Galen: De compositione medicamentorum secundum locos (On the Composition of Drugs According to Places)

Work

Galen, De compositione medicamentorum secundum locos (Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους)
English: On the Composition of Drugs According to Places

Text information

Type: Original (Greek)

Source

Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 13. Leipzig (Cnobloch) 1827, 1-361

Download

gal_decompmedsecloc_pt2-orig-gr1.xml [737.08 KB]

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Η.

1. Ἔθος ἐστὶ τοῖς νεωτέροις ὀνομάζειν ἀρτηριακὰς, μὴ προστιθεῖσι πότερον ἀντιδότους λέγουσιν ἢ κατὰ σημαινόμενον ἕτερον. ἔνιοι δὲ ἐκλεικτὰ προσαγορεύουσιν αὐτὰ μὴ προστιθέντες φάρμακα, καί τινες μὲν ὅλως οὐδένα διορισμὸν αὐτοῖς προσέγραψαν, ἔνιοι δὲ ὀλιγάκις προσέθηκαν, οἱ μὲν πρὸς ἀποκεκομμένην φωνὴν, οἱ δὲ γενικώτερον ἔτι πρὸς βεβλαμμένην φωνήν. εἰσὶ δὲ οἳ πρὸς τετραχυσμένην

ἀρτηρίαν καὶ πρὸς ἡλκωμένην ἔγραψαν, ὥστε εὐλόγως οἱ χρώμενοι ταῖς ἀρτηριακαῖς, φαρμάκοις ὀνομαζομένοις ἀδιορίστως, ἐνίοτε μὲν ἐπιτυγχάνουσιν, ἐνίοτε δὲ οὐδὲν ὅλως ὠφελοῦσι τοὺς πάσχοντας, ἀλλὰ βλάπτουσι τὰ μέγιστα. πρόδηλον δ’ ὅτι τὴν τραχεῖαν ἀρτηρίαν ἐπὶ τῶν τοιούτων παθῶν αἰτιῶνται. πάλαι μὲν οὖν, ὁπότ’ οὐδὲ τὰς ὁμοίως τῇ καρδίᾳ σφυζούσας ἀρτηρίας οὕτως ὠνόμαζον, ἐπὶ μόνης τῆς ἐκ τοῦ πνεύμονος ἀνισχούσης εἰς τὸν λάρυγγα τὸ τῆς ἀρτηρίας ἐπέφερον ὄνομα, φλέβας ὀνομάζοντες τοὐπίπαν, ὥσπερ τὰς ἄλλας ὅσαι μὴ σφύζουσιν, οὕτω καὶ τὰς σφυζούσας. ὕστερον δὲ τῆς προσηγορίας ἐθισθείσης ἐπὶ τῶν σφυζουσῶν λέγεσθαι, διὰ τὴν ὁμωνυμίαν προσθέντες τὸ τῆς τραχείας ὄνομα τὴν εἰς τὸν πνεύμονα καθήκουσαν ἐκ τῆς λάρυγγος ἀρτηρίαν οὕτως ὠνόμασαν, ἅμα τῷ καὶ βρόγχον αὐτὴν καλεῖν, ἐπειδὴ τὰ χονδρώδη σώματα, τὸ πλεῖστον τῆς οὐσίας αὐτῆς μέρος ὄντα, βρογχία προσαγορεύουσιν. ὑπαλείφει δὲ τὴν ἀρτηρίαν αὐτὴν ἔνδοθεν παχὺς ὑμὴν, ὃν διὰ τὸ πάχος ἔνιοι χιτῶνα προσαγορεύουσιν. ὅταν οὖν τι πάθος
ἤτοι κατὰ τοῦτον ἢ κατὰ τοὺς ἐν τῷ λάρυγγι γένηται μῦς, ἀρτηριακὰς ὀνομάζουσι τὰς ἰωμένας αὐτὰ, μὴ προστιθέντες, ὡς ἔφην, ἀντιδότους. ἀνόμοιαι δὲ κατ’ εἴδη ταῖς δυνάμεσίν εἰσιν αἱ γεγραμμέναι πρὸς αὐτῶν, καὶ διὰ τοῦτο συμβαίνει τοὺς χωρὶς διορισμοῦ χρωμένους αὐταῖς ἀποτυγχάνειν τοῦ σκοποῦ πολλάκις. ὅτι δὲ πολλή τίς ἐστιν ἡ διαφορὰ τῶν γεγραμμένων ἐν ταῖς φαρμακίτισι βίβλοις ὑπὸ τῶν ἰατρῶν, ἔνεστί σοι μαθεῖν ἐκ τριῶν παραδειγμάτων, ὧν τὸ μὲν ἀδηκτότατόν ἐστι καὶ ἀκριβῶς ἐμπλαστικὸν ἐκλεαῖνον τὰς τραχύτητας, τὸ δ’ ἐναντίον τῷδε δριμύτητος δακνώδους οὐκ ὀλίγον ἔχον, ὡς ἐὰν ἀκριβῶς ὑγιαίνοντι μορίῳ προσαχθῇ, τραχύνειν αὐτό. μέσον δὲ ἀμφοῖν τῶν εἰρημένων ἐστίν ἄλλο γένος φαρμάκων ἀρτηριακῶν, ἀδήκτου ῥυπτικῆς δυνάμεως. τὸ μὲν οὖν ἐμπλαστικὸν ἔστι διὰ γλυκέος Κρητικοῦ καὶ κόμμεως καὶ τραγακάνθης καὶ γλυκυῤῥίζης κατασκευαζόμενον, τὸ δὲ δριμὺ διὰ πεπέρεως καὶ κασσίας καὶ κινναμώμου καὶ χαλβάνης καὶ ῥητίνης τερμινθίνης. τὸ μέσον δὲ ἀμφοῖν ἐκ πτισάνης χυλοῦ καὶ ἀμυγδάλων καὶ κυάμων ἔτνους, ὅσα τε
ἄλλα τοιαῦτα. μεταξὺ δὲ τοῦ μέσου καὶ τῶν ἄκρων ἑκατέρου πλείω φάρμακά ἐστι, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ἀποκεχωρηκότα τοῦ μέσου. περὶ ὧν ἐφεξῆς διοριῶ, τοὺς μὲν προσθέντας τινὰ διορισμὸν ἐπαινῶν, τοὺς δὲ ἁπλῶς προσγράψαντας οὐκ ἀποδεχόμενος. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν εἰσιν οἱ διορισμοὺς ἐλλιπεῖς ποιησάμενοι, ὁποῖός ἐστι καὶ τῶν γραψάντων, ἀρτηριακὴ ἡ πρὸς ἀποκεκομμένας φωνὰς, ἢ πάλιν, ἀρτηριακὴ ἡ πρὸς τοὺς βραγχωδῶς φθεγγομένους. τό τε γὰρ ἀποκεκόφθαι τὴν φωνὴν, ὅπερ ἐστὶ μὴ δύνασθαι φθέγγεσθαι, πλείοσιν αἰτίαις ἕπεται, τοῦτο μὲν τοῖς ἀπὸ κεφαλῆς χρονίσασι κατάῤῥοις, τοῦτο δ’ ἐμπύοις καὶ φθισικοῖς καὶ τοῖς ἐκ βοῆς μεγάλης καὶ πολλῆς παθοῦσιν, εἶτα μὴ καλῶς ἐκθεραπευθεῖσιν ἢ καὶ γεννωμένην ἔτι τὴν διάθεσιν ἔχουσιν. ὡσαύτως δὲ καὶ βραγχώδης ἡ φωνὴ γίνεται διά τε τὰς αὐτὰς αἰτίας καὶ διὰ ψυχροῦ πνεύματος εἰσπνοήν. ἡ μὲν οὖν διάθεσις ὁμογενής ἐστιν ἀφωνίας τε καὶ βράγχους, μεγέθει δὲ ἀλλήλων διαφέρει τὰ πάθη ταῦτα, σφοδρότερον μὲν καὶ δυσλυτώτερον διαβρόχων ὑγρότητι γινομένων τῶν
φωνητικῶν ὀργάνων ἡ ἀφωνία, μετριώτερον δὲ ὑγρανθέντων ὁ βράγχος. ὄργανα δὲ φωνητικὰ λέγοντός μου τήν τε ἀρτηρίαν ἀκούετε καὶ τὸν λάρυγγα καὶ τὴν φάρυγγα. τοῖς μὲν οὖν ἐκ τοῦ βοῆσαι σφοδρῶς ἐπὶ πλεῖον κακωθεῖσι τὴν φωνὴν ὅμοιόν τι συμβαίνει πάθημα τῷ γενομένῳ πολλάκις ταῖς χερσὶ καὶ σκέλεσι καὶ ψόαις καὶ ῥάχει καὶ μυσὶ καμοῦσι πλείονα. καλοῦσι δ’ ἔνιοι τῶν γυμναστῶν τὴν τοιαύτην διάθεσιν τῶν μυῶν, ἐν οἷς συνίσταται, φλεγμονώδη κόπον. κατὰ μὲν οὖν ἀρτηρίαν ὁ ἔνδον αὐτῆς ὑμὴν ἢ χιτὼν ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλοι τις, ὑπὸ τοῦ κατὰ τὰς μεγάλας φωνὰς πνεύματος ἔξω φερομένου πληττόμενος, εἰς τὴν φλεγμονώδη διάθεσιν ἀφικνεῖται, πολλῷ δὲ μᾶλλον, ἐὰν πρὸς τῷ μεγέθει τῆς φωνῆς ὀξύτης τις ἔτι προσείη. κατὰ δὲ τὸν λάρυγγα πρὸς τῇ πληγῇ ταύτῃ καὶ ἡ τῶν κινούντων αὐτὸν μυῶν βλάβη τῆς ἐνεργείας μείζονα τὴν διάθεσιν ἐργάζεται. θεραπείας δὲ γένος αὐτῶν ἐπὶ παντὸς μορίου ταῖς ὕλαις διαλλάττον ἐστίν. ἐλαίῳ μὲν γὰρ ἀνατρίβειν σκέλη καὶ χεῖρας 
καὶ ῥάχιν ἐγχωρεῖ ῥᾳδίως, διὰ τοῦ δέρματος εἰς τοὺς ὑποκειμένους αὐτῷ μῦς ἀφικνουμένης τῆς δυνάμεως αὐτοῦ. κατὰ δὲ τὴν τραχεῖαν ἀρτηρίαν οἱ χόνδροι μετὰ τὸ δέρμα τεταγμένοι κωλύουσι τὴν εἰς τὸν ὑποκείμενον ὑμένα δίοδον τῆς τῶν μαλαττόντων χρισμάτων δυνάμεως. ὥσπερ γὰρ ἔλαιον, οὕτω καὶ ἄλλα πολλὰ σύνθετα φάρμακα τὴν αὐτὴν ὠφέλειαν ἐργάζεται. καὶ τά γε κατ’ ἀρχὰς ἄκοπα λεχθέντα, μόνα ταῦτα κατὰ βραχὺ τὴν προσηγορίαν ἀφ’ ἑαυτῶν ἐξέτειναν ἐπὶ τὰ παραπλήσια ταῖς συστάσεσιν, κᾂν ἕνεκα τοῦ θερμῆναι σφοδρῶς παραλαμβάνωνται. κοινὴ δὲ ὕλη βοηθημάτων τοῖς φωνητικοῖς ὀργάνοις πρὸς τἄλλα ἐστὶν ἡ ἐκ τῶν λουτρῶν. εὔδηλον δ’ ὅτι τὴν διὰ τῶν γλυκέων ὑδάτων λέγω, τὰ γὰρ θαλάττια καὶ θειώδη καὶ στυπτηριώδη καὶ χαλκανθώδη καὶ ἀσφαλτώδη διὰ τὸ ξηραίνειν ἰσχυρῶς οὐκ ἐπιτήδεια. καὶ μέντοι καὶ ποιοῦσιν οὕτως οἱ φωνασκοῦντες, ὅταν ἀγωνιζόμενοι θραύσωσι τὴν φωνήν. εἰσὶ δ’ οὗτοι κιθαρῳδοί τε καὶ κήρυκες, οἵ τε τὴν τραγῳδίαν καὶ κωμῳδίαν ὑποκρινόμενοι. λουτροῖς τε γὰρ πολλοῖς χρῶνται καὶ
τροφὰς ἀδήκτους τε καὶ χαλαστικὰς ἐσθίουσιν. εἰ δὲ καὶ τραχύτητος αἰσθάνοιντο, τὰς ἐμπλαττομένας τοῖς ὁμιλοῦσι μορίοις παραλαμβάνουσιν. εἷς γάρ ἐστιν ἑαυτῷ χιτὼν συνεχὴς, ὅ τε ἐν τῇ φάρυγγι καὶ τῷ λάρυγγι καὶ στομάχῳ καὶ ἀρτηρίᾳ τῇ τραχείᾳ κατὰ τὰ ἔνδον ἐπιτεταμένος. ἐὰν δὲ μὴ καθίστηται τῇ τε διαίτῃ καὶ τοῖς λουτροῖς ἡ γενομένη διάθεσις ἐν τοῖς φωνητικοῖς ὀργάνοις, ἐπὶ τὰς ἀρτηριακὰς παραγίνονται, τροφαῖς χρώμενοι παρ’ ὅλον τοῦτον τὸν χρόνον, ὅσαι διὰ γάλακτος, ἀμύλου τε καὶ χόνδρου καὶ ὠῶν καὶ ἰτρίων σύγκεινται. εἰ δὲ μὴ διὰ τούτων ἐκθεραπευθείη, ἐξεύρηνται τοῖς ἰατροῖς αἱ πρὸς αὐτῶν ὑπογλωττίδες ὀνομαζόμεναι. εἰσὶ δὲ αὗται φάρμακα τῆς αὐτῆς ταῖς ἀφλεγμάντοις ἀρτηριακαῖς δυνάμεως, δι’ οἴνου θηραίου καὶ κόμμεως καὶ τραγακάνθης καὶ γλυκυῤῥίζης συγκείμεναι, ἅπερ, ὡς ἔφην, ἐκλεαίνει τε ἅμα καὶ ἀναστέλλει τὰς τραχύτητας. ὅσον δ’ ἂν ἐν τοῖς μέρεσιν ὑπολείπηται φλεγμονῶδες, πέττει τε τοῦτο καὶ ταχέως ἐκθεραπεύει. φιλόπονον δ’ εἶναι χρὴ τὸν ὑποτιθέντα τῇ γλώττῃ τὸ φάρμακον, ὡς κατὰ βραχὺ τηκομένου
δέχεσθαι τῷ λάρυγγι τὸ καταῤῥέον εἰς αὐτὸ, ἀνθιστάμενον τῇ γινομένῃ βηχί. καρτερήσαντες γὰρ ὡς μὴ βῆξαι συγχωρήσουσιν εἰς τὸν λάρυγγα καὶ τὴν ἀρτηρίαν καταῤῥυῆναί τι τοῦ φαρμάκου. λαμπρὸν μέντοι σχεῖν τὸ φώνημα τοῖς οὕτω θεραπευθεῖσιν ἀδύνατον ἄνευ τοῦ πάλιν χρήσασθαι φαρμάκοις ἀδήκτως ῥύπτουσιν, ὁποῖόν ἐστι τό τε κυάμινον ἔτνος καὶ ἡ πτισάνη καὶ τὸ πεφωγμένον λινόσπερμα. ἐν τῷ μεταξὺ γάρ ἐστι τὰ τοιαῦτα τῶν τε μέσων κατὰ τὴν δύναμιν φαρμάκων καὶ τῶν ἐμπλαστικῶν. τούτων δὲ ῥυπτικωτέρα ῥητίνη τερμινθίνη καὶ λιβανωτὸς, τό τε ἀπηφρισμένον μέλι, καὶ τὰ πικρὰ τῶν ἀμυγδάλων, ὥσπερ γε πάλιν ἰσχυρότερον τούτων ἐστὶ τό τε τῶν ὀρόβων ἄλευρον ὁρμίνου τε σπέρμα καὶ ἴρεως ῥίζα καὶ πάνακος. ἅπασι δὲ τούτοις οἵ τε μαλακοὶ οἶνοι καὶ γλυκεῖς ὁ Κρητικὸς, Θηραῖος καὶ Σκυβελίτης ἐπιτήδειοι, καὶ πρὸς αὐτοῖς οὐκ οἶδ’ ὅπως ἠμελημένον τὸ καλούμενον ὑπὸ τῶν κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἑλλήνων ἕψημα. προσαγορεύουσι δὲ αὐτὸ σίραιον οἱ Ἀττικίζοντες καὶ λέγουσιν, ὥσπερ ἕτεροι τὸ τῶν ἰσχάδων
ἀφέψημα καὶ μάχη αὐτοῖς τέ ἐστιν, ὁπότερον αὐτῶν χρὴ καλεῖν τὸ σίραιον. ἔστι δὲ δήπου καὶ αὐτὸ τοῦτο τὸ σίραιον, ὃ τῶν λιπαρῶν ἰσχάδων ἑψομένων ἐν ὕδατι γίνεται τῆς μέσης δυνάμεως, ἣν ῥυπτικὴν καὶ ἄδηκτον ὠνομάσαμεν. τὸ μὲν οὖν ἑψόμενον γλεῦκος ἐμπλαστικώτατόν ἐστι καὶ ἀδηκτότατον, τὸ δὲ τῶν ἰσχάδων ἀφέψημα διαφορητικώτερον καὶ ῥυπτικώτερον. ὡς οὖν ἐν τοῖς ἔμπροσθεν εἶπον, ἁπάντων χρὴ τῶν ἁπλῶν φαρμάκων ἀκριβῶς ἐπίστασθαι τὰς δυνάμεις τὸν μέλλοντα σύνθετόν τι ποιήσειν. ὁ δὲ αὐτὸς οὗτος καὶ τοῖς ὑφ’ ἑτέρων συντεθεῖσιν ὀρθῶς χρήσεται καὶ μάλισθ’ ὅταν ἀδιορίστως ᾖ γεγραμμένα, καθάπερ καὶ αἱ πλεῖσται τῶν ἀρτηριακῶν. εὔδηλον δ’ ὅτι καὶ ταῖς μετὰ διορισμῶν γεγραμμέναις αὐτὸς οὗτος ἄμεινον χρήσεται. κατὰ γὰρ τὸν ἀκριβῆ λόγον εἰς ὅσον ἡ τῶν παθῶν κατασκευὴ μεταπίπτει, καὶ τὸ χρήσιμον ταύτῃ φάρμακον ὑπαλλάττεσθαι χρή. τοῦτο δ’ ὀρθῶς μόνος ὁ τὴν δύναμιν εἰδὼς ἑκάστου τῶν ἁπλῶν φαρμάκων ἀκριβῶς ἐπιστήσεται, προστιθεὶς τῷ πρώτῳ φαρμάκῳ βραχύ τι τῆς ἐχομένης τάξεως,
οἷον ἐπὶ τῶν φλεγμονωδῶν κόπων, ὅταν ἐν τοῖς τοῦ λάρυγγος γένωνται μυσὶν, ἐν ἀρχῇ μὲν ἁρμόττει τὰ πραότατα ἐδέσματα, φάρμακα δὲ ἐμπλαστικά. καταστάσης δὲ τῆς φλεγμονῆς βραχύ τι τῶν ῥυπτικῶν προσθετέον, εἶτ’ ἐφεξῆς πλέον, εἶτ’ ἄλλο πάλιν ἐκείνου γενναιότερον, ὡς κατὰ βραχὺ τὴν σύνθεσιν ἐπὶ τὸ μέσον ῥυπτικὸν ἀφικέσθαι καὶ κατὰ τὸν αὐτὸν αὖθις τρόπον τὸ τούτου τὸ διαφορητικώτερόν τε καὶ ῥυπτικώτερον, εἶθ’ οὕτως ἐπὶ τὸ σφοδρότατον, ὅταν ἐπιπλεῖον οἷον σκιῤῥώδης τις διάθεσις ἐν τοῖς φωνητικοῖς ὀργάνοις παραμένῃ. τῆς μὲν οὖν πρώτης τάξεώς ἐστι τραγάκανθα καὶ κόμμι καὶ Σάμιος ἀστὴρ, ἄμυλός τε καὶ τὸ διὰ χόνδρου καὶ τράγου καλῶς ἑψηθέντων ῥόφημα. καὶ γάλα δὲ ἐπιτήδειον αὐτοῖς ἐστι καὶ ἴτριον καὶ ὠὰ ῥοφούμενα καὶ οὓς νῦν ἅπαντες Ἕλληνες ὀνομάζουσι στροβίλους, τὸ πάλαι δὲ παρὰ τοῖς Ἀττικοῖς ἐκαλοῦντο κῶνοι. καὶ τὰ σήσαμα δὲ ἐκ τούτου τοῦ γένους ἐστίν. ἐφεξῆς δὲ τούτων ὑπάρχει τὸ καλούμενον βούτυρον· εἰ δέ σοι φίλον ἀρσενικῶς ὀνομάζειν 
βούτυρος· ἀφέψημά τε γλυκείας ῥίζης εἰς πάχος ἠγμένον Ἀττικοῦ μέλιτος ὑγροῦ. τὴν μέντοι γλυκεῖαν ῥίζαν, ἣν γλυκύῤῥιζαν ὀνομάζουσιν, ἄμεινον ἐν τῷ πρώτῳ καιρῷ καθεψήσαντας, ὡς ἔφην, ἐν ὕδατι μῖξαι τὸ ἀφέψημα τῷ ἐκ τοῦ γλεύκους γεγονότι σιραίῳ, καλουμένῳ δ’ ὑφ’ ἡμῶν τῶν κατὰ τὴν Ἀσίαν ἡμετέραν ἑψήματι. μιγνύναι δὲ τοῦτο καὶ γλυκεῖ Κρητικῷ, καὶ πάλιν δὲ ἕψειν μετὰ τὴν μίξιν, ἐάν τε ἑψήματι τύχῃ μιχθὲν, ἐάν τε τῷ Κρητικῷ γλυκεῖ. ταῦτα μὲν οὖν ἐπὶ ταῖς φλεγμονώδεσι διαθέσεσιν κατά τε τὴν ἀρτηρίαν τε καὶ τὸν λάρυγγα χρήσιμα κατ’ ἀρχάς ἐστιν, ἄχρις ἂν ἡ φλεγμονὴ μετρία γένηται. καὶ πρὸ πάντων οἴνου πόσεως ἀπεχέσθω κατὰ τὸν καιρὸν τοῦτον. ὅταν δὲ μετριώτερα γένηται τὰ τῆς φλεγμονῆς, τὸν γλυκὺν Θηραῖον ἢ τὸν Σκυβελίτην ἔξεστι πίνειν ἢ τὸν ἐξ ἡμετέρας Ἀσίας, μάλιστα μὲν Καρύϊνον, ἐφεξῆς δὲ τὸν Θηραῖον ὀνομαζόμενον, εἶτα καὶ τὸν γλυκὺν Τμωλίτην, ἐν ᾧ καιρῷ καὶ τὸ βούτυρον ἐπιτήδειόν ἐστι καὶ τὸ διὰ τῶν ἀμυγδάλων ῥόφημα καὶ τὸ διὰ γάλακτος καὶ μέλιτος ἑψηθέντων ἐπιπλέον ἐπεμβληθέντος ἀμύλου. κᾂν ἄμυλον δὲ μὴ παρείη, τῆς ὀνομαζομένης παρὰ
Ῥωμαίοις σιλίγνεως ἐμβαλλομένης. εὔδηλον δ’ ὅτι κατὰ τὴν αὐτὴν δίαιταν ἡ μὲν φλεγμονὴ παύεται τῶν κατὰ τὸν λάρυγγα καὶ τὴν ἀρτηρίαν ὑμένων τε καὶ μυῶν, ὑγρότης δὲ καταλείπεται πολλὴ, ἥτις ἀδύνατός ἐστι λαμπρὰν ἀποφῆναι τὴν φωνήν. μετέρχεσθαι δὲ τηνικαῦτα προσήκει τῶν ἐδεσμάτων ἐπὶ τὰ διὰ μέλιτος ἑψημένα πάντα, καὶ μέντοι καὶ κυάμινον ἔτνος καὶ πτισάνην καὶ κράμβην καὶ τὰ καλῶς ἑψημένα πράσα. φαρμάκων δὲ χρῆσις ἐπιτήδειός ἐστι καθ’ ὃν μὲν χρόνον ἤτοι τὰ τῆς φλεγμονῆς ἢ τῆς τραχύτητος ἐπικρατεῖ, τὰ ὑπὸ τὴν γλῶτταν λαμβανόμενα, περὶ ὧν τῆς συνθέσεως ἐρῶ. μετὰ δὲ ταῦτα ῥυπτικώτερα τούτων καὶ ξηραντικώτερα, κᾄπειτα τούτων αὖθις αὐτῶν ῥυπτικώτερά τε καὶ ξηραντικώτερα, μέχρις ἂν ἐπὶ τὰ δριμύτητος ἔχοντά τι παραγενώμεθα καὶ τούτων αὐτῶν ἀπὸ τῶν μετριωτέρων ἀρξάμενοι, πρὸς τὰ σφοδρότερα κατὰ βραχὺ μεταβαίνωμεν. τὰ μὲν οὖν ἐκ τῆς διαίτης ὁποῖον ἂν ἕξει τὸν τύπον ἔμπροσθεν εἴρηται, καθάπερ γε καὶ ἡ τῶν ἁπλῶν φαρμάκων ἰδέα· τὰ δὲ ἐξ αὐτῶν σύνθετα φάρμακα πολυειδῶς ἔγραψαν ἄλλοι
κατ’ ἄλλας συμμετρίας. καὶ οἷς μὲν ἤρκεσεν ἐκ τριῶν ἢ τεττάρων ἁπλῶς συντεθὲν φάρμακον, ἔνιοι δὲ εἰς ἀριθμὸν ἐξέτειναν πλείονα, καὶ τινὲς μὲν, ὡς εἴρηται, τῆς μαλακωτάτης τε καὶ παρηγορικωτάτης ὕλης ἐποιήσαντο τὴν σύνθεσιν τῶν ἀρτηριακῶν δυνάμεων, ἔνιοι δὲ ἔμπαλιν τούτοις δριμείας καὶ θερμῆς καὶ ῥυπτικῆς καὶ ξηραινούσης ἱκανῶς, εἰσὶ δ’ οἳ καὶ τρίτον εἶδος, ὃ μέσον ἀμφοῖν ἐστι· καὶ μετὰ τούτους ἄλλοι μὲν ἐν τῷ μεταξὺ τοῦ μέσου τε καὶ μαλακωτάτου, ἄλλοι δὲ ἐν τῷ μεταξὺ τοῦ τε δριμυτάτου καὶ τοῦ μέσου· καὶ κατὰ ταὐτὰ πάλιν αὐτὰ τινὲς μὲν μᾶλλον, τινὲς δὲ ἧττον ἀποχωρήσαντες τῶν μέσων τῇ δυνάμει φαρμάκων, διαφόρους ἐποιήσαντο τὰς συνθέσεις. τούτοις ἅπασιν ὀρθῶς χρήσεται μόνος ὁ τὴν δύναμιν ἑκάστου τῶν ἁπλῶν ἐπιστάμενος, αὐτὸς γὰρ γνώσεται καὶ τὴν τάξιν τοῦ φαρμάκου κατὰ ποίαν ἀπόστασίν ἐστι τῶν μέσων. ἔγραψαν μὲν οὖν καὶ οἱ πρὸ Μαντίου τε καὶ Ἡρακλείδου φάρμακα τοιαῦτα καὶ οἱ μετὰ αὐτούς. πολὺ δὲ βελτίω τοῖς εἰρημένοις ἀνδράσιν ἢ αὐτοῖς συντιθεῖσιν ἢ παρ’ ἑτέρων λαβοῦσι γέγραπται διὰ τῶν συγγραμμάτων

ἃ κατέλιπον ἡμῖν, αὔξοντες τὸ φαρμακευτικὸν μέρος τῆς τέχνης. ἐν δὲ τῷ χρόνῳ καὶ ταῦτα καὶ τὰ πρόσθεν ἀκριβῆ καὶ μακρὰν πεῖραν παρασχόντα τοῖς ἀνδράσιν ἐξείλεκται καὶ ἤθροισται, περὶ ὧν πολλάκις ἐν τῇδε τῇ πραγματείᾳ τὸν λόγον ἐποιησάμην. οὗτοι δ’ εἰσὶν οἱ περὶ τὸν Ἀσκληπιάδην καὶ Μούσαν καὶ Ἀνδρόμαχον καὶ Ἥραν καὶ Κρίτωνα καὶ Μενεκράτην. πολλὰ δὲ καὶ ἄλλα φάρμακα καὶ οἱ περὶ τὸν Ἀρχιγένη καὶ Φίλιππον ἔγραψαν, ὡς μηδενὸς ἡμᾶς ἔτι δεῖσθαι τῶν ἀνωτέρω, τούτοις γὰρ, ὡς εἶπον, ὅσα τοῖς πρεσβυτέροις εὕρηται, κάλλιστα γέγραπται πάντα.

2. [Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἀρτηριακῶν.] Πλείστας ἀρτηριακὰς δυνάμεις ἔγραψεν ὁ Ἀνδρόμαχος, ὡς ἔχειν ἀπὸ τῶν ἀσθενεστάτων ἐπὶ τὰ σφοδρότατα διὰ τῶν ἐν μέσῳ κατὰ βραχὺ προϊέναι τὸν γνωρίζειν αὐτῶν τὴν διαφορὰν δυνάμενον. αὐτὸς γὰρ ὁ Ἀνδρόμαχος ἀδιοριστότερον ἔγραψεν αὐτὰς, ἀλλ’ ἐγὼ προσθήσω τοὺς διορισμοὺς, ἀναμιμνήσκων ὧν ἄρτι προεῖπον. ὅτι δὲ τὸν μέλλοντα τοῖς λεγομένοις ἀκολουθήσειν ἄξιον προγεγυμνάσθαι κατὰ

τὴν τῶν ἁπλῶν φαρμάκων πραγματείαν εἴρηταί μοι πολλάκις. ἄνευ γὰρ τοῦ γινώσκειν ἑκάστου τῶν ἁπλῶν τὴν δύναμιν ἀκριβῶς καὶ διωρισμένως, οὐχ οἷόν τε γνῶναι τὸ σύνθετον, ἐκ ποίας ἐστὶ τάξεως τῶν ὁμογενῶν, πότερον ἐκ τῆς μαλακωτάτης ἢ τῆς σφοδροτάτης ἢ τῆς μέσης ἤ τινος τῶν μεταξὺ ταύτης ἢ καὶ τῶν ἄλλων.

Πρώτην μὲν οὖν ἔγραψε δύναμιν ἀρτηριακὴν οὐ μετὰ πολὺ τῆς ἀρχῆς τῆς βίβλου, καθ’ ἣν τῶν ἐντὸς τοῦ σώματος γινομένων παθῶν ποιεῖται τὴν θεραπείαν, ὡδί πως αὐτοῖς ὀνόμασιν. ἀρτηριακὴ ᾗ χρῶμαι. ♃ λιβάνου δραχ. α΄. ἐν ἄλλῳ δ΄. σμύρνης δραχ. α΄. ἐν ἄλλῳ δ΄. κρόκου δραχ. α΄. ἐν ἄλλῳ δ΄. σκίλλης δραχ. β΄. γλυκέος Κρητικοῦ ξεστ. γ΄. ἡ σκίλλα ἐνέψεται τῷ γλυκεῖ, ἕως συστραφῇ, εἶτα ἡ μὲν σκίλλα ῥίπτεται, ἐπιπάσσεται δὲ τὰ λοιπά. τοῦτο τὸ φάρμακον εἰ μὴ τὴν σκίλλαν εἶχεν, ἦν ἂν τῶν ἀκριβῶς μαλακωτάτων, εἰς τρεῖς ξέστας τοῦ Κρητικοῦ γλυκέος, ἐλαχίστου λιβάνου καὶ σμύρνης καὶ κρόκου βαλλομένων, ὡς ὀλίγου δεῖν ὅλον ὑπάρχειν αὐτὸ γλυκὺ Κρητικόν. εὔδηλον δ’ ὅτι τὸ καλούμενον 

ὑπ’ αὐτῶν ἐκλεικτὸν φάρμακον γίνεται. καλοῦσι δ’ αὐτὰ καὶ Ἀττικῶς ἐκλεικτὰς δυνάμεις.

Ἐφεξῆς δὲ τῇ προγεγραμμένῃ δυνάμει δευτέραν ἔγραψεν ὁ Ἀνδρόμαχος οὕτως. ἀρτηριακὴ ἡ διὰ κωδυῶν. κωδύαι χλωραὶ χίλιαι διακόσιαι, μέλιτος Ἀττικοῦ λίτρ. δ΄. κρόκου Κιλικίου δραχμαὶ δ΄. οἱ δὲ δραχ. ι΄. ὑποκυστίδος χυλοῦ δραχμαὶ ι΄. ἀκακίας δραχμαὶ ι΄. ὕδωρ ὄμβριον εἰς τὰς κωδύας. ὕδωρ μὲν οὖν ὄμβριον βάλλεται, ὅπως ἀσηπτότερον εἴη τὸ φάρμακον. ἔχει δὲ δηλονότι στυπτικὸν ἐν αὑτῷ τι τὸ ὕδωρ τοῦτο. σκοπὸς δέ ἐστιν ἐν τῷ προκειμένῳ φαρμάκῳ πέψαι τὴν κατὰ τὴν ἀρτηρίαν διάθεσιν, ἥτις ἂν ᾖ δι’ ὕπνου καὶ τῶν πεπτικῶν ἅμα στύψει μὴ πολλῇ. τὸ μὲν οὖν ἁπλοῦν φάρμακον διὰ τῶν κωδυῶν, ὡς ἐγὼ ποιεῖν εἴωθα, κωδύας ἔχει μόνας ἐνιεμένας ὕδατι, κᾀπειδὰν τακηραὶ γένωνται, αὐτὰς μὲν ἐκβάλλομεν, τὸ δὲ ὕδωρ αὐτῶν μίγνυμεν Ἀττικῷ μέλιτι μόνῳ, κᾄπειτα μέχρι συστάσεως ἐκλεικτοῦ φαρμάκου τῆς ἑψήσεως γινομένης. τὸ δὲ πόσον ὕδατος πόσῳ

μέλιτι χρὴ μιγνύειν ἐν ταῖς τῶν τοιούτων φαρμάκων σκευασίαις, ἐν τοῖς ἑξῆς ἐρῶ κατ’ ἐκεῖνον τὸν τόπον, ἔνθα προγραφὴν ποιήσομαι τοιαύτην, ἡ διὰ τῶν κωδυῶν.

Τρίτην δύναμιν ἔγραψεν ἐπὶ ταῖς εἰρημέναις ὁ Ἀνδρόμαχος τήνδε. ἀρτηριακὴ ἡ Βλάστου, ᾗ χρῶμαι πρὸς φθισικευομένους καλὴ λίαν. ♃ νάρδου Κελτικῆς δραχ. δ΄. ἀμώμου δραχμὰς η΄. κινναμώμου δραχ. ι΄. μαλαβάθρου δραχμὰς δ΄. νάρδου Ἰνδικῆς δραχμὰς γ΄. σχοίνου ἄνθους δραχ. β΄. κασσίας δραχ. η΄. λιβάνου δραχμὰς γ΄. σμύρνης δραχ. α΄. κόστου δραχμὰς δ΄. μάγματος μαλαβάθρου δραχ. στ΄. γλυκυῤῥίζης χυλοῦ δραχμὰς γ΄. μανδραγόρου χυλοῦ δραχμὰς ε΄. μαστίχης Χίας δραχ. γ΄. κρόκου δραχμὰς στ΄. φοίνικας ἐν οἰνομέλιτι ἑψήσας ἢ προτρόπῳ, εἶτα εἰς τὸ ἀφέψημα βάλε στροβίλους κ΄. καὶ λέαινε, εἶτα τοῦ φαρμάκου, ὡς καρύου Ποντικοῦ, ἢ μικρῷ ἔλασσον, ἐπί τινας ἡμέρας τούτῳ χρῶ, εἶτα ἀκεραίῳ τῷ φαρμάκῳ. εἶτα ἐπὶ δύο ἢ τρεῖς ἡμέρας χρήσῃ τῇ δι’ ἀλόης ἱερᾷ, κοχλιαρίου τὸ πλῆθος σὺν ὕδατι ἐπὶ μίαν ἡμέραν. χρῶ δὲ τῷ φαρμάκῳ καὶ σὺν γάλακτι ἐπὶ τῶν τὴν ἀρτηρίαν πασχόντων,

ἀναγαργαρίζεσθαι κελεύων καὶ πάλιν διαλιπὼν, χρῶ τῷ ἀνωδύνῳ κυάμου Αἰγυπτίου τὸ μέγεθος. ὅταν δὲ ἰσχυρὸς ὁ ῥευματισμὸς ᾖ, προσμίγνυμεν τῇ ἀντιδότῳ ὀπίου καὶ καστορίου, ὀλίγον ἑκατέρου, ἐπὶ δὲ τῶν κακοστομάχων αὐτὰ φυλαττόμεθα. εὔδηλον οὖν ἐξ αὐτῆς τῆς χρήσεως, ἃ γέγραφεν ὁ Ἀνδρόμαχος ἐπὶ τῶν ῥευματιζομένων τὰ περὶ τὸν θώρακα καὶ πνεύμονα καὶ ἀρτηρίαν ἐπιτηδείως τῆς προγεγραμμένης δυνάμεως συγκειμένης. ἔφη γὰρ αὐτὸς, ὅταν ᾖ ἰσχυρὸς ὁ ῥευματισμὸς, προσμίγνυμεν τῇ ἀντιδότῳ ὀπίου καὶ καστορίου ὀλίγον ἑκατέρου, δηλονότι ξηρᾶναι τὸ ῥεῦμα καὶ ὑγιεινὸν ἐργάσασθαι προαιρούμενοι. ποικίλον δέ ἐστι καὶ πολυμίγματον, ὡς πρὸς πάσας ἁρμόττειν τὰς διαθέσεις, ὅσαι καὶ χρόνιαι καὶ κακοήθεις εἰσὶ καὶ δυσίατοι, κᾂν ἕλκος ᾖ τι περὶ τὴν ἀρτηρίαν ἢ τὸν λάρυγγα, καὶ πολὺ μᾶλλον, ἐὰν κατὰ τὸν πνεύμονα. τὰ γὰρ τοιαῦτα τῶν ἰσχυρῶν οὕτω δεῖται φαρμάκων, ὡς ἐπὶ πλείονα χρόνον ἐξαρκέσαι δυνηθῶσιν οἱ τὴν φθινώδη διάθεσιν ἔχοντες. ὅταν γὰρ ἐπιλάβωνται χωρίου ξηροῦ καὶ διαίτῃ προσηκούσῃ καὶ φαρμάκοις

χρώμενοι διατελῶσιν, ἐπιπλεῖστον ἀντέχουσί τε κατὰ τὰς συνήθεις πράξεις ἐργαζόμενοι μετρίως. αὐτὴν οὖν τὴν δύναμιν οὐκ ἠξίουν ἀναμεμίχθαι ταῖς ἰδίως ὀνομαζομέναις ἀρτηριακαῖς.

Τετάρτην ἐπὶ ταῖς προγεγραμμέναις ἔγραψε δύναμιν ὁ Ἀνδρόμαχος ὡδί πως, ἑτέρα τοῦ αὐτοῦ. λέγει δὲ δηλονότι τοῦ Βλάστου, περὶ οὗ κατὰ τὴν ἔμπροσθεν ἀρτηριακὴν ἐγεγράφει· ἀρτηριακὴ Βλάστου ᾗ χρῶμαι. τὴν σύνθεσιν δὲ αὐτῆς τοιαύτην ποιεῖται. ♃ ἀλόης· γο β΄. κρόκου γο α΄. μαστίχης γο α΄. πρόδηλον οὖν ὅτι τὸ φάρμακον τοῦτο τῶν ἰδίως ὀνομαζομένων ἐκκοπρωτικῶν ἐστι, μετὰ τοῦ πεττικὸν ἔχειν τι διὰ τὸν κρόκον. ὅταν δ’ οὕτως εἴπω πεττικὸν, ἀκούειν χρὴ τῆς διαθέσεως ἧς ἕνεκα προσάγεται.

