἀμόργην ἐπιβαλὼν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελόμενος χρῶ, ὡς προείρηται. ἄλλο. ♃ θείου ἀπύρου, λιβάνου, σμύρνης, χαλκάνθου, μίσυος ὠμοῦ ἑκάστου δραχ. β΄. κόμμεως δραχ. δ΄. ὄξει διαλύσας καὶ κεδρίνῳ ἐλαίῳ ὅσον ἐξαρκεῖ χρῶ ὁμοίως.

[Ἐκ τῶν Ζεύξιδος.] ♃ Χαλκίτεως ὠμῆς, μίσυος ὠμοῦ, σμύρνης Ἀμιναίας, θείου ἀπύρου τὸ ἴσον, κόμμεως τὸ διπλοῦν, ὄξει διαλύσας, ἀναλάμβανε κεδρίνῳ ἐλαίῳ· δεῖ δὲ τὸ κέδρινον πρότερον ἕψειν, ὡς μέλιτος ἔχειν πάχος. ἄλλο Διοδώρον. ♃ δάκρυον Αἰθιοπικῆς ἐλαίας δραχ. η΄. κόμμεως δραχ. μ΄. χαλκάνθου δραχμὰς ιστ΄. θείου ἀπύρου δραχ. ι΄. λιβάνου δραχ. ι΄. ἰοῦ δραχ. ι΄. ἀκακίας δραχ. ι΄. σμύρνης Ἀμιναίας δραχ. ι΄. ὄξους τὸ αὔταρκες, καὶ ὅταν διαλυθῇ καὶ λειότατον γένηται, ἕκαστον αὐτῶν ἀναλάμβανε συνεστραμμένῃ ἀμόργῃ καὶ ἀνελόμενος χρῶ, συναπτέον δὲ τούτοις καὶ ἄλλας σκευασίας.

[Περίχριστος ἑφθὴ πρὸς λειχῆνας χρονίους, ὥστε χωρὶς ἑλκώσεως ἀπαλλάττειν.] ♃ Χαλκάνθου, τήλεως ἀληλεσμένης, καρδαμώμου ἀνὰ δραχμὰς β΄. μελανθίου δραχμὴν μίαν S". συκῆς ἡμέρου φύλλων δραχμὴν μίαν S". ὄξους δριμέος τὸ ἱκανὸν, λεῖα ποιήσας μίξον ὥστε μέλιτος ἔχειν τὸ πάχος, εἶτα ἕψε, καὶ ὅταν μέλαν γένηται καὶ συνεστραμμένον, αἴρων ἐπίχριε προαπονίπτων αὐτούς.

[Ἡρακλείδου Ταραντίνου λειχηνικὴ, ὥστε χωρὶς ἑλκώσεως ἀπαλλάττειν.] ♃ Ἀλφίτων δραχμὰς η΄. ταυροκόλλης δραχμὰς στ΄. χαλκάνθου δραχμὰς δ΄. χαλκίτεως δραχμὰς δ΄. θείου ἀπύρου δραχμὰς δ΄. ἀφρονίτρου δραχμὰς στ΄. ἀλκυονίου δραχμὰς δ΄. σμύρνης Ἀμιναίας δραχ. β΄. ὄξους κοτύλας γ΄. Διονυσίου συμμαθητοῦ, ὥστε δίχα ἑλκώσεως ἀπαλλάττειν. ♃ ἀλεύρου κριθίνου ξεστ. α΄. χαλκάνθου γο α΄. λαπάθου ἀγρίου τῶν ῥιζῶν τῶν φλοιῶν δραχμὴν μίαν. θείου ἀπύρου δραχ.α΄. σμύρνης γο α S". κόμμεως γο α΄. ὄξους κοτύλας στ΄. ἕψε λαπάθου ῥίζαν. ὅταν δὲ διαλυθῇ, ἐξελὼν τρῖβε, τὸ δὲ κρίθινον λαβὼν εἰς τὸ λειπόμενον ὑγρὸν ἕψε, καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλε τὰ λοιπὰ καὶ ἀνελόμενος χρῶ.

[Σωκρατίωνος ἑφθή.] ♃ Ἄλικος ἀληλεσμένου ξεστ. στ΄. θείου ἀπύρου δραχ. ιστ΄. μίσυος ξενικοῦ δραχμὰς ιστ΄. χαλκίτεως δραχ. ιστ΄. κιμωλίας δραχμὰς ιστ΄. ἀφρονίτρου δραχ. η΄. ἀλκυονίου δραχμὰς η΄. σχιστῆς δραχμὰς η΄. ἀσφοδέλου ῥίζης δραχ. η΄. σμύρνης δραχμὰς η΄. λιβάνου δραχμὰς η΄. ἐλαίας

δακρύου δραχ. η΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς η΄. ὄξους κοτύλας γ΄. ἕψε ἀλκυόνιον ἀσφόδελον ὄξος, ὅταν δὲ εἰς ἥμισυ καταντλήσῃ, διύλιζε. ἐκ δὲ τοῦ διυλίσματος ἀνάλυε ἀμμωνιακὸν καὶ σμύρναν, λίβανον, ἐλαίας δάκρυον, εἶτα τρίβεται, εἶτα ἐπιβάλλεται τούτοις τὰ ξηρά. τὸν δὲ ἅλικα ἕψε ἐν τῷ ὑπολειφθέντι ὑγρῷ, καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τοῖς λοιποῖς καὶ τρῖβε ὁμοῦ καὶ χρῶ. ἐν ἄλλαις συναγωγαῖς ἔχει οὕτω. ♃ θείου ἀπύρου, μίσυος ξενικοῦ, χαλκίτιδος, ἑκάστου δραχ. ιστ΄. νίτρου σχιστοῦ, ἀλκυονίου, ἀσφοδέλου ῥίζης, λιβανωτοῦ, ἐλαίας δακρύου, κιμωλίας γῆς, ἀμμωνιακοῦ θυμιάματος, ἑκάστου ἀνὰ δραχ. η΄. ὄξους κοτ. α΄. ἄλλη σφόδρα ἐνεργής. ♃ ὄξους δριμυτάτου ξεστ. στ΄. ἀλεύρου κριθίνου ξεστ. β΄. μάννης ξεστ. α΄. λαπάθου ἀγρίου ῥίζης δραχμὰς η΄. ἐλλεβόρου λευκοῦ δραχ. ι΄. ἀλκυονίου δραχμὰς ιε΄. καρδαμώμου δραχ. α΄. κιμωλίας γῆς δραχ. η΄. ταυροκόλλης δραχμὰς ιστ΄. ἀφρονίτρου δραχ. ιστ΄. ἁλικακάβου δέσμιον χειροπληθὲς τῶν ἀκρεμόνων χλωρῶν συντίθει. ἐπεὶ δὲ οἱ πολλοὶ τὰς μὲν τῶν ἐπιχριομένων φαρμάκων δυνάμεις

παραιτοῦνται, αἱροῦνται δὲ μᾶλλον τὰς τῶν ἐμπλάστρων ἐπιθέσεις, αἵτινες οὔθ’ ἱδρώτων ἐπιγενομένων περιῤῥέουσιν οὔτε ξηραινόμεναι περιτείνουσι τὸν χρῶτα, συναπτέον ἂν εἴη καὶ τὰς τοιαύτας σκευασίας.

[Ἔμπλαστρα λειχηνικὰ, ὥστε χωρὶς ἑλκώσεως ἀπαλλάττειν.] ♃ Κηροῦ, πίσσης ἑφθῆς, λιβανωτοῦ, τερμινθίνης, θείου ἀπύρου, ἑκάστου ἀνὰ λίτραν S". τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο. ♃ λιβάνου δραχ. η΄. στυπτηρίας δραχ. η΄. χαλκάνθου δραχ. η΄. θείου ἀπύρου δραχμὰς δ΄. ταυροκόλλης δραχ. δ΄. χαμαιλέοντος ῥίζης δραχμὰς δ΄. κηροῦ δραχ. η΄. πίσσης ὠμῆς κοτύλας β΄. ἕψε πίσσαν, ταυροκόλλαν, καὶ ὅταν συστραφῇ, ἐπίβαλλε κηρὸν, καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ.

[Ἄλλο ποιεῖ πρὸς τοὺς ἐπαιρομένους λειχῆνας, ὥστε καταστέλλειν τὰ δοκοῦντα ὑπολείπεσθαι.] ♃ Μάννης λιβάνου, πίσσης ἀνὰ δραχ. η΄. ἀσφάλτου δραχ. η΄. κηροῦ δραχμὰς η΄. πιτυΐνης δραχ. η΄. θείου ἀπύρου δραχμὰς η΄. ἐλαίου Κυπρίνου

ὀλίγον, ἕψε, ὡς προείρηται, καὶ ἀνελόμενος χρῶ καὶ ἔμπλασσε εἰς ὀθόνιον ἢ δέρμα λεπτόν.

[Ἄλλο χωρὶς ἑλκώσεως ἀπαλλάττει.] ♃ Πίσσης βρυτίας ὑγρᾶς ξεστ. α΄. μάννης λίτραν α΄. θείου ἀπύρου λίτραν α΄. θερμίνου ἀλεύρου λίτραν α΄. συντίθει κατὰ τρόπον, εἶτα ἐπίβαλλε χαλβάνης· γο β΄. ἔστι δὲ τῶν ἄγαν σπουδαίων. ἐν ἄλλαις γραφαῖς οὐκ ἔχει τὸ ἄλευρον, οὐδὲ τὴν χαλβάνην.

[Φιλώτου λειχηνικὸν ἐπιτετευγμένον χωρὶς ἑλκώσεως ἀπαλλάττει. ἐδόθη ὑπὸ Φιλώτου τοῦ ἑταίρου, διὰ στίχων ἀναγέγραπται.] ♃ Χαλκίτεως ὀπτῆς, χρυσοκόλλης, μίσυος ὀπτοῦ, λεπίδος χαλκοῦ, διφρυγοῦς, ἁλὸς ἀμμωνιακοῦ, γῆς Ἐρετριάδος, ἑκάστου ἀνὰ δραχ. δ΄. θείου ἀπύρου δραχ. ιβ΄. χαλκάνθου, λίθου Ἀσίου τὸ ἄνθος, χαλκοῦ κεκαυμένου ἀνὰ δραχ. στ΄. σώρεος δραχ. ε΄. στυπτηρίας ὑγρᾶς δραχ. δ΄. ἅπαντα ταῦτα λεάνας, εἶτα ἐπιβάλλων κοτύλας ιβ΄. ὄξους, τρῖβε ἐπιμελῶς ἐν ἡλίῳ, ἐν ταῖς ὑπὸ κύνα ἡμέραις ε΄. ἕως ἂν ξηρανθῇ τὸ φάρμακον. σκευαζέσθω δὲ ἐν ἄλλῃ θυείᾳ λιβανωτοῦ γο α΄. σμύρνης γο β΄. ἀλόης γο α΄. λαδάνου γο γ΄. ὀποπάνακος γο γ΄.

ὄξει διαλυθέντα, ὡς γλοιοῦ ἔχειν πάχος, καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλε τοῖς ἐν ἡλίῳ λεανθεῖσι καὶ πάλιν τρῖβε, καὶ τούτοις ἐπίβαλε κεκομμένης καὶ σεσησμένης λεπτοτάτῳ κοσκίνῳ ἀριστολοχίας στρογγύλης καὶ μακρᾶς ἀνὰ δραχ. α΄. ὅταν δὲ ἤδη ἐμπλαστρώδη τὰ τριβόμενα γένηται, ἐπίβαλε τὰ τηκτὰ, τήξας πρότερον καὶ ψύξας. ἔστι δὲ ταῦτα. ♃ κηροῦ δραχ. ρι΄. τερμινθίνης δραχ. κ΄. χαλβάνης δραχ. θ΄. ἐλαίου κοτύλην α΄. καὶ μαλάξας ἐπιμελῶς ἀνελόμενος χρῶ. κείμενον δὲ τὸ φάρμακον διπρόσωπον γίνεται. τῆς δὲ διαθέσεως ἐμμόνου γενομένης καὶ πρὸς τὴν τῶν φαρμάκων ἐπίθεσιν ἀντιβαινούσης χρηστέον τοῖς λεγομένοις ἐκδορίοις, καὶ γὰρ ἀφιστᾶσι τὴν ἐπιφάνειαν ἐκ προχείρου.

[Περὶ ἐκδορίων.] Ἐκδόριον λειχήνων. ταύτῃ Πάμφιλος χρησάμενος ἐπὶ Ῥώμης πλεῖστον ἐπορίσατο ἐπικρατούσης ἐν τῇ πόλει τῆς μεντάγρας λεγομένης. ♃ λεπίδος χαλκῆς δραχ. στ΄. ἀρσενικοῦ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. α΄ S". ἐλλεβόρου λευκοῦ δραχ. α΄ S". κανθαρίδων κοιλιδίων δραχ. α΄ S". ἕκαστον τρῖβε κατ’ ἰδίαν, εἶθ’ ὁμοῦ μίξας

ἀναλάμβανε κεδρίᾳ, καὶ γλοιοῦ ποιήσας τὸ πάχος κατάθου εἰς πυξίδα Κυπρίου χαλκοῦ. ἐπὶ δὲ τῆς χρήσεως νίτρῳ καὶ ὄξει βραχεῖ ἀποσμήχων τὰς λειχῆνας ἐπίχριε, σπαθομήλῃ χρώμενος καὶ παρατρίβων, ἔπειτα ἀποσμήξας ἀπόξυε καὶ πάλιν ἐπιτίθει τὸ φάρμακον. ἔπειτα δὶς καὶ τρὶς τοῦτο ποιήσας. ὥστε κούφως ἀποξύειν, πάλιν ἐπιτιθέναι πειρῶ σκεπάζων τοὺς ἐπιχρισθέντας τόπους ὑμένι κύστεως βοείας ἢ ἑτέρου τινὸς ζώου, καὶ γὰρ τὸ φάρμακον ἀδιάῤῥευστον φυλάττει καὶ κοῦφόν ἐστι. μετὰ δὲ τὴν τοῦ ὑμένος ἀφαίρεσιν ἐπιθέσει ταινιδίου κούφως ἐπιδήσας ἔα. καλὸν μὲν διανυκτερεύειν· εἰ δὲ μή γε, μέχρις ὡρῶν τινων, ἕως φλυκταίνας γενέσθαι ἰχῶρας περιεχούσας παχεῖς καὶ κολλώδεις, εἶτα λούεσθαι παραινοῦμεν καὶ παρατείνειν ἐν τῷ βαλανείῳ. καὶ γὰρ τοῦτο συνεργεῖ τῇ τοιαύτῃ θεραπείᾳ, ἔστω δὲ θερμὸν τὸ βαλανεῖον. εἰ δέ τι κωλύει βαλανείῳ χρῆσθαι, ἀποπυριατέον θερμῷ ὕδατι πολλῷ, εἶτα περιμάττειν χρὴ καὶ καταπλάττειν ἄρτῳ φυραθέντι ὑδρομέλιτι. ῥυπαρῶν δὲ γενομένων τῆς χλωρᾶς ἐπιτίθει σπλήνιον, προσλαβὼν ὀλίγον τοῦ ἐκδορίου. ἰχώρων

δὲ ἐκκρινομένων καὶ μηδεμιᾶς ἐπικειμένης ἐφελκίδος, ἐπιτίθει λευκὸν σπλήνιον, καὶ ταύτῃ χρῶ τῇ θεραπείᾳ μέχρι παντελοῦς ἀπουλώσεως, ἀποπυριῶν τε καθ’ ἑκάστην ἡμέραν καὶ νεαρῷ χρώμενος σπληνίῳ. μετὰ δὲ τὴν παντελῆ ἀπούλωσιν ὑπολειπομένης τινὸς ὑποψίας, χρηστέον ταῖς αὐταῖς ἀγωγαῖς. πρὸ δὲ τῆς τῶν ἐκδορίων ἐπιθέσεως περιλαμβάνειν δεῖ τὰ ἔξωθεν τοῦ λειχῆνος φαρμάκου ἀφλεγμάντου σπληνίῳ, προσχαριζόμενον τῇ ἐξωτάτῳ γραμμῇ τοῦ λειχῆνος μικρόν τι τῶν ἀπαθῶν σωμάτων. αὕτη κοινὴ ἐπιμέλεια τῆς μεντάγρας.

[Ἀξιορίου.] ♃ Λεπίδος χαλκοῦ δραχ. στ΄. χαλκάνθου δραχ. δ΄. κανθαρίδων δραχ. α΄ S". ἐλλεβόρου λευκοῦ δραχ. α΄ S". σανδαράχης δραχ. α΄. κεδρίᾳ ἀναλάμβανε.

[Ἄλλο Ἀπίου Φάσκου πρὸς τὰς μεντάγρας, ὥστε χωρὶς οὐλῆς ἀποθεραπεύειν. ποιεῖ δὲ καὶ πρὸς ἀλωπεκίας χρονίας.] Ἐπίχριε δὲ τὰς μὲν ἀλωπεκίας ἐν ἡλίῳ ἢ παρὰ πυρί. φλυκταίνης δὲ γενομένης βελόνῃ χρὴ διακεντεῖν, ὑγροῦ

δὲ ἐκκριθέντος κηρωταῖς ἀποθεραπεύειν. μετὰ δὲ τὴν ἀπούλωσιν ἐκφύουσιν αἱ τρίχες. καὶ ταῦτά μὲν ἐπὶ τῶν ἀλωπεκίων. ἐπὶ δὲ τῶν λειχήνων χρηστέον καθὰ προείρηται, τὸ δὲ φάρμακον ἔχει οὕτως. ♃ σανδαράχης. δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. λεπίδος χαλκοῦ δραχ. β΄. ἐλλεβόρου μέλανος δραχ. α΄. ἐλατηρίου δραχ. α΄. κανθαρίδος τῆς κοιλίας δραχ. α΄. ἀναλάμβανε κεδρίᾳ. ἄλλο. ♃ κανθαρίδων δραχ. α΄ S". ἐλλεβόρου λευκοῦ δραχ. α΄ S". ἀρσενικοῦ δραχ. β΄. λεπίδος χαλκοῦ τὸ ἴσον, χαλκάνθου δραχ. α΄. σκαμμωνίας δραχ. β΄. ἀναλάμβανε κεδρίᾳ. ἄλλο. ♃ ἀρσενικοῦ κεκαυμένου δραχ. β΄. λεπίδος Κυπρίας δραχ. στ΄. χρυσοκόλλης δραχ. α΄. χαλκάνθου δραχ. α΄. ἐλλεβόρου μέλανος δραχ. α΄. σχιστῆς δραχ. α΄. θαψίας χυλοῦ δραχ. α΄. σκαμμωνίας δραχ. α΄. κανθαρίδων δραχ. α΄. κεδρίας τὸ αὔταρκες.

[Ἔμπλαστρα χλωρὰ λειχηνικά.] Μετὰ δὲ τὴν ἐκδορίων χρῆσιν ἔμπλαστρα χλωρὰ καὶ λευκὰ ἐπιτιθέναι δεῖ. εὔλογον δ’ ἂν εἴη καὶ τὰς τούτων σκευασίας ἀναγράφειν.

[Χλωρὸν ᾧ ἐχρήσατο Πάμφιλος ἐπὶ τῆς μεντάγρας λεγομένης μετὰ τὴν ῥῆξιν τῆς φλυκταίνης.] ♃ Κηροῦ λίτραν

α΄. ἰοῦ ξυστοῦ γο στ΄. φρυκτοῦ λίτρας β΄. ἐλαίου κυάθους δ΄. ὄξους δριμυτάτου ὅσον ἐξαρκεῖ, τὸν ἰὸν χρὴ μετ’ ὄξους τρίβειν ἐν ἡλίῳ. τὰ δὲ τηκτὰ τήκεται καὶ ψύχεται, ἔπειτα ἀναξύεται καὶ τοῖς ὑγροῖς ἐπιβάλλεται.

[Δημοσθένους χλωρόν.] ♃ Κηροῦ λίτρας β΄. φρυκτοῦ λίτραν α΄. ἰοῦ ξυστοῦ γο δ΄. ἐλαίου, θέρους κυάθους δ΄. χειμῶνος κυάθους στ΄. ὄξους ὅσον ἐξαρκεῖ.

[Ἡροφίλου χλωρόν.] ♃ Ἰοῦ δραχ. β΄. μάννης δραχ. δ΄. στέατος μοσχείου δραχ. ιβ΄. χαλβάνης δραχ. γ΄. κηροῦ δραχ. π΄. ῥητίνης δραχ. κ΄. ὄξους τὸ ἀρκοῦν.

[Τρύφωνος ἀρχαίου ἡ εὔχρους λεγομένη.] ♃ Χαλκοῦ κεκαυμένου γο δ΄. στυπτηρίας στρογγύλης γο β΄. ἰοῦ ξυστοῦ γο β΄. ἁλὸς ἀμμωνιακοῦ γο β΄. μάννης γο β΄. κηροῦ λίτρας β΄. φρυκτῆς λίτρας β΄. ἐλαίου γο ι΄. ὄξους τὸ ἀρκοῦν.

[Ἀντωνίνου, ταύτην Τιμοκράτης μετὰ τὴν ἐκδορὰν τῶν λειχήνων ἐπιτίθησιν.] ♃ Κηροῦ δραχ. ρ΄. κολοφωνίας δραχ. σ΄. λεπίδος Κυπρίας δραχ. ιβ΄. στυπτηρίας στρογγύλης δραχ. ιβ΄. ἰοῦ

δραχ. ιβ΄. μάννης δραχ. ιβ΄. χαλβάνης δραχ. ιβ΄. ἐλαίου κοτύλην μίαν, ὄξους τὸ ἀρκοῦν. συναπτέον δὲ τούτοις καὶ τὰς τῶν λευκῶν σκευασίας, καὶ γὰρ ταύταις χρηστέον ἐστὶ μετὰ τὰς χλωρὰς, καθαρῶν γενομένων τῶν περὶ τὴν ἐκδοράν. καὶ γὰρ φροντιστέον, ὥστε χωρὶς τύλου ἀπουλοῦσθαι, καὶ διὰ τοῦτο χρηστέον τοῖς τοιούτοις φαρμάκοις, ἅτινα πολλὴν εὐάφειαν πιφέρει.

[Λευκὴ ὑδατίνη λεγομένη. ταύτῃ Μάγνος ὁ περιοδευτὴς ἐχρήσατο μετὰ τὴν τῶν λειχήνων ἐκδοράν.] ♃ Λιθαργύρου λίτραν α΄. κηροῦ Τυῤῥηνικοῦ λίτραν α΄. ἐλαίου ξεστ. α΄. ψιμυθίου λίτραν μίαν, ὕδατος ξεστ. α΄. τρῖβε λιθάργυρον, ψιμύθιον καὶ τὸ ὕδωρ, καὶ ὅταν λειότερα γένηται, ἐπίβαλλε κατὰ μικρὸν τὸ ἔλαιον καὶ τρῖβε συνεχῶς, καὶ ὅταν ἑνωθῇ, μετέρα εἰς ἀγγεῖον κεραμοῦν καὶ ἐπιτίθει ἐπὶ τὸ πῦρ συνεχῶς κινῶν. ὅταν δὲ τὸ ὕδωρ ἀναποθῇ, ἐπίβαλλε τὸν κηρὸν καταπλάσας, καὶ ὅταν διαλυθῇ, εἰς θυείαν μετεράσας καὶ μαλάξας ἀνελόμενος χρῶ.

[Ἡ τῶν παγκρατιαστῶν λεγομένη τρυφερὰ, ποιεῖ καὶ

πρὸς πυρίκαυστα, ὥστε χωρὶς οὐλῆς ἀπαλλάττειν.] ♃ Λιθαργύρου δραχ. κε΄. ψιμυθίου δραχ. κε΄. μολυβδαίνης δραχ. κε΄. κηροῦ δραχ. ιστ΄. τερμινθίνης δραχ. ιστ΄. ἐλαίου κοτ. α΄. ὕδατος τὸ ἴσον, συντίθει καθὰ προείρηται.

[Μέγητος χειρουργοῦ.] ♃ Ψιμυθίου λίτρας β΄. κηροῦ λίτραν α΄. τερμινθίνης γο α΄. λιθαργύρου λίτραν α΄. ἐλαίου λίτρας γ΄. ὕδατος ξεστ. β΄. συντίθει.

[Διοφάντου πρὸς πυρίκαυστα καὶ παρατρίμματα. ἔστι δὲ καὶ τοῦ προσώπου φυλακτικὴ ἀνιεμένη ῥοδίνῳ.] ♃ Λιθαργύρου πεφωγμένου δραχ. β΄. μυελοῦ ἐλαφείου δραχ. ιστ΄. ψιμυθίου πεφωγμένου δραχ. ιβ΄. κηροῦ δραχ. η΄. τερμινθίνης δραχ. η΄. λιβανωτοῦ δραχ. η΄. ἐλαίου κοτ. δ΄. συντίθει κατὰ τρόπον.

[Μάννη, φάρμακον ἐπιτετευγμένον.] ♃ Λιθαργύρου δραχ. ρ΄. ψιμυθίου δραχ. ρ΄. κηροῦ δραχ. ν΄. τερμινθίνης δραχ. κε΄. μάννης δραχ. ιστ΄. σχιστῆς δραχ. μ΄. ἐλαίου κοτ. β΄. S". συντίθει καὶ ἀνελόμενος χρῶ. ἐπιτριβομένων δὲ τῶν λειχήνων ὑφ’ ἧς δηποτοῦν φαρμακείας, μάλιστα δὲ ἐπὶ τῶν ἐκδορῶν χρηστέον τοῖς ὑπογεγραμμένοις.

[Σκευασία Μενεκράτους ἡ διὰ τῆς ἐκδορίου λεγομένη.] ♃ Πίσσης βρυτίας διαυγοῦς ξηρᾶς, ἐξαιρέτου δραχ. β΄ (S'). πιτυΐνης διαυγοῦς λίτραν α΄. καὶ γο γ΄. κηροῦ Ποντικοῦ τὸ ἴσον, χαλβάνης γο γ΄. ὄξους κοτ. α΄. τὰ τηκτὰ ἕψε λαμπροτέρῳ πυρὶ, μέχρις ἀμολύντου, εἶτα ἐπίβαλλε τὴν χαλβάνην, καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίῤῥιπτε κατὰ μικρὸν τὸ ὄξος καὶ κίνει συνεχῶς προσέχων μὴ ἀναζέσῃ, καὶ ὅταν δαπανήσῃς τὸ ὄξος, μετέρα τὸ φάρμακον εἰς θύειαν μεγάλην καὶ τρῖβε φιλοπόνως, ὥστε ἔχειν μήλινον τὸ χρῶμα, εἶτα ἀποθέμενος εἰς δέρμα λευκὸν ἐστυμμένον φύλαττε. ἐπὶ δὲ τῆς χρήσεως, ἐμπλάσας εἰς δέρματα ὅσον ἐξαρκεῖ σκεπάσαι τοὺς πεπονθότας τόπους, ἐπιτίθει καὶ λύων διὰ τρίτης νεαρὸν ἐπιτίθει μέχρις ἡμερῶν ιβ΄. ὡς τέσσαρας εἶναι τὰς ἐπιλύσεις. ἀφίστησι λεπίδας τὸ φάρμακον καὶ λεπτύνει τὰ σώματα καὶ στερεὰ ποιεῖ πρὸς τὰς ἐπιτηδείας ἐκδοράς.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων, πρὸς τὰ ἐν τοῖς γενείοις ἐξανθήματα

καὶ τἄλλα καὶ τὰ συκώδη] Τὰ δὲ ἐπὶ τοῦ γενείου ἐξανθήματα, μύρτα, σίδια, λιθάργυρον, χαλκοῦ ἄνθος, ἴσα σὺν οἴνῳ περίχριε. ἐπὶ δὲ τῶν συκωδῶν τῶν ἐπὶ τοῦ γενείου, λεγομένων δὲ μανταγρῶν, ὑπὸ δέ τινων λειχήνων ἀγρίων, ποιεῖ μὲν καὶ τὰ εὐτονώτερα τῶν πρὸς λειχῆνας, ἔτι δὲ καὶ ψώρας καὶ λέπρας ἀναγραφησομένων, θαυμαστῶς δὲ συμπεφώνηκεν αὕτη. ♃ χαλκάνθου δραχ. α΄. ἐλλεβόρου μέλανος δραχ. α΄. ἀρσενικοῦ δραχ. α΄. κανθαρίδων κοιλίας δραχ. β΄. ἔνιοι δὲ καὶ τριώβολον, λείοις χρῶ μετ’ ἐλαίου ἢ κεδρίας. ἢ ῥοδίνου προσμήχων τὸν τόπον. γίνονται φλύκταιναι, ταύτας ῥήσσων πυρῆνι μήλης ἐπιλέαινε, ὥστε παρεισέρχεσθαι τοῦ φαρμάκου καὶ δάκνειν, εἶτα μετὰ ὥραν πυριάσας κηρωτὴν ῥοδίνην ἐπίῤῥιπτε. τοῦτο μέχρι κατουλώσεως ποιεῖ. ἐὰν δὲ τὸ πρῶτον μὴ κρατῇ, καὶ δὶς καὶ τρὶς κατάχριε. ποιεῖ καὶ λέπραις καὶ λεύκαις καὶ ἀλωπεκίαις καὶ ψώραις ἄκρως.

[Ἡρακλείδου Ταραντίνου ἐκ τῶν πρὸς Ἀντιοχίδα, πρὸς τὰ ἐπὶ τῆς κεφαλῆς καὶ τοῦ γενείου συκώδη οἰδήματα,

κᾄν που ἀλλαχῇ ἐξέχοντα ἕλκη.] Ἐλατηρίου καὶ ἁλῶν ἴσον μίξας χρῶ, ἄνωθεν δὲ ἐπιτίθει λείου σπέρμα ὠμὸν μεθ’ ὕδατος ἢ σῦκα λεπτὰ λεῖα. τῷ δὲ αὐτῷ καὶ πρὸς τὰ φύματα χρηστέον.

4. [Περὶ τῶν ἐν τοῖς ὀδοῦσι παθῶν.] Τῶν ἐν τοῖς ὀδοῦσι παθῶν ἔνια μὲν ἅπασιν ἐναργῶς φαίνεται, καθάπερ ὅταν οὕτω τρηθῶσιν ἢ μελανθῶσιν ἢ ἐκτριβῶσιν, ἢ μήτε τῶν ψυχρῶν ἀνέχωνται μήτε τῶν θερμῶν, ἀλλ’ ἐπ’ ἀμφοτέροις ἢ θατέρῳ μόνῳ συμβαίνῃ τις ὀδύνη. τινὰ δ’ οὐ φαίνεται σαφῶς ἐν αὐτοῖς παθῶν, ὥσπερ ὅταν ὁ πάσχων αὐτὸς αἰσθάνεσθαι φῇ τῆς κατὰ τὸ σῶμα τοῦ ὀδόντος ὀδύνης, ἐν τῷ βάθει γινομένης. ἀντιλέγουσι γὰρ ἔνιοι φάσκοντες ὀστοῦν ὄντα τὸν ὀδόντα, χωρὶς ὀδύνης πάσχειν, ὥσπερ ὅταν τῇ καλουμένῃ ῥίνῃ τὰς ὑπεροχὰς αὐτῶν ἀναγκασθῶμεν πρίζειν ἢ καὶ δι’ ἄλλην τινὰ πρόφασιν, ἣν ὀλίγον ὕστερον ἐρῶ. νυνὶ γὰρ βούλομαι χωρὶς λογικῆς τε καὶ φυσικῆς ἀποδείξεως μαρτυρῆσαι τοῖς φάσκουσιν αὐτὸν ἀλγεῖν τὸν ὀδόντα. καὶ γὰρ κᾀγὼ ἀλγήσας ἀκριβῶς ἑαυτῷ προσεῖχον, ὡς ἂν ἤδη

προακηκοὼς τῆς ἀμφισβητήσεως, ᾐσθανόμην τε σαφῶς, οὐ μόνον ἀλγοῦντος, ἀλλὰ καὶ σφύζοντος τοῦ ὀδόντος, ὁμοίως ταῖς φλεγμονούσαις σαρξὶν, ὥστε με θαυμάζειν εἰ καὶ τοῦτο τὸ πάθος, ὃ καλοῦμεν φλεγμονὴν, ἐν ὀδόντι γενέσθαι δύναται, λιθώδη καὶ σκληρὰν οὐσίαν ἔχοντι. καὶ μέντοι καὶ καθ’ ἕτερον καιρὸν ἀλγήσας ὀδόντα, σαφῶς ᾐσθανόμην οὐκ αὐτοῦ τοῦ ὀδόντος, ἀλλὰ τῶν οὔλων εἶναι τὸ ἄλγημα, φλεγμαινόντων δὲ αὐτῶν, ὡς καὶ χωρὶς τῆς θλίψεως ἀλγεῖν. ἀλλὰ καὶ γειτνιάσει τῶν ὀδόντων σκληρῶν ὄντων, αὐξανομένης τῆς ὀδύνης διὰ τὴν θλίψιν, ὡς ἑκατέρας τῆς αἰσθήσεως πεπειραμένος, ἄλλης μὲν ἐπὶ τοῖς οὔλοις, ἄλλης δὲ ἐπ’ αὐτῆς τῆς τοῦ ὀδόντος οὐσίας, σαφῶς οἶδα καὶ μαρτυρῶ τοῖς λέγουσιν ἀλγεῖν αὐτοὺς τοὺς ὀδόντας ποτὲ καὶ μέντοι καὶ τοῦ καταφυομένου νεύρου τῇ ῥίζῃ τοῦ ὀδόντος ὀδύνην γενέσθαι ποτὲ τοῦ νεύρου, φαντασίαν συγκεχυμένην καὶ ἀδιάρθρωτον τοῖς πολλοῖς φέροντος, ὡς αὐτοῦ ὀδόντος ἀλγοῦντος, εὔλογόν ἐστι. καὶ γὰρ καὶ τούτου σαφῶς ᾐσθόμην
συμβάντος μοι. καὶ τό γε διαμένειν ἔτι μέρος μικρὸν τῆς ὀδύνης ἐξαιρεθέντος τοῦ ὀδόντος ἐπὶ τῇ τοῦ νεύρου ἐγγίνεται φλεγμονῇ, κουφιζομένου μόνον ἐκ τοῦ μηκέτι μήτε τείνεσθαι τῆς πρὸς τὸ τεῖνον ὀστοῦν συμφύσεως ἐλευθερωθὲν ἀναπνοήν τέ τινα σχεῖν καὶ τῶν προσφερομένων ἰαμάτων ψαύειν. οὔτε γὰρ κατὰ ψαῦσιν οὔτε κατὰ διάδοσιν οἷόν τε τὸ φλεγμαῖνον ἰᾶσθαι νεῦρον ἑκατέρωθεν ὑπὸ τῶν φατνίων στεγόμενον, ἔμπροσθέν τε ὑπ’ αὐτοῦ τοῦ ὀδόντος. εἰ δὲ πελιδνοὶ δι’ ὅλης ἑαυτῶν τῆς οὐσίας οἱ ὀδόντες φαίνονταί ποτε γινόμενοι, θαυμαστὸν οὐδέν ἐστι πάσχειν αὐτούς τι καὶ τῇ φλεγμονῇ παραπλήσιον. ἔτι δὲ καὶ μᾶλλον ἄν τις τούτῳ πιστεύσειεν ἐν τῷ τρέφεσθαί τε καὶ σχεδὸν ἐν ἅπαντι τῷ τῆς ζωῆς χρόνῳ τὴν αὔξησιν ἔχειν. ἐναργῶς γὰρ τοῦτο φαίνεται πολλάκις ἐπὶ τῶν ἀντικειμένων ἐξαιρεθεῖσιν ὀδοῦσιν, ὥστε αὐξανομένων μὲν αὐτῶν διὰ παντὸς, ὅσον δ’ αὔξονται τοσοῦτον ἐν τῇ τῶν σιτίων λειώσει τριβομένων. εἰ δὲ ἀδύνατόν ἐστιν αὐξάνεσθαι χωρὶς τοῦ τρέφεσθαι
πάντως που καὶ δυσὶν ὑποκείσονται παθήμασιν ἐναντίοις, ἐνδείᾳ τε καὶ πλεονεξίᾳ τῆς χορηγουμένης αὐτοῖς τροφῆς. ἡ μὲν οὖν ἔνδεια ξηροτέρους τε καὶ ἀτροφωτέρους καὶ διὰ τοῦτο λεπτοτέρους ἐργάζεται. ἡ πλεονεξία δὲ ποιήσειέ ποτε διάθεσιν αὐτοῖς ἀνάλογον τῇ κατὰ σαρκώδη μόρια φλεγμονῇ. ταύτης μὲν οὖν ἰάματα γενήσεται τὸν αὐτὸν ἔχοντα σκοπὸν τοῖς τὰς φλεγμονὰς ἰωμένοις, ὅπερ ἐστὶ κενῶσαι τὴν πλεονεξίαν, τὸ μέν τι διαφοροῦντα, τὸ δὲ ἀποκρουόμενον αὐτῆς. τῆς δὲ δι’ ἔνδειαν τροφῆς λεπτότητος τῶν ὀδόντων ἴαμα μὲν οὐδέν ἐστι, τὸ χαλάσαι δὲ ἀναγκαῖον τηνικαῦτα καὶ σείεσθαι χαλαρωτέρας τῆς ἐγγομφώσεως γενομένης, οὐ μόνον αὐτῶν τῶν ὀδόντων λεπτυνθέντων, ἀλλὰ καὶ τῶν περιεχόντων αὐτοὺς φατνίων. αὕτη μὲν οὖν ἡ διάθεσις ἐπιγίνεται τοῖς γηρῶσιν ἢ πρωϊαίτερον ἢ ὀψιαίτερον, ὥσπερ γε καὶ μᾶλλον καὶ ἧττον· ἣ δ’ ἀνάλογον τῇ φλεγμονῇ ἔχει, μᾶλλον τοῖς νέοις. βοηθητέον οὖν ἐστι καὶ τοῖς γέρουσιν τῇ διὰ τῶν οὔλων βοηθείᾳ. καλοῦνται δ’ οὕτως αἱ ἀντιπεριλαμβάνουσαι τοὺς ὀδόντας σάρκες, ἔνθα πρῶτον
ἀνίσχουσι τῶν φατνίων. αὐτὰς οὖν χρὴ στύφουσι φαρμάκοις εὐτονωτέρας τε καὶ μᾶλλον ἐσφιγμένας περὶ τὸν ὀδόντα ποιεῖν, ὥσπερ καὶ αὐτὰς ὠφελούσας τι τῷ μονίμῳ τε καὶ δυσκινήτῳ διὰ τὴν τῆς ἐγγομφώσεως ἀκρίβειαν γεγονότι. καὶ μὴν καὶ τὰ τρήματα τῶν ὀδόντων ἐξ ἐπιῤῥοῆς ὑγρῶν δριμέων τε καὶ διαβρωτικῶν ἀποτελεῖται, καθάπερ τὰ ἐπὶ τοῦ δέρματος ἕλκη χωρὶς τῆς ἔξωθεν αἰτίας. ἀλλ’ ἐπ’ ἐκείνου μὲν συνεχῶς καὶ πολλοῖς, ἐπὶ δὲ τῶν ὀστῶν σπανιάκις ὅσῳ δυσπαθέστερα δέρματός ἐστι διὰ τὴν σκληρότητα. δῆλον οὖν ὅτι καὶ ἴασις ἔσται τῶν ἀναβιβρωσκομένων σωμάτων, ἀναξηραινομένης τῆς ἐπιῤῥεούσης κακοχυμίας. εἰ μὲν ὀλίγη τις εἴη, τοῖς τοπικοῖς βοηθήμασι διὰ τῶν ξηραινόντων φαρμάκων, ὧν τὴν ὕλην ὀλίγον ὕστερον ἐροῦμεν· εἰ δὲ πλείων, ὅλης τῆς κεφαλῆς τῇ προνοίᾳ, κᾂν αὕτη ποτὲ πάσχῃ, διὰ τὸ σύμπαν σῶμα καὶ τῇ κατ’ ἐκεῖνο θεραπείᾳ. τοὺς δὲ βεβρωμένους ὀδόντας, ὡς ἂν ὑπὸ μαλακότητος τοῦτο πάσχοντας, ἐργάζεσθαι χρὴ σκληροτέρους καὶ δυσπαθεστέρους διὰ τῶν

αὐστηρῶν τε καὶ στρυφνῶν φαρμάκων. καὶ τοὺς πελιδνουμένους δὲ διὰ τῶν ξηραινόντων, ὡς ἂν ἐξ ἐπιῤῥοῆς ὑγρῶν μοχθηρῶν τοῦτο πάσχοντας. ὁμοίως οὖν δέονται θεραπείας τοῖς τετρημένοις.

5. [Περὶ οὔλων θεραπείας.] Οὔλων διὰ φλεγμονὴν ὀδυνωμένων ἄριστόν ἐστι φάρμακον ἔλαιον σχίνινον, εὔκρατον κατὰ θερμότητα διακρατούμενον. ἔστω δὲ νέον, ὡς τό γε παλαιότερον εἰς τοσοῦτον τοῦ νέου φαυλότερον, εἰς ὅσον παλαιότερον. ἐνιστάσθω δὲ τὸ ἀγγεῖον, ἐν ᾧ θερμαίνεται τὸ σχίνινον, ἑτέρῳ μείζονι θερμὸν ἱκανῶς ὕδωρ ἔχοντι. μάλιστα μὲν οὖν ἁρμόττει τοῦτο τῇ φλεγμονῇ τῶν οὔλων, οὐ μὴν κᾂν κατὰ ἄλλο τι μέρος τοῦ τε τὴν γλῶτταν ἀμφιεννύντος ὑμένος ὑπεζωκότος τε σύμπαν τὸ στόμα γένηταί τις ὀδύνη διὰ φλεγμονὴν, ἀνωδυνίας ἐστὶ ποιητικὸν τὸ σχίνινον. ἀποκρούεται γὰρ ἀλύπως ἄνευ τραχύτητος, ἣν ἔχει τὰ πλεῖστα τῶν αὐστηρῶν, διαφορεῖ τε ἀδήκτως, οὗ χρεία μᾶλλον τοῖς φλεγμαίνουσιν. ἔνιοι δὲ τῶν ἰατρῶν κοινῷ τινι χρώμενοι παραλογισμῷ βλάπτουσι τὰ

φλεγμαίνοντα. καὶ χρὴ διασκεψαμένους ἅπαξ ὑπὲρ αὐτοῦ φυλάττεσθαι τοῦ λοιποῦ. νομίζουσι γὰρ εἰ τὰ στύφοντα μόνον ὀνίνησι τὰς φλεγμονὰς ἀποκρούοντα τὸ ἐπιῤῥέον, ἔστι δ’ ὅτε καὶ τοῦ περιεχομένου τι κατὰ τὸ φλεγμαῖνον ἐκθλίβοντα πρὸς τὰς τρεφούσας φλέβας τὸ μόριον, εἰκὸς εἶναι τὸ μᾶλλον στῦφον ὀνήσειν μᾶλλον. οὕτω δὲ καὶ τὸ διαφοροῦν μᾶλλον ὀνήσειν μᾶλλον οἴονται τοῦ μετρίως τοῦτο δρῶντος, οὐκ ἐννοοῦντες ὡς τὸ ἑκάτερον αὐτῶν ἐπιτεταμένον ὀδυνηρὸν γίνεται τοῖς φλεγμαίνουσιν. ὑπὸ μὲν γὰρ τῶν σφοδρῶς στυφόντων ὅμοιόν τι θλάσει πάσχει τὰ μόρια συναγομένης αὐτῶν τῆς οὐσίας βιαίως. ὑπὸ δὲ τῶν δριμέων διαβρώσει τι παραπλήσιον. εἰκότως οὖν τὸ σύμμετρον ἐν ἑκατέρᾳ βέλτιόν ἐστι τῶν ἀμέτρων. ταῦτα μὲν οὖν αὐτάρκως μοι προείρηται. περὶ δὲ τῶν κατὰ τὰς ὀδύνας διαθέσεων ἐφεξῆς ἐρῶ.