Πέμπτην δὲ ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν ὁ Ἀνδρόμαχος τήνδε. ἀνώδυνος τοῦ αὐτοῦ. ♃ ὀπίου γο γ΄. κρόκου γο α΄. σμύρνης γο β΄. ἀκακίας γο S". γλυκείας χυλοῦ δραχ. δ΄. σὺν μέλιτι. ταῦτα μὲν ὁ Ἀνδρόμαχος, ἐγὼ δὲ οὐ πάνυ τι προσίεμαι τὴν τοιαύτην σύνθεσιν τῶν φαρμάκων,

μετὰ τοῦ μὴ δεδηλῶσθαι τὴν διάθεσιν, ἐφ’ ἧς αὐτῇ χρηστέον. ἴσμεν γὰρ ἐπὶ τῶν ἀνωδύνων τὸν σκοπὸν τῆς συνθέσεως, ὅταν ὕπνον ἐργάσασθαι βουληθῶμεν καὶ σφοδρὰν ὀδύνην ναρκῶσαι. ἡ δὲ τῆς ἀκακίας μίξις ὡς πρὸς ἕλκος ἐστὶν, ὥσπερ γε καὶ ὁ τῆς γλυκείας χυλὸς πρὸς τὸ πραῧναι τὰ τετραχυμμένα. κρόκου δὲ μιγνύειν ἢ ὀπίου κατὰ τὰς ἀνωδύνους τοῖς πλείστοις ἤρεσεν, ἐπειδὴ δοκεῖ καὶ αὐτοῖς ἱκανῶς πέττειν ἁπάσας τὰς διαθέσεις.

Ἕκτην ἐπὶ ταῖς προγεγραμμέναις ἔγραψε δύναμιν ὁ Ἀνδρόμαχος τοιάνδε. ἀρτηριακὴ τοῦ αὐτοῦ. ♃ λιβάνου γο α΄. γλυκείας χυλοῦ γο α΄. σμύρνης δραχμὰς δ΄. τραγακάνθης δραχμὰς στ΄. νάρδου δραχ. α΄. ἀμώμου δραχμὰς δ΄. κρόκου δραχ. δ΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. καὶ αὕτη δέ ἐστι δήλη πρὸς τὰς αὐτὰς διαθέσεις τῶν ἀναπνευστικῶν συντιθεμένη διά τε τῶν πεπτικῶν καὶ παρηγορικῶν καὶ στυφόντων καὶ ῥυπτόντων. ὁ μὲν γὰρ λίβανος καὶ ἡ σμύρνα καὶ ὁ κρόκος τῶν πεττόντων τὰς διαθέσεις εἰσίν. ὁ δὲ τῆς γλυκείας χυλὸς τῶν ἐκλεαινόντων τὰς τραχύτητας, ὥσπερ γε καὶ ἡ τραγάκανθα. 

τὸ δὲ ἄμωμον ἰσχυρῶς ξηραίνει μετὰ τοῦ καὶ βραχὺ στυπτικὸν ἔχειν. τὸ δὲ μέλι τῆς τῶν θερμαινόντων ἐστὶ καὶ ῥυπτόντων δυνάμεως.

Ἑβδόμην ἐπὶ ταῖς προγεγραμμέναις ὁ Ἀνδρόμαχος ἔγραψεν, ἐκ τῶν πολλῶν πάνυ συγκειμένην φαρμάκων, ἁπάσας σχεδόν τι τὰς δυνάμεις ἐχόντων. καὶ γὰρ στύφοντα καὶ δάκνοντα καὶ λεπτύνοντα καὶ παρηγοροῦντα καὶ ἐκλεαίνοντα καὶ ὑπνωτικὸν καὶ διαφορητικὸν καὶ ῥυπτικὸν περιέχεται κατ’ αὐτὴν, ἐφ’ ὧν ἁπασῶν τῶν πολυμιγμάτων δυνάμεων ὧν εἴρηταί μοι καὶ πρόσθεν ὁ λόγος κοινὸς, ὡς ἐξ ἁπάντων τις εἰ βουληθῇ συνθεῖναί τι τῶν φαρμάκων, ἐλπίδι τοῦ ποιήσειν ἓν φάρμακον πρὸς ἁπάσας τὰς ὁμογενεῖς διαθέσεις. ἐξ αὐτῶν τινὰ μὲν εὑρέθη τῇ πείρᾳ μοχθηρὰ καὶ παρεώσθη, τινὰ δὲ εὐτύχησε κατὰ τὸν τοῦ συνθέντος ἀποβῆναι στοχασμόν. ἔγραψε δὲ καὶ τὴν σκευασίαν αὐτῆς ὁ Ἀνδρόμαχος, οὐ πάνυ τι τοῦτο πράττειν εἰωθώς. ὃ δὲ φαρμάκων δυνάμεις ἐχόντων ἃς εἴρηκα σύγκειται, κάλλιον μέν ἐστι μεμνῆσθαι

τοὺς ὁμιλήσαντας τοῖσδε τοῖς γράμμασιν. εἰ δὲ καὶ μὴ πρόχειρον ἔχοιεν τὴν μνήμην, ἀλλὰ κατά τε τὸν χρόνον αὐτὸν τοῦτον, ἐν ᾧ τὰ τοιαῦτα φάρμακα μανθάνουσιν, ἀναγνώτωσαν ἐπιμελῶς τὸ ἕκτον καὶ τὸ ζ΄ καὶ τὸ η΄ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. ἐν ἐκείνοις γὰρ ἅπασαν ἔγραψα τὴν ὕλην τῶν φαρμάκων, ὅσα ῥίζαι καὶ φύλλα καὶ ἄνθη καὶ σπέρματα καὶ καρποὶ καὶ ὀποὶ καὶ χυλοὶ τῶν ἐκ τῆς γῆς φυομένων εἰσὶν ἢ ἁπάντων φυτῶν. ὁπότ’ οὖν ἀκήκοας ταῦτα, πρόσχες ἤδη τὸν νοῦν οἷς ἔγραψε περὶ τοῦ φαρμάκου τούτου ὁ Ἀνδρόμαχος. ἀρτηριακὴ ᾗ χρῶμαι. πτέρεως ῥίζαι ὡς ἁδρόταται πλύνονται, ἕως λίαν καθαρώταται γένωνται καὶ πᾶν γεῶδες ἀφῶσιν, εἶτα ψύχονται ἡμέραν μίαν καὶ κατατέμνονται εἰς τριδάκτυλα καὶ καταθραύονται. ἐκ τούτων λίτραι ι΄. καὶ βάλλονται εἰς χύτραν ἐγκεκαινισμένην καὶ ὕδατος γλυκέος ξέστεις ι΄. καὶ ἕψεται ἕως ἂν λειφθῶσιν ξέστεις ε΄. καὶ ἐκθλίβονται καὶ τὸ μὲν ὑγρὸν εἰς δίπλωμα βάλλεται, τὰ δ’ ἀρώματα ἁδρομερῆ. ♃ νάρδου Ἰνδικῆς δραχμὰς δ΄. κινναμώμου δραχ. στ΄. γλυκείας ῥίζης δραχμὰς

στ΄. κακίας δραχ. δ΄. ῥήου Ποντικοῦ δραχμὰς δ΄. βαλαυστίου δραχ. στ΄. ῥόδων ξηρῶν δραχ. δ΄. οἱ δὲ δραχμὰς στ΄. ταῦτα ἕψεται ὁμοίως εἰς τὸ ἥμισυ, εἶτα ἐκθλίβεται καὶ προσεμβάλλεται τῷ ἀφεψήματι μέλιτος Ἀττικοῦ ξεστ. α΄. προαφεψημένου καὶ συνεστραμμένου ἰδίᾳ ἐν διπλώματι, ἕως μὴ μολύνοι, καὶ προσεμβάλλεται τερμινθίνης διαυγοῦς δραχ. γ΄. χαλβάνης δραχμὰς β΄. κρόκου δραχμὰς ε΄. ὑοσκυάμου χυλοῦ δραχ. α΄. ὑποκυστίδος χυλοῦ δραχ. α΄. μανδραγόρου χυλοῦ τριώβολον, πεπέρεως λευκοῦ δραχμὰς η΄.

Ὄγδοον ἐπὶ ταῖς προειρημέναις ἔγραψε, δηλώσας τῆς δυνάμεως αὐτῆς τὸ κεφάλαιον, ὅπερ ἐχρῆν ἐπὶ πασῶν αὐτῶν πεποιηκέναι. ἔχει δ’ οὕτω πως αὐτοῖς ὀνόμασιν. ἀρτηριακὴ ἐπαινουμένη Μιθριδάτειος, πρὸς τὰ ἐν θώρακι συνηθροισμένα, ὑποκαθαίρει καὶ ἀπολεαίνει. ♃ ἐρυσίμου πεφωγμένου δραχ. κ΄. ἔν τισι δὲ τῶν ἀντιγράφων ἐρεγμοῦ γέγραπται· ῥυπτικῆς δέ ἐστιν ἄμφω δυνάμεως, λινοσπέρματος πεφωγμένου δραχ. κ΄. καὶ τοῦτο ῥυπτικῆς ἐστι δυνάμεως, στροβίλου δραχμὰς η΄. ἐκλεαίνει δηλονότι τοῦτο, σταφίδος ἐκγεγιγαρτισμένης

δραχμὰς δ΄. καὶ αὕτη τῷ μὲν βραχύ τι παραστύφειν καὶ ἅμα τροφή τις εἶναι χρηστὴ τῷ σώματι μέμικται προσηκόντως. ἔχει δὲ καὶ τὴν τοῦ γλυκέος δύναμιν, οἵαν εἰρήκαμεν ἐν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως· κρόκου ὀβολοὺς δύο. ἐλάχιστον δηλονότι βέβληκε τοῦ κρόκου ὁ συνθεὶς τὸ φάρμακον, ἐγγύς τε τοῦ μηδὲν εἶναι πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν. εἰρήκαμεν δὲ ὅτι πεττικῆς ὁ κρόκος ἐστὶ δυνάμεως μετὰ τοῦ καὶ στύφειν. εἴρηται δ’, ὅτι καὶ ἡ στύψις συνάγει καὶ σφίγγει καὶ τονοῖ τὰ σώματα. βέβληκε δὲ καὶ κοτύλης μέλιτος τέταρτον, ἀποχωρήσας τοῦ τε γλυκέος οἴνου καὶ τοῦ ἑψήματος, ἀποκαθαίρειν γὰρ τὸ σκευαζόμενον φάρμακον βούλεται, καθότι προεῖπε τὰ ἐν θώρακι. ἐν δὲ τοῖς τοιούτοις φαρμάκοις τὰ παχύχυμα κωλύει τὴν ἀνακάθαρσιν. ἔμιξε δὲ τούτοις τραγακάνθης δραχμὰς δ΄. ἐκλεαίνοντος φαρμάκου τὰ τραχυνθέντα. προεῖπον δ’ ὅτι βούλεται τὸ προκείμενον φάρμακον ἀποκαθαίρειν τε καὶ ἐκλεαίνειν τὰ κατὰ τὸν θώρακα ὁ μὲν γὰρ σκοπός ἐστιν ἐν τοῖς τοιούτοις λεπτῦναι καὶ ἀποῤῥύψαι

καὶ πρὸς τὴν ἀναγωγὴν ἐπιτήδεια ποιῆσαι τὰ κατὰ τὸν θώρακα. τῆς δ’ ἀνωδυνίας ἕνεκα καὶ τοῦ μὴ πάνυ τι βήττειν τραχυνθέντα τὰ μόρια προστίθενται τὰ ἐκλεαίνοντα. μέγιστον δὲ τοῦτ’ ἔστι καὶ διὰ παντὸς χρὴ μεμνῆσθαι αὐτοῦ τοῦ πολλάκις ἕνα σκοπὸν ἔχειν, δι’ ὃν συντίθεται τὸ φάρμακον. ἕνεκα δὲ τοῦ μὴ λυπεῖν αὐτὸ κατὰ μηδένα τρόπον, ἑκάτερα μίγνυται τὸν πρῶτον σκοπὸν τῆς ὠφελείας οὐκ ἔχοντα.

Ἐνάτην ἀρτηριακὴν ἐπὶ ταῖς προγεγραμμέναις ἔγραψεν ὁ Ἀνδρόμαχος ὡδί πως κατὰ λέξιν. ἀρτηριακὴ ἡ Μαρίνου. ♃ κρόκου γο α΄. κόμμεως γο β΄. τραγακάνθης γο α΄. μέλιτος Ἀττικοῦ ξεστ. α΄. ἕψε ἕως ἀποσταζόμενον μὴ μολύνοι. τοῦτο τὸ φάρμακον τῶν μέσων ἐστὶ κατὰ τὴν δύναμιν. ἦν δ’ ἂν ἀκριβῶς παρηγορικόν τε καὶ ἀνώδυνον, εἰ μήπω κρόκου εἶχεν μήτε τοῦ μέλιτος τὸν ξεστ.. ἀλλ’ ἀντ’ αὐτοῦ τὸν Θηραῖον οἶνον τὸν Κρητικὸν ἢ τὸ ἐκ τοῦ γλεύκους ἑψηθέντος γινόμενον, ὃ καλοῦμεν ἡμεῖς, ὡς ἔφην, ἕψημα, παράκειται δὲ κατὰ τὴν λέξιν ἀκαίρως ἐπὶ τοῖς προειρημένοις 

ἰσχυροῖς φαρμάκοις, ἃ καὶ τοῖς ἐμπυϊκοῖς καὶ τοῖς ὑπὸ φθόης ἐχομένοις ἁρμόττει.

Δεκάτην ἐφεξῆς τῇ προγεγραμμένῃ μνημονεύει, μεταξὺ τῆς ἀκριβῶς παρηγορικωτάτης καὶ τῆς μέσης, ὁποίαν ἔφην εἶναι τὴν προγεγραμμένην. ἐκ κόμμεως γοῦν ταύτην καὶ γλυκέος Κρητικοῦ καὶ ὕδατος συντίθησι μιγνὺς μέλιτι· τοῦ μὲν κόμμεως ἐμβαλὼν γο η΄. τοῦ δὲ γλυκέος ξεστ. α΄. τοῦ δὲ μέλιτος λίτραν α΄. λύειν κελεύων ὕδατι τὸ κόμμι, μὴ προσθεὶς τὸ ποσόν. διὰ μὲν οὖν τὸ κόμμι καὶ τὸ γλυκὺ καὶ τὸ ὕδωρ ὅλως οὐδὲν ἔχει ῥυπτικὸν, διὰ δὲ τὸ μέλι τοῦ παρηγορικωτάτου καὶ ἐκλεαίνοντος ἀποκεχώρηκεν. ἴσμεν γὰρ ὅτι ῥυπτικόν ἐστι τὸ μέλι. ἕψεσθαι δὲ δεῖν ἐπ’ ἀνθράκων εἷπεν αὐτὸ, τουτέστιν ἐπὶ μαλακοῦ πυρὸς ἀκάπνου. κάλλιον δ’ ἄν ἐπεποιήκει καὶ περὶ τῶν ἄλλων ἁπασῶν ἀρτηριακῶν τοῦτο προσγράψας. ἐγὼ γοῦν οὕτως αὐτὸ σκευάζω καὶ οὐδ’ ἐπ’ αὐτῶν ἀνθράκων ἔτι διακαιομένων ποιοῦμαι τὴν ἕψησιν, ἵνα μηδὲ τὸ ἀπὸ τούτων ἀναφερόμενον καπνῶδες καὶ δριμὺ προστρίψειε τῷ φαρμάκῳ δριμύτητας οὐκ ἀναγκαίας. τῆς

μὲν γὰρ τοῦ μέλιτος δριμύτητος ἀνεχόμεθα, καίτοι καὶ αὐτῆς οὐκ οὔσης σφοδρὰς διὰ τὴν ἄλλην αὐτοῦ χρείαν, καπνοῦ δὲ οὐδεμία χρεία. διαφευκτέον οὖν αὐτὴν εἰς ὅσον ἐνδέχεται κατὰ πάντα τὰ τοιαῦτα φάρμακα, κάλλιον δὲ καὶ ἐπὶ τῶν ἐμπλαστικῶν ἀκάπνοις χρῆσθαι τοῖς ξύλοις.

Ἑνδεκάτην δύναμιν ἔγραψεν οὕτως. ἀρτηριακὴ ἄλλη καλή. ♃ κινναμώμου, λιβάνου ἀνὰ γο α΄. χυλοῦ γλυκείας γο α΄. σμύρνης δραχμὰς δ΄. τραγακάνθης δραχ. στ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. ἀμώμου δραχμὰς δ΄. κρόκου δραχ. α΄. μέλι Ἀττικόν. ἀληθῶς εἶπεν, καλὴν εἶναι τὴν ἀρτηριακὴν ταύτην, ἀλλ’ ἐνδεῖ τῷ λόγῳ πρὸς τίνας διαθέσεις αὐτὴν εἶναί φησι καλήν. εἴρηται γὰρ ἐν ἀρχῇ καὶ διὰ κραυγὴν καὶ διὰ κατάῤῥουν κακοῦσθαι τὴν ἀρτηρίαν καὶ τῷ ἔχειν ἕλκος ἢ φλεγμονὴν σκιῤῥουμένην. ἧς δὲ νῦν τὴν σκευασίαν οὕτως ἔγραψεν ὁ Ἀνδρόμαχος καὶ πρὸς τοὺς φθόῃ κάμνοντας ἐπιτήδειόν ἐστι φάρμακον καὶ πάσας ἁπλῶς τὰς ἐν θώρακι καὶ πνεύμονι κεχρονισμένας διαθέσεις. ἡ γὰρ τοῦ κινναμώμου φύσις οὖσα

λεπτομερὴς καὶ ξηραντικὴ καὶ τὰς ἐσκιῤῥωμένας διαθέσεις ἰᾶσθαι πέφυκεν. ἐφεξῆς δὲ αὐτῷ καὶ ἡ τοῦ ἀμώμου δύναμίς ἐστι μετὰ τοῦ καὶ στυπτικὸν ἔχειν τι. διὰ δὲ τὴν τούτων ἐνέργειαν οὖσαν σφοδρὰν εὐλόγως ἐμίχθη λιβανωτός τε καὶ ὁ τῆς γλυκείας χυλὸς καὶ τραγακάνθης, πραΰνειν τὰ τετραχυσμένα πεφυκότα φάρμακα. περὶ δὲ κρόκου καὶ σμύρνης πολλάκις εἴπομεν, ὅτι πεττικὰ καὶ ξηραντικὰ μετρίως τῶν τοιούτων διαθέσεών ἐστι.

Δωδεκάτην ἀρτηριακὴν ὁ Ἀνδρόμαχος ἔγραψεν οὕτως. ἄλλη ἐκ τῶν Γάλλου πρὸς τὰ τῆς ἀρτηρίας πάθη καὶ ἕλκη ἐν πνεύμονι καὶ πύου ἀναγωγὰς καὶ αἵματος καὶ τοὺς εἰς θώρακα ῥευματισμοὺς καὶ πρὸς τὰ δυσάγωγα σφόδρα ἐνεργεῖ. ♃ ῥητίνης τερμινθίνης δραχ. δ΄. κρόκου Κιλικίου δραχ. δ΄. λιβανωτοῦ δραχμὰς δ΄. σμύρνης Τρωγλοδύτιδος δραχ. δ΄. κινναμώμου δραχ. δ΄. ἀμώμου δραχ. γ΄. στροβίλου δραχ. δ΄. γλυκείας ῥίζης ἐξηντερισμένης δραχ. δ΄. νάρδου Συριακῆς δραχ. β΄ S". κασσίας μελαίνης δραχ. β΄. τραγακάνθης δραχ. γ΄. φοινίκων Συριακῶν τῆς σαρκὸς δραχ. γ΄. ἀστέρος Σαμίου δραχ. δ΄. χαλβάνης καθαρᾶς

τετρώβολον, κόστου δραχ. δ΄. ἐν ἄλλῳ δραχ. α΄. μέλιτος Ἀττικοῦ κοτύλας δ΄. ἕψεται ἐν διπλῷ τὸ μέλι τε καὶ ἡ ῥητίνη. ὅταν δὲ ἄρχηται συστρέφεσθαι, χαλβάνη μίγνυται ἄχρις ἂν μὴ μολύνῃ, εἶτα ψυγέντι λεῖα τὰ λοιπὰ μίγνυε καὶ οὕτω χρῶ. καλῶς ἐποίησε ἐπὶ τούτου τοῦ φαρμάκου καὶ πρὸς τίνας διαθέσεις ἁρμόττει γράψας καὶ πῶς αὐτὸ χρὴ σκευάζειν. ἡ δὲ μέθοδος τῆς συνθέσεως ἐκ τῶν ἔμπροσθεν δήλη ἐστίν.

Τρισκαιδεκάτην ἀρτηριακὴν ὁ Ἀνδρόμαχος ἔγραψεν αὐτοῖς ὀνόμασιν οὕτως. ἀρτηριακὴ ἡ Γάλλου. ἡ δ’ αὐτὴ καὶ ἀντίδοτος πρὸς τὰ αὐτὰ ποιοῦσα. ♃ νάρδου Συριακῆς δραχ. δ΄. σμύρνης δραχμὰς δ΄. κρόκου δραχ. δ΄. κόστου δραχμὰς δ΄. οἱ δὲ δραχ. α΄. πεπέρεως λευκοῦ κόκκους λ΄. γλυκείας ῥίζης δραχ. α΄. στροβίλους ρ΄. στύρακος δραχ. α΄. τραγακάνθης δραχ. α΄. κινναμώμου δραχ. α΄. ἀμώμου δραχ. α΄. λιβάνου δραχ. α΄. ὀβολοὺς δ΄. κασσίας σύριγγος δραχ. α΄. βαλαυστίου δραχμὰς γ΄. ὀβολοὺς γ΄. μέλιτος Ἀττικοῦ ἢ γλυκέος Κρητικοῦ κοτύλας β΄. ὁ γλυκὺς ἐν διπλῷ ἕψεται, ἕως ἂν μέλιτος σχῇ πάχος, εἶθ’ οὕτω καταχεῖται κατὰ λείων τῶν ξηρῶν. ἡ δὲ τραγάκανθος καὶ ὁ

στύραξ πρὸ μιᾶς ἀποβρέχονται ἐν προτρόπῳ ἱκανῷ καὶ οὕτω μίγνυται τοῖς λοιποῖς, εἶθ’ οὕτως ἀναιρεῖται εἰς πυξίδα ἀργυρᾶν ἢ ὑελίνην. καλῶς ἐποίησεν καὶ ταύτην τὴν ἐπαγγελίαν καὶ τὴν σκευασίαν εἰπών. ἐγὼ δὲ διὰ τοῦτο πάσας τὰς ὑπ’ αὐτοῦ γεγραμμένας ἀρτηριακὰς ἔγραψα, ὅπως μηδεὶς ἑτέρου συγγραφέως δεηθῇ. πᾶν γὰρ εἶδος ἐν αὐταῖς ἐστι καὶ τῶν μαλακῶν καὶ τῶν ἰσχυρῶν καὶ τῶν μέσων.

Τεσσαρεσκαιδεκάτη τῶν ἀρτηριακῶν ἐστι, περὶ ἧς οὕτω γράφει. ἀρτηριακὴ ἡ ἐκ τῶν Ἀφρόδα, ἡ Μοσχίωνος. ἔστι δ’ αὐτῆς ἡ δύναμις ὑπὲρ τὰς μέσας οὐκ ὀλίγον ἀποκεχωρηκυῖα πρὸς ἰσχὺν, ἔχει γὰρ τμητικὸν καὶ λεπτυντικὸν καὶ θερμαντικὸν ἀπὸ πολλῶν φαρμάκων οἷς μέμικται καί τινα τῶν πραέων δι’ ἣν εἶπον αἰτίαν. ἡ δὲ σύνθεσις αὐτῆς ἔστιν ἥδε. ♃ μίλτου Λημνίας, λιβάνου, σμύρνης, νάρδου, ἀμώμου, κασσίας κιῤῥᾶς, κρόκου, Ἰλλυρίδος, σχοίνου ἄνθους ἀνὰ δραχ. β΄. κινναμώμου δραχ. δ΄. ῥητίνης τερμινθίνης δραχ. δ΄. ῥόδων ἄνθους δραχ. δ΄. ὀποβαλσάμου δραχ. β΄. μέλιτος κοτύλην α΄. ἢ 

γλυκέος Κρητικοῦ κοτύλης ἥμισυ τέταρτον, ἕψε τὸ ὑγρὸν καὶ τὴν ῥητίνην, ἕως γένηται κιῤῥὰ, εἶτα τὰ λοιπὰ ἄρας ἀπὸ τοῦ πυρὸς ἀπόδος καὶ συνανακόψας δίδου τοῖς περὶ θώρακα καὶ ἀρτηρίαν ἡλίκον κύαμον Ἑλληνικὸν μεθ’ ὕδατος κοτύλης τετάρτου. τοῖς δὲ λοιποῖς ἐκλεικτόν.

Πεντεκαιδεκάτην ἔγραψε δύναμιν ὡδί πως. ἀρτηριακὴ πρὸς τραχυσμὸν βρόγχων καὶ φωνῶν ἀποκοπὴν καὶ ἀναφορικοὺς, ᾗ χρῶμαι ἐκ τῶν Ἀπολλωνίου καὶ Ἀλκιμίωνος. ♃ τραγακάνθης δραχ. στ΄. κόμμεως δραχ. στ΄. λιβάνου δραχ. α΄. ὀβολὸν α΄. σμύρνης δραχ. α΄. ὀβολοὺς β΄. κρόκου δραχ. α΄. ὀβολοὺς δύο, γλυκυῤῥίζης χυλοῦ δραχ. α΄. ὀβολοὺς γ΄. ἢ τῆς ῥίζης δραχ. α΄. S". πεπέρεως λευκοῦ κόκκους κε΄. φοινικοβαλάνων λιπαρῶν τῆς σαρκὸς δραχ. γ΄. οἱ δὲ φοίνικας ε΄. ἢ τρεῖς, τὴν τραγάκανθαν γλυκεῖ βρέχων καὶ λειώσας ἀναλάμβανε. τὰ δὲ ἄλλα λεῖα καὶ καταπότια ποιῶν κυάμου μέγεθος, κέλευε ὑπὸ τὴν γλῶτταν κρατεῖν. τὰς τοιαύτας δυνάμεις ὑπογλωττίδας ὀνομάζουσιν οἱ ἰατροὶ καὶ κελεύουσι διαλυομένου τοῦ φαρμάκου παραδέχεσθαί

πως ἀτρέμα εἰς τὸν λάρυγγα τὸ ἀποῤῥέον ἀντέχοντας, εἰ βὴξ κινοῖτο.

Ἡ δὲ ἑκκαιδεκάτη κατὰ λέξιν οὕτω γέγραπται. ἀρτηριακὴ ἐκλεικτὸς πρὸς ἅπαντα τὰ ἐντὸς καὶ μάλιστα πρὸς φθισικοὺς καὶ ἐμπυϊκοὺς καὶ πρὸς τοὺς ἀρχομένους ὕδρωπας καὶ βῆχας παλαιὰς διδομένη δι’ ἡμέραν καὶ νύκτα πλῆθος κοχλιαρίου. ♃ σκίλλης χυλοῦ ξέστας δ΄. γλυκέος Κρητικοῦ ξεστ. γ΄. οἴνου Φαλερίνου ξέστας η΄. μέλιτος Ἀττικοῦ ξεστ. γ΄. σμύρνης γο δ΄. κρόκου γο β΄. λιβάνου γο β΄. ἀριστολοχίας δακτυλίδος μνᾶν α΄ S". γλυκυῤῥίζης μνᾶν α΄. ἠρυγγίου ῥίζης γο β΄. κασσίας γο α΄. νάρδου Κελτικῆς γο α΄. ξυλοβαλσάμου γο η΄. τὴν ἀριστολοχίαν καὶ τὸ ἠρύγγιον καὶ τὴν γλυκύῤῥιζαν καὶ ξυλοβάλσαμον καὶ κασσίαν καὶ νάρδον κόψας ἁδρομερῆ, ἔμβρεχε εἰς τοὺς τοῦ οἴνου ξέστας η΄. ἐπὶ ἡμέρας γ΄. εἶτα ἐπὶ μαλακοῦ πυρὸς ἕψε, ἕως λειφθῇ τὸ τρίτον μέρος, καὶ οὕτως ἐκθλίψας καὶ σκύβαλον ῥίψας προσαπόδος τὸ γλυκὺ καὶ τὸ μέλι καὶ τὸν χυλὸν τῆς σκίλλης καὶ ἕψε ἕως μέλιτος σχῇ πάχος. τὸν δὲ κρόκον καὶ λίβανον

καὶ σμύρνην ἑξῆς λεῖα σὺν οἴνῳ καὶ οὕτως εὖ ἔχοντος τοῦ φαρμάκου προσαπόδος, καὶ ἐπ’ ὀλίγον τήξας ἆρον ἀπὸ τοῦ πυρὸς καὶ οὕτως ἀποθέμενος χρῶ. καλῶς ἐποίησε καὶ περὶ αὐτῆς γράψας ὁ Ἀνδρόμαχος τήν τε ἐπαγγελίαν καὶ τὴν σκευασίαν.

Ἑπτακαιδεκάτη δύναμις ὑπ’ αὐτοῦ γέγραπται τοιάδε. ἀρτηριακὴ ἄλλη, ὡς Ἡρακλείδης Ταραντῖνος. ♃ σκίλλης χυλοῦ ξέστας γ΄. γλυκέος Κρητικοῦ ξε. γ΄. οἴνου Φαλερίνου ξέστας γ΄. μέλιτος Ἀττικοῦ κοτύλην α΄. κρόκου γο δ΄. οἱ δὲ γο β΄. σμύρνης γο γ΄. τραγακάνθης γο α΄. γλυκείας χυλοῦ γο β΄. λιβάνου γο α΄. ὀποβαλσάμου γο στ΄. σκευάσας χρῶ. περὶ ταύτης τῆς δυνάμεως οὔτε τὴν ἐπαγγελίαν οὔτε τὴν σκευασίαν ἔγραψεν, ὡς ἤδη νοεῖν δυναμένων τῶν ἀναγινωσκόντων τὴν γνώμην αὐτοῦ. ἐν μὲν γὰρ τῷ εἰπεῖν, ἄλλη ἀρτηριακὴ, παραπλησίαν τὴν ἐπαγγελίαν αὐτῆς ἡμᾶς νοεῖν προσήκει τῇ γεγραμμένῃ, τὴν δὲ σκευασίαν ἐκ τῶν ἔμπροσθεν λογίζεσθαι.

Ἡ δὲ ὀκτωκαιδεκάτη δύναμις οὕτω γέγραπται. ἀρτηριακὴ ἐκ τῶν Περιγένους πρὸς πάντα τὰ τῆς ἀρτηρίας πάθη.

♃ κρόκου δραχ. α΄. σταφίδος ἐκγεγιγαρτισμένης δραχ. α΄. ἀμυγδάλων δραχ. η΄. σμύρνης τετρώβολον, τραγακάνθης δραχ. δ΄. πεπέρεως λευκοῦ τετρώβολον, μέλι ἑφθόν. ἡ σταφὶς φρύγεται, τὰ δ’ ἀμύγδαλα λεπίζεται, ἡ τραγάκανθα ἐν ὕδατι βρέχεται καὶ λεαίνεται ἡμέραν μίαν καὶ οὕτω μίγνυται ὁμοῦ. καὶ περὶ ταύτης καλῶς ἐποίησε τὴν ἐπαγγελίαν καὶ τὴν σκευασίαν εἰπὼν, μέσης δέ ἐστι δυνάμεως τὸ φάρμακον, διὸ καὶ πρὸς πάντα φησὶν αὐτὸ χρήσιμον ὑπάρχειν. ἔστι γὰρ ἡ τῶν μέσων φαρμάκων φύσις τοιαύτη, διὸ καὶ αὐταῖς μὲν μέσαις διαθέσεσι κυρίως τε καὶ πρώτως ἁρμόττει. ταῖς δ’ ἤτοι μαλακῶν ἢ ἰσχυρῶν δεομέναις φαρμάκων οὐδὲν οὔτε ἀγαθὸν οὔτε κακὸν ἐργάζεται μέγα.

Ἐσχάτην ἁπασῶν ἀρτηριακὴν ἔγραψεν ὡδί πως. ♃ οἰνομέλιτος παλαιοῦ ξε. γ΄. ἕψε ἄχρις εἰς ἕνα, εἶτα ἐπίβαλε στροβίλων πεφωγμένων ἡμίναν, πεπέρεως λευκοῦ γο β΄. καὶ χρῶ. ἦν ἂν τοῦτο τὸ φάρμακον ἐν τοῖς μαλακωτάτοις, εἰ μὴ τοῦ πεπέρεως εἴληφέ τι. τοῦτο δὲ λαβὼν ἐπὶ τὴν τῶν

μέσων ἀφικνεῖται δύναμιν, διὸ καὶ ὁμογενὲς αὐτὸ τῷ προγεγραμμένῳ νομίζων εἶναι ὑπέγραψεν.

[Αἱ ὑπὸ Κρίτωνος γεγραμμέναι ἀρτηριακαὶ τὸν ἀριθμὸν τέσσαρες.] Καὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων ἀρτηριακῶν ἀρκέσει μνημονεῦσαι τεσσάρων. γράφει δὲ περὶ μὲν τῆς πρώτης ὡδί πως κατὰ λέξιν. πρὸς ἀποκεκομμένας φωνὰς διά μελέτην. σῦκα καὶ ἠρύγγιον ἑψήσας καλῶς τῷ ἀφεψήματι μίσγε κόμμι, ὥστε γενέσθαι μέλιτος σκληρότερον, καὶ δίδου εἰς νύκτα. ποιεῖ δὲ καὶ τὸ ἀμμωνιακόν. καὶ διὰ τοῦτο τῆς δυνάμεως αὐτῆς ἐμνημόνευσα, διότι κατὰ μὲν ἀρχὰς ἐπιτήδειός ἐστιν ἡ προγεγραμμένη δύναμις, εἰ διὰ τοῦ ἠρυγγίου σκευάζοιτο, τὸ δὲ ἀμμωνιακὸν ἐπὶ τῶν κεχρονισμένων, ἰσχυρὸν μὲν γάρ ἐστι φάρμακον. οὐ καλῶς οὖν ἐποίησεν ὁ Κρίτων, ἀδιορίστως γράψας ἅμα τῷ μετρίῳ φαρμάκῳ τὸ ἰσχυρότατον. ἐὰν γὰρ ἐναλλάξῃς τοῦ σκληροῦ τῆς χρήσεως αὐτῶν, οὐ μόνον οὐδὲν ὀνήσεις, ἀλλὰ καὶ βλάψεις τὸν ἄνθρωπον. ἑτέραν ἀρτηριακὴν ἔγραψεν ὁ Κρίτων μέσην τῇ δυνάμει, πεπτικήν τε καὶ ἄδηκτον, ὡδί πως κατὰ λέξιν. ἄλλη ποιοῦσα μάλιστα φωνασκοῖς καὶ πρὸς τραχεῖαν ἀρτηρίαν 

καὶ τοὺς τῆς βηχὸς παροξυσμοὺς καὶ ὠταλγίας καὶ ἕλκη ἐν ὠσὶ καὶ αἰδοίῳ. ἔστι δὲ καὶ πεπτικὴ πρὸς κατάῤῥους. ♃ λιβάνου ὀβολοὺς δ΄. σμύρνης δραχ. β΄. γλυκέος κυάθους γ΄. ἕψε τὸ γλυκὺ ἕως σχῇ μέλιτος τὸ πάχος, εἶτα πρόσβαλλε σμύρναν καὶ λίβανον μετὰ γλυκέος ἡμιέφθου ἐξ αὐτοῦ ἀφῃρημένου. ποιεῖ δὲ καὶ πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς. τινὲς μίσγουσι καὶ κρόκου δραχ. α΄. καὶ γίνεται ὠτικὴ καλὴ καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς. ταῦτα μὲν ὁ Κρίτων ἔγραψε καὶ σοφῶς καὶ καλῶς. ἐμὲ δ’ οὐδὲν ἔτι δεῖ προστιθέναι τὴν ἐξήγησιν τῶν τοιούτων φαρμάκων, πολλάκις ἤδη περὶ αὐτῶν εἰρηκότα. καὶ ἄλλας δὲ δύο παραπλησίας μὲν τῇ προειρημένῃ, μετριωτέρας δὲ τῇ δυνάμει καὶ ἁπλουστάτας οὕτως ἔγραψεν. ἔκλειγμα τὸ Φαουστιανὸν λεγόμενον. ♃ οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἕψε ἐν διπλώματι, κινῶν κλωνίῳ πηγάνου. τὸ δὲ ἕτερον τῶν φαρμάκων ἐστὶ τοιοῦτον. ἔκλειγμα τὸ διὰ Σκυβελίτου, ᾧ χρώμεθα. ♃ Σκυβελίτου ξέστην α΄. κόμμεως γο γ΄. μέλιτος γο θ΄. ἕψε ἐν διπλώματι προβρέξας τὸ κόμμι καὶ λειώσας. οὗτος

μὲν ἐνταῦθα προσέθηκε μόνον τὸ ἐν διπλώματι. κάλλιστα δ’ ἄν τις ποιοῖ αὐτὰς ἁπάσας τὰς ἀρτηριακὰς, ὅσαι τὸ παρηγορικὸν καὶ πεπτικὸν καὶ πραϋντικὸν ἔχειν ἐπαγγέλλονται, διὰ διπλώματος ἕψων, ὅπερ ἐστὶν ἐπ’ ἀγγείου διπλοῦ, καθάπερ οἱ μυρεψοὶ τὰ μύρα σκευάζουσιν εἰς μέγαν τινὰ λέβητα θερμὸν ὕδωρ ἐγχέοντες, δεύτερον ἐνιστάντες ἔχοντα ἐν αὐτῷ τὸ ἑψόμενον φάρμακον, εἶτα προδιακεκαυμένοις ἄνθραξιν ἢ ξύλοις ἀκάπνοις ὑποκαίοντες.

[Ἡ διὰ κωδυῶν, ὡς οἱ παλαιοὶ καὶ ὡς ὁ Γαληνός.] Καὶ περὶ τὴν ταύτης σύνθεσιν ἀδιορίστως αὐτοῖς γέγονε διαφωνία. τινὲς μὲν γὰρ αὐτῶν εἰς ρκ΄. κωδύας ἐμβάλλειν ξέστας κ΄. ὕδατος ἀξιοῦσιν, ὡς ἑκάστου ξέστου μέτρον ἔχοντος ἕξ κωδυῶν μίξιν. ἔνιοι δὲ εἰς ξε. π΄. ὀκτακοσίας κωδύας ἐμβάλλουσιν, ὡς ἑκάστου ξέστου δεχομένου κωδύας ι΄. τινὲς δὲ οὕτως, ὡς ὀκτὼ κωδυῶν τοῦ ξέστου δεχομένου. τινὲς δὲ οὐκ οἶδ’ ὅπως εἰς ὕδατος ξέστας γ΄. κωδύας π΄. βάλλουσιν.

ἄλλοι δὲ ρκ΄. εἰς τοὺς αὐτοὺς γ΄. ξέστας. ἐμοὶ δὲ ὀλίγον πάνυ φαίνεται, τοσοῦτον ὕδωρ εἰς τοσαύτας κωδύας ἐμβάλλειν.

[Ἡ διὰ κωδυῶν Ἀνδρομάχου.] Ὁ μὲν οὖν Ἀνδρόμαχος, ὡς ἐν ταῖς ἀρτηριακαῖς ἀνωτέρω προγέγραπται, τὴν δευτέραν ἐν αὐτῷ σκευάζων, οὕτως ἔγραψεν. κωδύας χλωρὰς χιλίας διακοσίας, εἶτα ἐπὶ τέλει ὕδωρ ὄμβριον, οὐ προσθεὶς τὸ ποσόν.

[Ἡ διὰ κωδυῶν Κρίτωνος.] Ὁ δὲ Κρίτων ὡδί πως. ἡ διὰ κωδυῶν λιτὴ, κωδύας ἀγρίας ὀκτακοσίας, ὕδατος ξε. π΄. ἑψήσας εἰς γ΄. καὶ ἐκθλίψας πρόσβαλλε μέλιτος λίτρας ι΄. εἰ δὲ ποικίλην αὐτὴν ἐθέλοις γενέσθαι, πρόσβαλλε κρόκου, σμύρνης, ὑποκυστίδος χυλοῦ ἀνὰ δραχμὰς ιβ΄. λιβάνου δραχ. στ΄. ἀκακίας δραχμὰς ιβ΄. καλῶς οὖν μοι φαίνεται καθ’ ἕκαστον ξε. ἐμβάλλειν κωδύας ι΄. οὕτω γὰρ συμβαίνει γράψαντος αὐτοῦ δεῖν ὀκτακοσίας ἐμβάλλειν εἰς ὕδατος ξέστας π΄. κᾀγὼ δὲ τοῦτον τὸν τρόπον σκευάζω μὴ προστιθεὶς μήτε κρόκου

μήτε σμύρνης μήτ’ ἄλλα τι. καλλίστη γάρ ἐστιν ἡ ἁπλουστάτη.

[Ἡ διὰ κωδυῶν τοῦ Ἥρα.] Ὅ γε μὴν Ἥρας εἰς ρκ΄. κωδύας, ὕδατος ὀμβρίου ξε. γ΄. ἐμβάλλει, παντάπασιν ὀλίγον. ἢ κατά τινα τῶν ἀντιγράφων, οὐ κωδυῶν ἀριθμὸς ρκ΄. ἀλλὰ δραχμὴ γέγραπται. παραγράψω δὲ τὴν ὅλην αὐτοῦ λέξιν οὕτως ἔχουσαν. κωδύας μήκωνος χλωρὰς ρκ΄. βαλὼν εἰς ἀγγεῖον καὶ ὕδατος ὀμβρίου ξε. γ΄. ἔασον βραχῆναι ἡμέρας γ΄. εἶτα ἕψε ἕως ἂν λειφθῇ τὸ τρίτον μέρος, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς ἔκθλιβε, καὶ διηθήσας μίσγε μέλιτος ξε. α΄. καὶ ἕψε ἐν διπλῷ ἀγγείῳ. ὅταν δὲ ἄρχηται συστρέφεσθαι, προσέμβαλλε ἀκακίας κιῤῥᾶς δραχ. α΄. ὑποκυστίδος χυλοῦ δραχ. α΄. ὅταν δὲ τὰς κωδύας ἕψῃς ἐν τῷ ὕδατι, κρόκου δραχμὴν μίαν ἔνδησον εἰς ὀθόνιον καὶ ἔασον συνέψεσθαι. ἔνιοι μέντοι βάλλουσι καὶ σμύρνης δραχ. α΄. καὶ λειοτριβοῦσιν αὐτὰ σὺν ὀλίγῳ γλυκεῖ καὶ ἐπικατερῶσι καὶ συνέψουσι μέχρις οὗ ποσῶς συστραφῇ. εἰ μέντοι βούλοιο μὴ

φαρμακώδη ποιῆσαι αὐτὴν σὺν τῷ ἀφεψήματι τῶν κωδυῶν, ἐπειδὰν τὸ τρίτον λειφθῇ μέρος, συνεψήσεις τὸ μέλι, τὸ λοιπὰ μὴ συνεμβάλλων.

[Ἡ διὰ κωδυῶν, ὡς Δαμοκράτης.] Ἐσκευάσθη δὲ τὸ φάρμακον τοῦτο, ὡς Δαμοκράτης φησὶν, ὑπὸ Θεμίσωνος πρώτου, γράφων οὕτως ἐν τῷ βιβλίῳ τῷ ἐπιγραφομένῳ, Δαμοκράτους φιλίατρος· ἴσμεν δ’ ὅτι διὰ στίχων γέγραπται. φασὶ δὲ Θεμίσωνα τοῦτο πρῶτον σκευάσαι τὸ φάρμακον πρὸς βῆχας ὑγρὰς καὶ πόνους ἀρτηρίας καὶ φάρυγγος, εἴδη ῥευμάτων ἁπλῶς ἁπάντων τῶν περὶ τὸν θώρακα καὶ τὰς ἀγρυπνίας, ὧν γε ταῦτά ἐστιν αἴτια.

Μήκωνος ἣν λέγουσιν οἱ γεηπόνοι Μήκωνα ἀγρίαν. οὐδὲ γάρ πω σπείρεται, Κεφαλὰς ἔτι χλωρὰς, ἃς λέγομεν καὶ κωδύας Τὸ σπέρμ’ ἐχούσας κιῤῥὸν, οὐδέ πω μέλαν, Τρὶς τεσσαράκοντα τὰς μετρίας τοῖς μεγέθεσι Βάλλ’ εἰς χύτραν καινήν τε καὶ πλατύστομον, Καὶ περιχέας τρεῖς ὕδατος ὀμβρίου μέτρῳ 

Ξέστας, ἀπόβρεξον νύκτα χἠμέραν μίαν, Εἶτ’ αὖ μίξας ἐπιπλέον οὐ λάβρῳ πυρὶ, Ἀπόθλιβ’ ἀπ’ αὐτῶν ἅπαν ὕδωρ εἰς τὴν χύτραν, Καὶ προσλαβὼν τρεῖς μέλιτος Ἀττικοῦ λίτρας, Πάλιν ἕψε κουφοτέρᾳ καὶ μετρίῳ φλογὶ, Καὶ ἕψε ἕως σχῇ μέλιτος οὐχ ὑγροῦ πάχος. Ψύξας δ’ ἀποθήσεις εἰς ὑελοῦν ἀγγεῖον. Ἡμεῖς μὲν οὕτως. ὁ Θεμίσων δ’ ὅτ’ ἤρξατο Χρῆσθαι, προσέβαλλε σμύρναν, ἀκακίαν, κρόκον, Ὑποκυστίδος χυλόν τε, νῦν δ’ οὐ βάλλεται. Ἀπλουστέρα γὰρ οὖσα καὶ τὸ συμφέρον Ἔχει πολὺ μᾶλλον καὶ προσηνής ἐστ’ ἄγαν. Δίδου δὲ πλῆθος σμικροτάτου μύστρου ποτὲ Εἰς νύκτα τοῦτο, ποτὲ δ’ ἔλαττον ἡμέρας Ἐν τῷ στόματι καὶ διακρατοῦν ὀλίγῳ χρόνῳ χρόνῳ Κέλευε τήκειν καὶ καταπίνειν ἠρέμα. Εἰ δ’ αὐτὸ βούλει κοιλίας ἐφεκτικὸν, Τῶν ῥευμάτων τε τοῦ στομάχου καὶ πνεύμονος

Αἱμοῤῥαγιῶν τε τῶν ἄνω διαφράγματος Ποιεῖν, εὐπατορικῆς ἢ τὸ κρεῖττον Ποντικῆς Ῥοὸς καταμίξεις χυλὸν ὡς δραχμὰς δύο. Ταὐτὸν δ’ ἀκακίας τῆς καλῆς καὶ προσφάτου. Μέλλων δ’ ἀφαιρεῖν τοῦ πυρὸς τὸ φάρμακον, Γλυκὺ διαχέας, ταῦτα δύο μίγματα, Παράχει κατὰ μικρὸν τοῖς ζέουσιν τῆς χύτρας Συνεκζέσας ἀποτίθου ὑάλῳ ψυγέν.

[Ἡ διὰ κωδυῶν, Σωρανοῦ.] Σωρανὸς δὲ οὕτω σκευάζειν αὐτὴν ἀξιοῖ. ♃ κωδυῶν ρν΄. ὕδατος ξεστ. κ΄. λαβὼν εἰς λέβητα καινὸν, ἕψε ἕως ξεστ. ι΄. εἶτα ἐκβαλὼν τὰς κωδύας, βάλε μέλιτος ξεστ. α΄. καὶ ἐνδήσας εἰς ὀθόνιον, σμύρνης, κρόκου, ὑποκυστίδος, ἀκακίας χυλοῦ ἀνὰ δραχμὴν μίαν καὶ τριώβολον, καὶ ἀποδήσας ἀποκρέμασον εἰς τὸν λέβητα, ἵνα τῷ μέλιτι συνέψηται. ἐπειδὰν δὲ συστραφῇ, ἆρον τὸ ἐνδέσμιον καὶ βαλὼν εἰς θυίαν τρῖψον μετὰ γλυκέος κυάθων

γ΄. εἶτα βαλὼν εἰς τὸν λέβητα συνέψει μαλακῶς, μέχρι συστραφῇ. πραοτέρα δέ ἐστιν ἡ διὰ μόνου μέλιτος καὶ τοῦ ἀποβρέγματος τῶν κωδυῶν. ἀνυτικωτέρα δὲ γίνεται προσλαβοῦσα ἐν τῇ ἀποδήσει τοῦ ὀθονίου μελίλωτον ἀντὶ τῶν στυφόντων καὶ γλυκυῤῥίζης ῥίζαν.

[Γαληνοῦ ἡ διὰ κωδυῶν.] Ὡς ἐγὼ συντίθημι κεχρῆσθαι τῇ διὰ τῶν κωδυῶν ἀξιῶ. πειραθέντι μοι γὰρ τῶν προειρημένων σκευασιῶν ἔδοξεν ἀμείνων εἶναι καθ’ ἣν εἰς ἕνα ξε. ἐμβάλλονται κωδύαι δέκα, καθάπερ ὁ Κρίτων ἔγραψεν, ἢ εἰς δύο ξε. ιε΄. καθάπερ ὁ Σωρανὸς, ἐν τῷ μέσῳ δ’ ἀμφοῖν τούτων τῶν ὅρων ἐστὶν, ἐμβαλλόντων ἡμῶν ὀκτὼ κωδύας ἢ θ΄. προβρέχω δ’ αὐτὰς οὐ τρισὶν ἡμέραις, ὡς Ἥρας, ἀλλ’ οὐδὲ εὐθέως ἀφαιρεθείσας ἕψω, ἀλλ’ ἐὰν μὲν ὦσιν ὑγρότεραί τε καὶ μαλακώτεραι μιᾶς ἡμέρας, ὑπακουομένης ἐν ταῖς τοιαύταις λέξεσιν ἁπάσαις καὶ τῆς νυκτὸς, ὥσπερ καὶ τὸν ἐνιαυτὸν ἡμέρας λέγουσιν οἱ ἄνθρωποι τξε΄. ἐὰν δὲ σκληρότεραι καὶ ξηρότεραι τυγχάνωσιν οὖσαι καὶ πλείονι χρόνῳ

τῆς μιᾶς ἡμέρας αὐτὰς διαβρέχω, ἄμεινον δὲ τὰς μή πω σκληρὰς λαμβάνειν. εὔδηλον δ’ ὅτι καὶ τὰς λίαν μαλακὰς ἀποβάλλεσθαι προσήκει. αἱ μὲν γὰρ ξηρότεραι ὀλίγον τὸν χυλὸν ἔχουσιν, αἱ δὲ ὑγρότεραι πολὺν μὲν, ἀλλ’ ἄπεπτον ἔτι καὶ ὑδατώδη καὶ ἄτονον, διὸ καὶ τὰς ἐξ ὑγρῶν καὶ ἑλωδῶν χωρίων παραιτητέον. ὃν δ’ εἶπον ἀριθμὸν τῶν κωδυῶν ἐμβάλλειν χρῆναι κατὰ τὴν ἀναλογίαν τοῦ ὕδατος, ἐπὶ τῶν μέσων ἀκούειν χρή. ἐπειδὴ τινὲς μέν εἰσι μείζους τῶν συμμέτρων, τινὲς δὲ ἐλάττους, ἔνιαι δὲ καὶ μέσαι, καθάπερ εἴωθεν ὡς τὸ πολὺ γίνεσθαι, πασῶν ἐφεξῆς τὸν εἰρημένον ἀριθμὸν ἐμβάλλῃς τῷ ξε. τῆς δὲ ἑψήσεως ὅρος ἔστω σοι μὴ τὸ τρίτον ἢ τὸ τέταρτον ἢ ὅλως τοιοῦτόν τι μόριον ἀπολειφθῆναι τοῦ ὕδατος, ἀλλ’ ὅταν πρῶτον ὅλαι τακεραὶ γενηθῶσι, βουλόμεθα γὰρ αὐτῶν δηλονότι τὸν χυλὸν ἐκθλίψαι. τοῦτο δ’ αὐτάρκως γίνεται τακερῶν ἀποτελεσθεισῶν αὐτῶν, περιττὸν οὖν τὸ ἐπιπλέον ἕψειν. μίγνυσθαι δ’ ἀξιῶ τούτῳ μέλιτος ἥμισυ μέτρον καὶ ἕψεσθαι ἐπὶ ἀκάπνου πυρὸς

ἄχρι συστάσεως Ἀττικοῦ μέλιτος. ἐν ὀμβρίῳ δὲ ὕδατι ἔνιοι τὴν ἕψησιν ἐποιήσαντο τῶν κωδυῶν διὰ τοῦ μὴ μεταβάλλειν αὐτὸ πρὸς ἑτέραν ποιότητα σηπεδονώδη. σοὶ δ’ ἀρκέσει καὶ τὸ πηγαῖον, ὅταν μὴ παρῇ τὸ ὄμβριον. ἀρκεῖ δὲ αὐτὸ καθαρὸν εἶναι καὶ ἄκρατον πάσης ἐπιμιξίας, ὥστε διὰ τοῦτο καὶ τὸ διὰ τῶν μολυβδίνων σπλήνων ὀχετευόμενον φευκτέον. ἰλύματα γάρ τινα τοῦ μολύβδου κατὰ τοῦτο περιέχεται. διὸ καὶ οἱ πίνοντες ὑποστάθμην τοῦ τοιούτου ὕδατος δυσεντερικοὶ γίνονται.

[Περὶ χρήσεως τοῦ διὰ κωδυῶν.] Ἡ χρῆσις δὲ αὐτοῦ τοῖς ὕπνου δεομένοις ἐστὶν, οἷς καὶ τὰ δι’ ὀπίου συντιθέμενα πολλάκις ἀναγκαζόμεθα διδόναι. χρῄζουσι δὲ μάλιστα τῶν τοιούτων φαρμάκων οἷς ἀπὸ κεφαλῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν καταῤῥεῖ ῥεῦμα λεπτὸν, οὐκ ἐπιτρέπον κοιμᾶσθαι διὰ τὰς ἑπομένας βῆχας. ἐπὶ δὲ τῶν τοιούτων ἐγὼ καὶ τὴν σκευασίαν τοῦ φαρμάκου δι’ ἑψήματος εἴωθα ποιεῖσθαι. λέλεκται δέ μοι πρόσθεν, ἕψημα καλεῖσθαι πρὸς ἡμῶν τὸ ἑψημένον γλεῦκος, ὅπερ καὶ σίραιον ὀνομάζουσί 

τινες τῶν ἰατρῶν. αὐτάρκης δ’ ἡ ἕψησις εἰς τὰ τοιαῦτά ἐστιν, ὅταν εἰς τὸ ἥμισυ τοῦ ὕδατος ἑψηθῶσιν αἱ κωδύαι καὶ διὰ γλυκέος ἢ Θηραίου τοῦ Κρητικοῦ κάλλιον ἢ διὰ μέλιτος ἕψειν, ὅταν ᾖ τὸ ῥεῦμα πάνυ λεπτόν. ἴσμεν γὰρ ὅτι λεπτυντικῆς ἐστι δυνάμεως τὸ μέλι. φεύγειν οὖν αὐτὸ χρὴ τηνικαῦτα, τοὺς γὰρ λεπτοὺς κατάῤῥους ἐπιτείνει. μιγνύναι δὲ ἑψομένῳ τῷ τοιούτῳ φαρμάκῳ γλυκυῤῥίζης ῥίζαν, ὡς συνεψηθῆναι. μὴ παρούσης δ’ ἐκείνης, τὸν ἀπὸ τῆς Κρήτης κομιζόμενον χυλόν. ἐὰν δὲ περιέχηται κατὰ τὸν πνεύμονα καταῤῥοϊκὸν ἀπὸ τῆς κεφαλῆς πλῆθος, ἡ διὰ τοῦ μέλιτος σκευασία βελτίων. ὥσπερ γὰρ ὕπνου χρῄζουσιν ἡ δι’ ἑψήματος, οὕτω καὶ τοῦ διαπτύειν ἡ διὰ τοῦ μέλιτος γίνεται. καὶ πρὸς τὸ κατεπεῖγον οὖν ἱστάμενος εἰς ὕπνον τρεπομένου τοῦ κάμνοντος, ἤτοι τοῦ διὰ μέλιτος ἢ τοῦ χωρὶς τούτου σκευασθέντος δώσεις φαρμάκου, καὶ ποτὲ καὶ μιγνὺς ἄμφω, σκοπὸν ἔχων κατὰ τὴν μίξιν ἐμβάλλειν πλέον θατέρου τοῦ κατεπείγοντος. ὀνομάζω δὲ κατεπεῖγον τὸ δεόμενον

βοηθείας μείζονος. ἡ δὲ σύμμετρος δόσις ἔστω σοι δυοῖν κοχλιαρίων ἀξιολόγων τὸ μέγεθος. αὐξήσεις δὲ αὐτὴν ἢ μειώσεις ἀποβλέπων εἴς τε τὸ τοῦ σώματος μέγεθος ᾧ προσφέρεις καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον. ἐν ἅπασι γὰρ τούτοις ἐπὶ μὲν τὸ ψυχρότερον ῥέπουσι δώσεις ἐλάχιστον, ἐπὶ δὲ τὸ θερμότερον ἐκτενέστερον. ὅτι δὲ καὶ πρὸς τὸ τοῦ κατάῤῥου ποσόν τε καὶ ποιὸν ἀποβλέπων ἢ πολὺ ἢ ἔλαττον δώσεις εὔδηλον ὑπάρχει. κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων τῶν βοηθημάτων ἐστίν. αὐτάρκεις μὲν οὖν ἦσαν καὶ αἱ γεγραμμέναι πρόσθεν ἀρτηριακαί· προσθεῖναι δ’ ἔδοξέ μοι καὶ τὰς ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένας ἐν τῷ β΄. τῶν ἐντός. ἔνιαι μὲν γὰρ ταὐταὶ πάντῃ, τινὲς δὲ ἐγγυτάτω ταῖς προγεγραμμέναις εἰσὶν, ὥστε βεβαιοῦσθαι κᾀκ τούτου τὰς γραφὰς, καὶ προσέτι διὰ τὸ τὰς σκευασίας αὐτῶν καὶ χρήσεις ἐπιμελέστερον ὑπ’ Ἀσκληπιάδου γεγράφθαι.

[Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι ἀρτηριακαὶ ἐν τῷ δευτέρῳ τῶν ἐντὸς, ἃ Μνάσωνος ἐπιγράφει. Ἀντωνίου Μούσα πρὸς φωνῆς ἀποκοπήν.] Κράμβης χλωρᾶς τοὺς καυλοὺς

καθάρας δίδου διαμασᾶσθαι, καὶ τὸ ἀχυρῶδες αὐτῶν ἀποπτύειν παραίνει, τὸν δὲ χυλὸν καταπίνειν. ἄλλη. κράμβης χυλὸν μετὰ μέλιτος ἑψήσας δίδου ἐκλείχειν. τοῦτο ὠφελεῖ παραχρῆμα. ἄλλη. ἠρυγγίου ἐν ὕδατι ἑψημένου λαβὼν τοῦ χυλοῦ κοτύλας δύο καὶ σύκων ἐν ὕδατι ἑψημένων τοῦ χυλοῦ τὸ ἴσον καὶ τούτοις ἐπιβαλὼν κόμμεως λειοτάτου δραχ. η΄. ἕψε φιλοπόνως, ὡς ἀρτηριακῆς ἔχειν τὸ πάχος, ἐκ τούτου δίδου ἐκλείχειν εἰς ὕπνον πορευομένοις μέχρι κυάθου ἑνός.

[Ἄλλη ἀρτηριακὴ Χαριξένους. ποιεῖ πρὸς ἤχους καὶ βράγχους καὶ φωνῆς ἀποκοπὴν καὶ δασύτητα καὶ τὰς ἐκ διαστάσεως ἀποκοπάς.] ♃ Κρόκου δραχμὰς β΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. α΄. μέλιτος Ἀττικοῦ κυ. στ΄. ἕψε τὸ μέλι, καὶ ὅταν συστραφῇ, ἐπίβαλε κατὰ τῶν λοιπῶν, καὶ χρῶ καθὰ προείρηται, ἀναπλάττων σφαιρία καὶ διδοὺς ὑπὸ τὴν γλῶτταν κατέχειν. ἄλλη. ♃ χαλβάνης δραχ. στ΄. πεπέρεως δραχ. α΄. νίτρου δραχ. α΄. μέλιτος Ἀττικοῦ κυάθους στ΄. ἕψε τὸ μέλι καὶ τὴν χαλβάνην, καὶ ὅταν συστραφῇ, ἐπίβαλε κατὰ τῶν λοιπῶν, καὶ χρῶ καθὰ προείρηται.

[Ἄλλη πρὸς ἡλκωμένην ἀρτηρίαν Χαριξένους. ποιεῖ καὶ πρὸς φωνασκουμένους πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺς ἀγῶνας διδομένη. ποιεῖ δὲ καὶ πρὸς ὀφθαλμῶν περιωδυνίας, ἔξωθεν ἐπιτιθεμένη ἐρίου ἐμβρεχομένου, ποιεῖ καὶ πρὸς τὰς ἐντὸς διαθέσεις ἐκλειχομένη.] ♃ Κόμμεως, τραγακάνθης ἀνὰ δραχ. στ΄. λιβάνου, σμύρνης ἀνὰ δραχ. α΄. καὶ τριώβολον, κρόκου, ὑποκυστίδος χυλοῦ ἀνὰ δραχ. α΄. γλυκέος Σκυβελίτου ἢ Θηραίου ξέστας στ΄. βρέχε κόμμι, τραγάκανθαν, σμύρνην, λίβανον ὑποκυστίδος χυλῷ, τούτοις ἐπιβαλὼν μέρος τοῦ γλυκέος, καὶ ὅταν διαλυθῇ, τρῖβε φιλοπόνως καὶ τῷ γλυκεῖ μίξας ἕψε συνεχῶς κινῶν. τὸν δὲ κρόκον εἰς κροκοφαντὸν βαλὼν ἕψε μετὰ τοῦ φαρμάκου, ἄνω τὰς ἀρχὰς κατέχων καὶ γλυκεῖ διαλύσας καὶ λεάνας, ἐπιβαλὼν τῷ φαρμάκῳ, ἀνελόμενος χρῶ. ἄλλη. ♃ γλυκυῤῥίζης χυλοῦ, τραγακάνθης ἀνὰ δραχμὰς γ΄. κρόκου, σμύρνης ἀνὰ δραχ. α΄. λιβάνου, ναρδοστάχυος ἀνὰ τριώβολον, προτρόπου ξέστας γ΄. χρῶ.

[Ἄλλη Λυσίου πρὸς τὰς αὐτὰς διαθέσεις.] ♃ Κρόκου,

σμύρνης, γλυκυῤῥίζης χυλοῦ, λιβάνου, κασσίας ἀνὰ δραχ. α΄. πεπέρεως κόκκους κδ΄. γλυκέος Κρητικοῦ ξέστας γ΄. μέλιτος Ἀττικοῦ κυάθους στ΄. χρῶ.

[Ἄλλη Χαριξένους.] ♃ Κρόκου δραχ. γ΄. σμύρνης δραχ. α΄ S". λιβάνου, γλυκυῤῥίζης ἀνὰ δραχ. α΄. γλυκέος Κρητικοῦ ξε. γ΄. ποιεῖ πρὸς ἤχους καὶ βράγχους καὶ φωνῆς ἀποκοπὴν καὶ φλεγμονὴν παρισθμίων. ποιεῖ καὶ πρὸς φωνασκουμένους πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺς ἀγῶνας διδομένη. καὶ τοὺς κατεψυγμένους δὲ ὠφελεῖ, ποιεῖ βήττουσι προσφάτως καὶ χρονίως. ποιεῖ αἱμοπτυϊκοῖς, ἀναφορικοῖς, κοιλιακοῖς, ποιεῖ καὶ πρὸς τὴν τοῦ πνεύματος δυσωδίαν. ἄλλη ὑπογλωσσίς. ποιεῖ πρὸς ἀρτηρίαν τετραχυσμένην καὶ φωνῆς ἀποκοπὴν καὶ τὰς λοιπὰς διαθέσεις. ♃ τραγακάνθης, κόμμεως Θηβαϊκοῦ ἀνὰ δραχμὰς γ΄. σμύρνης, λιβανωτοῦ ἀτμήτου ἀνὰ δραχ. α΄. καὶ τριώβολον, κρόκου δραχ. α΄. γλυκυῤῥίζης χυλοῦ τριώβολον, φοινικοβαλάνων τριῶν τὴν σάρκα, γλυκέος προτρόπου ἢ Θηραίου, ὅσον ἐξαρκεῖ εἰς ἀνάληψιν. ἔστω δὲ ἀφεψημένον, ὥστε μέλιτος 

ἔχειν πάχος. δίδου δὲ κυάμου Αἰγυπτίου τὸ μέγεθος ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον καταπίνειν.

[Ἄλλη ὑπογλωσσὶς Διοσκορίδου.] ♃ Κρόκου, σμύρνης, τραγακάνθης, γλυκυῤῥίζης χυλοῦ ἀνὰ δραχ. α΄. στρόβιλα κεκαυμένα ἀριθμῷ ξ΄. ἀμύγδαλα καθαρὰ ἰσάριθμα, μέλιτι ἑφθῷ ἀναλάμβανε, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος ὥστε ὑπὸ τὴν γλῶτταν κατέχειν.

[Ἄλλη Σκριβωνίου Λάργου ὑπογλωσσίς. ποιεῖ πρὸς τὰς τῆς φωνῆς ἀποκοπάς.] ♃ Κρόκου, τερμινθίνης ἀνὰ δραχ. ιβ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιστ΄. τραγακάνθης δραχ. η΄. πεπέρεως κόκκους τξ΄. μετὰ μέλιτος ἑφθοῦ καὶ τερμινθίνης ὁμοῦ ἑφθῆς, χρῶ ὑπὸ τὴν γλῶτταν καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη Σκριβωνίου Λάργου ὑπογλωσσὶς ποιεῖ πρὸς τὰς τῆς φωνῆς ἀποκοπάς. ♃ γλυκυῤῥίζης δραχ. η΄. σμύρνης δραχ. κδ΄. τερμινθίνης δραχ. λβ΄. τραγακάνθης δραχ. λκ΄. ἕκαστον τῶν ξηρῶν κόπτε κατ’ ἰδίαν καὶ σῆθε. τὴν δὲ ῥητίνην ἐφ’ ὅλμον βαλὼν, κόπτε καταπλάσσων τὰ ξηρὰ, εἶτα ἑνώσας ἀνάπλαττε, κυάμου Αἰγυπτίου τὸ μέγεθος καὶ ξήναινε ἐν σκιᾷ. ἐπὶ δὲ

τῆς χρήσεως δίδου μίαν ἢ δύο ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ τηκόμενον καταπινέτω. δεῖ δὲ τὸ φάρμακον ταχέως ἀναπλάττειν. πρὸς ὃ οὖν ἀναπλάττεις, πρὸς τοῦτο κόπτε, ξηραίνεται γὰρ ταχέως καὶ διὰ τοῦτο ἀναπλάττοντα πρὸς χεῖρα δεῖ κόπτειν.

[Ἄλλη ἀρωματικὴ Μιθριδάτειος. ποιεῖ πρὸς τὰς περὶ ἀρτηρίαν διαθέσεις πρὸς τὰς ἐν πνεύμονι ἑλκώσεις, αἱμοπτυϊκοῖς, φθισικοῖς, ἐμπυϊκοῖς, περιπνευμονικοῖς.] ♃ Κρόκου δραχ. β΄ S". σμύρνης, ῥητίνης τερμινθίνης ἀνὰ δραχ. β΄. λιβάνου δραχ. α΄ S". νάρδου, κινναμώμου, κασσίας, τραγακάνθης ἀνὰ δραχ. α΄. μέλιτος Ἀττικοῦ κοτύλην α΄. ἕψε μέλι καὶ ῥητίνην, ὥστε ἄλκιμον γενέσθαι καὶ ἰνῶδες καὶ ἀμόλυντον ἐνσταζόμενον εἰς ὕδωρ ψυχρὸν καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελοῦ, χρῶ καρύου Ποντικοῦ τὸ μέγεθος, δίδου ὑπὸ τὴν γλῶτταν κατέχειν, ὡς προείρηται. ἄλλη Μιθριδάτειος. ♃ σμύρνης, κρόκου ἀνὰ δραχ. δ΄. νάρδου Ἰνδικῆς, τερμινθίνης ἀνὰ δραχ. β΄. λιβάνου, κασσίας, κινναμώμου ἀνὰ δραχ. α΄. γλυκέος Κρητικοῦ κοτύλας γ΄. ἕψε γλυκὺ καὶ τερμινθίνην

μέχρι παντελοῦς συστάσεως καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος δίδου καρύου Ποντικοῦ τὸ μέγεθος ὑπὸ τὴν γλῶτταν κατέχειν.

[Ἄλλη διὰ τῆς πτέρεως Ἀνδρομάχου ἀρωματική· ἁρμόζει αἱμοπτυϊκοῖς, πλευριτικοῖς, φθισικοῖς, σπληνικοῖς, ἡπατικοῖς, ἰκτερικοῖς. ποιεῖ καὶ πρὸς τὰς περὶ μήτραν καὶ κύστιν διαθέσεις.] Αἱ ῥίζαι πτέρεως ὡς ὅτι μάλιστα αἱ παχύταται πλύνονται ἐπιμελῶς, ἕως ἂν τὸ γεῶδες ἀποστῇ, εἶτα ψύχονται ἐπὶ ἡμέραν μίαν, ἐκ τούτων ιβ΄. λίτραι κατατέμνονται εἰς δακτυλιαῖα μήκη καὶ κατατέμνοντες θραύομεν, ἐκ τούτων αἴρομεν ὁλκῆς λίτρας ι΄. καὶ βάλλοντες εἰς κεραμεοῦν ἀγγεῖον, ἐπιβάλλομεν αὐταῖς ὕδατος γλυκέος ξε. ι΄. καὶ θέντες ἐπὶ πυρὸς ἕψομεν. ὅταν δὲ εἰς ἥμισυ καταχθῇ, καθαιροῦμεν καὶ διϋλίζομεν εἰς διπλοῦν ἀγγεῖον μυρεψικόν. καὶ τὰς μὲν ῥίζας ἐκθλίψαντες ῥίπτομεν, εἰς δὲ τὸ ὕδωρ ἐπιβάλλομεν ἁδρομερῶς κεκομμένα, βαλαυστίου δραχ. στ΄. νάρδου Ἰνδικῆς, ῥόδων ξηρῶν ἀνὰ δραχ. δ΄. κινναμώμου δραχ. γ΄. γλυκυῤῥίζης δραχ. στ΄. κασσίας δραχ. δ΄. ῥήου Ποντικοῦ δραχ. δ΄. εἶτ’ ἐπὶ

τὸ πῦρ ἐπιθέντες πάλιν ἕψομεν, καὶ ὅταν εἰς ἡμίσειαν καταντήσῃ, πάλιν διϋλίζομεν εἰς ἕτερον ἀγγεῖον μυρεψικὸν μικρόν. καὶ τὰ μὲν ξηρώδη ἐκθλίψαντες ἀποβάλλομεν, τῷ δὲ ὕδατι ἐπιβάλλομεν μέλιτος Ἀττικοῦ κοτ. δ΄. καὶ μίξαντες ἐπιμελῶς καὶ ἐπὶ τὸ πῦρ ἐπιθέντες πάλιν ἕψομεν. καὶ ὅταν ἐπισταζόμενον εἰς ψυχρὸν ὕδωρ μὴ μολύνῃ, ἐπιβάλλομεν τούτοις ῥητίνης τερμινθίνης δραχ. γ΄. χαλβάνου ἀξύλου τὸ ἴσον. τακέντων δὲ τούτων κατεροῦμεν κατὰ τῶν ὑπογεγραμμένων. ἔστι δὶ ταῦτα, κρόκου, ὑοσκυάμου χυλοῦ, μανδραγόρου χυλοῦ, πεπέρεως λευκοῦ, ὑποκυστίδος χυλοῦ ἀνὰ δραχ. α΄. ἔχε πάντα ταῦτα λειότατα πρώτῳ χυλῷ τῆς πτέρεως ἑνωθέντα, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος. κατεράσαντες οὖν κατὰ τούτων καὶ ἀνακόψαντες ἐπιμελῶς, μεταίρομεν εἰς ἀγγεῖον ὑελοῦν ἢ ἀργυροῦν· ἡ δόσις τοῦ φαρμάκου κοχλιάριον. μάλιστα δὲ ὠφελεῖ τοῖς τὴν φωνὴν παρακεκομμένοις.

[Ἄλλη πανάκεια Μιθριδάτειος φωνασκουμένοις πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺς ἀγῶνας. ποιεῖ πρὸς ἀντιάδων φλεγμονὰς, κεχαλασμένας κιονίδας, ποιεῖ πρὸς οὖλα πλαδαρὰ

καὶ τὰς ἐν στόματι νομὰς καὶ σειομένους ὀδόντας. ἁρμόζει καὶ πρὸς κατάῤῥους, βήττουσι χρονίως καὶ προσφάτως, ποιεῖ αἱμοπτυϊκοῖς, ἐμπυϊκοῖς, ἀναφορικοῖς.] Χρῶμαι δὲ τῷ φαρμάκῳ ὁτὲ μὲν ἀκράτῳ, ἔστι δ’ ὅτε λυθέντι γλυκεῖ ἢ Σκυβελίτῃ καὶ ὕδατι θερμῷ. πρὸς μὲν γὰρ τὰς τῶν παρισθμίων φλεγμονὰς καὶ τὰς τοιαύτας διαθέσεις χρηστέον ἀνιεμένῳ τῷ φαρμάκῳ, πρὸς δὲ τὰς ἐν βάθει διαθέσεις ἀκράτῳ. τὰ δὲ τῆς συνθέσεως ἔχει οὕτω. ♃ κωδύας μήκωνος ἀγρίας ἀριθμῷ ρν΄. πτέρεως πεπλυμένης λίτρας γ΄. συμφύτου κεκαθαρμένου, μανδραγόρου φλοιοῦ, ῥήου Ποντικοῦ, ῥόδων ξηρῶν, ἴριδος Χαλκηδονίας, γλυκυῤῥίζης Ποντικῆς, βαλαυστίου ἀνὰ γο γ΄. κινναμώμου δραχ. β΄. νάρδου Κελτικῆς δραχ. α΄ S". ὕδατος ὀμβρίου ξε. ιε΄. τὰ προειρημένα εἰς παχέα κόπτεται καὶ βρέχεται ἐν ἀγγείῳ διπλῷ μυρεψικῷ ἐπὶ ἡμέρας γ΄. τῇ δ’ ἐπιούσῃ ἕψεται εἰς τὸ τρίτον, ἔπειτα εἰς κυρτίδα βαλόντες ἐκθλίβομεν τὸ ὑγρὸν εἰς ἕτερον ἀγγεῖον μυρεψικὸν, τὰ δὲ ἀφεψημένα ἀποῤῥίπτομεν. ἐκ δὲ τοῦ ἀποθλιβέντος ὑγροῦ βαλόντες ὅσον ἐξαρκεῖ διαλύομεν τὰς ὑπογεγραμμένας 

σκευασίας. εἰσὶ δὲ αἵδε. κόμμεως, τραγακάνθης λευκῆς, ἑκάστου ἀνὰ λίτραν α΄. σμύρνης, γλυκυῤῥίζης χυλοῦ, ὑποκυστίδος χυλοῦ ἀνὰ γο β΄. κρόκου, μαστίχης ἀνὰ γο α΄. διαλυθέντων δὲ τούτων λεαίνομεν φιλοπόνως κατὰ μικρὸν ἐπιβάλλοντες τοῦ ἐκθλιβέντος ὑγροῦ, ἔπειτα χρώμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν οἴνῳ Σκυβελίτῃ ἢ Θηραίῳ ἢ Πραμνείῳ. ἔστωσαν δὲ ξε. κδ΄. τὸν δὲ γλυκὺν βάλλοντες εἰς ἄγγος κεραμοῦν ἕψομεν, καὶ ὅταν σχῇ μέλιτος πάχος, τούτῳ ἐπιβάλλομεν τὰ διαλυθέντα καὶ τριβέντα τῶν φαρμάκων καὶ πάλιν ἕψομεν μέχρι συστάσεως, εἶτα ἀνελόμενοι εἰς ἀγγεῖον ὑέλινον ἢ ἀργυροῦν χρώμεθα καθὰ προείρηται.

[Ἄλλη πρὸς κατάῤῥους καὶ πάσας τὰς βηχώδεις διαθέσεις.] Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν ἐντὸς οὕτως ἔγραψεν πρὸς κατάῤῥους, ᾧ ἐχρήσατο Κόμων ὁ φιλόσοφος ὠφελεῖ παραχρῆμα. ♃ πυρέθρου, κόστου ἀνὰ δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. α΄. κόψας καὶ σήσας ἀπόθου. ἐν δὲ τῇ χρήσει κέλευε παράπτεσθαι τῶν μυξητήρων καὶ τὸ φάρμακον ἀνασπᾷν. ἄλλη. ♃ πεπέρεως λευκοῦ δραχ. α΄. κνίδης σπέρματος

τὸ ἴσον, κόστου, σμύρνης, κρόκου ἀνὰ τριώβολον, σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

[Ἄλλη ἀνώδυνος Ἀντωνίου Μούσα, πρὸς κατάῤῥουν ποιοῦσα καὶ πρὸς τὴν τῆς φωνῆς ἀποκοπήν.] ♃ Ὀπίου, σμύρνης, ὑοσκυάμου σπέρματος ἀνὰ δραχ. β΄. ἕκαστον ἔμβρεχε κωνείου ἀφεψήματι καὶ λεάνας ἐπιμελῶς καὶ μίξας ἀνάπλαττε καταπότια ὀρόβου τὸ μέγεθος καὶ δίδου δύο εἰς ὕπνον ἀπερχομένοις. ἄλλη ποιεῖ αἱμοπτυϊκοῖς. ♃ ὑοσκυάμου λευκοῦ σπέρματος δραχμὰς η΄. νάρδου Ἰνδικῆς δραχμὰς στ΄. κρόκου δραχμὰς δ΄. ὀπίου, ἀμύλου, ἀνίσου ἀνὰ δραχμὰς β΄. μίλτου Λημνίας δραχμὴν μίαν, ὕδατι ἀναπλάσας, ποίει καταπότια ὀροβιαῖα τῷ μεγέθει καὶ χρῶ καθὰ προείρηται. ἄλλη ἔκλεικτος πρὸς βῆχας ἐσχάτους καὶ χρονίους. ♃ οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἕψε συνεχῶς κινῶν κλωσὶ πηγάνου καὶ δίδου μύστρον, ποιεῖ καὶ στομαχικοῖς. ἄλλη Πετεινοῦ πρὸς τὰς ἐν βάθει ἑλκώσεις καὶ διαπυήσεις. ♃ οἰνομέλιτος παλαιοῦ ξε. α΄. ἀξουγγίου παλαιοῦ γο β΄.