[Περὶ τῆς τῶν ὀδόντων ὀδύνης.] Τῶν ὀδυνωμένων ὀδόντων ἄνευ τῆς τῶν οὔλων φλεγμονῆς ἔσθ’ ὅτε μὲν, ὡς

ἔφην, ἐν αὐτῷ τῷ οἰκείῳ σώματι τὴν ὀδύνην, ἔσθ’ ὅτε δὲ ἐν τῷ νεύρῳ συμβαίνει γίνεσθαι. σφοδροτάτων οὖν ἐστι χρεία φαρμάκων, εἴτε ἀποκρούεσθαί τις εἴτε διαφορεῖν ἐθέλοι τὸ τῆς ὀδύνης αἴτιον, ἐάν τε χυμὸς ἐάν τε φυσῶδες ᾖ πνεῦμα. καὶ διὰ τοῦτο τὰ πλεῖστα αὐτῶν δι’ ὄξους σκευάζεται δριμυτάτου. παραγράψω δὲ ἐφεξῆς καὶ τὰ διὰ τῆς ἱστορίας ἡμῖν παραδεδομένα, τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ποιησάμενος.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς ἀλγοῦντας ὀδόντας.] Ἀλγοῦντας δὲ ὀδόντας διακλυζέσθωσαν ὄξει θερμῷ δριμεῖ μετὰ κηκίδος, ἢ ἁλικακάβου ῥίζῃ μετ’ ὄξους καὶ κηκίδος. ἢ δᾳδίοις λιπαροῖς ἀνεζεσμένοις ἐν ὄξει ἢ μυρσίνης κλωνίοις καὶ μετὰ πίσσης ἐν ὄξει χλιαινομένοις, ἢ ὑοσκυάμου τῷ σπέρματι καὶ τοῖς φύλλοις σὺν ὄξει, ἢ κεδρίᾳ ἢ προπόλει ἢ νάρδῳ ἢ στρύχνῳ ἢ τῷ χυλίσματι αὐτοῦ ἢ καππάρει ἢ σκορόδοις ἢ μυρσίνης κλωνίοις ἢ ἐν ὄξει ἀνεζεσμένοις ἢ οἴνου τρυγὶ θερμῇ ἢ πολίου φύλλοις ἢ καὶ αὐτῇ τῇ βοτάνῃ ἢ σικύου ἀγρίου ῥίζῃ ἢ πρασίου, ἕκαστον αὐτῶν σὺν ὄξει μετὰ νίτρου καὶ πεπέρεως ἢ χαμαιλέοντος ῥίζης ὁμοίως

ἢ ὑσσώπῳ ἢ σταφίδι ἀγρίᾳ ἢ πηγάνῳ μετ’ οἴνου, ἢ γλήχωνι μετ’ ὀξυμέλιτος ἢ πλατάνου σφαιρία ἢ ῥόδα ξηρὰ ἕψε ἐν οἴνῳ λευκῷ, μέχρι τὸ τρίτον τοῦ οἴνου λειφθῇ, εἶτα τοῦτο ἔχε ἐν ἀγγείῳ φυλάττων ἐπὶ τῆς χρείας συνεχῶς διακλύζου. ὡσαύτως δὲ καὶ ἡ τῆς πενταφύλλου ῥίζα, ὑπὸ δέ τινων εὐπατορίου λεγομένης καθεψηθεῖσα ἐν οἴνῳ ἢ γλήχωνος ἐπιπολὺ ἑψηθείσης ἀφεψήματι, ἢ κέρας ἐλάφειον ἐν ὀξυκράτῳ ἑψηθὲν ἐπιπολὺ διακλύζου, ἢ κράμβης καυλοὺς τρεῖς καὶ σώρεος δραχ. β΄. ἐν ὄξει ξεστ. α΄, μέχρι τὸ τρίτον λειφθῇ ἑψήσας διακλύζου. ἄκρως δὲ λέγεται ποιεῖν βατράχου ἐν ὄξει καὶ ὕδατι εὖ μάλα ἑψηθέντος τὸ ἀφέψημα ἐπιπολὺ διακρατούμενον ἐν τῷ στόματι. θαυμαστῶς ποιεῖ ἐὰν κυνόδοντα καύσῃς καὶ τρίψῃς, εἶτα σὺν ὄξει θερμῷ ἱκανῶς ἑψήσας διακρατήσῃς, ἢ σίδια καὶ κηκίδα ὄξει ἀναφεψήσας χρῶ, ἢ σκίλλης ὄξει θερμῷ, ἢ σκίλλης τὸ ἐντὸς εἰς λεπτὰ τέμνων λίτραν α΄. καὶ εἰς τὸν ξέστην τοῦ ὄξους βαλὼν εἰς ἄγγος ταρίχευσον ὀνείᾳ κόπρῳ κατορύξας ἐφ’ ἡμέρας λ΄. καὶ χρῶ, ἢ ὀνείῳ γάλακτι διακλύζου, τοῦτο καὶ τοὺς κινουμένους στερεοῖ,
ἢ ἁλικακάβου φλοιοῦ καὶ δᾳδίου ἐναπεσβεσμένου ὄξει διακλύζου, ἐπιπολὺ ἑψηθείσης ἀφεψήματι, ἢ κέρας ἐλάφειον ἐν ὀξυγάρῳ ἐναφεψήσας ἢ ἐν ὄξει διακλύζου, ἢ τιθυμάλλου ῥίζαν ἐν οἴνῳ, μέχρι τὸ ἥμισυ λειφθῇ, ἑψήσας διακλύζου, ἢ ὑοσκυάμου ῥίζαν ὀξυμέλιτι ἑψήσας διακλύζου, ἢ δᾳδίων ξύσματα. σίδια, στυπτηρίαν στρογγύλην ἢ σχιστὴν, ἐν ὄξει ἑψήσας, μέχρι τὸ τρίτον λειφθῇ, διακλύζου χλιαρῷ, ἢ ἑλξίνης ῥίζαν ἐν ὄξει ἑψήσας, μέχρι τὸ τρίτον λειφθῇ, διακράτει. ὅταν δὲ σιέλου τὸ στόμα πληρωθῇ, ἀνοίξας ἔα φέρεσθαι, ἢ σκόροδα καὶ Ἀλεξάνδρινον κάλαμον ὄξει δριμυτάτῳ ἀποζέσας διακλύζου, ἢ ὕσσωπον ἢ θύμον ἢ ὀρίγανον κατ’ ἰδίαν καὶ ὁμοῦ σὺν τῷ ὄξει ἕψων διακλύζου, ἢ πύρεθρον μετὰ ὑσσώπου καὶ κολοκυνθίδος τοῦ ἐντὸς, ὁμοίως ἐν ὄξει καθεψήσας διακράτει πλέονα χρόνον ἐν τῷ στόματι τὸ ὑγρὸν, ἢ οἴνῳ θερμῷ κολοκυνθίδος ἐναποβραχείσης διακράτει πλείονα χρόνον, πολὺ γὰρ φλέγμα ἄγει καὶ κουφίζει τὸν πόνον, ἢ σκορόδων καὶ εὐζώμου σπέρματι καὶ νίτρου ἀφεψήματι, ἢ βατράχιον ἐν οἴνῳ ἑψήσας περικαθάρας τὸν ὀδόντα διακλύζου,

ἢ συκαμίνου, τουτέστι μορέας γάλα εἰς οἶνον ἐκχέας, ὁμοῦ οἰσυπηρὰ ἔρια ἐναπόθλιβε χλιαίνων καὶ δι’ ἐρίων ῥυπαρῶν ἔγχει τῇ μύλῃ. ἀνασπᾷ γὰρ φλέγμα καὶ ἀπόνους ποιεῖ. ἐν τούτοις ἅπασιν ὁ Ἀρχιγένης κατάλογον ἐποιήσατο φαρμάκων τμητικῶν τε καὶ διαφορητικῶν καὶ θερμαινόντων, σπανίως τῶν στρυφνῶν τι μίξας, ὁποῖόν ἐστι φάρμακον ἡ κηκίς. ἅπαξ δέ που κειμένου τοῦ στρύχνου τεθαύμακα περὶ τῆς μίξεως αὐτοῦ κατ’ οὐδένα λόγον ὠφελεῖν δυναμένου, πλὴν εἴπερ ἄρα καθ’ ὃν καὶ τὰ κωλικὰ φάρμακα, τῷ ναρκωτικῷ τῆς ὀδύνης. τί ἂν οὖν ἔτι τῶν εὐπορίστων Ἀπολλωνίου μνημονεύοιμι, περιεχομένων ὀλίγου δεῖν ἁπάντων ἐν τοῖς ὑπ’ Ἀρχιγένους γεγραμμένοις; ἐπεὶ δὲ αὐτὸς ὁ Ἀπολλώνιος ἐνίοις τῶν ὑπ’ αὐτοῦ γεγραμμένων ἐμαρτύρησεν, ὡς παραχρῆμα παύουσι τοὺς πόνους τῶν ὀδόντων, ἄμεινον ἔδοξέ μοι κᾀκεῖνα γράψαι, κατὰ τὴν αὐτοῦ τοῦ Ἀπολλωνίου λέξιν οὕτως ἔχουσαν.

[Ἀπολλωνίου παραχρῆμα παῦον τοὺς πόνους τῶν ὀδόντων.] ♃ Σκορόδων πυρῆνας ε΄. λιβάνου ἄῤῥενος ὀβολοὺς γ΄.

μυρσίνης κλωνία διπάλαιστα δύο, τούτων ἀμέλξας τὰ φύλλα κατ’ ἰδίαν λέανον ὁμοίως καὶ τὰ σκόροδα καὶ τὸν λιβανωτὸν, εἶθ’ ὁμοῦ πάντα ἐμβαλὼν εἰς καινὴν χύτραν καὶ ἐπιχέας ὄξους κοτύλην α΄. ἕψε κινῶν σπάθῃ δᾳδίνῃ, μέχρις οὗ λειφθῇ τὸ ἥμισυ, καὶ οὕτω χλιαρῷ χρῶ. δεῖ δὲ κρατεῖν τὸ ὑγρὸν ἐπὶ τῷ ἀλγοῦντι μέρει πρὸς πλείονα χρόνον, τοῦτο δὲ πρακτέον ἄχρις ἂν τὸ ὑγρὸν δαπανηθῇ. χρήσιμον δὲ καὶ πρὸ τοῦ διακλύσασθαι βαλσάμου ὀπὸν ἢ φλοιὸν ἐπιτιθέναι ἐπὶ τὸν ἀλγούμενον ὀδόντα· εἰ δὲ μὴ, πάνακος ὀπὸν θλάσαντα ἐλαφρῶς ἐᾶσαι τὸ ὑγρὸν ἀποῤῥεῖν.

[Ἐφεξῆς τῶν γεγραμμένων ὁ Ἀρχιγένης ἔγραψε βοηθήματα τετρημένων ὀδόντων ὀδυνωμένων τε καὶ ἀνωδύνων κατὰ τήνδε τὴν λέξιν.] Περιπλάσμασι δὲ καὶ ἐπιθέμασι τοιούτοις τισὶ χρῶ. σῶρυ Αἰγύπτιον ῥητίνῃ τερμινθίνῃ ἀναληφθὲν περίπλασσε καὶ τῷ βρώματι ἐντίθει αὐτὴν, ἢ τὴν διὰ δύο πεπέρεων ἐντίθει, ἀνιεὶς αὐτὴν νάρδῳ ἢ ῥοδίνῳ, μάλιστα δὲ ἀμυγδαλίνῳ, καὶ εἰς τὸ οὖς δὲ τὸ κατ’ αὐτὸ ἔνσταζε, τὸ αὐτὸ ποιεῖ ἄκρως. ἢ θεῖον ἄπυρον μετὰ λυκίου

ἀναλαβὼν εἰς τὸ βρῶμα ἐντίθει, ἢ κηκίδα λείαν ἢ λυκίῳ ἢ ῥητίνῃ τερεβινθίνῃ ἀναλαβὼν περίπλασσε τὸν ἀλγοῦντα περικαθάρας πρότερον, ἢ κόμην γλήχωνος τρίψας ἐντίθει τῷ ὀδόντι. ἐπὶ δὲ τῶν μεγίστων ὀδονταλγιῶν ἄκρως ποιεῖ τοῦτο. ὄφεως γῆρας κατακαύσας καὶ μετ’ ἐλαίου, μέλιτος ποιῶν πάχος στερεοῦ, περικαθάρας περίπλασσε καὶ τὰ κύκλῳ πάντα περίχριε καὶ τοῖς βρώμασιν ἐντίθει, ἢ προσπίεζε τῷ γήρᾳ μὴ κεκαυμένῳ τοὺς ὀδόντας, καὶ ἐκπίπτουσιν. ἢ γῆς ἔντερα φρύξας ἔμπασον εἰς τὸ βρῶμα περικαθάρας, ἢ ὠὰ ἀραχνίων ἀνιεὶς μύρῳ ναρδίνῳ ἐντίθει, ἢ μελάνθιον φρυγὲν μετ’ ἐλαίου περίπλασσε καὶ μικρὸν μύσας ἀποφλεγματίζου, ἢ πεπέρεως ἢ κάγχρυ ὀπίῳ ἀναλαβὼν ἐντίθει εἰς τὸ βρῶμα. ἐπὶ δὲ τῶν ὡσανεὶ ἐν φλεγμονῇ νίτρον ἐρυθρὸν καὶ Περσαίων ὀστέων τὸ ἐντὸς ἑνώσας ῥητίνῃ ἀναλάμβανε καὶ περίπλασσε τὸν ὀδόντα καὶ ἔα ἕως ἂν ἀποτακῇ. ἐπὶ δὲ τοῦ βρώματος πεπέρεως καὶ νίτρου ἀφρὸν καὶ χαλβάνην σὺν μέλιτι ἐπιτίθει, ἢ γλοιῷ μετὰ πεπέρεως ὁμοίως, ἢ πύρεθρον μετὰ σμύρνης,

ἢ ὀπὸν Κυρηναϊκὸν καὶ πέπερι ἴσα μετὰ χαλβάνης, ἢ μελάνθιον καὶ σκορόδου τὸ ἥμισυ καὶ ἁλὸς ὀλίγον συλλεάνας περίπλασσε, ἀπόνους ποιεῖ. ἢ σίλφης τῆς κεφαλῆς δεούσης τὸ στῆρ σὺν ῥοδίνῳ θερμάνας εἴς τε τὸ οὖς ἔνσταζε καὶ εἰς τὸ βρῶμα ἐντίθει, ἢ κηκίδα λείαν μετὰ κεδρίας χρῶ, ἢ εἰς τὸ κατὰ τὸν ἀλγοῦντα οὖς σησαμέλαιον ἐναφεψημένων αὐτῷ γῆς ἐντέρων ἔγχει. αὐτῷ δὲ τῷ ἀλγοῦντι ὑοσκύαμον δακνέτωσαν, ἢ κισσοῦ λευκοῦ κορύμβους ε΄. μετὰ ῥοδίνου τρίψας καὶ ἐν σιδίῳ χλιάνας ἔνσταζε, δεύτερον καὶ τρίτον τῆς ἡμέρας εἰς τὸ κατὰ τὸν ἀλγοῦντα οὖς. καὶ αὐτὸς δὲ ὁ καρπὸς μετ’ οἴνου λεῖος ἐπιχριόμενος ἐπὶ τὸν ὀδόντα ὠφελεῖ. τούτων ἐφεξῆς ὁ Ἀρχιγένης καὶ τάδε γράφει. ἄκρως γὰρ ποιεῖ καὶ αἱμασσομένοις οὔλοις ὑγρὰ στυπτηρία μετὰ τοῦ διπλοῦ ἀλόης προσάπτου ἢ σχιστῇ καὶ μυρσίνῃ λειοτάτοις παράτριβε. στυφθέντων δὲ μέλιτι χρῖε, ἢ Περσαίων τῶν μαχαιρίων μέρη δύο, σμύρνης μέρος ἓν περικαθάρας ἔνθες, ἄπονον ποιεῖ. τοῖς δὲ τεθραυσμένοις καὶ ἀλγοῦσιν ὀδοῦσιν καυτήριον ἐπιτίθει πυρώσας.

[Περὶ ἀποφλεγματισμῶν.] Ἐφεξῆς τῶν προγεγραμμένων ὁ Ἀρχιγένης οὕτως ἔγραψεν. ἀποφλεγματισμοὶ δὲ ἄριστοι τοῖς ὀδονταλγοῦσιν· σταφὶς ἀγρία διαμασηθεῖσα ἰδίᾳ καὶ μετὰ γλήχωνος ἢ κηκίδος τὸ ἔνδοθεν μέλαν, δακέτω τῷ ἀλγοῦντι ὀδόντι καὶ ἔα ἀποῤῥεῖν. εἰς δὲ τὸ ἀντικείμενον οὖς ἔνσταζε κισσοῦ δύο κορύμβους μετὰ ῥοδίνου λελεασμένους, ἢ μυρίκης καρποῦ δραχμὰς β΄. ἀφρονίτρου δραχ. α΄. στυπτηρίας ὀλίγον, σκορόδων πυρῆνας ε΄. μυρσίνης φύλλα ὀλίγα, σὺν ὄξει κινῶν σπάθῃ δᾳδίνῃ, ἕψε μέχρι ἡμίσεος καὶ δίδου διακλύζεσθαι καὶ διακρατεῖν, εἶτα χαίνοντες ἐάτωσαν ῥεῖν τὸ φλέγμα, καὶ μετὰ τοῦτο ῥοδίνῳ ἐλαίῳ διακλυσάμενοι πτισάνην δίδου ῥοφῆσαι. ἐὰν δέ τινα ἐκ τοῦ διακλύσματος περὶ στόμα ἑλκωθῇ, κρόκῳ καὶ ῥόδων χυλῷ διάχριε.

[Περὶ πυριῶν.] Πυρίαι δὲ ποιοῦσι πρὸς ὀδονταλγίαν, ἔξωθεν μὲν αἱ δι’ ἁλὸς πεφρυγμένου ἢ κέγχρου εἰς μαρσύππους ἐμβεβλημένων ἢ καὶ διὰ ῥυπαρῶν ῥακίδων εὖ μάλα θερμανθέντων, ἢ καὶ ἐπιθέματα διὰ τῶν χωρὶς ὑδάτων, ὡς

τὰ δι’ ὠμῆς λύσεως, εἴτε κρίθινον εἴτε λινόσπερμα. αὐτοῦ δὲ τοῦ ἀλγοῦντος ὀδόντος πυρίᾳ οὕτω χρηστέον. ὀριγάνου ξηροῦ κλώνιον εἰς ζεστὸν ἔλαιον βάπτων, τῷ πονοῦντι ὀδόντι ἄνωθεν ἐπέρειδε, ἢ κίκεως καυλὸν ὁμοίως, ἢ σταφίδα ἀγρίαν εἰς ὀξύ τι αὐτὴν πήξας, ἢ κηρὸν ἐπιτιθεὶς τῷ ἀλγοῦντι ὀδόντι, πυρῆνι μήλης θερμοτάτῳ προσάπτου συνεχῶς, ἢ ὀποπάνακα καὶ ὀπὸν πευκεδάνου, ἴσα ἑνώσας ὀθονίῳ ἔνδησον καὶ εἰς ζεστὸν ἔλαιον τῆξον. ὅταν δὲ ἄρξηται ζέειν τὸ φάρμακον, ἐπιτίθει τῷ ὀδόντι καὶ προσπίεζε μύλῃ, χρῶ πρωῒ καὶ δείλης καὶ καθὸ εἶπον, συμπυρία ἐκτός τε καὶ ἐντὸς πρὸ τροφῆς. καὶ μετὰ τροφὴν μὴ πολὺ λίαν διαστησάντων ἀπὸ τροφῆς χρῶ. εἶδος δὲ πυρίας ἐστὶ καὶ τὸ τοιοῦτον, εὖ μάλα περικαθάρας τὸν ὀδόντα καὶ σκεπάσας τὸν πάσχοντα, ἀναγκάσας τε χαίνειν ὑποθυμία ὑοσκυάμου σπέρματι. εἰ δὲ πρὸς μηδὲν τῶν προγεγραμμένων εἴκει, ἔγκειται δὲ ἰσχυρῶς ὁ πόνος, λεπτῷ τρυπάνῳ τρήσας τὸν ὀδόντα, χρῶ τοῖς εἰρημένοις βοηθήμασιν, εἴωθε γὰρ μᾶλλον οὕτως

ὠφελεῖν. εἰ δὲ μηδ’ οὕτως ὑπακούει καὶ δόξειεν ἀρθῆναι τὸν ὀδόντα, ἀπόνως ἀρθείη φαρμάκῳ συμφωνοῦντι λίαν τῷδε. πύρεθρον δριμυτάτῳ ὄξει ἐφ’ ἡμέρας μ΄. ταριχεύσας τρῖψον καὶ ἀπόθου. ἐπὶ δὲ τῆς χρείας τοὺς λοιποὺς κηρώσας καὶ ἀσφαλισάμενος αὐτόν τε τὸν ἀλγοῦντα περικαθάρας περίπλασον τῷ φαρμάκῳ, εἶτα διαστήσας ὥραν ἔκλυσον τοῖς δακτύλοις ἢ γραφείῳ ἀνάλαβε, ἢ σῶρυ μετ’ ὄξους δριμυτάτου ἐπὶ πολλὰς ἡμέρας κατάπλασσε, καὶ ἐκπεσεῖται. ἢ μολύβδαιναν λείαν κηρωτῇ ἀναληφθεῖσαν ἐπίθες. ἐξάγει σφοδρῶς τιθυμάλλου ὀπὸς καὶ σῶρυ μετὰ χαλβάνης καταπλασσόμενα.

[Περὶ τῶν ὑπ’ Ἀπολλωνίου γεγραμμένων ἐν τῷ πρώτῳ τῶν εὐπορίστων.] Πρῶτον μὲν αὐτῶν κεφάλαιόν ἐστι τὰ πρὸς ὀδονταλγίας διακλύσματα, μηδὲν ἔχοντα πλέον τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων. δεύτερον δὲ πρὸς ὀδόντας βεβρωμένους ἐπαλγεῖς, ἐπιθέματα καὶ ἐμπλάσματα. τρίτον ἐπὶ τούτοις πυρίαι καὶ καύσεις, πρὸς ὀδονταλγίας. τέταρτον ὑποθυμιάματα πρὸς τοὺς πόνους τῶν ὀδόντων. πέμπτον ὀδοντικὰ

διαμασήματα καὶ καθαρτικά. καὶ πρὸς τούτοις ἕκτον ἀναγαργαρίσματα πρὸς ὀδονταλγίας. ἕβδομον δὲ κεφάλαιον ἔγραψε πρὸς ὀδονταλγίας ἐγχύματα εἰς τὸ οὖς, ὧν οὐδενὸς μνημονεύειν ἔτι ἠξίωσα τῷ βουλομένῳ παραναγινώσκειν τὸ βιβλίον, οὐ πάνυ τι τῶν δυσπορίστων ὑπάρχον. ἐγὼ δὲ τοῖς ὑπ’ Ἀρχιγένους γεγραμμένοις ἠρκέσθην, ἐφεξῆς δὲ γράψαντος τοῦ Ἀπολλωνίου ἔγχυτα εἰς τὴν ῥῖνα ἔδοξέ μοι προσθεῖναι.

[Πρὸς ὀδονταλγίας ἐγχύματα εἰς τὴν ῥῖνα, ὡς Ἀπολλώνιος ἐν τῷ πρώτῳ τῶν εὐπορίστων.] Σεύτλου ῥίζης τὸν χυλὸν αὐτὸν καθ’ ἑαυτὸν ἐγχυμάτιζε εἰς τὴν ῥῖνα καὶ λύσεις τοὺς πόνους τῶν ὀδόντων. κυμίνου ὅσον τοῖς τρισὶ δακτύλοις καὶ σμύρνης ὅσον κύαμον καὶ σικύου τὸ ἐντὸς ὅσον διπλάσιον, τρίψας καὶ γάλακτι γυναικὸς μίξας ἀνάπλασον κολλύρια καὶ ἔνθες εἰς ἑκάτερον τῶν μυκτήρων, εἶθ’ οὕτω κέλευσον ἀνασπᾷν, ἐφ’ ὅσον ἄν τις διέλθοι στάδια πέντε, εἶτα ἐκμάξασθαι τὸ φάρμακον τοῦτο καὶ πρὸς ὠταλγίαν ποιεῖ.

[Πρὸς τὸ μὴ κόπτεσθαι τοὺς βεβρωμένους ὀδόντας

μηδὲ ποιεῖν δυσωδίαν.] Ἐλλεβόρου μέλανος ἡλίκον ὄροβον ἐν μέλιτι ἑφθῷ ἐντίθει.

Πρὸς ὀδόντας μεμελασμένους.] Ὄστρακον καλλάϊνον ὀπτήσας καὶ λεάνας παράτριβε τοὺς ὀδόντας, οὕτω δὲ οὖλα κρατύνει. ἄλλο. ἅλα ὀρυκτὸν μέλιτι φυράσας ὄπτησον ἐπικληματίσι καὶ τρίψας μῖξον σμύρνης βραχὺ καὶ χρῶ παραπλησίως. ἄλλο. ♃ γλήχωνος μέρος ἓν, ἁλὸς τὸ ἴσον, ταῦτα φυράσας ὕδατι ὄπτησον ἐν τῷ αὐτῷ, ἕως ἄνθραξ γένηται καὶ λεάνας ἀπόσμα τοὺς ὀδόντας. ἄλλο. ἰσχάδας κατακαύσας καὶ τρίψας νάρδου βραχὺ καὶ μέλιτι διεὶς χρῶ. τοῦτο καὶ οὖλα συστέλλει. ἄλλο. ἄλφιτον φυράσας ἐν ὄξει δριμυτάτῳ κατάκαυσον καὶ λεάνας παράτριβε τοὺς ὀδόντας, τοῦτο καὶ τὰ οὖλα κρατύνει. ἄλλο. ♃ ἀλαβάστρου κεκαυμένου δραχ. η΄. κισσήρεως κεκαυμένου δραχ. δ΄. ἁλὸς πεφρυγμένου δραχ. γ΄. λεάνας ὡσαύτως χρῶ. διακλύσματι δὲ χρηστέον ἀπὸ τούτων, οἴνῳ εὐώδει ἀποβεβρεγμένης ἐν αὐτῷ πρὸ χρόνου πλείονος ἴριδος ξηρᾶς.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς ὀδόντας ἐν

τῷ πρώτῳ τῶν ἐντός. Ἡρακλείδου Ταραντίνου πρὸς σειομένους ὀδόντας.] Χρηστέον τῇ Κυπρίᾳ σποδῷ παραστέλλοντας τὰ οὖλα καὶ φλόμου ταῖς ῥίζαις ἑψημέναις, ἔπειτα ἀποπλύνειν ὕδατι ἢ μυρσίνης ἢ βάτου ἢ δάφνης, ἔπειτα τῇ σποδῷ παραψάμενος ἡσυχάζειν κελεύειν. ἄλλο. ♃ ἐλλεβόρου μέλανος χειρόπληθες, μανδραγόρου τῆς ῥίζης δραχ. δ΄. ὑοσκυάμου τῆς ῥίζης δραχ. δ΄. βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ οἴνου Χίου κοτύλας γ΄. ἢ Κώου ὡς βελτίστου ἕψε ἐπ’ ἀνθρακιᾶς μεγάλης, ὑπολειφθείσης δὲ τῆς ἡμισείας χυλίσας τὸ ὑγρὸν, δίδου ἐν τῷ στόματι διακρατεῖν.

[Ξηρὸν πρὸς σειομένους ὀδόντας.] ♃ Τερμίνθου καρποῦ πεφρυγμένου δραχ. η΄. στυπτηρίας σχιστῆς κεκαυμένης δραχ. η΄. βαλαυστίου δραχ. β΄. κηκίδων δραχ. α΄. κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. λείοις χρῶ. ἄλλο. ♃ κέρατος ἐλαφείου κεκαυμένου δραχ. η΄. ῥοῦ ἐρυθροῦ δραχ. δ΄. ὀμφακίου δραχ. β΄. βαλαυστίου δραχ. δ΄. πίτυος φλοιοῦ δραχ. α΄. σμύρνης Ἀμιναίας δραχ. α΄. λείοις χρῶ.

[Διάκλυσμα πρὸς μυλαλγίας.] Σμυρνίου τὰς ῥίζας ἕψε μετ’ ὀξυμέλιτος καὶ τὸ ὑγρὸν διυλίσας δίδου ἐν τῷ

στόματι κρατεῖν. ἄλλο. λαπάθου ἀγρίου ῥίζας καὶ πλατάνου σφαιρία ἕψε μετ’ ὀξυμέλιτος καὶ δίδου καθὰ προείρηται.

[Διαμασήματα πρὸς μυλαλγίας.] ♃ Κάγχρυος δραχμὰς β΄. ὀριγάνου δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. α΄. σμύρνης δραχ. α΄. σταφίδος γνησίας ἢ τῆς ἄλλης λιπαρωτάτης ξεστ. S". τὴν σταφίδα κόπτε φιλοπόνως· τὸ δὲ σμύρνιον μέλιτι διαλύσας, τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ ἐπίβαλλε τῇ σταφίδι καὶ τῇ σμύρνῃ καὶ μίξας ποίει μαλαγματῶδες· ἐν δὲ τῇ χρήσει δίδου καρύου Ποντικοῦ τὸ μέγεθος διαμασᾶσθαι. ὑγρῶν δὲ συναγομένων τὸν κάμνοντα κεχηνέναι δεήσει καὶ κάτω νεύειν, ὥστε τὸ ὑγρὸν εὐχερῶς ἀποῤῥεῖν. μετὰ δὲ τὴν χρῆσιν τοῦ φαρμάκου οἴνῳ προσκλύζεσθαι παραίνει. ἄλλο. ♃ σταφίδος λιπαρᾶς χωρὶς τῶν γιγάρτων ξεστ. S". πεπέρεως λευκοῦ ὀξύβαφον, κόκκου κνιδίου δραχ. β΄. ναρδοστάχυος δραχ. β΄. κασσίας δραχ. α΄. πυρέθρου δραχ. β΄. σμύρνης δραχ. β΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

[Πρὸς βεβρωμένους ὀδόντας φυλακτικόν. τούτῳ

χρησάμενος διετήρησα βεβρωμένους ὀδόντας ἀνωδύνους.] Ζίγγιβερ ἕψε μετ’ ὀξυμέλιτος καὶ τρίψας ἐπιμελῶς ἐντίθει εἰς τὸ τρῆμα καὶ περίπλαττε ἔξωθεν. ἄλλο. κισσοῦ δάκρυον χαλβάνῃ μίξας ἢ ὀπῷ τιθυμάλλου ἢ συκῆς ἀγρίας διαλύσας χρῶ ὡς προείρηται.

[Ἄλλο ἀνώδυνον πρὸς περιωδυνῶντας καὶ βεβρωμένους ὀδόντας. ἔστι δὲ καὶ βηχικὸν ἀγαθόν.] ♃ Ὀποῦ μήκωνος δραχ. β΄. πεπέρεως λευκοῦ κεκομμένου καὶ σεσησμένου δραχ. α΄. σμύρνης δραχμὰς β΄. στύρακος δραχ. β΄. χαλβάνης δραχ. α΄. γλυκέος εἰς ἀνάληψιν ὅσον ἀρκεῖ, κόπτε ὁμοῦ καὶ ἀνάπλαττε καταπότια καὶ περίπλαττε τὸν ὀδόντα καὶ ἐντίθει τῷ βρώματι. ἄλλο. ♃ ὑοσκυάμου χυλοῦ δραχ. β΄. σμύρνης δραχμὰς β΄. ὀπίου δραχ. β΄. χαλβάνης δραχμὰς β΄. στύρακος δραχ. β΄. ζιγγιβέρεως δραχμὰς β΄. πεπέρεως δραχ. α΄. ὀποῦ Συριακοῦ τὸ ἴσον, γλυκέος ὅσον ἐξαρκεῖ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

[Μυλικὴ ἀγαθὴ, ἐπὶ πολλῶν θαυμασθεῖσα.] ♃ Ἐλαίας δακρύου δραχ. α΄. σμύρνης δραχμὰς β΄. ἐλλεβόρου μέλανος δραχ. α΄. ὀποβαλσάμου σπέρματος δραχμὴν μίαν, στύρακος δραχ. α΄. πεπέρεως

δραχμὴν μίαν, ὑοσκυάμου δραχμὴν μίαν, μηκωνείου δραχ. α΄. καστορίου τετρώβολον, χαλβάνης δραχμὰς στ΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. α΄. ὀποῦ καρπάσου δραχ. α΄. πάνακος δραχ. α΄. σαγαπηνοῦ τετρώβολον, πυρέθρου τετρώβολον, σταφίδος ἀγρίας δραχ. β΄. κεδρίας τὸ αὔταρκες, ὥστε ἐμπλαστρῶδες γενέσθαι. ἄλλο. ♃ θείου ἀπύρου δραχ. δ΄. ἀσφάλτου δραχμὰς β΄. ἀμόργης ἐλαίου δραχ. δ΄. πίσσης ὑγρᾶς δραχμὰς η΄. κεδρίας δραχμὰς ιβ΄. πεπέρεως μακροῦ δραχμὰς δ΄. ὀπίου δραχμὰς δ΄. πυρέθρου δραχ. δ΄. σταφίδος ἀγρίας δραχ. α΄. ἐλλεβόρου μέλανος δραχ. α΄. κόκκου Κνιδίου δραχ. α΄. ὀποπάνακος δραχ. α΄. πίσσης ξηρᾶς λίτραν μίαν. ὄξει ἀναλάμβανε τὰ ξηρὰ, εἶτα ἐπίβαλλε τὰ τηκτὰ καὶ ἀνελόμενος χρῶ, περιπλάττων τὴν μύλην τῷ φαρμάκῳ.

[Πρὸς τοὺς ἐῤῥωμένους ὀδόντας, ὥστε ἀπόνως σαλεύεσθαι.] Πύρεθρον εἰς ὄξος βαλὼν, ἔα ἐπὶ ἡμέρας γ΄ ἢ δ΄. ἔπειτα τρίψας ἐπιτίθει τῷ πεπονθότι ὀδόντι, φυλαττόμενος τοὺς παρακειμένους ὀδόντας. δεῖ δὲ περικαθαίρειν ἐπιμελῶς καὶ τότε περιπλάττειν τὸ φάρμακον καὶ τοῦτο ποιεῖν ἐπὶ δύο

ἢ τρεῖς ἡμέρας, οὕτω γὰρ ἀπόνως σαλεύεται. ἄλλο. ♃ σικύου ἀγρίου τὰς ῥίζας, τοῦτο σκευάσας, ὥσπερ τὸ πύρεθρον, χρῶ καθὰ προείρηται.

[Περὶ τῶν σειομένων ὀδόντων καὶ τῶν ἐξεχόντων.] Εἴρηται μέν μοι καὶ πρόσθεν, ὡς διὰ γεροντικὴν ἡλικίαν ἔνιοι σείονται ξηραινόμενοι, βραχεῖαν ἐκ τῶν συναγομένων οὔλων φαρμάκοις στύφουσι βοήθειαν ἔχοντες, εἰρήσεται δὲ καὶ νῦν ὅπως ἔνιοι πληγέντες ἐσείσθησαν. εἰσὶ δὲ οἳ καὶ χωρὶς πληγῆς, ἐφ’ ὧν τεκμαίρομαι διαβρεχόμενον ὑγρότητι πολλῇ τὸ καταφυόμενον εἰς τὰς ῥίζας αὐτῶν νεῦρον χαλᾶσθαι καὶ διὰ τοῦτο τοῖς ξηραίνουσι φαρμάκοις θεραπεύεσθαι. ἐπεὶ δὲ προπετεστέρους τῶν ἄλλων ἑώρων τοὺς σειομένους ὀδόντας γινομένους, καὶ μάλιστα ὅταν ἐκ πληγῆς πάθωσιν, ἔδοξέ μοι ῥινᾷν αὐτῶν τοσοῦτον, ὅσον ὑπὲρ τοὺς ἄλλους ἐστὶν, ὅπως μὴ προσκρούσωσι τοῖς ἀντιτεταγμένοις ἐν τῷ διαλέγεσθαι καὶ μασᾶσθαι. εὑρὼν δὲ καὶ τὴν πεῖράν μοι μαρτυρήσασαν σιδήριον ἐποίησα ῥινίον, ὡς ἐνεργεῖν

ταχέως. αἱ γὰρ πολλαὶ παραγωγαὶ σείουσι τὸν ὀδόντα δεόμενον ἀκινησίας, εἰ μέλλοι παγήσεσθαι. ποτὲ μὲν οὖν ἐξοχαί τινες ἀνώμαλοι φαίνονται τῶν ὀδόντων κατά τινα μέρη ῥινήσεως δεόμεναι, ἔσθ’ ὅτε δὲ καὶ ὁμαλὲς ἔχουσαι τὸ πέρας ὁμαλοῦς καὶ τῆς ῥινήσεως δέονται. χρὴ δὲ περιθέντα τοῖς οὔλοις ἄχρι τῆς ῥίζης τῶν ὀδόντων ὀθόνην μαλακὴν, εἶτα περιλαμβάνοντα πράως τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς, ἀσφαλῶς τε ἅμα καὶ ἀθλίπτως, ὅπως μὴ σείοιτο ῥινώμενος, οὕτως ἐπιχειρεῖν τῇ χειρουργίᾳ. ἐὰν δὲ ἀλγήματος αἰσθάνηται ἐν τῷ παράγεσθαι τὴν ῥίνην καὶ μὴ διακρατεῖσθαι σφοδρότερον τοῖς δακτύλοις τὸ πεπονθὸς, παύεσθαι μὲν ἐν τῷ παραυτίκα, προσενεγκόντα δὲ ἐν τῷ μεταξὺ τῶν ῥηθησομένων τι φαρμάκων αὖθις ἐπιφέρειν, ὡς εἴρηται, βραχύ τε διαστήσαντα μέχρι τοῦ κατὰ τὸν ὀδόντα πέρατα ἀποτρῖψαι, καὶ τοῦτο ποιεῖν οὐ τῇ πρώτῃ μόνον ἡμέρᾳ δίς που καὶ τρὶς, ἀλλὰ τῇ δευτέρᾳ προστάξαντα τῷ πάσχοντι μήτε διαλέγεσθαί τι μήτε σκληρὸν ἔδεσμα προσφέρεσθαι, χρῆσθαι δὲ

τροφῇ χυλῷ πτισάνης καὶ ῥοφήματι τῷ ἐκ χόνδρου καὶ ἄρτῳ διαβρόχῳ καὶ τοῖς οὕτω μαλακοῖς. ἡ δὲ τῶν ὠφελούντων τοὺς σειομένους ὕλη τοιάδε τίς ἐστι.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς σειομένους ὀδόντας κρατυντικά.] Τοὺς δὲ σειομένους ὀδόντας στῆσαι θέλων, σμύρνης, πομφόλυγος, στυπτηρίας σχιστῆς, ἀμύλου ἴσα λείοις προσάπτου. ἢ ἐλαιῶν λευκῶν χυλὸν καὶ πήγανον μέλιτι μίξας παράτριβε, εἶτα περίπλασσε νάρδῳ μετὰ στυπτηρίας ὑγρᾶς. ἢ στρογγύλῃ στυπτηρίᾳ μεθ’ ἁλὸς διπλοῦ τοῖς ὀδοῦσι περίπλασσε. ἢ σχιστῆς καὶ μίσυος ἴσα μετὰ κεδρίας, πάχος ὑγρᾶς κηρωτῆς περίχριε τοὺς ὀδόντας καὶ ἔα ἀποῤῥεῖν φλέγμα, εἶτα διακλυζέσθω ὀνείῳ γάλακτι θερμῷ ἢ ὄξει ἢ οἴνῳ ἐναφεψημένων σιδίων καὶ κηκίδος.

[Πρὸς τοὺς ἠσθενηκότας ὀδόντας ἢ μύλας.] Μέλι, κηρὸν, ἴσα ἐν ἡλίῳ θερμῷ ὕδατι ἀνιεὶς, πίσσης τὸ ἥμισυ πρόσμιξον, καὶ ποιήσας ἐμπλαστρῶδες, δίδου διαμασᾶσθαι. ἐὰν δὲ ᾖ ξηρὸν, βραχὺ ἔλαιον πρόσμιξον· ἄκρως ποιεῖ καὶ ἡ Χία

μαστίχη μασωμένη. πρὸς αἱμωδίαν. ἐπὶ δὲ αἱμωδίας ἀνδράχνην διαμασάσθωσαν ἢ ἔλαιον θερμὸν διακρατείτωσαν.

[Περὶ δὲ τῶν ὀδοντοφυούντων ἔγραψεν ὁ Ἀρχιγένης.] Περὶ δὲ τῶν ὀδοντοφυούντων βρεφῶν, ἐὰν ὦσιν ἐπαλγεῖς, κυνείῳ γάλακτι τὰ οὖλα περίχριε. ἢ λαγωοῦ ἐγκεφάλῳ, ἐὰν χρίσῃς τὰ οὖλα βρέφους, ταχέως ὀδοντοφυεῖ.

[Περίαπτα δὲ ἀντιπαθῆ ὀδοῦσιν, ἃ δοκεῖ πιστευθῆναι, τάδε.] Ἐὰν ὀδονταλγοῦντι βατραχίου φύλλα ἐπὶ τοῦ κατὰ τὸν ἀλγοῦντα βραχίονος ἐπιθῇς, ἀπόνους μὲν ποιεῖ, ἑλκοῖ δὲ τὸν βραχίονα, ὃν θεραπεύσεις ὡς προσήκει. ἐὰν δὲ ὀδοντοφυοῦν παιδίον ἀλγήματα ἔχῃ, τὸ τοῦ παλαιοῦ κοχλίου κέρας ἐνδήσας δέρματι περίαπτε.

[Περὶ οὔλων πόνων.] Οὔλων πονούντων διακλύσματα μὲν ποιεῖ σχεδὸν τὰ καὶ πρὸς ὀδονταλγίαν γεγραμμένα, πλὴν ἰδιαίτερον ποιεῖ ὄξος, ἀπεζεσμένης ὑοσκυάμου ῥίζης. τὰ δὲ φλεγμαίνοντα οὖλα στυπτηρίαν μεθ’ ἁλὸς τετάρτου μέρους λείοις προσάπτου, μετὰ δὲ τὸν δηγμὸν οἴνῳ ἢ ἐλαίας

φύλλων ἀφεψήματι διακλυζέσθωσαν. ἐπὶ δὲ τῶν ῥευματιζομένων καὶ περιβιβρωσκομένων μετὰ ἐξοιδήσεώς τε καὶ ὀδύνης καὶ ὑπονεμομένων ἄκρως ποιεῖ ἡ πυρία. πυριᾷν δὲ μηλωτίδι ἔριον περιδήσας, εἰς ζεστὸν ἔλαιον ἀπόβαπτε καὶ πρόσαγε τοῖς οὔλοις ἕως ἐξομαλισθῇ καὶ λευκὰ τὰ κύκλῳ γένηται. οὕτω γὰρ ἵσταται ἡ νομὴ καὶ ἐξ ὑγιοῦς τῆς σαρκὸς τὸ περιβρωθὲν τρέφεται. μετὰ ταῦτα δὲ χρῶ προστρίμμασι καὶ τοῖς ἀναγεγραμμένοις περὶ ὀδόντων. ἰδίως δὲ συμφωνεῖ κηκὶς λειοτάτη, ὀξύβαφον μετὰ σμύρνης ὡς κυάθου τὸ μέγεθος, χρῶ λείοις ξηροῖς. ἐὰν δὲ ἐκφυόμενος ὀδοὺς δυσχερῶς ἀναστέλλῃ καὶ διακεντῇ τὸ οὖλον, κύπρον μετὰ βουτύρου καὶ μύρου σουσίνου χρῖε κατὰ τὴν ἔκφυσιν. περὶ ἐπουλίδων. ἐπὶ δὲ τῶν ἐπουλίδων προσάπτου χαλκάνθῳ καὶ μυρσίνῳ ἴσοις μετ’ ὀλίγης σχιστῆς. ποιοῦσι δὲ καὶ αἱ πλείους τῶν ἀνθηρῶν.

[Προφυλακτικὰ ὀδόντων.] Καὶ τὰ προφυλακτικὰ δὲ τῶν ὀδόντων τῆς ἀλγηδόνος Ἀρχιγένης οὕτως ἔγραψε κατὰ

λέξιν. ἐπὶ δὲ τῶν περὶ τοὺς ὀδόντας ἀλγημάτων φυλακτικὰ μὲν ἁρμόζει τὰ τοιαῦτα, τιθυμάλλου ῥίζας ἑψήσας ἐν οἴνῳ μέχρι ἡμίσεος, δὶς τοῦ μηνὸς διακλύζου καὶ οὐδέποτε ἀλγήσεις. καλῶς διατηρεῖ ἀπόνους καὶ ἰσχυροὺς τοὺς ὀδόντας, ἐὰν κύαμον Αἰγύπτιον δίχα τοῦ ἐντὸς πικροῦ λεῖον ποιῶν, παρατρίβῃς τοὺς ὀδόντας καὶ τὰ οὖλα ἅπαξ τοῦ ἔτους. ἢ σχιστῇ μετ’ ὀλίγης σμύρνης παράτριβε καὶ οὐδέποτε βρωθήσονται. ἐὰν δὲ ἀποστύφῃ, μέλιτι χρῶ. ἢ ἀρκευθίδας λεπτὰς καὶ κυπαρίσσου φύλλων τὸ ἴσον, κηκίδος ὀλίγον σὺν μέλιτι ἑφθῷ δραχμιαίους τροχίσκους ποιήσας χρῶ, προδιαμασῶ καὶ ἐπιδιακλύζου οἴνῳ εὐώδει. ἢ ἴρεως Ἰλλυρικῆς καρύου Ποντικοῦ μέγεθος διαμάσησαι καὶ ὁμοίως διακλύζου. ἢ προσμίξας ἁλσὶν ὀμφακίνην κηκίδα ἐν οἴνῳ εὐώδει ἑψημένην διαμασῶ. ἄριστα δὲ ποιεῖ πρός τε φυλακὴν ἀλγημάτων ῥῶσίν τε τῶν οὔλων καὶ τῶν ὀδόντων, ἔτι δὲ εὐπρέπειαν καὶ τὰ ὑπογεγραμμένα σμήγματα. ἔρια οἰσυπηρὰ ὀθονίῳ ἐνδήσας καῦσον, εἶτα ἁλῶν τὸ τρίτον μίξας λείοις σμήχου. ἢ

δασύποδος κεφαλὴν κεκαυμένην λεάνας χρῶ. ἢ ἅλας καὶ μέλι λεάνας, μέχρι κηρωτῶδες γένηται, καθαρῷ ὀθονίῳ ἐνδήσας καῦσον, εἶτα μίξας ἴριν Ἰλλυρικὴν ὀλίγην σμῆχε τοὺς ὀδόντας.

[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα πρὸς ἁπάσας ὀδύνας ὀδόντων μυλικὴ αὐθωρὸν παύουσα.] ♃ Πεπέρεως, πυρέθρου, ὀποῦ τιθυμάλλου, χαλβάνης ἀνὰ δραχ. α΄. λεάνας, ἀναλάμβανε τὴν χαλβάνην καὶ ἐντίθει εἰς τὸ βρῶμα.