οἱ δὲ γο α΄. τρῖβε φιλοπόνως μετὰ τοῦ οἰνομέλιτος καὶ διαλύσας μετέρα εἰς ἄγγος κεραμεοῦν καὶ ἕψε ἐπ’ ἀνθράκων κινῶν κλωσὶ πηγάνου, καὶ ὅταν συστραφῇ, ἀπόθου εἰς ἄγγος ὑέλινον καὶ δίδου ἐκλείχειν μύστρον καθὰ προείρηται. ἄλλη Ὠριγενείας. ♃ γλυκυῤῥίζης Ποντικῆς δραχ. β΄. κνίδης σπέρματος πεφωγμένου, λίνου σπέρματος πεφωγμένου ἀνὰ δραχ. α΄. σμύρνης, κρόκου ἀνὰ ὀβολὸν, μέλιτος Ἀττικοῦ, ὕδατος ἑκάστου ἀνὰ κυάθους ἓξ, ἕψε γλυκύῤῥιζαν τῷ ὕδατι, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας τρῖβε τὰ λοιπὰ καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου ἐκλείχειν. ἄλλη. ♃ ἄρου ὀπτοῦ δραχ. α΄. ἄμμεως πεφωγμένου, στροβίλων πεφωγμένων, ἐρυσίμου πεφωγμένου ἀνὰ δραχ. α΄. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλο κοπτάριον βήσσουσιν. ♃ λινοσπέρματος πεφωγμένου καὶ κεκομμένου καὶ σεσησμένου, σταφίδος λιπαρᾶς χωρὶς τῶν γιγάρτων ἀνὰ ξε. α΄. στροβίλων πεφωγμένων, καρύων Ποντικῶν κεκαθαρμένων ἀνὰ κοτύλην α΄. πεπέρεως λευκοῦ γο β΄. σμύρνης, κρόκου ἀνὰ γο α΄. μέλιτος Ἀττικοῦ λίτρας δ΄. κόπτε ὡς χρὴ, καὶ λεάνας
ἀπόθου. τὸ δὲ λινόσπερμα ἕψε μετὰ μέλιτος, καὶ ὅταν συστραφῇ, ἐπίβαλλε τοῖς λοιποῖς καὶ μίξας ἀνάκοπτε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλο, ποιεῖ καὶ ταῖς περὶ τὸν θώρακα διαθέσεσιν. ♃ ἀλεύρου ἐρεγμινοῦ λειοτάτου πεφωγμένου κοτύλην α΄. Ἰλλυρίδος κεκομμένης γο γ΄. στροβίλων πεφωγμένων γο β΄. γλήχωνος ξηρᾶς κεκομμένης δραχ. α΄. S". κνίδης σπέρματος δραχ. α΄. πεπέρεως γο S". μέλιτος χρηστοῦ. ξε. β΄. ἕψε τὸ ἄλευρον μετὰ τοῦ μέλιτος, ἕως συστραφῇ. ἔχε δὲ καὶ λίνου σπέρματος κεκομμένου καὶ πεφωγμένου καὶ σεσησμένου κοτύλην α΄. καὶ ἐπίβαλλε. ἄλλο πρὸς βῆχα καὶ ἀναγωγὴν πνεύματος, πάνυ καλῶς ἐκκαθαῖρον. ♃ ὑσσώπου, γλήχωνος ἀνὰ γο β΄. ἴρεως, νάπυος σπέρματος, καρδαμώμου ἀνὰ γο α΄. ἀνίσου, πεπέρεως ἀνὰ γο α΄. κόψας, σήσας, ἀναλάμβανε μέλιτι ἀπέφθῳ, ἡ δόσις κοχλιαρίου καλοῦ. εἰ δὲ χειμὼν εἴη καὶ ἀπύρετος ὁ λαμβάνων, πεπέρεως γο β΄. καὶ ἀντὶ ἀνίσου μάραθρον ἢ κύμινον καὶ ἀντὶ καρδαμώμου σίνηπι διπλοῦν. καταπότιον βηχικὸν πρὸς τὰς προσφάτους διαθέσεις πανάκεια φάρμακον ἀνώδυνον καὶ ὑπνοποιὸν, ποιεῖ
αἱμοπτυϊκοῖς. ♃ στύρακος δραχ. η΄. ὀπίου, σμύρνης ἀνὰ δραχ. δ΄. γλυκεῖ διαλύσας ἀνάπλαττε καταπότια καὶ δίδου ὀρόβου μέγεθος εἰς ὕπνον ἀπερχομένοις. ἐν ἄλλαις γραφαῖς ἴσα ἔχει. ἄλλο Πλάτωνος ἐπιγραφόμενον, ὠφελεῖ παραχρῆμα. ♃ στύρακος, σμύρνης, ὀπίου, χαλβάνης, ἑκάστου· ἴσον, γλυκεῖ διαλύσας ποίει καταπότια. ἄλλο Βάσσου ἐπιγραφόμενον φάρμακον ἐπιτετευγμένον ὠφελεῖ παραχρῆμα, ποιεῖ αἱμοπτυϊκοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς. ♃ χαλβάνης, στύρακος, ἴριδος Ἰλλυρικῆς, πίτυος φλοιοῦ ἀνὰ δραχ. β΄. ἑλενίου, ὀπίου ἀνὰ δραχ. α΄. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος καὶ μελικράτου κυάθους γ΄. ἡ διὰ πρασίου, Πλάτωνος. ♃ σμύρνης, στύρακος, ὀπίου, πρασίου χυλοῦ, χαλβάνου, κρόκου ἴσα σκεύαζε καὶ χρῶ, μέλιτι ἀπέφθῳ ἀναλάμβανε. καταπότιον ἀνώδυνον φάρμακον ἐπιτετευγμένον πρὸς τὰς κεχρονισμένας διαθέσεις, ποιεῖ πρὸς κατάῤῥουν, κεφαλαλγικοῖς, δυσπνοϊκοῖς, περιπνευμονικοῖς πρὸς τὰς περὶ κύστιν καὶ μήτραν διαθέσεις. ἐπιγράφεται ἐπιτετευγμένη πανάκεια, παρὰ δέ τισιν ὁ στίχος. ♃ σμύρνης, πεπέρεως, ὀπίου, 

στύρακος, καστορίου, χαλβάνης ἴσα, γλυκεῖ ἀναλάμβανε καὶ ποίει καταπότια καὶ χρῶ. ἄλλο φάρμακον σφόδρα καλὸν, ἐπιγράφεται ἁρμονία, ποιεῖ πρὸς κατάῤῥους καὶ τοὺς ἀνυπερβλήτους ἐπισταγμούς. ♃ στύρακος, καστορίου, πεπέρεως, καρδαμώμου ἀνὰ δραχ. γ΄. ὀπίου, σμύρνης, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ δραχ. δ΄. ἀναλάμβανε γλυκεῖ καὶ ποίει καταπότια καὶ δίδου ἐρεβίνθου μέγεθος εἰς ὕπνον. ἄλλο. ♃ κρόκου, θείου ἀπύρου, σμύρνης, ὀπίου ἀνὰ δραχ. δ΄. ὑοσκυάμου λευκοῦ σπέρματος, καρδαμώμου, πεπέρεως λευκοῦ ἀνὰ δραχ. η΄. μέλιτος ἑφθοῦ γο ε΄. ἢ ὅσον ἐξαρκεῖ. ἡ χρῆσις δεδήλωται, ὡς προγέγραπται εἰς ὕπνον ἀπερχομένοις. ἡ Προξένου πρὸς βῆχας χρονίους καὶ τὰς ἄγαν κεχρονισμένας διαθέσεις καθύγρους, ἡ σύμφωνος λεγομένη. ἔστι δὲ καὶ ληξοπύρετος ἀγαθὴ, ᾗ ἐχρήσατο Ἀντώνιος Μούσας. ♃ πεπέρεως λευκοῦ, ὀπίου, καρδαμώμου ἀνὰ δραχ. η΄. κρόκου, θείου ἀπύρου, σμύρνης, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ δραχ. δ΄. μέλιτος ἀπέφθου γο στ΄. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μεθ’ ὑδρομέλιτος κυ. γ΄.

3. [Βηχικαὶ αἱ ὑπὸ Ἀνδρομάχου γραφεῖσαι ἐν τῇ τῶν ἐντὸς δυνάμεων βίβλῳ.] Γράψας ὁ Ἀνδρόμαχος βηχικὰς πολλὰς, ἐφεξῆς ἔγραψεν ἁπάσας καρούσας καὶ διὰ τοῦτο καλουμένας ὑπνοποιούς. παχύνειν δὲ αὗται τὰ λεπτὰ ῥεύματα πεφύκασιν, ξηραίνουσαί τε καὶ ψύχουσαι καὶ διὰ τοῦτο τινὲς μὲν οὐ μόνον ὄπιον, ἀλλὰ καὶ μανδραγόρας χυλὸν ἢ τῆς ῥίζης τὸν φλοιὸν ἢ ὑοσκυάμου σπέρμα, τινὲς δὲ καὶ δύο καὶ τρία καὶ πάντα ἔχουσι τὰ τοιαῦτα, καθάπερ ἄλλαι στύρακα καὶ κρόκον. εὐλόγως δὲ τούτοις ἔμιξαν ἄλλα τὰ μὲν θερμαίνοντα, τὰ δὲ μετὰ βραχείας στύψεως ἀρωματίζοντά τε καὶ ξηραίνοντα. καὶ τινα σπέρματα συνήθη, καθάπερ ἀνίσου καὶ μαράθρου καὶ σελίνου καὶ δαύκου καὶ σεσέλεως, ἀμβλύνοντά τε τὰς φαρμάκων ἀηδίας τε καὶ δυνάμεις, ἐπ’ οὖρά τε προτρέποντα. τινὰ δὲ καὶ τραχύτητας ἐκλεαίνοντα, καθάπερ τὴν τραγάκανθαν καὶ τὴν γλυκύῤῥιζαν καὶ τοὺς γλυκεῖς οἴνους. ὅσαι δὲ αὐτῶν ἧττον κατέχουσι τῶν καρωτικῶν φαρμάκων, ταύτας καὶ τοῖς φθισικευομένοις διδόασιν.

βηχικὴ ἡ διὰ δύο πεπέρεων ♃ κινναμώμου δραχμὴν μίαν, ὀποῦ μήκωνος δραχ. α΄. σμύρνης τριώβολον, πεπέρεως μέλανος τριώβολον, κόστου τριώβολον, καστορίου τριώβολον, πεπέρεως λευκοῦ τριώβολον, χαλβάνης τριώβολον, κρόκου τὸ ἥμισυ, τροχίσκους ποίει, δίδου σὺν μέλιτι ἢ γλυκεῖ. ἄλλη πρὸς βῆχας ἐξόχως ποιοῦσα, ἡ αὐτὴ καὶ ληξοπύρετος. ♃ ὑοσκυάμου σπέρματος γο S". εἰς τὸ ἀντίγραφον γο α΄. καρδαμώμου δραχ. α΄. ὀποῦ μήκωνος γο α΄. σμύρνης, θείου ἀπύρου, κρόκου ἀνὰ γο S". πεπέρεως λευκοῦ, ὡς Ἥρας γο α΄ S". μέλιτος Ἀττικοῦ τὸ ἱκανόν. ἄλλη πρὸς βῆχα ξηράν. ♃ στύρακος μέρος ἓν, μηκωνείου ἴσον, κρόκου μέρος S". ὁμοῦ συγκόψας, δίδου καταπότια. βηχικὴ ᾗ χρῶμαι ἡ τοῦ ἱερέως καλή. ♃ ὀποῦ μήκωνος δραχ. ι΄. θρίδακος σπέρματος δραχ. κ΄. καστορίου δραχ. ιη΄. οἱ δὲ δραχ. ιστ΄. πηγάνου ἡμέρου ξηροῦ δραχ. ιδ΄. λινοσπέρματος δραχ. ιστ΄. πάνακος δραχ. λστ΄. σμύρνης δραχμὰς ιδ΄. κρόκου δραχμὰς ζ΄. οἱ δὲ γο α΄. μέλιτι ἀναλάμβανε, δίδοται πρὸς δύναμιν ἡλίκον Αἰγυπτίας κυάμου μέγεθος, πυρέσσουσιν ἐν ὕδατι, ἀπυρέτοις ἐν οἴνῳ εἰς νύκτα.

[Καταπότιον βηχικὸν ᾧ χρῶμαι.] ♃ Στύρακος, σμύρνης, ὀπίου ἀνὰ δραχ. δ΄. ὀποβαλσάμου, κρόκου ἀνὰ δραχ. β΄. ὁμοῦ λεάνας ἀναλάμβανε καὶ χρῶ. πρὸς βῆχα ξηράν. ♃ γλυκείας χυλοῦ δραχμὰς β΄. στύρακος δραχ. α΄. ὀπίου, κρόκου, σμύρνης ἀνὰ τριώβολον, ἀναλάμβανε γλυκεῖ ἢ ὕδατι ἡλίκον κυάμου Ἑλληνικοῦ μέγεθος καὶ χρῶ.

[Φθισικοῖς πότιμα ᾧ χρῶμαι τὸ παρὰ Ῥιπάλου ἐν πολλοῖς χρήσιμον, Μηνοδώριος καὶ ἀμβροσία, ποιεῖ πρὸς περιοδικοὺς πυρετούς.] ♃ Νάρδου, κρόκου, σμύρνης, κόστου, κασσίας, κινναμώμου, σχίνου, πεπέρεως μέλανος καὶ λευκοῦ, καστορίου, χαλβάνης, τερμινθίνης, στύρακος, ὀποῦ μήκωνος, ὑοσκυάμου σπέρματος ἀνὰ δραχμὰς γ΄. ἀνίσου δραχ. α΄. σελίνου σπέρματος δραχ. α΄. τραγακάνθης δραχμὰς στ΄. μέλιτος τὸ ἱκανὸν, οἴνου Φαλερίνου κοτύλην α΄. τὴν τραγάκανθαν οἴνῳ τῷ αὐτάρκει βρέξον καὶ τὸ λοιπὸν μῖξον τῷ μέλιτι. ἡ δόσις πυρέσσουσι μετὰ μὲν ὑδρομέλιτος δραχ. α΄ S". ἀπαρέτοις δὲ καὶ καὶ μέλιτος γο S". καὶ ὄξους κοχλιάριον α΄. καὶ οἴνου Φαλερίνου κυάθους β΄.

[Ἀπολλωνίου ποιοῦσα πρὸς πολλὰ, μάλιστα δὲ πρὸς βῆχας ἐξόχως.] ♃ Καρδαμώμου δραχ. ιη΄. σμύρνης δραχμὰς ιβ΄. ὑοσκυάμου δραχ. ιβ΄. ὀπίου δραχμὰς ι΄. οἱ δὲ δραχ. ιβ΄. πετροσελίνου σπέρματος δραχ. ιβ΄. κρόκου δραχ. ιε΄. μανδραγόρου μήλων δραχμὰς ι΄. ζιγγιβέρεως δραχ. η΄. θείου ἀπύρου δραχ. στ΄. ἄρου δραχ. στ΄. λιβάνου δραχ. στ΄. κόστου δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. στ΄. μέλιτος Ἀττικοῦ. ἄλλη πρὸς τὰς ἐντὸς ἀποστάσεις, ἀνακαθαίρουσα καλῶς. ♃ σαγαπηνοῦ δραχ. β΄. σμύρνης δραχμὰς β΄. καρδαμώμου δραχ. δ΄. ἐν ἄλλῳ δραχ. α΄. καστορίου δραχ. α΄. πεπέρεως λευκοῦ τριώβολον, ὀπίου δραχμὰς β΄. σὺν ὕδατι ἀνάπλασσε τροχίσκους ἀνὰ ὀβολῶν δυοῖν, ἡ δόσις σὺν ὕδατι.

[Ἰσόθεος βηχικὴ καὶ πρὸς φθίσεις καὶ πάντα τὰ ἐντὸς καὶ πρὸς περιοδικά.] ♃ Νάρδου δραχ. β΄. σμύρνης δραχ. α΄. κρόκου δραχ. α΄ S". κόστου δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. χαλβάνης δραχ. α΄. ὀποβαλσάμου τρυγὸς δραχμὰς β΄. κινναμώμου δραχ. β΄. μανδραγόρου χυλοῦ δραχ. β΄. καστορίου δραχμὰς β΄. δαύκου σπέρματος δραχ. α΄ S". ὀπίου δραχ. β΄. ἀμώμου δραχ. α΄ S". κασσίας μελαίνης δραχ. α΄ S". μέλι ἑφθόν. ποιεῖ πρὸς πόνους στομάχου, 

ἥπατος, πνεύμονος, ὀφθαλμῶν, αἵματος ἀναγωγὰς, ἀποστάσεις, δυσεντερικοῖς, εἰλεώδεσι, νεφριτικοῖς, ἰσχιαδικοῖς, δυσπνοϊκοῖς, ἰσχουριῶσιν, πλευρῶν πόνοις, ὑποχονδρίων, ῥοῦν γυναικεῖον, πνίγας ὑστερικάς. θαυμαστὴ γὰρ ἡ ἀντίδοσις πρὸς θανάσιμα καὶ μετὰ τροφὴν καὶ πρὸ τροφῆς καὶ πρὸς πᾶσαν αἱμοῤῥαγίαν σὺν ψυχρῷ καὶ πρὸς ἐχιοδήκτους καὶ φαλαγγιοπλήκτους ἐν οἴνου κυάθοις τρισὶ τεταρταϊκοῖς πρὸ τῆς ὥρας δίδου ὀβολοὺς δύο σὺν οἴνου κυάθοις τρισὶ προλουσαμένοις.

[Πότιμα πρὸς βῆχας καὶ δύσπνοιαν καὶ ἄλλα πολλὰ Ἀντιπάτρου, ᾧ χρῶμαι.] ♃ Στύρακος δραχμὰς στ΄. τερμινθίνης δραχ. δ΄. ὀποπάνακος δραχμὰς β΄. χαλβάνης δραχ. β΄. ἴρεως Ἰλλυρικῆς δραχμὰς β΄. σμύρνης δραχμὰς β΄. ὑοσκυάμου σπέρματος λευκοῦ τετρώβολον, ἀφρονίτρου τετρώβολον, πεπέρεως λευκοῦ τετρώβολον, ὀπίου ὀβολοὺς ε΄. δίδου ἡλίκον Αἰγύπτιος κύαμος εἰς κοίτην, καί τινες τοῦ ὀπίου δραχ. α΄. οἱ δὲ τριώβολον.

[Ἐκλεικτὴ βηχική.] ♃ Πυρήνων στροβίλων δραχ. ιβ΄. λινοσπέρματος πεφωγμένου δραχ. η΄. τραγακάνθης δραχ. ιβ΄. φοινίκων

σαρκὸς δραχ. ιη΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιβ΄. ἀμυγδάλων γλυκέων δραχ. ιστ΄. μέλι ἑφθόν. δίδου δακτύλῳ ἐκλείχειν δὶς τῆς ἡμέρας, πρωῒ καὶ δείλης. ἐπί τινων τὴν τραγάκανθαν ὕδατι ὀμβρίῳ διαλύσας ἕψε σὺν τῷ μέλιτι πρώτην.

[Καταπότιον βηχικὸν, ὡς Κρίσπος ὁ ἀπελεύθερος.] Σμύρνα, πέπερι λευκὸν, χαλβάνη, καστόριον, στύραξ, κρόκος, ὄπιον, ἑκάστου ἴσον, τοῦ στύρακος τὸ ἥμισυ, δίδου εἰς νύκτα καταπότια β΄. βηχικὴ Σκριβωνίου. ♃ σελίνου σπέρματος δραχ. β΄. σχοίνου ἄνθους, νάρδου Κελτικῆς, στύρακος, κρόκου ἀνὰ δραχ. α΄. βαλαυστίου τριώβολον, ὀποῦ μήκωνος δραχ. δ΄. μέλιτος τὸ ἱκανὸν, δίδου κυάμου μέγεθος, ἀπυρέτοις δι’ ὑδρομέλιτος, πυρέσσουσι δι’ ὕδατος. βηχικὴ Ἀσκληπιάδου. ♃ ῥήου Ποντικοῦ, κρόκου Κιλικίου, ὀποῦ μήκωνος, ναρδοστάχυος, λιβάνου, σμύρνης ἀνὰ δραχ. α΄. νάρδου Κελτικῆς ῥίζης γο β΄. στύρακος γο γ΄. δίδοται δραχ. α΄. σὺν οἰνομέλιτι.

[Θεσπιανὴ Ἀπολλωνίου, πρὸς τὰς ἐντὸς ἀποστάσεις.] ♃ Σελίνου σπέρματος δραχ. γ΄. μηκωνείου δραχ. γ΄. μελανθίου

δραχ. γ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ζ΄. καστορίου δραχ. β΄. δαύκου σπέρματος δραχ. ζ΄. Σινωπίδος δραχ. ζ΄. ἀναλάμβανε μέλιτι Ἀττικῷ ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ μέγεθος ἐν ὕδατι.

[Καταπότιον ξηραντικὸν, πρὸς τοὺς ῥευματιζομένους τὸν θώρακα καὶ πρὸς μύλης πόνον καὶ περιοδίζοντα καὶ σκορπιοδήκτους.] ♃ Ὀποῦ μήκωνος, ὑοσκυάμου σπέρματος, ἑκάστου ἴσον, ἀνάπλασσε μετὰ γλυκέος ἢ μέλιτος ἡλίκον κύαμος ὁ Ἑλληνικὸς, δίδου εἰς νύκτα, ὕπνον ποιοῦν ὠφελεῖ.

[Ληξοπύρετος ἡ Παμφίλου μιγματοπώλου καλή.] ♃ Ὑοσκυάμου σπέρματος γο α΄. καρδαμώμου ἐξηντερισμένου γο α΄. ὀποῦ μήκωνος γο α΄. θείου ἀπύρου γο S". κρόκου γο S". σμύρνης γο S". εὐφορβίου δραχ. β΄. κόστου δραχ. γ΄. ἴρεως Ἰλλυρικῆς δραχ. γ΄. πεπέρεως λευκοῦ δραχ. δ΄ S". μέλιτος τὸ ἱκανὸν χρῶ.

[Βηχικὸν ἐπιτετευγμένον καὶ πρὸς ἄλλα πολλὰ καὶ πρὸς βῆχα ὑγρὰν καταπότιον.] ♃ Σχοίνου δραχ. στ΄. ὀπίου δραχ. δ΄. χαλβάνης δραχ. στ΄. στύρακος δραχ. δ΄. ἔστιν ἡλίκον ἀράκιον εἰς κοίτην.

[Ληξοπύρετος Δαρείου, ταύτῃ καὶ ἀντιδότῳ ἐχρήσατο πρὸς πάντα καὶ παρίσθμια καὶ βῆχας καὶ συνάγχας.] ♃ Κρόκου γο α΄. πεπέρεως γο ε΄. σμύρνης γο α΄. μηκωνείου γο α΄. λιβάνου ἴσον, ὑοσκυάμου σπέρματος ἴσον, καρδαμώμου ἴσον, κόστου δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. γ΄. ἀριστολοχίας δραχ. β΄. μέλιτι Ἀττικῷ.

[Ἄλλο πρὸς πᾶσαν βῆχα πεπειραμένον.] ♃ Ἀνίσου δραχ. α΄. κόστου τριώβολον, σμύρνης δραχ. α΄. καστορίου, χαλβάνης, πεπέρεως λευκοῦ, ὑοσκυάμου σπέρματος, ὀπίου, γλυκείας χυλοῦ ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε, ποιῶν καταπότια ἡλίκα ἐρεβίνθιον εἰς νύκτα δίδου.

[Καταπότιον πεπτικὸν, ἐκ τῶν Περιγένους, πρὸς βῆχα καὶ κατάῤῥουν.] ♃ Στύρακος ὀβολοὺς δύο, πεπέρεως κόκκους κ΄. σμύρνης δραχ. β΄ S". ὑοσκυάμου σπέρματος τετρώβολον, εὐφορβίου δραχ. β΄. ἴρεως Ἰλλυρικῆς δραχ. β΄. ὀποπάνακος δραχ. β΄. κρόκου τριώβολον, ὀπίου τριώβολον, τερμινθίνης δραχ. α΄. πεπέρεως λευκοῦ τριώβολον, χαλβάνης δραχ. β΄. λεάνας

ἀναλάμβανε τῇ χαλβάνῃ καὶ τῇ ῥητίνῃ καὶ τῷ ὀπίῳ καὶ τῷ στύρακι δίδοται πρὸς δύναμιν.

[Βηχικὴ Ἀπολλωνίου καλή.] ♃ Μαλαβάθρου φύλλων δραχ. η΄. κρόκου δραχ. στ΄. ὀποβαλσάμου δραχ. α΄. ναρδοστάχυος δραχ. α΄. ῥόδων ξηρῶν, σχοίνου ἄνθους ἀνὰ δραχ. α΄. κόστου, κασσίας, στύρακος, σμύρνης, μήου ἀνὰ δραχ. γ΄. σταφίδος καθαρᾶς δραχ. ιστ΄. μανδραγόρου χυλοῦ δραχ. στ΄. μέλιτος τὸ ἀρκοῦν. τὴν σταφίδα ἐν Κρητικῷ βρέχε γλυκεῖ νύκτα καὶ ἡμέραν, εἶτα τὰ ξηρὰ συμμίξας λέαινε καὶ τὸ μέλι μίσγε καὶ ἀποθέμενος χρῶ

[Βηχικὸν πότιμα ἐκ τῶν Ἀπολλωνίου καὶ πρὸς ῥοῦς γυναικείους.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. γ΄. σμύρνης δραχ. γ΄. κρόκου, μανδραγόρας χυλοῦ, λιβάνου ἀνὰ δραχ. γ΄. πεπέρεως λευκοῦ καὶ μέλανος ἀνὰ δραχ. δ΄. ἄγνου δραχ. γ΄. ὀπίου δραχ. γ΄. μέλιτος καὶ οἴνου Χίου τὸ ἀρκοῦν, ἡ δόσις κυάμου τὸ μέγεθος.

[Πρὸς βῆχα καὶ ἀρχομένας φθίσεις καὶ αἱμοπτυϊκοὺς καὶ ῥευματισμούς.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. δ΄. μανδραγόρας μελαίνης ῥίζης δραχ. δ΄. ῥήου δραχ. γ΄. κοραλλίου δραχ. γ΄. ὀπίου 

δραχ. γ΄. λυκίου δραχ. β΄. βαλαυστίου δραχ. γ΄. λιβάνου δραχ. ε΄. τραγακάνθης δραχ. β΄. κρόκου δραχ. γ΄. ὕδατι ἀναλάμβανε τριωβολιαίαν, δίδου αἱμοπτυϊκοῖς καὶ ἐν ὀξυκράτῳ τοῖς λοιποῖς ἐν ὕδατι.

[Πότιμα παρὰ Κλητίου Ἀβασκάνθου πρὸς φθισικευομένους, ᾧ χρῶμαι κατακόρως, ἀνεπιτήδειον δέ ἐστι πρὸς αἵματος ἀναγωγήν.] ♃ Ἀριστολοχίας δακτυλίδος δραχ. κ΄. θείου ἀπύρου δραχ. κ΄. μανδραγόρου φλοιοῦ δραχ. κ΄. λιβάνου δραχ. μ΄. γεντιανῆς δραχ. λ΄. σεσέλεως δραχ. λ΄. ὀπίου δραχ. μ΄. ὑοσκυάμου λευκοῦ σπέρματος δραχ. μ΄. σμύρνης δραχ. μ΄. κρόκου δραχ. η΄. πεπέρεως λευκοῦ κόκκους ρ΄. εὐφορβίου δραχ. ι΄. δαφνίδων δραχ. ζ΄ S". κόστου δραχ. ζ΄ S". καρδαμώμου δραχ. ζ΄. κόψας ἐν οἴνῳ εὐφόρβιον καὶ σμύρναν καὶ ὄπιον οἰνομέλιτι καὶ τὸν ὑοσκύαμον καὶ τὰ λοιπὰ κόψας ἰδίᾳ εἰς τὸ αὐτὸ μῖξον καὶ μέλιτι ἀφεψημένῳ, χρῷ μὴ προσφάτῳ τῷ φαρμάκῳ. καλῶς προσέθηκεν Ἀνδρόμαχος περὶ τούτου τοῦ φαρμάκου τὸ πρὸς τὰς αἵματος ἀναγωγὰς ἀνεπιτήδειον ὑπάρχειν αὐτὸ διά τε τὸ θεῖον ἄπυρον καὶ τὸ εὐφόρβιον. μέρος δέ τι καὶ διὰ τὰς δαφνίδας.

[Καταπότιον βηχικὸν εὐθὺς ὠφελοῦν.] ♃ Ἴρεως τριώβολον,

κρόκου Κιλικίου ὀβολὸν α΄ S". σμύρνης ὀβολοὺς β΄. κινναμώμου τετρώβολον, κασσίας τετρώβολον, ὑοσκυάμου λευκοῦ σπέρματος ὀβολοὺς β΄. μήκωνος μέλανος τοῦ σπέρματος ὀβολοὺς β΄. κωνείου σπέρματος ὀβολοὺς β΄. θρίδακος μελαίνης σπέρματος ὀβολοὺς β΄. ἀναλάμβανε τροχίσκους μετὰ γλυκέος ἀνὰ ὀβολὸν ἢ ἡμιώβολον καὶ δίδου ἐν κοτύλης γλυκέος τετάρτῳ.

[Πρὸς πᾶσαν βῆχα καὶ ῥευματισμὸν καὶ τὰ ἐντὸς ἀποστήματα, ὡς Ἀπολλώνιος.] ♃ Σαγαπηνοῦ, γεντιανῆς, σμύρνης, ὀποπάνακος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. β΄. δαφνίδων καθαρῶν δραχ. δ΄. λεῖα ἀναλάμβανε ὕδατι, ἡλίκα κύαμος Ἑλληνικὸς, δίδου ὀλίγῳ πλέον ἰσχιαδικοῖς, ἐν οἴνου κεκραμένου κυάθοις τρισίν.

[Ἄλλο πρὸς φθισικοὺς, ᾧ παρηκολούθησα παρὰ Φλαβιανοῦ Κρητός.] ♃ Ὑποκυστίδος χυλοῦ δραχ. η΄. σμύρνης δραχ. η΄. καστορίου δραχ. στ΄. λιβάνου δραχ. η΄. ῥοῦ χυλοῦ δραχ. θ΄. σαγαπηνοῦ δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. η΄. ἀνίσου δραχ. θ΄. σελίνου σπέρματος δραχ. η΄. ὀποῦ πάνακος δραχ. ε΄. σπέρματος ὑοσκυάμου δραχ. η΄.

στύρακος δραχ. η΄. κρόκου δραχ. ι΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. α΄. σπέρματος δαύκου δραχ. η΄. πρασίου δραχ. α΄. μανδραγόρου φλοιοῦ δραχ. ι΄. πεπέρεως μακροῦ δραχ. η΄. καὶ λευκοῦ δραχ. ε΄ S". περιστερεῶνος ὑπτίου δραχ. α΄. μέλιτι ἑφθόν.

[Καταπότιον λευκὸν, ὡς Πρύτανις καὶ Ἀπόλλων.] ♃ Σμύρνης, ὑοσκυάμου σπέρματος λευκοῦ, ὀπίου, στύρακος, ἴσον ἑκάστου ἀνάπλασσε ἡλίκα ἂν καταπίνειν δύνωνταί τινες, ἀναλάμβανε ἢ σταφίδι ἢ γλυκεῖ ἢ φοίνικι.

[Καταπότιον βηχικὸν, ἐκ τῶν Περιγένους.] ♃ Ὑοσκυάμου σπέρματος, καστορίου, σμύρνης, στύρακος, ὀπίου, ἑκάστου ἴσον ἡλίκον ἐρεγμὸν, δίδου σὺν γλυκεῖ ἢ μελικράτῳ.

[Καταπότια πρὸς ὑγρὰν βῆχα, ἐκ τῶν Περιγένους.] ♃ Στύρακος, χαλβάνης, ἀμμωνιακοῦ θυμιάματος, καστορίου, ὀπίου, ἴσον ἑκάστου, ἀνάπλασσε ὀροβιαῖα, δίδου δύο.

4. [Περὶ αἵματος ἀναγωγῆς.] Τῆς ἀναγωγῆς τοῦ αἵματος ὁ πρῶτος μὲν κίνδυνός ἐστι κατ’ αὐτὴν τὴν

ἄμετρον κένωσιν, ἡ δὲ μετὰ τὴν ἐποχὴν αὐτοῦ θεραπεία, τῆς μὲν κατὰ ἀναστόμωσιν ἀγγείου γενομένης ἐκ τοῦ κλεισθῆναι τὸ ἀνευρυσμένον. τῆς δὲ κατὰ ῥῆξιν ἐκ τοῦ κολληθῆναι, καθάπερ γε καὶ τῆς κατὰ διάβρωσιν ἐξ ἀναθρέψεως τῶν διαβρωθέντων. σφίγγεται μὲν οὖν τὸ ἀνεστομωμένον ὑπὸ τῶν στυφόντων, κολλᾶται δὲ τὸ ἐῤῥωγὸς ὑπό τε τούτων αὐτῶν, ὅσα τε μιγνυμένων αὐτοῖς συντίθεται τῶν ξηραινόντων χωρὶς δήξεως καὶ τῶν κολλῶδες ἐχόντων τι, καθάπερ ἥ τε Λημνία σφραγὶς καὶ Σάμιος ἀστὴρ, ἀνατρέφεται δὲ τὰ διαβρωθέντα ὑπὸ τῶν εὐχύλων τροφῶν καὶ τῶν σαρκωτικῶν ὀνομαζομένων φαρμάκων, ὧν ἡ δύναμις εἴρηται κατὰ τὸ δεύτερον γράμμα τῆς πραγματείας τῆσδε. κατὰ πρῶτον μὲν οὖν λόγον ἐκ τοιούτων συντίθεται τὰ πρὸς τὴν θεραπείαν τῆς ἀναγωγῆς τοῦ αἵματος ἁρμόζοντα φάρμακα, κατὰ δεύτερον δὲ ἐπὶ τῶν ἐκ πνεύμονος ἢ θώρακος ἢ ἀρτηρίας ἢ λάρυγγος ἀναγομένων, ἐπιμιγνυμένων τοῖς εἰρημένοις ἐν τῇ συμμετρίᾳ τῶν θερμῶν τε καὶ λεπτομερῶν, ἅπερ

ἐναντιώτατα ταῖς εἰρημέναις τρισὶ διαθέσεσίν ἐστιν, ἀναστομώσει, ῥήξει, διαβρώσει. τίνος οὖν ἕνεκα μίγνυται; τῆς ἀναδόσεως αὐτῶν δηλονότι. τὰ γὰρ στύφοντα καὶ γλίσχρα τὰς ἑαυτῶν ὁδοὺς ἀποκλείοντα δεῖται δυνάμεως τῆς παρασκευαζούσης αὐτοῖς τὰς ὁδούς. ὅταν δ’ ἢ ἐκ τῶν κατὰ τὸν στόμαχον ἢ τὴν κοιλίαν τόπων ἤ τινος τῶν ἐντέρων ἡ ἀναγωγὴ γίνηται τῆς τῶν τοιούτων μίξεως φαρμάκων οὐ γίνεται χρεία. τούτοις δ’ οὖ πάλιν ἐναντιώτατόν ἐστι γένος φαρμάκων τῶν εἰς τοσοῦτον ψυχόντων, ὡς ναρκοῦν τὴν διάθεσιν καὶ αὐτὰ δὲ μίγνυται τοῖς πρὸς αἱμοπτυϊκοὺς ἁρμόττουσιν, ὕπνον τε καρώδη φέροντα χρησιμώτατα γενόμενα τοῖς ὑπὸ βηχὸς σπαραττομένοις, ἱστάντα τῇ ψύξει τὸ φερόμενον ἐπὶ τὸ πεπονθὸς ἀγγεῖον αἷμα. οὗτοι μὲν οἱ σκοποὶ τῆς συνθέσεως, ἡ δὲ εὐπορία τῆς ὕλης τῶν ἤδη πεῖραν ἱκανὴν δεδωκότων φαρμάκων τοῖς ἔμπροσθεν ἡμῶν περὶ τὸ φαρμακευτικὸν μέρος τῆς τέχνης σπουδάσασιν ἐφεξῆς εἰρήσεται.

[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα πρὸς αἵματος 

ἀναγωγήν.] Πρῶτον ἐν αὐτοῖς ἔγραψε φάρμακον ὡδί πως. πρὸς αἵματος ἀναγωγὴν, ὡς ἐγὼ κέχρημαι. ♃ ἀκακίας δραχ. δ΄. ῥόδων ξηρῶν δραχ. η΄. βαλαυστίου δραχ. η΄. κόμμεως δραχ. β΄. τραγακάνθης δραχ. α΄. μεθ’ ὕδατος τροχίσκους ποίει ἀνὰ δραχ. α΄. δίδου ἐν ὀμβρίῳ ὕδατι. ἄλλο Ἀπολλωνίου. ♃ ὑοσκυάμου σπέρματος δραχ. η΄. ἀπίου δραχ. δ΄. λιβάνου δραχ. η΄. γῆς Σαμίας δραχ. δ΄. ἀμύλου δραχ. β΄. μίλτου Λημνίας δραχ. β΄. εἰ δὲ μη, Σινωπικῆς δραχ. γ΄. κοραλλίου δραχ. δ΄. κόστου δραχ. δ΄. βαλαυστίου ἄνθους τριώβολον. οἱ δὲ δραχ. β΄. πολυγόνου χυλῷ ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου μετὰ ψυχροῦ ὕδατος. τινὲς καὶ κωνείου σπέρματος δραχ. β΄. προσβάλλουσιν. ἄλλο ᾧ χρῶμαι. ♃ κυτίνων δραχ. στ΄. ἀκάνθης Αἰγυπτίας δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. δ΄. ὑποκυστίδος δραχ. στ΄. βαλαυστίου δραχ. στ΄. ἀκακίας δραχ. στ΄. λυκίου Ἰνδικοῦ δραχ. δ΄. σμύρνης δραχ. β΄. ἀναλάμβανε μύρτων ἀφεψήματι ἀνὰ δραχ. α΄. πότιζε τῷ αὐτῷ ἀφεψήματι. ἄλλη αἱμόστασις. ♃ κρόκου Κιλικίου, σμύρνης, ἴρεως, νάρδου Ἰνδικῆς, λιβάνου, ἀκακίας ἀνὰ γο α΄. ὀποῦ

μήκωνος, κόστου, πεπέρεως ἀνὰ γο S". ῥόδων ξηρῶν γο δ΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος.

[Ἄλλη ἀῤῥευμάτιστος πρὸς τὰ ἐντὸς ῥεύματα καὶ παρισθμίων καὶ σταφυλῆς [καὶ ἀρτηρίαν ἡλκωμένην ἀναγαργαριζομένη καὶ αἵματος ῥύσιν ἐν ὕδατι ψυχρῷ, τοῖς δὲ πλείοσι σὺν ὀξυκράτῳ καρύου Ποντικοῦ μέγεθος. ἁρμόζει δὲ πρὸς τοὺς αἷμα οὐροῦντας καὶ γυναικείους ῥοῦς καὶ πινομένη καὶ προστιθεμένη.] ♃ Σμύρνης γο α΄. νάρδου Ἰνδικῆς γο α΄. κινναμώμου γο α΄. λιβάνου γο α΄. κρόκου γο S". πεπέρεως δραχ. δ΄. ἀκακίας χυλοῦ δραχ. δ΄. κόστου δραχ. δ΄. στύρακος δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς γο β΄. ῥόδων ξηρῶν γο β΄. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλη ἀῤῥευμάτιστος ἐκ τῶν Γάλλου, ποιοῦσα πρὸς αἵματος ἀναγωγὴν καλή. ♃ κρόκου, σμύρνης, ἴρεως, νάρδου Συριακῆς, κασσίας μελαίνης, ῥοῦ Ποντικοῦ ἀνὰ δραχ. α΄. στύρακος, πεπέρεως λευκοῦ ἀνὰ γο S". ῥόδων ξηρῶν γο ε΄. λείοις παράχει μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μετὰ κυ. γ΄.

[Ἄλλη πρὸς αἱμοπτυϊκοὺς, ἐκ τῶν Ἀπολλωνίου.] ♃ Ὑποκυστίδος χυλοῦ δραχ. ιβ΄. βαλαυστίου, ἀκακίας, κυτίνων ἀνὰ δραχ. ιβ΄. κηκίδος δραχ. ιβ΄. ὀποῦ μήκωνος δραχ. στ΄. κρόκου δραχ. στ΄. ἀνάπλαττε τροχίσκους τριωβολιαίους.

[Ἄλλη πρὸς αἱμοπτυϊκούς.] ♃ Ὀποῦ μήκωνος ὀβολὸν α΄. κόμμεως ὀβολοὺς β΄. ἀμύλου τριώβολον ἐν ὕδατι δίδου.

[Ἄλλη πρὸς αἵματος ἀναγωγὴν καὶ πᾶσαν αἱμοῤῥαγίαν δι’ ὕδατος πινομένη.] ♃ Ὀποῦ μήκωνος δραχ. α΄. κινναμώμου δραχ. α΄. καστορίου δραχ. α΄. κόστου, πεπέρεως μακροῦ καὶ στρογγύλου, σμύρνης ἀνὰ τριώβολον, κρόκου ὀβολὸν καὶ ἡμιώβολον, κοραλλίου ὀβολοὺς β΄. βαλαυστίου δραχμὰς β΄. ἀνίσου δραχ. α΄. κόμμεως δραχ. α΄. λεάνας ἀνάπλασσε τροχίσκους καὶ χρῶ. ἄλλο πρὸς αἵματος ἀναγωγήν. ♃ μίλτου Σινωπικῆς δραχμὰς δ΄. λιβάνου δραχμὰς η΄. ἀνίσου δραχ. α΄. κωνείου σπέρματος δραχμὰς δ΄. ὀποῦ μήκωνος δραχ. δ΄. λίθου αἱματίτου δραχμὰς δ΄. ὑοσκυάμου σπέρματος δραχμὰς η΄. γῆς Σαμίας δραχμὰς γ΄. δι’ ὕδατος νήστει δίδου τὸ φάρμακον. ἄλλο. ♃ ὑποκυστίδος χυλοῦ δραχ. α΄. ὀπίου τριώβολον, βαλαυστίου

δραχ. α΄. ἀκακίας δραχ. α΄. σὺν ὕδατι ἄλλη πρὸς αἵματος ἀναγωγὴν, ὡς Ἡρόφιλος. ♃ συμφύτου ῥίζης γο γ΄. γῆς ἀστέρος γο α΄. λιβάνου γο β΄. βαλαυστίου γο α΄. ὑποκυστίδος χυλοῦ γο α΄. κρόκου τριώβολον, σμύρνης δραχμὰς β΄. ὀπίου δραχ. α΄. μίλτου Λημνίας γο γ΄. καὶ τριώβολον, κόμμεως δραχ. α΄. χυλῷ πολυγόνου ἢ ἀρνογλώσσου ἀναλάμβανε. ἄλλο πρὸς αἱμοπτυϊκοὺς, ἀπ’ ἀγαθοῦ καθηγητοῦ. ♃ βαλαυστίου δραχμὰς β΄. ἀκακίας δραχμὰς β΄. τραγακάνθης δραχ. δ΄. ὑποκυστίδος χυλοῦ δραχ. δ΄. ῥόδων ἄνθους δραχμὰς δ΄. ὀπίου δραχ. β΄. λιβάνου δραχμὰς γ΄. σμύρνης δραχ. β΄. ὑοσκυάμου σπέρματος τετρώβολον, ἀναλάμβανε πολυγόνου χυλῷ. ἄλλο πρὸς αἵματος ἀναγωγὴν, ὡς Ἀκάκιος. ♃ γῆς Σαμίας δραχμὰς δ΄. κοραλλίου δραχ. δ΄. μίλτου Σινωπικῆς δραχ. β΄. βαλαυστίου τριώβολον, ὀπίου δραχ. δ΄. ἀμύλου δραχμὰς ιβ΄. λιβάνου δραχ. η΄. ὑοσκυάμου σπέρματος δραχ. η΄. πολυγόνου χυλῷ ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου ἐν ὀξυκράτῳ, ἐὰν ῥεῦμα εἴη πολὺ, σὺν λεκίθῳ ὠῶν ὀπτῶν καὶ ἀρνογλώσσου χυλῷ. ἄλλο πρὸς αἱμοπτυϊκοὺς καὶ δυσεντερικούς. ♃ ῥόδων ἄνθους, ὀπίου, ἀκακίας,

κόμμεως, βαλαυστίου, ὑποκυστίδος ἀνὰ γο γ΄. κηκίδος γο β΄. ἀρνογλώσσου σπέρματος καὶ χυλοῦ ἀνὰ γο β΄. λυκίου Ἰνδικοῦ γο α΄. ῥόδων χυλοῦ γο α΄. ἀναλάμβανε τροχίσκους ἀνὰ δραχ. α΄. τινὲς καὶ ὀμφακίου γο S". καὶ ἐνίεται δυσεντερικοῖς. ἄλλο πρὸς αἱμοπτυϊκοὺς Καρτεροῦ εὐτονώτατον. ♃ κωνείου σπέρματος δραχ. β΄. ὑοσκυάμου σπέρματος δραχ. α΄. ἀμύλου δραχ. α΄. νάρδου τριώβολον, μίλτου Λημνίας ὀβολοὺς γ΄. οἱ δὲ τετρώβολον, ἀνίσου τετρώβολον, οἱ δὲ τριώβολον, κρόκου ὀβολοὺς γ΄. δίδου μετὰ λεκίθου ὀπτῆς, μεθ’ ὕδατος γαλακτώδους κυάθων γ΄. ποιεῖ καὶ πρὸς κατάῤῥους.

[Ἄλλο πρὸς αἱμοπτυϊκοὺς, Μάγνου Φιλαδελφέως.] ♃ Κοραλλίου ὀβολοὺς β΄. ἀστέρος Σαμίου τετρώβολον, πολυγόνου χυλοῦ κυάθους στ΄. δίδου τὸ ὅλον πόσεις δύο.

[Ἡ χρῆσις τῶν προειρημένων Ἀνδρομάχου φαρμάκων.] Ἤδη μὲν ἦν δῆλον, ἐξ ὧν ἔγραψα κατὰ τὴν ἀρχὴν τοῦ περὶ τῶν αἱμοπτυϊκῶν λόγου, περὶ τῆς χρήσεως τῶν προγεγραμμένων φαρμάκων, ἕνεκα δὲ σαφηνείας ἐπαναλήψομαι καὶ νῦν 

τὸ πρῶτον ἁπάντων γεγραμμένον, ἐξ ἀκακίας καὶ ῥόδων ξηρῶν καὶ βαλαυστίου καὶ κόμμεως καὶ τραγακάνθης συγκείμενον. εὔδηλον δ’ ὅτι τὴν μὲν ἀκακίαν καὶ τὰ ῥόδα καὶ τὸ βαλαύστιον ἔχει στῦφόν τι γλίσχρον τε καὶ κολλητικὸν, τό τε κόμμι καὶ τὴν τραγάκανθαν. οὐκοῦν οὐχ οἷόν τε αὐτὸ μέχρι θώρακός τε καὶ πνεύμονος ἀνενεχθῆναι ἰδίως, οὐδὲν ἔχοντι τῶν ποδηγησάντων τὰ στύφοντα καὶ γλίσχρα. πρὸς τούτοις γὰρ ἔτι καὶ μέλιτος οὐδὲν ὅλως αὐτῷ προσέθηκεν ὁ συνθεὶς, ἀλλὰ δι’ ὕδατος ὀμβρίου, στυπτικήν τινα καὶ αὐτοῦ δύναμιν ἔχοντος. ἥ τε σύνθεσις αὐτοῦ καὶ ἡ δόσις, ὥστε πρὸς τὰς ἐκ στομάχου καὶ γαστρὸς ἀναγωγὰς τοῦ αἵματος ἁρμόσαι. εἰ δὲ δυνατόν ἐστι καὶ ἐκ νήστεως ἀνενεχθῆναί τι διὰ ναυτίας, καὶ πρὸς τοῦτο γενήσεται χρήσιμον. ἔμπαλιν δὲ τῷ προγεγραμμένῳ φαρμάκῳ τὸ πέμπτον τῇ τάξει γεγραμμένον καὶ τὸ ἔνατον ἔχει σύνθεσιν, ἐπιμεμιγμένου αὐτοῖς κινναμώμου καὶ πεπέρεως καὶ κόστου καὶ σμύρνης. τὰ δὲ ἄλλα πάντα μέσα πως τούτων ἐστὶ,

μήτ’ ἀκριβῶς στύφοντα κατὰ τὴν ὅλην σύνθεσιν, οὔτ’ ἰσχυρῶς τοῖς θερμαίνουσι κεχρημένα. τὸ δὲ ὄπιον καὶ ὑοσκύαμον καὶ τὸ τοῦ κωνείου σπέρμα μάλιστα μὲν ἐν τοῖς ὑπὸ βηχὸς σπαραττομένοις ἢ διὰ κατάῤῥουν ἢ ἄλλως ἐστὶν ἐπιτήδεια καὶ πᾶσι δὲ τοῖς ὁπωσοῦν αἱμοπτυϊκοῖς· ὥστ’ ἔξεστιν αὐτὰ μιγνύναι καὶ τοῖς ἐκ τῶν θρεπτικῶν ὀργάνων ἀνάγουσι τὸ αἷμα καὶ τοῖς ἐκ τῶν πνευματικῶν.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς αἱμοπτυϊκοὺς, αὐτοῖς ὀνόμασιν.] Πρὸς αἵματος ἀναγωγήν. ♃ συμφύτου ῥίζης γο στ΄. βαλαυστίου ὁλκὰς δύο ἢ δραχ. α΄. ὕδατος ξε. α΄. ἕψε εἰς τὸ τρίτον, καὶ τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τούτῳ ἀμύλου ὁλκὴν ἢ δραχ. α΄. κόμμεως Θηβαϊκοῦ τὸ ἴσον καὶ δίδου πίνειν. ἄλλο. ♃ σικύων ἡμέρων λίτραν α΄. εἰς λεπτὰ κατατέμνων καὶ ὕδατος ποτίμου ἐπιβάλλων ξε. α΄. ἕψε εἰς τὸ γ΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας τούτῳ κατάπασσε γῆς Σαμίας δραχ. α΄ S". καὶ δίδου πίνειν.

[Χαριξένους φάρμακον ἐπιτετευγμένον.] ♃ Πολυγόνου

ῥίζης χειροπληθὲς, συμφύτου ῥίζης τὸ ἴσον, ῥοῦ ἐρυθροῦ ὀξύβαφον, ὕδατος ξε. γ΄. ἕψε εἰς τὸ γ΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας δίδου κύαθον καὶ κόμμεως λειοτάτου δραχ. α΄.

[Ἀῤῥαβιανοῦ τὸ λεγόμενον Ποντικόν.] ♃ Ἄρκου σταφυλῆς λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου. ἄλλο. ♃ μόρων ἐρυθρῶν μηδέπω πεπείρων λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου. ἄλλο ♃ κράνου καρποῦ λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ποίει ὡσαύτως. ἄλλο. ♃ φοινικοβαλάνων Θηβαϊκῶν λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τοῖς ἀποτεθλιμμένοις, καὶ πάντα μίξας ἕψε εἰς τὸ τρίτον καὶ εἰς ἄγγος κεραμεοῦν βαλὼν ἀπόθου. ἐκ τούτου δίδου κύαθον ἕνα πρὸ τροφῆς, τὸ φάρμακόν ἐστι σφόδρα καλὸν καὶ παλιγγενεσίας κωλυτικόν. δεῖ μέντοι ἕκαστον ἰδίῳ σκευάζειν καιρῷ καὶ πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν ἀποτίθεσθαι. περὶ ἄρκου στυφυλῆς. ἡ δὲ λεγομένη

ἄρκου σταφυλὴ ἐν Πόντῳ γίνεται, φυτόν ἐστι χθαμαλὸν καὶ θαμνῶδες. φύλλα δὲ ἔχει ὅμοια μεμαικύλῳ, καρπὸν φέρει ἐρυθρὸν καὶ στρογγύλον, αὐστηρὸν τῇ γεύσει, τοῦτον καλοῦσιν ἄρκου σταφυλήν.

[Καταπότιον αἱμοπτυϊκοῖς.] ♃ Φλοιοῦ λιβάνου, γῆς Σαμίας, ἀμύλου ἀνὰ δραχ. δ΄. κόψας καὶ σήσας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον ἓν καὶ ὕδατος ψυχροῦ κύαθον α΄. ἄλλο. ♃ βαλαυστίου, γῆς Σαμίας, φλοιοῦ λιβάνου, κόμμεως, ἑκάστου τὸ ἴσον, κόψας καὶ σήσας δίδου καθὰ προείρηται.

[Πρὸς αἵματος ἀναγωγὴν Ἀμαράντου, ἐκλεικτὸν φάρμακον ἐπιτετευγμένον.] ♃ Οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ ἀνακόψας καὶ θεὶς ἐπ’ ἀνθράκων ἕψε καὶ ὅταν σχῇ ἀρτηριακῆς τὸ πάχος, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι καὶ τούτῳ κεκομμένα καὶ σεσησμένα ἐπίβαλλε κόμμεως κοχλιάρια δ΄. βαλαυστίου, λιβάνου, γῆς Σαμίας ἀνὰ δραχ. β΄. καὶ πάλιν ἐπιθεὶς εἰς τὸ πῦρ καὶ θερμάνας ἀπόθου καὶ δίδου ὁμοίως

καθὰ προείρηται. ἄλλη, Ὠριγενείας. ♃ γεντιανῆς χυλοῦ, συμφύτου χυλοῦ, βαλαυστίου, ἑκάστου ἀνὰ δραχ. η΄. κρόκου, σμύρνης, γλυκυῤῥίζης χυλοῦ ἀνὰ δραχ. δ΄. προτρόπου ἢ Θηραίου ἢ Σκυβελίτου ξε. στ΄. σκεύαζε καὶ δίδου καθὰ προείρηται.

[Καταπότια πρὸς αἵματος ἀναγωγὴν ἀνώδυνα, οἷς ἐχρήσατο Χαριξένης.] ♃ Ὑποκυστίδος χυλοῦ, βαλαυστίου, ὀπίου ἀνὰ δραχ. δ΄. ἀναλάμβανε οἴνῳ μυρτίτῃ καὶ ποίει καταπότια καὶ δίδου τὸ πλῆθος τριώβολον. ἐν ἄλλαις γραφαῖς ἔχει ὀπίου δραχ. β΄. ἄλλο. ♃ ὑποκυστίδος χυλοῦ, ἀκακίας χυλοῦ, ῥοὸς Συριακοῦ χυλοῦ ἀνὰ δραχ. δ΄. βαλαυστίου, ὀπίου, κόμμεως ἀνὰ δραχ. δ΄. οἴνου μυρτίτου τὸ αὔταρκες. ἡ χρῆσις δεδήλωται.

[Τροχίσκος αἱμοπτυϊκὸς, φάρμακον ἐπιτετευγμένον, ἐπιγράφεται τὸ τρυφερόν.] ♃ Ἀμύλου, βαλαυστίου, γῆς Σαμίας, ὑποκυστίδος χυλοῦ, κόμμεως, κρόκου, ὀπίου ἀνὰ δραχμὰς δ΄. χυλῷ ἀρνογλώσσου δίδου ἀνὰ δραχ. α΄. τὸ ὑγρὸν κατάλληλόν ἐστι τῇ διαθέσει. ἄλλο. ♃ ἀμύλου δραχ. δ΄. γῆς Σαμίας, 

ὑποκυστίδος ἀνὰ δραχ. β΄. ὀπίου, κρόκου, βαλαυστίου, τραγακάνθης ἀνὰ δραχ. α΄. χυλοῦ ἀρνογλώσσου.

[Τροχίσκος ὁ δι’ ἠλέκτρου. ποιεῖ αἱμοπτυϊκοῖς, βήττουσι χρονίως καὶ προσφάτως, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ἐμπνευματουμένοις. ἔστι δὲ καὶ ὠτικὴ ἀγαθή.] ♃ Ψυλλίου καθαροῦ δραχ. με΄. ἴρεως Ἰλλυρικῆς, μαστίχης, ἠλέκτρου ῥινήματος, κρόκου ἀνὰ δραχ. λ΄. ὀπίου δραχ. ιε΄. τὸ ψύλλιον βαλὼν εἰς θερμὸν ὕδωρ ἔα βρέχεσθαι καὶ ὅταν γλίσχρον καὶ κολλῶδες γένηται τὸ ὕδωρ, ἔκθλιβε τὸ ὑγρόν· ἐκ τούτου σκευάσας τὸ φάρμακον ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον εἰς ὕπνον ἀπερχομένοις. ἔστω δὲ τοῦ ὕδατος ξε. γ΄. ἐν ἄλλαις γραφαῖς ἐμβρέχεται τὸ ψύλλιον ἐπὶ ἡμέρας γ΄. εἶθ’ ἕψεται ἕως ἀναβράσῃ τρὶς, εἶτα αἴρεται ἀπὸ τοῦ πυρὸς καὶ πάλιν ἐᾶται ἐπὶ τρεῖς ἡμέρας, καὶ τότε τὸ ὑγρὸν χωρίζεται πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν.

[Ὁ τοῦ Νεαπολίτου τροχίσκος, ποιεῖ αἱμοπτυϊκοῖς,

ἐμπυϊκοῖς, φθισικοῖς, ῥευματικαῖς διαθέσεσιν.] ♃ Ὑοσκυάμου λευκοῦ σπέρματος, μανδραγόρου χυλοῦ ἀνὰ δραχ. ε΄. λιβάνου ἄῤῥενος, ὀπίου Σπανοῦ, στύρακος, πυτίας νεβροῦ ἀνὰ δραχ. ι΄. μαστίχης δραχ. κ΄. ἠλέκτρου ῥινήματος, ἴρεως Ἰλλυρικῆς, κρόκου ἀνὰ δραχ. λ΄. ψυλλίου δραχ. με΄. ὕδατος ξε. γ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ὁ διὰ τοῦ κοραλλίου, ὡς Νικήρατος. ♃ κοραλλίου, γῆς Σαμίας ἀνὰ δραχ. η΄. βαλαυστίου, ἀμύλου, Λημνίας ἀνὰ δραχ. δ΄. ὑοσκυάμου λευκοῦ σπέρματας, ὀπίου, ὑποκυστίδος ἀνὰ δραχ. β΄. ἀναλάμβανε χυλῷ ἀρνογλώσσου καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου.

[Διοκλέους Χαλκηδονίου.] ♃ Κοραλλίου δραχ. η΄. ὑποκυστίδος χυλοῦ, βαλαυστίου,, ἀκακίας χυλοῦ, ῥοῦ Ποντικοῦ, γῆς Σαμίας, ὀπίου, λιβάνου, συμφύτου χυλοῦ, ἑκάστου ἀνὰ δραχμὰς β΄. χυλοῦ ἀρνογλώσσου.

[Τὸ Ἀφροδισιακὸν κλείδιον, φάρμακον ἐπιτετευγμένον, ποιεῖ αἱμοπτυϊκοῖς, κοιλιακοῖς, δυσεντερικοῖς καὶ τοῖς τὸν στόμαχον ῥευματιζομένοις.] ♃ Κυτίνων, ἀκάνθης Αἰγυπτίας, βαλαυστίων, ὑποκυστίδος χυλοῦ, ἀκακίας χυλοῦ

ἀνὰ δραχ. στ΄. λυκίου, ῥᾶ Ποντικοῦ, ὀπίου ἀνὰ δραχ. δ΄. σμύρνης δραχ. β΄. κόψας καὶ σήσας ἐπιμελῶς, ἀναλάμβανε μύρτων ἀφεψήματι καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου πρὸς δύναμιν μετὰ ἀφεψήματος ῥόδων ἢ μύρτων ἢ ὕδατος ψυχροῦ, σπόγγοις ἔξωθεν χρώμενος ὀξυκράτῳ δεδευμένοις. ὅταν δὲ ἐπιστῇ τὸ ῥεῦμα, ἐπίχριε τὸ στῆθος ἢ τοὺς ῥευματισθέντας τόπους, ὀμφακίῳ ὄξει διαλελυμένῳ, χλιανθέντι ἐπιποσὸν ἐπὶ θερμοσποδίας ἄχρι συστάσεως.

[Φιλίππου φάρμακον ἐπιτετευγμένον, δυσεντερικοῖς καὶ αἱμοπτυϊκοῖς.] ♃ Βαλαυστίου, ἀκακίας, ὑποκυστίδος χυλοῦ, ὀπίου, ῥοῦ, λιβάνου, σμύρνης, κρόκου, κηκίδος, λυκίου, ἀλόης, ῥᾶ Ποντικοῦ, μύρτων μελάνων, σιδίων ἀνὰ δραχ. δ΄. ἀναλάμβανε οἴνῳ Ἰταλικῷ καὶ ποίει τροχίσκους τριωβολιαίους, δίδου ἀπυρέτοις μετ’ οἴνου, πυρέττουσι μεθ’ ὕδατος.

5. [Ἀνώδυνοι τοῖς φθινώδεσιν ἁρμόττουσαι καὶ τοῖς ἀνάγουσιν αἷμα καὶ ἄλλοις τισὶν ἄνευ τῶν κωλικῶν.] Ἐπὶ μὲν τῶν αἷμα ἀναγόντων, μηδέπω δὲ ἀκριβῶς ἐχομένων

φθόῃ τὸ γένος τοῦτο τῶν ἀνωδύνων φαρμάκων, οἱ πρὸ ἡμῶν συνέθεσαν ἁρμόττον καὶ τοῖς ἀνάγουσιν αἷμα καὶ τοῖς ἅμα τε τοῦτο πάσχουσι καὶ ἤδη φθινώδεσι καὶ πρὸς ἄλλας ὀδύνας τε καὶ διαθέσεις, ὅσαι κατά τε πνεύμονας καὶ ἀρτηρίαν καὶ θώρακα καὶ ἄλλα τινὰ μόρια συνίστανται ἄνευ τῶν κωλικῶν. διαφέρουσι γὰρ αὗται τῶν ἰδίως κωλικῶν ὀνομαζομένων τῇ μίξει τῶν ἀρωμάτων τε καὶ σπερμάτων εὐωδῶν τε καὶ οὐρητικῶν. αἱ γάρ τοι κωλικῶν δυνάμεις σφοδρότεραι τούτων εἰσὶν, ἐπικρατοῦσαν ἔχουσαι τὴν ναρκωτιτὴν δύναμιν ἐκ τοῦ πλήθους τῶν ψυκτικῶν φαρμάκων, ὁποῖόν ἐστιν ὑοσκυάμου τε σπέρμα καὶ κώνειον καὶ ὁ τῆς μήκωνος ὀπὸς ὅ τε φλοιὸς τῆς ῥίζης τοῦ μανδραγόρου. χρῆσθαι δὲ αὐτοῖς ἐπὶ τῶν κωλικῶν ἀναγκαζόμεθα διὰ τὸ μέγεθος τῆς ὀδύνης.

[Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι πρὸς τὰς εἰρημένας διαθέσεις ἀνώδυνοι.] Ἀνώδυνον πρὸς πάντα τὰ ἐντὸς καὶ πλευρίτιδας, ᾗ χρῶμαι. ♃ πάνακος ῥίζης, δαύκου σπέρματος ἀνὰ δραχ. δ΄. καστορίου δραχ. δ΄. οἱ δὲ δραχ. β΄. ὑοσκυάμου

σπέρματος, ὀπίου ἀνὰ δραχ. δ΄. οἱ δὲ δραχ. β΄. μέλιτος ἱκανὸν, δίδου τριώβολον, σὺν ὕδατος κυ. γ΄. ἄλλη ἀνώδυνος Μαρκελλίνου. ♃ ἀνίσου δραχ. β΄. ὑοσκυάμου σπέρματος δραχ. β΄. μηκωνείου δραχ. α΄. σελίνου σπέρματος δραχμὰς β΄. κρόκου τετρώβολον, ῥόδων ξηρῶν δραχ. α΄. σμύρνης δραχ. α΄. ἀμώμου δραχ. α΄. λεῖα σὺν ὕδατι, ἀνάπλασσε τροχίσκους λβ΄. δίδου εἰς κοίτην σὺν ὕδατος κυ. β΄. ἢ γ΄. ἄλλη ἀνώδυνος ἡ διὰ σπερμάτων. ♃ σελίνου σπέρματος δραχ. η΄. ἄμμεως δραχ. η΄. ἀνίσου δραχ. δ΄. μαράθρου δραχ. δ΄. ὀπίου δραχ. β΄. κασσίας μελαίνης δραχ. β΄. σὺν ὕδατι τροχίσκους ἀνάπλασσε τριωβολιαίους, δίδου μετὰ γλυκέος κοτύλης ἑκκαιδεκάτου ἢ ὕδατος. ἄλλη ἀνώδυνος Ἀχιλλᾶ παρακεντητοῦ. ♃ ἀνίσου δραχ. η΄. ἄμμεως δραχ. η΄. μαράθρου σπέρματος δραχ. δ΄. σελίνου σπέρματος δραχ. δ΄. ὀπίου δραχ. β΄. νάρδου Ἰνδικῆς δραχ. β΄. σμύρνης δραχ. β΄. πεπέρεως δραχ. α΄. κασσίας μελαίνης δραχ. β΄. ἀνάπλασσε τροχίσκους τριωβολιαίους, ἵνα ξηρανθέντα ἄγωσιν ὀβολοὺς β΄. καὶ δίδου ὡς τοὺς λοιπούς.

[Ἄλλη ἀνώδυνος, ὡς Ξενοκράτης, ᾗ χρῶμαι μάλιστα πρὸς στρόφους καὶ δυσεντερικούς.] ♃ Σελίνου σπέρματος 

δραχ. β΄. ἀνίσου δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. σμύρνης τετρώβολον, καστορίου τετρώβολον, ὀπίου τριώβολον, κρόκου τριώβολον, γεντιανῆς δραχ. β΄. ἀνάπλασσε τροχίσκους τριωβολιαίους καὶ δίδου ποικίλως.

[Ἄλλη σφραγὶς ἀνώδυνος, ξηραντικὴ ῥευμάτων καὶ στρόφων καὶ βηχῶν, ᾗ χρῶμαι.] ♃ Σμύρνης δραχ. ε΄. οἱ δὲ δραχ. στ΄. μανδραγόρου φλοιοῦ δραχ. δ΄. ὀποῦ μήκωνος δραχ. ε΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. οἱ δὲ δραχ. β΄. λιβάνου δραχ. ε΄. κρόκου δραχ. ε΄. οἴνῳ ἀναλάμβανε, δίδου πρὸς δύναμιν, τοῖς μὲν κυάμου Αἰγυπτίου τὸ μέγεθος, τοῖς δὲ ὀβολοὺς β΄.

[Ἄλλη, ὁ ἀστὴρ ἀνώδυνος, ᾗ χρῶμαι πρὸς πᾶν ῥεῦμα, ἀλγήματα καὶ πάντα τὰ ἐντὸς καὶ κατάῤῥους καὶ κύστιν καὶ πνίγας, ῥοῦν γυναικεῖον, στόμαχον ῥευματιζόμενον, δυσεντερικοὺς, αἷμα ἀνάγοντας καὶ ἀνιεμένους.] ♃ Κρόκου τριώβολον, ὑοσκυάμου σπέρματος δραχ. στ΄. σελίνου σπέρματος δραχ. στ΄. ἀνίσου δραχ. δ΄. στύρακος δραχ. δ΄. δαύκου σπέρματος δραχ. δ΄. καστορίου δραχ. β΄. ὀπίου δραχ. γ΄. σμύρνης δραχ. β΄. τινὲς καὶ μανδραγόρου χυλοῦ δραχ. δ΄. ὡς δὲ Ξενοκράτης, καὶ πεπέρεως λευκοῦ

δραχμὰς στ΄. ἐν ὕδατι τροχίσκους τριωβολιαίους, δίδου σὺν ὕδατι.

[Ἄλλη ἀνώδυνος Λυκομήδου ἀναξηραντικὴ, πρὸς κατασταγμοὺς ἀρτηρίας καὶ ῥευματισμοὺς ὀφθαλμῶν.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. β΄. σελίνου σπέρματος δραχμὰς β΄. ὀπίου δραχ. β΄. ἀνίσου δραχ. α΄. κρόκου ὀβολοὺς δ΄. ῥόδων ξηρῶν δραχμὰς β΄. σμύρνης δραχ. α΄. οἱ δὲ δραχμὰς β΄. σὺν ὕδατι ἀναλάμβανε τροχίσκους τριωβολιαίους, χρῶ ὡς τῇ τριγώνῳ.

[Ἄλλη ἀνώδυνος ξηραντική. ποιεῖ δὲ καὶ πρὸς αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς, δυσεντερικοὺς καὶ ῥήγματα καὶ σπάσματα.] ♃ Ἀνίσου δραχμὰς δ΄. σελίνου σπέρματος δραχμὰς δ΄. ὀπίου δραχμὰς δ΄. κρόκου δραχ. α΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. στύρακος δραχ. α΄. σχοίνου ἄνθους δραχ. α΄. βαλαυστίου τετρώβολον, οἱ δὲ δραχμὰς ζ΄. ῥόδων φύλλων δραχ. α΄. νάρδου Ἰνδικῆς τετρώβολον, ὕδατι ἀνάπλαττε τροχίσκους δυοβολιαίους. δίδου μετ’ οἴνου ἢ ὕδατος ἢ προτρόπου. ἄλλο ἀνώδυνον πότιμα, ᾧ χρῶμαι, παρὰ Ῥούφου. ♃ μανδραγόρου φλοιοῦ δραχμὰς δ΄. λιβάνου δραχμὰς ε΄. πεπέρεως λευκοῦ

δραχμὰς β΄ S". κρόκου δραχμὰς ε΄. ὑοσκυάμου σπέρματος δραχμὰς δ΄. ὀποῦ μήκωνος δραχ. ε΄. σμύρνης δραχμὰς ε΄. νάρδου τριώβολον, κασσίας μελαίνης δραχμὰς δ΄. λεῖα ποιήσας ἀναλάμβανε γλυκεῖ τροχίσκους ἀνὰ δραχ. α΄. καὶ ἀπόθου μὴ νοτίδα λάβῃ, δίδου σὺν ὕδατι θερμῷ κυάθοις δυσὶν, χολεριῶσιν ὕδατι ψυχρῷ. ἄλλη ἀνώδυνος πρὸς πάντα τὰ ἐντὸς, ᾗ χρῶμαι. ♃ κασσίας μελαίνης, σμύρνης, ὀπίου, στύρακος, κρόκου ἀνὰ δραχ. α΄. τινὲς ἀνὰ δραχμὴν α΄. καὶ τριώβολον, ἀνάπλαττε τροχίσκους τριωβολιαίους ἢ δυοβολιαίους. δίδου δὲ πυρέσσουσι σὺν ὕδατι, ἀπυρέτοις ἐν οἴνῳ, ἡπατικοῖς ἐν ὑδρομέλιτι καὶ πλευριτικοῖς. ἐνεργεῖ δὲ καὶ πρὸς βῆχα. ἄλλη ἡ τρίγωνος ἀναξηραντικὴ ἀνώδυνος. ♃ ὑοσκυάμου σπέρματος δραχ. δ΄. σελίνου σπέρματος δραχ. δ΄. ἀνίσου δραχ. β΄. ὀπίου δραχ. β΄. ἀνάπλαττε τροχίσκους σὺν ὕδατι καὶ δίδου σὺν ψυχρῷ πρωῒ καὶ ὀψίας ἕνα καὶ ἕνα. ἄλλη ἀνώδυνος θαυμαστὴ Ἀσκληπιάδου πρὸς πάντα τὰ ἐντός. ♃ σεσέλεως, χαμαιπίτυος, βηχίου βοτάνης, πηγάνου ἀγρίου σπέρματος, δαύκου σπέρματος ἀνὰ δραχ. στ΄. ὑοσκυάμου σπέρματος, ὀπίου ἀνὰ δραχ. η΄.

καστορίου δραχ. κε΄. ῥᾶ Ποντικοῦ δραχ. ιδ΄. μέλιτι ἀναλάμβανε. ἄλλη ὡς Χαρικλῆς. ♃ τορδύλου δραχ. η΄. χαμαιπίτυος δραχ. η΄. ῥᾶ Ποντικοῦ δραχ. στ΄. καστορίου δραχ. ιβ΄ S". βηχίου δραχ. η΄. πηγάνου ἀγρίου σπέρματος δραχ. η΄. δαύκου σπέρματος δραχ. η΄. ὀπίου δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. κρόκου δραχ. ε΄. τινὲς βάλλουσι μέλι Ἀττικόν. ἄλλη ἀνώδυνος, ἰουκούνδα λεγομένη, ποιεῖ καὶ πρὸς φθισικευομένους καὶ ἐμπνευματουμένους. ♃ Ἰλλυρίδος δραχ. λ΄. ἠλέκτρου, κρόκου, μαστίχης Χίας ἀνὰ δραχ. λ΄. ψυλλίου δραχ. με΄. ἢ λ΄. ὀποῦ μήκωνος δραχ. ιε΄. ὕδατι ὀμβρίῳ ἀνάπλασσε τροχίσκους ἀνὰ δραχ. α΄. καὶ τριώβολον δίδου, τὸ ψύλλιον ἀπόβρεχε ἡμέραν καὶ νύκτα ὕδατι ὀμβρίῳ, εἶτα ἀφεψήσας ἀπόθλιβε μετὰ τῶν λοιπῶν καὶ οὕτω μίγνυε. ἄλλο ἀνώδυνον πότιμα ἐκ τῶν Ἀφρόδα, πρὸς πάντα πόνον ἐν νεύροις, ὑστέραις, ἰσχιαδικοῖς. ♃ ὀποῦ μήκωνος δραχ. α΄. ὀποβαλσάμου δραχ. α΄. ἢ τοῦ καρποῦ δραχ. α΄. ὀβολοὺς β΄. σμύρνης, ὑοσκυάμου σπέρματος, καστορίου, στύρακος ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε, ὀβολὸν α΄. καὶ ἡμιόβολον δίδου μεθ’ ὕδατος θερμοῦ κυάθων β΄. ἢ τριῶν.

[Ἄλλο ἀνώδυνον καταπότιον, ἐκ τῶν Ἀφρόδα πρὸς πάντα τὰ ἐντὸς καὶ πρὸς τεταρταίους, ἐν τοῖς ἀνὰ μέσον ἀσιτοῦσιν, εἶτα λαμβάνεται. ποιεῖ καὶ πρὸς τοὺς λιθιῶντας καὶ δυσεντερικοῖς καὶ στομαχικοῖς καὶ τοῖς ἤδη ἀπειρηκόσι καὶ ἀσωμένοις καὶ ὀφθαλμικοῖς λίαν καλόν.] ♃ Ὑοσκυάμου σπέρματος, ἀνίσου, στύρακος ἀνὰ δραχ. δ΄. κρόκου, ὀπίου ἀνὰ δραχ. γ΄. καστορίου δραχ. β΄. ἀνάπλασσε ἐν ὕδατι κυάμου Αἰγυπτίας τὸ μέγεθος, δίδου μεθ’ ὕδατος κυάθων δύο. ἄλλη ἀνώδυνος πρὸς πάντα τὰ ἐντὸς. ♃ σελίνου σπέρματος δραχ. β΄. ἀνίσου δραχ. β΄. πεπέρεως μακροῦ δραχ. α΄. καὶ μέλανος δραχ. α΄. καστορίου τετρώβολον, σμύρνης, ὀπίου ἀνὰ τετρώβολον, πάνακος, γεντιανῆς ἀνὰ τετρώβολον, κινναμώμου τριώβολον, γλυκέος χυλοῦ τριώβολον, ἀνάπλασσε τροχίσκους τριωβολιαίους, δυσεντερικοῖς δραχ. α΄.

[Ἄλλη πότιμα πρὸς πάντα τὰ ἐντὸς καὶ αἵματος ἀναγωγὴν, ὅθεν ἂν φέρηται, κᾂν ἐκ τραύματος διδόμενον ἔν τισι, ποιεῖ καὶ πρὸς νεφριτικοὺς καὶ ἡπατικούς. ταύτην μὴ πρότερον 

δίδου, ἐὰν μὴ τὸν μισθὸν παραλάβῃς.] ♃ Κινναμώμου, κασσίας ἀνὰ δραχ. β΄. σμύρνης δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. καὶ μακροῦ δραχ. α΄. χαλβάνου δραχ. α΄. ὀπίου δραχ. β΄. λεῖα σὺν μέλιτι ὀλίγῳ, ποιεῖ ἃ μὲν ἡλίκα κυάμου, ἃ δὲ ἡλίκα ἀράκου, δίδου πρὸς δύναμιν μεθ’ ὕδατος ἢ ὡς δοκεῖ σοι ἐπίκρινε. ἄλλη ἀνώδυνος Κρατεροῦ πρὸς φθισικευομένους καὶ αἷμα ἀνάγοντας. ♃ σμύρνης δραχ. στ΄. μανδραγόρου δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. ὀπίου δραχ. ε΄. κρόκου, λιβάνου ἀνὰ δραχ. ε΄. ῥήου δραχ. ε΄. κωνείου σπέρματος, στύρακος ἀνὰ δραχ. ε΄. ἀναλάμβανε οἰνομέλιτι.

[Ἄλλη ἀνώδυνος τὸ μυστήριον, ὡς Νικήρατος, πρὸς φθισικοὺς, βηχικοὺς, κοιλιακοὺς, δυσεντερικοὺς, καταῤῥοιζομένους, παραχρῆμα ὠφελεῖ.] ♃ Κόστου, κρόκου, καστορίου, ἀσάρου, ὑοσκυάμου σπέρματος, ὀπίου, στύρακος ἀνὰ δραχμὴν α΄. ἔνιοι ὑοσκυάμου τὸ ἥμισυ, μέλιτι ἀναλαβὼν χρῶ. ἄλλη ἀνώδυνος πρὸς κατάῤῥουν ἁρμόζουσα. ♃ ὑοσκυάμου σπέρματος, μήκωνος ὀποῦ, ἀμύλου ἀνὰ δραχ. β΄. ἀνίσου δραχ. α΄. ναρδοστάχυος δραχ. α΄. κρόκου δραχ. α΄. μίλτου Σινωπικοῦ

τριώβολον ἢ Λημνίας δραχ. α΄. ποίει τροχίσκους λ΄. δίδου δύο εἰς νύκτα σὺν ὕδατι.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γραφέντα περὶ τῶν αὐτῶν διαθέσεων.] Ἐκλεικτὸν φάρος καλούμενον. ♃ οἴνου ξε. S" . πρασίου χλωροῦ ἀφεψήματος ξε. α΄. ταῦτα βαλὼν εἰς ἄγγος ὑελοῦν βρέχεσθαι ἔα νύκτα καὶ ἡμέραν. τῇ δ’ ἐπιούσῃ μάλασσε τὸ φάρμακον, ὥσπερ τὸν χόνδρον βρέχομεν, καὶ ὅταν παντελῶς διαλυθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ ἐπιβαλὼν λίπος τι καὶ θεὶς ἐπὶ πυρὸς ἕψε κινῶν συνεχῶς καὶ ὅταν συστραφῇ, ὥστε μέλιτος ἔχειν τὸ πάχος, ἐκ τούτου δίδοται μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφὴν τὸ ἴσον. ἄλλο. ♃ πρασίου τῶν ἁπαλωτάτων φύλλων χειροπληθὲς ὕδατος ὅσον ἐξαρκεῖ. ταῦτα βαλὼν εἰς ἄγγος κεραμεοῦν ἕψε, καὶ ὅταν διαλυθῇ, ἐξελὼν τρῖβε καὶ τῷ ἀφεψήματι διαλύσας πάλιν ἕψε καταπάσσων γύρεως ὀξύβαφον καὶ λίπους ἰοῦ κατειργασμένου ἐπιβαλὼν γο γ΄. καὶ ὅταν ἑψόμενα καλῶς ἔχῃ, ὥσπερ τὰ λοιπὰ ῥοφήματα, ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ἁλῶν ὀλίγων

καταπάσας, δίδου ῥοφῆσαι, πλεῖον ῥοφούμενον μᾶλλον ὠφελεῖ.