[Μυλητικὴ Ἀντιφάνους, κᾂν μὴ περικαθάρῃς, ἐντίθει καὶ περίπασσε τὸν ὀδόντα.] ♃ Ὑοσκυάμου σπέρματος, ὀπίου, νίτρου, σμύρνης, πυρέθρου, πεπέρεως ἀνὰ δραχ. α΄. χαλβάνης δραχ. β΄. μετ’ οἴνου λείοις χρῶ. ἄλλη μυλικὴ ᾗ χρῶμαι. ♃ Στυπτηρίας σχιστῆς δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. β΄. ὀποπάνακος ἢ πεπέρεως μακροῦ τετρώβολον, σώρεως τετρώβολον, κόμμεως βεβρεγμένου ἐν ὕδατι δραχ. β΄. τῆς ὅλης σταθμίας, κηροῦ τὸ διπλοῦν, ἀνατρίβων ἐν ὕδατι θερμῷ πρόσμιξον καὶ οὕτω χρῶ. ἄλλη ἡ Χαιρέα. ♃ σμύρνης δραχ. α΄. ἐλλεβόρου δραχ. α΄ S". πυρέθρου δραχ. α΄. S". ἴρεως Ἰλλυρικῆς δραχ. α΄. S". στυπτηρίας σχιστῆς

τριώβολον, ὕδατι λεάνας περίχριε τὸν ὀδόντα καὶ ἐπάνω κηρὸν ἐπίθες. ἄλλη μυλικὴ ἐκ τῶν Ἀφρόδα. ♃ στυπτηρίας σχιστῆς δραχ. δ΄. σμύρνης τριώβολον, πεπέρεως κόκκους ε΄. ἐγὼ δὲ τριώβολον καὶ κάλλιον ποιεῖ, ῥητίνῃ ἀναλάμβανε προπερικαθάρας, ἐντίθει εἰς τὸ βρῶμα ἐπάνω καὶ σπλήνιον ἐγχρίσας ἐπιτίθει. ἄλλη μυλικὴ τοῦ αὐτοῦ· καὶ μὴ περικαθάρας ἐντίθει εἰς τὸ βρῶμα καὶ ἐπάνω τοῦ φαρμάκου σπλήνιον περίπλασσε, ποιεῖ ὑοσκυάμου σπέρματος, ὀποῦ μήκωνος, σμύρνης, νίτρου, πυρέθρου, πεπέρεως λευκοῦ, ἑκάστου μέρος α΄. χαλβάνης μέρη β΄. μετ’ ὄξους λεάνας χρῶ. ἄλλη ἐκ τῶν Ἀφρόδα. ♃ ὀποῦ πευκεδάνου δραχ. α΄. ὀποῦ μήκωνος δραχ. α΄. τιθυμάλλου μυρσινήτου, ὀποῦ Κυρηναϊκοῦ ἀνὰ δραχ. α΄. χαλβάνης δραχ. α΄ S". τῇ χαλβάνῃ ἀναλάμβανε καὶ εἰς τὸ βρῶμα ἐντίθει καὶ περικαθάρας σπληνίῳ ἔμπλασσε, ὥρᾳ μιᾷ παύει. μυλικὴ καλή. στυπτηρίας σχιστῆς μηκωνείῳ ἀναλαβὼν χρῶ, ἐντιθεὶς καὶ περιπλάσσων. μυλικὴ ἄλλη ὡς Ἀριστοκράτης. ♃ μήκωνος δραχ. β΄. σαγαπηνοῦ ὀβολὸν α΄ S". ὀποῦ Κυρηναϊκοῦ τὸ ἴσον, πεπέρεως δραχ. α΄. σφονδύλου τὸ ἴσον, σμύρνης

τὸ ἴσον, χαλβάνης τὸ ἴσον, πυρέθρου τὸ ἴσον, κρόκου τὸ ἴσον, μέλι ὡς γλοιῶδες γενέσθαι.

[Πρὸς ἀλγήματα ὀδόντων καὶ οὔλων καὶ πολλὰ τοῦ Ἀριστοκράτους γραμματικοῦ.] ♃ Μέλιτος λίτραν μίαν, ὄξους δριμέος ξεστ. α΄. στυπτηρίας σχιστῆς γο στ΄. οἱ δὲ ὑγρᾶς γο δ΄. ἕψε μέχρις ἂν μελανθῇ. πρὸς ὀδόντας σειομένους. ♃ στυπτηρίας σχιστῆς μέρος α΄. μάννης μέρος α΄. λείοις χρῶ, προσπάσσων τὸν σειόμενον ὀδόντα.

[Πρὸς ὀδόντων βρῶσιν καὶ πόνους.] Πενταφύλλου ῥίζας σὺν οἴνῳ ἑψήσας δίδου διακλύζεσθαι μετὰ τὸ δεῖπνον, ἀφέψου δὲ εἰς τὸ τρίτον μέρος. ἄλλο. λαπάθου ῥίζας σὺν οἴνῳ ἢ ὄξει ἑψήσας, ἀρσενικὸν λεῖον ἐπιπάσας, ὀλίγον τοῦ ὑγροῦ δίδου διακρατεῖν, ἑψέσθω δὲ ἄχρις ἂν εἰς τὸ τρίτον ἔλθῃ. πρὸς οὖλα πλαδαρά. ♃ πυρέθρου δραχ. γ΄. θύμου δραχ. β΄. στυπτηρίας σχιστῆς τριώβολον, ἴρεως Ἰλλυρικῆς δραχ. α΄. λείοις χρῶ καὶ ἐπιτίθει τοῖς οὔλοις.

[Παρὰ Πυθίου πρὸς σειομένους ὀδόντας καὶ οὖλα πλαδαρὰ καὶ ὑποφθοράς] Στυπτηρία στρογγύλη ἐνειληθεῖσα

χάρτῃ καίεται, εἶτα λεανθεῖσα χρωΐζετα μίλτῳ. τούτων προσάπτου τῶν οὔλων καὶ ἐντίθει τοῖς ὑποφθορίοις.

[Παρὰ Διοκλέους ἰατροῦ πρὸς ὀδόντων πόνους.] ♃ Χαλβάνης, ὀπίου, πεπέρεως, κηροῦ, σταφίδος ἀγρίας, κόκκου κνιδίου ἀνὰ δραχ. α΄. λεάνας ἀναλάμβανε κηρῷ καὶ περίπλασσε.

[Πρὸς βεβρωμένους ὀδόντας ἄλλο εὔθετον.] Ὀπὸν σιλφίου ἐντίθει ἢ αὐτὴν τὴν ῥίζαν ἢ χαλβάνην μετὰ πεπέρεως ἢ ὄπιον μετὰ χαλβάνης ἢ ὀποπάναξ ἐμπλασσόμενος. πρὸς ὀδόντων πόνους. ♃ σώρεως δραχ. β΄. στυπτηρίας σχιστῆς δραχ. β΄. μίσυος δραχ. α΄. ξηρῷ χρῶ.

[Σμῆγμα ᾧ χρῶμαι σταλτικὸν οὔλων.] ♃ Κέρατος ἐλαφείου κεκαυμένου λίτρας β΄. ἐρίων οἰσυπηρῶν ἁπαλῶν γο γ΄. ἁλὸς ἀμμωνιακοῦ γο δ΄. πεπέρεως λευκοῦ γο β΄. κόστου γο α΄. σχιστῆς γο β΄. σχίνου καὶ περδικίου βοτάνης κεκαυμένης σὺν τοῖς ἐρίοις ἢ μόνης, τέταρτον λίτρας, μαλαβάθρου φύλλων γο α΄. κόψας ὁμοῦ χρῶ.

[Τὰ ὑπὸ Κρίτωνος γεγραμμένα πρὸς ἅπαντα τῶν ὀδόντων τὰ πάθη, τινὰ δὲ τούτων καὶ πρὸς οὖλα πρὸς

στόματα δυσώδη καὶ μέλανας ὀδόντας ἐξ ἐπιπολῆς.] Κριθὰς καὶ ἅλας μέλιτι καὶ οἴνῳ δεύσας ἔνδησον εἰς χάρτην καὶ καύσας καὶ λειώσας τρῖβε τὰ οὖλα. ἄλλο. χαλκάνθην, στυπτηρίαν, σίδια ῥοιᾶς γλυκείας ἴσα λεάνας παράτριβε τὰ οὖλα νῆστις, εἶτα οἴνῳ στυπτικῷ διακλύζου. ἄλλο πρὸς οὖλα ἡλκωμένα. ♃ νίτρου κεκαυμένου, κυπέρου κεκαυμένου, ἑκάστου ἴσον, λείοις μετὰ μέλιτος διάχριε. ἄλλο πρὸς οὖλα καὶ ὀδόντας σειομένους. ♃ Ἴρεως γε δ΄. πίτυος φλοιοῦ γο δ΄. σχιστῆς γο α΄. ξηρῷ χρῶ. ἄλλο πρὸς σειομένους ὀδόντας. σχῖνον, μυρσίνην, κηκίδα ἑψήσας ἐν οἴνῳ δίδου διακλύζεσθαι. ἄλλο. ♃ ἁλὸς μέρη δύο, στυπτηρίας σχιστῆς κεκαυμένης καὶ ἐσβεσμένης ὄξει δριμεῖ μέρος ἓν, λείοις χρῶ, εἶτα οἴνῳ διακλυζέσθω.

[Πρὸς σειομένους ὀδόντας ἵνα παγῶσι.] Χάλκανθον τρίψας μετὰ ἐλαίου παράπτου τῶν ῥιζῶν ἐρίῳ. ποιεῖ καὶ πρὸς βεβρωμένους ὀδόντας ἀναληφθὲν κηρῷ, καὶ ἐντιθέμενον μετὰ μυρσίνης ἴσης τριβὲν καὶ μέλιτι ἀναληφθέν. πρὸς σειομένους ὀδόντας. πτελέας φλοιὸν ἐν οἴνῳ ἑψήσας διακρατεῖν

ποίει. καὶ κέρατα τοῦ ἐλάφου ἐν οἴνῳ ἑψημένα. πρὸς δὲ τοὺς βεβρωμένους ὀδόντας καππάρεως ῥίζαν σὺν ὄξει δριμεῖ ἕψε εἰς ἥμισυ καὶ χλιαρῷ διακλύζου ἢ τὸν φλοιὸν ὁμοίως. τὸ δ’ αὐτὸ καὶ πρὸς πόνους ποιεῖ.

[Ἄλλη πυρία ὀδόντων καὶ βεβρωμένων καὶ πονούντων.] ♃ Θείου ἀπύρου μέρος α΄. βουτύρου μέρος α΄. πήξας πυρία διὰ μηλωτίδος. ἄλλη πρὸς ὀδόντων πόνους. ἅλατι προσμίξας τοὺς ὀδόντας, κονίαν στακτὴν λαβὼν, χλιάνας κατάσχες ἐν τῷ στόματι μέχρι χρόνου συμμέτρου. ἔδει προσκεῖσθαι ἐπὶ τοῦ τῶν οὔλων πόνου.

[Ἄλλη μυλικὴ αὐθωρὸν παύουσα.] ♃ Πεπέρεως, πυρέθρου, τιθυμάλλου ὀποῦ, χαλβάνης ἀνὰ δραχ. α΄. λεάνας ἀναλάμβανε τῇ χαλβάνῃ καὶ ἐντίθει εἰς τὸ βρῶμα. ἄλλη. ♃ πεπέρεως ὀβολὸν α΄ S". κόκκου κνιδίου τὸ ἴσον, χαλβάνης δραχ. α΄ S". ἀφρονίτρου ὀβολοὺς δύο, κρόκου ὀβολὸν α΄ S". ἴρεως ξηρᾶς ὀβολὸν α΄ S". ῥόδων ἁπαλῶν δραχ. (S''). τρίψας, μέλιτι ἀναλάμβανε καὶ ἐμπλαστρῶδες ποιήσας ἔμπλασσε τὴν μύλην.

[Πρὸς βεβρωμένην μύλην.] Μελάνθιον φώξας καὶ τρίψας μετ’ ὄξους δριμέος κατάπλασσε τὸ βρῶμα τῆς μύλης καὶ οὐκ ἔτι βρωθήσεται, ἀλλὰ μένει οἷόν ἐστιν. οἱ δὲ καὶ νίτρου δραχ. α΄. μετ’ ὄξους δριμέος. πρὸς τὸ αὐτό. ♃ καστορίου, πυρέθρου ὀπτοῦ, χαλβάνης ἴσον ἑκάστου μίξας ἐντίθει.

[Πρὸς μύλην ἀπόνως ἆραι.] ♃ Ἀλεύρου ἐρεβίνθου καθαροῦ δραχ. β΄. φυράσας ὀπῷ τιθυμάλλου, ἐπίθες ἐπὶ τὸν ὀδόντα καὶ ἐπάνω κισσοῦ φύλλα καὶ ἐάσας ὥραν αἶρε καὶ αὐτομάτως θρυβήσεται. ποιεῖ τοῦτο καὶ πρὸς βεβρωμένους, κηρωτὴν δ’ ἐπὶ τῆς χρείας μαλάξας περιτίθει.

[Ἄλλο, ὥστε τοῖς δακτύλοις ἆραι τὸν ὀδόντα, περικαθάρας καλῶς.] ♃ Σώρεως, κηκίδος ὀμφακίνης, σταφίδος ἀγρίας, στυπτηρίας σχιστῆς, θείου ἀπύρου, πεπέρεως μακροῦ, λεῖα ποιήσας, κεδρίᾳ μίσγων λέαινε καὶ κηρὸν τήξας καλῶς περίχρισον τὸν ὀδόντα. ἐκβάλλει δὲ αὐτοὺς καὶ πύρεθρον καὶ τιθυμάλλου μυρσινίτου ὀπὸς μετὰ ἀλεύρου ὀροβίνου, ὥστε στεατώδη γενέσθαι καταπλασθείς. ἢ πύρεθρον

ἡμέραις μ΄. βραχὲν ὄξει καὶ περιπλαττόμενον τῷ ὀδόντι. ἄλλο πρὸς τοὺς τετρημένους. ♃ Καστορίου, πυρέθρου, ὀπίου, χαλβάνης ἴσον ἑκάστου μίξας ἐντίθει.

[Περὶ ὀδοντοτριμμάτων συνθέσεως, οἷς χρῶμαι.] Ἔνια τῶν ὑπ’ ἐμοῦ συντεθέντων ὀδοντοτριμμάτων τῇ πείρᾳ δοκιμασθέντα καὶ φανέντα γενναίαν ἔχειν ἐνέργειαν, ἄξια γραφῆς ἔδοξεν εἶναί μοι, καὶ πρῶτόν γε τὰς ψυχρὰς διαθέσεις τῶν ὀδόντων ἰωμένων, ἐάν τε διὰ ψυχροῦ πόσιν ὕδατος ἄμετρον ἢ τῶν ὑπὸ χιόνος ψυχθεισῶν ὀπωρῶν ἤ τινων ἐδεσμάτων ἢ πομάτων ὦσι γεγονυῖαι καὶ πρὸς τούτοις, ἐὰν διὰ χυμὸν ψυχρὸν ἐκ τῆς κεφαλῆς εἰς αὐτοὺς καταῤῥέοντα. τούς μὲν οὖν διὰ χυμὸν ἐψυγμένους μεγάλως ὀνίνησιν ὁ ἀποφλεγματισμός. ὅπως δὲ δεῖ ποιεῖν τοῦτον, καθ’ ἕτερον κεφάλαιον ἰδίᾳ γεγραμμένον ἔχεις. τοὺς δὲ ἄνευ χυμοῦ διὰ μόνου τοῦ νῦν εἰρημένου φαρμάκου θεραπεύειν προσήκει, χρῆσθαί τε αὐτῷ καὶ μετὰ τὸν ἀποφλεγματισμὸν ἄμεινόν ἐστιν, ὅπως ἐκκενώσῃς μὴ μόνον τὸν βλάπτοντα χυμὸν, ἀλλὰ καὶ τὴν ὑπ’ αὐτοῦ γεννωμένην διάθεσιν ἐκθεραπεύσῃς. ἡ δὲ

σύνθεσις τοῦ φαρμάκου τῷδε τῷ τρόπῳ γίνεται. λαβὼν δύο βοτάνας, ὧν ἡ μὲν σιδηρῖτις, ἡ δὲ περδικίας ὀνομάζεται, ξήρανον ἐν οἴκῳ ἀτρέμα χωρὶς ἡλίου προσβολῆς, ὡς μήτε ὑγρὰς ἔτι μήτε ξηρὰς εἶναι, καὶ καῦσον εἰς τοσοῦτον, ὡς ὅτε πρῶτον ἐπιτήδειοι γένοιντο κοπῆναι καὶ διατμηθῆναι παύσασθαι καίοντα. διαφθείρεται γὰρ ἡ δύναμις αὐτῶν ἐπιπλέον καυθεισῶν. ἐν ἑτέρῳ δὲ χυτριδίῳ καυθήτωσαν ἅλες ὀρυκτοὶ μετὰ σχιστῆς στυπτηρίας Ἀττικῷ μέλιτι φυραθέντες, εἶτα μετὰ τῶν ἄλλων ταῦτα μιχθέντα κοπτέσθωσαν καὶ διασησθέντα καλῶς λεπτῷ κοσκίνῳ, πάλιν ἐν θυΐᾳ τριβέσθωσαν, βέλτιον γὰρ ἔσται τὸ φάρμακον εἰς ὅσον ἂν ἀκριβέστερον λειωθῇ. χρῆσθαι δὲ αὐτῷ δεῖ, μόνους τοὺς ὀδόντας τρίβοντας χωρὶς τῶν περικειμένων οὔλων, εἰ μὴ τύχοι ταῦτα ὄντα πλαδαρὰ, ξηραντικὴν γὰρ ἔχον δύναμιν τὸ φάρμακον. ἐπιτήδειον μέν ἐστιν τοῖς ὑγροῖς οὔλοις, ἐναντίον δὲ τοῖς ξηροῖς, τὰς μέντοι μετὰ τὰ οὖλα ῥίζας τῶν ὀδόντων ἀνατρίβειν αὐτῷ χρὴ, καθάπερ γε καὶ αὐτοὺς τοὺς ὀδόντας. ἡ δὲ τῶν μιγνυμένων εἰς τὴν σύνθεσιν τοῦ φαρμάκου συμμετρία

τοιαύτη ἐστὶ, τῶν μὲν βοτανῶν μετὰ τὸ καυθῆναι δραχ. ιστ΄. τῶν δὲ ἁλῶν τῶν μετὰ τῆς στυπτηρίας καυθέντων δραχ. ια΄. ἔστω δὲ τῶν μὲν βοτανῶν ἴσος ἑκατέρας σταθμὸς μιγνύμενος πρὶν καυθῆναι. οἱ δὲ ἅλες τετραπλάσιοι τῷ σταθμῷ τῆς στυπτηρίας ἔστωσαν, τῶν δὲ ἄλλων μηδὲν καέσθω. ξηρὰ δ’ ἐμβαλλέσθω κατὰ τὴν ὑπογεγραμμένην συμμετρίαν. ♃ ὀριγάνου κόμης δραχ. β΄. πεπέρεως δραχ. θ΄. ἐν ἄλλῳ δραχ. β΄. πυρέθρου δραχ. β΄. κόστου δραχ. γ΄. σελίνου σπέρματος δραχ. γ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ε΄. ἡδυόσμου ξηροῦ δραχ. β΄. κέρατος ἐλαφείου ἢ αἰγείου κεκαυμένου δραχ. β΄. σεσέλεως, ὑσσώπου ἀνὰ δραχ. β΄. ἐὰν εὐῶδες αὐτὸ βουληθῇς εἶναι, κασσίας ἢ ἀμώμου μίξας δραχ. β΄. εἰ δὲ βασιλεῖ σκευάσεις, ἐμβαλεῖς κινναμώμου δραχ. α΄.

[Πρὸς τοὺς σειομένους ὀδόντας ᾧ χρῶμαι.] ♃ Καλλιτρίχου καρποῦ λίτραν α΄. στυπτηρίας σχιστῆς καὶ στρογγύλης ἀνὰ γο γ΄. ναρδοστάχυος γο β΄. μαλαβάθρου φύλλων γο α΄. πεπέρεως λευκοῦ γο α΄. πυρέθρου δραχ. ε΄. κόψας καὶ λειώσας ὁμοῦ πάντα παράπτου τῶν οὔλων, ἄχρι τῶν ῥιζῶν τῶν ὀδόντων.

[Τὸ Τιμοκράτους ὀδοντότριμμα. πρὸς οὖλα πλαδῶντα, μυδῶντα αἱμασσόμενα, σειομένους ὀδόντας, κινουμένας μύλας, ὀζαίνας, σηπεδόνας, παρουλίδας καὶ πάντα τὰ ἐν τῷ στόματι καὶ ὀδονταλγίας.] Λαβὼν τῆς περδικίας βοτάνης μόδιον Ἰταλικὸν, ἐν ἄλλῳ μνᾶν, ἁλῶν λευκῶν καὶ λεπτῶν ξεστ. α΄. μέλιτος ἑξάγειον α΄. κόψον, ὡς γενέσθαι μάζαν ψαφαρωτέραν, εἶτα ἐμβαλὼν εἰς χύτραν καινὴν περίπλασον πηλῷ κεραμικῷ. τὸ δὲ πῶμα ἡρμοσμένον, κατὰ μέσον τρῆμα ἔχον, δι’ οὗ κινείσθω ῥάβδῳ ἐξ ἀνθρακιᾶς. ὠπτημένῳ, ἕως οὗ μήτε καπνῶδες μήτε ἀτμῶδες ἀναφέρηται, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ψύξας λάμβανε ἐπ’ αὐτοῦ δραχ. ιδ΄. πεπέρεως λευκοῦ δραχ. ε΄. πεπέρεως μέλανος δραχ. στ΄. πυρέθρου δραχ. στ΄. στυπτηρίας σχιστῆς κεκαυμένης καὶ ἐσβεσμένης οἴνῳ αὐστηρῷ δραχ. β΄. κισσήρεως, σμύρνης, ὑσσώπου, σελίνου σπέρματος, γλήχωνος ἀνὰ γο β΄. ἡδυόσμου, ἴρεως Ἰλλυρικῆς, ἀνὰ δραχ. γ΄. ταῦτα προξηράνας ἐν ἡλίῳ, κόπτε, σῆθε καὶ μίγνυε τῷ ἐκ τῆς χύτρας προλελειωμένῳ. ἄλλο. ♃ περδικίου προσφάτου δραχ. ι΄. μέλιτος

δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. πεπέρεως λευκοῦ δραχ. η΄. μέλανος δραχ. γ΄. κισσήρεως δραχ. β΄. σμύρνης δραχ. γ΄. πυρέθρου δραχ. β΄. ἡδυόσμου ξηροῦ δραχ. γ΄. ὑσσώπου δραχ. β΄. γλήχωνος δραχ. β΄. σελίνου σπέρματος δραχ. β΄. σιδηρίτιδος βοτάνης δραχ. γ΄. ἁλῶν ὀρυκτῶν δραχ. ιδ΄. τὴν περδίκιον καὶ τὴν σιδηρίτιδα καὶ τὸ μέλι καὶ τοὺς ἅλας φυράσας καῦσον, τὴν δὲ σχιστὴν ἰδίᾳ καύσας οἴνῳ σβέσον, εἶτα ὁμοῦ πάντα κόψας χρῶ. ἄλλο. ♃ ἁλῶν ὀπτῶν διὰ μέλιτος τῶν μετὰ τοῦ περδικίου δραχ. ιδ΄. στυπτηρίας σχιστῆς, ὀπτῆς, ἐσβεσμένης οἴνῳ αὐστηρῷ, ἴρεως Ἰλλυρικῆς ἀνὰ δραχ. δ΄. ἑλξίνης, σμύρνης, ἡδυόσμου ξηροῦ ἀνὰ δραχ. γ΄. γλήχωνος ξηρᾶς, κισσήρεως, πυρέθρου, ὑσσώπου, σελίνου σπέρματος ἀνὰ δραχ. β΄. φύλλου μαλαβάθρου δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. ε΄. μέλανος δραχ. στ΄. κόψας, σήσας χρῶ. ἄλλο. ♃ ἁλῶν ὀπτῶν διὰ τοῦ μέλιτος τῶν μετὰ τοῦ περδικίου δραχ. ιδ΄. γλήχωνος δραχ. β΄. στυπτηρίας σχιστῆς, ὀπτῆς καὶ ἐσβεσμένης οἴνῳ αὐστηρῷ δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. πεπέρεως λευκοῦ δραχ. ε΄. καὶ μέλανος δραχ. στ΄. κισσήρεως δραχ. β΄. σμύρνης δραχ. γ΄. ἡδυόσμου δραχ. γ΄. πυρέθρου δραχ. β΄. ὑσσώπου δραχ. β΄. σελίνου σπέρματος δραχ. β΄. οἱ

ἅλες πεπλυμένοι μέλιτι καλῶς φυρῶνται, τριβέντες καὶ ἐντεθέντες εἰς χύτραν καινήν· ἔπειτα δεῖ τὸ περδίκιον ἐπιτιθέναι μεταξὺ τῶν ἁλῶν αὐτοῦ ἐνσπειρομένων, ἔπειτα δὲ ἐπιτιθέντος ἐπιτιθέντος περιπλάσσεται πηλῷ καὶ ἐν τῷ κλιβάνῳ ὀπτᾶται, ἐξαιρεθέντα δὲ τρίβεται συντριβομένων τῶν ἁλῶν, πάνυ δὲ λείοις χρῆσθαι.

[Σμῆγμα ὀδόντων, ἵνα λευκοὶ ὦσι καὶ εὐώδεις καὶ ἵνα μὴ διαβιβρώσκωνται.] ♃ Νίτρου γο α΄. σηπίας ὀστράκου γο α΄. σμύρνης γο α΄. λείοις χρῶ. ὀδοντότριμμα κάλλιστον. ♃ στυπτηρίας σχιστῆς γο στ΄. μαστίχης γο α΄. ῥόδων κόμης γο γ΄. ἴρεως γο δ΄. λείοις χρῶ καὶ ὕδατι χλιαρῷ διακλύζου.

[Τὸ Δαμοκράτους ἐγγραφόμενον ὀδοντότριμμα.] Πυθικοῦ λεγόμενόν τι βιβλίδιον εἶναι μικρὸν, ὁ Δαμοκράτης ἐπέγραψε Πυθικὸν, ἀπὸ τοῦ δόντος αὐτῷ τὰς τῶν στοματικῶν φαρμάκων συνθέσεις ὀνομάσας οὕτω, ἐν ᾧ κατὰ τὸ τέλος καὶ ταῦτα γέγραπται·

Ὀδοντοτρίμμασιν δὲ τούτοις χρώμενος Λευκοὺς τηρήσεις τοὺς ὀδόντας κᾀσινεῖς. Τὰ πλαδαρά τε οὖλα καταστέλλεις ἅμα. Αἴρεις δὲ καὶ τὰς τῶν στομάτων δυσωδίας, Ποιῶν τὸ μὲν ἄκρως λευκὸν οὕτω σκευάσας, Κέρατος ἐλαφείου τετράκις κεκαυμένου Λίτρας τέσσαρας, ἁλὸς λίτραν α΄.

Ἐν ἄλλῳ δ’ εὗρον οὕτω.

Κέρατος ἐλαφείου κεκαυμένου τετράκις Λίτρας S. ἁλὸς γο διπλᾶς, Ἀμμωνιακοῦ ξηροῦ τε καὶ μὴ τοῦ πικροῦ, Χόνδρου τε λίτραν α΄. μαστίχης Χίας λίτραν μίαν. Κόστου λίτρας γο γ΄. ἢ πλεῖον βραχὺ, Σχίνου τε λευκῆς ταὐτὸ καὶ λευκοῦ πεπέρεως γο α΄. φύλλου μαλαβάθρου γο β΄. Κόψας ἐν ὅλμῳ πάντα καὶ σήσας ἅμα Χρῆσθαι κελεύσεις, ὡς φράσω μετ’ οὐ πολύ. Εἰ δὲ θελήσεις αὐτὸ σκευάσαι ποτὲ

Πρὸς φλεγμονὴν οὔλων καὶ τραύματα ἔχοντα, Σαρκῶν ἐπιφύσεις τετυλωμένας, σχιστῆς Προσέμβαλε στυπτηρίας λίτραν μίαν. Ἄλλο Δαμοκράτους ὀδοντότριμμα. Τὸ δὲ μᾶλλον οὕτω γενέσθαι δυνάμενον, Μετὰ εὐχερείας καὶ τὸ συμφέρον πολὺ Ἔχον, μετά τινος ἡδονῆς τῶν χρωμένων. Χλωρὰν ἐπὶ πολὺ, τὴν σιδηρῖτιν πόαν, Εἰς λοπάδα καινὴν εὐμεγέθη πολλὴν ἐμβαλὼν, Κριθῆς παράμισγε τὸ μέτριον τῆς προσφάτου, Κᾆτα θές γε ἐπ’ αὐτῆς τῆς πόας δεσμίδιον, Ἅλας περίπασσε, εἶτα τῆς πόας πάλιν, Εἶτα κριθὴν πάλιν, εἶτα τοῦτο πολλάκις Ποιῶν, ἀποπλήρου τὸ πᾶν κύτος τῆς λοπάδος. Ἄνωθεν δὲ ἱκανὸν τῆς πόας τιθεὶς πάλιν, Εἰς ἴπνον ἔχοντα θερμασίαν ἢ κλιβάνῳ Θεῖναι κέλευσον νύκτα ὅλην ἵνα ἐκφρυγῇ, Μᾶλλον δ’ ἵνα ἐκκαῇ καὶ δυνηθῇ ῥᾳδίως

Λεῖον γενέσθαι καὶ διελθεῖν κοσκίνῳ. Εὐωδίας δὲ χάριν πρόσβαλλε βραχὺ Λευκοῦ πεπέρεως καὶ λιβάνου μὴ πολύ. Σχίνου δὲ πλεῖον καὶ κυπείρου τῆς καλῆς. Ταῦτα ἀφαιρῶν πάντα καταμίσγεις μόνον, Χίας πολὺ πλέον, μαστίχης ξηρᾶς πάνυ Διδόναι χρὴ τοῖς θέλουσι εἰς ἑσπέραν. Ὄρθρου δὲ πάλιν τοῖς καθαρίοις ἀνδράσιν, Ἐπὶ διακλύζεσθαι μετὰ φάρμακα κράματι, Πρόσταττε χρῆσθαι καὶ μάλιστ’ εἰς ἑσπέραν. Ὄρθρου δ’ ὀξυμέλιτος εὖ κεκραμένου, Μάλιστα πρὸς τὰς τῶν στομάτων δυσωδίας.

[Παρὰ Αὐρηλίου.] Στυπτηρίας καύσας ἐπὶ μύακος χαλκοῦ καὶ ὀστράκου, κατασβέννυε οἴνῳ αὐστηρῷ, ἀπὸ ταύτης λάβε γο θ΄. μαστίχης γο στ΄. λιβάνου γο α΄. φύλλου δραχ. δ΄. κυπέρου δραχ. δ΄. καὶ χρῶ. ἄλλη ᾗ χρῶμαι. ♃ κέρατος ἐλαφείου κεκαυμένου δραχ. β΄. μαρμάρου γο α΄. ὀριγάνου δραχ. δ΄. χρῶ.

[Περὶ φαρμάκου συνθέσεως προφυλακτικοῦ ὀδόντων.] ♃ Τραγοριγάνου δραχ. β΄. ὑσσώπου δραχ. δ΄. περδικίου βοτάνης, τῆς τιβερίας ἀναδευθείσης μέλιτι καὶ ἅλατι λεπτῷ καὶ καυθείσης ἐν χύτρᾳ ὡς ἀνθρακωθῆναι γο γ΄. πεπέρεως δραχ. δ΄. κόψας, σήσας, τούτῳ χρώμενος ἀπόθου, οὔτε ἀλγήσονται ὀδόντες οὔτε τμηθήσονται οὔτε παρουλίδες αἱμαχθήσονται οὔτε ὑπερσαρκώσουσιν οὔτε ῥευματισθήσονται, ἕξεις δὲ εὐῶδες τὸ στόμα καὶ λαμπροὺς τοὺς ὀδόντας. τινὲς δὲ ταρίχους καύσαντες ἐν χύτρᾳ προσβάλλουσι τῷ φαρμάκῳ ἢ κύβιον. κατ’ ἰδίαν γὰρ ἐάν τις χρήσηται τῇ σποδιᾷ, οὐκ ἀλγήσει.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Ζ.

1. Ἀληθὴς μὲν ἀμέλει καὶ ὁ λεγόμενος ὑπὸ τῶν πλείστων τεχνιτῶν ἐστι λόγος, ὡς οὐκ ἴσον οὐδ’ ὅμοιον εἴη παρὰ ζώσης φωνῆς μαθεῖν ἢ ἐκ συγγράμματος ἀναλέξασθαι. τοῖς γε μὴν φιλοπόνοις καὶ φύσει συνετοῖς οὐχ ἡ τυχοῦσα πολλάκις ὠφέλεια γίνεται βιβλίοις ἐντυγχάνουσι σαφῶς γεγραμμένοις. ἐπιστάμενος οὖν κᾀγὼ πρώτοις μὲν τοῖς ἑταίροις, ὅσοι καὶ διὰ τῶν ἔργων ἔγνωσαν ὁπόσην

ἔχει δύναμιν ἡ λογικὴ μέθοδος εἰς εὐπορίαν φαρμάκων, οὐ σμικρὸν ὄφελος ἐκ τῆσδε τῆς πραγματείας ἔσεσθαι, βουλόμενος δὲ καὶ τοῖς ἄλλοις βοηθεῖν, ὅσοι κάμνειν ἐπὶ τοῖς καλλίστοις οὐκ ὀκνοῦσιν, τὴν τοῦ λόγου τοῦδε διέξοδον ἐνεστησάμην, οὐκ ἐσπευμένην οὐδὲ σύντομον ἐν αὐτῇ τὴν διδασκαλίαν ποιούμενος, ἀλλ’ ἐκτεταμένην τε καὶ μακροτέραν, ὁποίαν διὰ τῶν ἄνευ γραφῆς λόγων ἑκάστοτε πρὸς τοὺς ἑταίρους εἴωθα ποιεῖσθαι. διαφέρει γὰρ ἡ λογικὴ τῶν βοηθημάτων εὕρεσις τῆς ἐμπειρικῆς, ὡς καὶ πρόσθεν ἤδη μοι κατὰ τὸν τῶν νευροτρώτων λόγον εἴρηται, τῇ καθόλου γνώσει τῆς δυνάμεως τῶν φαρμάκων, οἷς χρῆσθαι προσήκει καθ’ ἕκαστον τῶν παθῶν. ἐπὶ γοῦν τῶν στοματικῶν ὀνομαζομένων φαρμάκων, ὁποῖόν ἐστι τὸ διὰ τῶν μόρων ἅπασι γινωσκόμενον, ὁ πρῶτος σκοπὸς τῆς ἰάσεως ἐστὶ κοινὸς ἁπάντων τῶν φλεγμαινόντων μορίων, εἶθ’ ἑξῆς ὁ δεύτερος, ἴδιος ἐξ αὐτοῦ θεραπευομένου. τίς οὖν ἡ τῶν φλεγμαινόντων ἐστὶ διάθεσις ἐγνῶσθαι χρὴ πρότερον, εἰ μέλλοιμεν ἐξ αὐτῆς ἔνδειξίν
τινα τῶν βοηθημάτων λήψεσθαι. προμεμαθήκαμεν δὲ καὶ προαποδεδειγμένον ἔχομεν, ἐξ ἐπιῤῥοῆς αἵματος θερμοῦ γίνεσθαι τὰς φλεγμονάς. ἐμάθομεν δὲ καὶ ὡς τὸ ἐπιῤῥεον τοῦτο κατ’ ἀρχὰς μὲν ἀναστεῖλαί τε καὶ ἀποκρούσασθαι προσήκει, πλὴν εἰ παλινδρομήσει ἐπί τι κύριον μόριον, ἕτερόν τι μεῖζον ἐργάζεσθαι πολὺ κακόν. ἀλλ’ οὐ νῦν ἐστι χρεία τῶν τοιούτων διορισμῶν, ὡς μεμνημένων γὰρ ἡμῶν ὅπως χρὴ τὸ σύμπαν σῶμα προπαρασκευάζειν εἰς τὴν κατὰ τὸ μόριον ὁτιοῦν συνισταμένων παθῶν ἴασιν, ἐπὶ τὸ προκείμενον ἀφίξομαι. καὶ γὰρ φλεβοτομίᾳ χρώμεθα καὶ καθάρσει καὶ κλυστῆρσι καὶ ἀσιτίαις, ὅταν ἡμῖν τὸ πᾶν σῶμα φαίνηται πληθωρικὸν ἢ κακόχυμον ὑπάρχον. εἰ δὲ μηδέτερον εἴη τούτων, ἐπὶ τὴν διὰ τῶν τοπικῶν ἴασιν εὐθέως ἀφικνούμεθα. πῶς οὖν εὑρίσκειν αὐτὰ χρὴ τὸν μέλλοντα καλῶς ἰᾶσθαι τὰς ἐν τῷ στόματι φλεγμονάς; ὁ γάρτοι λόγος οὕτως εὐθέως σε διδάσκει, καὶ πῶς δεῖ τοῖς εὑρημένοις χρήσασθαι προσηκόντως ἑωρακότας δὲ τοὺς ἑταίρους πολλάκις ἀναμιμνήσκω τοῖς τῶν καλεσάντων ἰατρῶν εἰς συμβουλήν με
φαρμάκοις θεραπεύσαντα τὰς διαθέσεις, ὧν ἕνεκεν ἐκλήθην. ἀδύνατον γάρ ἐστι καλῶς χρῆσθαι φαρμάκῳ μὴ γινώσκοντα τὴν δύναμιν αὐτοῦ, καθ’ ἣν ἐνεργοῦν ὠφελεῖ. κατὰ τὸν οὖν αὐτὸν τρόπον ἐπὶ τῶν ἐν τῷ στόματι συνισταμένων φλεγμονῶν ὁ κοινὸς σκοπὸς ἁπασῶν αὐτῶν, ἐὰν προσλάβῃ τὴν ἐκ τῆς τοῦ μορίου φύσεως ἔνδειξιν, εὑρήσει πρῶτον μὲν τὸ γένος τῶν φαρμάκων οἷς χρῆσθαι προσήκει, εἶτα ἑξῆς τὰς κατὰ μέρος ἐν αὐτοῖς διαφορὰς, ἐάν γε προγινώσκῃ τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν, ὡς ἤδη πολλάκις ἐδείχθη. τὸ μὲν οὖν γένος τῶν ἀποκρουστικῶν φαρμάκων ἐπὶ τῶν ἀρχομένων φλεγμονῶν ἐν τῇ τῶν ψυχόντων ἐστὶν ὕλῃ. τούτων δὲ αὐτῶν διττῶν ὄντων, ὡς ἐμάθομεν, ὅσα στύφειν πέφυκεν, ἐναργεστέραν ἔχει τὴν δύναμιν εἰς τὸ θᾶττον ἀποκρούσασθαι τὸ ἐπιῤῥέον, ὑπάρχει δ’ εὐθέως αὐτοῖς καὶ τὸ συνάγειν καὶ πυκνοῦν τὴν ἐπιφάνειαν τοῦ σώματος, ᾧ προσάγεται. κοινὸς μὲν οὖν ὁ σκοπὸς οὗτός ἐστι τῆς τῶν ἀρχομένων φλεγμονῶν κωλύσεως ἀπὸ τοῦ πάθους ἐνδεικτικῶς
εὑρημένος. ὁ δὲ ἀπὸ τῆς τοῦ θεραπευομένου μορίου φύσεως αὐτῷ προσέρχεται, γινωσκόντων ἡμῶν ἀραιοτέραν εἶναι καὶ μαλακωτέραν τὴν ἐπιφάνειαν τοῦ κατὰ τὸ στόμα χιτῶνος, οὐ σμικρῷ τῆς τοῦ περιέχοντος ὅλον τὸ σῶμα δέρματος. ὑπάρχει δέ τι καὶ ἄλλο τοῖς κατὰ τὸ στόμα μορίοις διττὸν, οὐχ ὑπάρχον τῷ δέρματι. τῆς τε γὰρ ἀηδίας τῶν προσαγομένων αἰσθάνεται φαρμάκων, ὑποκειμένους τε δύο πόρους ἔχει, δι’ ὧν εἴς τε τὴν γαστέρα καὶ τὸν πνεύμονα καταῤῥυῆναί τι δύναται τῶν στοματικῶν φαρμάκων, ὁποῖόν ἐστι καὶ τὸ διὰ χαλκάνθου. καί τις ἰατρὸς οὔτε ἀσύνετος οὔτε ἄπειρος φαρμάκων δυνάμεως μίξας τοῦτο τῷ στοματικῷ πολὺ μὲν ἰσχυρότερον εἰργάσατο, βλάπτων δὲ ἱκανῶς, ὁπότε παρεῤῥύη τι πρὸς τὸν στόμαχον ἢ τὸν λάρυγγα καὶ ταῦτα μὲν εὐθέως αὐτὰ καὶ δι’ αὐτῶν δὲ τὴν γαστέρα τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα. συνυπάρχει δὲ τῷ φαρμάκῳ καὶ ἡ κατὰ τὴν γεῦσιν ἀηδία, κατά τε τὴν χρῆσιν αὐτὴν ἀνιῶσα καὶ παραμένουσα δι’ ὅλης ἡμέρας, ὡς κᾀν 
ταῖς ἐδωδαῖς εἶναι λυπηράν. τοῖς οὖν οὕτως ἰσχυροῖς τε ἅμα καί τινα δηλητηρίαν ἔχουσι δύναμιν οὐ προσήκει χρῆσθαι θεραπεύοντι τὰς ἐν τῷ στόματι διαθέσεις ἄνευ μεγάλης ἀνάγκης. οὐ γὰρ περὶ φλεγμονῶν μόνον εἰρῆσθαι χρὴ νομίζειν τὸν λόγον, ὅτι μηδ’ ἐκ τῆς τούτων ἐνδείξεως εὕρομεν αὐτὸν, ἀλλὰ κοινὸν εἶναι πάντων τῶν κατὰ τὸ στόμα τὴν ἔνδειξιν ἐκ τῆς φύσεως τοῦ μορίου ἐσχηκότα. ταῦτ’ οὖν ἐννοήσας ὁ τὸ διὰ χυλοῦ τῶν συκαμίνων φάρμακον συνθεὶς, πρῶτον μὲν ἕψησεν αὐτὸ μετὰ μέλιτος, ὅπως ἀποκείμενον ἕτοιμον ἔχοι καθ’ ὅλον τὸν ἐνιαυτὸν, οὐ μόνον ἐκείνῳ τῷ καιρῷ, καθ’ ὃν ἐκθλίψαντα τὴν ὀπώραν ἔστι τῷ χυλῷ χρῆσθαι. βελτίων γὰρ μόνος ἐπὶ τῶν ἀρχομένων φλεγμονῶν, καί με πολλάκις οὕτως ἐπὶ τῶν τοιούτων φλεγμονῶν χρώμενον ἐθεάσασθε. διαρκέστερος δὲ ἰδίως ὁ μετὰ τοῦ μέλιτος σκευαζόμενος. ὠνόμασα δὲ αὐτὸν διαρκέστερον οὐ μόνον ὅτι ταχέως διαφθείρεται χωρὶς τῆς μετὰ τοῦ μέλιτος ἑψήσεως ἀποτεθεὶς, ὡς μηκέτι ἔχειν ἡμᾶς αὐτῷ χρῆσθαι κατὰ τὸν ἐφεξῆς χρόνον, ἀλλὰ καὶ ὅτι χρησιμώτερός ἐστιν
εἰς τοὺς ἑπομένους καιροὺς τῆς φλεγμονῆς ἄχρι τῆς παντελοῦς ἰάσεως. ὥσπερ γὰρ ἐν ἀρχῇ τῶν ἀπωθουμένων τὸ ἐπιῤῥέον ἐστὶ χρεία φαρμάκων, οὕτω μετὰ τὴν ἀρχὴν ἄχρι τοῦ τέλους μικτοῦ τινος ἐξ ἀμφοῖν, τοῦ τε ἀποκρουομένου καὶ τοῦ διαφοροῦντος. ἐπικρατεῖν δὲ χρὴ κατὰ μὲν τοὺς πρώτους χρόνους τὸ στῦφον, ἐπὶ δὲ τῆς τελευτῆς τὸ διαφοροῦν, ἐν δὲ τῷ μεταξὺ τὴν τούτων ἰσομοιρίαν ὑπάρχειν ἀμφοῖν. ὅταν δὲ οἷον σκιῤῥῶδές τι λείπηται τῆς φλεγμονῆς, οὐδ’ ὅλως χρὴ μεμίχθαι τῷ διαφοροῦντι τὸ στῦφον, ἐὰν κεκενωμένον εἴη τὸ σύμπαν σῶμα, οὐ μὴν οὐδὲ ἐν ἀρχῇ τῷ στύφοντι τὸ διαφοροῦν ἄμεινόν ἐστι μιγνύειν. ὁ δὲ τὸ διὰ τοῦ χυλοῦ τῶν συκαμίνων φάρμακον συνθεὶς ὀλίγον γε φαίνεται κρόκου τε καὶ σμύρνης αὐτῷ συμμίξας, κοινὴν μὲν ἐχόντων δύναμιν τὴν πεπτικὴν τῶν φλεγμονῶν, ἰδίαν δὲ ἑκατέρου· τοῦ μὲν κρόκου τὸ στῦφον, τῆς σμύρνης δὲ τὸ θερμαίνειν εἰς τοσοῦτον, ὡς διαφορεῖν ἱκανῶς. ἐξικνεῖται γάρ τοι μέχρι τοῦ βάθους τῶν σωμάτων ἡ σμύρνα μᾶλλον τοῦ κρόκου,
λεπτομερῆ τὴν οὐσίαν ἔχουσα, καὶ ἐκ τούτου διττὴν ὠφέλειαν παρέχεται, συνεπαγομένη μέν πως ἅμα αὑτῇ καὶ τὰς τῶν μεμιγμένων δυνάμεις, ἐκθεραπεύουσα δὲ μέχρι τοῦ βάθους τὰ φλεγμαίνοντα. καὶ μέντοι καὶ συμπράττουσιν ἀλλήλοις ὅ τε κρόκος καὶ ἡ σμύρνη πρὸς τὴν εἰς τὸ βάθος δίοδον, ὁ μὲν οἷον ἐπωθῶν τὴν σμύρναν, ἡ δ’, ὡς ἂν εἴποι τις, ποδηγοῦσα τὸν κρόκον. ὥσπερ γὰρ ἧττον ἔχει λεπτομερῆ τὴν οὐσίαν ὁ κρόκος τῆς σμύρνης διὰ τὴν στύψιν, οὕτως ἡ σμύρνα λεπτομερεστέραν ἔχουσα, θᾶττον μὲν εἰς τὸ βάθος διαπέμπει τὴν ἑαυτῆς δύναμιν, θᾶττον δὲ παλινδρομεῖ πρὸς τὸ δέρμα, συναναφέρουσα τὰ λεπτυνθέντα τῶν ἐν τῷ βάθει. τοῦτο οὖν αὐτῆς τὸ τάχος τῆς ἐπανόδου κωλύουσιν αἱ τῶν στυφόντων μίξεις, οὐ γὰρ δὴ μόνος ὁ κρόκος. ἔστι γοῦν ἐν τῷ διὰ μόρων ὀνομαζομένῳ φαρμάκῳ στοματικῷ τῶν τε συκαμίνων ὁ χυλὸς, οὐκ ὀλίγην στύφουσαν ἔχων ποιότητά τε καὶ δύναμιν, ἕτερά τε τῶν ἐπιμιγνυμένων, ὅταν ἰσχυρόν τις τὸ φάρμακον γενέσθαι βουληθῇ· ταῦτ’ οὖν τὰ
στύφοντα ποδηγεῖται μὲν ὑπὸ τῆς σμύρνης, συνεπωθεῖ δ’ ἐκείνην αὐτὰ καὶ οὕτως ἀλλήλοις συμπράττει πρὸς τὸ μέχρι πλείονος ἐξικνεῖσθαι τὴν δύναμιν αὐτῶν. ἐθεάσασθε δέ με πολλάκις τῷ διὰ μόρων φαρμάκῳ κατ’ ἀρχὰς μὲν μιγνύντα ῥοῦ χυλὸν ἢ ὄμφακος, ὃ καλοῦσιν ἰδίως ὀμφάκιον. εἰ δὲ μὴ παρείη ταῦτα, ῥόδων ἄνθος ἢ αὐτὰ τὰ ῥόδα ξηρὰ βαλαύστιόν τε καὶ κυτίνους καὶ σίδια ξηρὰ καὶ κηκίδα τὴν ὀμφακῖτιν ὀνομαζομένην, ἔτι τε τὸν τῆς πίτυος φλοιὸν καὶ τὸν τοῦ λιβανωτοῦ καὶ τὸν τῆς ὑποκυστίδος τε καὶ σχίνου χυλὸν καὶ συνελόντι φάναι τὰ στύφοντα πάντα χωρὶς τὴν φθαρτικὴν δύναμιν ἐχόντων, ἣν ὀνομάζουσι δηλητήριον, εἶδός τι τῶν θανασίμων οὖσαν. ἐμάθετε γὰρ ὡς οὐ πᾶν τὸ θανάσιμον εὐθύς ἐστι καὶ δηλητήριον. ὥσπερ δὲ ἐν ἀρχῇ τῆς φλεγμονῆς ἡ τῶν τοιούτων μίξις ἰσχυρότερον ἐργάζεται τὸ στοματικὸν φάρμακον, οὕτως ὅταν στῇ τὸ ἐπιῤῥέον, οὐδενὸς τῶν τοιούτων ἐστὶ χρεία μόνον. ἀρκεῖ γὰρ τηνικαῦτα τὸ τοῦ κρόκου τε καὶ τῆς σμύρνης προσειληφὸς εἰς τὸ πέψαι
τὴν φλεγμονὴν, ὡς ὁπόταν γε πεφθῇ, μίγνυμεν ἤδη τι καὶ τῶν διαφορούντων, ὡς ἐθεάσασθε πολλάκις ἐμβάλλοντά με τὸν ἀφρὸν τοῦ νίτρου καί ποτε καὶ αὐτὸ τὸ νίτρον, ὅσον ἐστὶ λεπτομερὲς, ὀνομαζόμενον ὑπὸ πάντων ἤδη βερενίκιον, ἔτι τε πρὸς τοῦτο καὶ θεῖον ὃ καλοῦσιν ἄπυρον, ἐνίοτε δὲ σίρον. ἐναφεψημένου αὐτῷ ποτὲ μὲν ὀριγάνου, ποτὲ δὲ ὑσσώπου, ποτὲ δὲ ἄλλου τινὸς τῶν ὁμοίων, οἷον γλήχωνος, θύμβρας, θύμου, καλαμίνθης ἡμέρου τε καὶ ἀγρίας. οὕτω μὲν ἄν τις αὐτῷ τῷ διὰ μόρων φαρμάκῳ καλῶς χρῷτο, τῷ ποσῷ τῶν καθόλου σκοπῶν, ἐξαλλάττων αὐτοῦ τὴν χρῆσιν. ἄχρι μὲν ἐπιῤῥεῖ τι, τοῦτο ἀποκρούεσθαι προσήκει. στάντος δὲ αὐτοῦ τὰ πέπτοντα προσφέρειν, εἶτα ἑξῆς τὰ διαφοροῦντα. δῆλον γὰρ ὅτι ταύτῃ χρώμενος τῇ μεθόδῳ καὶ ἐπιγινώσκων τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν οὐδέ ποτε ἀπορήσει βοηθημάτων, ἐάν τε κυνηγετῇ κατ’ ὄρος, ἐάν τε καταπράττηταί τι τῶν κατ’ ἀγρὸν ἔργων, ἐάν τε ἐν ὁδοιπορίᾳ ποτὲ τῶν παρεσκευασμένων ἀπορῇ φαρμάκων, ὡς Ἐρασίστρατος ἔγραψεν, ἐθεράπευσεν ἑαυτὸν ἐπὶ τὸν τοῦ βάτου 
χυλὸν ἐλθὼν οὐ παρόντος ἐν ἐκείνῳ τῶ χωρίῳ τοῦ Ἀνδρωνείου. γινώσκων γὰρ ὅτι καὶ αὐτὸ τὸ Ἀνδρώνειον ἐν τῷ στύφειν ἔχει τὸ κῦρος τῆς θεραπείας, ἐζήτησεν ὕλην στύφουσαν, οὐχ ὡς οἱ περὶ Σεραπίωνα καὶ Μηνόδοτόν φασιν, ἐμπειρικῇ χρησάμενος ὁμοίου μεταβάσει. κατὰ ταύτην γὰρ ὑμῖν ἔνδειξα πλείστην μὲν ἀνομοιότητα τοῦ χυλοῦ τοῦ βάτου πρὸς τὸν Ἀνδρώνειον τροχίσκον ὑπάρχουσαν, ὀλιγίστην δὲ ὁμοιότητα, καθ’ ἓν μόνον τὸ στύφειν. ἀλλ’ ὅ γε τὴν γενικὴν δύναμιν, ἣν καθόλου καλοῦσιν, ἐπιστάμενος, ἐν ᾗπερ ἂν ὕλῃ ταύτην εὑρίσκῃ, θαῤῥῶν ἐκείνῃ χρῆται. πάμπολυ δὲ πλῆθος ὑλῶν τοιούτων, αἷς ἁπάσαις ἔνεστι χρήσασθαι μόνας φεύγοντα τὰς ἄγαν ἀηδῆ τινα δύναμιν ἐχούσας φθαρτικήν. οὕτως οὖν κᾀγὼ τὸ διὰ τοῦ χυλοῦ τῶν χλωρῶν καρύων ἐσκεύασα φάρμακον, οὔτε ἰδών τινα τῶν διδασκάλων οὔτε γεγραμμένον εὑρὼν, οὗ τῆς δυνάμεως πεπείραμαι πολλῷ τῆς τῶν ἄλλων στοματικῶν δυνάμεως ὑπερεχούσης. ἄλλα δὲ λέγω τό τε διὰ τῶν μόρων καὶ τὸ διὰ τῶν βατίνων, οὕτω γὰρ ὀνομάσουσι τὸν καρπὸν τοῦ βάτου, καὶ τρίτου