[Ἄλλο Νικηράτου. ποιεῖ ἐμπυϊκοῖς, δυσπνοϊκοῖς, βήττουσι χρονίως, γλίσχρον καὶ κολλῶδες ἀνάγουσι καὶ ταῖς μετὰ τόκον καθαιρομέναις, κατάγει γάλα. ποιεῖ καὶ νηπίοις ἀτροφοῦσι διδόμενον ταῖς τροφαῖς.] ♃ Πρασίου χυλοῦ ξε. στ΄. καλῶς δὲ δεῖ τοῦτο συνάγειν καὶ νεαρὸν κόπτοντας ἐκθλίβειν, οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ τὸ ἴσον, πεπέρεως λευκοῦ, σμύρνης, λιβάνου, ἑκάστου ἀνὰ δραχ. η΄. ἕψε τὸν οἶνον καὶ τὸν χυλὸν, καὶ ὅταν τὸ τρίτον λειφθῇ, ἐπίβαλλε τὸ μέλι, καὶ ὅταν συστραφῇ, ἐπίβαλλε τὰ ξηρὰ καὶ μίξας ἐπιμελῶς κατέρα εἰς ἀγγεῖον ὑελοῦν καὶ δίδου μύστρον πρὸ τροφῆς. ἄλλο Σκριβωνίου Λάργου. ♃ πρασίου χυλοῦ ξε. στ΄. ἀειζώου χυλοῦ τὸ ἴσον, μέλιτος Ἀττικοῦ ξε. δ΄. ἢ ἕνα, οἴνου Ἰταλικοῦ ξε. α΄. πίσσης ὑγρᾶς βρυτίας τὸ ἴσον, νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης, λιβάνου, πεπέρεως λευκοῦ, ἑκάστου ἀνὰ δραχ. η΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο φθισικοῖς καὶ ῥευματιζομένοις τὸν θώρακα. ♃ σικύου ἡμέρου

σπέρματος λελεπισμένου δραχ. η΄. ἀμύλου δραχ. δ΄. λινοσπέρματος, μήκωνος λευκοῦ σπέρματος ἀνὰ δραχ. β΄. κόψας καὶ σήσας ἀναλάμβανε ἀποβρέγματι τραγακάνθης, ποίει τροχίσκους δραχ. α΄. ἄγοντας καὶ δίδου τριώβολον, ἀπυρέτοις δι’ οἴνου καὶ μύρτου ἀποβρέγματος, πυρέττουσι ῥοὸς χυλῷ. ἄλλο ♃ ἀμύλου δραχ. δ΄. σικύου ἡμέρου σπέρματος πεφωγμένου, μήκωνος λευκοῦ σπέρματος πεφωγμένου, ἀμυγδάλων κεκαθαρμένων ἀνὰ δραχ. β΄. τραγακάνθης δραχ. α΄. καὶ τριώβολον, κρόκου δραχ. α΄. ἀναλάμβανε τραγακάνθης ἀποβρέγματι. μετὰ ταῦτα καὶ Σκυβελίτου ἀφεψημένῳ καὶ χρῶ ὁμοίως.

[Ἄλλο Σκριβωνίου Λάργου καταπότιον, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, ὑμένας ἀνάγει, ἀνακαθαίρει ἱκανῶς. δεῖ δὲ ἐπιμένειν τῷ φαρμάκῳ.] ♃ Σαγαπηνοῦ, σμύρνης ἀνὰ δραχ. β΄. ὀπίου, καρδαμώμου ἀνὰ δραχ. δ΄. καστορίου δραχ. δ΄. πεπέρεως λευκοῦ τριώβολον, ἀναλάμβανε γλυκεῖ καὶ ποίει καταπότια, δίδου δι’ ὕδατος θερμοῦ πίνειν κυάθους γ΄. ἄλλη θεσπεσιανὴ, ἐμπυϊκοῖς, ποιεῖ καὶ πρὸς τὰ ἐν κατακαλύψει ἀποστήματα. ♃ σελίνου σπέρματος, ὀπίου, μελανθίου ἀνὰ

δραχ. γ΄. καστορίου δραχ. β΄. δαύκου σπέρματος, σίνωνος, ἴρεως, ἑκάστου ἀνὰ δραχ. στ΄. μέλιτι ἀφεψημένῳ ἀναλάμβανε καὶ δίδου καρύου Ποντικοῦ μέγεθος μεθ’ ὕδατος κυάθων τριῶν.

[Ἄλλη Κόσου πρὸς τὰ δυσανάγωγα ὑγρὰ, ἐμπυϊκοῖς, περιπνευμονικοῖς. μάλιστα δὲ τοῖς παχέα καὶ κολλώδη ἀνάγουσι χρήσιμός ἐστιν.] ♃ Μέλιτος Ἀττικοῦ ἀφεψημένου, ὥστε κολλῶδες γενέσθαι, λίτραν μίαν, πεπέρεως κεκομμένου καὶ σεσησμένου, σμύρνης ἀνὰ γο α΄. ἀναλάμβανε τὴν σμύρναν λεάνας καὶ πέπερι μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς καταπότια. ἐν ἄλλαις γραφαῖς ἔχει σμύρνης δραχ. β΄. μέλιτος ἑφθοῦ λίτραν α΄. πεπέρεως γο α΄. ὀποπάνακος ἀνὰ δραχ. στ΄. σκεύαζε καὶ δίδου ὁμοίως καθὰ προείρηται.

[Τροχίσκος ὁ διὰ τοῦ μανδραγόρου, ἐπιγράφεται σφραγίς. ποιεῖ πρὸς αἱμοπτυϊκοὺς, ἀναφορικοὺς ἐμπυϊκοὺς, ἔστι δὲ καὶ ἀναξηραντικὸς παντὸς ῥεύματος.] ♃ Μανδραγόρου ῥίζης φλοιοῦ δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. λιβάνου ἄῤῥενος, ὀποῦ μήκωνος, κρόκου, σμύρνης ἀνὰ δραχ. ε΄. λεῖα ποιήσας, 

ποίει τροχίσκους ὀβολιαίους καὶ δίδου καταλλήλως ταῖς διαθέσεσιν. ἄλλο Πτολεμαίου γνωρίμου. ♃ στύρακος, ὀπίου, λιβάνου, κρόκου ἀνὰ δραχ. ε΄. μανδραγόρου φλοιοῦ, ὑοσκυάμου λευκοῦ σπέρματος, δαύκου Κρητικοῦ ἀνὰ δραχ. δ΄. κασσίας δραχ. β΄. οἴνῳ Ἀμιναίῳ ἀναλάμβανε καὶ δίδου ὀβολὸν μεθ’ ὕδατος θερμοῦ κυάθων β΄. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ στύρακος δραχ. στ΄. σμύρνης, ὀπίου, ὑοσκυάμου σπέρματος, ἐρυσίμου πεφωγμένου ἀνὰ δραχ. δ΄. μανδραγόρου φλοιοῦ, ὀποπάνακος ἀνὰ δραχ. β΄. πεπέρεως λευκοῦ, νίτρου ἀφροῦ ἀνὰ δραχ. α΄. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος.

[Ἄλλη πάγχρηστος λεγομένη, ποιεῖ βήττουσι χρονίως, ἐμπύοις, ὀρθοπνοϊκοῖς, φθοϊκοῖς. ποιεῖ πρὸς ὑποχονδρίων διατάσεις καὶ πρὸς πᾶσαν ἐμπνευμάτωσιν καὶ γυναιξὶν ἔμμηνα καὶ ἐγκαταλείμματα ἐκ φθορᾶς ἢ τόκου δεύτερα κατάγει, ἀπαλλάττει καὶ τὰς περὶ κύστιν διαθέσεις.] ♃ Τερμινθίνης δραχ. η΄. στύρακος δραχ. στ΄. σμύρνης δραχ. ε΄. κρόκου, ἴρεως, χαλβάνης ἀνὰ δραχ. δ΄. ὑοσκυάμου σπέρματος, μανδραγόρου·

φλοιοῦ, ἐρυσίμου πεφωγμένου, ὀποπάνακος ἀνὰ δραχ. β΄. πεπέρεως, ἀφρονίτρου ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε.

[Χαριξένους περιπνευμονικοῖς, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, αἱμοπτυϊκοῖς, βήττουσι χρονίως.] ♃ Σμύρνης, λιβάνου φλοιοῦ, ἐν ἄλλω καὶ ὀπίου καὶ μανδραγόρου, σαγαπηνοῦ, ὑοσκυάμου λευκοῦ σπέρματος, ὀποπάνακος, δικτάμνου Κρητικοῦ, πρασίου τῶν σφαιρίων ἀνὰ δραχ. δ΄. ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους, δίδου τριώβολον καὶ μελικράτου κυάθους γ΄. ἄλλη Ἀσκληπιάδου ἐπικληθέντος φιλοφυσικοῦ φάρμακον ἐπιτετευγμένον. ♃ μανδραγόρου φλοιοῦ, σελίνου σπέρματος ἀνὰ δραχ. δ΄. σμύρνης, κρόκου, ἀνίσου, δαύκου σπέρματος, ῥοῦ ἐρυθροῦ τοῦ χυλοῦ, ὑοσκυάμου σπέρματος, πεπέρεως λευκοῦ, καστορίου, σαγαπηνοῦ, ὀποπάνακος ἀνὰ δραχ. β΄. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου πρὸς δύναμιν. τὸ δὲ ὑγρὸν ἔστω κατάλληλον τῇ διαθέσει.

[Ἀντίδοτος θεσπεσιανὴ, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς. ποιεῖ καὶ πρὸς τὰς ἄλλας τῶν ἐντὸς διαθέσεις, πρὸ παντὸς δὲ εὐορέκτους πρὸς τροφήν.] ♃ Σελίνου σπέρματος

δραχ. ιβ΄. σμύρνης, ἀνίσου, ὀπίου ἀνὰ δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. ε΄. πετροσελίνου, νάρδου, πεπέρεως μακροῦ ἀνὰ δραχ. δ΄. καστορίου, σχοίνου ἄνθους, κρόκου ἀνὰ δραχ. γ΄. κινναμώμου δραχ. β΄. κασσίας ἀρωματιζούσης δραχ. δ΄. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς νύκτα μεθ’ ὕδατος κυάθων γ΄.

[Ἀντίδοτος ἡ Ἀριστάρχου, δύναμις θαυμαστικὴ, ταύτην Παυλίναν ὀνομάζομεν, ποιεῖ αἱμοπτυϊκοῖς, βήσσουσι, φθισικοῖς, ἐμπυϊκοῖς, περιπνευμονικοῖς πρὸς σπάσματα, ῥήγματα. πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς καὶ πρὸς χολέραν, κοιλιακοῖς, δυσεντερικοῖς, ποιεῖ πρὸς τὰς περὶ κύστιν διαθέσεις, ὑστερικῶς πνιγομένας. πρὸς τοὺς κατὰ περίοδον πυρετοὺς, πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας διδομένη, ποιεῖ καχεκτικοῖς, ἀτροφοῦσι. πρὸς τὰ θανάσιμα τῶν φαρμάκων καὶ τὰς τῶν ἰοβόλων πληγάς.] ♃ Κινναμώμου, κόστου, χαλβάνης, καστορίου, ὀποῦ μήκωνος, πεπέρεως μέλανος καὶ μακροῦ, στύρακος ἀνὰ δραχ. α΄. μέλιτος ξε. α΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, ἡ δὲ χαλβάνη

ἕψεται μετὰ μέλιτος, καὶ ὅταν διαλυθῇ, διυλίζεται τὸ μέλι καὶ τούτῳ ἐπιβάλλεται τὰ λοιπὰ καὶ ἀνακόπτεται, εἶτα ἀποτίθεται εἰς πυξίδα ὑελίνην ἢ ἀργυρὰν καὶ χρώμεθα πρὸς τὰς εἰρημένας διαθέσεις. ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος μεθ’ ὑδρομέλιτος κυάθων β΄. ἐπιῤῥαινομένων τῷ δακτύλῳ ὄξους σταγόνων θ΄.

[Ἄλλη Ἀντωνίου Μούσα, πανάκεια. ἐχρήσατο Διόγας ἰατραλείπτης. ποιεῖ τοῖς κατὰ περίοδον ὑπὸ ῥίγους ὀχλουμένοις, ἀνασκευάζει χρονίους πυρετοὺς καὶ τὰ λοιπὰ νοσήματα, ποιεῖ βήσσουσι χρονίως, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, δυσπνοϊκοῖς, πρὸς σπάσματα, ῥήγματα, κεχρονισμένας ἐμπνευματώσεις. σπληνικοῖς, ὑδρωπικοῖς κεχρονισμένοις, κοιλιακοῖς. κατάγει τοὺς ἐν νεφροῖς λίθους, ἔστι δὲ καὶ διουρητικὴ ἀγαθή. ποιεῖ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγὴν καὶ πρὸς τὰ θανάσιμα τῶν φαρμάκων καὶ πρὸς πᾶσαν φθοροποιὸν ὕλην.] ♃ Πεπέρεως λευκοῦ ἢ μακροῦ δραχ. η΄. ὑοσκυάμου λευκοῦ σπέρματος, καρδαμώμου, σμύρνης, λιβάνου ἀνὰ δραχ. ιβ΄. ὀπίου, κρόκου ἀνὰ δραχ. ι΄. θείου ἀπύρου δραχ. στ΄.

κόστου, ἀριστολοχίας μακρᾶς, μανδραγόρου φλοιοῦ ἢ τῶν μήλων ἢ τῶν φύλλων, εὐφορβίου ἀνὰ δραχ. γ΄. μέλιτος Ἀττικοῦ ἀφεψημένου, ὅσον ἐξαρκεῖ. ἡ δόσις τοῖς κατὰ περίοδον ὀχλουμένοις, καρύου Ποντικοῦ τὸ μέγεθος, τοῖς δὲ λοιποῖς πρὸς δύναμιν.

[Ἄλλη Κερουσιανή. ἐδόθη ὑπὸ Φιλίππου Τραλλιανοῖς. ταύτῃ χρώμενος, φθισικοὺς, ἐμπυϊκοὺς ἀπήλλαττεν.] ♃ Πεπέρεως λευκοῦ, ὀποῦ Κυρηναϊκοῦ, Συριακοῦ, ὀποῦ μήκωκος ἀνὰ γο γ΄. σμύρνης, κρόκου, θείου ἀπύρου, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ γο S". μανδραγόρου μήλων δραχ. β΄. καρδαμώμου γο α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἡ δόσις πρὸς δύναμιν καθὰ προείρηται. ὡς ἐν ἑτέρῳ ἀντιγράφῳ ἐγέγραπτο. ♃ πεπέρεως γο γ΄. ὀποῦ Κυρηναϊκοῦ γο α΄. ὀποῦ μήκωνος γο S". ὀποῦ Συριακοῦ γο S". κρόκου γο α΄. θείου ἀπύρου γο S". σμύρνης γο S". ὑοσκυάμου λευκοῦ σπέρματος, μανδραγόρου μήλων ἀνὰ δραχ. β΄. καρδαμώμου γο α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἡ δόσις πρὸς δύναμιν καθὰ προείρηται.

6. [Περὶ ὀρθοπνοίας.] Τοὺς ἄνευ τοῦ πυρέττειν 

ἀναπνέοντας πυκνὸν, ὁποῖον οἱ δραμόντες ὠκέως, ἀπὸ τοῦ συμπτώματος ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς ἀσθματικοὺς, τοὺς δ’ αὐτοὺς τούτους ἀφ’ ἑτέρου συμπτώματος ὀρθοπνοϊκοὺς καλοῦσιν, ἐπειδὴ διὰ παντὸς ἀναγκάζονται τὸ τοῦ θώρακος σῶμα πᾶν ὄρθιον ἔχειν, φόβῳ τοῦ πνιγῆναι, καὶ τήν γε στρωμνὴν ἐν τοῖς ἄνω μέρεσιν, οἷς ὁ θώραξ ἐπικλίνεται, παρασκευάζουσιν ἑαυτοῖς ὀρθοτέραν, ὅπως μὴ πνιγῶσι κοιμώμενοι. τὸ γὰρ εἰσπνεόμενον αὐτοῖς ἔλαττόν ἐστιν ἢ κατὰ τὴν χρείαν τῆς ἀναπνοῆς, καίτοι διαστελλομένου τοῦ θώρακος ἐπιπλεῖστον, ᾧ καὶ δῆλον ἐντὸς αὐτοῖς στενοχωρίαν γενέσθαι τινὰ παρὰ φύσιν, ἧς ἐναργῶς καὶ οἱ πάσχοντες αὐτοὶ τὴν αἴσθησιν ἔχουσι. γίνεται μὲν οὖν καὶ τοῖς ἐμπυϊκοῖς ὀνομαζομένοις ἡ στενοχωρία, διὰ τὸ μεταξὺ θώρακός τε καὶ πνεύμονος ἠθροισμένον ὑγρόν. γίνεται δὲ καὶ τοῖς περιπνευμονικοῖς διὰ τὴν τοῦ πνεύμονος φλεγμονήν. ὑπόλοιποι δέ εἰσι δύο διαθέσεις αἱ στενοχωρίαν ἐργαζόμεναι ταῖς ὁδοῖς τοῦ εἰσπνεομένου πνεύματος, ὅταν ἤτοι πλῆθος ὑγρῶν παχέων τε καὶ γλίσχρων ἐμπλασθῇ τοῖς
βρογχίοις τοῦ πνεύμονος ἤ τις ὄγκος ἀποστηματικὸς ἐν αὐτῷ συστῇ. καὶ ἥ γε θεραπεία τὸ μέν τι κοινὸν ἔχει τῶν διαθέσεων ἀμφοτέρων, τὸ δέ τι καὶ καθ’ ἕτερον ἴδιον· κοινὸν μὲν ἐκδαπανῆσαι καὶ ἀναλῶσαι τὴν περιουσίαν τῆς τὰ πάθη γεννώσης ὑγρότητος, ἴδιον δὲ τῆς μὲν τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν διὰ τῶν λεπτυνόντων τε καὶ ῥυπτόντων φαρμάκων, τῆς δὲ τῶν ἀποστηματικῶν ὄγκων διὰ τῶν λεπτυνόντων τε καὶ ξηραινόντων, ἥ τις αὖ πάλιν πᾶσι τοῖς ἐν τῷ βάθει τοῦ σώματος ἀποστήμασίν ἐστι κοινή. οἴνου μὲν οὖν πόσις ἀμφοτέραις ἁρμόζει λεπτοῦ τῇ συστάσει, τὸ δὲ σύμπαν ποτὸν ὀλίγον μὲν οἷς ἀπόστημά που γίνεται, πολὺ δὲ οἷς ἐμπέφρακται τὰ βρογχία τοῖς γλίσχροις ὑγροῖς καὶ παχέσιν. τὰ γὰρ ἀποῤῥύπτοντα τοὺς τοιούτους αὐτῶν χυμοὺς φάρμακα κινεῖ μὲν ἐξ ἀνάγκης βῆχας, οὐκ εὐκόλως δὲ ἀναπτύεται τὸ ἀποῤῥυπτόμενον διὰ τὸ πάχος. ὑγρότητος οὖν αὐτοῖς δεῖ πλείονος, ὡς ἀναφέρεσθαι ῥᾳδίως. καθάπερ δὲ ἐν τοῖς ἄλλοις φαρμάκοις ἀδιορίστως οἱ πλεῖστοι

τῶν ἰατρῶν, οὕτω κᾀν τοῖς πρὸς ταῦτα ἀμφότερα χρησίμοις ἁμαρτάνουσιν. καὶ μὲν δὴ καὶ σύγκειται τινὰ μὲν τῶν φαρμάκων θατέρῳ τῶν παθῶν χρήσιμα, τινὰ δὲ θατέρῳ, τινὰ δὲ ὡς πρὸς ἄμφω μὲν ἁρμόττειν μετρίως, ἀξιόλογον δὲ μηδὲν ὠφελεῖν. ἐπισημανοῦμαι δὲ καθ’ ἕκαστον ὧν ἔγραψαν οἱ πρὸ ἐμοῦ φαρμάκων ἀξιολόγων, ὁποῖα τὴν δύναμίν ἐστιν, ἀρξάμενος ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἐν τῷ δευτέρῳ τῶν ἐντός.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα δυσπνοϊκοῖς φάρμακα.] Ἐκλεικτὸν δυσπνοϊκοῖς Ἀντωνίου Μούσα. ὄνων τῶν ὑπὸ ταῖς ὑδρίαις ξέστην α΄. ἐμβαλὼν εἰς ἄγγος κεραμεοῦν φρῦγε ἐπ’ ἀνθράκων, λευκανθέντας δὲ τρῖβε καὶ μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου μύστρον ἐκλείχειν πρὸ τροφῆς. ἄλλο. σκίλλης ὠμῆς τὸν χυλὸν ἔκθλιβε, τούτῳ παραμέτρει μέλιτος Ἀττικοῦ τοσόνδε καὶ θεὶς ἐπ’ ἀνθράκων ἕψε καὶ δίδου μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφήν. ἄλλο Χαριξένους. ♃ ὀριγάνου δραχ. η΄. θύμου κόμης, ἴρεως Ἰλλυρικῆς, καλαμίνθης

ξηρᾶς, πεπέρεως λευκοῦ, ἀνίσου πεφωγμένου ἑκάστου τοσόνδε, κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, δίδου δὲ καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλο. ♃ πεπέρεως λευκοῦ λίτραν α΄. λιβυστικοῦ γο δ΄. καλαμίνθης ξηρᾶς, ἀνίσου πεφωγμένου, γλήχωνος ἀκάρπου ἀνὰ γο γ΄. σελίνου σπέρματος καὶ θύμου κόμης ἀνὰ γο α΄. ἀναλάμβανε μέλιτι καὶ σκευάσας χρῶ καθὰ προείρηται.

[Πόμα δυσπνοϊκοῖς, Χαρικλέους, φάρμακον ἐπιτετευγμένον, ὠφελεῖ παραχρῆμα.] ♃ Σταφίδος Ῥοδίας, χωρὶς τῶν γιγάρτων, ὀξύβαφον, τήλεως πεπλυμένης τὸ ἴσον, ὕδατος ὀμβρίου ξε. α΄. ἕψε μέχρι διαλύσεως καὶ τὸ ὑγρὸν διηθήσας ἀπόθου. ἐκ τούτου δίδου θερμαίνων συνεχῶς καὶ καθ’ ἑκάστην ἐπισημασίαν κυάθου τὸ πλῆθος. ἄλλο. ♃ ἀβροτόνου μέρη δύο, σταφίδος λιπαρᾶς τὸ ἴσον, πηγάνου ἀκρεμόνων μέρος ἓν, ὕδατος ὀμβρίου ξε. γ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἔκθλιβε, καὶ τούτῳ ἐπιβαλὼν μέλιτος γο ι΄. πάλιν ἕψε καὶ δίδου καθὰ προείρηται. καταπότιον δυσπνοϊκοῖς,

ἀσθματικοῖς. ♃ ἀβροτόνου, πηγάνου ἀκρεμόνων, ἀψινθίου κόμης ἀνὰ δραχ. δ΄. κόψας καὶ σήσας, ὄξει φυράσας ποίει καταπότια δεκαδύο καὶ δίδου μετ’ ὀξυμέλιτος. ἄλλο Νικηράτου. ♃ καστορίου, ἀμμωνιακοῦ θυμιάματος, ἀβροτόνου ἀνὰ δραχ. α΄. ἀψινθίου, κυμίνου Αἰθιοπικοῦ ἀνὰ δραχ. α΄. ὄξει φυράσας ἀνάπλαττε καταπότια καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος.

[Τὸ διὰ θείου ἀπύρου δυσπνοϊκοῖς.] ♃ Ἀνίσου, θείου ἀπύρου ἀνὰ γο γ΄. ἀμμωνιακοῦ θυμιάματος, καστορίου, μελανθίου ἀνὰ δραχ. δ΄. ὕδατι διαλύσας, ποίει καταπότια καὶ δίδου ἓν δι’ ὀξυμέλιτος κυάθων τριῶν. ἄλλο. ♃ πηγάνου ἀγρίου σπέρματος δραχ. δ΄. ἀριστολοχίας, ἀβροτόνου, ἀψινθίου, ἀμμωνιακοῦ θυμιάματος, θείου ἀπύρου, ἑκάστου τὸ ἴσον, ὄξει φυράσας ἀνάπλαττε καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου δύο μετ’ ὀξυμέλιτος θερμοῦ κυάθων γ΄. ταῦτα πάντα τὰ φάρμακα τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα τοῖς ἰδίως δυσπνοϊκοῖς ὀνομαζομένοις ἁρμόζει. καλοῦσι δὲ οὕτως, ὅσοις ἐμπέπλησται τὰ βρογχία τοῦ πνεύμονος ὑγρῶν παχέων 

τε καὶ γλίσχρων, ἐφ’ ὧν, ὡς ἔφην, μετὰ τοῦ τέμνεσθαι καὶ λεπτύνεσθαι τὸ πάχος τε καὶ τὴν γλισχρότητα τῶν χυμῶν ὑγρότητός τι δεῖ προσεῖναι τοῖς φαρμάκοις καὶ τῇ διαίτῃ. τὰ δὲ ἀποστήματα τῶν λεπτυνόντων καὶ ξηραινόντων δεόμενα χαίρει μάλιστα ταῖς τῶν ἀρωμάτων δυνάμεσιν, ἃς ἐπεδείξαμεν ἁπάσας εἶναι λεπτομερεῖς τε καὶ ξηραντικὰς μετὰ τοῦ θερμαίνειν, ὥστε τοῖς ἰδίως λεγομένοις ὀρθοπνοϊκοῖς τε καὶ ἀσθματικοῖς ἁρμόσει τὰ τέμνοντα φάρμακα χωρὶς τοῦ θερμαίνειν, καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς ὀνίνησιν ὄξος τὸ σκιλλητικὸν ὀνομαζόμενον, αὐτή τε ἡ σκίλλα καὶ τὸ διὰ τοῦ τοιούτου ὄξους ὀξύμελι. τῶν δὲ ὑπὸ τῆς ὑδρίας ὄνων μέμνηται ἐπ’ αὐτῶν ὡς λεπτυντικὴν ἐχόντων καὶ διαφορητικὴν δύναμιν. ἐκ τίνος δὲ ἐννοίας ἐπὶ τὴν χρῆσιν αὐτῶν ἧκεν οὐκ ἔχω φάναι. καθάπερ δὲ τὸ θερμαῖνον σφόδρα φυλακτέον ἐστὶν ἐπὶ τοῦ τοιούτου πάθους, διὰ τὸ τοὺς γλίσχρους τε καὶ παχεῖς χυμοὺς οὐ μόνον οὐδὲν ὀνίνασθαι πρὸς αὐτῶν, ἀλλὰ καὶ βλάπτεσθαι, τὸν αὐτὸν τρόπον ὅσα ψύχει

σφοδρῶς φυλάττεσθαι χρή. παχύνει γὰρ ἅπαντα καὶ συνάγει τοὺς χυμοὺς καὶ δυσαπονίπτους ἐργάζεται, καὶ διὰ τοῦτο καλῶς ἐποίησαν οἱ συνθέντες τὰ τοιαῦτα φάρμακα μήτε μήκωνος ὀπὸν μήτε μανδραγόρου χυλὸν ἢ τῆς ῥίζης φλοιὸν ἢ ὑοσκυάμου σπέρμα μίξαντες ἢ κωνείου ἢ ψυλλίου ἢ λινοσπέρμου, πολὺ δὲ μᾶλλον οὐδὲ τῶν στυφόντων τι φαρμάκων. ἐναντιώτατα γάρ ἐστι ταῖς τοιαύταις διαθέσεσιν, ὡς ὁρᾶτε.

[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα πρὸς τὰς τοιαύτας διαθέσεις.] Πρὸς δύσπνοιαν. ♃ θείου ἀπύρου δραχμὴν μίαν, πηγάνου ἀγρίου σπέρματος δραχμὴν μίαν, ἀριστολόχου, ἀψινθίου, ἀμμωνιακοῦ θυμιάματος, ἀβροτόνου, ἀνὰ δραχ. δ΄. λεάνας ὄξει ἀνάπλαττε ἡλίκα κύαμος, δίδου πρωῒ τρεῖς καὶ ὀψὲ τρεῖς. ἄλλο πρὸς δύσπνοιαν, ὡς Ἀλκίμιος. ♃ κολοκυνθίδος σαρκὸς τριώβολον, πάνακος τριώβολον, ἀνίσου ὀβολὸν α΄. ἀναλάμβανε ὕδατι καταπότια δ΄. καὶ ξηράνας δίδου ὀβολόν. πρὸ μιᾶς δὲ κενούσθω ἁπλῷ κενώματι.

ἄλλο. ♃ κολοκυνθίδος δραχ. α΄ S". Ἰλλύριδος δραχ. β΄. ὀποπάνακος ῥίζης δραχ. β΄. ἀβροτόνου δραχ. α΄. νίτρου δραχ. α΄. οἱ δὲ τριώβολον, ὕδατι ἀναλάμβανε καὶ ποίει κυάμου μέγεθος. ἡ δόσις δ΄. διαστήσας ἡμιώριον, δίδου μελικράτου κοτύλης S". ἄλλο. ♃ νάπυος δραχ. α΄. ἁλὸς κοινοῦ τριώβολον, ἐλατηρίου τριώβολον, οἱ δὲ ὀβολὸν α΄ S". λεάνας μεθ’ ὕδατος, ἀνάπλαττε τροχίσκους ὀκτὼ παρ’ ἡμέραν μεθ’ ὑδρομέλιτος. ἄλλο. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. ἀβροτόνου δραχ. β΄. θείου ἀπύρου δραχ. α΄. σὺν ὕδατι ἀνάπλαττε τροχίσκους καὶ δίδου σὺν ὑδρομέλιτι κυάθους τρεῖς. ἄλλο πρὸς ὀρθοπνοϊκούς. ♃ ἐλατηρίου ἡμιωβόλιον, ὄνους τοὺς ἀπὸ τῶν κοπρίων γ΄. λεάνας ὁμοῦ τὸ ἥμισυ δίδου σὺν ὕδατος κυάθῳ ἑνί. ἄλλο, ὡς Φιλῖνος πρὸς ἆσθμα καὶ δύσπνοιαν. ♃ καρδαμώμου δραχ. γ΄. ἴρεως δραχ. α΄ S". πάνακος δραχ. α΄. S". κασσίας δραχ. α΄ S". στρουθίου δραχ. α΄ S". στύρακος δραχ. β΄. θύμου δραχ. η΄. πηγάνου ἀγρίου σπέρματος δραχ. η΄. ἀβροτόνου δραχ. η΄. ἀριστολοχίας κληματίδος, θείου ἀπύρου, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. η΄. σὺν ὄξει δριμεῖ, ποιήσας πάχος κηρωτῆς,
δίδου κυάμου Αἰγυπτίου μέγεθος ἐν ὕδατος κυάθοις τρισί. πρὸς ὀρθόπνοιαν ὡς Ἀπολλώνιος. ♃ σκίλλης μέρος α΄. θείου ἀπύρου, ἀσφάλτου ἀνὰ μέρος α΄. ἡ δόσις τριώβολον ἐν ὀξυμέλιτι. πρὸς ὀρθόπνοιαν παρὰ Σωσικράτους. ♃ ὀποπάνακος δραχ. α΄. σμύρνης δραχ. α΄. πεπέρεως κόκκους μ΄. πηγάνου δεσμίδιον, ὅσον τοῖς δυσὶ δακτύλοις, ποιήσας λεῖα ἀνάπλαττε καταπότια εἴκοσι καὶ δίδου πρωῒ ἓν καὶ δείλης ἓν, πυρέσσουσιν ἐν ὕδατος κυάθοις δυσὶν, ἀπυρέτοις μετ’ οἴνου. πρὸς ὀρθόπνοιαν Ἀνδρονίκου. ♃ θείου ἀπύρου τριώβολον, ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. ἀνίσου, σμύρνης, καστορίου ἀνὰ δραχ. α΄. κυμίνου Αἰθιοπικοῦ δραχ. α΄. μεθ’ ὕδατος ἀνάπλασσε τροχίσκους ἀνὰ γράμματα τρία ἢ τέσσαρα, εἰς κοίτην δίδου μεθ’ ὕδατος κυάθων β΄. πρὸς ὀρθοπνοϊκοὺς, βηχικοὺς, περιπνευμονικοὺς, φθισικευομένους, δυσπνοοῦντας, ἡπατικοὺς, ὡς Εὐγένειος. ♃ κρόκου δραχ. η΄. μίσυος δραχ. δ΄. δαφνίδων δραχ. β΄. πεπέρεως λευκοῦ καὶ μακροῦ ἀνὰ δραχ. α΄. ὀπίου δραχ. γ΄. κόστου τριώβολον, τερμινθίνης ὀβολοὺς ε΄. χαλβάνης τριώβολον, γλυκείας χυλοῦ ὀβολοὺς δύο κόμμεως ὀβολὸν α΄. μέλιτος λίτραν S".

δίδου κοχλιάριον ἓν μεθ’ ὕδατος κυάθων δυοῖν ἢ τριῶν· ἐὰν δὲ ἐπείγῃ, καὶ πρὸ τροφῆς καὶ μετὰ τροφήν. πρὸς ὀρθοπνοϊκοὺς Οὐάλεντος ♃ ὀποπάνακος δραχ. β΄. κολοκυνθίδος σαρκὸς δραχ. α΄. ἡ τελεία δόσις ἔστω αὕτη. ἄλλη Ὀνήτρου. ♃ καστορίου δραχ. α΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. β΄. τούτου τὸ ἥμισυ διδόσθω μετὰ μελικράτου. πρὸς δύσπνοιαν τὸ τοῦ Ποδανίτου. ♃ νάπυος δραχ. α΄. ἁλὸς δραχ. α΄. νίτρου τριώβολον, ποιήσας ὀκτὼ καταπότια, δίδου εἰς νύκτα δύο καὶ διαλείπων ἡμέραν, εἶτα καὶ ἕξ δίδου, ἀναλάμβανε ὕδατι.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Θ.