τοῦ διὰ γλεύκους καὶ τετάρτου τοῦ διὰ τῶν ῥοιῶν χυλοῦ καὶ πέμπτου διὰ τῶν στυφόντων μήλων, ὧν κάλλιστ’ ἐστὶ τὰ κυδώνια καὶ τὰ στρουθία καλούμενα, καὶ μετὰ ταῦτα πρὸς τὴν προκειμένην χρείαν τὰ κεστιανὰ παρὰ Ῥωμαίοις ὀνομαζόμενα. σύνθετα δὲ ἐκ πολλῶν τοιούτων ἐστὶ τὰ διὰ τῶν ὀπωρῶν σκευαζόμενα.

2. [Περὶ τοῦ διὰ καρύων στοματικοῦ.] Ἐγὼ δ’ ὅτε πρῶτον ἐκ τῆς Ἀλεξανδρείας ἐπανῆλθον εἰς τὴν πατρίδα πορευθεὶς εἰς ἀγρὸν, εὗρόν τινα τῶν κηπουρῶν ὑπό τε σταφυλῆς καὶ παρισθμίων καὶ ἀντιάδων πνιγόμενον. ἐχρῆτο δὲ διακλύσματι μελικράτῳ, ῥόδων ἐνεψημένων ἐν αὐτῷ. θεασάμενος οὖν ἀκμάζοντα τὸν καρπὸν τῶν καρύων, ἐκέλευσα περιελόντας αὐτῶν τὸ ἔξωθεν λέπος, ᾧ καὶ τοὺς βαφέας ἑωράκειν χρωμένους, αὐτίκα κόψαντας ἐν ὅλμῳ δι’ ὀθονίου τὸν χυλὸν διηθῆσαι, μὴ γινώσκων ὅπως ἔχοι πάχους ἢ λεπτότητος. εὑρεθέντος δὲ ὑδατώδους αὐτοῦ καὶ λεπτοῦ κατὰ τὴν σύστασιν, ἀνακογχυλίζεσθαι προστάξας αὐτῷ τὸν κηπουρὸν, ἐπειδὴ πάνυ λεπτὸς ἐφαίνετο, προαφεψήσας

ἔμιξα μέλι σύμμετρον, ὡς ἐπὶ τοῦ διὰ μόρων ἠπιστάμην μιγνύμενον, ἑψήσας τε μέχρι συστάσεως μελιτώδους, κατέλιπον χρῆσθαι τῷ κηπουρῷ. θεασάμενος δὲ ταχίστην τὴν ὠφέλειαν ἀκολουθοῦσαν αὐτῷ, βέλτιον ἡγησάμην ἐπὶ πολλῶν πειραθῆναι, κᾀκ τούτου βάσανον ἱκανὴν λαβὼν τῆς δυνάμεως τοῦ φαρμάκου, διὰ παντὸς χρῶμαι, καθάπερ ἴστε. θαυμάζειν οὖν ἐπῆλθέ μοι τῶν ἔμπροσθεν ἰατρῶν, οὐδενὸς αὐτῶν ἐπινοήσαντος, εὐπορίστῳ τε καὶ γενναίῳ τῷ χυλῷ τούτῳ χρῆσθαι, καὶ ταῦτα μέντοι θεωμένων, ὅπως αἱ χεῖρες βάπτονται τῶν λεπιζόντων τὰ κάρυα τὰ χλωρά. φαίνεται γὰρ ἐκ τούτων ὁποῖός τις αὐτῶν ὁ χυλὸς καὶ δυσέκλυτος ὑπάρχει ἡ στύψις, ὥστε μηδὲ διὰ τῶν γενναιοτάτων ἐκπλύνεσθαι ῥυμμάτων. ἔτι δὲ μᾶλλον ἐθαύμασα τῶν ἰατρῶν εἰ καὶ τοὺς βαφέας ὁρῶντες, ὡς τοιούτοις χρωμένους τοῖς λέμμασι τῶν καρύων, οὐκ ἐνόησαν ἰσχυρὰν εἶναι τὴν δύναμιν αὐτῶν. εἰ μὴ γὰρ ἐγκατέβαινε τῷ βάθει τῶν χειρῶν ἢ δι’ ὅλης διεδύετο τῆς οὐσίας τῶν ἐρίων, οὐκ ἂν ἦν δυσέκπλυτος.
ἐγκαταβαίνουσα δὲ δηλοῖ λεπτομερῆ τὴν οὐσίαν εἶναι τοῦ χυλοῦ, μάλιστα δὲ ὠφελεῖν εὔλογόν ἐστι τὴν στύψιν, ὅταν ἐν οὐσίᾳ τοιαύτῃ περιέχηται. τὰ γάρ τοι παχυμερῆ τῶν στυφόντων συνάγοντα τῇ στύψει καὶ πυκνοῦντα τὴν ἐπιφάνειαν αὐτῶν σωμάτων οἷς ὁμιλεῖ, μέχρι τοῦ βάθους τῶν σωμάτων ὁδοιπορεῖν ἑαυτὰ κωλύει. οἷς γὰρ καὶ ἄλλως διὰ τὸ παχυμερὲς τῆς οὐσίας ἀδύνατον ἦν ἐξικνεῖσθαι πρὸς τὸ βάθος, τούτοις ἔτι ἀδυνατώτερον πυκνωθέντος τοῦ σώματος ὅλον ὠφελῆσαι τὸ φλεγμαῖνον. ἄριστον οὖν εἶναι τὸν χυλὸν τῶν καρύων πεισθεὶς, ἑψηθέντος τε μετὰ τοῦ μέλιτος αὐτοῦ γευσάμενος, οὐδὲν ἀηδὲς ἔχοντος εἰς τέτταρας μοίρας ἀεὶ διαιρῶν, ἐμβάλλω μὲν αὐτίκα τῇ μιᾷ τῶν στυφόντων τι, τῇ δευτέρᾳ δὲ σμύρνης καὶ κρόκου καὶ τῇ τρίτῃ θείου ἀπύρου καὶ νίτρου. τὴν τετάρτην δὲ φυλάττω μόνην εἰλικρινῆ, παιδίοις τε χρήσιμον ἐσομένην διὰ τὴν γλυκύτητα καὶ τοῖς ἐκλύτοις τὴν γνώμην ἀνδράσι καὶ γυναιξίν. ἐγὼ μὲν οὖν ὑπὸ τοῦ λόγου ποδηγηθεὶς εὗρον ὥσπερ τὴν τῶν νευροτρώτων ἀγωγὴν, οὕτω καὶ τοῦτο τὸ φάρμακον ἁπάντων ἄμεινον.
ἔστι μὲν γὰρ καὶ τὸ διὰ τῶν βατίνων ἰσχυρότερον τοῦ διὰ τῶν μόρων, ὥσπερ γε τοῦτο τοῦ διὰ τοῦ γλεύκους. ἁπάντων δὲ τούτων βέλτιόν ἐστι τὸ διὰ τοῦ χυλοῦ τῶν καρύων. ἐπὶ μὲν ἀρχομένων τῶν φλεγμονῶν ἅμα τοῖς στύφουσιν ἰσχυρῶς σκευασθὲν, ἐπὶ δὲ τῶν ἀκμαζουσῶν, εἰ΄ κρόκου τι καὶ σμύρνης προσλάβοι, καὶ μέντοι καὶ μόνον ἐνίοτε δύναται τὰς μετρίας φλεγμονὰς ἰᾶσθαι. ἡνίκα δὲ διαφορεῖσθαι χρὴ τὸ σφηνωθὲν τοῦ τὴν φλεγμονὴν ἐργασαμένου χυμοῦ, μετὰ τῆς τῶν δριμέων μίξεως χρήσιμον ὑπάρχει. ἀλλ’ ἴσως ἐρεῖ τίς μοι τῶν πενήτων ἰατρῶν, ἀγαπᾷν αὐτὸ εἰ πυξίδα μίαν ἔχοι πληρῶσαι τοῦ φαρμάκου σκευάσας ἅπαξ, ἐμὲ δὲ κελεύειν ἢ ἐξ ἀρχῆς εὐθέως τέτταρας αὐτοῦ ποιῆσαι συνθέσεις ἢ μίαν ἀποθέμενον ἐκ μέλιτός τε καὶ χυλοῦ συγκειμένην ἐπὶ τῆς χρείας αὐτῇ μιγνύειν, ἄχρι μὲν ἐπιῤῥεῖ τι τοῖς φλεγμαίνουσι τὰ στύφοντα σφοδρῶς, ἐπειδὰν δὲ παύσηται, τὰ πέπτοντα, κενώσεως δὲ χρῃζόντων τῶν ἐπιῤῥυέντων τὰ διαφοροῦντα· δύσεργον δ’ εἶναι τοῦτο καὶ χαλεπὸν 
οἷς οὐκ ἔστιν οἴκοι παρασκευὴ τῶν ἁπλῶν ἁπάντων φαρμάκων· ἀλλ’ οὐδ’ εἰς ὁδοιπορίας ἐπιτήδειόν με παρασκευὴν ὑφηγεῖσθαι, καθ’ ἃς οὐχ οἷόν τε τέτταρας ἑκάστου φαρμάκου διαφορὰς ἐπιφέρεσθαι. διὰ τοῦτο οὖν καὶ ἐπενοήθη κᾀμοὶ καὶ τοῖς πρὸ ἐμοῦ τὰ μέσα ταῖς δυνάμεσιν φάρμακα, πρός τε τὰς ὁδοιπορίας ἐπιτήδεια γεννησόμενα καὶ τοῖς πένησιν ἰατροῖς χρήσιμα. τίνα μὲν οὖν ἐστι ταῦτα μικρὸν ὕστερον ἐρῶ, νυνὶ δὲ ἀπαντῆσαι τῷ λόγῳ τῶν πενήτων ἰατρῶν βούλομαι. καθάπερ γὰρ αὐτοὶ τὴν πενιχρὰν παρασκευὴν ἐπαινοῦσιν, οὕτω χρὴ καὶ τοῖς πλουσίοις ἐπιτρέπειν αὐτοῖς ἀξίαν πλούτου παρασκευὴν φαρμάκων κεκτῆσθαι. γινώσκω γὰρ ἤδη που καὶ αὐτὸς οὐ μόνον ἰατροὺς πένητας ὄντας πολλοὺς, ἀλλὰ καὶ τοὺς ὑπ’ αὐτῶν θεραπευομένους, οἷς ἀγαπητόν ἐστιν, ἐπειδὰν νοσῶσιν, χόνδρον ἅμα μελικράτῳ προσενέγκασθαι καὶ καθαρὸν ἄρτον ἔχειν ἤ τι τῶν εἰς κατάπλασμα χρησίμων ἀλεύρων. ἀλλὰ τὸν γεγραφότα θεραπευτικὴν πραγματείαν εὔλογόν ἐστιν ἁπάσης τῆς ὕλης μνημονεύειν,

ὅπως τοῖς τε εὐποροῦσιν αὐτοῖς ὑπάρχῃ τεχνικῶς χρῆσθαι τοῖς τε πένησιν ἐκείνοις μόνοις, ὧν ἂν ἑκάστοτε τύχωσιν εὐποροῦντες.

3. [Περὶ τῆς τῶν μέσων συνθέσεως φαρμάκων.] Εἴπωμεν οὖν ἤδη τι περὶ τῆς τῶν μέσων φαρμάκων συνθέσεως, ἀπὸ τοῦ διὰ τῶν μόρων ἀρξάμενοι. κοινὸν δὲ αὐτοῖς ἐστι πρὸς τὰ μέσα τὴν συμμετρίαν ὁρίσαι τοῦ μέλιτος πρὸς τὸν χυλὸν, εὑρίσκεται δὲ αὕτη διὰ τῆς πείρας. ἀναμίξας γὰρ τῷ μέλιτι τὸν μιγνύμενον χυλὸν καὶ γευσάμενος, εἰ μέν σοι φαίνοιτο συμμέτρως ἔχειν, ὁμοίως αὖθις αὐτὰ μίξεις, εἰ δὲ ἐλλείπειν τι δοκοίη, προσθήσεις. οἷον εὐθέως ἐπὶ τοῦ τῶν συκαμίνων χυλοῦ τὸ πέμπτον εἰ μιχθείη μέλιτος, εἴη ἂν μέση κρᾶσις, ὡς ἑψηθέντος τοῦ φαρμάκου τοῖς πλείστοις μὲν ἀρέσκειν πάνυ τὴν μίξιν, ὀλίγους δὲ μέμψασθαι, τοὺς μὲν ὡς γλυκύτερον εἴη, τοὺς δὲ ὡς αὐστηρότερον. ὡς γὰρ καὶ τὸ μελίκρατον ἔνιοι μὲν ὑδαρέστερον, ἔνιοι δὲ γλυκύτερον ἡδέως πίνουσιν, οὕτω καὶ τοῖς φαρμάκοις ἑκάτεροι χαίρουσι κατὰ

τὴν οἰκείαν φύσιν. ὅταν γοῦν τις αὑτῷ φάρμακον ἀξιώσῃ σκευασθῆναι, πάντως δεῖ που τεθεᾶσθαι τῷ μὲν γλυκυτέροις ἡδομένῳ πλέον τοῦ μέλιτος ἐμβάλλοντα, τῷ δὲ τοῖς ἐναντίοις ἧττον. ἐπὶ μὲν οὖν τῶν καταπινομένων φαρμάκων στοχάζεσθαι χρὴ μάλιστα τῆς τῶν προσφερομένων αὐτὰ φύσεως. τὸ γὰρ ἀηδῶς ληφθὲν ἀνατρέπει τὸν στόμαχον. ἐπὶ δὲ τῶν στοματικῶν ἐγχωρεῖ καταφρονῆσαί ποτε τῆς τοιαύτης ἀκριβείας. ἡ τοίνυν μέση κρᾶσις, ὥσπερ ἔφην, τοῦ χυλοῦ πρὸς τὸ μέλι πενταπλάσιον ἐχέτω τὸν χυλὸν τῷ πλήθει. ἄκους δέ μου προσέχων τὸν νοῦν ἀκριβῶς οἷς χρῶμαι ῥήμασιν ἐν τῇ πρὸς ἄλληλα συμμετρίᾳ τῶν μιγνυμένων φαρμάκων. ἄρτι μὲν γὰρ ἐκέλευσα πενταπλάσιον εἶναι τῷ πλήθει τὸν χυλὸν τοῦ μέλιτος, οὐδὲν διαφέρον εἰ καὶ κατὰ τὸν ὄγκον εἴποιμι πενταπλάσιον εἶναι δεῖν αὐτόν. ὁποτέρως γὰρ ἂν ῥηθῇ, μετρῆσαι χρὴ τὰ μιγνύμενα φάρμακα. τῷ μέντοι σταθμῷ κελεύσαντός μου πενταπλάσιον εἶναι τόδε τὸ φάρμακον, τοῦδε διὰ ζυγοῦ χρὴ ποιεῖσθαι τὴν συμμετρίαν
τοῦ βάρους αὐτῶν. ἄχρι μὲν οὖν τῆς τοῦ χυλοῦ πρὸς τὸ μέλι μίξεως, οὐκ ἀναγκαῖόν ἐστι κοτύλης ἢ κυάθου μνημονεύειν, ἀλλ’ ἀρκεῖ φάναι πενταπλάσιον εἶναι χρῆναι τὸν χυλὸν τοῦ μέλιτος. ἐὰν δέ τι τούτοις μιγνύῃς ἄλλο τῶν εἰρημένων ἀρτίως ἀναγκαῖόν ἐστιν εἰπεῖν, ὁπόσοις οὖσι κατὰ τὸν ὄγκον αὐτοῖς ὁπόσον μίξεις ἐκείνων, ἐπὶ ζυγοῦ στήσας, οἷον ἐπ’ αὐτοῦ τοῦ διὰ τῶν μόρων ἐν τῇ τοῦ Καππάδοκος Ἥρα βίβλῳ φαρμακίτιδι, μέλιτος μὲν ἐμβάλλεται λίτραν α΄. τοῦ χυλοῦ δὲ τῶν μόρων λίτρας στ΄. ἐπιμίγνυσι δ’ αὐτοῖς δραχ. α΄. τοῦ κρόκου, τῆς δὲ σμύρνης τὸ διπλάσιον. ἴσον δὲ τῷ κρόκῳ βάλλει καὶ τοῦ χυλοῦ τῆς ὄμφακος, ὅπερ ὀμφάκιον ὀνομάζεται, καὶ τούτου πάλιν ἥμισυ τῆς σχιστῆς στυπτηρίας. ἐμοὶ δὲ ἀρέσκει πενταπλάσιον μὲν τοῦ μέλιτος βάλλειν τὸν χυλὸν, ἴσον δὲ κρόκου τε καὶ σμύρνης ἑκατέρου δραχ. α΄ S". ὥστε ἐξ ἀμφοτέρων τὰς τρεῖς συνάγεσθαι. τοῦ δὲ ὀμφακίου βαλὼν μέν τις καὶ οἴνου αὐστηροῦ κοτύλην μίαν, ὡς ὁ Ἥρας ἀξιοῖ. καλῶς ἂν μίξῃ δραχ. α΄. εἰ δὲ χωρὶς οἴνου σκευάζοιτο, πολὺ πλέον ἐμβάλλειν αὐτοῦ προσήκει.
εἰ μὲν μέσον τῇ κράσει βουληθῇς γενέσθαι τὸ φάρμακον, γο α΄. εἰ δὲ αὐστηρότερον ὡς πρὸς τὰς ἀρχὰς ἁρμόσῃ, πάντως μὲν δύο καὶ τρεῖς ποτε μίξας οὐκ ἂν ἁμάρτοις. εἰ δὲ οὐκ ἔχοις ὀμφάκιον, ἀντ’ αὐτοῦ ῥοῦ χυλὸν ἔμβαλλε. καὶ εἰ βουληθῇς δὲ τὸ ἴσον ἑκατέρου βάλλειν, οὐδ’ οὕτω τι βλάψεις. ὅ γε μὴν Ἥρας ἐν τῇ συμμετρίᾳ τοῦ φαρμάκου καὶ τοῦτο προσέγραψεν οὕτω. τινὲς δὲ καὶ κοτύλην μίαν γλυκέος οἴνου, δηλονότι γλεῦκος δηλῶσαι βουληθεὶς, προείρηκε γὰρ οἴνου αὐστηροῦ ἀθαλάσσου κοτύλην α΄. ἐμοὶ δὲ οὐκ ἀρέσκει, τοῦ μέλιτος αὐτάρκους βεβλημένου, μετὰ τοῦ καὶ κοτύλην αὐστηροῦ οἴνου προσειληφέναι, μιγνύει πάλιν οἴνου ἄλλην γλυκέος κοτύλην, ἔσται γὰρ οἰνῶδες πάνυ τὸ φάρμακον. ἕψουσι δὲ τὸ διὰ τῶν μόρων τοῦτο φάρμακον ἔνιοι μὲν ἐξ ἀρχῆς μίξαντες τὸν χυλὸν τῶν συκαμίνων, ἔνιοι δέ τι βραχὺ προεψήσαντες. ὁ δὲ Ἥρας ἔοικεν ἐπιπλέον ἀξιοῦν ἕψειν τὸν χυλὸν μόνον, ἔγραψε γοῦν οὕτως. μόρων χυλοῦ κοτύλας στ΄. ἕψε ὡς γλοιοῦ ἔχειν τὸ πάχος, εἶτα πρόσμιξον 
λεῖα κρόκου δραχ. α΄. καὶ τἄλλα δηλονότι τὰ εἰρημένα. κᾀγὼ δὲ ἀξιῶ προεψεῖσθαι τὸν χυλὸν μόνον αὐτὸν καθ’ ἑαυτὸν, εἶθ’ οὕτως προσλαμβάνειν τὸ μέλι. κᾀπειδὰν ἤδη μέλλῃς αἴρειν τὴν κακάβην ἀπὸ τοῦ πυρὸς, ἐπιμιγνύειν τὰ λοιπά. φαίνεται δὲ ὁ Ἥρας ἅμα τῷ μέλιτι κελεύων καὶ τἄλλα μίγνυσθαι. τὸν μὲν οἶνον οὖν εὐλόγως ἄν τις τότε μιγνύοι. τὴν σμύρναν δὲ καὶ τὸν κρόκον ἄμεινον ἐπὶ τῷ τέλει τῆς ἑψήσεως προσεμβάλλειν, ἄχρι τοσούτου μετὰ τῶν ἄλλων ἕψοντας ἢ μετὰ τὸ θεῖναι κάτω τὴν κακάβην κινοῦντας, ἄχρις οὗ πάνθ’ ἑνωθῇ καλῶς. τὸ δ’ ἐπιπλέον ἕψειν αὐτὰ καθαιρετικὸν τῆς δυνάμεως γίνεται τῶν ἀρωματικῶν φαρμάκων. λιθάργυρος μὲν γὰρ καὶ μολύβδαινα, καὶ ἄλλα πολλὰ τῶν μεταλλικῶν ἑψόμενα βελτίω γίνεται. κρόκος δὲ καὶ σμύρνα καὶ ἄλλα πολλὰ τῶν ἀρωμάτων ἐν ταῖς ἑψήσεσιν ἀποβάλλει τὴν δύναμιν. ἡ μὲν οὖν τοῦ μέσου τῇ δυνάμει φαρμάκου συμμετρία τε καὶ ἕψησις ἁρμόττουσα ταῖς μετρίαις φλεγμοναῖς καὶ ταῖς τῶν μειζόνων ἀκμαῖς, ἔτι τε τὸ πρὸς τὰς ἀρχὰς καὶ τὰς αὐξήσεις αὐτῶν ἁρμόττον φάρμακον εἴρηται.
πρὸς δὲ τὰς σκληρυνομένας φλεγμονὰς, ὅταν ἤδη παύσηται μὲν ἡ ἀκμὴ καὶ μηκέτι ἐπιῤῥέῃ μηδὲν, ἥκῃ δὲ τοῦ διαφορεῖν ὁ καιρὸς, ἐπιμίγνυσθαι προσήκει τῷ στοματικῷ φαρμάκῳ τῶν διαφορητικῶν ἔνια. τοιαῦτα δ’ ἐστὶν ὅ τε ἀφρὸς τοῦ νίτρου καὶ αὐτὸ τὸ μαλακὸν νίτρον, Ἀσίας τε πέτρας ἄνθος καὶ θεῖον ἄπυρον. ἀρκεῖ δὲ τῇ προειρημένῃ τοῦ μέσου συμμετρίᾳ συμμιχθῆναι νίτρου μὲν γο S". τοῦ θείου δὲ γο β΄. εἰ δὲ μήτε ἐσκευασμένον ἔχοις αὐτὸ οὕτω μήτε παρείη σοι νίτρον ἢ θεῖον ἢ τὸ τῆς Ἀσίας πέτρας ἄνθος, ἀναζέσας ὀρίγανον ἐν σιρκίῳ, καλοῦσι δὲ αὐτὸ παρ’ ἡμῖν πάντες ἕψημα, μίξας τῷ στοματικῷ φαρμάκῳ κέλευσον ἀνακογχυλίζειν· μὴ παρόντος δὲ ἑψήματος, ἐν μελικράτῳ προαναζέσας τὸ ὀρίγανον. οὐδὲν δὲ διαφέρει κᾂν ὕσσωπον ἐμβάλῃς ἀντὶ τῆς ὀριγάνου, κᾂν εἰ γλήχωνα, κᾂν εἰ θύμον, κᾂν εἰ θύμβραν ἢ καλαμίνθην ἢ τὴν εὐώδη μίνθην, ἣν οἱ παλαιοὶ καλοῦσιν ἡδύοσμον. ἐν μέντοι ταῖς ἀκμαῖς τῶν φλεγμονῶν οὐ μόνον οὐδὲν χρὴ τῶν τοιούτων φαρμάκων προσφέρειν, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ὀλιγάκις μὲν χρῆσθαι
τοῖς στοματικοῖς φαρμάκοις, διακλύσμασι δὲ καὶ ἀναγαργαλίσμασι παρηγορικωτέροις πέπτειν τὴν φλεγμονὴν, οἷόν ἐστι τό τε διὰ τῶν λιπαρῶν ἰσχάδων ἀφέψημα καὶ τὸ σχίνινον ἔλαιον, ἐπὶ διπλοῦ σκεύους χλιαινόμενον. ἀλλὰ καὶ αὐτὸ τὸ στοματικὸν φάρμακον ἐν ταῖς ἀκμαῖς ἀνακογχυλίζεσθαι προσήκει, μιγνύμενον ὑδαρεῖ μελικράτῳ ἢ θερμῷ τῷ σιραίῳ· μὴ παρόντων δὲ τούτων, ὕδατι θερμῷ. ἐπικρατεῖν γὰρ χρὴ τηνικαῦτα τὴν παρηγορικήν τε καὶ πεπτικὴν ἀγωγὴν, ὥσπερ ἐν ταῖς παρακμαῖς τὴν διαφορητικὴν, ἥτις διὰ τῶν ἰσχυροτέρων γίνεται φαρμάκων. τὸ δὲ ἐμὸν φάρμακον, τὸ διὰ τοῦ χυλοῦ τῶν καρύων, ὅτι μὲν ἁπάντων τῶν ἄλλων ἐστὶ δραστικώτατον, ἔργῳ πεπείρασθε, πρὸς ὑμᾶς γὰρ ὁ λόγος ἐστί μοι τοὺς ἑταίρους, οἷς μάλιστα χαριζόμενος ἐπὶ τήνδε τὴν πραγματείαν ἥκω. ὅτι δὲ καὶ πάντων ἐστὶν εὐωνότατόν τε καὶ εὐποριστότατον οὐδεὶς ἀγνοεῖ. ῥίπτουσι γὰρ οἱ κηπουροὶ τὰ λέμματα τῶν χλωρῶν καρύων, ὅταν ἐκλέψαντες αὐτὰ τύχωσιν, ὥστε κοφίνους μεγίστους πληροῦν ἡμᾶς προῖκα. τὸ μέλι τοίνυν μόνον ὡς πένησιν ἰατροῖς, καὶ γὰρ κᾀκείνοις
ἡμᾶς δεῖ κοινωνεῖν ὧν ἐροῦμεν, ὑπολείπεται μόνον ὅταν ᾖ δεόμενον, ἄλλο δ’ οὐδὲν, εἰ μὴ βούλοισθε, πολλάκις γὰρ οὕτω σκευασθὲν τὸ φάρμακον οὐδέν τι χεῖρον ἐφάνη τοῦ διὰ τῶν μόρων εἰς ὃ τὸν κρόκον καὶ τὴν σμύρναν ἐνεβάλομεν. ἀλλ’ εἰ καὶ στυπτηρίας αὐτῷ προσμῖξαι βουληθείημεν, οὐκ ἀνάγκη τὴν σχιστὴν ἐμβάλλειν. αὐτάρκως γὰρ στύφει καὶ ἡ ὑγρὰ, ἣν καλοῦσιν ἔνιοι φόριμον, εὐωνοτάτην τε καὶ εὐποριστοτάτην ὑπάρχουσαν ἐν πᾶσι χωρίοις, ἀπολειπομένην μέντοι τῇ λεπτομερείᾳ τῆς σχιστῆς, καὶ διὰ τοῦτο ἧττον ἀνύουσαν. καὶ μέντοι κᾂν ὁ κηπουρὸς αὐτὸς ἤ τις ἄγροικος ἄλλος, ἐθέλῃ σοι σκευάσαι τὸ φάρμακον, ἔχοι προῖκα καὶ τοὺς κυτίνους ἐμβάλλειν ξηροὺς κόψας τε καὶ διασήσας, ὀνομάζονται δ’ οὕτως αἱ πρωτόγονοι ῥοιαὶ, καθ’ ὃν γὰρ χρόνον ἀνθοῦν παύεται τὸ δένδρον, ὁ καρπὸς αὐτοῦ φαίνεται σχηματιζόμενος εἰς ἰδέαν ῥοιᾶς, ὃν ἔνεστιν ἀφελόντα καὶ ξηραίνοντα φυλάττειν εἰς τὸν καιρὸν τοῦ καρποῦ τῶν καρύων. ἐν μὲν γὰρ τῇ τελευτῇ τοῦ ἦρος οἱ κύτινοι γεννῶνται· παυσαμένου δὲ τοῦ θέρους εἰς τελείωσιν ἀφικνεῖται τὰ κάρυα, καὶ μέντοι
καὶ καταπίπτουσιν ἐπὶ τὴν γῆν πολλοὶ τῶν κυτίνων ἢ ὑπὸ ἀνέμου διασεισθέντες ἢ καὶ ἄλλως πως οὓς ἔνεστιν ἀνελομένους ξηραίνειν, ὡς μηδὲ κατὰ τοῦτο δοκεῖν τι δαπανᾷν τοὺς πένητας ἰατρούς. ἴστε δὲ δήπου καὶ ὡς ὁ τῶν ὀξέων τε καὶ στρυφνῶν ῥοιῶν, ὧν ὀλίγου δεῖν ἄβρωτος ὁ καρπὸς, οἱ κύτινοι κρείττους εἰσὶν, ὥστε κᾂν ἀφέλῃς τῶν δένδρων αὐτοὺς, ἢ οὐδείς σε κωλύσει τὸ παράπαν ἢ βραχυτάτην αἰτήσει δοῦναι τιμήν. τὸ δὲ βαλαύστιον ὀνομαζόμενον ἄβρωτόν ἐστι τελέως, ἐπὶ τῷ βουλομένῳ συλλέγειν ὑπάρχον, ὥσπερ ὀρίγανος καὶ θύμβρα καὶ θύμος καὶ ὅσα τοιαῦτα. καὶ τοίνυν καὶ τὸ βαλαύστιον, εἰ θελήσει τις ὠμὸν κόψας καὶ διασήσας ἐμβαλεῖν κατὰ τὴν ἀναλογίαν ἣν ἔμπροσθεν εἶπον ἴσα ὀμφακίῳ, χρήσιμον ἐργάσεται τὸ φάρμακον. ἀλλὰ καὶ τὰ λέμματα τῶν ῥοιῶν, εὐποριστότατόν ἐστι πρᾶγμα στύψιν ἱκανωτάτην ἔχοντα, συμβάλλεσθαι τοῖς εἰρημένοις εὐθὺς ἐν ἀρχῇ δυνάμενα, κάλλιστον δ’ ἂν γένοιτο φάρμακον, εἰ κατ’ ἐκεῖνον τὸν καιρὸν τῶν ῥοιῶν οὔπω μὲν οὐσῶν 

τελείων, οὐ μὴν οὐδὲ πόῤῥω πάνυ τῆς τελειώσεως ἐμβάλλειν ἀπ’ ἀρχῆς ἑψημένῳ χυλῷ τῶν καρύων ἐθελήσαις. χρὴ δὲ θλᾷν ἐν ὅλμῳ πρότερον αὐτὰ, ἕνεκα τοῦ ταχέως ἐς τὸ σκευαζόμενον φάρμακον ὅλην ἐκταθῆναι τὴν δύναμιν αὐτῶν.

4. [Περὶ σκευασίας τοῦ διὰ ῥοιῶν καὶ μήλων καὶ ἄλλων στοματικῶν.] Οὐσῶν δ’ ἐν ταῖς ῥοιαῖς τριῶν διαφορῶν, ἔνιαι μὲν γὰρ αὐτῶν εἰσιν αὐστηραὶ, στρυφναὶ δὲ ἕτεραι, καί τινες ὀξεῖαι, τὰς μὲν αὐστηρὰς μόνας ἐμβαλόντι σοι στυπτικώτερον ἔσται τὸ φάρμακον. τὰς δὲ γλυκείας ἥδιον, ὥσπερ γε καὶ σφοδρότερον, εἰ τὰς ὀξείας ἐμβάλλοις. ἐγὼ δ’ εἴωθα τὸ ἴσον ἑκάστου γένους μιγνύναι· καὶ γὰρ καὶ ἄλλως αὐτὰς μόνας τὰς πεπείρους ῥόας ὅλας κόπτων μετὰ τῶν λεμμάτων, εἶτα τὸν χυλὸν ἐκθλίβων ἕψων τε μετὰ μέλιτος, οὐ μόνον στοματικὸν ἴσχω φάρμακον, ἀλλὰ καὶ πολλοῖς ἄλλοις ὠφέλιμον, ὡς αὖθις εἰρήσεται. καὶ γίνεται καὶ οὗτος ὁ χυλὸς ἀμείνων εἰς πάντα τῶν τριῶν τῆς ῥοιᾶς

εἰδῶν ἢ γενῶν ἢ διαφορῶν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. μίγνυμεν δὲ καὶ τῶν βάτων τὸν καρπὸν, ὃν ἔνιοι μὲν—ἀπὸ τοῦ φυτοῦ παρονομάζουσι βάτινα προσαγορεύοντες, ἔνιοι δὲ συνθέτῳ προσηγορίᾳ μόρα καλοῦσι, προστιθέντες τὰ ἀπὸ τῶν βάτων, ἐξ ὧν ὁ χυλὸς ὁμοίως σκευαζόμενος τῷ διὰ τῶν συκαμίνων ἄμεινον ἐκείνου γίνεται φάρμακον, ἀπολειπόμενον δὲ τοῦ διὰ τῶν καρύων. καὶ μήλων δὲ τῶν κυδωνίων ἀχράδων τε καὶ μεσπίλων ὁ χυλὸς ὁμοίως σκευασθεὶς στοματικὸν γίνεται τὸ φάρμακον, ἐπιτήδειόν τε καταποθῆναι τοῦ διὰ τῶν καρύων, οὐκ ἔχοντος τοῦτο. βλαβερὸν μὲν γὰρ οὐκ ἔστιν ὡς χάλκανθον, οὐ μὴν εὐστόμαχόν γε. πρόδηλον δ’ ὅτι καὶ τὸ διὰ τῶν ῥοιῶν ἐστιν ἐπιτήδειον ἐκλύτῳ καὶ ἀνορέκτῳ στομάχῳ, λείπεται μέντοι τοῦ διὰ τῶν μήλων. ἀβλαβὴς δὲ καὶ ὁ τῶν βατίνων χυλὸς εἰς κατάποσιν, ὥσπερ γε καὶ ὁ τῶν συκαμίνων, ἀλλ’ ὁ τῶν βατίνων ἔχει τι καὶ τονωτικὸν τοῦ στομάχου τοῦ τῶν συκαμίνων οὐκ ἔχοντος. ἐμβάλλεται δὲ οὐ κατὰ τὴν αὐτὴν
ἀναλογίαν ἅπασι τοῖς χυλοῖς τὸ μέλι. πλείστου μὲν γὰρ ὅ τε τῶν καρύων δεῖται καὶ μετ’ αὐτὸν ὁ τῶν βατίνων τε καὶ συκαμίνων, ὀλίγου δὲ ὅ τε τῶν μήλων καὶ τῶν ῥοιῶν καὶ ἀχράδων, ἐν τῷ μεταξὺ δὲ αὐτῶν ὁ μεσπίλων, καὶ ἀπὸ κρανίων δὲ καὶ βραβύλων καὶ τῶν καλουμένων παρ’ ἡμῖν προύμνων. σκευάζεται δὲ παρ’ ἡμῖν στοματικὰ φάρμακα κατὰ τὸν αὐτὸν τρόπον, ὃν κατ’ ἀρχὰς εἶπον ἐπὶ τῶν μόρων, ἐφ’ ὧν ἁπάντων τῆς κατασκευῆς ἐρῶ τινα λόγον κοινὸν τόνδε. παχεῖ μὲν φανέντι τῷ χυλῷ τὸ μέλι μιγνύειν εὐθέως προσῆκεν, εἰ δ’ ὑγρότερος εἴη, προεψηθέντι. δέχεται δὲ ὁ τῶν ἀπίων μὲν καὶ μήλων χυλὸς, ἔτι δὲ τῶν πλείστων ὀπωρῶν, ἴσον ἑαυτῶν τὸ μέλι, τῶν στρυφνῶν δ’ ἱκανῶς, οἷοσπερ ἐστὶν ὁ τῆς κρανίας καρπὸς, ἐνίοτε μὲν διπλάσιον, ἔστι δ’ ὅτε καὶ τριπλάσιον. πάντα δ’ οὖν ταῦτα καταπίνειν ἀκίνδυνον. χαλκάνθου δὲ μιχθέντος ἢ μιχθείσης, ὁποτέρως σοι φίλον ὀνομάζειν, οὐ πάνυ τι χρὴ καταπίνειν τὸ σκευασθὲν τοῦτο φάρμακον, πλὴν εἰ κατὰ τὸν στόμαχον ἢ κατὰ τὴν κοιλίαν
ἑλκώδη διάθεσιν ὑπονοήσαιμεν γίνεσθαι. καὶ κατὰ τὸ στόμα δὲ αὐτὸ κακοήθων ἑλκῶν γινομένων, ἀμείνω τὰ διὰ χαλκάνθου φάρμακα. δραχμὴ δὲ ἀρκεῖ μιγνυμένη τῇ προειρημένῃ συνθέσει, καθ’ ἣν ἡ μία τοῦ μέλιτος εἴρηται βάλλεσθαι λίτρα, καὶ πλέον δ’ ἄν ποτε καλῶς βληθείη πρὸς τὰ σηπεδονώδη τῶν ἑλκῶν. ἕκαστον δὲ ὧν εἶπον ἐμβάλλειν ποτὲ καὶ γλεύκει σταφυλῶν αὐστηρῶν, ἃς ὀνομάζουσιν ἀμιναίας. ἄμεινον δὲ τὸ τελευταῖον γλεῦκος εἰς τὰ τοιαῦτα. τὸ γὰρ ἐν ἀρχαῖς ῥέον ὑγρότερόν ἐστι καὶ ὑδατωδέστερον, ἐμβάλλειν δὲ χρὴ τῶν εἰρημένων φαρμάκων τὰ στρυφνότερα, καθάπερ ἐμὲ ἐθεάσασθε πολλάκις ἤτοι ῥοιὰς ἢ βαλαύστιον ἢ κυτίνους ἢ ἀκάνθης Αἰγυπτίας καρπὸν ἢ τὸν τῆς κρανίας ἤ τι τῶν οὕτω στυφόντων μιγνύντα· μάλιστα δὲ ἐπιτήδειός ἐστι ῥοῦς, εἴτε ἀῤῥενικῶς ἐθέλοις ὀνομάζειν αὐτόν εἴτε θηλυκῶς. ἔστι δὲ διττὸς, ὁ μὲν ἕτερος ἐπιπαττόμενος τοῖς ὄψοις εὐστόμαχος, ὁ δὲ ἕτερος τοῖς βυρσοδέψαις χρήσιμος. ἑκάτερος δὲ ἐνεψηθεὶς ἐν τῷ γλεύκει στοματικὸν ἐργάζεται φάρμακον, ᾧ μιγνύειν ἔξεστί σοι τἄλλα κατὰ τὴν αὐτὴν ἀναλογίαν τῇ
διὰ τῶν μόρων εἰρημένῃ. χωρὶς δὲ τοῦ μιχθῆναι μέλιτι μόνον αὐτὸ τὸ γλεῦκος εἰς μελιτώδη σύστασιν ἀχθὲν, ἐξαιρεθέντων τε τῶν ἐμβληθέντων, ἀγαθὸν γίνεται φάρμακον εἰς ἀρχὰς καὶ ἀναβάσεις καὶ ἀκμάς· εἰς δὲ τὰς παρακμὰς, ἐὰν δᾷδας ἐπιμίξῃς λιπαρὰς ἢ καὶ κόψας εἰς λεπτὰ καὶ θλάσας ἐμβάλλῃς τῷ γλεύκει μετὰ τῆς ῥοῦ, κᾄπειτα μετὰ μίαν ἡμέραν ἑψήσας, ἄχρις ἂν ἐναπόθωνται τῷ γλεύκει τὴν ἑαυτῶν ποιότητα, τηνικαῦτα δὲ ἐξαίρειν μὲν ἐκεῖνα καὶ ἀποῤῥίπτειν, ἕψειν δὲ τὸ γλεῦκος ἕως ἐπιτηδείου συστάσεως, ὡς διάχριστον γενέσθαι τὸ φάρμακον. ὅσα δὲ ἔμπροσθεν εἶπον ἐμβάλλεσθαι τῶν στυφόντων εἰς τὸ διὰ τῶν καρύων τοῦ χυλοῦ σκευαζόμενον φάρμακον, ἅπαντα καὶ νῦν ἀκηκοέναι πίστευε τῷ γλεύκει μιγνύμενα. καὶ μέντοι κᾂν πολυτελέστερον ἐθέλῃς ποιῆσαι τὸ φάρμακον, ἐμβαλεῖς καὶ κασσίας φλοιὸν ἢ νάρδον Ἰνδικὴν ἢ τὸ τοῦ μαλαβάθρου φύλλον. ὥσπερ γὰρ τοῖς πένησιν, οὕτω καὶ τοῖς πλουσίοις χρὴ γράφειν ἡμᾶς φάρμακα. τὰ δὲ αὐτὰ τοῖς προειρημένοις στοματικοῖς φαρμάκοις 
μίγνυται. δραχμὴ δὲ ἀρκεῖ τῶν τριῶν ἑκάστου, πρὸς τὴν τοσαύτην συμμετρίαν τοῦ φαρμάκου, καθ’ ἣν ἡ λίτρα τοῦ μέλιτος ἐμβάλλεται. βλάψεις δ’ οὐδὲν, εἰ προσθήσεις ἑκάστης δραχμῆς τὸ ἥμισυ μέρος, ὡς γενέσθαι πάσας τέτταρας καὶ ἡμίσειαν. πρὸς δὲ τὰς σκληρυνομένας φλεγμονὰς τὰ δυνάμενα διαφορεῖν γενναιότερον ἐμβάλλεται κοπέντα δηλονότι καὶ διασηθέντα, καιρὸς δ’ ἐμβάλλειν αὐτὰ μὴ κατ’ ἀρχὰς, ἀλλ’ ὁπόταν ἐγγὺς γένηται τῆς παντελοῦς ἑψήσεως τὸ φάρμακον ἢ καὶ τελέως ἑψημένον, ὡς χαμαὶ τίθεσθαι τὸ ἀγγεῖον. ἔστι δὲ ταῦτα κόστος τε καὶ ἄμωμον καὶ τὸ καλούμενον μάκερ. ὀνομάζεται δὲ οὕτω φλοιός τις ἀρωματικὸς ἐκ τῆς Ἰνδίας κομιζόμενος, ἱκανῶς θερμαίνων τε καὶ στύφων, ἀλλὰ καὶ ὁ Κυρηναῖος ὀπὸς εἰς διαφόρησιν τῶν σκληρυνομένων φλεγμονῶν ἐπιτήδειος, ὥσπερ γε καὶ ὁ Μηδικὸς ἤ τις τῶν μετ’ αὐτούς. τοῖς πένησι δ’ ἐμβλητέον ἀντὶ τῶν πολυτελῶν φαρμάκων τῶν διαφορητικῶν ἤτοι δίκταμνον ἢ ἄκορον ἢ μῆον ἢ πύρεθρον ἢ καρδαμώμου τε καὶ νάπυος ἴσον, εἰς τριῶν δραχμῶν σταθμοὺς συμπληρουμένου τοῦ τῶν

μιγνυμένων ὄγκου, πρὸς τὴν εἰρημένην ἐξ ἀρχῆς τῶν στοματικῶν φαρμάκων συμμετρίαν, ἐν οἷς ἦν ἡ λίτρα τοῦ μέλιτος. εἰ δὲ καὶ τεττάρων ἢ πέντε ποιῆσαι θελήσεις δραχμῶν τὸ συμπληρούμενον ἐκ τούτων, διαφορητικώτερον ἕξεις τὸ φάρμακον. ἀνάλογον γὰρ ἀεὶ χρὴ ταῖς κατασκευαῖς τῶν παθῶν συναυξάνεσθαι καὶ συμμειοῦσθαι τὴν σφοδρότητα τῶν φαρμάκων.

5. [Περὶ σκευασίας τοῦ διὰ γλεύκους, ἐν οἷς καὶ εὐπόριστα διάφορα.] Ἐπὶ τοῦ διὰ γλεύκους εἰς κοτύλας δέκα τοῦ γλεύκους, τρεῖς μὲν ἐμβάλλομεν κοτύλας τοῦ ῥοῦ τῶν βυρσοδεψῶν ἢ τοῦ τοῖς ὄψοις ἐπιπαττομένου. συναμφοτέρων δὲ ἐμβαλλομένων, ἑκατέρου μίαν τε καὶ ἡμίσειαν καὶ βραχὺ πλέον. ἀνάλογον δὲ καὶ τῶν διαφορητικῶν, ὁποῖον ἂν εὐπορῶμεν. εἰ δὲ ἓν ἔχοιμεν μόνον ἢ κατ’ ἀρχὴν ἐμβάλλειν τῶν στυπτικῶν ἢ κατὰ τὸ τέλος τῶν διαφορητικῶν, ἐκείνου τὸ πᾶν ἐμβάλλομεν, ὅπερ ἐξ ἁπάντων ἠθροίζετο. τῷ τ’ οὖν προειρημένῳ διὰ τῶν καρύων ἐπεμβάλλεσθαι πάντα καὶ

τῷ διὰ τοῦ γλεύκους. ἐμβάλλειν δ’ εἰ οἷόν τε καὶ εἴ τι μὴ λέλεκται κατ’ ἐκεῖνον τὸν λόγον, οἷον ἢ κηκίδα τὴν ὀμφακῖτιν ὀνομαζομένην ἢ ἀκρέμονας μαλακοῦ βάτου ἢ κυνοσβάτου καὶ κρανίας, ἧς καὶ τὸν καρπὸν ἔφαμεν ἐμβάλλεσθαι δεῖν, ὥσπερ καὶ τῶν προύμνων μύρτα τε καὶ τῆς μυρίκης καὶ Αἰγυπτίας ἀκάνθης τὸν καρπὸν, ἅπαντά τε τὰ στύφοντα χωρὶς τῶν φαρμακώδη δύναμιν ἐχόντων, ὅπως μὴ καταποθέντα βλάπτῃ. πάντα δὲ τὰ ὁπωσοῦν σκευασθέντα φάρμακα στοματικὰ χρήσιμα γίνεται κατά τινας ἰδίους καιροὺς, ἐὰν αὐστηρότερα μὲν γένηται, κατὰ τὰς ἀρχὰς καὶ τὰς σφοδρὰς ἐπιῤῥοὰς, ἐὰν δὲ μετριώτερα, κατὰ τὰς ἀκμὰς, ἐὰν δὲ διαφορητικώτερα, κατὰ τὰς παρακμὰς, ὥστε κᾂν μὴ σκευάσωμεν αὐτοί τι μηδὲ τὴν συμμετρίαν τῶν ἐμβληθέντων ἴδωμεν, ἀλλὰ γευσώμεθα μόνον αὐτοῦ συνθέτου φαρμάκου, γινώσκειν ἡμᾶς ὅπως αὐτῷ χρηστέον. τούτων οὖν ἡμᾶς μεμνημένους ὅταν ἀνάγκη ποτὲ καταλάβῃ τῶν ἐκ πολλῆς πείρας κεκριμένων φαρμάκων ἀποροῦντας αὐτοὺς σχεδιάζειν
ἐκ τῆς κατ’ ἐκεῖνο τὸ χωρίον ὕλης εὐπορίστου, συνθεῖναι δυνήσεσθε φάρμακον ἐπιτήδειον. οὐ μόνον δ’ εἰς τοῦτο χρήσιμόν ἐστι, μεμνῆσθαι τῶν προειρημένων, ἀλλὰ καὶ πρὸς τὴν τῶν εὑρημένων ἐπιτήδειον χρῆσιν. ἐὰν μὲν γὰρ ἐπικρατοῦσαν ἐν αὐτοῖς εὑρίσκητε τὴν στυπτικὴν ποιότητα, κατ’ ἀρχὰς χρῆσθαι προσῆκεν· ἐὰν δὲ τὴν παρηγορικήν τε καὶ χαλαστικὴν καὶ πεττικὴν, ἐν ταῖς ὀδύναις τε καὶ ἀκμαῖς τῶν φλεγμονῶν· ἐάν δὲ σκιῤῥούμενόν τι καὶ δύσλυτον ὑπολείπηται τῆς φλεγμονῆς, ἐν ταῖς παρακμαῖς διαφορητικήν. οὕτω δὲ κᾀν τοῖς μεταξὺ καιροῖς τὰ μεταξὺ τῶν εἰρημένων φαρμάκων προσοίσετε φάρμακα, μεταβαίνοντες ἀπὸ τῶν ἀποκρουστικῶν ἐπὶ τὰ διαφορητικὰ κατὰ βραχύ. κᾂν μὲν ἓν φάρμακον ὑμῖν ὑπάρχον ᾖ, ἐκλύοντες μὲν αὐτὸ μίξει μελικράτου τε καὶ ὕδατος, ἐπιτείνοντες δὲ διὰ τῆς τῶν εὐπορίστων ἐπιμιξίας. ἔστι δὲ εὐπόριστα μὲν τῶν στυφόντων ῥόδα καὶ μύρτα καὶ μυρσίνη καὶ σχῖνος καὶ βάτος καὶ κυνόσβατον καὶ κηκὶς ἡ ὀμφακῖτις ὀνομαζομένη καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς, αἵ τε στυπτηρίαι πᾶσαι. ἐφεξῆς δὲ

αὐτῶν εὐπόριστα, ῥοῦς ὁ ἐπὶ τὰ ὄψα καὶ ὁ τῶν βυρσοδεψικῶν καὶ ὁ χυλὸς, ὃς ἀπὸ τῆς Συρίας κομίζεται. οὗτος μὲν οὖν αὐτὸς καθ’ ἑαυτὸν μίγνυται. ὁ δὲ τῶν σκυτοδεψῶν καὶ ὁ ἐπὶ τὰ ὄψα προαφεψηθέντες ὕδατι τοῦτο παρέχουσιν εὔχρηστον εἰς τὴν μίξιν. ἔστι δὲ ἐκ τῶν εὐπορίστων καὶ γλαύκιον καὶ ὀμφάκιον καὶ κύτινοι καὶ βαλαύστια, ἐκ δὲ τῶν διαφορούντων εὐπόριστα μέτρια μὲν ἰσχάδων ἀφέψημα καὶ πίτυρον καὶ μελίκρατον ἐναφεψημένης ὀριγάνου καὶ ὑσσώπου ἢ θύμου ἢ καλαμίνθης ἢ γλήχωνος ἢ τῆς εὐώδους μίνθης, ἣν ἡδύοσμον ὀνομάζουσιν. ἰσχυρότερα δὲ καὶ ταῦτα μὲν ἐπὶ πλεῖον ἑψημένα. καὶ νίτρου δὲ ἀφρὸς ἢ καὶ αὐτὸ κεκαυμένον. ἰσχυρότερον δὲ τούτων ἐστὶ τὸ θεῖον ἄπυρον.

6. [Στοματικῶν φαρμάκων σύνθεσις, ἐν οἶς καὶ διὰ μόρων κατὰ τὸν Ἥραν.] Καλεῖται μὲν ἰδίως στοματικὰ τὰ πρὸς σταφυλὰς παρίσθμια καὶ πάσας τὰς ἐν τῷ στόματι γινομένας ἐξαίφνης φλεγμονὰς ἁρμόττοντα. συντίθεται δὲ διὰ τῆς προειρημένης ὕλης, ἧς αἱ κατὰ μέρος συνθέσεις πάμπολλαι 

τετυχήκασι γεγενημέναι τοῖς ἰατροῖς, ἐγὼ δὲ κᾀνταῦθα τῶν ἐνδόξων μνημονεύσω.

[Σύνθεσις τοῦ διὰ μόρων ὡς Ἥρας.] Τὸ διὰ τῶν μόρων φάρμακον στοματικὸν, ποιοῦν πρός τε παρίσθμια καὶ σταφυλὰς καὶ τὰς ἄλλας τὰς ἐν τῷ στόματι φλεγμονὰς διαχριόμενόν τε καὶ ἀνακογχυλιζόμενον, ὡς προείρηται. σκευάζει δὲ αὐτὸ ὁ μὲν Ἥρας οὕτω. ♃ μόρων χυλοῦ κοτύλας στ΄. ἕψε ὡς γλοιοῦ πάχος ἔχειν, εἶτα πρόσμιξον λεῖα, κρόκου δραχ. α΄. σμύρνης δραχ. β΄. ὀμφακίου δραχ. α΄. σχιστῆς τριώβολον, μέλιτος κοτύλην α΄. αὐτὸς δέ φησιν ὁ Ἥρας καὶ ἑτέρως σκευάζειν αὐτὸ κατὰ τόνδε τὸν τρόπον· κρόκου δραχ. τὸ ἥμισυ ἐπεμβαλλομένης καὶ γλυκέος κοτύλης μιᾶς καὶ οἴνου ἀθαλάσσου αὐστηροῦ, κοτύλης μιᾶς, ἡ δὲ ἕψησις μέχρι μελιτώδους συστάσεως.

[Ἀνδρομάχου τὸ διὰ μόρων φάρμακον.] Ἀνδρόμαχος δὲ περὶ τοῦ διὰ μόρων φαρμάκου κατὰ λέξιν οὕτω γράφει. ♃ μόρων χυλοῦ κοτύλας στ΄. βαλὼν εἰς αὐτὸ κηκίδας ε΄. γλυκείας τε ῥίζης δραχ. κ΄. οἴνου Χίου κοτύλην α΄.

ἡλίαζε ἢ ἕψε. εἶθ’ ὅταν συστραφῇ, ἄρας τὰς ῥίζας ῥῖπτε, τὰς δὲ κηκίδας λειώσας μίγνυε σμύρνης δραχ. α΄. κρόκου δραχ. α΄. σχιστῆς δραχ. α΄. ὀμφακίου δραχ. β΄. τινὲς δὲ καὶ στυπτηρίας δραχ. β΄. μέλιτος Ἀττικοῦ κοτύλην μίαν. εὔδηλον δ’ ὅτι τοῦτο τὸ φάρμακον στυπτικώτερόν ἐστι τοῦ προγεγραμμένου, μάλιστα ἐὰν τὴν στυπτηρίαν προσλάβῃ. ἱκαναὶ μὲν γὰρ καὶ αἱ κηκίδες καὶ τὸ ὀμφάκιον στυπτικώτερον ἱκανῶς ἀποτελεῖν αὐτό. τῆς στυπτηρίας δὲ προστεθείσης ἐπιπλέον αὐξηθήσεται τὰ τῆς στυπτικῆς δυνάμεως αὐτῷ. καλῶς μέντοι μέμικται κατὰ τὴν σκευασίαν ἡ γλυκεῖα ῥίζα, πραϋντικὴ τραχυτήτων ὑπάρχουσα καὶ κατὰ τοῦτο τὴν ἐκ τῶν στυφόντων τραχύτητα παρηγορεῖν δυναμένη. ἀντὶ δὲ τοῦ τῶν μόρων χυλοῦ βάλλεται καὶ ὁ τῶν βατίνων ὀνομαζομένων χυλὸς, τῶν ἄλλων ὅπως ἂν ἐθέλῃς προστιθεμένων, εἴθ’ ὡς Ἥρας εἴθ’ ὡς Ἀνδρόμαχος ἔγραψεν. εἴρηται δ’ ὑπ’ ἐμοῦ πρόσθεν, ὅπως ἐνδέχεται ποικίλλειν αὐτὸ τῇ τῶν ἐπιβαλλομένων ἐπιμιξίᾳ. λέλεκται δ’ ὅτι καὶ διὰ τοῦ χυλοῦ τῶν καρύων, τῶν ἄλλων ὁμοίως ἐμβαλλομένων, συντίθεσθαι δύναται τὸ φάρμακον,

ἀλλὰ καὶ διὰ ῥοιῶν χυλοῦ παραπλησίως σκευάζεται καὶ μόνου τοῦ χυλοῦ μετὰ μέλιτος σκευαζομένου καὶ τῶν ἄρτι λελεγμένων ἐπεμβαλλομένων. οὕτω δὲ καὶ ὁ τῶν βάτων καρπὸς μετὰ μέλιτος σκευασθεὶς αὐτάρκως στῦφον γίνεται φάρμακον, ὥσπερ γε καὶ ὁ διὰ τοῦ χυλοῦ τῶν καρύων, καθότι πρόσθεν εἴρηται. ἀλλὰ καὶ ποικίλα τῇ συνθέσει φάρμακα διὰ ῥοιῶν χυλοῦ γέγραπται τοῖς ἰατροῖς, ὥσπερ καὶ τῷ Ἀνδρομάχῳ κατὰ τήνδε τὴν λέξιν.

[Τὸ διὰ τῶν ῥοιῶν στοματικὸν Ἀνδρομάχου.] ♃ Ῥοιῶν ἀπυρήνων γλυκειῶν μέρη δύο καὶ ὀξειῶν μέρος α΄. ἔκθλιβε τὸν χυλὸν εἰς ἄγγος χάλκεον, ὥστε ἔχειν χοέα α΄. εἶτα διυλίσας ἕψε ἐπὶ πυρὸς μαλακοῦ, ἕως λειφθῇ τὸ γ΄. ἔστω δὲ λείας σμύρνης ἀμιναίας δραχ. η΄. κροκομάγματος δραχ. η΄. ὀμφακίου δραχ. η΄. Ἰλλυρίδος δραχ. η΄. στυπτηρίας δραχ. δ΄. κηκίδος δραχ. η΄. τούτοις παραχέας ὑγρὸν λέαινε καὶ ἕψε ὡς μέλιτος πάχος ἔχειν, εἶτα κατεράσας εἰς θυείαν λέαινε καὶ χρῶ, ὁτὲ μὲν σὺν μέλιτι, ὁτὲ δὲ ἀκράτῳ. οὗτος οὐ συνέψει τὸ μέλι τῷ

χυλῷ τῶν ῥοιῶν, ἀλλ’ ὕστερον ὅταν σκευασθῇ χρῆσθαι κελεύει διττῷ φαρμάκῳ, ποτὲ μὲν ἀκράτῳ πρὸς τὰς δηλονότι στύψεως δεομένας φλεγμονὰς, ποτὲ δὲ καὶ μετὰ μέλιτος, ὅταν καὶ διαφορεῖσθαι δέωνται. τὸ πλῆθος δὲ τοῦ χυλοῦ χρέως εἶναι κελεύει, τουτέστι ξε. στ΄. τῶν Ῥωμαϊκῶν ξεστῶν. ἐν Ῥώμῃ γὰρ ἰατρεύσας τοῖς πᾶσι πόλεως ταύτης χρῆται μέτροις. ἐπεμβάλλει δὲ αὐτοῖς σμύρνης μὲν καὶ κροκομάγματος καὶ κηκίδος καὶ ἴρεως Ἰλλυρικῆς, Ἰλλυρίδα γὰρ αὐτὴν εἴωθεν ὀνομάζειν, ἔτι δὲ πρὸς τούτοις καὶ ὀμφακίου τῶν πέντε ἀνὰ γο α΄. αἱ γὰρ ὀκτὼ δραχμαὶ οὕτω δύνανται. τῆς δὲ στυπτηρίας τῆς σχιστῆς ἡμιούγγιον. ἔγραψε δὲ ἐφεξῆς ὁ Ἀνδρόμαχος καὶ τὸ διὰ τοῦ γλεύκους στοματικὸν φάρμακον, ὡδί πως κατὰ λέξιν γράφων.

[Ἀνδρομάχου στοματικὸν διὰ γλεύκους, ᾧ χρῶμαι.] ♃ Κηκίδας λ΄. ῥοὸς βυρσοδεψικοῦ ξε. β΄. γλεύκους ξε. στ΄. τὰς κηκίδας θλάσας ἔμβρεξον σὺν τῷ ῥοῒ, ἡμέραν καὶ νύκτα ἐν τῷ γλεύκει, εἶτα ἕψε ἕως ἂν γένηται τὸ τέταρτον

τοῦ παντὸς, καὶ διηθήσας δι’ ὀθονίου καὶ ἐκθλίψας σύστρεψον ἐν λοπάδι, ἕως ἂν μελιτῶδες γένηται, εἶτα λεῖα πρόσβαλλε στυπτηρίας σχιστῆς δραχ. α΄. κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. συμμίξας ἀπόθου καὶ χρῶ. οὐδὲν περὶ τοῦ γλεύκους ἐδήλωσεν, ἐξ ὁποίας αὐτὸ σταφυλῆς βούλεται λαμβάνεσθαι, πότερον τῆς τὸν αὐστηρὸν οἶνον γεννώσης ἢ τὸν γλυκὺν, ἢ τὸν μέσον. ἡμᾶς οὖν χρὴ γινώσκειν, ὅτι τὸ μὲν διὰ τοῦ γλυκέος σκευασθὲν φάρμακον παρηγορικώτερόν τε καὶ μέτριον ἔσται καὶ ἧσσον δραστικὸν, ἐφ’ ὧν δὲ χρὴ στύψει χρῆσθαι σφοδροτέρᾳ, διὰ τῶν στρυφνῶν οἴνων σκευασθὲν σφοδρότερον μὲν στύφει, τὸ πραΰειν δ’ οὐκ ἔχει. δῆλον δ’ ὅτι καὶ τὸ διὰ τοῦ μέσου τούτων σκευασθὲν τὴν μέσην ἔχει δύναμιν.

[Κρίτωνος στοματικὴ ἡ διὰ ῥοιῶν] Κρίτων δὲ τὸ διὰ τοῦ χυλοῦ τῶν ῥοιῶν φάρμακον οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασιν. στοματικὴ ἡ διὰ ῥοιῶν πρὸς ἕλκη καὶ τὰ ἀφθώδη. ♃ ῥοιῶν γλυκειῶν χυλοῦ κοτύλας στ΄. ἕψε ἐν χαλκῷ ἀγγείῳ εἰς τὸ γ΄. εἶτα λείου κινναμώμου δραχ. α΄. κασσίας δραχ. α΄. σμύρνης δραχ. α΄. ὀμφακίου τριώβολον, κρόκου τριώβολον, νάρδου 

Ἰνδικῆς τριώβολον, τούτοις πρόσμιγε μέλιτος κοτύλην μίαν, καὶ οὕτω προσεμβαλὼν τὸν χυλὸν, ἐπὶ μαλθακοῦ πυρὸς κινῶν, ἕψε ἕως συστραφῇ, καὶ χρῶ. γράφει δὲ καὶ ἄλλην σύνθεσιν τοῦ διὰ ῥοιῶν φαρμάκου τοιαύτην ἐφεξῆς. ♃ ῥοιῶν γλυκειῶν σὺν τοῖς λεπύροις τεθλασμένων καὶ ἐκπεπιεσμένων ξε. ἕξ. μέλιτος καλοῦ ξε. α΄. βαλὼν εἰς χύτραν ἕψε, ἕως ἂν μέλιτος σχῇ πάχος, εἶτα σχιστῆς γο α΄. σμύρνης γο S΄. λεῖα ποιήσας ἔμβαλλε καὶ μίξας χρῶ, στυπτικώτερον δηλονότι τοῦτο τὸ φάρμακον ὁ Κρίτων ἔγραψε τοῦ πρὸ αὐτοῦ. γελοίως οὖν τινες ποιοῦσιν, ἐρωτῶντες, πότερόν ἐστιν αὐτῶν κρεῖττον θατέρου, ἑκάτερον γὰρ ἐν ἰδίῳ καιρῷ κρεῖττόν ἐστι θατέρου, πρὸς μὲν τὰ σφοδροτέρας στύψεως δεόμενα τοῦτο τὸ δεύτερον, πρὸς δὲ τὰ διαφορήσεως τὸ πρότερον μάλιστα, διότι καὶ τὸ κιννάμωμον ἐνέβαλλεν αὐτῷ διαφορητικὸν φάρμακον. ἔγραψε δὲ καὶ τὸ διὰ γλεύκους ὁ Κρίτων ὡδί πως.

[Κρίτωνος στοματικὴ ἡ διὰ τοῦ γλεύκους.] Στοματικὴ ἡ διὰ τοῦ γλεύκους ποιεῖ καὶ πρὸς τὰ ἐν ὠσὶ καὶ ἐν ἕδρᾳ.

♃ γλεύκους ξε. ἕξ. ἕψε μέχρι ξε. β΄. εἶτα μῖξον ῥοὸς βυρσοδεψικῆς δραχ. δ΄. οἱ δὲ δραχ. β΄. καὶ κηκίδων δραχ. δ΄. οἱ δὲ καὶ κηκίδας λ΄. κρόκου δραχ. β΄. οἱ δὲ δραχ. α΄. στυπτηρίας σχιστῆς δραχ. β΄. τινὲς δὲ σμύρνης δραχ. α΄. μέλιτος ξε. α΄. μίξας χρῶ. πολλὰ δὲ καὶ ἄλλα φάρμακα διὰ τῶν εἰρημένων χυλῶν γέγραπται πολλοῖς τῶν ἰατρῶν, πεποικιλμένα ταῖς συμμετρίαις, ἐνίων μὲν ἅπαντα βαλλόντων τὰ προειρημένα, τινῶν δὲ καὶ ἀφαιρούντων ἄλλων ἄλλο, καὶ τῶν μὲν πλέον, τῶν δὲ ἔλαττον βαλλόντων, ἐφ’ ὧν ὡς εἶπον, ἐπισκοπεῖσθαι χρὴ τί τὸ πλεονάζον ἐστὶ, πότερον τὸ στυπτικόν τε καὶ ἀποκρουστικὸν ἢ τὸ παρηγορικόν τε καὶ πεπτικὸν ἢ τὸ διαφορητικόν. οὕτω γὰρ ἂν ἔσται καλῶς αὐτοῖς χρῆσθαι. διὸ καὶ καταλείψω τὰς κατὰ μέρος τῶν γεγραφότων διαφορὰς, ἐφ’ ἕτερα δὲ φάρμακα μεταβήσομαι, χωρὶς τῶν εἰρημένων χυλῶν σκευαζόμενα.

[Τὰ χωρὶς χυλῶν συντιθέμενα στοματικὰ φάρμακα δι’ ὄξους καὶ κηκίδων.] Στοματικὸν φάρμακον ἔγραψεν ὅ τε Ἀνδρόμαχος καὶ ὁ Κρίτων τὴν αὐτὴν συμμετρίαν

ἔχον. ἀρκέσει τοιγαροῦν τὴν γραφὴν εἰπεῖν Ἀνδρομάχου ὡδί πως ἔχουσαν αὐτοῖς ὀνόμασιν. στοματικὴ Ἀριστοκλέους πρὸς συνάγχας καὶ τὰ λοιπὰ τὰ ἐν τῷ στόματι, ταύτῃ καὶ Ἀντίπατρος ἐχρήσατο. ♃ κηκίδας ἀριθμῷ λ΄. ὄξους λευκοῦ κύαθον α΄ S". οἱ δὲ κυάθους θ΄. σμύρνης δραχ. η΄. νάρδου Ἰνδικῆς δραχ. α΄. ῥοῦ τῆς ἐπὶ τὰ ὄψα, κύαθον α΄ S". οἱ δὲ κυάθους θ΄. στυπτηρίας σχιστῆς δραχ. α΄. πεπέρεως κόκκους κ΄. μέλιτος Ἀττικοῦ κυάθους β΄. οἱ δὲ κύαθον α΄ S". ἕψονται δ’ αἱ κηκίδες ἐν τῷ ὄξει, ἕως ἂν ἁπαλαὶ γένωνται, καὶ λεανθεῖσαι μίγνυνται τῷ μέλιτι ἐπὶ τῆς χρήσεως, τινὲς δὲ καὶ μανδραγόρου σπέρματος γο α΄. ταῦτα μὲν ὁ Ἀνδρόμαχος ἔγραψε, τάχα δ’ ἄν τις ἀπορήσειε διὰ τί γράψας ὄξους κύαθον ἕνα S". προσέγραψεν, οἱ δὲ κυάθους θ΄. παρὰ πολὺ γὰρ ἡ συμμετρία τῆς συμμετρίας ὑπερέχει, καθάπερ γε πάλιν κᾀν τῷ φάναι, ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα κύαθον α΄ S". οἱ δὲ κυάθους θ΄. κατὰ μόνας οὖν ἐξεταζόμενον ἑκάτερον ἀπορίαν ἔχει, πρὸς ἄλληλα δὲ συμπλεκόμενα προσηκόντως γέγραπται. ἐὰν μὲν γὰρ κυάθους θ΄. ἐμβάλλωμεν τοῦ ὄξους, ἐμβαλοῦμεν
καὶ τοῦ ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα τοὺς αὐτοὺς θ΄. ἐὰν δὲ κύαθον α΄ S". τοῦ ὄξους, ἀρκέσει καὶ τοῦ ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα κύαθος α΄ S". ὥστε ἐπὶ μὲν τοῦ πλέον ἔχοντος ὄξους φαρμάκου τὴν ἕψησιν ἐπὶ πλέον γίνεσθαι, ἐπὶ δὲ τοῦ ἔλαττον ἐπ’ ὀλίγον. ἄμεινον δὲ πολλῷ τὸ ἐπὶ πλέον, οὕτω γὰρ καὶ αἱ κηκίδες ἔσονται μαλακαί. εὔδηλον δ’ ὅτι γενναῖόν ἐστι τὸ φάρμακον, ἐξ ἐναντίων συγκείμενον. αἱ μὲν γὰρ κηκίδες καὶ τὸ ὄξος καὶ ὁ ῥοῦς στυπτικώτερα ἔσται καὶ ἀποκρουστικώτατα. διαφορητικώτατον δέ ἐστι τὸ πέπερι, μικτῆς δυνάμεως ἡ νάρδος, ἡ σμύρνη δὲ διαφορητικῆς μὲν, ἀλλ’ ἀδήκτου καὶ παρηγορικῆς μετὰ τοῦ συμπέττειν, διαφορητικῆς δὲ καὶ τὸ μέλι δυνάμεώς ἐστιν, ἀλλὰ χωρὶς τοῦ δάκνειν τὰ ἐν τῷ στόματι, ἐπειδὴ τοῖς ὀφθαλμοῖς δακνῶδές ἐστιν. περὶ δὲ τῆς τοῦ ὄξους δυνάμεως ἤδη πολλάκις ἀνεμνήσαμεν, ὡς καὶ τέμνει καὶ διαφορεῖ καὶ ἀποκρούεται. τὸ δὲ λευκὸν πρόσκειται κατὰ τὴν γραφὴν, ἵνα λεπτομερὲς ᾖ. ἔνιοι δὲ καὶ τοῦ ὄξους πέντε κυάθους καὶ τοῦ ῥοῦ τοὺς αὐτοὺς ἐμβάλλουσι,

μεταξύ πως ἱστάμενοι τῶν τε τὸ πλεῖστον ἐμβαλλόντων καὶ τῶν τὸ ἐλάχιστον ἑκατέρου. δῆλον οὖν ὅτι μέσον ἐκείνων τῇ δυνάμει τὸ φάρμακον παρασκευάζουσιν, ὥσπερ καὶ τῇ συμμετρίᾳ.

[Ἡ διὰ τοῦ βήσασα στοματικὴ διάχριστος. ἔνδοξον δὲ καὶ τοῦτό ἐστι τὸ φάρμακον, ὑπὸ μὲν Ἀνδρομάχου κατὰ λέξιν οὕτω γεγραμμένον.] Στοματικὸν πρὸς συνάγχας ἡ διὰ βήσασα, πρὸς τὰ ἀπηλπισμένα ποιοῦσα ᾗ χρῶμαι. ♃ ἀνίσου σπέρματος, σελίνου σπέρματος, ἄμμεως σπέρματος, σχίνου ἄνθους· στυπτηρίας σχιστῆς, Ἰλλυρικῆς ἴρεως, βήσασα, ὅ τινες ἅρμαλα καλοῦσι, κινναμώμου, σμύρνης τρωγλοδυτικῆς, ἀριστολοχίας μακρᾶς ἀνὰ γο α΄. κασσίας, ῥόδων ξηρῶν ἀνὰ γο α΄. κροκομάγματος γο α΄. κόστου, χελιδόνων σποδοῦ προσφάτου ἀνὰ γο γ΄. κρόκου γο α΄ S". νάρδου Ἰνδικῆς, ἀμώμου ἀνὰ γο S". κηκίδας η΄. λείοις σὺν μέλιτι χρῶ, ἐπὶ δὲ τῆς χρείας ἄνιε μέλιτι. τοῦτο δὲ αὐτὸ τὸ φάρμακον καὶ ὁ Ἥρας ἔγραψεν ὀλίγου δεῖν ἅπαν ὡσαύτως, μόνα γὰρ ὑπήλλαξε τὰ τῶν ῥόδων καὶ οὐκ αὐτὰ μᾶλλον, ἀλλὰ τὸ 

ἄνθος αὐτῶν καὶ προσθεὶς ἐπὶ τέλει, τινὲς δὲ καὶ κασσίας πυῤῥᾶς γο α΄. περὶ δὲ τῶν χελιδόνων ἀμφότεροι γεγράφασιν ἀσαφῶς, καίτοι σαφῶς ἄλλων γεγραφότων, εἰ καὶ διαφωνοῦσιν ἀλλήλοις. οἱ μὲν γὰρ τὴν νεοττιὰν κελεύουσι καίειν, ἐκ τῶν ἀποπατημάτων μάλιστα τῶν χελιδόνων συγκειμένην, οἱ δὲ αὐτὰς τὰς χελιδόνας, οἱ δὲ τοὺς νεοττοὺς αὐτῶν. οὗτοι δὲ ἀσαφέστερον ἔγραψαν, ὁ μὲν Ἀνδρόμαχος χελιδόνων σποδοῦ προσφάτου, ἔδει δὲ προσθεῖναι κεκαυμένων. τοιοῦτον γάρ τοι τὸ σποδοῦ δηλοῖ, πλὴν εἰ τὴν νεοττιὰν κελεύει λειοῦν. ὁ δὲ Ἥρας χελιδόνων τοῦ χέσματος, μὴ προσθεὶς μηδὲ αὐτὸς τὸ κεκαυμένου. ἴσως οὖν οὐδέτερος βούλεται τὸ κεκαῦσθαι τὸν ἀπόπατον τῶν χελιδόνων, ὥσπερ ἄλλοι. ἔν τισι μέντοι τῶν ἀντιγράφων οὕτω διαγέγραπται. ♃ χελιδόνων τῶν ἁπαλῶν γο α΄. καθάπερ ἐν ἑτέροις χελιδόνων τῶν ἀπὸ δοκῶν. πρόδηλον δ’ ὅτι δριμὺ καὶ διαφορητικόν ἐστι τὸ φάρμακον τὸ ἐκ τῶν χελιδόνων ἀποπάτημα, καθάπερ καὶ τὰ ἄλλα πάντα ἁπάντων τῶν ζώων, τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον, ὥσπερ καὶ αὐτῶν τῶν ζώων καυθέντων ἡ τέφρα. εἴρηται
δὲ ἡμῖν καὶ περὶ τοῦ βήσασα κατὰ τὴν τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ὡς ἔστι τῆς τρίτης τάξεως τῶν θερμαντικῶν, καὶ νῦν ὦς τοιοῦτον ἀναμέμικται τῷ προκειμένῳ φαρμάκῳ, τὰ πλεῖστα τῆς διαφορητικῆς δυνάμεως ἔχοντι, καθάπερ ἔνια τῶν ἄλλων στοματικῶν τῆς στυπτικῆς τε καὶ ἀποκρουστικῆς. τά τε γὰρ εἰρημένα φάρμακα διαφορητικώτατα καὶ πρὸς αὐτοῖς ἔτι τὸ κιννάμωμον ὑπὲρ ἅπαντα, λεπτομερῆ τε καὶ διαφορητικὴν ἔχον δύναμιν, ἀλλὰ καὶ τὰ σπέρματα τό τε τοῦ ἀνίσου καὶ τὸ τοῦ σελίνου καὶ τὸ τοῦ ἄμμεως διαφορητικά. καὶ ἡ ἴρις δὲ καὶ ἡ ἀριστολοχία τῶν διαφορητικῶν ἐστιν, ὥσπερ καὶ ἡ σμύρνα. μικτῆς δὲ δυνάμεως ἔκ τε τῆς διαφορητικῆς καὶ τῆς στυπτικῆς ἐστὶ κασσία καὶ κρόκος καὶ νάρδος καὶ ἄμωμος καὶ κόστος. ἐπικρατεῖ δὲ ἐν αὐταῖς ἡ θερμαντική τε καὶ διαφορητικὴ καὶ μάλιστα ἐν τῷ κόστῳ. μικτῆς δὲ καὶ τὸ τοῦ σχίνου ἄνθος, ἀλλ’ ἀσθενοῦς καθ’ ἑκάτερα καὶ τὸ στύφειν καὶ τὸ θερμαίνειν. αἱ δὲ κηκίδες, δῆλον δ’ ὅτι τὰς ὀμφακίτιδας λέγω, τῶν στυφόντων ἱκανῶς εἰσὶ φαρμάκων, ὥσπερ καὶ ἡ σχιστὴ στυπτηρία.

τὰ ῥόδα δ’ ἔμπαλιν ἀσθενεστάτην ἔχει τὴν στύψιν. ἐξ ἐναντίων οὖν ταῖς δυνάμεσι σύγκειται τῶν κατὰ μέρος φαρμάκων τὸ προκείμενον ἐν τῷ λόγῳ, καὶ οὐ μόνον γε ἐναντίων, ἀλλὰ καὶ ἰσχυρῶν ἑκατέρων, καὶ καθάπερ εἶπον ἔμπροσθεν, ἰσχυροτέρων πολὺ τῶν διαφορητικῶν ἢ τῶν στυπτικῶν. ἐπεὶ δὲ τὴν σκευασίαν αὐτοῦ σαφῶς ἔγραψεν Ἥρας, διὰ τοῦτο καὶ τὴν ἐκείνου λέξιν κοινῇ παραγράψω τόνδε τὸν τρόπον ἔχουσαν.

[Ἥρα στοματικὴ διὰ τοῦ βήσασα.] Στοματικὴ ποιοῦσα πρὸς συνάγχας καὶ φλεγμονὰς παρισθμίων καὶ ἕλκη τὰ γινόμενα ἐν τῷ στόματι, ἁρμόζει δὲ καὶ στοματικοῖς καὶ δυσεντερικοῖς ἄκρως, ἐν ψυχρῷ διδομένη κυάμου μέγεθος. ἔστι δὲ καὶ ἀρτηριακὴ καλὴ καὶ ἀνώδυνος. ♃ ἀνίσου γο α΄. ἄμμεως γο α΄. σελίνου σπέρματος γο α΄. κόστου γο α΄ S". σχίνου ἄνθους γο α΄. κασσίας γο α΄. ἴρεως Ἰλλυρικῆς γο α΄. σχιστῆς γο α΄. κηκίδας ὀμφακίτιδας μέσας τῷ μεγέθει η΄. κροκομάγματος γο α΄. κρόκου γο α΄ S". σμύρνης γο S". ῥόδων ἄνθους γο β΄. ἀριστολοχίας μακρᾶς γο α΄. βήσασα σπέρματος

γο α΄. κινναμώμου γο α΄. ναρδοστάχυος γο α΄ S". ἀμώμου βότρυος γο S". τινὲς δὲ καὶ κασσίας πυῤῥᾶς γο α΄. σποδοῦ χελιδόνων τοῦ χέσματος γο α΄. τὴν σμύρναν λειοτρίβει μετὰ μέλιτος, τὰ δὲ λοιπὰ πάντα κόψας καὶ σήσας βάλλε εἰς ὅλμον, καὶ ἀναμίξας ὑπέρῳ κατάτεμνε τὴν σμύρναν μετὰ μέλιτος συμμέτρου, ἵνα γένηται τὸ φάρμακον μέλιτος παχύτερον. ἐπὶ δὲ τῆς χρείας μέλιτι διεὶς διάχριε καὶ δίδου ἀναγαργαρίζεσθαι δι’ ὕδατος ἢ ὑδρομέλιτος ἢ χυλοῦ πτισάνης. ἐν κασσιτερίνῳ δὲ ἀποτίθεται ἀγγείῳ.

[Ἄλλο διὰ χελιδόνων ἄνευ βήσασα στοματικὸν διάχριστον, ὃ Ἀσκληπιάδης ἔγραψε κατὰ λέξιν οὕτως.] Ἄλλη, ποιεῖ καὶ συναγχικοῖς. ♃ χελιδόνων ἀγρίων κεκαυμένων τῆς σποδοῦ δραχ. δ΄. κρόκου δραχ. α΄. νάρδου Ἰνδικῆς δραχ. α΄. μέλιτι ἀναλάμβανε, ἡ κρᾶσις πρὸς τὰς ὑποκειμένας διαθέσεις. δεῖ δὲ τὰς χελιδόνας καίειν τὸν τρόπον τοῦτον. ἁλσὶ καταπάσαντες τοὺς νεοττοὺς σὺν τοῖς πτεροῖς βάλλομεν εἰς ἄγγος κεραμεοῦν καὶ τοῦτο φιμώσαντες τίθεμεν ἐπ’ ἀνθράκων. χάριν εἰδέναι χρὴ τῷ Ἀσκληπιάδῃ οὕτω σαφῶς γράψαντι, ὅπως

κελεύει καίεσθαι τοὺς νεοττοὺς τῶν χελιδόνων. ὅτι τὰ ζῶα αὐτὰ καὶ μὴ τὸν ἀπόπατον αὐτὸν εἰς τὴν σύνθεσιν τοῦ φαρμάκου παρασκευάζειν ἀξιοῖ. γέγραπται δὲ καὶ τῷ Ἀνδρομάχῳ διὰ χελιδόνων στοματικὸν φάρμακον ὡδί πως αὐτοῖς ὀνόμασιν.

[Τὸ διὰ χελιδόνων πρὸς συνάγχας, ὡς Ἁρπόκρας.] ♃ Χελιδόνων κεκαυμένων νεοττῶν ια΄. μέλιτος κυ. α΄. οἱ δὲ κυάθους β΄. μυρσίνης χλωρᾶς χυλοῦ κυ. α΄. οἱ δὲ κυάθους β΄. σμύρνης τριώβολον, καύσας τοὺς νεοττοὺς μίσγε πάντα καὶ λεάνας χρῶ. σαφῶς καὶ οὕτως ἐνταῦθα τοὺς νεοττοὺς κελεύει καίεσθαι. αὗται μὲν αἱ προγεγραμμέναι δύο διὰ χελιδόνων εἰσὶν ἄνευ τοῦ βήσασα. αἱ δὲ ἄλλαι πρὸ αὐτῶν δύο στοματικαὶ διά τε χελιδόνων καὶ τοῦ βήσασα. τρίτη δὲ ἄλλη συζυγία φαρμάκων ἐστὶν ὁμογενῶν, ἐν ᾗ χωρὶς τῶν χελιδόνων αἱ διὰ τοῦ βήσασα σκευάζονται.

[Ἄλλαι στοματικαὶ διάχριστοι Ἀνδρομάχου.] Βέλτιον εἶναι νομίζω μηδὲ τὰς ἄλλας παραλιπεῖν ὁπόσας ἐπαινοῦσιν 

οἱ περὶ τὴν τῶν φαρμάκων ἐμπειρίαν σπουδάζοντες, ἐνταῦθα προσγράψαι, καὶ μάλιστα ἐπειδὴ πολλῶν ἐνταῦθα καὶ αὐτοὶ πεῖραν ἔχομεν, τὰ μὲν αὐτοὶ χρησάμενοι, τὰ δὲ τοὺς συνιατρεύοντας ἡμῖν εἰδότες. ἄρξομαι δὲ ἀπὸ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων, αὐτὰς συνθέμενος ὡς ἐκεῖνος ἔγραψεν.