1. Ὅπερ ἀεὶ λέγω καὶ νῦν ἐρῶ, πεπεισμένος ὅτι χαλεπώτατόν ἐστι μεταστῆναι πρὸς τὴν ἀλήθειαν τοὺς φθάσαντας αἱρέσει δουλεύειν. ὅσοι δὲ συνετοί τε ἅμα καὶ ἀληθείας ὄντως φίλοι, τούτους ἐλπίζω φυλάξειν τὰ παρὰ τῆς φύσεως ἡμῖν δοθέντα κριτήρια τῶν κατὰ τὸν βίον πράξεων, ἐμπειρίαν καὶ λόγον, ἐπ’ ἐνίων μὲν ἴσον ἑκάτερον συντελοῦν εἰς τὴν τέχνην, ἐπ’ ἐνίων δὲ πλέον θατέρου θάτερον,

ἀεὶ μέντοι πρὸς τὸ τέλεον ἑκατέρου δεόμενον, οὕτω ποιήσομαι τὸν λόγον. αἱ γάρ τοι ψευδεῖς δόξαι, προκαταλαμβάνουσαι τὰς ψυχὰς τῶν ἀνθρώπων, οὐ μόνον κωφοὺς, ἀλλὰ καὶ τυφλοὺς ἐργάζονται τῶν τοῖς ἄλλοις ἐναργῶς ὁρωμένων. ὅπερ οὐχ ἥκιστα καὶ περὶ τῶν κατὰ τὸ στόμα τῆς κοιλίας παθῶν ἐστι, καὶ μάλισθ’ ὅταν φλεγμαίνῃ. δέονται γὰρ αὗται καὶ αἱ τοῦ ἥπατος φλεγμοναὶ τῆς τῶν στυφόντων παραπλοκῆς. ἐὰν γὰρ ὑπὸ τῆς χαλαστικῆς ἀγωγῆς, ἀμίκτου τῆς τονωτικῆς δυνάμεως γενομένης, θεραπεύωνται, κίνδυνον ἐπάγονται περὶ τῆς ζωῆς αὐτῆς, καὶ τοῦτο πάντων μὲν τῶν ἐμπειρικῶν ἰατρῶν ὑπὸ τῆς πείρας δεδιδαγμένων, πάντων δὲ τῶν δογματικῶν ἐπὶ τῶν ἔργων τῆς τέχνης φυλαττόντων, οὐκ ὀλίγοι τῶν νῦν μεθοδικῶν, οὐ γὰρ δὴ πάντες γε, μυρίοις μὲν αὐτοὶ στομαχικοῖς συγκοπῆς αἴτιοι γεγόνασιν, ἅπαντας δὲ τοὺς ἡπατικοὺς ἀναιροῦσιν· οὐδένα γὰρ εἶδον ἐγὼ σωθέντα τῶν εἰς τοιοῦτον ἰατρὸν ἐμπεσόντων. τινὲς δὲ αὐτῶν ὀλίγοι μὲν καταντλοῦσιν ἐλαίῳ, κόμην
ἐναποξεννύντες ἀψινθίου καὶ ναρδίνῳ μύρῳ βρέξαντες, ἔριον ἐπιδέουσιν. ἔνιοι δὲ καὶ μαστίχης Χίας μιγνύουσιν ἢ ἀλόης, ἢ μήλινον ἀντὶ νάρδου παραλαμβάνουσιν. ἐπὶ δὲ τῶν πλουσίων γυναικῶν καὶ τὸ καλούμενον ὑπ’ αὐτῶν φουλίατον καὶ σπικάτον προσφέρουσι, καὶ ταῦτα ποιοῦντες οἴονται τὴν χαλαστικὴν ἀγωγὴν φυλάττειν, τοσοῦτον αὐτοῖς παρίεστιν ἐμπειρίας φαρμάκων δυνάμεως. εὐξαίμην ἂν πάντας οὕτως ἀμαθεῖς εἶναι μᾶλλον ἢ γινώσκοντας τὰ στύφοντα φυλάττεσθαι τὴν χρῆσιν αὐτῶν. ὅσα μὲν οὖν ἐν ἐπιβροχαῖς τε καὶ καταπλάσμασι τῶν στυφόντων μίγνυται τοῖς ἧπαρ ἢ στόμα γαστρὸς ἀλγοῦσιν, ὃ δὴ καὶ στόμαχον καλοῦσιν, οὐ τοῦ παρόντος λόγου διελθεῖν· ὅσα δὲ ἐν φαρμάκοις ἐμπλαστοῖς καὶ κηρωτοειδέσιν ἔξωθεν ἐπιτιθεμένοις, ὅσα τε ἐν τοῖς καταπινομένοις ἐστὶ χρήσιμα, ταῦτα δηλώσω, τὰ τῶν φλεγμαινόντων πρῶτα γράψας, ἐπειδὴ καὶ μάλιστα κινδυνεύουσιν ἐπ’ αὐτοῖς οἱ κάμνοντες. κηρωτὴ μὲν οὖν, ᾗ συνεχῶς χρῶμαι, δι’ ἀλόης καὶ μαστίχης καὶ κηροῦ Ποντικοῦ τοῦ
πικροῦ καὶ ναρδίνου μύρου. συντίθεται δὲ χειμῶνος μὲν εἰς δραχ. η΄. τοῦ κηροῦ γο α΄. μετρικῆς Ῥωμαϊκῆς ἐμβαλλομένης τοῦ ναρδίνου μύρου, θέρους δὲ εἰς ζ΄. κατὰ τὴν ἀναλογίαν τοῦ μύρου. κάλλιστον δὲ εἶναι χρὴ τὸ μύρον, ὁποῖον ἔμπροσθεν μὲν ἐν Λαοδικείᾳ τῆς Ἀσίας ἐσκευάζετο μόνῃ, νυνὶ δὲ καὶ κατὰ πολλὰς ἄλλας Ἀσιανὰς πόλεις ὁμοίως συντίθεται. κηρὸς δὲ, εἰ μὴ Ποντικὸς ὁ πικρὸς εὐποροῖτό σοι, τὸν γοῦν ἄλλον Ποντικὸν ἔμβαλλε, κᾀκείνου μὴ παρόντος, τὸν καλούμενον Τυῤῥηνικόν. ἂν δὲ μηδ’ οὗτος παρῇ, τῶν ἄλλων τινὰ τῶν εὐωδῶν καὶ λιπαρῶν. εἰ δὲ μηδὲ τοιοῦτον ἔχοις, τὸν εὐπορηθέντα σοι κηρὸν πλύνας ἔμβαλλε· τηκέσθω δὲ ἐν ἀγγείῳ διπλῷ, κᾄπειτα ψυχθεῖσαν τὴν κηρωτὴν ξύων μίγνυε λελειωμένοις ἀκριβῶς τῇ τε ἀλόῃ καὶ τῇ μαστίχῃ. ἔστω δὲ ἑκατέρου δραχ. α΄. καί ποτε καὶ πλεῖον, καὶ μὴ ὥστε ὑπερβάλλειν μίαν τε καὶ ἡμίσειαν. εἰ δὲ καὶ πλέονος δέοιτο στύψεως, ἀτονίας οὔσης, ὡς μηδὲ τῆς τροφῆς κρατεῖν, προσμιγνύσθω καὶ ὀμφακίου τὸ ἴσον, ὥστε τῶν τριῶν ἑκάστου
δραχμὴν εἶναι μίαν, τῆς ἀλόης λέγω καὶ τῆς μαστίχης μίαν καὶ τρίτην τοῦ ὀμφακίου. μιγνύσθω δὲ ἐν τῇ σκευασίᾳ τῆς κηρωτῆς πρῶτον μὲν ὀμφάκιον, εἶθ’ οὕτω τὰ ἄλλα τούτοις ἑνούσθω. μίγνυμι δ’ ὥσπερ ὀμφάκιον, οὕτω καὶ ἀψινθίου χυλόν. ἔστι δ’ ὅτε καὶ ἄμφω καὶ τρίτης ἐπ’ αὐτοῖς τῆς ὑποκυστίδος καὶ τετάρτης οἰνάνθης, οὕτω δ’ ὀνομάζω τὸ τῶν ἀγρίων ἀμπέλων ἄνθος ἢ ἐκβλάστημα σὺν τοῖς ἄνθεσιν, ἐξ οὗ ταῖς ἡμέραις ἡ σταφυλὴ γίνεται. καὶ μέντοι καὶ ῥοῦ χυλὸν οὐκ ὀλιγάκις ἔμιξα, καὶ παραύξειν δὲ χρὴ τῆς ναρδίνης κηρωτῆς τὸ πλῆθος, ἀνάλογον τῷ τῶν ἄλλων φαρμάκων ἀριθμῷ, ὥστε ἂν τέσσαρες ἐκ τῶν ἄλλων ἀθροίζωνται δραχμαὶ, τέσσαρας γο εἶναι τῆς ναρδίνης κηρωτῆς, δύο μὲν τοῦ κηροῦ, δύο δὲ τῆς νάρδου, τουτέστιν ἑκκαίδεκα δραχμὰς ἑκατέρου. χρονιζούσης δὲ τῆς φλεγμονῆς καὶ σκληρυνομένης ἤδη, ποικιλώτερα φάρμακα προσφέρειν χρὴ καὶ τῶν ἀρωμάτων ἔχοντά τι καὶ τῶν μαλακτικῶν τε καὶ διαφορητικῶν φαρμάκων, ὁποῖόν ἐστι καὶ τὸ διὰ τοῦ μελιλώτου σκευαζόμενον. ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ πολυειδεστέρα,

διὰ τὸ πᾶσι τοῖς καθ’ ὑποχόνδριον φλεγμαίνουσιν ἁρμόττειν, ὑπαλλαττόμενον οὐ μεγάλαις διαφοραῖς, ὥστε τὴν μέν τινα σκευασίαν αὐτοῦ τοῖς περὶ ἧπαρ εἶναι χρησιμωτέραις τὴν δέ τινα τοῖς περὶ τὸν στόμαχον ἢ κοιλίαν ἢ σπλῆνα ἤ τινα τῶν ἐνταῦθα μυῶν, ἃ κοινῇ γραφῇ περιείληπται πάντα κατὰ τὰς τῶν μαλαγμάτων συνθέσεις. ἐν δὲ τῷ παρόντι τὰ γεγραμμένα τοῖς πρὸ ἐμοῦ πρὸς ἁπάσας τὰς περὶ τὸν στόμαχον διαθέσεις, οὐ διὰ τῆς ἔξωθεν ἐπιθέσεως τῶν φαρμάκων μόνον, ἀλλὰ καὶ διὰ πόσεως ὠφελοῦντα γραφήσεται πάντα. τινὰ δὲ αὐτῶν ἐστι κοινὰ καὶ τοῖς κατὰ τὴν γαστέρα πάθεσιν.

Εἴρηται πολλάκις ὡς τὸ τῆς γαστρὸς στόμα καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὥσπερ καρδίαν, οὕτω καὶ στόμαχον. ἀλλὰ πάλαι μὲν ἦν συνηθέστερον τὸ τῆς καρδίας ὄνομα, νυνὶ δὲ ἀπ’ ἐκείνου μὲν ἔτι διαμένει τὸ καρδιώσσειν καὶ ἡ καρδιαλγία, τὸ δὲ μόριον αὐτὸ στόμαχον ὀνομάζουσιν ὁμωνύμως τῷ καταφέροντι τὴν τροφὴν ἐκ τοῦ στόματος εἰς αὐτήν. γεγράφασιν οὖν οἱ πρὸ ἡμῶν φάρμακα πρὸς τὰς ἐν

αὐτῷ διαθέσεις, ὥσπερ τὰς ἄλλας, οὕτω καὶ τὰς ὀνομαζομένας αὐτοῖς ἀνατροπάς· ἐοίκασι δ’ οὕτω καλεῖν τάς τε ἀνορεξίας καὶ τὰς ναυτιώδεις διαθέσεις, ἐφ’ αἷς ἐνίοτε μὲν συμβαίνουσιν ἔμετοι, γίνονται δὲ καὶ δήξεις ἐν αὐτῷ τινες, ὥσπερ βουλιμιώδεις τε καὶ ἀσώδεις διαθέσεις, ἐφ’ ὧν ἁπασῶν κοινὴ μέν τις ἡ τῶν στυφόντων φαρμάκων εὕρηται χρῆσις. ἐπιμέμικται δ’ αὐτῶν τοῖς πλείστοις τὰ θερμαίνοντα καὶ ξηραίνοντα. γίνονται δὲ καὶ αἱ ἄλλαι διαθέσεις σπανιώτεραι τῶν ὑγραινόντων ἢ ψυχόντων ἢ ἀμφοτέρων ἅμα δεόμεναι φαρμάκων. τοῖς δὲ ἐκ πείρας ἄνευ λογικῆς μεθόδου τὰ βοηθήματα εὑρίσκουσιν, εἰκότως τὰ πολλάκις ὠφελήσαντα, μνημονεύεταί τε καὶ εἰς χρῆσιν ἄγεται. τῶν γὰρ πλειστάκις ὡσαύτως ἑωραμένων τήρησίν τε καὶ μνήμην εἶναί φασι τὴν ἑαυτῶν ἐμπειρίαν. ὥσπερ δὲ ἐν τῷ στόματι τῆς κοιλίας, οὕτω καὶ κατ’ αὐτὴν ὅλην ἕκαστόν τε τῶν ἐντέρων καὶ συνελόντι φάναι κατὰ πᾶν μόριον τοῦ σώματος αἱ αὐταὶ δυσκρασίαι γινόμεναι τὰς ἐνεργείας τῶν ὁμοιομερῶν
βλάπτουσιν, ἃς εἰ μή τις πεισθείη τὰ νοσήματα αὐτῶν, οὐδὲ ἂν ἀσκήσειε τὴν διάγνωσιν. ἀγνοήσας δὲ αὐτὴν οὐδὲ τὴν θεραπείαν εὑρήσει. ἔχουσι δ’ οὐκ ὀλίγον στοχασμὸν αἱ διαγνώσεις τῶν ἐν τῷ βάθει τοῦ σώματος συνισταμένων διαθέσεων, διὸ καὶ χρησιμώτατόν ἐστι τῆς ἰατρικῆς τέχνης μόριον τὸ διαγνωστικὸν τῶν τοιούτων διαθέσεων, ἃς οὐδ’ ὅτι πρῶταί τε καὶ μέγισταί εἰσι γινώσκουσιν οἱ πολλοὶ τῶν ἰατρῶν, ὥστε εἰκότως οὔτε διάγνωσιν αὐτῶν οὔτε θεραπείαν ἐζήτησαν. ἀναγκάζονται τοίνυν, εἰ καὶ δογματικοὶ τύχοιεν ὄντες, τὰς λογικὰς μεθόδους ἐπὶ τὴν ἐμπειρίαν ἀφικνεῖσθαι μόνην, ὥστε θαυμάζειν, ὅταν ἄνευ πυρετοῦ καὶ φλεγμονῆς ἀποστήματός τε καὶ ἑλκώσεως ἀσθενῶς τινος πέπτοντος ἢ μηδ’ ὅλως πέπτοντος ἐπαγγειλάμενοι θεραπείαν εὑρεῖν ζητῶσιν εἰ τῇ τρίψει τῶν σιτίων ἡ πέψις γίνεται, κᾄπειτα ὡς μέγιστον τοῦτο εὑρηκότες εὔτριπτα διδόασιν αὐτὰ τὰ ἐδέσματα, μηδὲ τὸ προχειρότατον ἐννοοῦντες, ὃ καὶ τῶν ἰδιωτῶν ἰατρικῆς, ἄλλως δὲ συνετῶν ὄντων ἀνδρῶν, ἤρετό μέ τις

ὅπως χρήσιμόν ἐστι τὸ γνῶναι τῇ τρίψει τὴν πέψιν γίνεσθαι πρὸς τὸ τὴν διάθεσιν ἐξιάσασθαι τῆς γαστρὸς, καθ’ ἣν ἀτονεῖ πέπτειν τὰ σιτία, πρὸς τῷ μηδὲ θεραπείαν εἶναι τὴν τῶν εὐτρίπτων προσφορὰν, ἀλλὰ μόνον ἔκκλισιν τῆς βλάβης, ὥσπερ καὶ τὴν ὀλιγοσιτίαν τε καὶ ἀσιτίαν. ὥσπερ γὰρ ὁ ἀσιτήσας οὐκ ἀπεπτεῖ μὲν, οὐ μὴν ἐθεραπεύθη τὴν διάθεσιν, οὕτως οὐδ’ ὁ τὰ μηδ’ ὅλως δεόμενα τρίψεως προσαράμενος, ὁποῖόν ἐστι τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα. ταῦτα μὲν οὖν ἐν τῆς θεραπευτικῆς μεθόδου γράμμασιν αὐτάρκως λέλεκται, καὶ δῆλον ὅτι τοῖς ἐν ἐκείνοις γεγυμνασμένοις ἡ νῦν ἐνεστῶσα διδασκαλία χρήσιμος ὑπάρχει. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων, ὡς ἔμπροσθεν εἶπον, ἀναμιμνήσκων ἕκαστα τῶν ἐν ἐκείνῃ μοι προδεδειγμένων κεφαλαίων ἐπὶ τὴν περὶ τῶν φαρμάκων σύνθεσιν ἠρχόμην, οὕτω καὶ νῦν ποιήσω.

Δυσκρασιῶν οὐσῶν ὀκτὼ καθ’ ἕκαστον τῶν μορίων, καὶ τούτων ἁπασῶν γινομένων ἢ κατὰ ψιλὰς καὶ μόνας τὰς

ποιότητας, ἢ καὶ μετά τινος χυμοῦ, τὴν μὲν κατὰ ξηρότητα δυσκρασίαν ὑγραίνειν χρὴ, τὴν δὲ καθ’ ὑγρότητα ξηραίνειν, οὕτω δὲ καὶ τὴν κατὰ θερμότητα ψύχειν, τὴν δὲ κατὰ ψύξιν θερμαίνειν χρή. ὁμοίως δὲ καὶ τὰς συνθέτους δυσκρασίας ἤτοι θερμαίνειν καὶ ξηραίνειν ἢ ὑγραίνειν καὶ θερμαίνειν ἢ ψύχειν καὶ ὑγραίνειν ἢ ξηραίνειν καὶ ψύχειν. ἐπεὶ δὲ, ὡς ἔφην, αἱ πλεῖσται δυσκρασίαι τοῖς ἀνθρώποις ἐκ περιουσίας ὑγρῶν μᾶλλον ἢ ἐνδείας γίνονται, τὰ ξηραίνοντα φάρμακα τοὺς πολλοὺς ὀνίνησι μᾶλλον. ἐπὶ δὲ τῶν ξηραινόντων τὰ μὲν στύφει, συνάγοντα καὶ στύφοντα τὴν τῶν ὁμιλούντων οὐσίαν, τὰ δὲ διαφοροῦντα, κᾀν τούτῳ διαλύοντα τὴν οὐσίαν αὐτῶν, διὰ τοῦτο πλείους εἰσὶν οἱ τῶν στυφόντων δεόμενοι. ἀλλ’ ἐὰν μετὰ ψύξεως ἡ ὑγρὰ δυσκρασία γένηται, βλάπτονται διὰ τῶν στυφόντων μόνων θεραπευόμενοι ψυχρῶν ὄντων ταῖς δυνάμεσιν. εἰκότως οὖν τὰ πλεῖστα τῶν διὰ πείρας εὑρημένων φαρμάκων ἐκ μικτῆς ὕλης σύγκειται, στυφούσης τε καὶ θερμαινούσης. γνωρίσεις δὲ αὐτῶν τὴν

διαφορὰν τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἔχων τὴν μνήμην. εἴρηται γάρ μοι πολλάκις ἤδη μηδένα δύνασθαι λογικῶς τε καὶ κατὰ μέθοδον τοῖς ἐν τῇδε τῇ πραγματείᾳ γεγραμμένοις χρήσασθαι χωρὶς τοῦ μεμνῆσθαι τῶν εἰρημένων ἐν ταῖς πρὸ ταύτης δύο πραγματείαις, τῆς τε τῶν ἁπλῶν φαρμάκων δυνάμεως καὶ τῆς θεραπευτικῆς μεθόδου. τινὲς μὲν γὰρ ἄνευ διορισμοῦ τινος ἔγραψαν φάρμακα πρὸς τὰς τοιαύτας διαθέσεις στομάχου τε καὶ γαστρὸς, ἔνιοι δὲ ἐφήψαντο διορισμῶν τινων ἀπὸ συμπτωμάτων ἅπασι φαινομένων. ὅπως οὖν καὶ ὑμεῖς εἰδῆτε γνωρίζειν ἑκάστου τῶν διὰ πείρας εὐδοκιμησάντων φαρμάκων τὰς δυνάμεις, εἰ καὶ μὴ προσγεγραμμένας εὑρίσκοιτε τὰς διαφορὰς τῶν διαθέσεων ἐφ’ ὧν ἁρμόττουσι, παραγράψω πρώτας μὲν τὰς ὑπ’ Ἀνδρομάχου γεγραμμένας, εἶτα τὰς ὑπ’ Ἀσκληπιάδου καὶ μετὰ ταύτας, ἐὰν δόξῃ, καὶ ἄλλας τινάς.

2. [Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι στομαχικαὶ δυνάμεις.] Προγράψας Ἀνδρόμαχος, στομαχικαὶ, μετὰ τὴν προγραφὴν τήνδε οὕτως ἤρξατο. πρὸς στομαχικοὺς ἱερὰ, ᾗ

χρῶμαι, κᾄπειθ’ ἑξῆς ἔγραψε τὴν ὅλην αὐτῆς σύνθεσιν, ὡδί πως ἔχουσαν. ♃ σχοίνου ἄνθους, ξυλοβαλσάμου, μαστίχης, κρόκου, νάρδου Ἰνδικῆς, ἀσάρου, κινναμώμου ἀνὰ δραχ. στ΄. ἀλόης πεπλυμένης δραχ. ρ΄. ὁμοῦ λεάνας ἀποτίθεσο, δίδου νήστει κοχλιάρια β΄. οἱ δὲ ἓν, μεθ’ ὕδατος ψυχροῦ κυάθων δ΄. ἢ θερμοῦ. ταῦτα μὲν οὖν ὁ Ἀνδρόμαχος ἔγραψεν, οὔτε τίνας ὀνομάζει στομαχικοὺς δηλώσας οὔτε εἰ πᾶσιν αὐτοῖς ἁρμόττει τὸ φάρμακον οὔτ’ εἰ πλείοσιν. ἐμοὶ τοίνυν ἀναγκαῖον εἰπεῖν, ἐπειδὴ τῶν λεγομένων στομαχικῶν ἔνιοι μὲν ὑπὸ τῆς εἰρημένης ἀρτίως ἱερᾶς ὀνίναται μεγάλως, ἔνιοι δὲ βλάπτονται. οἱ μὲν γὰρ πολλοὶ τῶν ἀνθρώπων τούς τε ἀνορέκτους οὕτω καλοῦσι καὶ ὅσοις μετὰ τὸ προσάρασθαι τὴν τροφὴν τὸ τῆς γαστρὸς στόμα βαρύνεταί τε καὶ θλίβεται καί τινα δύσφορον ἄσην ἔχει. καλοῦσι δ’ ὡσαύτως κᾀκείνους, οἷς ἐπιγίνεται ναυτία, καὶ μᾶλλόν γε ὅταν εἰς ἔμετον ὁρμήσῃ, καὶ μᾶλλον ἔτι μετὰ τοῦ διαφθείρεσθαι τὰ σιτία, ποτὲ μὲν ὀξώδη γινόμενα, ποτὲ δὲ καὶ κνισώδη, ποτὲ δὲ καὶ ἄλλην ποιότητα μοχθηρὰν ἐπικτώμενα.
καὶ τούτων ἁπάντων ἔτι μᾶλλον ἐκείνους στομαχικοὺς ὀνομάζουσιν, ὅσοις ἐρυγαὶ τοιαῦται μετὰ δυσφορίας τινὸς καὶ ἄσης καὶ ἀνατροπῆς γίνονται, πολλάκις οὐδέπω τροφὴν προσενεγκαμένοις. κᾂν ἐπὶ πλεῖστον δὲ χρόνον ἐν τῷ στόματι τῆς γαστρὸς διαμένῃ τὰ σιτία βαρύνοντα καὶ μόλις ὑποβιβαζόμενα, καὶ τούτους στομαχικοὺς ὀνομάζουσιν. ἑτέρους δὲ τὴν καλουμένην ὄρεξιν κυνώδη ἴσχοντας, ὡς ἐσθίειν τε πλεῖστα καὶ βαρυνομένους μάλιστα ὀλίγον ὕστερον ἐμεῖν, ὁμοίως προσαγορεύουσιν, ἄλλους δὲ ἰσχυρῶς ἐκλυομένους, ὅταν ἐπὶ πλεῖον ἀσιτήσωσι, κᾂν μὴ θᾶττον ἐπὶ τὴν τῶν σιτίων ἀφίκωνται προσφορὰν, δακνομένους τὸ τῆς γαστρὸς στόμα, καλοῦσιν ὡσαύτως στομαχικούς. αὐτῶν δὲ τούτων ἔνιοι ναυτιώδεις γίνονται ῥᾳδίως, εἰ μὴ θᾶττον προσάροιντο πόμα καὶ σιτία. κατὰ μέθοδον οὖν λογικὴν ὁ τὰ βοηθήματα εὑρίσκων ἐπὶ τὴν τῆς διαθέσεως ἀφικνεῖται ζήτησιν, ἧς εὑρηθείσης εὐπορήσειν ἐλπίζει τῶν οἰκείων αὐτῇ βοηθημάτων. ὁ δὲ διὰ μόνης τῆς πείρας ἀθροίζων τὰ βοηθήματα περίπτωσίν τε τὴν ἑαυτοῦ περιμένει καὶ τὴν τῶν ἔμπροσθεν ἱστορίαν
ἀναλέγεται. γεγραφότων δὲ αὐτῶν ἀδιορίστως τὰ πλεῖστα, καὶ μέντοι καὶ διαφερομένων ἐν πολλοῖς, εἰκότως καὶ αὐτὸς ἄλλοτε ἄλλης γίνεται γνώμης, καὶ μᾶλλον ὅταν ὑπ’ αὐτῶν τῶν βοηθημάτων ἐνίοτε μὲν ὠφελουμένους ὁρᾷ τοὺς στομαχικοὺς, ἐνίοτε δὲ βλαπτομένους, καθάπερ ἐπὶ τῆς προκειμένης ἱερᾶς, ἣν οἱ νῦν ἰατρεύοντες ἐν Ῥώμῃ σχεδὸν ἅπαντες ὀνομάζουσι πικρὰν, ἐπειδὴ τὸ τῆς ἱερᾶς ὄνομα τῷ διὰ τῆς κολοκυνθίδος ἐπιφέρειν ἐδικαίωσαν. οἱ δὲ πρὸ ἡμῶν ἰατρεύσαντες ἐν Ῥώμῃ τὰς δύο καλοῦντες ἱερὰς προσέθεσαν αὐταῖς ἕνεκα διαστολῆς, τῇ μὲν ἑτέρᾳ τὸ διὰ κολοκυνθίδος, τῇ δ’ ἑτέρᾳ τὸ δι’ ἀλόης, οὕτω γράφοντες ἱερὰ ἡ διὰ κολοκυνθίδος, ἱερὰ ἡ δι’ ἀλόης. ἡ τοίνυν διὰ τῆς ἀλόης ἱερὰ σκευάζεται διττῶς, ὑπὸ μὲν ἐνίων, ὥσπερ καὶ ἡ τοῦ Ἀνδρομάχου πρὸς ἑκατὸν δραχμὰς τῆς ἀλόης, μιγνυμένων ἑκάστου τῶν ἄλλων δραχμῶν ἓξ, ὑπὸ δὲ ἐνίων τε οὐχ ἓξ, ἀλλ’ ὀκτώ. τινὲς δὲ τῆς ἀλόης εἰς ὀγδοήκοντα δραχμὰς ἓξ τῶν ἄλλων μιγνύουσιν. οἱ μὲν οὖν πλεῖστοι τὰ μιγνύμενα τῇ ἀλόῃ φάρμακα τὸν ἀριθμὸν ἓξ καὶ τὸ καλούμενον ἄνθος
σχοίνου, καὶ μέντοι καὶ τὴν ἀλόην αὐτὴν ὁ μὲν Ἀνδρόμαχος πεπλυμένην, τῶν δὲ ἄλλων ἔνιοι μὲν οὕτως, ἔνιοι δὲ ἄπλυτον ἐμβάλλουσιν. ἡμᾶς δὲ νῦν χρὴ γινώσκειν εἰς μὲν τὴν ὑπαγωγὴν τῆς γαστρὸς ἐπιτηδειοτέραν εἶναι τὴν ἄπλυτον ἀλόην, ἀποτίθεσθαι δὲ τὸ πολὺ τοῦ φαρμακώδους τὴν πεπλυμένην καὶ ἣν μᾶλλον ἄν τις θαῤῥήσειε δοῦναι τοῖς πυρέσσουσιν, οὐδὲ τούτοις σφοδρῶς, ἀλλὰ πάνυ βληχρῶς. ἔνιοι δὲ καὶ τὸ διὰ τῆς ἀπλύτου πολλοῖς τῶν οὕτω πυρεσσόντων δόντες, εἶτα μηδὲν σαφὲς βλάψαντες, ἐπ’ ἄλλων μεγίστης ἐπειράθησαν βλάβης, ἐναντιωτάτη γάρ ἐστιν ἀλόη, κᾂν πλυνθῇ, τοῖς ἄνευ μοχθηρῶν ὑγρῶν κατὰ δυσκρασίαν τὴν θερμὴν καὶ ξηρὰν ἐνοχλουμένοις. ἐγγὺς δέ τι τούτων καὶ οἱ κατὰ τὴν ξηρὰν δυσκρασίαν, εἰ μετὰ ψυχρότητος εἴη τὴν βλάβην ἴσχουσι, καὶ ὅλως ὅσοι κατὰ τὰς ποιότητας μόνας ἐβλάβησάν τι μόριον. αἱ γὰρ ἐπὶ χυμοῦ δυσκρασίαι τῶν κενούντων αὐτὰς δέονται φαρμάκων. αἱ δ’ ἄνευ τούτων εἰς μαρασμὸν ἀφικνοῦνται πάντως ἐπὶ τῷ διὰ τῆς ἀλόης φαρμάκῳ, ἔνθα τοίνυν ὑγρότης μοχθηρὰ διαβρέχει τοὺς χιτῶνας
τῆς γαστρὸς, ἡ δι’ ἀλόης πικρὰ χρήσιμος, ἐκκαθαίρουσα τὴν ὑγρότητα. πάντως δὲ τοῖς οὕτω διακειμένοις ὑπάρχει σύμπτωμα ναυτιῶδες ἧττον ἢ μᾶλλον. αὕτη μὲν οὖν ἡ κένωσις τοῦ λυποῦντος χυμοῦ διὰ τῆς ἀλόης γίνεται μόνης, καθαρτικὴν ἐχούσης δύναμιν οὐκ ἰσχυρὰν, ἀλλ’ ὥστε τὰ μὲν κατὰ τὴν κοιλίαν ὧν ψαύει δύνασθαι καθαίρειν, κᾂν πλείων ποτὲ δοθῇ, μέχρι τῶν κατὰ τὸ ἧπαρ ἀναβαίνει χωρίων, οὐ μὴν ὅλου τοῦ σώματός ἐστι καθαρτικὸν ἡ ἀλόη. τῶν μιγνυμένων δ’ αὐτῇ μαστίχη μὲν ὡς εὐστόμαχός τε καὶ εὐώδης, θραῦσαι τὸ φαρμακῶδες τῆς ἀλόης δυναμένη μίγνυται. κιννάμωμον δὲ πρὸς αὐτοῖς ὅτι λεπτομερέστατόν ἐστιν, ὡς ἀναστομοῦν τε ἅμα τοὺς πόρους τῆς γαστρὸς διαῤῥύπτειν τε καὶ λεπτύνειν εἴ πού τι γλίσχρον ἢ παχὺ τοῖς χυμοῖς ἐπιφέροιτο. τὰ γὰρ παχέα τῶν ὑγρῶν διὰ τὴν τῆς καθαρτικῆς δυνάμεως ἀῤῥωστίαν οὐ πέφυκεν ἕλκειν ἡ ἀλόη. διὸ καὶ τῶν χολωδῶν τῶν ἐν τῇ γαστρὶ διαθέσεων ἄριστόν ἐστι φάρμακον, ὡς ἐν ἡμέρᾳ μιᾷ πολλάκις ἰάσασθαι, στομαχικῶς ἐνοχλεῖσθαι πεπιστευμένους πολλούς. ὠφελεῖ δὲ καὶ ταῦτα καὶ τἄλλα
πάντα πάθη τὰ κακόχυμα τὸ κιννάμωμον μιγνύμενον, ἀλλοιωτικὴν ἐπὶ τὸ κατὰ φύσιν ἔχον δύναμιν τῶν μοχθηρῶν ποιοτήτων. εἰδέναι τοίνυν χρὴ τὰς ἐπὶ χυμοῖς μοχθηροῖς διαθέσεις κατά τε τὴν γαστέρα καὶ τὸν στόμαχον ὠφελουμένας μὲν διὰ τῶν τῆς ἀλόης φαρμάκων, εἰς μεγίστην δὲ βλάβην ἀφικουμένας ὑπὸ τῶν στυφόντων ἐδεσμάτων τε καὶ πομάτων καὶ φαρμάκων. ὥσπερ γε πάλιν ἐφ’ ὧν ὑγρότης πολλὴ καὶ οἷον πλάδος τίς ἐστι κατὰ τὸ πεπονθὸς ἄνευ κακίας χυμῶν, αὐτῷ μόνῳ τῷ ποσῷ λυποῦσα καὶ οἷον διάβροχον ἐργασαμένη τὸ τῆς γαστρὸς σῶμα χρησιμωτάτη τῶν στυφόντων ἐδεσμάτων τε καὶ πομάτων καὶ φαρμάκων ἡ χρῆσίς ἐστιν, ἐκλύτου καὶ παρέτου γενομένου τηνικαῦτα τοῦ πεπονθότος, ὁμοίως τοῖς κεχαλασμένοις ἄρθροις, ἐφ’ ὧν καὶ αὐτῶν ἡ τῶν στυφόντων χρῆσις ἐπανορθοῦται τὴν διάθεσιν. ἀλλ’ ἥ γε πικρὰ, περὶ ταύτης γὰρ ἡμῖν ὁ λόγος, ὥσπερ τὸ κιννάμωμον, οὕτω καὶ τἄλλα τὰ μὲν ὡς εὐστόμαχα, τὰ δὲ ὡς λεπτομερῆ καὶ ῥύπτοντα λαμβάνει, τῇ μὲν ἰσχύϊ πάμπολυ
κινναμώμου λειπόμενα, τὸ δὲ γένος τῆς δυνάμεως ταὐτὸν ἔχοντα. δευτέραν ἐπὶ τῇ προγεγραμμένῃ συνθέσει ὁ Ἀνδρόμαχος κατὰ λέξιν οὕτως ἔγραψεν, ὡς Λάμπων ὁ Πηλουσιώτης. ♃ κινναμώμου, καλάμου ἀρωματικοῦ, κασσίας μελαίνης, ξυλοβαλσάμου, σχοίνου ἄνθους, ἐλάτης ἀνὰ γο γ΄. οἱ δὲ ἀνὰ γο α΄. κόψας πάντα ἁδρομερῶς, ἔμβαλλε εἰς χύτραν καινὴν, ἐπιβαλὼν ὕδατος ὀμβρίου ξε. γ΄. καὶ ἕψε ἕως τὸ ἥμισυ λειφθῇ καὶ διήθησον καὶ λαβὼν ἀλόης Ἰνδικῆς λίτραν α΄. ἐπίχει ὕδατος ὀμβρίου τὸ ἱκανὸν καὶ λέαινε τοῖς ὑπὸ κύνα καύμασιν ἕως ξηρανθῇ, τούτῳ πρῶτον ἀπογλυκάνας τὴν ἀλόην τό τε ἀπὸ τῶν ἀρωματικῶν βαλὼν ὕδωρ λέαινε ἐν ἡλίῳ ἄχρι ξηρανθῇ, καὶ λεάνας λεῖα κατάμισγε ταῦτα, κρόκου, σμύρνης, μαστίχης ἀνὰ γο γ΄. οἱ δὲ ἀνὰ γο α΄. συλλεάνας ὁμοῦ πάντα, ἀπόθου ξηρὸν καὶ χρῶ ποτίσματι πρὸς σπάσματα, ῥήγματα, πληγὰς τῶν ἐντὸς, ἐναρχομένους πόνους πλευρῶν καὶ ἐπὶ τῶν πνευματουμένων, στομάχους ἀλγούντων καὶ βραδυπεπτούντων καὶ αἷμα ἀναγόντων
καὶ ἰσχιαδικῶν τὴν τελείαν δόσιν δίδου ἐν ὕδατος κυάθῳ ἑνὶ ὀβολὸν α΄. οἷς δὲ ὀβολοὺς δύο, τοῖς δὲ ἄλλοις πρὸς δύναμιν. ἐπὶ δὲ τῶν τραυμάτων καὶ φλεγμονῶν διηθὲν, ὀξυμέλιτος πάχος ἐπιτεθειμένον. ἐπὶ δὲ τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν χυλῷ ἡδυόσμου ἢ καλαμίνθης ἢ στρύχνου ἤ τινος τῶν ὁμοίων. ἐπὶ δὲ τῶν ἐν δακτυλίῳ φλεγμονῶν ἐν ῥοδίνῳ ἢ οἴνῳ Ἀμιναίῳ. χρῶ δὲ καὶ ἐπὶ παρωνυχιῶν ξηρῷ, ἐπάνω μοτῶν σὺν ῥοδίνῳ καὶ πρὸς αἱμοῤῥαγίας καὶ ξηρὸν σὺν ὄξει καὶ πρὸς ἐσχάραν ἐν στόματι, ἐν γλυκεῖ ἀναγαργαριζόμενον. τοῦτο τὸ φάρμακον, ὃ τοῦ Πηλουσιώτου Λάμπωνος εἶναί φησι τῶν πολυχρήστων ἐστὶ, περὶ ὧν εἴρηταί τι καὶ πρόσθεν, ὡς ἀπολειπόμενα τῶν ἕν τι ποιούντων ἄριστα τῷ πλήθει τῆς ἐπαγγελίας σπουδάζεται, βουλομένων ἡμῶν ἓν ἔχειν μᾶλλον ἐπὶ παθῶν εἴκοσιν ἁρμόζον ἢ τοσαῦτα τὸν ἀριθμὸν ἕτερα βελτίω καθ’ ἓν ἕκαστον πάθος ἑνὸς τοῦ πολυχρήστου. δύναμις δὲ αὐτοῦ, καθ’ ἣν ἐπὶ τῶν προειρημένων ἐνεργεῖ, λεπτομερής τε καὶ θερμαίνουσα καὶ τέμνουσα

καὶ διαῤῥύπτουσα καὶ ἀναστομῶσα καὶ διὰ ταῦτα διαφορητικὴ τῶν πλεοναζόντων ἔν τισι μορίοις ἰχώρων τε καὶ χυμῶν, κατὰ τοῦτο δὲ καὶ τοῖς προκειμένοις ἐν τῷ λόγῳ πάθεσιν ἁρμόττει διαφοροῦν τοὺς μοχθηροὺς, ὡς ἔφην, ἰχῶράς τε καὶ χυμοὺς τῶν πεπονθότων μορίων, ὥστε καὶ τὰς προειρημένας τῆς κοιλίας διαθέσεις, ἐφ’ ὧν ἡ πικρὰ κάθαρσιν ἐργάζεται μετρίαν, ἰάσαιτο τῷ ξηραίνειν κατ’ ὀλίγον οὐ τῷ κενοῦν ἀθρόως, ἀμείνων οὖν εἰς τὰς τοιαύτας διαθέσεις ἡ πρώτη γεγραμμένη πικρά. τρίτον ἐπὶ τοῖς προγεγραμμένοις ὁ Ἀνδρόμαχος ἔγραψε φάρμακον ὡδί πως.

[Πρὸς στομαχικοὺς καὶ κοιλιακοὺς ὁ πικρὸς τροχίσκος μαλάσσει κοιλίαν, ποιεῖ καὶ πρὸς ὕπνον καὶ ἔστιν ἐκ τῶν Ἀφρόδα. ποιεῖ καὶ πρὸς κύστιν καὶ πρὸς τὰ ἐν κώλῳ] ♃ Σελίνου σπέρματος δραχ. στ΄. ἀνίσου δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. α΄ S" . καστορίου δραχ. β΄. σμύρνης δραχ. α΄ S" . νάρδου Κελτικῆς τοῦ ἄνθους δραχ. α΄ S" . ὀπίου δραχ. α΄ S" . κινναμώμου δραχ. α΄ S" . ἀψινθίου κόμης δραχ. γ΄. ἀλόης τριώβολον, μαστίχης δραχ. α΄. μεθ’ ὕδατος ἀνάπλασσε τροχίσκους τριωβολιαίους ἢ

ἀνὰ δραχ. α΄. καὶ δίδου μεθ’ ὕδατος κυάθων γ΄. οὐδ’ ἐπὶ τούτου τοῦ φαρμάκου προσέγραψεν ὁ Ἀνδρόμαχος, ὁποίους λέγει στομαχικοὺς τούς τι πάσχοντας. ἐκ δὲ τοῦ προσκεῖσθαι τῇ συνθέσει τὸ ὀπίου ὁ συνθεὶς τὸν τροχίσκον εὔδηλός ἐστιν ἐστοχασμένος τοῦ ξηραντικόν τε ἅμα καὶ ἀνώδυνον ἐργάσασθαι τὸ φάρμακον, ὕπνον τέ τινα φέρον, οὐ μὴν πρὸς μίαν γε τῶν εἰρημένων διαθέσεων ἀγωνιστικῶς ἱστάμενος, ἐκκόψαι διὰ ταχέων αὐτήν. τέταρτον ἄλλο φάρμακον ὁ Ἀνδρόμαχος ἔγραψεν, οὐδὲ πρὸς μίαν διάθεσιν ἀγωνιστικῶς συγκείμενον οὔτε πρὸς πολλὰς μετρίως. ἔχει δὲ οὕτως ἡ γραφή.