[Πρὸς κιονίδας κεχαλασμένας.] ♃ Μέλιτος λίτραν μίαν, στυπτηρίας ὑγρᾶς λίτραν μίαν, ῥόδων ἄνθους λίτρας S". ὑποκυστίδος χυλοῦ γο γ΄. ἕψε στυπτηρίαν μέλιτι, εἶτα τὰ ξηρὰ, καὶ οὕτω χρῶ. ἕψε δ’ ἐπ’ ὀλίγον. καλόν ἐστιν ὄντως τοῦτο τὸ φάρμακον καὶ δεῖ κεχρῆσθαι τρισὶ τρόποις αὐτῷ, καθάπερ ὁρᾶτε χρώμενον ἐμὲ τοῖς πλείστοις τῶν στοματικῶν φαρμάκων. εἷς μὲν γὰρ τρόπος χρήσεώς ἐστι καὶ μάλιστα ἐν ἀρχῇ διαλύοντα τὸ φάρμακον ἢ δι’ ὕδατος θερμοῦ ἢ δι’ ὑδρομέλιτος, τουτέστι διὰ μελικράτου ἀνακογχυλίζεσθαι. καὶ γὰρ καὶ παρηγορικόν ἐστι τοῦτο καὶ τὸ δέον ἀνύει. μεταξὺ δὲ τῆς τοιαύτης χρήσεως καὶ ἀκράτῳ τῷ φαρμάκῳ χρῆσθαι προσήκει, τοῦτο μὲν διαχρίοντα τοῖς δακτύλοις, τοῦτο δὲ καὶ διὰ κοχλιαρίου προσαπτόμενον μετὰ τοῦ

ἀναπιέζειν καὶ ἀδεὲς πρὸς τοὐκτὸς ἄγειν τὴν κιονίδα. συμφέρει γὰρ ὡς ὅτι μάλιστα πρὸς τὴν γλῶσσαν αὐτὴν ῥέπειν ἀποχωροῦσαν τῆς εὐθύτητος ἥν ἴσχει τὰ πολλὰ πρὸς τὸν λάρυγγα.

[Ἑτέρα στοματικὴ τοῦ αὐτοῦ Ἀνδρομάχου πρὸς πάντα τὰ ἐν τῷ στόματι.] ♃ Κροκομάγματος δραχ. β΄. ἴρεως δραχ. δ΄. σανδαράχης δραχ. S". τουτέστι τριώβολον, τερμινθίνης δραχ. β΄. λυκίου Ἰνδικοῦ δραχ. α΄. σταφίδος δραχ. η΄. ἀλόης δραχ. α΄. ὀμφακίου δραχ. α΄. στροβύλων πεφωγμένων δραχ. η΄. γλυκέος χυλοῦ δραχ. α΄. σχιστῆς δραχ. α΄. βαλαυστίου δραχ. α΄. ῥόδων ἄνθους δραχ. β΄. μέλιτος κοτύλας β΄ S". ἔν τισι δὲ ἀντιγράφοις κοτ. α΄ S". γέγραπται. αὐτὸς μὲν ὁ Ἀνδρόμαχος οὐκ ἔγραψεν ὅπως μίγνυσθαι τὸ μέλι χρὴ, πότερον ὠμὸν ἢ ἑφθὸν ἢ μόνον ἀπηφρισμένον, ἐγὼ δ’ ἀξιῶ τὸ ἀπηφρισμένον μίγνυσθαι. ἔγραψε δὲ καὶ ἄλλας στοματικὰς διαχρίστους ὁ Ἀνδρόμαχος, ἁπάσας καλὰς, καὶ διὰ τοῦτο κᾀμοὶ βέλτιον ἔδοξεν εἶναι μὴ παραλιπεῖν αὐτὰς, ἀλλ’ ὑπογράψαι πάσας ἑξῆς, ὡς ἐκεῖνος ἔγραψεν. στοματικὴ ᾗ χρῆσθαί φησιν αὐτός. ♃ ἄνθους ῥόδων

δραχ. β΄. πιτυΐδων δραχ. α΄. κρόκου δραχ. α΄. σὺν μέλιτι. ἄλλη καὶ αὐτῇ κεχρῆσθαί φησι. ♃ ἴρεως Ἰλλυρικῆς δραχ. η΄. κρόκου δραχ. η΄. οἱ δὲ δραχ. δ΄. ῥόδων ἄνθους δραχ. δ΄. σὺν μέλιτι. ἄλλη ♃ μίσυος Κυπρίου δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. σμύρνης δραχ. η΄. κρόκου δραχ. α΄. σὺν μέλιτι. ἄλλη εὐώδης ἁπαλὴ πρὸς φλεγμονὰς καὶ ἐσχάρας καλή. ♃ πυρῆνος δραχ. γ΄. ἀμύλου δραχ. β΄. σχιστῆς δραχ. α΄. ῥόδων ἄνθους δραχ. α΄. κρόκου τριώβολον σὺν μέλιτι. ταῦτα ἐκ τοῦ Κρατίππου νάρθηκος εἶναί φησιν. ἄλλη στοματικὴ Μενεκράτους. ♃ κρόκου δραχ. δ΄. βαλαυστίου δραχ. γ΄. ῥόδων ἄνθους δραχ. α΄. οἱ δὲ δραχ. S". ἐρείκης καρποῦ δραχ. α΄. μαλαβάθρου δραχ. α΄. νάρδου Ἰνδικῆς δραχ. α΄. στροβύλους κ΄. μέλιτι. ἄλλη, ἣν ἐκ τῶν Μελίτου φησὶν εἶναι. ♃ ῥοῦ ἐρυθροῦ δραχ. β΄. ῥόδων ἄνθους δραχ. α΄. κόστου, κρόκου ἀνὰ τριώβολον σὺν μέλιτι. ταύτην καὶ ἀναγαργαρίζεσθαι σὺν γλυκεῖ ἢ ὑδρομέλιτί φησιν, οὐκ οἶδ’ ὅπως τοῦτο προσγράψας. ἅπασαι γὰρ ἀναγαργαρίζεσθαι δύνανται. ἄλλη στοματικὴ, ἣν καὶ αὐτὸς ἐπαινεῖ. ♃ σχοίνου ἄνθους, σμύρνης, κρόκου, κασσίας, στυπτηρίας σχιστῆς, Ἰλλυρίδος ἀνὰ δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. α΄.

σὺν μέλιτι ἑφθῷ. ἐνταῦθα μὲν οὖν προσέθηκε τὸ ἑφθῷ, κατὰ δὲ τὰς ἔμπροσθεν ἁπλῶς εἶπε μέλιτι, συγχωρῶν ἡμῖν ὡς ἂν θέλωμεν σκευάζειν. ἐγὼ δ’, ὡς ἔφην, μέλιτι ἀπηφρισμένῳ χρῶμαι.

[Ἄλλαι διάχριστοι στοματικαὶ, ἃς Ἀσκληπιάδης ἔγραψε.] Διάχριστοι πρὸς τὰς ἐν τῷ στόματι σηπεδόνας Ἀσκληπιάδου. ♃ ῥοῦ ἐρυθροῦ δραχ. δ΄. ἀκακίας δραχ. α΄. μυελοῦ δραχ. δ΄. οἴνῳ Πραμνείῳ διαλύσας, ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ χρῶ διαχρίων. οὐκ οἶδ’ ὅπως παρέλιπε προσγράψαι τῷ τοῦ μυελοῦ, πότερον ἐλαφείου ἢ μοσχείου βούλεται βάλλεσθαι. ἐπεὶ τοίνυν οὐ προσέγραψεν, ἀσφαλέστερόν ἐστιν ἐλαφείου βάλλειν, ἰσχυρὸν γὰρ εἶναι βούλεται τὸ φάρμακον. ἔστι δὲ ἰσχυρότερος ὁ ἐλάφειος μυελὸς τοῦ μοσχείου. ἄλλη. ♃ ὑποκυστίδος χυλοῦ δραχ. β΄. βαλαυστίου δραχ. α΄. λυκίου ὁλκὴν α΄. ἀκακίας δραχ. α΄. ἀναλάμβανε ἐλαίας ὀμφακιζούσης τῷ χυλῷ καὶ μέλιτι φυράσας χρῶ. [Διάχριστοι στοματικαὶ τοῖς δυσχεραίνουσι τὰς φαρμακώδεις ποιότητας ἐπιτήδειοι.] Περὶ μὲν τῶν γυναικῶν τί δεῖ καὶ λέγειν, καὶ μάλιστα ὡς αἱ πλούσιαι δυσχεραίνουσιν

ὑπὸ τρυφῆς τὰς φαρμακώδεις στοματικάς; ἤδη δὲ καὶ ἄνδρες τινὲς οὐ μόνον ὑπὸ τρυφῆς, ἀλλὰ καὶ κακοστόμαχοι φύσει πως ὄντες, οὐ φέρουσι τὰ τοιαῦτα φάρμακα. καὶ μέντοι καὶ παραῤῥυέντα πολλάκις εἰς στόμαχον οὐ μόνον ἀηδῆ πώς ἐστιν, ἀλλὰ καὶ βλαβερά. τὰ γοῦν ἐπιεικέστατα αὐτῶν κρόκον ἔχει καὶ σμύρναν καὶ στυπτηρίαν. ἄμεινον οὖν ἐνίας τῶν στοματικῶν ἄνευ τούτων γεγονυίας ἔχειν. ἐπὶ μὲν δὴ τῶν μετρίων φλεγμονῶν ἢ τῶν παρισθμίων η σταφυλῆς, ἄν τε ἄλλου τινὸς μέρους, ἀρκοῦσιν οἱ χυλοὶ μόνοι τῶν εἰρημένων ἄρτι καρπῶν, ὅ τε τῶν βάτων καὶ ὁ τῶν μόρων, ῥοιαί τε καὶ μῆλα τὰ Κυδώνια. καὶ μέντοι καὶ ὁ τῶν καρύων χυλὸς, ὅταν μετὰ μέλιτος μόνον γένηται, τὴν γεῦσιν ἡδεῖαν ἔχει καὶ γλεῦκος τὸ ἐκ τῶν στρυφνοτέρων σταφυλῶν, ἐξ ὧν ὁ Ἀμιναῖος οἶνος γεννᾶται, βληθέντος εἰς αὐτὸ ῥοῦ. τοῦθ’, ὡς προέγραψε, κάλλιστον γίνεται φάρμακον ἑψηθὲν, ὡς εἴρηται. πρὸς δὲ τὰς πλείονος δεομένας στύψεως φλεγμονὰς ἐποίησα διαχρίστους στοματικὰς τοιάσδε. τῶν αὐστηρῶν ῥοιῶν τὸν χυλὸν ἢ τῶν αὐστηρῶν κυδωνίων ἢ 
καὶ ἀμφοτέρων κατὰ τὴν ἔμπροσθεν εἰρημένην ἀναλογίαν ἔμιξα μέλιτι, καὶ ἦν αὔταρκες. ὁ δὲ τῶν συκαμίνων χυλὸς ἀσθενὲς φάρμακον. ἀλλὰ τούτου γε καὶ τῶν εἰρημένων μέσος ἐστὶ κατὰ τὴν στύψιν ὁ τῶν βάτων. ἰσχυρὸς δὲ οὐδενὸς ἧττόν ἐστι καὶ ὁ ἐκ τοῦ λέμματος τῶν καρύων, καίτοι γε οὐκ ὢν ἐν τῇ γεύσει στρυφνός. ἑκάστῳ δὲ τούτων ἔνεστιν ὄμφακας ἐκθλίψαντας μιγνύειν, ἐὰν μὲν βουληθῇς σφοδρότερον ἐργάσασθαι, κατὰ τὸ ἴσον· εἰ δὲ μή γε, πάντως κατὰ τὸ ἥμισυ. σφοδρότατος δὲ αὐτῶν ἐστιν, ἐὰν τὰς ῥοιὰς ὅλας κόψας μετὰ τῶν λεμμάτων ἐκθλίψῃς τὸν χυλὸν, καὶ μᾶλλον δὲ ἂν ὦσι στρυφναί. καὶ ἔτι γε στρυφνότατον ἐν τούτοις ἔσται, προσμιχθέντος τῷ τῶν οὕτω κοπεισῶν αὐστηρῶν ῥοιῶν χυλῷ τοῦ τῆς ὄμφακος, ἅμα συμμέτρῳ μέλιτι. κάλλιον δὲ ἐὰν τὰς ὅλας κεκομμένας ῥοιὰς ἀνεψήσας γλυκεῖ διηθήσῃς. ἔσται δέ σοι καὶ διὰ μόνων τῶν γλυκειῶν ῥοιῶν σκευάζοντι τὸ φάρμακον, ὥσπερ ἀσθενέστερον οὕτως ἥδιον ἐργάσασθαι, καὶ μᾶλλον ἐὰν διὰ τοῦ χυλοῦ μόνου χωρὶς τῶν
σιδίων αὐτὸ συνθῇς. ἐγὼ δὲ πολλάκις ἔμιξα τὰ τρία γένη τῶν ῥοιῶν, αὐστηρῶν τε καὶ ὀξέων καὶ γλυκειῶν. ὅπως δὲ μὴ λίαν τραχύνοι, γλυκυῤῥίζης χυλὸν μιγνύων ἐργάσῃ κάλλιστον τὸ φάρμακον. καὶ διὰ τῶν ὀπωρῶν δὲ γενόμενον αὐτὸ καθ’ αὑτὸ μόνον κάλλιστόν ἐστι φάρμακον ἀνακογχυλίζεσθαί τε καὶ διαχρίεσθαι βουλομένοις τὰς ἐν τῷ στόματι φλεγμονάς. ἔστι δὲ καὶ τοῦτο τὸ μὲν αὐστηρότερον, τὸ δὲ μετριώτερον τῇ στύψει, καὶ λεχθήσεται περὶ τῆς συνθέσεως αὐτοῦ μικρὸν ὕστερον. ἐπεὶ δ’ οὐ μόνον ἀποκρουστικὸν δεῖ ἡμᾶς ἔχειν φάρμακον, ἀλλὰ καὶ διαφορητικὸν, εἰ σκιῤῥούμενόν τι φαίνοιτο, σκευάσεις οὕτως αὐτό. τοῖς μέσοις κατὰ τὴν δύναμιν τῶν εἰρημένων τι ἐμβαλεῖς ἑψομένοις γλήχωνος ἢ θύμων ἢ ὀριγάνου ἢ ὑσσώπου ἢ ἡδυόσμου ἢ καλαμίνθης, εἶτα διηθήσας ἕξεις ἄριστον φάρμακον. εἰ δὲ θερμότερον ἐθέλεις εἶναι, πεπέρεως ἐπεμβάλλειν χρή. ἐσκεύασα δέ ποτε καὶ χωρὶς τοῦ γλήχωνος ἢ θύμων ἤ τινος τοιούτου τὸ διὰ τῶν χυλῶν, μόνον αὐτῷ πεπέρεως ἐπεμβαλών. ἅπασι δὲ αὐτοῖς τὸν τῆς γλυκυῤῥίζης χυλὸν μιγνὺς ἄμεινον ἐργάσῃ τὸ

φάρμακον. εἰ δὲ πλουσίοις σκευάζοις, καὶ ἀμώμου τι μίξεις. ἡ δὲ ποσότης τῶν τοιούτων ἡ αὐτή σοι γινέσθω τοῖς τὸν κρόκον καὶ τὴν στυπτηρίαν καὶ τὴν σμύρνην λαμβάνουσιν, ὡς προγέγραπται. ἀντ’ ἐκείνων γάρ σοι ἔσται τὸ ἄμωμον, καὶ τὴν μαστίχην δὲ τὴν Χίαν ἐνέβαλόν ποτε, μετὰ τὸ διηθῆσαι δὲ δηλονότι καὶ ἀφελεῖν ἤδη τά γε ἐνεψημένα τὰ τοιαῦτα.

7. [Περὶ ἐσχαρῶν τῶν ἐν τῷ στόματι.] Ἐν τοῖς ὑγροῖς καὶ θερμοῖς τόποις τοῦ σώματος, ὁποῖόν ἐστι τὸ στόμα, ταχέως ἐπιγίνεται σηπεδὼν, ἐξ ἧς ἄν τινος αἰτίας ἑλκωθὲν τύχῃ, συντελεῖ δὲ εἰς τοῦτο καὶ τὸ μηδὲν ἐπικεῖσθαι δύνασθαι διὰ παντὸς φάρμακον, ὥσπερ ἐπὶ τῶν ἄλλων ἑλκῶν. ἐκκλύζεται γὰρ ὑπὸ τοῦ σιάλου πάντα, διὸ καὶ τοῖς ἰσχυροτάτοις φαρμάκοις ἀναγκαζόμεθα χρῆσθαι πολλάκις ἐπ’ αὐτῶν. ἰσχυρότατα δέ ἐστιν ὅσα τὴν καλουμένην ἐσχάραν ἐργάζεται παραπλησίως τοῖς καυτηρίοις. ἐπὶ μὲν οὖν τῶν ἐκτὸς, ὅταν ἐσχαρωθῇ τὸ θεραπευόμενον μόριον, ἀφιστάμεθα τῶν ἰσχυρῶν φαρμάκων, ἐπὶ τὰ τὰς ἐσχάρας ἀφαιροῦντα

μετιόντες, ἅπερ εὔδηλον ὅτι τῆς ῥυπτικῆς ἐστι ποιότητός τε καὶ δυνάμεως. ἐπὶ δὲ τῶν ἐν τῷ στόματι διὰ τὴν τοῦ χωρίου φύσιν ἀσφαλὲς εἶναι δοκεῖ μοι μιγνύναι τοῖς ῥύπτουσι φαρμάκοις ἔνια τῶν ἰσχυρῶν, ἃ κατὰ μόνας προσφερόμενα τὰς ἐσχάρας ἐργάζεται. διὰ ταύτην οὖν τὴν αἰτίαν ῥυπτικωτάτῳ μέλιτι μίγνυμεν φάρμακα τὰ αὐτὰς τὰς ἐσχάρας ἐργαζόμενα. καθάπερ ἐπὶ τῶν ῥυπαρῶν ἑλκῶν ἔν γε τῷ δέρματι γεννωμένων, ἔφαμεν χρῆναι μιγνύναι τῷ μέλιτι τὰ βραχέως ῥυπτικὰ, λιβανωτὸν, ὄροβον, ἴριν, ἀριστολοχίαν, ὅσα τε ἄλλα τοιαῦτα, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθέντες, ὡς Ἱπποκράτης ἔφη. ὁ μὲν γὰρ ἐπ’ ἀμφοῖν λογισμὸς εἷς ἐστιν συμμέτρως ἔχων, ὡς πρὸς τὴν διάθεσιν τὸ ῥυπτικὸν προσφέρειν φάρμακον. ἕξεις δὲ σύμμετρον τὸ μέλι τῷ μὲν ἐπὶ τῶν ἑλκῶν ῥύπῳ τοῖς ἀσθενέσι τῶν ῥυπτικῶν μιχθέν. ἐφ’ ὧν δὲ διὰ τὴν τοῦ τόπου φύσιν ὑποστροφὴν σηπεδόνος εὐλαβούμεθα τῶν ἰσχυροτέρων τι προσλαβὸν, εὐλόγως οὖν ἔμιξαν τῷ μέλιτι τὰ ξηρὰ φάρμακα, δι’ ὧν τὰς ἐσχάρας ἐργαζόμεθα, τινὰ μὲν οὖν τῶν τοιούτων φαρμάκων

ἔμπροσθεν διῆλθον ἐν ἐκείνῳ τῷ λόγῳ, καθ’ ὃν γέγραπται πρὸς τὰς ἐν τῷ στόματι νομάς. τὰ γὰρ αὐτὰ καὶ πρὸς ἐσχάρας ἔφασαν ἁρμόττειν, μέλιτος αὐτοῖς μιγνυμένου, καὶ νῦν δὲ ἐπ’ αὐτοῖς ἅπαντα γράψω καί τινα δόξει δεύτερον λέγεσθαι. τὰ μὲν οὖν ὑπ’ Ἀνδρομάχου γεγραμμένα μικρὸν ἔμπροσθεν ἀναμνῆσαί με χρὴ μόνον, ἐν οἷς ἐδίδαξέ τινα φάρμακα πρὸς τὰς ἐν στόματι νομὰς, παραθήσομαι δὲ τὰς ἀρχὰς αὐτῶν μόνας. ἓν μὲν οὖν φάρμακον οὕτως ἔγραψεν.

[Ἀνδρομάχου στοματικὴ, εὐώδης ἁπαλὴ πρὸς φλεγμονὰς καὶ ἐσχάρας καλή.] Συνέθηκεν αὐτὴν διὰ πυρῆνος, ἀμύλου καὶ σχιστῆς καὶ ῥόδων ἄνθους καὶ κρόκου μέλι μιγνύς. ἕτερον τοιοῦτον ἔγραψεν. τροχίσκος πρὸς τὰς ἐν τῷ στόματι διαθέσεις, ἐσχάρας, νομὰς, ᾧ καὶ αὐτῷ σὺν μέλιτι χρῆται. καὶ τὰ ἄλλα δὲ πάντα τὰ πρὸς τὰς νομὰς ὑπ’ αὐτοῦ γεγραμμένα καὶ πρὸς ἐσχάρας ἁρμόττει μετὰ μέλιτος.

[Τὰ δὲ ὑπὸ Κρίτωνος γεγραμμένα πρὸς ἐσχάρας 

αὐτοῖς ὀνόμασιν οὕτως ἔχει.] Μίσυ ὠμὸν παραχρῆμα αἴρει· ἐν ἄλλῳ μετὰ μέλιτος ὀπτόν. πρὸς δὲ τὰς ἐν τῷ στόματι ὑδαρεῖ καὶ ὀλίγῳ χρῶ. ἔστωσαν δὲ μίσυος ὀπτοῦ δραχμαὶ γ΄. μέλιτος καλοῦ κύαθοι στ΄. χρῶ. ὁμοίως ποιεῖ καὶ χαλκῖτις ὀπτὴ μετὰ μέλιτος, ὡς εἶναι γλοιῶδες.

[Ἀρχιγένης δὲ περὶ αὐτῶν οὕτως ἔγραψεν.] Ἐπὶ δὲ τῶν λεγομένων ἐσχαρῶν ἰδίως συμφωνεῖ κυνεία μετὰ μέλιτος διαχριομένη. ἢ χάλκανθον κηρύματι θαλασσίας πορφύρας εἱλήσας σύγκαυσον μὴ σκύλλων, εἶτα λεῖον μετὰ μέλιτος διάχριε. ἢ πίσσῃ ὑγρᾷ μετὰ μέλιτος ἴσου, ἐλάχιστον κεδρίας προσμίξας χρῶ. ἢ ῥοὸς βυρσοδεψικῆς, ἱκανῶς βραχείσης εἰς τὸ ὕδωρ, μέχρι γλοιῶδες γένηται, ἑψήσας μέλιτι μῖξον καὶ χρῶ. καὶ ὁ Συριακὸς ῥοῦς ποιεῖ μετὰ μέλιτος ἢ χελιδόνων κεκαυμένων τε καὶ ἀνθρωπείας κόπρου τὸ ἴσον σὺν μέλιτι διάχριε. ἢ λύκου ἥπατος ξηροῦ, ὡς κοχλιάρια δύο λεάνας δὸς πιεῖν. τούτων τῶν φαρμάκων τὰ μὲν ἄλλα πάντα ἐπαινῶ, τὸ δὲ διὰ τῆς ῥοὸς μέμφομαι στυπτικῆς ὂν δυνάμεως, οὐδαμῶς

ἁρμοττούσης ἐσχάραις. περὶ δὲ τοῦ λυκείου ἥπατος οὐκ ἔχω τί εἴπω. πρὸς μὲν γὰρ τὰς ἡπατικὰς διαθέσεις οἶδα ποτιζόμενον τὸ φάρμακον αὐτὸ καθ’ ἑαυτὸ καὶ μιγνύμενον τῷ δι’ εὐπατορίου. εἰ δὲ καὶ πρὸς ἐσχάρας τὰς ἐν τῷ στόματι πινόμενον ἁρμόττει, κατά τινα τῆς ὅλης οὐσίας ἰδιότητα τῇ πείρᾳ χρὴ κρῖναι μόνον, περὶ ἧς οὐδὲν ἔχω φάναι μὴ κεχρημένος αὐτοῖς ἐπὶ τῶν τοιούτων. ἡ δὲ κυνεία κόπρος, ὅταν ὀστᾶ βεβρωκότες ὦσιν οἱ κύνες, ἀρίστη κατὰ πάντα ἐστὶ καὶ ὡς βοηθοῦσα μεγάλως καὶ ὡς οὐδεμίαν ἀηδίαν ἐμφαίνουσα τῷ προσφερομένῳ. τὴν δὲ ἀνθρωπείαν ὡς βδελυρὰν ἀεὶ παρῃτησάμην. ἐχρήσατο γοῦν τις αὐτῇ μὴ προλέγων, ἀλλὰ λανθάνειν πειρώμενος. ἐλάμβανε δὲ οὐ τὴν ἐπιτυχοῦσαν, ἀλλὰ παιδίοις ἐδίδου τὸ πλεῖστον τῆς τροφῆς ἄρτον μετὰ τῶν ὀσπρίων, ἃ καλοῦνται θέρμοι, καὶ οὕτω ξηραίνων εἶχεν ἀποκειμένην πρὸς ἅ ποτε βούλοιτο χρῆσθαι. καὶ Μούσας δὲ ἐπὶ πλεῖστον ἐχρήσατο πρῶτος τῇ κυνείᾳ, λευκὴν ἀεὶ παραλαμβάνων. γράφει γοῦν ἐπ’ αὐτοῦ τοῦ προκειμένου παθήματος ὡδί πως, ὁμοίως τῇ αὐτῇ κυνείᾳ

λευκῇ χρώμενος. καὶ μέντοι καὶ ταῦτα κατὰ λέξιν ὁ αὐτὸς Μούσας ἔγραψεν.

[Μούσα πρὸς συνάγχην.] Πρὸς συνάγχην κυνείαν λευκὴν λαβὼν ξήρανον καὶ λεάνας σῆσον κοσκίνῳ ἰατρικῷ, ἔχε δὲ ἕτοιμον ἐν σταθμιδίῳ καινῷ, ἐπὶ δὲ τῆς χρείας ἄνιε μέλιτι καὶ τότε διάχριε, ὥστε καταπίνειν. ταῦτα γράψαντι τῷ Μούσᾳ δικαίως μαρτυρεῖν ἔστιν. ἰσχυρότερον γὰρ τούτου τοῦ φαρμάκου οὐδὲν ἔγνωμεν, οὐδ’ ἐπὶ κυναγχικῶν οὐδ’ ἐπὶ τῇ τῶν παρισθμίων μεγάλῃ φλεγμονῇ ἢ ἀντιάδων κινδυνευόντων πνιγῆναι.

[Σωρανοῦ.] Καὶ τῶν ὑπὸ Σωρανοῦ γεγραμμένων φαρμάκων πεπειράμεθα καλῶς ποιούντων, ἃ κατὰ λέξιν οὕτως ἔγραψεν. ♃ χαλκίτεως ὀπτῆς, μέλιτος Ἀττικοῦ τὸ αὔταρκες, τὴν χαλκῖτιν τρῖβε μετὰ τοῦ μέλιτος, ὡς λάβῃ γλοιοῦ πάχος, καὶ χρῶ. ἄλλη πρὸς ἐσχάρας ποιοῦσα καὶ μυδῶντα καὶ δυσώδη. ♃ μίσυος κεκαυμένου δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχμὰς δ΄. κρόκου δραχ. α΄. ταῦτα λεῖα ποιήσας καὶ μίξας ἀπόθου εἰς πυξίδα ξυλίνην καὶ χρῶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος.

καὶ μέντοι καὶ τούτοις ἐφεξῆς ὧδέ πως ἔγραψεν. ἕτερον φάρμακον ἡ ἀνθηρὰ πρὸς τὰ ὅμοια ποιοῦσα. ♃ ἴρεως Ἰλλυρικῆς, σανδαράχης, κυπέρου ἀνὰ δραχ. δ΄. στυπτηρίας σχιστῆς, σμύρνης, κρόκου, κροκομάγματος ἀνὰ δραχ. β΄. ταῦτα λειώσας καὶ μίξας χρῶ. τινὲς δὲ καὶ ῥόδων ἄνθος καὶ κηκίδας προσβάλλουσιν ἀνὰ δραχ. β΄. χρῶ δὲ πρὸς μὲν τὰς σηπεδόνας καὶ τὰ ἀφιστάμενα οὖλα καὶ αἱμασσόμενα ξηρῷ, πρὸς δὲ τὰς ἐσχάρας μετὰ μέλιτος.

[Τὰ ὑπὸ τοῦ Ταραντίνου Ἡρακλείδου γεγραμμένα πρὸς τὰς ἐν τῷ στόματι ἐσχάρας.] Ὁ Ταραντῖνος Ἡρακλείδης ἐν τοῖς πρὸς Ἀντιοχίδα κατὰ λέξιν οὕτως ἔγραψε περὶ τῶν ἐν τῶν στόματι σηπεδόνων. ποιεῖ μὲν καὶ ἡ ἀνθηρὰ προσαπτομένη. ἐὰν δὲ εὐτονωτέρα ὑπάρχῃ ἡ σηπεδὼν, εὔθετός ἐστιν ἡ δύναμις αὕτη. ♃ βδελλίου κεκαυμένου μέρη γ΄. ἀρσενικοῦ μέρος α΄. λεῖα μίξας χρῶ καὶ ἄνωθεν δὲ τίλμα προσεπιτίθει καταβάψας εἰς ῥόδινον καὶ ἐκθλίψας. ἔνιοι δὲ τοῦ βδελλίου ἐμβάλλουσι μέρη γ΄.

[Ἄλλη πρὸς εὐτόνους σηπεδόνας τὰς ἐν τῷ στόματι

καὶ τὰς ἐν ἄλλῳ μέρει τοῦ σώματος.] ♃ Χαλκίτιδος μέρος α΄. κονίας ἀσβέστου τὸ ἴσον, ἀρσενικοῦ μέρος S". μίξας λεῖα χρῶ.

[Ἄλλη πρὸς τὰς ἐν τῷ στόματι σηπεδόνας καὶ οὖλα ἀφεστηκότα.] ♃ Ῥόδων ἄνθους δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. β΄. κηκίδος δραχ. β΄. σμύρνης δραχ. α΄. λεάνας καὶ μέλιτι μίξας χρῶ. πρὸς τὰ δὲ ἐλαφρῶς ἐσχαρώδη ἕλκη ἔμβαλλε στυπτηρίας δραχ. δ΄. σμύρνης τριώβολον, κηκίδων δραχ. α΄. ἄλλο. ὄξους δριμυτάτου ὅσον κοτύλην α΄. λαβοῦσα ἔμβαλλε ἁλὸς τοσοῦτον, ὥστε μηκέτι τήκεσθαι, εἶτα ἕψε ἕως ξηρανθῇ, καὶ λαμβάνουσα ἀπὸ τούτου, ἐπίχεε ὄξους κύαθον α΄. καὶ δίδου διακατέχειν ἐν τῷ στόματι χρόνον ἱκανὸν, εἶτα τὸ δεύτερον, καὶ τοῦτο ποίει τρὶς ἢ τετράκις τῆς ἡμέρας πρὸς τὰ ὑποκείμενα θεωροῦσα. ἐπὶ δὲ τῶν παίδων ἔρια ἐπὶ μηλωτίδι περιτιθεῖσα, καταβάπτουσα τὸν τόπον, διάψα σχηματίζουσα, ὅπως μὴ καταπίῃ αὐτό. ἔνιοι δὲ ξηρῷ τῷ ἁλὶ χρῶνται τρίψαντες μετὰ τοῦ ὄξους καὶ ἀναξηράναντες. ποιεῖ δὲ καὶ στυπτηρία στρογγύλη, ἴσα καὶ σῶρυ. δεῖ δὲ καὶ διακλύζεσθαι 

φακοῦ ἀφεψήματι μέλιτος μιγέντος ὀλίγου ἢ ῥόδων ἀποβρέγματι μετὰ μέλιτος. μὴ κρατουμένης δὲ τῆς σηπεδόνος καίειν κέλευε, τοὺς κύκλῳ τόπους σκεπάσαντα διαφανεῖ καυτηρίῳ, μέχρις ἂν μηδὲν ἀποῤῥέῃ ὑγρὸν, κεκρατημένος δὲ ὁ τόπος φαίνηται. μετὰ δὲ ταῦτα διακλύζεσθαι τοῖς εἰρημένοις καὶ τῇ ἀνθηρᾷ δυνάμει χρῆσθαι διὰ μέλιτος, ἕως ἂν περιῤῥαγῶσιν αἱ ἐσχάραι, καὶ τότε δὴ μέλιτι χρῶ. ἄλλη εὐώδης ἁπαλὴ πρὸς φλεγμονὰς καὶ ἐσχάρας καλή. ♃ πυρῆνος δραχμὰς γ΄. ἀμύλου δραχμὰς β΄. σχιστῆς δραχ. α΄. ῥόδων ἄνθους δραχμὴν μίαν, κρόκου τριώβολον σὺν μέλιτι. ταύτην ἐκ τοῦ Κρατίππου νάρθηκος εἶναί φησιν.

8. [Πρὸς γαργαρεῶνας.] Σαρκῶδές τι μόριον ἐν τῷ τοῦ στόματος ὑψηλῷ φαίνεται κρεμάμενον, ἐὰν διανοίξας τις ἐπιπλεῖστον ὅλον τὸ στόμα τὴν γλῶτταν καταστείλῃ. τοῦτο τὸ σαρκίον ὀνομάζεται δύο ὀνόμασι πρὸς τῶν παλαιῶν Ἑλλήνων, γαργαρεών τε καὶ κίων, οἱ δὲ μετὰ τούτους ἰατροὶ σχεδὸν ἅπαντες οὐχ οὕτως, ἀλλὰ κιονίδα καλοῦσιν

αὐτό. τῶν γὰρ σταφυλὴν ὀνομαζόντων αὐτὸ βέλτιόν ἐστι μηδ’ ὅλως μνημονεύειν, οὐ γὰρ τὸ μόριον, ἀλλ’ ἕν τι τῶν παθῶν αὐτοῦ σταφυλὴν ὀνομάζομεν. ὀλιγάκις οὖν τοῦτο τὸ πάθημα γίνεται κατὰ τὸν κίονα, φλεγμαίνει δὲ πάνυ πολλάκις, καὶ δηλονότι καθάπερ ἐν τοῖς ἄλλοις ἅπασιν, ἐν οἷς ἐξ ἐπιῤῥοῆς ὑγρῶν ἡ νόσος, οὕτω καὶ τόδε τὰ πρῶτα τῶν βοηθημάτων ἀναστέλλει τὸ ῥεῦμα. στυπτικῆς οὖν δυνάμεως χρὴ ταῦτα εἶναι· μετρίας μὲν οὔσης τῆς ἐπιῤῥοῆς, μετρίως στυφούσης, ἣν αὐστηρὰν ἰδίως ὀνομάζουσιν· ὅταν δὲ σφοδροτέρα συστῇ, διὰ τῆς στρυφνῆς. ἄμφω μὲν γὰρ στύφουσιν, ἀλλ’ ἀσθενέστερον μὲν αὐστηρὰ, σφοδρότερον δὲ ἡ στρυφνή. εἴρηνται δὲ ἀμφοτέρων πολλάκις αἱ ὗλαι, ἀλλὰ καὶ νῦν ἀναμνῆσαι βέλτιον, ὅπως ἐπὶ μὲν τῶν μικρῶν φλεγμονῶν τὰς ἀσθενεῖς στύψεις, ἐπὶ δὲ τῶν μεγάλων τὰς σφοδρὰς παραλαμβάνητε, διακλύσματα μὲν γὰρ σύμμετρα τά τε τῶν φοινίκων ἐστὶν ἢ φοινικοβαλάνων ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, ἀφεψημένων ποτὲ μὲν ὕδατι μόνῳ, ποτὲ δὲ καὶ βραχέος μέλιτος ἐμβεβλημένου. παραπλησίως δὲ τούτῳ καὶ τὸ διὰ
ῥόδων, ἑλίκων τε ἀμπέλων καὶ βάτου καὶ κυνοσβάτου καὶ σχίνου καὶ κισσοῦ καὶ κύπρου καὶ τερεβινθίνης καὶ ῥάμνου καὶ ἀσπαλάθου καὶ κυπέρου καὶ κυτίνου καὶ τῶν καλουμένων κερατίων καὶ μορέας ῥιζῶν. ὑποκυστίδος τε καὶ μήλων αὐστηρῶν ἢ στρυφνῶν ἀπίων τῶν τε καλουμένων ὄων, ἅπερ οὖα καλοῦσιν οἱ πολλοὶ, προστιθέντες κατὰ τὴν πρώτην συλλαβὴν τοῦ ὀνόματος τὸ υ, ὡς εἶναι τρία γράμματα τοῦ ὀνόματος τὰ πάντα, τό τε ο καὶ τὸ υ καὶ τὸ α, κατὰ δὲ τοὺς Ἑλληνίζοντας τό τε ο καὶ τὸ α. τούτων δὲ ἰσχυρότερα τό τε τῆς μυρσίνης καὶ τὸ τῶν μύρτων ἐστὶν ἀφέψημα καὶ τὸ τῶν στρυφνῶν κυδωνίων μήλων, ἀκρεμόνων τε τῶν μαλακῶν, πρίνου καὶ κομάρου καὶ σμίλακος καὶ φηγοῦ καὶ τῶν βαλάνων αὐτῶν, μεσπίλων τε καὶ κράνων καὶ μεμαικύλου καρποῦ. γενναιότατα δὲ κηκίδων καὶ ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα καὶ τῆς βυρσοδεψικῆς καὶ μυρίκης καρποῦ καὶ τῆς ἀκάνθης τῆς Αἰγυπτίας ὀνομαζομένης, ὁμοίως τοῦ καρποῦ. τούτων ἑκάστου κατὰ μόνας καὶ σὺν ἄλλοις ἑψηθέντων ἀνακογχυλίζεσθαι χρὴ τῷ ὕδατι. θαυμαστὸν γὰρ ὅπως αἱ μίξεις αὐτῶν ὠφελιμώτεραι πολλάκις γίνονται τῆς τῶν
ἁπλῶν χρήσεως. ξηροῖς δὲ λειωθεῖσι προσάπτεσθαι τοῦ γαργαρεῶνος, ἀτρέμα πως ἀνάγοντα πρός τε τὴν ἄνω χώραν καὶ τὴν ἐκτὸς, ὡς ἐπὶ τὴν γλῶτταν. ἐμβεβλήσθω δὲ κοχλιαρίῳ λειούμενα τὰ ξηρὰ φάρμακα καὶ βέλτιον, εἰ κατὰ τὸ πέρας εἰς ἐγκαρσίαν τομὴν ἢ εὐθεῖαν εἴη τελευτῶν τὸ κοχλιάριον. καὶ τούτων δὲ αὐτῶν μέτρια μέν ἐστι τὰ ξηρὰ ῥόδα καὶ τὸ ἄνθος αὐτῶν ἀκρέμονές τε ξηρανθέντες, ὧν ἄρτι διῆλθον φυτῶν, ὑποκυστίς τε καὶ ῥῆον, ὅ τε τῶν σκυτέων λίθος, ᾧ λαμπρύνουσι τὰ τῶν γυναικῶν ὑποδήματα, καλεῖται δὲ ἀγήρατος, ἀλόη τε καὶ κύπρος, ἄνθος τε σχίνου καὶ ῥίζα νάρδου τῆς Ἰνδικῆς καὶ τῆς παρ’ ἡμῖν ὀρείας. ἰσχυρότερον δὲ τούτων, ἀλλὰ χωρὶς τοῦ τραχύνειν ἐπιφανῶς στύφει τῆς Αἰγυπτίας ἀκάνθης ὁ καρπὸς, ῥῆόν τε καὶ τὸ διφρυγὲς ὀνομαζόμενον, ὅ τε τοῖς ὄψοις ἐπιβαλλόμενος ῥοῦς τά τε στρυφνὰ βαλαύστιόν τε καὶ κύτινοι καὶ σίδια καὶ κηκὶς, καὶ μᾶλλον ὅταν ἀκριβῶς ὀμφακῖτις εἴη. στύφουσι δ’ ἀκριβῶς καὶ αἱ στυπτηρίαι πᾶσαι, λεπτομερεστέρα δὲ αὐτῶν οὖσα ἡ σχιστὴ καὶ χρησιμωτέρα ἐστὶν αὐτῶν. χάλκανθος
δὲ σφοδροτάτην ἔχων στύψιν οὐκ ἀπήλλακται τοῦ θερμαίνειν, καὶ διὰ τοῦτο τοῖς σηπεδονώδεσιν ἕλκεσιν ἁρμόττει, ὅμως δὲ παροξύνει γαργαρεῶνα, κᾂν ἤδη ᾖ σκιῤῥώδης. οἱ χυλοὶ δὲ στύφοντες ἁπάντων τῶν εἰρημένων φυτῶν εἰσι καὶ τῶν καρπῶν αὐτῶν ὡσαύτως. εἴρηται δὲ περὶ αὐτῶν ἐν ταῖς διαχρίστοις στοματικαῖς, ὧν αἱ μὲν διὰ γλεύκους, αἱ δὲ διὰ μέλιτος μίξεως σκευάζονται. διαφθείρονται γὰρ οἱ χυλοὶ τοὐπίπαν, ἄνευ μέλιτος ἀποτεθέντες, ἢ πάλιν ἀποξηραίνονται μέχρι πλείονος ἑψηθέντες. ἔνιοι δὲ χυλοὶ, κᾂν ἐν ἡλίῳ θερινῷ ξηρανθῶσιν ἄχρι συμμέτρου πάχους, ἐν τῷ χρόνῳ ξηραίνονται, καὶ ἄν γε πλειόνων ἐτῶν γεννηθῶσιν, εἰς τοσοῦτον ἥκουσι ξηρότητος, ὡς λειοῦσθαι δύνασθαι παραπλησίως κυτίνοις καὶ βαλαυστίῳ. τοιοῦτοι δέ εἰσιν ὅ τε τῆς ὑποκυστίδος χυλὸς καὶ ὁ τῆς ὄμφακος καὶ τῆς γλυκυῤῥίζης καὶ ὁ τοῦ κενταυρίου καὶ καθόλου φάναι πάντες οἱ χυλοὶ, κᾂν χωρὶς μέλιτος ἐπιπλέον ἑψηθῶσιν, οὐ διαφθείρονται μὲν, ἐν τῷ χρόνῳ δὲ γίνονται ξηροὶ, τινὲς μὲν, ὡς ἔφην, λειοῦσθαι δυνάμενοι, τινὲς δὲ ὅσοι τὸ γλίσχρον ἔχουσι φύσει πλατύνονται 
μᾶλλον ἢ λειοῦνται. ἁπλᾶ μὲν οὖν ταῦτα χρήσιμα, σύνθετα δὲ ἐξ αὐτῶν κατὰ τρεῖς χρείας γίνονται, μίαν μὲν ἐκ τῶν ὁμογενῶν, ὅταν τῷ σφοδρῷ τὸ μαλακὸν μίξομεν, ἀποροῦντες τοῦ μέσου, ῥόδων ἄνθος ἢ αὐτὰ τὰ ῥόδα μετὰ κηκίδος ἢ στυπτηρίας λειώσαντες, ἕκαστόν τε τῶν εἰρημένων ἔμπροσθεν πραέων φαρμάκων τῷ σφοδρῷ συμπλέξαντες. ἔσται γὰρ ἀριθμὸς οὐκ ὀλίγος κατὰ τὴν τῶν τοιούτων ὑπάλλαξιν, ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν ἐκ δυοῖν τινων μίξιν ἔσται πλείω φάρμακα, κατ’ ἄλλην ἄλλου ποσότητα μιγνυμένων αὐτῶν, οἷον εἰ διαπλάσιον εἴη τὸ τῶν ῥόδων ἄνθος τῆς στυπτηρίας ἢ τοὐναντίον τοῦδε, διπλασία τοῦ ῥόδων ἄνθους ἡ στυπτηρία. δύναιτο δ’ ἄν τι διπλάσιον, ἀλλὰ καὶ τριπλάσιον καὶ τετραπλάσιον, ἑκάτερον ἑκατέρῳ μίγνυσθαι. πρόδηλον δ’ ὅτι καὶ ἴσον ἴσῳ. τοῦτο μὲν οὖν μέσον ἂν εἴη τῶν ἄκρων, τὰ δ’ ἄλλα πάντα τινὰ μὲν ἐγγυτέρω τοῦ μαλακωτέρου τὰ πλέον ἔχοντα τῶν ῥόδων, τὰ δὲ τοῦ σφοδροτάτου τὰ πλέον ἔχοντα τῆς στυπτηρίας. ἑκατέρων δ’ αὐτῶν οὐκ ἄδηλον τὸ μᾶλλον καὶ ἧττον. ὄντων γὰρ δυοῖν
φαρμάκων, ἰσχυρὸν μὲν ἐν οἷς πλείων ἐστὶν ἡ στυπτηρία τῶν ῥόδων, ἰσχυρότατον δ’ ἐστὶ καθὸ τριπλασία τῶν ῥόδων ἡ στυπτηρία περιέχεται τοῦ διπλάσιον ἔχοντος φαρμάκου. ὅπερ οὖν ἀεὶ λέγοντος ἀκούετέ μου καὶ νῦν ἐρῶ. μωρίζουσιν οἱ ζητοῦντες ὁποῖόν ἐστι τὸ κρεῖττον ἐπὶ δυοῖν ὁμογενῶν φαρμάκων ἢ τὸ κάλλιστον ἁπάντων αὐτῶν. ὥσπερ εἰ ζητοίης γε εἰ χόνδρον ἄμεινον ἢ πτισάνην διδόναι τοῖς νοσοῦσιν, ἢ πότερον οἶνον ἢ ὀξύμελι ἢ τῶν καθαιρόντων φαρμάκων. ἆρά γε βελτίων ἐστὶν ἐλλέβορος λευκὸς ἢ μέλας ἢ καθόλου περὶ πάντων τῶν βοηθημάτων τί κάλλιστόν ἐστιν. ἅπαντα γὰρ ἐν τῷ πρός τι τό γε ὠφελεῖν ἔχει καὶ τὸ βλάπτειν, καὶ τοῦτο Ἱπποκράτους εἰπόντος, ὧν οἶδα πρώτου πάντων οἱ μετ’ αὐτὸν ἠκολούθησαν. ἔνιοι δὲ τῶν νεωτέρων ἰατρῶν, ὥσπερ ἄλλα πολλὰ φλυαροῦσιν, οὕτω καὶ τὰ τοιαῦτα. τεθέασθε δὲ πολλάκις ἔργῳ τοῦ λεγομένου τὴν ἀλήθειαν. ἀκαίρως γοῦν ἔνιοι χρησάμενοι φαρμάκοις οἷς εἶχον,
εἶτ’ ἐκ τοῦ παροξῦναι τὸ πάθος ἐφ’ ἕτερα μεταβάντες ἄνευ μεθόδου καὶ μηδὲν τούτοις ἀνύσαντες τὴν τρίτην ἐφεξῆς ἐφ’ ἕτερα μετάβασιν, ἔστι δ’ ὅτε καὶ τετάρτην ἀλόγως ποιήσαντες καὶ νομίσαντες τὸ πάθος εἶναι κακόηθες, ἐκάλεσάν με συμβουλεῦσαί τι. κᾀγὼ κελεύσας αὐτοὺς ἃ κέκτηνται φάρμακα δεῖξαί μοι τὸ συμφέρον τῇ παρούσῃ καταστάσει συνεβούλευον. καὶ φάντων αὐτῶν δι’ οὗ συνεβούλευσα φαρμάκου παροξυνθῆναι τὸν κάμνοντα καὶ διὰ τοῦτο χρῆσθαι δεδιότων, ἀλλὰ νῦν γε πεισθέντας ἐμοὶ χρήσασθαι προτρέψας, ἐπέδειξα κᾀκείνοις καὶ ὑμῖν ἑκάτερον ὧν ἔλεγεν Ἡρόφιλος, ἀληθὲς ὑπάρχον. ἐάν τε γὰρ εἴπῃς οὐδὲν εἶναι τὰ φάρμακα μόνα καθ’ αὑτὰ, προσηκόντως ἐρεῖς, οὐδὲν γάρ ἐστιν, ἐὰν μὴ τὸν χρώμενον ὀρθῶς σχῇ, ἐάν τε πάλιν οἷόν περ θεῶν χεῖρας εἶναι τὰ φάρμακα, καὶ τοῦτο ὀρθῶς ἐρεῖς. ἀνύει γὰρ μεγάλα τὸν χρώμενον αὐτοῖς ἔχοντα γεγυμνασμένον ἐν λογικῇ μεθόδῳ μετὰ τοῦ καὶ συνετὸν εἷναι φύσει. τινὲς γὰρ οὐ μόνον βελτίους ὄντες ἀμφισβητοῦσι περὶ σοφίας
τοῖς συνετωτάτοις. ἡ μὲν οὖν τῶν ὁμογενῶν φαρμάκων μίξις ἕνεκα τῆς τῶν μεταξὺ χρείας γίνεται, καὶ διὰ τοῦτο ἀεὶ δύο ἔχειν ὑμᾶς ἐναντία ταῖς δυνάμεσιν ἐφ’ ἑκάστου πάθους ἀξιῶ. μιγνύντες γὰρ αὐτὰ παμπόλλων τῶν μεταξὺ φαρμάκων εὐπορήσετε. μία μὲν οὖν αἰτία τῆς τῶν ὁμογενῶν φαρμάκων μίξεως ἥδε καὶ δὴ λέλεκται· μία δὲ ἄλλη τῆς τῶν ἑτερογενῶν ἐκ τοιούτου γίνεται λογισμοῦ. σπανίως ἂν εὕροι τις διάθεσιν ἤτοι διαφορούντων μόνον ἢ ἀποκρουομένων δεομένην. αἱ μὲν γὰρ μικραὶ, καθ’ ὧν οὐδὲ τὸ τῆς διαθέσεως ὄνομα προφέρουσιν οἱ ἰατροὶ, παραχρῆμα καθίστανται· μείζονα δ’ ὑπόθεσιν ἔχοντος τοῦ γεννωμένου πάθους ἀδύνατόν ἐστι διὰ τῶν ἀποκρουομένων αὐτὸ τελέως ἰᾶσθαι, καὶ μάλισθ’ ὅταν ᾖ τὸ τοῦ κάμνοντος σῶμα πολύχυμον ἢ τὸ πεπονθὸς μόριον ἄῤῥωστον φύσει. διὰ τοῦτο οὖν ἀναγκαζόμεθα πολλάκις μὲν εὐθέως ἐν ἀρχῇ, πολλάκις δὲ ὀλίγον ὕστερον μιγνύναι τι τῶν διαφορητικῶν. ἢν δ’ ὀδύνη συνείη σφοδρὰ καὶ τῶν παρηγορικῶν· χρεία τοίνυν ἐστὶ τηνικαῦτα
τῶν εἰρημένων φαρμάκων ἑκάστῳ μεμίχθαι τε τῶν διαφορητικῶν. ὄντων δὲ καὶ τούτων παμπόλλων, ἀπὸ τῶν μαλακωτέρων ἄρχεσθαι χρὴ, παροξύνεται γὰρ ὑπὸ τῶν δριμέων τὰ φλεγμαίνοντα. διὰ τοῦτο οὖν ἐγένοντο σύνθετα φάρμακα πρός τε τὰς τῶν ἄλλων μορίων φλεγμονὰς καὶ πρὸς τὰς τοῦ γαργαρεῶνος, οἷον ὅταν τῇ στυπτηρίᾳ μίξωμεν ἴριν Ἰλλυρικὴν ἢ τὸ τῶν ὀρόβων ἄλευρον ἢ λιβανωτὸν ἢ σμύρνην. ὄντων δὲ καὶ τῶν στυφόντων πολλῶν καὶ τῶν ἀδήκτως διαφορούντων οὐκ ὀλίγων ἡ ποικιλία τῶν πρὸς τοὺς φλεγμαίνοντας κίονας ἁρμοττόντων φαρμάκων εἰκότως ἐγένετο παμπόλλη. σὺ δὲ θεασάμενος ὅπως ἔχῃ μεγέθους τε καὶ θερμότητος ἡ φλεγμονὴ τό τε ἀποῤῥέον αὐτῆς ὁπόσον ἐστὶ κατασκεψάμενος, ἔτι τε τὴν ποσότητα τῶν ἐν τῷ σώματι χυμῶν στοχασάμενος ἢ τῷ τοῖς στύφουσιν ἢ τῷ τοῖς διαφοροῦσιν ἐπικρατουμένῳ φαρμάκῳ χρήσῃ. παραγράψω δὴ πάλιν κᾀνταῦθα φάρμακα τὰ τοῖς ἐμπειροτάτοις γραφέντα τὰ μὲν ἅμα τοῖς οἰκείοις διορισμοῖς, οὐκ ὀλίγα δὲ καὶ χωρὶς 

τῶν διορισμῶν, ἐφ’ ὧν ἐγὼ προσθήσω καθάπερ ἐπὶ τῶν ἄλλων, ὅσα πρόσθεν ἔγραψα, τοὺς οἰκείους διορισμούς.

[Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων πρὸς τοὺς φλεγμαίνοντας γαργαρεῶνας.] Περὶ τοῦ προκειμένου παθήματος οὕτως ἔγραψεν Ἀρχιγένης τὸ πρῶτον τῶν φαρμάκον. σταφυλῆς δὲ χαλασθείσης προσάπτου ὀπῷ λείῳ ἢ κηκίδι λείᾳ μετὰ ἁλῶν, ἢ αὐτοῖς ἁλσὶ διαλύτοις, ἢ λυκίου ῥίζῃ λείᾳ ἢ ὀμφακίῳ μετὰ μέλιτος. εἰ δὲ εὔτονον ἐθέλοις, χαλκάνθου, λεπίδος, σχιστῆς, μίσυος, σμύρνης, κηκίδος ἴσα λεῖα, οἴνῳ ἀναλαβὼν χρῖε. εἰ ταυτὶ μόνα γράψας ὁ Ἀρχιγένης ἐπαύσατο, τελέως ἂν ἐμεμψάμην χωρὶς διορισμοῦ γράψαντι φάρμακα δυνάμεως ἐναντιωτάτης. ἐπεὶ δὲ διὰ τῶν ἑξῆς γεγραμμένων ἐπανορθοῖ, καὶ αὐτὸ τούτων ἀδιόριστον ὀρθῶς ἐποίησεν. ὅτι δὲ ἀδιορίστως εἴρηται ταῦτα μαθεῖν πάρεστιν ἐντεῦθεν. σταφυλῆς, φησὶ, χαλασθείσης προσάπτου ὀπῷ λείῳ. ἔδει μὲν οὖν κᾀνταῦθα προστεθεικέναι ποίῳ φησὶν ὀπῷ, ἀλλ’ ἐπεὶ πᾶσιν ἤδη πεπίστευται τὸν Κυρηναϊκὸν

ὀπὸν ἄριστα ποιεῖν πρὸς τὰς φλεγμονὰς τοῦ κίονος, οὐ προσέθηκε τοῦ Κυρηναίου. κατὰ τοῦτο μὲν οὖν καί τις αὐτῷ μέμψαιτο. καθ’ ὅσον δὲ δριμύτατον καὶ θερμαντικώτατον φάρμακον τὸν Κυρηναϊκὸν ὀπὸν μετὰ τῶν ἐναντίων ἔγραψε, μὴ προσθεὶς διορισμὸν μηδὲ δηλώσας πότε μὲν τῷ ὀπῷ χρῆσθαι προσήκει, πότε δὲ τοῖς στυπτικοῖς φαρμάκοις, κατὰ τοῦτο κακῶς ἐποίησε. χάλκανθον γὰρ καὶ λεπίδα χαλκοῦ καὶ τὴν σχιστὴν, δῆλον δὲ ὅτι μὲν στυπτηρίαν λέγει καὶ μίσυ καὶ κηκίδα, πάντα ἴσα λειοῦν ἐν οἴνῳ κελεύσας, προσμίξας δὲ αὐτοῖς καὶ σμύρνης ἴσον τῷ συντεθέντι φαρμάκῳ χρίει τὴν σταφυλὴν, ἰσχυροτάτῳ δηλονότι κατὰ τὴν στύψιν ὑπάρχοντι. παρεμυθήσατο δὲ τὸ τῆς γραφῆς ἀδιόριστον, προσγράψας τῷ περὶ τοῦ φαρμάκου λόγῳ τὴν λέξιν ταύτην. εἰ δ’ εὔτονον ἐθέλοις, ὡς γὰρ ἐπισταμένοις ἡμῖν πότε τοῖς εὐτόνοις ἐστὶ χρηστέον, οὕτως ἔγραψε καὶ τοῦτο. μικτὸν δὲ φάρμακον ἐν οἷς ἔγραφεν ἔστιν ἡ κηκὶς μεθ’ ἁλῶν, αὐτὴ μὲν στύφουσα σφοδρῶς, οἱ δ’ ἅλες διαφοροῦντες μετά τινος βραχείας στύψεως. ἰδίᾳ δὲ τοῖς ἁλσὶν οὐκ
ἄν τις χρήσαιτο κατ’ ἀρχὰς, ὥσπερ οὐδὲ τῷ ὀπῷ, ἀλλ’ ἐπὶ σκιῤῥουμένης ἤδη καὶ χρονιζούσης τῆς φλεγμονῆς τοῦ κίονος. αὐτὸς δὲ οὐ κίονος ἔγραψεν, ἀλλὰ σταφυλῆς χαλασθείσης, ὁμοίως τοῖς πολλοῖς ἡγούμενος τὴν φλεγμονὴν τοῦ κίονος σταφυλὴν ὀνομάζεσθαι καὶ τί θαυμαστὸν ὅπου καὶ τῶν καθ’ ἡμᾶς τις ἐπ’ Ἀττικισμῷ σεμνυνόμενος, ὡς τὸ μόριον αὐτὸ σταφυλὴν ὀνομάζεσθαι. πλέον γὰρ αὐτὸς ἠγνόει τοῦ Ἀρχιγένους, καίτοι παρά τε τοῖς ἄλλοις παλαιοῖς εὐπορηκὼς τὴν χρῆσιν τῆς προσηγορίας καὶ παρὰ τῷ Ἱπποκράτει κατὰ τὸ προγνωστικὸν ἐν τῇδε τῇ λέξει. οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτέμνεσθαι καὶ διακαίεσθαι καὶ ἀποσχάζεσθαι, ἔστ’ ἂν ἐρυθροὶ ὦσι καὶ μεγάλοι. καὶ γὰρ φλεγμονὴ ἐπιγίνεται τουτέοισι καὶ αἱμοῤῥαγία. ἀλλὰ χρὴ τὰ τοιαῦτα ἄλλοις μηχανήμασι πειρᾶσθαι κατισχναίνειν ἐν τούτῳ τῷ χρόνῳ. ταῦτα προειπὼν ὁ Ἱπποκράτης φησὶν ἐφεξῆς· ὅταν δὲ ἀποκριθείη πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ πελιὸν, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τούτῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν.

ἄμεινον δὲ καὶ ὑποκενώσαντα΄ τὴν κοιλίην τῇ χειρουργίῃ χρῆσθαι, ἢν ὅ τε χρόνος ἐγχωρέῃ καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος. ἔτι δὲ σαφέστερον ὁ Διοκλῆς ἡρμήνευκεν ὁποῖόν ἐστι πάθος ἡ καλουμένη σταφυλὴ καὶ μετὰ τοῦτον Πραξαγόρας καὶ Μαντίας καὶ ὅσοι τὰ συνεδρεύοντα τοῖς πάθεσιν ἔγραψαν. ἔνιοι δὲ καὶ διὰ τοῦτο σταφυλὴν εἶπον κεκλῆσθαι τὸ πάθος, ὅτι ῥαγὶ σταφυλῆς ἔοικε τὸ ἄκρον τοῦ γαργαρεῶνος. τὰ δὲ ἐφεξῆς ὑπὸ τοῦ Ἀρχιγένους γεγραμμένα καλῶς εἴρηται, καὶ διορισμοὺς τῆς χρήσεως αὐτῶν προσγράψαντος. ἔχει δὲ ἡ λέξις οὕτω.

[Κοινὸν φάρμακον κίονος καὶ παρισθμίων.] Κοινῶς δὲ ἐπὶ τῶν κατὰ παρίσθμια ἢ τὸν κίονα φλεγμονῶν ἢ ἑλκώσεων ἀρχομένων μὲν εὐθὺς ἁρμόδιος ἡσυχία, ἀσιτία καὶ ἀκόλουθος δίαιτα. ἀναγαργαρίσματα δὲ ἁπλᾶ ἡσυχῆ στύφοντα, ὀξύκρατον ὑδαρὲς χλιαρὸν ἢ μελίκρατον ἢ φοινικοβαλάνων ἢ ἑλίκων ἀμπέλου ἢ μήλων κυδωνίων ἢ μεσπίλων ἢ ἀχράδων ἢ ῥόδων ἀφεψήματος, μιγνυμένου μετὰ τῶν ἀφεψημένων αὐστηρῶν μέλιτος ὀλίγου. καλῶς ἐνταῦθα προσέγραψε

τοῖς αὐστηροῖς χρῆσθαι, μιγνύναι δὲ μέλιτος ὀλίγου. μικρὸν δ’ ἔμπροσθεν αὐτῷ καθ’ αὑτὸ τῷ μελικράτῳ κελεύσας χρῆσθαι κατὰ τὴν ἀρχὴν τῶν φλεγμονῶν οὐκ ὀρθῶς ἐποίησε. οὐδὲν γὰρ ἔχει στυπτικὸν τὸ μελίκρατον, ἀλλὰ κυριώτατον μὲν αὐτὸ ἄν τις ῥυπτικὸν εἴποι, σὺν τούτῳ δὲ καὶ διαφορητικὸν λέγων, οὐκ ἂν ἁμάρτοι. τὰ δ’ οὖν ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένα καλῶς εἴρηται κατὰ λέξιν οὕτως ἔχοντα. ποιεῖ καὶ ἀκακίας χυλὸς ὕδατι ἀνεθείς. διαχριστέον δὲ ταῖς παραπλησίαις τῶν στοματικῶν, οἷον καὶ ἡ διὰ μόρων λιτὴ καὶ ῥοὸς Συριακῆς καὶ βυρσοδεψικῆς ἀποβρέγματι ἑψηθέντι μέχρι συστῇ, μέλι προσμίξας χρῶ. ἢ ῥοιῶν γλυκειῶν καὶ ὀξειῶν χυλὸν καθεψήσας μέχρι μέλιτος πάχος σχῇ, χρῶ. ἢ σταφυλῆς ὄμφακος ἐκπιέσματα αὐτὸς σκευάσας χρῶ. ἢ βάτου ἢ σχίνου ἢ τερμινθίνου ἢ σμύρνης ἢ ῥόδων χυλῷ μετὰ μέλιτος χρῶ. καὶ μετὰ ταῦτα δὲ καταπλάσσειν ἔξωθεν, σχιστὴν μετ’ ἀλόης τοῦ ἡμίσεος καὶ ὀλίγης ἀκακίας, σὺν χυλῷ στρύχνου, συμβουλεύσας ἐπιφέρει κατὰ λέξιν οὕτως. ἐπιμενούσης δὲ τῆς φλεγμονῆς ἀναγαργαριζέσθω ὄξει χλιαρῷ 
ἰδίᾳ, ἢ κηκίδος λείας προσμιγείσης ἢ βάτου ἢ ἀγριελαίου ῥίζης, ἢ κυπέρου ἀφεψήματι μετὰ μέλιτος, ἢ γλυκεῖ μεθ’ ὕδατος, ἢ συκίτῃ θερμῷ, ἢ μαλάχης ἀφεψήματι. πρόδηλον μὲν ὅτι κοινὰ ταῦτα βοηθήματα, καθότι προείρηται, τοῦ τε κίονός ἐστι καὶ τῶν παρισθμίων. οὐκ ὀρθῶς δέ μοι δοκεῖ τῷ γλυκεῖ μεθ’ ὕδατος θαῤῥεῖν, ἀσθενεῖ πρὸς τὰ τοιαῦτα φαρμάκῳ. καθάπερ καὶ τῷ συκίτῃ καὶ τῷ τῆς μαλάχης ἀφεψήματι, πρὶν ἢ πρὸς διαπύησιν ἀφίκοιτο τὸ πάθος, ἐχρῆν δὲ τοῦτον αὐτὸ τοῦτο δεδηλωκέναι. συνάπτων δὲ τοῖς προειρημένοις ὁ Ἀρχιγένης ὡδί πως ἔγραψεν. διάχριε δὲ καὶ τοῖς ἀνωτέρω πρὸς τὰ ἐν τοῖς ῥώθωσιν ἑλκύδρια μεταγραφεῖσιν. ἰδίως δὲ πίσσῃ σὺν ἐλαίῳ ἢ μέλιτι. ἢ κροκόμαγμα μετ’ ὀλίγης κηκίδος σὺν μέλιτι ἢ στυπτηρία στρογγύλη μετὰ ῥόδων ἄνθους λελειωμένη ἢ ῥόδα ξηρὰ ἢ τὸ ἄνθος αὐτῶν λεῖα προσέμπασσε ἢ ἐμφύσα εἴς τε τὰ παρίσθμια καὶ τὴν σταφυλήν. ἢ κυπέρου ῥίζαν ἢ μυρσίνην ἢ σχῖνον ἢ βάτον ἢ κηκίδα ἢ ἅλας λεπτοὺς ὁμοίως ἔμπαττε, ἢ ὀμφακίνῳ ἢ σχίνῳ μετὰ μέλιτος διάχριε, ἢ ῥόδων ἄνθος ἢ κρόκον μετὰ
ῥοιᾶς χυλοῦ. ἐνταῦθα πάλιν ἔμιξε τὴν στυπτικὴν ἀγωγὴν τῇ διαφορητικῇ χωρὶς διορισμῶν. οὐδὲν γὰρ ὅμοιον ἐμπάττειν ἅλας λεπτοὺς ἢ ῥόδα ξηρὰ καὶ τὸ ἄνθος αὐτῶν, ἢ πίσσῃ σὺν ἐλαίῳ χρῆσθαι, θερμαντικῷ τε καὶ διαφορητικῷ φαρμάκῳ, ἢ κηκίδι καὶ στυπτηρίᾳ, στυπτικωτάτοις φαρμάκοις. χρονιζούσης μὲν γὰρ καὶ σκιῤῥουμένης τῆς φλεγμονῆς καλῶς ἄν τις ὑγρὰν πίτταν προσφέρῃ ἢ τὴν ξηρὰν ἐλαίῳ τήξας. τηνικαῦτα δὲ καὶ οἱ ἅλες χρήσιμοι προκεκενωμένου δηλονότι τοῦ σώματος, ἀρχομένου δὲ ἢ αὐξανομένου καὶ μετὰ θερμότητος πολλῆς ἀκμάζοντος, ἐναντιώτατον βοήθημα ἔλαιον καὶ ἡ πίττα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ οἱ ἅλες. ἐφεξῆς δὲ καλῶς ἔγραψεν ὁ Ἀρχιγένης ἐπ’ ἀκμάζοντος τοῦ πάθους βοηθήματα, δηλοῖ δὲ ἐκ τούτου αὐξανόμενον καὶ μηδὲν ὠφελούμενον ὑπὸ τῶν προγεγραμμένων. ἔχει δὲ ἡ λέξις αὐτοῦ κατὰ τόνδε τὸν τρόπον· εἰ δ’ ἐπακμάζοι τὸ πάθος ἢ κοιλία ὑποσυρέσθω ἢ ἀναγαργαριζέσθωσαν πιτύρων πλύμματι θερμῷ, ἢ πτισάνης χυλῷ ἢ γλυκεῖ χλιαρῷ ἢ ἀφεψήματι γλυκείας ῥίζης μετὰ γλυκέος καὶ ὑσσώπου ἢ σύκων οἴνῳ
ἀφεψημένων ἢ πτισάνης χυλῷ, ἐναφεψημένων αὐτῷ σταφίδων. ὠφελοῦνται δὲ μεγάλως, ἐὰν ἀμυγδάλινον ἔλαιον εἰς τὰ ὦτα ἐγχέῃς, ἔξωθέν τε πυριατέον πραέως σπόγγοις ἀποτεθλιμμένοις καὶ ὠμὴν λύσιν ἐπιθετέον, τὴν διὰ κριθίνου ἀλεύρου ἢ διὰ λινοσπέρμου ἢ τήλεως, ἢ καὶ σμῆγμα ἐκ τούτων. ἐὰν μὲν οὖν πρὸς διαπύησιν φαίνηται ὄντα τὰ παρίσθμια, συνεργητέον τῷ σύκων ἀφεψήματι συνεχῶς καὶ μονονουχὶ ἀδιαλείπτως διδόντας ἀναγαργαρίζεσθαι ἢ τῷ μελικράτῳ θερμῷ ὁμοίως. εἰ δὲ μηδὲν ὑποφαίνοιτο τοιοῦτον, ἐπιτείνοιντο δὲ καὶ δυσκατάποτοι, ἐν ἀρχῇ τε πνιγμοῦ ὑποπτεύοιντο εἶναι, τήν τε κοιλίαν εὐτόνῳ κλυστῆρι ἢ βαλάνῳ ὑπακτέον ἢ φλεβοτομητέον ἀπ’ ἀγκῶνος, σικύας τε κατὰ τοῦ τραχήλου καὶ ἀνθερεῶνος κολλητέον μετὰ ἀμύξεως, πυρίαις τε καὶ καταπλάσμασι συνεχέστερον καὶ εὐτονώτερον χρησόμεθα καὶ τοῖς ἀναγαργαρίσμασι συνεχῶς. εἰ δὲ πρὸς μηδὲν τούτων εἴκοι, ἐπιτείνοιτο δὲ, τάς τε ὑπὸ τὴν γλῶτταν φλέβας τμητέον ἢ τὰς ἐγκανθίδας τε ἢ καὶ τὴν ἐν μετώπῳ. διαχρηστέον δὲ αὐτοὺς συνεχῶς χολῇ ταυρείᾳ καὶ ἐλατηρίῳ
ὁμοῦ μετὰ μέλιτος ἢ ἁλσὶ σὺν ἐλαίῳ παλαιῷ μετὰ μέλιτος καὶ ὄξους ἢ κενταυρίῳ μετὰ μέλιτος ἢ ἀψινθίῳ μετὰ νίτρου καὶ μέλιτος, ἢ χελιδόνας ὅλας σὺν τοῖς πτεροῖς καύσας καὶ λεάνας σὺν μέλιτι κατάχριε. φασὶ δ’ ἔνιοι καὶ ἄκρως ποιεῖν χελιδόνος νεοττοὺς τοὺς λιπαροὺς λίαν προσφάτους, εἴτε τεταριχευμένους ὀπτοὺς καὶ διδομένους αὐτοῖς φαγεῖν, εὐθέως γὰρ κουφίζουσι τὸν πνιγμόν. ἐὰν δὲ παῖδες ἢ πρεσβῦται ὦσι, θεῖον καὶ ἴριν μετὰ μέλιτος δὸς ἐκλείχειν· ὅτι ταῦτα κοινὰ περὶ ἀμφοτέρων, ὥσπερ ἐν ἀρχῇ προεῖπεν, σταφυλῆς τε καὶ παρισθμίων ἐστὶν ἰάματα, δῆλον ἐποίησεν καὶ ἐξ ὧν ἐπιφέρων φησίν. ἔνιοι δὲ τοῖς συναγχικοῖς ἢ κυναγχικοῖς ἐλατηρίου ἢ χολῆς ταυρείας ἀνὰ β΄. ὀβολοὺς μετὰ χλιαροῦ μελικράτου διδόασι πίνειν. τινὲς δὲ ὄνους τοὺς ὑπὸ τὰς ὑδρίας ποτίζουσι σὺν ὕδατι, ἢ ἐκλείχειν διδόασιν ἢ διαχρίουσι τὰ ἀλγοῦντα καὶ λίαν μαρτυροῦσιν ὠφελεῖσθαι. καὶ δι’ ἀτμοῦ πυριώμενοι ἔσωθεν τοῦτον τὸν τρόπον, ὀρίγανον ἢ ὕσσωπον ἢ θύμβραν σὺν ἱκανῷ ὄξει ζέσας ἐπιμελῶς, ἐν χύτρᾳ
περιπεπλασμένῃ, τὸ δὲ πῶμα ἐχέτω κατὰ μέσον τρῆμα, εἶτα κάλαμον τῷ τοῦ πώματος τρήματι, ἕως τοῦ πάσχοντος ἐναρμόσας, ἔα πυριᾶσθαι. ἐὰν δὲ κατακαίηται τὸ στόμα ζέοντος τοῦ καλάμου, ὠὸν κενὸν τετρημένον ἑκατέρωθεν ἐν τῷ στόματι κρατείτωσαν καὶ δι’ αὐτοῦ ὁ κάλαμος διερχέσθω. μαλακωτέρα δὲ ἡ πυρία γίνεται, ἐὰν ἀντὶ τοῦ ὄξους ὕδωρ ᾖ. ἔνιοι δὲ νίτρον καὶ ὀρίγανον καὶ καρδάμου σπέρμα καὶ ἔλαιον τετριμμένα ἐν ὀξυκράτῳ μιγνύουσι καὶ ὁμοίως πυριῶσιν. ἢ σποδῷ νεοσσῶν χελιδόνος μήπω ἐπτερωκότων διάχριε, ἢ στρύχνου χυλὸν καὶ βούτυρον ἴσον μετὰ ῥοδίνης κηρωτῆς τῷ ἀνθερεῶνι ἐπιτίθει. τοὺς πνιγομένους πισσαρίῳ μετὰ ὕδατος καὶ νίτρου πότιζε. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν. ἐγὼ δ’ οὐδέποτε ἐπεχείρησα δοῦναι τῶν ἐν ταῖς τοιαύταις διαθέσεσιν οὐδενὶ τῶν πινομένων φαρμάκων, ὁποίων αὐτός τε καὶ ἄλλοι τινὲς μέμνηνται. τοῦτ’ οὖν τὸ ἐπὶ τῷ τέλει τῆς λέξεως τῆς προγεγραμμένης γεγραμμένον κατὰ λέξιν οὕτως τοὺς πνιγομένους πισσαρίῳ καὶ νίτρῳ μετὰ ὕδατος πότιζε. τίνι λόγῳ εἴρηται μὴ δυνάμενος ἐμαυτὸν πεῖσαι, 

ἀλλὰ μηδὲ τῶν διδασκάλων τινὰ μηδὲ ἄλλον χρώμενον ἰδὼν, οὐδ’ αὐτὸς ἐπεχείρησα χρῆσθαι. τὸ μὲν γὰρ φλεβοτομεῖν τοὺς πνιγομένους καὶ τὸ κλύζειν δριμεῖ κλυστῆρι καὶ τὸ καθαρτικὰ διδόναι χάριν τοῦ κενῶσαι τὸ σύμπαν σῶμα καὶ μεταστῆσαι κάτω τὴν ῥοπὴν τῶν ἐπὶ τὰ πεπονθότα μέρη φερομένων χυμῶν, εὔλογόν τέ ἐστι καὶ διὰ πολλῆς πείρας κεκριμένον. ὁμοίως δὲ καὶ τὸ μετὰ τὴν κένωσιν τοῦ παντὸς σώματος καὶ τὴν ἀντίσπασιν τὴν ἐπὶ τὰ κάτω δριμέσι χρῆσθαι φαρμάκοις ἱκανῶς διαφοροῦσιν, εὔλογόν τε ἅμα καὶ τῇ πείρᾳ μαρτυρούμενον. πίσσαν δὲ μεθ’ ὕδατος καὶ νίτρου ποτίζειν οὔτε τινὰ θεασάμενος ἄλλον οὔτε τῷ λόγῳ ποδηγούμενος ἀπεσχόμην.

[Ἀπολλωνίου ἐν τῷ πρώτῳ τῶν εὐπορίστων κατὰ λέξιν οὕτω γράψαντος.] Ἀπολλώνιος ἐν τῷ πρώτῳ τῶν εὐπορίστων κατὰ λέξιν οὕτως ἔγραψεν. πρὸς τὰς τῆς κιονίδος φλεγμονὰς διάχριστα. ἁλὶ λείῳ καὶ μέλιτι διαχρίων ἀναστέλλεις τὴν κιονίδα, πίσσῃ διαχρίων ἀναπίεζε τῷ δακτύλῳ, ὀπὸν Κυρηναϊκὸν διεὶς ὕδατι προσάπτου τῆς κιονίδος. χαλκίτιδι

λείᾳ προσάπτου παραπλησίως. ὀμφακίῳ λείῳ μετὰ μέλιτος χρῶ. ταῦτα μὲν ὁ Ἀπολλώνιος. ἔξεστι δὲ ἡμῖν ὁρᾷν ἐπὶ τῶν ἄνευ διορισμοῦ γεγραμμένων, εἰ μή τις εἰδείη τὰς ἄνευ διορισμοῦ γεγραμμένας δυνάμεις ἑκάστου ἐν τῷ προσήκοντι καιρῷ χρῆσθαι, μεγίστην ἐργάζεται βλάβην. γέγραπται γοῦν ἐνταῦθα πρῶτον μὲν ἁπάντων ἁλὶ λείῳ χρῆσθαι μετὰ μέλιτος, ὕστατον δὲ ὀμφακίῳ μετὰ μέλιτος. ἐναντία δὲ δύναμίς ἐστιν ὀμφακίῳ πρὸς τοὺς ἅλας, ὥστε εἰ χρήσαιτό τις ἐν ἀρχῇ τοῖς ἁλσὶ καὶ μάλιστα πληθωρικοῦ τοῦ σώματος ἢ καὶ τῶν κατὰ τὴν κεφαλὴν ὄντων, ἐσχάτως βλάψει τὸν πάσχοντα. τὸ δὲ ὀμφάκιον ἐν ἀρχῇ χρησιμώτατόν ἐστιν, οὐχ ἕλκον οὐδ’ ἐπισπώμενον ἐφ’ ἑαυτὸ τὸ ἐκ τοῦ βάθους, ὥσπερ οἱ ἅλες μετὰ τοῦ μέλιτος, ἀλλ’ ἀποκρουόμενον. ἅλες δὲ μετὰ μέλιτος διαφορητικὴν ἔχουσι δύναμιν, βραχυτάτου τοῦ στυπτικοῦ μεμιγμένου τοῖς ἁλσίν. ὅταν δὲ τὸ μέλι μιχθῇ, κᾀκεῖνο τελείως ἀμαυροῦται καὶ τὸ διὰ τῆς πίσσης δὲ ταῖς κεχρονισμέναις φλεγμοναῖς, καὶ ὡς ἂν εἴποι τις, ἤδη σκιῤῥουμέναις ἐπιτήδειος, ὥσπερ γε καὶ ὁ Κυρηναϊκὸς ὀπὸς οὐκ
ἀρχομέναις, ἀλλὰ μετὰ τὸ τοῖς στύφουσιν ἀποκρουσθῆναι τὸ ἐπιῤῥέον. ἡ δὲ χαλκῖτις οὐδ’ ὅλως ἐπιτήδειός ἐστι, πλὴν εἰ σφόδρα κεχρονικυῖά τε καὶ δυσθεράπευτος ἡ διάθεσις ᾖ. δακνῶδες γάρ ἐστι φάρμακον ὠμὴ παραλαμβανομένη καὶ διὰ τοῦτο καθαίρειν ταύτης τὴν δύναμιν βουλόμενοι, πολλάκις αὐτῇ χρώμεθα ὅταν καυθῇ. ἐφεξῆς τῶν προγεγραμμένων ὁ Ἀπολλώνιος ἔγραψε ταῦτα κατὰ λέξιν. ἀναγαργαρίσματα πρὸς τοὺς τῆς κιονίδος κατακρεμασμούς. ὀρίγανον τρίψας καὶ ὄξει καὶ ὕδατι μίξας ἀνάζεσον καὶ ἰσχάδων χυλῷ μίξας χρῶ καὶ δίδου ἀναγαργαρίζειν. ἢ ὕσσωπον τρίψας καὶ ἰσχάδων χυλῷ ἑφθῶν μίξας χρῶ. ὀρίγανον ὁμοίως, ἡδύοσμον καὶ πήγανον καὶ κόριον τρίψας γάλακτι ὀνείῳ δίδου ἀναγαργαρίζεσθαι. σέλινον καὶ δάφνης φύλλα λεῖα τρίψας καὶ διεὶς οἴνῳ ἤ ἀφεψήματι φακοῦ χρῶ. οἶδα δέ τινα πᾶσι τοῖς ὑπ’ αὐτοῦ χρώμενον ἀδιακρίτως ἐν ἀρχῇ φλεγμονῆς γαργαρεῶνος ἑνὶ τούτων χρησάμενον καὶ ἐσχάτως βλάψαντα. πρὸς γὰρ τοῖς ἄλλοις οὐδὲ τί ποτ’ ἐστὶν ὁ κατακρεμασμὸς τοῦ κίονος ἐνόησε, βουλομένου τοῦ Ἀπολλωνίου τὴν πάνυ κεχαλασμένην
ἄνευ φλεγμονῆς ἐνδείκνυσθαι διάθεσιν τοῦ γαργαρεῶνος, ἥντινα καὶ ἀποτέμνειν εἰθίσμεθα καὶ ὄντως ἐπ’ αὐτῆς ταύτης τὰ ὑποφλεγματίζοντα καὶ θερμαίνοντα φάρμακα χρήσιμα. καὶ γὰρ τοὐπίπαν ὑπόλευκος γίνεται καὶ ἀναιμοτέρα. ἐφεξῆς δὲ γράφει κατὰ λέξιν ὁ Ἀπολλώνιος οὕτως. οὖρον ὄνου ὡς πλεῖστον καὶ θερμότατον δίδου πίνειν. τὸ δὲ αὐτὸ καὶ ἐπὶ συνάγχης. ἐπὶ τῶν τοιούτων βοηθημάτων θαυμάζω τοὺς γράψαντας, οἶδα γὰρ ἐγὼ πάντας ἀνθρώπους πλὴν ὀλίγων πάνυ θᾶττον ἀποθανεῖν ἐθέλοντας ἢ πιεῖν οὖρον ὄνου. ὁ δέ γε καὶ ὡς πλεῖστον προσέθηκεν, καὶ ἄλλως δὲ, καθάπερ ἔφην πρόσθεν, ἀτοπώτατόν ἐστι φλεγμονὴν ἐν στόματι θεραπεύοντα διδόναι φάρμακον ποτὸν, ὅτι μὴ τῶν καθαιρόντων εἴη τι. ταῦτα γὰρ ἑτέρας ἕνεκα χρείας δίδονται, τῶν δ’ ἄλλων ἱκανὰ καὶ χωρὶς τοῦ καταπίνεσθαι βοηθεῖν δυνάμενα. καὶ τὸ μετὰ τοῦτο δὲ γεγραμμένον ὁμοίαν ἔχει τὴν ἀτοπίαν, ὃ καὶ αὐτὸ κελεύει πίνειν. γράφει γοῦν οὕτω περὶ αὐτοῦ, δάφνης φύλλα τρίψας ἐν οἴνῳ καὶ ὕδατι δίδου πίνειν. Ἥρας οὖν ἄμεινον Ἀπολλωνίου πολλῷ τόνδε
τὸν τρόπον ἔγραψε πρὸς κιονίδας κεχαλασμένας. ♃ κηκίδος ὀμφακίτιδος μέρος α΄. ἁλὸς ἀμμωνιακοῦ μέρος α΄. λειώσας ἕκαστον ἰδίᾳ καὶ ὁμοῦ πληρώσας κοχλιάριον παράπτου τῆς σταφυλῆς. λίθον τὸν καλούμενον ἀγήρατον, ᾧ χρῶνται οἱ σκυτεῖς εἰς τὸ λαμπρύνειν τὰ ὑποδήματα τῶν γυναικῶν ἀποξύσας, πλήρου κοχλιάριον καὶ πρόσφερε τῇ σταφυλῇ. τούτων τῶν δύο φαρμάκων τὸ μὲν ἕτερον τὸ ὕστερον ἀλυπότατόν ἐστιν, οὐδὲν οὐδὲ βλάψαι δυνάμενον μέγα, οὐδ’ ὠφελῆσαι καθ’ ὃν ἄν τις αὐτῷ καιρὸν εἴη χρώμενος, ἰσχυρότερον δὲ τὸ πρῶτον. ἐπὶ οὖν τῶν ἀρχομένων ἢ σφοδρῶς ἐρυθρῶν οὐκ ἐπιτήδειον. εἰ δὲ προκεκενωμένου ὅλου τοῦ σώματος, ἀποκρουστικοῖς τε φαρμάκοις κεχρημένων ἡμῶν, μετὰ ταῦτα προσφέροιτο μὴ σφόδρα ἐνερευθοῦς ὄντος τοῦ γαργαρεῶνος ὠφελῆσαι δυνάμενον, ἐξ ἐναντίων γὰρ ἰσχυρῶν σύγκειται δυνάμεων, ἀποκρουστικῆς τε καὶ διαφορητικῆς. οὐκ ὀρθῶς οὖν ἐποίησεν ὁ Ἥρας ἀδιορίστως αὐτὰ γράψας. ὁ δὲ Ταραντῖνος Ἡρακλείδης ἐν τοῖς πρὸς Ἀντιοχίδα καὶ αὐτὸς οὕτως ἔγραψε πρὸς κιονίδας φλεγμαινούσας. ὀμφάκιον ξηρὸν λεάνας 
ἀνάμιξον μέλιτος τὸ ἱκανὸν καὶ διάψα. ἢ κηκίδι λείᾳ μετὰ μέλιτος ἢ στυπτηρίας σχιστῆς ὁμοίως. ἢ ὀπῷ Κυρηναϊκῷ μετὰ μέλιτος. ἢ τῇ μελαντηρίᾳ, ᾗ οἱ σκυτεῖς χρῶνται. ἢ τῇ Ἀνδρωνείῳ δυνάμει, ἣν ἐν τοῖς τραυματικοῖς ἐκθήσομαι, μετ’ οἴνου. δεῖ δὲ προσαναγαργαρίζεσθαι μετὰ ταῦτα τῷ τοῦ φακοῦ ἀφεψήματι. καλῶς ἐπὶ τῷ τέλει προσέγραψε τοῦτο, σφοδρὰ γάρ ἐστι πάντα τὰ γεγραμμένα πρὸς αὐτοῦ φάρμακα στρυφνὰ ταῖς ποιότησιν ὄντα καὶ διὰ τοῦτο τραχύνοντα. πραΰνειν οὖν βούλεται τὴν ὑπ’ αὐτῶν τραχύτητα τῷ τῶν φακῶν ἀφεψήματι, μετρίως δὲ φλεγμαινόντων οὐκ ἀνάγκη τούτοις χρῆσθαι, καθάπερ οὐδ’ ὅταν ἐξέρυθροί τε σφόδρα καὶ θερμὴν ἔχοντες φλεγμονὴν ὦσιν οἱ κίονες, ἀλλ’ οὐδ’ ἐπὶ ταῖς παρακμαῖς αὐτῶν. ἐπικρατεῖν γὰρ χρὴ τηνικαῦτα τὴν τῶν διαφορητικῶν φαρμάκων δύναμιν. Ἀσκληπιάδης δὲ περὶ αὐτῶν οὕτως ἔγραψε, ξηρὸν πρὸς κεχαλασμένας κιονίδας. ἀνήθου σὺν τῷ σπέρματι καὶ ταῖς ῥίζαις λαβὼν ὅσον ἐξαρκεῖ καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν τὸ στόμα φιμώσας καὶ πηλῷ περιπλάσας ὄπτα ἐν καμίνῳ, ὥστε τὸ ἄγγος πυρωθῆναι,
ἔπειτα ἐξελὼν τῆς καμίνου, τρῖβε κεκαυμένον τὸ ἄνηθον καὶ ἀνελόμενος ἀπόθου. ἐν δὲ τῇ χρήσει λαβὼν τοῦ ἀνήθου μέρη δύο καὶ Ἰλλύριδος χνοώδους μέρος α΄. μίξας ἐμφύσα διὰ καλαμίδος. ἄλλο. ♃ ῥόδων ξηρῶν ξέστην α΄. νάρδου Κελτικῆς σὺν ταῖς ῥίζαις καὶ τῇ περικειμένῃ γῇ δεσμίδιον α΄. χελιδόνων ἀγρίων τῆς νεοττιᾶς ξηρᾶς δραχ. γ΄. σμύρνης δραχ. η΄. κηκίδας ὀμφακίτιδας ἀριθμῷ ιε΄. κόψας καὶ σήσας ἐμφύσα καὶ παράπτου τοῖς δακτύλοις. τούτων τῶν δύο φαρμάκων τὸ μὲν πρότερον οὐδ’ ὅλως οὐδὲν ἔχει τῶν ἀποκρουστικῶν, ἀλλ’ ἔστιν ὅλον διαφορητικὸν, τὸ δὲ δεύτερον μικτὸν ἐξ ἐναντίων, διαφορητικοῦ μὲν ἱκανῶς τῆς τῶν ἀγρίων χελιδόνων νεοττιᾶς, στυπτικοῦ δὲ τῶν κηκίδων, μέσης δὲ δυνάμεως τῆς σμύρνης, μικτῆς δὲ τῆς νάρδου τῆς Κελτικῆς, ἔχει γὰρ καὶ στῦφον καὶ διαφοροῦν ἄμφω μέτρια. τὸ μέντοι διὰ καλάμου ἐμφυσᾶσθαι τὰ τοιαῦτα φάρμακα πάνυ μέμφομαι, καταφέρεται γὰρ αὐτῶν πολὺ καὶ εἰς τὸν φάρυγγα καὶ τὸν στόμαχον. βέλτιον οὖν εἰς κοχλιάριον ἐμβαλόντας

ἀναπιέζειν αὐτὸς, καθάπερ ὁρᾶτε ποιοῦντά με. καὶ τρίτον ἄλλο φάρμακον ὁ Ἀσκληπιάδης ἔγραψεν ἐφεξῆς τῶν προειρημένων δυοῖν αὐτοῖς ὀνόμασιν οὕτω.

[Ξηρὸν πρὸς κεχαλασμένην κιονίδα καὶ ὀγκώδη τοῦ Νεαπολίτου.] ♃ Πεπέρεως λευκοῦ δραχ. α΄. σμύρνης δραχ. α΄. σχιστῆς δραχ. β΄. κηκίδος ὀμφακίτιδος δραχ. β΄. λείοις παράπτου. τοῦτο τὸ φάρμακον μετὰ τὴν ἀρχὴν ἄχρι παντὸς δύναται χρήσιμον εἶναι χωρὶς τῶν σφοδρῶς ἐξερύθρων, ἐπ’ ἐκείνων γὰρ φυλάττεσθαι χρὴ μιγνύειν τὰ δριμέα καὶ δακνώδη σφοδρῶς, οἷόν πέρ ἐστιν ἐνταῦθα τὸ πέπερι. καὶ ἄλλο δὲ τῆς αὐτῆς δυνάμεως ἔγραψεν ἐφεξῆς πρὸς τὰς ὀγκώδεις ἐκ τῶνδε συγκείμενον. ♃ λίθου ἀγηράτου δραχ. δ΄. λίθου Ἀσίου τοῦ ἄνθους δραχ. δ΄. γῆς Σαμίας δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. β΄. κρόκου πεφωγμένου δραχ. β΄. κηκίδων ὀμφακιτίδων δραχ. β΄. λείοις χρῶ. τούτῳ δὲ ἡμεῖς κεχρήμεθα πολλάκις, ὄντι καλλίστῳ καὶ κατὰ πάντα καιρὸν ὠφελεῖν δυναμένῳ, πλὴν, ὡς ἐπὶ τοῦ πρὸ τούτου λέλεκταί μοι, μήτε κατ’ ἀρχὰς εὐθέως μήθ’ ὅταν ἐρυθρὸς ᾖ καὶ θερμὸς ὁ τῆς φλεγμονῆς ὄγκος. ἐπὶ δὲ

τῶν ἤδη κεχρονισμένων καὶ τοῦ σώματος κενοῦ, μετὰ μίαν χρῆσιν εὐθέως ἐπιδείκνυται μεγίστην ὠφέλειαν. καὶ γὰρ τὰ σφοδρῶς στύφοντα καὶ διαφοροῦντα καὶ τὰ τῆς μέσης ὕλης εὐκράτως ἐν αὐτῷ μέμικται.

[Κρίτωνος φάρμακον ὡδί πως γεγραμμένον πρὸς κιονίδας.] Σκεύαζε πρὸς αὐτὸν τὸν καιρὸν φοινίκων ὀστᾶ καὶ καρύων ἁπαλῶν, ἀώρων, ξηρῶν, ἑκατέρου δραχ. δ΄. καύσας καὶ λειοτριβήσας χρῶ, ξηρῷ παραπτόμενος. καὶ κατὰ τοῦτο τὸ φάρμακον ἡ τῶν κεκαυμένων ὀστῶν τοῦ φοίνικος δύναμις ἱκανῶς ἐστι διαφορητική. καὶ γὰρ ἐπ’ ἄλλων αὐτῆς παθῶν πεῖραν ἔχομεν ὡς τοιαύτης. καὶ ἡ τῶν καρύων δὲ τῶν ἁπαλῶν ξηρανθέντων τέφρα τὸ διαφορητικὸν ἔχει μετὰ τοῦ στυπτικοῦ. καὶ Σωρανὸς δὲ φάρμακον ἀδιορίστως ἔγραψεν, ἐπὶ τίνων ἰδίως ποιεῖ μὴ προσθείς. ἔχει δὲ ἡ λέξις αὐτοῦ τόνδε τὸν τρόπον. γλυκύῤῥιζαν θλάσας ἐπίχει μέλι καὶ γλυκὺ ὕδωρ ἴσον, εἶτα ἑψήσας δίδου τὸν χυλὸν ἀναγαργαρίζεσθαι. ἥμαρτε μὴ προσγράψας ὅτι παρηγορικώτατόν ἐστι τοῦτο τὸ

φάρμακον, ἐν ταῖς ἀκμαῖς τῶν φλεγμονῶν ὠφελεῖν μεγάλα δυνάμενον. γίνεται τούτου χρεία, κᾀπειδὰν ὑπὸ τῶν στρυφνῶν φαρμάκων ἀμετρότερόν τις ἐρεθίσῃ τε καὶ τραχύνῃ τὸν φλεγμαίνοντα κίονα, παρηγορεῖ γὰρ αὐτὸν τοῦτο τὸ φάρμακον.

9. [Περὶ τῶν πρὸς ἄφθας φαρμάκων.] Τὰς ἐπιπολῆς ἑλκώσεις ἐν τῷ στόματι γινομένας ὀνομάζουσιν ἄφθας, ἐχούσας τι καὶ θερμότητος πυρώδους. γίνονται δὲ τοὐπίπαν αὗται τοῖς βρέφεσιν, ὅταν ἤτοι μοχθηρὸν εἴη τὸ γάλα τῆς τιτθῆς ἢ μὴ καλῶς αὐτὸ πάνυ πέττῃ τὸ παιδίον. εὐίατοι δ’ εἰσὶ τοὐπίπαν ἐπὶ τοῖς μετρίως στύφουσι καθιστάμεναι, ποτέ γε μὴν καὶ χρονίζουσι καὶ δύσλυτοι καὶ τῷ χρόνῳ σηπεδονῶδες ἔχουσι τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν νομήν. γέγραπται οὖν καὶ πρὸς αὐτὰς φάρμακα, μέτρια μὲν πρὸς τὰς μηδὲν ἐχούσας κακόηθες, ἰσχυρὰ δὲ πρὸς τὰς ἤδη νομῶδές τι καὶ σηπεδονῶδες ἐχούσας. μνημονεύσω δ’ ἐγὼ τῶν τοῖς νεωτέροις ἠθροισμένων, ἐπειδὴ τά τε τῶν παλαιῶν ἰατρῶν ἄριστα γεγράφασιν, ἐκλέξαντες αὐτοὶ μετὰ 

πείρας μακρᾶς καί τινα τῶν ὕστερον μεθευρημένων προστεθείκασιν. εὕροις δ’ ἂν μετὰ τοὺς παλαιοὺς Μαντίᾳ καὶ Ἡρακλείδῃ τῷ Ταραντίνῳ πλεῖστα φάρμακα γεγραμμένα. ὡσαύτως δὲ καὶ Μενεκράτης ἐνέγραψε βιβλίον ἀρίστων φαρμάκων, ὧν αὐτὸς εὗρε τὰ πλεῖστα, καθάπερ γε καὶ ὁ Καππαδόκης Ἥρας. Ἀνδρόμαχος δὲ δύο καὶ τρίτον ἐν ᾧ τὰ τῶν ὀφθαλμῶν γέγραπται φάρμακα. πλείονα δὲ βιβλία συνέθεσαν ὅ τε Ἀντώνιος Μούσας καὶ μετ’ αὐτὸν Ἀσκληπιάδαι δύο καὶ μετ’ αὐτοὺς Κρίτων. ἀλλ’ οὗτοι μὲν οἱ τρεῖς μετὰ τὸν Ἀνδρόμαχον γεγόνασιν, Ἥρας δὲ ἔμπροσθεν Ἀνδρομάχου καὶ μετ’ αὐτὸν Μούσας τε καὶ Μενεκράτης. πολὺ δ’ ἔτι τούτων ἀνωτέρω· ὁ Ἡρακλείδης καὶ ὁ διδάσκαλος αὐτοῦ Μαντίας. ἀλλὰ Μαντίας μὲν, ὡς ἐξ ἀρχῆς ἦν Ἡροφίλειος, οὕτω καὶ διέμεινεν ἄχρι παντός. ὁ δ’ Ἡρακλείδης ἐπὶ τὴν τῶν ἐμπειρικῶν ἰατρῶν ἀγωγὴν ἐπέκρινεν ἰατρὸς ἄριστος τά τε ἄλλα τῆς τέχνης γεγονὼς καὶ πλείστων φαρμάκων ἔμπειρος. ὅταν οὖν αἱ ἄφθαι, περὶ τούτων γὰρ πρόκειται λέγειν, ἐκτράπωνται πρὸς τὸ κακόηθες, ἰσχυροτέρων

δέονται φαρμάκων, ὁποῖα καὶ τὰς ἄλλας ἐν παρισθμίοις τε καὶ στόμασιν διαθέσεις ἰᾶται. προειρημένων οὖν μοι τῶν σκοπῶν τῆς ἐκείνων συνθέσεως, οὐδὲν ἔτι δέομαι περὶ τούτων λέγειν, ἀλλ’ ἐπὶ τὴν ἱστορίαν ἀφίξομαι τῶν προεγνωσμένων, ἀρξάμενος ἀπὸ τῶν Ἀνδρομάχῳ γεγραμμένων, ὡς εἴωθα κατὰ λέξιν αὐτὰ γράφειν.

[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα πρὸς ἄφθας.] Οὐ μόνον Ἀνδρόμαχος, ἀλλὰ καὶ ἄλλοι διττὰ γένη φαρμάκων ἔγραψαν πρὸς ἄφθας. ἐπὶ μὲν τῶν οὐδέπω κακόηθες ἐχουσῶν, τὰ μέτρια ταῖς δυνάμεσι φάρμακα συνθέντες, ἐπὶ δὲ τῶν κακοηθευομένων ἰσχυρότερα. προσγράφουσι δ’ ἐν τούτοις αὐτοὶ, ποτὲ μὲν ὅτι πρὸς ἄφθας καὶ ἕλκη τόδε τὸ φάρμακον ἁρμόττει, ποτὲ δ’ ὅτι πρὸς ἄφθας τὰς σηπεδονώδεις. ὅταν δὲ ἁπλῶς προσγράφωσι πρὸς ἄφθας, τὰς ἁπλᾶς δηλοῦσι καὶ μηδὲν ἐχούσας κακόηθες. ὁ δ’ οὖν Ἀνδρόμαχος πρὸς τὰς κακοήθεις ἄφθας οὕτως ἔγραψεν. πρὸς ἄφθας τὰς ἐν τῷ στόματι καὶ ἕλκη. ♃ σχιστῆς κεκαυμένης δραχ. β΄. ἐρείκης καρποῦ δραχ. α΄. σὺν ἐλαίῳ ἔκμασσε τῷ δακτύλῳ τοὺς

τόπους. ἄλλο πρὸς τὰ αὐτά. ♃ ἰοῦ δραχ. β΄. στυπτηρίας σχιστῆς μέρη β΄. κηκίδος χνοώδους μέρος α΄. λεάνας δι’ ὀθονίου χνόϊσον, εἶτα ἐλαίῳ ἐμβρέχων τὸν δάκτυλον καὶ ἀναλαμβάνων τὸ ξηρὸν, παράπτου ἐπιπολὺ ἐκμάσσων τὰ παρίσθμια καὶ τὴν ὑπερῴαν σὺν τῇ σταφυλῇ. ἀφίστησι δὲ δερμάτια καὶ αἴρει τοὺς περὶ τὸ σῶμα τραχυσμοὺς καὶ τύλους ἀποδερματίζει, τὰ δ’ ἕλκη ἐπουλοῖ. πρὸς δὲ τὰς ἐπιπολαίους ἄφθας ὡδί πως ἔγραψεν. πρὸς ἄφθας λύκιον Ἰνδικὸν σὺν οἴνῳ λεανθὲν περιχριόμενον, ποιεῖ καὶ ἐρείκης καρπὸς λεῖος ἢ ῥόδα ξηρὰ σὺν μέλιτι. ταῦτα προειπὼν ἐπιφέρει, ἐὰν δὲ μέλανα ᾖ καὶ πονηρὰ, σταφίδος καθαρᾶς μέρη τρία, ἄνισον ἴσον, λεῖα σὺν μέλιτι διάχριε, εἶτα διάκλυζε.

[Πρὸς ἄφθας Κρίτωνος.] Κρίτων δὲ οὕτως ἔγραψε πρὸς ἄφθας. ἀνδράχνην εἰς μέλι ἀποβάπτων μασῶ. ἢ ἐλαίας φύλλοις ἐν οἴνῳ ἑψημένοις διακλυζέσθω ἢ μυρσίνης λευκῆς τῶν φύλλων ἐν ἀφεψήματι μετ’ οἴνου. ἢ ἰοῦ σκώληκος τριώβολον ἐν οἴνου κοτύλης τετάρτῳ λειώσας διακλυζέσθω. καὶ ἡ κηκὶς δὲ τριβεῖσα ἐν ὄξει δριμεῖ διαχρίεται· ἐπὶ δὲ

παιδίων δᾳδία καὶ μυελὸν βόειον ἑψήσας ψώμιζε. ποιεῖ δὲ καὶ ἀμύγδαλα πικρὰ μετὰ μέλιτος. πρὸς δὲ τὰς μελαινομένας ἄφθας ἐκγεγιγαρτισμένῃ σταφίδι καὶ ἀνίσῳ λείοις μετὰ μέλιτος διάχριε. ὁ δὲ Ταραντῖνος Ἡρακλείδης ἀποσμήξας ὀροβίῳ μετὰ μέλιτος καὶ κηκίδι μετὰ μέλιτος προσάπτου. ἁρμόζει καὶ ῥοῦς ὁ ἐπὶ τὰ ὄψα μετὰ μίνθης κλωνίων. ἔστω δὲ τοῦ μὲν ῥοῦ πλῆθος ὅσον τοῖς τρισὶ δακτύλοις, τῆς δὲ μίνθης κλωνία τρία καὶ ῥόδων φύλλα ὅσον ἑπτὰ καὶ στροβίλια ἑπτὰ, τούτοις πᾶσι μετὰ μέλιτος λειωθεῖσι χρῶ ἢ λυκίῳ μεθ’ ὕδατος. ἁρμόζει καὶ τρὺξ οἴνου γλυκέος μετὰ μέλιτος διαχριομένη. ἢ στυπτηρίαν καὶ σίδια ῥοιᾶς γλυκείας ἐξ ἴσου τρίψας καὶ στέατι χηνείῳ μίξας διάχριε, ὕδατι θερμῷ συνεχέστερον διάκλυζε καὶ πρόσαπτε χηνείῳ στέατι. ἄλλο Μούσα. ♃ μυρίκης καρποῦ δραχ. στ΄. στυπτηρίας σχιστῆς δραχ. β΄. ἐν ἐλαίῳ. ἄλλο μάλιστα ἐπὶ παιδίων. ῥοῦν ἐρυθρὸν λεῖον μετὰ μέλιτος μίξας διάχριε ἢ στέαρ ὕειον καὶ μέλι τετηγμένα, δίδου δὲ αὐτοῖς διακλύζεσθαι γάλα ὄνειον, ἐπιπλεῖστον
δὲ φερομένου τοῦ σιέλου, κηκίδα καὶ στρύχνον ὄξει διεὶς, ποίησον διακλύζεσθαι, λευκόϊα ξηρὰ τρίψας μετὰ μέλιτος διάχριε. ταῦτα γράψαντι τῷ Κρίτωνι μέμψαιτ’ ἄν τις εἰκότως ὅπερ τοῖς ἄλλοις ἀεὶ μέμφομαι, καταλέγουσιν ἐφεξῆς ἀδιορίστως βοηθήματα μὴ ἀρχομένου τοῦ πάθους προσθεῖσιν ἢ ἀναβαίνοντος ἢ καταβαίνοντος ἢ ἀκμάζοντος ἢ παρακμάζοντος, μήθ’ ὅτι μικρὸν ᾖ, καὶ ἐπιεικὲς ἢ μοχθηρὸν οὕτως, ὡς ἐζεῦχθαί τι σηπεδονῶδες αὐτῷ. τούτων γὰρ τῶν γεγραμμένων φαρμάκων ἔνια μὲν ἁπλούστατά ἐστιν, ἐπὶ παιδίων ἁρμόττοντα μάλιστα μηδεμίαν ἐχόντων διάθεσιν, οἷον ὅταν ὕειον στέαρ καὶ μέλι τετηγμένα παραλαμβάνῃ, καὶ πολὺ μᾶλλον ὅταν διακλύζεσθαι ὄνειον γάλα κελεύει. ἁπλούστατον δὲ φάρμακόν ἐστι καὶ ἡ ἀνδράχνη ἐμβαφθεῖσα μέλιτι καὶ διαμασωμένη καὶ τὸ διὰ τῶν φύλλων τῆς ἐλαίας διάκλυσμα καὶ τὸ διὰ τῆς λευκῆς μυρσίνης ὁμοίως. ἰσχυρότατον δὲ καὶ τὸ διὰ τοῦ ἰοῦ καὶ τοῦ οἴνου, καθάπερ γε καὶ ἡ κηκὶς ὄξει δριμεῖ τριβεῖσα καὶ διαχριομένη. πάνυ γὰρ ἰσχυρὸν τοῦτο τὸ φάρμακον, ὥσπερ καὶ τὸ διὰ 

τοῦ ἰοῦ. ἀλλ’ ἐπ’ ἐκείνου μὲν ὀλίγιστον τοῦ ἰοῦ. τριώβολον γὰρ εἶπεν ἐν οἴνου κοτύλης τετάρτῳ λειωθὲν καὶ διακλυζόμενον ἀσθενὲς γίνεται τῷ πλήθει τῆς τοῦ οἴνου μίξεως ἐκλυθέν. ἡ δὲ κηκὶς ἐν ὄξει δριμεῖ λειωθεῖσα παχεῖα οὕτως, ὡς διαχρίεσθαι, πάνυ σφοδρόν ἐστι φάρμακον, ὥσπερ γε καὶ τὸ διὰ τῆς στυπτηρίας καὶ σιδίων ῥοιᾶς γλυκείας συντιθέμενον, ὅπερ εἰ μὴ ἐμέμικτο τῷ χηνείῳ στέατι, πρὸς σηπεδόνας ἂν ἥρμοττεν ἰσχυράς. ἰσχυρὸν δὲ καὶ τὸ διὰ τοῦ τῆς μυρίκης καρποῦ καὶ τῆς στυπτηρίας, ἀλλ’ οὐχ οὕτως, ὡς τὸ διὰ τῆς κηκίδος καὶ τοῦ ὄξους. ἅπαξ δὲ μόνον καλῶς ἐποίησε προσθεὶς κατὰ λέξιν οὕτως. ἐπιπλέον δὲ φερομένου τοῦ σιέλου κηκίδα καὶ στρύχνον ὄξει διεὶς ποίησον διακλύζεσθαι. τὸ γὰρ ἐπιπλέον φέρεσθαι τὸ σίελον ἐμφαντικόν ἐστι τοῦ τὴν διάθεσιν εἶναι μείζονα. κάλλιον δὲ ἦν ἄντικρυς εἰρηκέναι, νομώδους δὲ τῆς διαθέσεως γενομένης ἢ γενομένων ἑλκῶν βαθέων, ἤ τι τοιοῦτον προσγράψας.

[Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων πρὸς ἄφθας.] Καλῶς οὖν ἐποίησεν ὁ Ἀσκληπιάδης, εἰ καὶ μὴ πολλὰ φάρμακα

πρὸς ἄφθας ἔγραψεν, ἀλλ’ ἐπί γε τοῖν δυοῖν ἐν ἀρχῇ γράψας οὕτω. πρὸς ἄφθας χωρὶς νομῆς, ἔπειτα μετὰ δύο πάλιν προσγράψας πρὸς τὰς νεμομένας ἄφθας, ἄδηκτα γάρ ἐστι τὰ δύο φάρμακα τὸ μὲν ἕτερον τὸ πρότερον, ἐν ᾧ φησι, μυελὸν βόειον μέλιτι μίξας καὶ χλιάνας διάχριε, μάλιστα δὲ νηπίοις ἐστὶ χρήσιμον. τὸ δὲ ἐφεξῆς εἰρημένον στέαρ ὕειον μέλιτι μίξας χρῶ. πρὸς δὲ τὰς νεμομένας ἄφθας κηκίδων ἀφεψήματι κελεύσας κύαθον ἕνα καὶ μέλιτος ἴσον μίξαντα καὶ ἀναζέσαντα χρῆσθαι. ἐγὼ δὲ ἔφθασα καὶ τοῦτο καὶ ἄλλα τρία μετ’ αὐτὸ γεγραμμένα, μικρὸν ἔμπροσθεν ἐν τοῖς πρὸς τὰς νομὰς φαρμάκοις γράψας, καὶ γὰρ οὐδὲν ἡγοῦμαι διαφέρειν, εἴτ’ ἐξ ἄφθης εἴτ’ ἐξ ἄλλου τινὸς ἡ μετάπτωσις εἰς τὴν νομὴν γένοιτο.

[Περὶ τῶν ὑπ’ Ἀπολλωνίου γεγραμμένων πρὸς ἄφθας.] Ἀπολλώνιος δὲ ὁ Ἡροφίλειος ἐν τῷ πρώτῳ τῶν εὐπορίστων φαρμάκων ὡδί πως ἔγραψε κατὰ λέξιν πρὸς τὰς λευκὰς ἄφθας. χαλκῖτιν ἐλαίῳ τρίψας διάχριε πτερῷ, τοῦτο

παραχρῆμα παύει. ἐπειδὰν δὲ καθαρὰ γένηται, μυρίκης καρπὸν λεάνας καὶ διεὶς μελικράτῳ ἢ οἴνῳ διάχριε, μάλιστα νηπίοις. εἶτ’ ἐφεξῆς γράφει ἄλλο καὶ μάλιστα πρὸς τὰς μελαίνας ἄφθας, σταφίδι ἐκγεγιγαρτισμένῃ καὶ ἀνίσῳ λείοις μετὰ μέλιτος διάχριε. καὶ πάλιν ἄλλο ἐφεξῆς. χαλκάνθῳ κεκαυμένῳ λείῳ μετὰ μέλιτος χρῶ. φαίνεται γὰρ ἐπὶ τῶν κακοήθων τοῖς φαρμάκοις τούτοις κελεύων χρῆσθαι. ἔγραψε γοῦν κατὰ μὲν τὸ πρῶτον τῶν φαρμάκων πρὸς τὰς λευκὰς ἄφθας, κατὰ δὲ τὸ δεύτερον πρὸς τὰς μελαίνας, ἐνδεικνύμενος τὸ παρὰ φύσιν τῆς χρόας καὶ τὸ μέγεθος τοῦ πάθους. ἐφεξῆς δὲ προσγράψας διακλύσματα πρὸς ἄφθας, ἐπιφέρει κατὰ λέξιν οὕτως, οἴνῳ μέλανι αὐστηρῷ καὶ ὑποστύφοντι διάκλυζε. ἐλαίας φύλλοις ἐν οἴνῳ ἑψημένοις διάκλυζε. μυρσίνης λευκῆς φύλλα ἀφεψήματι μετ’ οἴνου παραπλησίως χρῶ. ταῦτα τὰ διακλύσματα χωρὶς διορισμοῦ γεγραμμένα βλάβην οὐδεμίαν ἐπιφέρει. καὶ γὰρ ἐπὶ τῶν μετρίων καὶ ἐπὶ τῶν μειζόνων καὶ τῶν μεγίστων διαθέσεων ἁρμόζει. καλῶς δὲ ἐφεξῆς ἔγραψεν ἄλλο σφόδρα ἐνεργοῦν. ἰοῦ σκώληκος τριώβολον τρίψας ἐν οἴνου κοτύλης τετάρτῳ δίδου
διακλύζεσθαι, εἶθ’ οὕτως οἴνῳ διάκλυζε. τοῦτο γὰρ ἐπὶ τῶν ἰσχυροτέρων ἁρμόζει, καθάπερ γε καὶ τὸ ἐφεξῆς οὕτω γεγραμμένον ἅλμην ἐλαιῶν καὶ ὄξους ἴσον μίξας δίδου διακλύζεσθαι, εἶθ’ οὕτως οἴνῳ διάκλυζε. μετὰ δὲ ταῦτα μελικράτῳ, εἶθ’ ἑξῆς ὕδατι χρῶ, ἐπὶ πᾶσι δ’ ἐλαίῳ διάκλυζε. μετὰ ταῦτα δὲ δύο γράφει φάρμακα διαφόροις εἴδεσιν ἀφθῶν ἁρμόζοντα. τὸ μὲν γὰρ ὕσσωπον τριφθὲν πρὸς τὰς θερμὰς καὶ ἀναβιβρωσκομένας διαθέσεις καὶ καθαρὰς ἐναντιώτατόν ἐστιν. ἁρμόζει δὲ ταῖς ῥυπαραῖς καὶ ταῖς φλεγμονώδεσιν ἄφθαις. τὸ δ’ ὀμφάκιον μετ’ οἴνου ἐπιτήδειον ταῖς καθαραῖς καὶ δακνομέναις καὶ ἀναβιβρωσκομέναις. κελεύει δὲ τὸ μὲν ὀμφάκιον μετ’ οἴνου τρίψαντα διακλύζεσθαι, τὸ δ’ ὕσσωπον μετ’ οἴνου ἢ μελικράτου. ἰσχυρὸν δὲ πάνυ τὸ μετὰ ταῦτα φάρμακον, ὡς ἤδη καὶ νομώδεσιν ἄφθας ἁρμόζον, ὃ συντίθησι, μυρίκης καρπὸν ἕψων μετ’ ὄξους. ἰσχυρὸν δὲ καὶ τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον, ἐφ’ οὗ φησι κηκίδα τρίψας, ἐν ὄξει δριμεῖ δίδου διακλύζεσθαι. τὸ δὲ μετὰ ταῦτα γεγραμμένον, ἐφ’ οὗ φησιν, ὀπῷ σιλφίου διειμένῳ παραπλησίως
χρῶ, μετὰ δὲ ταῦτα ἐλαίῳ διάκλυζε. καὶ αὐτὸ δριμὺ καὶ δακνῶδές ἐστι καὶ διαφορητικὸν, οὐ στυπτικόν. οὐκ ὀρθῶς οὖν ἀναμέμικται τὰ στυπτικὰ καὶ στρυφνὰ καὶ ἀποκρουστικὰ τοῖς διαφορητικοῖς καὶ δριμέσιν ἄνευ διορισμοῦ γεγραμμένα. τὸ δ’ ἐφεξῆς τούτοις, ὅτι μὲν δι’ ὄξους σκευάζεται γενναῖόν ἐστιν· ὅτι δὲ οὐ προσέθηκε τῷ ὄξει τὸ δριμὺ καὶ ὅτι διὰ λίνου καρποῦ μετριώτερον γίνεται, προσέθηκε δὲ αὐτῷ καὶ τὰς αἴρας, διαφορητικὸν ἱκανῶς φάρμακον. διὰ τοῦτο οὖν αὐτὸ καὶ πρὸς τὰ τῆς γλώττης οἰδήματά φησιν ἁρμόττειν. παραγράψω δὲ καὶ πᾶσαν αὐτοῦ τὴν ῥῆσιν. λίνου καρπὸν καὶ αἴρας ἴσα τρίψας μετ’ ὄξους διάκλυζε. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ πρὸς τὰ τῆς γλώττης οἰδήματα. πραότερον δὲ πολὺ τούτων ἁπάντων φάρμακον ἐφεξῆς ἔγραψε κατὰ λέξιν οὕτως. φύλλα κοκκυμηλέας κόψας καὶ γάλακτι μίξας, οἴνῳ διάκλυζε. προσκειμένου γὰρ τῷ λόγῳ τοῦ διάκλυζε δῆλόν ἐστιν ὅτι πολλῷ τῷ γάλακτι μίγνυσιν ὀλίγα τῶν φύλλων, ὡς εἴ γε τὰ φύλλα τῷ γάλακτι συλλειωθέντα φάρμακον ἐκέλευσεν εἶναι διάχριστον, 
ἦν ἂν οὕτω γε δῆλον ὅτι πολλὰ μὲν τὰ φύλλα, τὸ γάλα δὲ ὀλίγον εἶναι ἐκέλευσεν. ἐφεξῆς δὲ προσγράψας διαμασητὰ πρὸς ἄφθας ἐπιφέρει, ἐλαίας ἁλμάδας διαμασητέον. εὔδηλον δ’ ὅτι πραότατον φάρμακόν ἐστιν. εἶτ’ αὖθις ἑξῆς· ἀνδράχνην εἰς μέλι ἀποβάπτοντα διαμασητέον. καὶ τοῦτο ὁμοίως πρᾶόν ἐστι. διαφέρει δ’ ἀλλήλων τὰ δύο ταῦτα τῷ τὰς μὲν ἁλμάδας καὶ στύφειν καὶ διαφορεῖν, πλεῖστον δ’ ἐν αὐταῖς ἔχειν τὸ στυπτικόν. τὴν δὲ ἀνδράχνην μετὰ τοῦ μέλιτος ἀσθενέστερον εἶναι φάρμακον. ἐφεξῆς δὲ καλῶς ἐποίησεν εἰπὼν, ἐπὶ παιδίων ἁρμόττειν ἃ μέλλει λέγειν φάρμακα. γράφει δὲ περὶ αὐτῶν κατὰ λέξιν οὕτω. ὅταν παιδίον ἄφθας ἔχῃ, σεμίδαλιν καὶ μυελὸν βόειον καὶ ἄλευρον ἕψας ψώμιζε, ἐὰν δὲ μὴ δύνηται θηλάζειν. ἄλλο. σπλῆνα βοὸς ἑψήσας ἐν οἴνῳ καὶ τρίψας μετὰ μέλιτος ψώμιζε. τοῦτο μὲν οὖν περίεργον τὸ φάρμακον. ἐφεξῆς δὲ καλῶς ἔγραψεν, ἀπέχεσθαι κατὰ τὴν δίαιταν δριμέων τε καὶ ἁλυκῶν καὶ ὀξέων σιτίων τε καὶ ποτῶν, εἶτα οὐκ οἶδ’ ὅπως ἐφεξῆς τούτῳ γράφει κατὰ λέξιν οὕτως. χαλκάνθην λείαν κεκαυμένην μετὰ

μέλιτος διάχριε. τοῦτο ἐχρῆν ἀνωτέρω γεγράφθαι μετὰ τῶν ἰσχυρῶν φαρμάκων.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς ἄφθας.] Ἔνια μὲν καὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων πρὸς ἄφθας ταὐτὰ τοῖς προγεγραμμένοις ἐστὶν, ἀλλ’ ἔδοξέ μοι πᾶσαν αὐτοῦ τὴν λέξιν ἐφεξῆς γράψαι μηδὲν παραλιπόντι. γράφει οὖν οὕτως. πρὸς ἄφθας διακλύσματα μὲν ποιεῖ· ἐλαίας φύλλων ἀφέψημα ἢ μυρσίνης φύλλων λευκῆς ὁμοίως ἢ ἐλαίας κολυμβάδος ὕδωρ. ποιεῖ καὶ ἡ ἀμόργη καὶ πρασίου χυλὸς ἢ φακοῦ ἀφέψημα ἢ βάτου ἢ κύπρου ἢ ἰοῦ σκώληκος τριώβολον, ἐν οἴνου κνιδίου κοτύλης τετάρτῳ, τοῦ διακλυζέσθω. διάχριστοι δὲ ποιοῦσι καὶ αἱ πλείονες τῶν ἀναγραφησομένων στοματικῶν, ἰδιαίτερον δὲ συμφωνεῖ ταῦτα. ♃ σχιστῆς, ῥόδων ἄνθη ἴσα, μυρίκης καρποῦ τὸ διπλοῦν, ξηροῖς χρῶ. ἢ λίβανον, γλυκυῤῥίζης χυλὸν ἴσα, κηκίδος, σμύρνης, ἀνίσου ἀνὰ ὀλίγον, σὺν προτρόπῳ περίχριε. ἄλλο. μάνναν καὶ

ἅλας ἴσα ξηρὰ διὰ πτεροῦ κατάψα. ἄλλο. τρυγὶ οἴνου γλυκέος σὺν μέλιτι κατάχριε. ἄλλο. μίσυ καὶ στυπτηρίαν καὶ ῥοῦν σὺν μέλιτι. ἢ χαλκῖτιν μετ’ ἐλαίου πτερῷ διάχριε, ἀγαθὸν σφόδρα. ἢ ἐλαίας φύλλα μετ’ ἐλαίου διάχριε. ὅταν δὲ καθαρθῇ, μυρίκης καρπῷ σὺν μελικράτῳ ἢ οἴνῳ διάχριε. ἢ ἀποσμήξας ὀροβίνῳ καὶ μέλιτι καὶ κηκίδι μετὰ μέλιτος προσάπτου. ἢ μυρίκης σπέρμα καὶ σχιστῆς τὸ γ΄. μετ’ ἐλαίου διάχριε. τοῦτο καὶ πρὸς νομὰς ποιεῖ. ἢ στέαρ ὕειον ἢ χήνειον ἔμπασον μάννα καὶ διάχριε. ἢ κηκίδα λείαν μετ’ ἐλαίου. ἢ στυπτηρία ὑγρὰ ἀνιεμένη. ἢ φύλλα κύπρου διαμασάσθωσαν. ἢ λυκίου ῥίζαν ξηρὰν παράπτου. ἢ θαλλία λεῖα μετὰ μέλιτος. ἢ κηκίδα μεθ’ ἁλῶν. ἐὰν δὲ ἐπιταθῇ καὶ νέμηται σηπεδονικῶς, διακλύσμασι μὲν καὶ ἀναγαργαρίσμασι χρηστέον τοῖς πρὸς ἄφθας τοῖς εὐτονωτέροις. ἰδίως δὲ ἅλμην συνεχέστερον, ἢ ἱερὰν βοτάνην ὕδατι ἢ οἴνῳ ἐναφεψήσας δὸς διακλύζεσθαι ἢ ἀναγαργαρίζεσθαι. διαχρίσμασι μὲν τῶν πρὸς ἄφθας τοῖς εὐτονωτέροις· ἰδίως δὲ κέρας ἐλάφειον
λεάνας παράτριβε. ἢ χαλκάνθῃ ὀπτῇ λείᾳ μετὰ μέλιτος. ἢ ἰῷ χαλκοῦ ἢ λεπίδι μετὰ μέλιτος. ἄκρως ποιεῖ πρὸς νομὰς μαράθρου ῥίζης κεκαυμένης σποδός. ταῦτα πρὸς ἄφθας ὁ Ἀρχιγένης ἔγραψεν ἐν τῷ πρώτῳ περὶ φαρμάκων, ὀλίγου δεῖν ἅπαντα καὶ τοῖς ἄλλοις γεγραμμένα. τί δή ποτ’ οὖν ἠξίωσα δὶς γράψαι ταῦτα καίτοι φυλαττόμενος οὕτως πράττειν; ὅτι καὶ τὸν Ἀρχιγένην τῶν ἄλλων ἐπιστάμενος ἀξιολογώτερον, ἐν τῷ τὰ κοινὰ μετὰ τῶν οἰκείων γράφειν διορισμῶν, ἑώρων καὶ αὐτὸν ἐν πολλοῖς ἀμελοῦντα τῆς τοιαύτης διδασκαλίας. νῦν οὖν ἐφεξῆς ἅπαντα χύδην ῥίπτει τὰ βοηθήματα, μετὰ τὸ συνεχὲς ἀλλήλοις εἰρημένα πραότατά τε καὶ δριμύτατα. τί γὰρ ὅμοιον ἰὸς ἔχει φακοῦ καὶ βάτου καὶ κύπρου ἀφεψήματι; τί δὲ κηκὶς στέατι χηνείῳ καὶ ὑείᾳ; δριμὺ μὲν γὰρ καὶ διαβρωτικὸν, ἰσχυρῶς τε ξηραῖνον φάρμακόν ἐστιν ὁ ἰός· βάτος δὲ καὶ κύπρος καὶ φακὸς ἐλαχίστην ἔχει στύψιν. οὕτω δὲ καὶ ἡ κηκὶς ἰσχυρότατα στύφουσα τὴν ἐναντίαν ἔχει δύναμιν ὑείῳ τε καὶ χηνείῳ στέατι.
γέγραπται δὲ ἐφεξῆς ἀλλήλων, καθάπερ τὰ πρότερα καὶ τὰ ἄλλα δὲ ὅσα ἐμνημόνευσε, τὴν αὐτὴν ἀταξίαν ἔχει. βέλτιον δ’ ἦν, ὥσπερ ἅπαξ που κατὰ τὸν λόγον ἔφη, τοῦτο καὶ πρὸς νομὰς ποιεῖ, κατὰ τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν ἄλλων διορίσαι προσγράψαντα, τοῦτο μὲν βρέφεσιν ἢ παισὶν ἁρμόττειν εἰπόντα, τουτὶ δὲ τοῖς τελείοις καὶ τουτὶ μὲν ἀρχομέναις ἢ μετρίαις ἄφθαις, τουτὶ δὲ ἀκμαζούσαις ἢ ἰσχυραῖς, ἁπάντων δὲ μᾶλλον ἤτοι διαπύροις καὶ θερμαῖς ἢ ψυχροτέραις μᾶλλον· καὶ τῶν διαπύρων τουτὶ μὲν ταῖς ἐρυθροτέραις, τουτὶ δὲ ταῖς ξανθοτέραις. αἱ μὲν γὰρ τὸ φλεγμονῶδες, αἱ δὲ τὸ ἐρυσιπελατῶδες ἔχουσιν, ὥσπερ γε πάλιν αἱ μὴ διάπυροι φλεγμαντικαὶ τοὐπίπαν εἰσὶν, καθάπερ τῶν χρονιζουσῶν ἔνιαι τοῦ μελαγχολικοῦ χυμοῦ κακίαν ἐπικτῶνται. διαγνώσονται δ’ ἅπασαι ῥᾳδίως ὄψει τε ἅμα καὶ ἁφῇ, τῇ μὲν ὄψει διὰ τῶν χρωμάτων καθότι λέλεκταί μοι καὶ νῦν. αἱ μὲν γὰρ ἐρυθρότεραι τὸν αἱματικὸν ἐπικρατεῖν ἐνδείκνυνται χυμὸν, αἱ δὲ ξανθότεραι τὸν πικρόχολον, ὥσπερ γε πάλιν αἱ μὲν λευκαινόμεναι τὸν φλεγματικώτερον
αἱ δὲ πελιδνούμεναί τε καὶ μελαινόμεναι τὸν μελαγχολικόν. ὁ γὰρ ταῦτα διορισάμενος ἐπιστάμενός τε τὴν ἑκάστου τῶν ἁπλῶν φαρμάκων δύναμιν, ὡς ἐν τῇ αὐτῶν διδασκαλίᾳ γέγραπται, καθ’ ἕκαστον εἶδος ἄφθης ἐπιστήσαιτο χρῆσθαι τοῖς τε ἁπλοῖς καὶ συνθέτοις φαρμάκοις, ὡς πολλάκις ἤδη προείρηται. συνεπισκέψεται δὲ καὶ τὰς τῶν σωμάτων φύσεις, εἰ καὶ μαλακαί τέ εἰσι καὶ ὑγραὶ, καθάπερ ἐπὶ παίδων εὐνούχων τε καὶ γυναικῶν· ἢ σκληραί τε καὶ ξηραὶ, καθάπερ ἐπὶ τῶν ἁλιέων καὶ ναυτῶν καὶ κυνηγετῶν καὶ γεωργῶν. τοῖς γὰρ ἰσχυροτέροις σώμασι τὰ ἰσχυρότερα προσάξεις φάρμακα, τοῖς δ’ ἀσθενεστέροις τὰ μαλακώτερα. ἐγὼ δὲ ἐπὶ μὲν τῶν βρεφῶν, ὅσα ψωμίζουσιν αἱ τροφοὶ, φακῆν μετὰ βραχέος ἄρτου καὶ μυελοῦ ἐλαφείου ἢ μοσχείου δίδωμι. μίγνυμι δὲ τῇ τροφῇ καὶ μήλων κυδωνίων ἢ τῶν ἄλλων ὅσα στύφει, καθάπερ ἐν Ῥώμῃ τὰ κεστιανὰ καλούμενα καὶ τῶν τοιούτων ἀπίων, οὔων τε καὶ μεσπίλων καὶ κράνων καί ποτε καὶ θριδακίνης καὶ σέρεως καὶ στρύχνου καὶ ἀνδράχνης μίγνυμι τῷ ψωμίσματι, διαπύρου τῆς ἄφθης ὑπαρχούσης. εἰ
δὲ μὴ ψωμίζεσθαι ἔτι δύναται, τὴν τροφὴν ἐπὶ τοῖς τοιούτοις διαιτῶ μετ’ εὐπεψίας δηλονότι. καὶ μέντοι καὶ διαχρίω τὰ βρέφη φαρμάκοις, εἰ μὲν ὑπερύθρους βλέποιμι τὰς ἄφθας, ἐν ἀρχῇ μὲν τοῖς μετριώτατα στύφουσί τε καὶ ψύχουσιν· ἐφεξῆς δὲ τοῖς διαφοροῦσιν ἀδήκτως· εἰ δὲ ὑποξάνθους, τοῖς αὐτοῖς μὲν, ἀλλὰ μᾶλλον ψύχουσι· εἰ δὲ φλεγματικωτέρας, τοῖς στυπτικοῖς· εἰ δὲ μελαινομένας, τοῖς διαφοροῦσι γενναιότερον. ἐπὶ δὲ τῶν μειζόνων παιδίων ταῖς ὁμοιογενέσι δυνάμεσι τῶν φαρμάκων χρώμενος ἐπιτείνω τὴν δύναμιν αὐτῶν, ὥσπερ γε καὶ τὰ τέλεια καὶ σκληρὰ σώματα ταῖς καθ’ ἕκαστον ὧν εἶπον ἰσχυροτάταις. ἤρκεσε δέ μοι διαπαντὸς ἐπὶ τούτων μίσυϊ χρῆσθαι μετ’ οἴνου στύφοντος, ἐπιτείνοντί τε καὶ ἀνιέντι τὴν δύναμιν αὐτοῦ. τὸ δὲ μᾶλλον ἢ ἧττον στύφειν τὸν οἶνον καὶ τὸ παχύτερον ἦ ὑγρότερον ἐργάζεσθαι τὸ σκευασθὲν, ἐκ τῆς τοῦ μίσυός τε καὶ οἴνου μίξεως γίνεται. εἰ δὲ ῥυπαρὰ ἡ ἄφθα ἐπιφαίνοιτο, σὺν οἰνομέλιτι τρίβω τὸ μίσυ. τοῖς δὲ ἰσχυροτέρων ἢ κατὰ τὸ μίσυ φαρμάκων χρῄζουσιν ὁ ἰὸς ὁμοίως σὺν οἴνῳ τε καὶ
οἰνομέλιτι χρήσιμος ὑπάρχει. διαχριστέον δὲ δηλονότι τοῖς τοιούτοις φαρμάκοις τὰ πεπονθότα μόρια τοῦ στόματος, ἀγαθὸν δὲ εἰς ταῦτα φάρμακόν ἐστι χαλκῖτις ἐλαίῳ λειωθεῖσα. τὰ μὲν δὴ τοιαῦτα δραστήρια, μέτρια δὲ καὶ μάλιστα πρὸς τὰς ἀρχομένας διαθέσεις ὀμφάκιον σὺν οἴνῳ καὶ οἰνομέλιτι καὶ ῥοῦς ὁμοίως. ἐπὶ δὲ τῶν παιδίων ἀρκεῖ καὶ τῶν ῥόδων τὸ ἄνθος καὶ αὐτὰ τὰ ῥόδα ξηρὰ καὶ τὰ διακλύσματα διὰ τῶν μετρίως στυφόντων ἐπὶ τῆς ἡλικίας τε καὶ φύσεως τῶν τοιούτων σωμάτων. ἑνὶ δὲ λόγῳ αἱ μέτριαι μὲν ἄφθαι μάλιστα ἐπὶ τῶν ἁπαλῶν σωμάτων μετρίων χρήζουσι φαρμάκων· αἱ δὲ ἰσχυραὶ καὶ μάλιστα ἐπὶ σκληρῶν σωμάτων ὑπὸ τῶν ἰσχυροτέρων θεραπεύονται. ἰσχυρὰ δὲ δηλονότι λέγω φάρμακα τά τε ἰσχυρῶς στύφοντα καὶ δάκνοντα· καθάπερ γε μέτρια τὰ μηδόλως μὲν δάκνοντα, μετρίαν δὲ στύψιν ἔχοντα. γίνεται δὲ κᾀπὶ τούτων, ὥσπερ ἐπὶ τῶν ἄλλων παθῶν ἔμπροσθεν εἴρηται, σύνθετα φάρμακα καὶ πολλάκις ἐκ τῶν ἐναντίων, ὁποῖόν ἐστι καὶ τὸ δι’ ἐλαίου τε καὶ χαλκίτεως. αὐτὸ μὲν γὰρ καθ’ αὑτὸ τοὔλαιον ἐναντιώτατόν ἐστι τῇ διαθέσει τῆς ἄφθης, ὥσπερ γε

καὶ ἡ χαλκῖτις, ἐπειδὴ τὸ μὲν ὑγραίνει τε καὶ ῥυπαίνει, δάκνει δὲ σφοδρῶς ἡ χαλκῖτις, ἡ δὲ μίξις αὐτῶν ὅταν σύμμετρος γένηται, κάλλιστον ἀποτελεῖ φάρμακον. ὥσπερ οὖν ἐκ κηρωτῆς τε καὶ ἰοῦ σαρκωτικὸν ἐδείκνυτο γίνεσθαι φάρμακον, ἀμφοτέρων ἐναντίων ὑπαρχόντων σαρκώσει, κατὰ τὸν αὐτὸν λόγον ἐξ ἐλαίου τε καὶ χαλκίτεως ἐπιτήδειον γίνεται φάρμακον. εἰ δὲ εἰς σηπεδονῶδες τραπῇ, ἑλκώσεις τε ποιήσει, οὔτε ἄφθαν ἔτι προσήκει τὸ πάθος ὀνομάζειν, οὔτε τὰς τοιαύτας διαθέσεις ἰώμενα φάρμακα τοῖς πρὸς τὰς ἄφθας χρησίμοις ἐγκαταριθμεῖν, ὥσπερ οὐδὲ τοῖς ἐρυσιπέλατα ἰωμένοις τὰ διαφοροῦντα γενναίως, ὅσα διὰ τῆς τῶν ψυχόντων φαρμάκων προσαγωγῆς ἐγένετο πελιδνὰ καὶ σκληρὰ μόρια, μεταπεσόντα πρὸς σκληρώδη διάθεσιν ἐκ τῆς ἐρυσιπελατώδους. ἀμέλει καὶ τῷ ἀδιορίστῳ τῶν τοιούτων γραφῶν ἀπατώμενοί τινες ἐρυσιπέλασί τε τὰ θερμὰ καὶ διαφορητικὰ φάρμακα, ταῖς τε ἄφθαις τὰ πρὸς σηπεδόνας ἁρμόττοντα προσφέροντες οὐ μικρὰς ἐργάζονται τὰς βλάβας.