[Πρὸς στομαχικοὺς ἱερὰ Ἀντιπάτρου.] ♃ Ἀλόης καλῆς δραχ. δ΄. μαστίχης δραχ. β΄. ἀσάρου δραχ. δ΄. ῥόδων ξηρῶν, σχοίνου, μήου, φοῦ, κασσίας ὁμοίως ἀνὰ γο S". ξηρῷ λείῳ χρῶ ὡς ἐπὶ τῆς ἀλόης. τὸ πέμπτον δὲ ἐπὶ τούτοις φάρμακον, ὃ δι’ ἀρνογλώσσου χυλοῦ σκευάζεται, καί φησιν Ἀπολλωνίου εἶναι αὐτὸ, τοιοῦτόν ἐστιν. ♃ ἀρνογλώσσου χυλοῦ ξηροῦ δραχ. γ΄. μαστίχης δραχ. β΄. σμύρνης δραχ. α΄. ἡδυόσμου δραχ. α΄. ζιγγιβέρεως

δραχ. α΄. δοκεῖ μοι ταύτης τῆς δυνάμεως ὁ Ἀπολλώνιος πεπειρᾶσθαι, θερμοτέραν διάθεσιν ἔχοντος τοῦ στομάχου, καὶ οὕτως αὐτὴν ἀδιορίστως ἐπαινεῖν, οὐ δυναμένην ἐπὶ τῶν ψυχρὰν ἐχόντων διάθεσιν ἁρμόττειν, ἐμψυκτικὸς γάρ ἐστιν ὁ τοῦ ἀρνογλώσσου χυλός· ἡ δὲ ἐφεξῆς γεγραμμένη δοκεῖ μοι συντίθεσθαι προσπταίσαντος ἐν τῇ τῆς προτέρας χρήσει τοῦ συνθέντος αὐτὴν καὶ γνόντος ὡς ἐμψῦχον ἐποίησε τὸ φάρμακον, εἶτα διὰ τοῦτο καστορίου τε προσθέντος ὀλίγον καὶ ἀλόης τι κενοῦν δυναμένης καὶ μαστίχης ὡς εὐστομάχου καὶ κρόκου καὶ σμύρνης ὡς πέπτειν δυναμένων. διόπερ οὔτε τοῦτο τὸ φάρμακον οὔτε τὸ πρὸ αὐτοῦ παραλάβοιμι ἂν ἐπὶ στομαχικῆς διαθέσεως, οὐδεμίαν ἰάσασθαι καλῶς δυνάμενα πλὴν τῆς ἱκανῶς θερμῆς. ἔγραψε δ’ οὕτως αὐτό. ♃ ἀρνογλώσσου χυλοῦ ξηροῦ δραχ. ι΄. ἀλόης Ἰνδικῆς δραχ. α΄. μαστίχης δραχ. α΄. κρόκου ὀβολοὺς β΄. ὀπίου τριώβολον, καστορίου τριώβολον, σμύρνης δραχ. α΄. ἀνάπλασσε ἡλίκα ἐρέβινθος. ὡσαύτως δὲ οὐδὲ τὸ ἐφεξῆς γεγραμμένον ἄνευ διορισμοῦ καλῶς ἄν τις παραλάβοι κατὰ διάθεσιν ἄλλην, ὅτι
μὴ μετρίας ξηρότητος καὶ στύψεως δεομένην, ἐπὶ χυμοῖς ὀλίγοις μὲν, μοχθηροῖς δὲ τῇ ποιότητι, σύγκειται γὰρ ἐξ ἠλέκτρου καὶ μαστίχης, ὡδί πως αὐτὸ γράψαντος καὶ τοῦ Ἀνδρομάχου. ♃ ἠλέκτρου, μαστίχης Χίας, τὴν ἤλεκτρον πλείονα βάλλε, δίδου κοχλιάριον ἓν, λεάνας ὕδατι. τὸ δ’ ἐφεξῆς τῶν προγεγραμμένων φαρμάκων, οὕτω πως ἔχον ἐν τῇ γραφῇ, στομαχικὴ Γάλλου τῇ θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεομένῃ διαθέσει χρήσιμός ἐστιν ἐκ μαράθρου καὶ ὄξους καὶ μέλιτος συγκειμένη, ἣν κατὰ λέξιν ἔγραψεν οὕτως ὁ Ἀνδρόμαχος. στομαχικὴ Γάλλου. ♃ μαράθρου χλωροῦ ῥίζης φλοιοῦ λίτρας S". ὄξους δριμέος ξε. α΄ S". ἀλόης γο γ΄. μέλιτος Ἀττικοῦ λίτραν μίαν. τὰς ῥίζας πλύνας ἔμβρεχε τῷ ὄξει ἡμέρας γ΄. εἶτα ἕψονται εἰς τὸ τρίτον, εἶτα ὅταν ἑφθαὶ γένωνται, ἐκθλιβεῖσαι ῥίπτονται, ἐπιχέας δὲ τὸ μέλι συνέψει, εἶτα ἐπίπασσε τὴν ἀλόην καὶ δίδου κοχλιάρια γ΄. σὺν ὕδατι. Ἀλκέτιος δὲ ὁ σοφιστὴς προσέθηκε τῇ γραφῇ, πηγάνου καὶ σελίνου ἐγκάρπων ἀνὰ χειροπληθὲς κελεύσας σὺν ταῖς ῥίζαις βρέχεσθαι καὶ τοῦ ὄξους ξε. S". τοῦ μέλιτος λίτρας β΄. καὶ

ταύτην ἐπαινεῖ. τοῖς προγεγραμμένοις ἐφεξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος οὕτως εἰπών. στομαχικὴ ὡς Νικόστρατος. ♃ καθαρᾶς ἠλέκτρου, Χίας μαστίχης, ἴρεως Ἰλλυρικῆς ἀνὰ γο δ΄. ῥόδων ἄνθους γο β΄. δίδου ξηροῦ λείου κοχλιάρια β΄. μεθ’ ὕδατος γαλακτώδους, εὐθὺς γὰρ ἄπονον ποιεῖ, ἐν κερατίνῳ δὲ ἀποκείσθω. καὶ τοῦτο δὲ τὸ φάρμακον εὔδηλον ὅτι στυπτικώτερόν πώς ἐστι καὶ δεῖται διαθέσεως ὑγροτέρας ἐπὶ χυμοῖς οὔτε πολλοῖς οὔτε λίαν δακνώδεσιν, ἐφ’ οἷς, οἶμαι, πειραθέντα τὸν συνθέντα τὸ φάρμακον ἢ χρώμενον αὐτῷ συνεχῶς, ἄπονον ποιῆσαι τὸν κάμνοντα καὶ καθολικὴν ἀπόφασιν προσθεῖναι τῷ φαρμάκῳ, τοῦ ποιεῖν εὐθέως ἄπονον τὸν κάμνοντα, οὐ δυνάμενον ἐπὶ πολλῶν τοῦτο πράττειν. καὶ τὸ τελευταῖον γεγραμμένον φάρμακον ὑπ’ Ἀνδρομάχου τόνδε τὸν τρόπον πρὸς στομαχικούς. ♃ μαράθρου ῥίζης φλοιοῦ δραχ. β΄. οἴνου κυάθους γ΄. ἕψε ἕως γένηται κύαθος εἷς, καὶ δίδου ὅλον, καὶ τοῦτο τῶν θερμαινόντων ἐστὶ καὶ δεῖται διαθέσεως θερμαίνεσθαι δεομένης.

3. [Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων στομαχικῶν φαρμάκων ἐν τῷ πρώτῳ τῶν ἐντός.] Ἤρξατο μὲν οὖν αὐτῶν ὡδί πως, πρὸς στομάχου ἀνατροπάς. τίνας δὲ λέγει ἀνατροπὰς οὐκ ἐδήλωσε σαφῶς. δύναται μὲν γὰρ καὶ τὰς ἀνορεξίας λέγειν, δύναται δὲ καὶ τὰς ἐπὶ τῇ τροφῇ γινομένας ναυτιώδεις διαθέσεις. ἐνίοτε μὲν γὰρ ἓν τοῦτο μόνον σύμπτωμα γίνεται μετὰ τὰς ἐδωδὰς, ἂν κινηθῶσιν ἰσχυροτέραν βραχὺ κίνησιν εὐθέως ἐμοῦσι. καλοῦσι γοῦν ἔνιοι καὶ τοὺς τοιούτους στομαχικοὺς καὶ ὑπτιοῦσθαι τὸν στόμαχον αὐτοῖς φασιν. ἕπεται δὲ τὸ σύμπτωμα τοῦτο ποτὲ μὲν ἀτονίᾳ μόνῃ τοῦ στόματος τῆς κοιλίας, οὐ δυναμένου περιστέλλεσθαι τοῖς σιτίοις ὁμοίως τῷ παντὶ κύτει τῆς γαστρὸς, ἔσθ’ ὅτε δὲ καὶ μετὰ τοῦ μοχθηράν τινα περιέχειν ὑγρότητα βραχεῖαν. ἡ γὰρ πολλὴ, καθάπερ γε καὶ ἡ πάνυ μοχθηρὰ καὶ χωρὶς τροφῆς, ἐργάζεται τὴν ναυτίαν, ἀλλ’ ὅ γε καλούμενος ὑπὸ τῶν πολλῶν ὑπτιασμὸς τοῦ στομάχου γίνεται μὲν καὶ κατὰ δυσκρασίαν ἡντιαοῦν ἄνευ κακίας ὑγρῶν, γίνεται δὲ καὶ δι’ ὑγρότητα πολλὴν μὲν, οὐ μὴν κακοήθη

τῇ ποιότητι. διαβρεχόμενος γὰρ ὁ στόμαχος ὑγρότητι δαψιλεῖ χαλᾶται τοῖς συνδετικοῖς νεύροις ὁμοίως. εὐϊατοτάτη τοιγαροῦν ἡ διάθεσις αὕτη σχεδὸν ἁπασῶν ἐστι δεομένη φαρμάκων, ξηρᾶναι μὲν τὴν ὑγρότητα δυναμένων, συνάγειν δὲ καὶ σφίγξαι τὸ κεχαλασμένον σῶμα. διὰ βάθους μὲν οὖν ἐκτεταμένης τῆς ὑγρότητος καὶ παχείας καὶ γλίσχρας οὔσης, χρεία μίξεώς ἐστι φαρμάκου λεπτυντικοῦ τε καὶ ὡς ἂν εἴποι τις διαβρωτικοῦ, ὁποῖόν ἐστιν ὄξος τε καὶ ὀξύμελι. μήτε δὲ τοιαύτης οὔσης τῆς ὑγρότητος μήτε διὰ βάθους ἱκανὰ μόνα τὰ στύφοντα θεραπεύειν ἐστί. τὸ τοίνυν προκείμενον ἐν τῷ λόγῳ φάρμακον οὐ τῶν μετρίων ὑπτιασμῶν, ἀλλὰ τῶν ἰσχυροτέρων ἐστὶν ἰατικόν. ἦν δ’ ἂν μετρίων, εἰ τὰ στύφοντα μόνα τις ἔμιξεν ἢ καὶ τῶν θερμαινόντων τι, ψυχρᾶς τῆς διαθέσεως αἰσθανόμενος. ἱκανὸν δὲ γνώρισμα τοῦ ψυχροτέραν τὴν διάθεσιν εἶναι πρὸς τῇ τοῦ κάμνοντος αἰσθήσει τὸ ἄδιψον. ὅταν γὰρ μήτε διψώδης εἴη μήτε καύματος αἰσθάνηται κατὰ τὸ τῆς κοιλίας στόμα, δῆλόν ἐστιν οὐκ εἷναι θερμὴν τὴν διάθεσιν. ἐπιτήδεια τοίνυν ἐστὶν εἰς τὰ

τοιαῦτα πάθη τῆς γαστρὸς τὰ γεγραμμένα τέτταρα φάρμακα κᾀγὼ νῦν γράψω κατὰ τὴν αὐτοῦ Ἀσκληπιάδου λέξιν τε καὶ τάξιν.

[Πρὸς στομάχου ἀνατροπάς.] ♃ Ῥοιᾶς ὀξείας τῶν πυρήνων τεθλασμένων τοῦ χυλοῦ ξε. γ΄. ἡδυόσμου χυλοῦ ξε. α΄. μέλιτος Ἀττικοῦ ξε. α΄. βαλὼν εἰς ἀγγεῖον κεραμεοῦν ἕψε κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου πρὸ τροφῆς μύστρον α΄. ἢ καὶ δύο. ἄλλο, ποιεῖ καὶ δυσεντερικοῖς καὶ ἐμοῦσι τὴν τροφήν. ♃ μηλέας κυδωνίας τῆς ῥίζης λίτραν α΄. οἴνου μυρτίτου ξε. γ΄. ἕψε εἰς τὸ τρίτον, εἶτα ἐκθλίψας τὸ ὑγρὸν, ἐπίβαλλε μέλιτος Ἀττικοῦ λίτραν α΄ S". καὶ πάλιν ἕψε συνεχῶς κινῶν καὶ ἀνελόμενος, δίδου καθὰ προείρηται.

[Ἡ διὰ τῶν ὀπωρῶν. ποιεῖ πρὸς στομάχου ἀνατροπὴν καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς.] ♃ Μῆλα Κυδώνια ἀριθμῷ ι΄. οὖα ἀριθμῷ ν΄. μέσπιλα ἀριθμῷ ν΄. ῥοῦ ἐρυθροῦ ξε. α΄. ὕδατος χοὰς στ΄. τὰς ὀπώρας θλάσας καὶ βαλὼν εἰς ὕδωρ ἕψε φιλοπόνως. καὶ ὅταν διαλυθῇ, ἔκθλιβε τὸ

ὑγρὸν καὶ πάλιν ἕψε, ἐκβαλὼν τὸ ἀχυρῶδες τῶν ὀπωρῶν, καὶ ὅταν τὸ τρίτον τοῦ ὑγροῦ ὑπολειφθῇ, ἐπίβαλλε μέλιτος Ἀττικοῦ λίτρας δ΄. καὶ ἕψε ἐπ’ ἀνθράκων κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου. ἡ χρῆσις δεδήλωται. ἄλλο. ♃ οὔων πεπείρων ξε. α΄. μύρτων μελάνων ξε. α΄. ῥοῦ Συριακοῦ ξε. α΄. κοκκυμήλων ἀγρίων ξε. α΄. μεσπίλων ξε. α΄. φοινικοβαλάνων Θηβαϊκῶν λίτρας β΄. μῆλα κυδώνια ι΄. ῥοιὰς ὁλοκλήρους σὺν τοῖς πυρῆσιν ι΄. γλεύκους Ἀμιναίου ξε. μη΄. σκεύαζε κατὰ τρόπον καὶ τὸ ὑγρὸν ἐκθλίψας, πάλιν ἕψε φιλοπόνως, ὥστε συστραφῆναι, καὶ χρῶ καθὰ προείρηται, ὁμοίως ταῖς προγεγραμμέναις δυνάμεσιν. πέμπτην ἔγραψεν ὁ Ἀσκληπιάδης ὡδί πως.

[Καταπότια πρὸς στομάχου ἀνατροπὰς Ὀριγενείας, καλὰ καὶ δόκιμα λίαν.] ♃ Ῥόδων ἄνθους δραχ. η΄. μυρσίνης μελαίνης τοῦ καρποῦ, χωρὶς τῶν γιγάρτων, ὀξύβαφον, ὑοσκυάμου σπέρματος ὀξυβάφου ἥμισυ, τρῖβε ὁμοῦ φιλοπόνως κατὰ μικρὸν

ἐπιβαλὼν προτρόπου ὅσον ἐξαρκεῖ, ἔπειτα τούτοις ἐπιβάλλων φοινίκων πατητῶν ι΄. τὴν σάρκα καὶ συλλεάνας, ἀνάπλασσε καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου γ΄. ἢ καὶ δ΄. καὶ μελικράτου παλαιοῦ κεκραμένου κυάθους β΄. καὶ τοῦτο τὸ φάρμακον ἐπὶ τῶν αὐτῶν διαθέσεών ἐστι χρήσιμον, ἐφ’ ὧν καὶ τὰ πρὸ αὐτοῦ τέσσαρα. βεβούληται δὲ ὁ συνθεὶς αὐτὸ καὶ ὑοσκυάμου σπέρμα μίξας διὰ τὴν μίξιν ταύτην ἀνωδυνώτερόν τε καὶ ὑπνοποιὸν ἐργάσασθαι μετὰ τοῦ καὶ ξηραίνειν. εὔδηλον δ’ ὅτι καὶ ψυκτικὸν ἔχει τι τὸ σπέρμα τοῦ ὑοσκυάμου, καθάπερ καὶ τὰ τῆς μήκωνος, ὥστε πρὸς τὰς θερμὰς διαθέσεις ἁρμόττειν. ὅμοιον τῷ προγεγραμμένῳ φάρμακον ἐφεξῆς αὐτῷ γέγραπται κατὰ λέξιν τήνδε. ♃ ῥόδων προσφάτων χωρὶς τῶν λοβῶν δραχ. η΄. μήκωνος λευκῆς τοῦ σπέρματος δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. β΄. ἀλόης τριώβολον, ἀσάρου τριώβολον, ὕδατι διαλύσας ἀνάπλασσε σφαιρία καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος. ἕβδομον ἐπὶ τοῖς προγεγραμμένοις φάρμακον ὁ Ἀσκληπιάδης ἔγραψεν, προσθεὶς αὐτῷ διορισμὸν ἀπὸ συμπτώματος φαινομένου. φησὶ

γὰρ τοῖς ἐγκαιομένοις ἁρμόζειν αὐτὸ καὶ διὰ τοῦτο ἄδιψον ὀνομάζει τὴν σύνθεσιν αὐτοῦ γράφων τήνδε.

[Ἐγκαιομένοις ἄδιψον καταπότιον.] ♃ Σικύου ἡμέρου σπέρματος δραχ. η΄. ἀνδράχνης σπέρματος δραχ. η΄. τραγακάνθης δραχ. δ΄. διάλυε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς, ἐπίβαλλε τοῖς λοιποῖς καὶ τρίψας ἐπιμελῶς καὶ μίξας, ἀνάπλαττε καταπότια καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου ἕν ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω καὶ τὸ μετὰ τοῦτο δὲ ψυκτικόν τε ἅμα καὶ τονωτικὸν πλαδῶντος στομάχου, διάθεσιν ἔχοντος ὑγρὰν καὶ θερμήν. γράφει δὲ περὶ αὐτοῦ κατὰ λέξιν οὕτως ὁ Ἀσκληπιάδης.

[Ἄλλο. ποιεῖ καὶ πρὸς τὴν τοῦ στομάχου ἀνατροπὴν, μάλιστα δὲ χρήσιμόν ἐστι τοῖς καῦμα πολὺ ὑπομένουσιν καὶ τοῖς καυσουμένοις.] ♃ Ῥόδων χλωρῶν τῶν φύλλων δραχ. στ΄. γλυκυῤῥίζης δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. οἴνῳ γλυκεῖ ἢ προτρόπῳ ἀναλάμβανε καὶ ποίει καταπότια καὶ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν ἢ διαλύων ὕδατι

ψυχρῷ, ἐρεβίνθου τὸ μέγεθος δίδου πίνειν. ἔνατον ἐπὶ τοῖς προγεγραμμένοις. φάρμακον ἔγραψεν ὁ Ἀσκληπιάδης ὡδί πως. πρὸς λυγμὸν καὶ στομάχου ἀτονίαν καὶ τροφῆς ἀναβολήν. ἡ μὲν οὖν ἀναβολὴ, τουτέστιν ὁ ἔμετος, ἐκ τοῦ γένους ἐστὶ τῶν ὑπτιασμῶν. ὅταν γὰρ ἰσχυρῶς τὸ στόμα τῆς γαστρὸς πάθῃ. τοῦτο γίνεται, καθάπερ ἔφην, ἐπί τε μοχθηρῶν χυμῶν, οὕς ἀποῤῥύψαι δι’ ἀτονίαν ἡ γαστὴρ ὁρμήσασα τὸ τῆς ναυτίας ἴσχει σύμπτωμα καὶ πρὸ τοῦ προσάρασθαι τὴν τροφὴν καὶ δι’ ἀτονίαν ἐσχάτην ἐπὶ τῇ τροφῇ πάσχει τοῦτο. τοὺς μὲν οὖν ἐπὶ τῇ τῶν ὑγρῶν φαυλότητι γινομένους ὑπτιασμοὺς ἡ πικρὰ θεραπεύει τάχιστα τὴν κακοχυμίαν ἐκκαθαίρουσα. τῶν δὲ διὰ τὴν ἀτονίαν βαρυνομένου τοῦ στομάχου γινομένων ἐμέτων ἴασίς ἐστι κατὰ τὴν τῆς δυσκρασίας ἐπανόρθωσιν. οὐκ ὀλιγάκις δὲ συμβαίνει μὴ μόνον τὸν στόμαχον, ἀλλὰ καὶ τὴν γαστέρα δι’ ἀτονίαν οὐ δυναμένην φέρειν τὸ βάρος τῶν σιτίων, ἀποῤῥίπτειν αὐτὰ ποτὲ μὲν εἰς τὸ κάτω μέρος, ὅταν καὶ ὁ στόμαχος ἐκείνων εὐτονώτερος ᾖ, ποτὲ δὲ ἄνω δι’ ἀτονίαν στομάχου, καθ’ ὃν
ἂν καιρὸν οὗτος ἀτονώτερος ᾖ τῶν κάτω. τοῦτο τοίνυν τὸ σύμπτωμα τὸ κατὰ τοὺς ἐμέτους ἓν μέν ἐστιν, ἕπεται δὲ πολλαῖς διαθέσεσι διάφορον ἐχούσαις ἴασιν. ὡσαύτως δὲ καὶ ὁ λυγμὸς ἐνίοτε μὲν ἐπιγίνεται τῷ στομάχῳ διὰ ψύξιν ἢ πλήρωσιν, ἐνίοτε δὲ διὰ δῆξιν ὑγρῶν, δριμέων τε καὶ φαρμακωδῶν ταῖς ποιότησιν. οὔκουν οἷόν τε φάρμακον εὑρεῖν ἐστιν ἐπιτήδειον ἁπάσαις ταῖς εἰρημέναις διαθέσισιν. ἃ δ’ ἐφεξῆς ἀλλήλων ἔγραψεν ὁ Ἀσκληπιάδης δύο πρὸς τοῖς ἄλλοις φάρμακα δέδεικται πολὺ διαφέρουσαν ἔχοντα τὴν οὐσίαν τῆς ἀνθρωπίνης φύσεως, ἃ μάλιστα πάντων τῶν μορίων τοῦ σώματος ὁ στόμαχος οὐ φέρει διὰ τὸ περιττὸν τῆς αἰσθήσεως. ἀνιᾶται οὖν μεγάλως, κᾀπειδὰν τῶν στοματικῶν τι φαρμάκων εἰς αὐτὸν τύχῃ παραῤῥυὲν, ὅσα χάλκανθον ἤ τι τοιοῦτον ἔχει. τὸ γὰρ διὰ τῶν ὀπωρῶν ἐξ ἐδωδίμου γέγονεν ὕλης. ἐναντιώτατον δέ ἐστιν ἀνθρώπου φύσει τὸ χάλκανθον, ὥσπερ δὴ καὶ ὁ μανδραγόρας. φευκτέον οὖν ἐστι τὰ δύο ταῦτα φάρμακα τὰ διὰ χρυσοβαλάνου τε καὶ
μανδραγόρου ῥίζης τοῦ φλοιοῦ συγκείμενα, παραθήσομαι δ’ ὅμως αὐτῶν καὶ τὴν σύνθεσιν. ἔστι δ’ ἡ μὲν τοῦ προτέρου γεγραμμένη τοιάδε. ♃ χρυσοβαλάνου λίτραν α΄. μαστίχης Χίας λίτραν S". μανδραγόρου ῥίζης φλοιοῦ γο γ΄. κόψας καὶ σήσας, ἀναλάμβανε ἡδυόσμου χυλῷ καὶ ποίει καταπότια καὶ δίδου τριώβολον μεθ’ ὕδατος ψυχροῦ κυάθων τριῶν. ἡ δὲ τοῦ δευτέρου γεγραμμένου φαρμάκου σύνθεσις ἔστιν ἥδε. ♃ μαστίχης Χίας λίτραν α΄. τραγακάνθης λευκῆς λίτραν μίαν, μανδραγόρου ῥίζης τοῦ φλοιοῦ γο β΄. κόψας καὶ σήσας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον ἐπιπάσσων ὕδατος ψυχροῦ κυάθῳ ἑνί. μετὰ τὰς προγεγραμμένας δύο δυνάμεις ὁ Ἀσκληπιάδης οὕτως ἔγραψεν. πρὸς τὰς εἰλεώδεις τοῦ στομάχου ἀνατροπάς. εἰκάσειε δ’ ἄν τις αὐτὸν εἰλεώδεις ὀνομάζειν τὰς ἰσχυρὰς, ὡς γὰρ ἐν τοῖς εἰλεοῖς ἔμετοι μετὰ σφοδρᾶς γίνονται συντονίας ὡς καὶ κόπρον ἐμεῖν, οὕτω καὶ τοὺς ἄλλους ἐμέτους, ὅσοι σύντονοί γέ εἰσιν, δύναιτ’ ἄν τις εἰλεώδεις ὀνομάζειν ἕπονται δ’ οὗτοι μεγάλως ἀνιαθεῖσι τοῖς πάσχουσι μορίοις ὑπὸ φαρμακωδῶν ἰχώρων, ἐὰν
δὲ καὶ ἀτονώτερά πως ᾖ, διπλασιάζεται τὸ κακόν. ἔσται δὴ διὰ τοῦτο τῆς ἰάσεως ὁ σκοπὸς ἅμα μὲν ἀνατιθέντων ἡμῶν τοῖς πάσχουσι μορίοις εὐώδεις ποιότητας, οἷαί περ αὐτῶν ἀρωμάτων εἰσὶ καὶ τινων ἐδωδίμων σπερμάτων, ὁποῖόν ἐστιν ἄνισόν τε καὶ σέλινον καὶ δαῦκος καὶ κύμινον καὶ σέσελι. κατὰ τοῦτο οὖν καὶ ὁ Ἱπποκράτης ἐπὶ τῶν πλευριτικῶν διδοὺς καθαῖρον φάρμακον, μιγνύναι τι τούτων ἐκέλευσε γράφων ὧδε. ἢν δὲ ὑπὸ φρένας εἴη τὸ ἄλγημα, εἰς δὲ τὴν κληϊδα μὴ σημάνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίαν μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι τῶν εὐωδῶν μιγνύντας. φαίνεται γὰρ ἐν τούτοις τῆς εὐωδίας αὐτῶν μάλιστα δεόμενος εἰς τὴν μίξιν, ἕνεκα τοῦ τὸ φαρμακῶδες, ὅπερ ἐστὶν ἐναντίον ἀνθρώπου φύσει, παραμυθήσασθαί τε καὶ ἀμβλῦναι. καθάπερ γὰρ τὰ δυσώδη πάντα τὸν στόμαχον ἀνατρέπειν πέφυκεν, οὕτω τὰ εὐώδη ῥωννύναι. ἂν δὲ πρὸς τοῦτο καὶ τὸ ἐδωδίμοις αὐτοῖς εἶναι παρῇ, πολλαπλασίως ὠφελήσει τὸν ἀνατετραμμένον στόμαχον ἐπὶ τῇ κακίᾳ τῶν ἰχώρων. κατὰ τοῦτον μὲν οὖν
τὸν λογισμὸν ἄνισόν τε καὶ σέλινον ἐνέμιξεν ὁ συνθεὶς τὸ προκείμενον φάρμακον, ἀψίνθιόν τε διότι ῥυπτικὸν πέφυκεν, καὶ ἀποσμῆχον καὶ ὑπάγον ὅσοι κατὰ τὸν στόμαχόν εἰσι μοχθηροὶ χυμοὶ συνάγειν τε καὶ σφίγγειν καὶ τόνον ἐπιτιθέναι τῷ μορίῳ. τὸ δὲ κιννάμωμον, ὡς ἐν ἅπασι τοῖς δυσώδεσι καὶ σηπεδονώδεσιν ἀντιτεταγμένον ἰχῶρσι, κατ’ ἄμφω τὰς ἑαυτοῦ δυνάμεις, ἀλλοιωτικήν τε καὶ διαφορητικὴν, οὐ μικρὰν γὰρ ἐκ τῆς εὐωδίας ὠφέλειαν παρέχει ταῖς κακαῖς ἁπάσαις διαθέσεσιν. ὄπιον δ’ ὀλίγον ἔμιξε τῷ φαρμάκῳ τὴν αἴσθησιν ἀμβλῦναι τοῦ στομάχου βουλόμενος, ὧ λόγῳ καὶ τοῖς κοιλιακοῖς αὐτὸ δίδομεν, εἴτε καρώδη τινὰ ὕπνον ἐπενεγκεῖν δυνάμενον. ἐπανορθούμενος δὲ ὁ συνθεὶς τὸ φάρμακον τὴν ἐκ τοῦ ὀπίου σφοδρὰν ψύξιν, ἔμιξεν αὐτῷ τὸ καστόριον, ἀντιτεταγμένον πως αὐτοῦ τῇ δυνάμει. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ πέπερι μέμικται. περὶ δὲ τῆς σμύρνης ἄξιον ἐπιστῆσαι, καθ’ ὅσον γὰρ ἡ δύναμις αὐτῆς ἐστι πεπτικὴ τῶν παρὰ φύσιν καὶ μοχθηρῶν χυμῶν, κατὰ τοσοῦτον προσηκόντως μέμικται· καθ’ ὅσον δὲ φαρμακώδης ἐστὶν,
οὐ προσηκόντως, ἀλλ’ ἡ βραχύτης αὐτῆς εἰς μὲν τὴν πέψιν τι συντελεῖ, τὸ δὲ τῆς ποιότητος ἀλλόκοτον οὐκ ἐνδείκνυται νικωμένης ὑπὸ τῶν εὐόσμων. ἐγὼ γοῦν τὸ προκείμενον φάρμακον καὶ χώρις τῆς σμύρνης εἴωθα σκευάζειν, ἐπὶ τὸ ἀσφαλέστερον ἀεὶ πειρώμενος ἄγειν τὰς χρήσεις ἁπάντων τῶν φαρμάκων καὶ μάλισθ’ ὅταν ὀξέως πυρέττοντι δίδοταί τι τοιοῦτον. ὡς οὖν κιννάμωμον ἔχον τοῦτο τὸ φάρμακον καὶ σπέρματα θερμὰ καὶ διουρητικὰ καὶ πέπερι, καὶ πρὸς τούτῳ γε καστόριόν τε καὶ ὄπιον, ἐπὶ πολλῶν παθῶν εἰκότως ὠφέλιμον γίνεται, ποτὲ μὲν μετ’ οἴνου τινὸς τῶν εὐστομάχων διδόμενον, ὁποῖος ὁ πρότροπός ἐστι, ποτὲ δὲ μετὰ μύρτων ἀφεψήματος ὡς ἐπὶ δυσεντερικῶν, ἢ μετ’ ὀξυμέλιτος ὡς ἐπὶ σπληνικῶν. ἐπὶ δὲ χολέρας μετὰ ψυχροῦ, καθάπερ ὁ Ἀσκληπιάδης ἔγραψεν, ἀλλὰ προσδιορισάμενος, εἰ διψωδέστερός ἐστι νῦν ἢ πρόσθεν, ἢ ἄσης θερμῆς αἴσθησις αὐτῷ κατὰ τὸ στόμα τῆς κοιλίας, ἢ ψυχροπότης ἦν ὁπόθ’ ὑγίαινε. ἐγὼ τοῦτο τὸ φάρμακον ἐπὶ τὸ ἀσφαλέστερον ἄγων ἀφῆκά τε τὴν σμύρναν ηὔξησά τε τὴν τοῦ πεπέρεως ποσότητα. πλεῖστον δὲ

κιννάμωμον αὐτοῦ λαβόντος ἀναγκαῖον ἡμῖν ἐστιν, ὅταν ἀπορῶμεν κινναμώμου, κασσίαν τὴν ἀρίστην ἐμβάλλειν, ἤτοι πλείονα διπλῷ σταθμῷ τοῦ κινναμώμου ἢ πάντως οὐκ ἐλάττονα. ἡ δ’ ὑπ’ Ἀσκληπιάδου γεγραμμένη συμμετρία τῶν μιγνυμένων φαρμάκων ἐστὶν ἥδε κατὰ λέξιν.

[Πρὸς τὰς εἰλεώδεις τοῦ στομάχου ἀνατροπὰς ὁ τῶν Ἀμαζόνων. ποιεῖ πρὸς ἐμπνευμάτωσιν, ἐγκαιομένοις καὶ ἐμοῦσι τὴν τροφήν. ποιεῖ καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις.] ♃ Σελίνου σπέρματος δραχ. στ΄. ἀνίσου δραχ. στ΄. ἀψινθίου δραχ. δ΄. πεπέρεως δραχ. β΄. σμύρνης δραχ. β΄. κινναμώμου δραχ. στ΄. ὀπίου δραχ. β΄. καστορίου δραχ. β΄. ἀνάπλαττε δι’ ὕδατος καὶ ποίει τροχίσκους καὶ δίδου τὴν τελείαν δόσιν δραχ. α΄. στομαχικοῖς μετὰ προτρόπου κεραννυμένου κυάθων γ΄. χολερικοῖς καὶ ἐμοῦσι τὴν τροφὴν μετὰ ψυχροῦ, κολιακοῖς καὶ δυσεντερικοῖς μετὰ μύρτων ἀφεψήματος. τοῖς δὲ σπληνικοῖς μετ’ ὀξυμέλιτος θερμοῦ κυάθων γ΄. ἄλλο φάρμακον ἐφεξῆς ἔγραψεν ὁ Ἀσκληπιάδης, οὐ μόνον πρὸς τὰς εἰλεώδεις τοῦ στομάχου διαθέσεις ἁρμόττειν ἐπαγγελλόμενος, ἀλλὰ καὶ πρὸς τοὺς ἐπιτεταμένους λυγμοὺς καὶ τοὺς δι’ ἐγκαύσεως, ὅπερ

ἐστὶ, πολλῆς θερμασίας αἰσθανομένους στομαχικούς. εἴρηται δέ μοι πολλάκις, ὡς ἔστιν ἀδύνατον εὑρεῖν φάρμακον εἰς πολλὰς διαθέσεις ἄριστον, εὑρίσκεται γὰρ ἑκάστης αὐτῶν ἕτερον ἴδιον ἄμεινον. ἀλλὰ τοῖς βουλομένοις ἓν ἔχειν φάρμακον πρὸς πολλὰ πάθη καὶ ἡ τούτων σκευασία καὶ παρασκευὴ χρήσιμος γίνεται. περιέχεται μέντοι καὶ ἀμφιβολία τις ἐν ταῖς τοιαύταις ἐπαγγελίαις τῶν φαρμάκων, ὁποίαν ὁ Ἀσκληπιάδης νῦν περὶ τοῦ προκειμένου πεποίηται, δόξουσι γὰρ ἴσως ἔνιοι τῶν ἀγνοούντων ἕκαστόν τε τῶν τριῶν συμπτωμάτων ἐπαγγέλλεσθαι θεραπεύειν, ἅμα τε δύο συνελθόντων καὶ πάνθ’ ὁμοῦ, καθάπερ ὅταν σπαράττηται σφοδρῶς ναυτιῶν ὁ κάμνων καὶ λύξῃ καὶ θερμασίας πολλῆς καὶ ἀσώδους κατὰ τὸν στόμαχον αἴσθηται. καὶ περὶ πρώτης γε ἐρῶ τῆς τοιαύτης διαθέσεως, ἐφ’ ἧς ἅμα τρία παθήματα διοχλεῖ τὸν ἄνθρωπον, ἥ τε τῆς ἐγκαύσεως αἴσθησις ὅ τε λυγμὸς ἥ τε εἰλεώδης διάθεσις. Ἱπποκράτης μὲν οὖν σπασμὸν ἔφησε γίνεσθαι ὑπό τε πληρώσεως καὶ κενώσεως, καὶ πρόσκειται τῷ ἀφορισμῷ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις, οὕτω δὲ
καὶ λυγμός. ἐγὼ δὲ ἐπὶ τοῦ σπασμοῦ τρίτον αἴτιον παρὰ τὸ τῆς κενώσεως καὶ πληρώσεως οὐδὲν προσθεῖναι εὗρον. λυγμὸν δὲ ὁρῶ καὶ χωρὶς τούτων γιγνόμενον, ἐνίοτε δριμέων χυμῶν ἢ ἰχώρων φαρμακωδῶν δακνόντων τὸν στόμαχον, οὓς ἐὰν ἐμέσωσιν, εὐθέως παύονται λύζοντες, καὶ πολλοὶ τὸ διὰ τριῶν πεπέρεων φάρμακον καταπιόντες, ἐὰν εὐθέως ἐπιπίωσιν οἶνον αὐτῷ, πάντως λύζουσιν· ὧν εἷς εἰμι κᾀγὼ αὐτός. ἔτι δὲ καὶ τροφῆς διαφθαρείσης εἰς δακνώδη ποιότητα λύζουσιν ἔνιοι. καὶ ὅτι γε ἐμέσαντες παραχρῆμα παύονται, τῶν ἅπασι γινωσκομένων ἐστί. καὶ ῥιγώσαντες τὸ στόμα τῆς κοιλίας ἔνιοι λύζουσι, μάλιστα δὲ τοῖς παιδίοις συμβαίνει λύζειν συνεχῶς ἐπί τε διαφθορᾶς τῆς κατὰ τὴν γαστέρα τροφῆς καὶ ψύξει τοῦ μορίου. εἰ δὲ καὶ δι’ ὑπερκένωσιν γένηται λυγμὸς, ὥσπερ καὶ σπασμὸς, ἄξιον σκέψεώς ἐστιν. ἀλλ’ ἐὰν ἐν τῷ παρόντι καταλιπόντες ἄσκεπτον τοῦτο τοὺς διὰ ψύξιν ἢ πλῆθος σιτίων βαρυνομένους ἢ δριμύτητα δάκνουσαν ἐννοήσωμεν, ἔμετον μὲν εὑρήσομεν αὔταρκες ἴαμα
τῶν διά τι πλῆθος ἢ δῆξιν λυζόντων, θερμασίαν δὲ τῶν διὰ ψύξιν. ἑτέρῳ δὲ τρόπῳ καὶ τὴν τῆς αἰσθήσεως νάρκωσιν ἐπὶ τοῖς ψύχουσι καὶ τὴν ἀλλοίωσιν δακνόντων καὶ τὴν διαφόρησιν, ὑπὸ τῶν λεπτυνόντων τε καὶ ξηραινόντων. σύγκειται δὲ ἐκ τοιούτων τὸ φάρμακον. ὄπιον μὲν γὰρ καὶ ῥόδα καὶ ψυλλίου χυλὸς τῶν ψυχόντων ἐστὶ, νάρδου δὲ στάχυς καὶ χρυσοβάλανος τῶν διαφορούντων τε καὶ τονούντων, ἄσαρον δὲ τῶν ἐπ’ οὖρα ποδηγούντων τὰς μοχθηρίας τῶν ὑγρῶν, ἡ δ’ ἀλόη τῶν ἐκκαθαιρόντων τε τὴν κακοχυμίαν ἐστὶν, ἐκκενούντων τε διὰ τῆς κάτω γαστρός. ὁ δὲ κρόκος καὶ πέττει καὶ τονοῖ τὰ μόρια, καὶ τῷ μὲν εὐκράτῳ τῆς θερμότητος τὴν πέψιν ἐργαζόμενος, τῇ δὲ συνούσῃ στύψει τὸν τόνον. ὁ δὲ κόστος τῶν ἱκανῶς μὲν θερμαινόντων, μετρίως δὲ στυφόντων ἐστὶν, ὡς αὐτὸς ἐνδείκνυται τοῖς γευομένοις αὐτοῦ. ἐκ τούτων δὲ συγκείμενον τὸ φάρμακον ἐπιτήδειον μὲν τοῖς λύζουσίν ἐστιν, ἐπιτήδειον δὲ καὶ τοῖς σπαραττομένοις ἐμετικῶς, διὰ τοὺς κατὰ τὸ προγεγραμμένον εἰρημένους χυμοὺς, ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ μήτ’ ἄλλο τι τῶν
εὐωδῶν ἔχον μήτε κιννάμωμον. ἡ δὲ τῶν ψυχόντων ἐν αὐτῷ μίξις, ναρκῶσαι τὴν αἴσθησιν δυναμένη τῷ πραΰνειν τὴν ἐκ τῶν δακνόντων ἰχώρων τε καὶ χυμῶν ἀνίαν, ἐπιτήδειον ὄντως ἐργάζεται τὸ φάρμακον εἰς τὴν τῆς ναυτιώδους διαθέσεως μείωσιν. ἐπεὶ δὲ καὶ τοῖς ἐγκαιομένοις τὸν στόμαχον ἁρμόττειν ἔφησε τὸ φάρμακον· ἀνθίσταται δὲ τῷ λόγῳ τούτῳ ὁ θερμαίνων κόστος, ἄξιον εἰπεῖν καὶ περὶ τοῦδε. καθάπερ ἐν ταῖς κωλικαῖς καλουμέναις ἀντιδότοις, ὑπὸ δέ τινων ἀνωδύνοις, ὁποῖα καὶ ἡ τοῦ Φίλωνός ἐστιν. ὁ μὲν σκοπὸς τῆς συνθέσεως τοῦ φαρμάκου, ναρκῶσαι τῇ ψύξει τὴν αἴσθησιν τῶν ὀδυνωμένων. ὅπως δὲ μὴ μετὰ μεγάλης βλάβης συμβαίνῃ τοῦτο, διά τε τοῦ βάθους τῶν ὀδυνωμένων σωμάτων ἡ ψύξις ταχέως διέλθῃ, μίγνυται τὰ θερμαίνοντα ποδηγοῦν δυνάμενα τὴν ἐκ τῶν ψυχόντων νάρκωσιν, ὡς ἂν ἐκείνων αὐτῶν καθ’ ἑαυτὰ βραδυπόρων ὑπαρχόντων. ταῦτα οὖν προακηκοώς τις ἐπισκεπτέσθω τὴν ποσότητα τῶν μιγνυμένων ἐν ταῖς συνθέσεσι τῶν ἁπλῶν φαρμάκων. ἐκ ταύτης γὰρ εἴσεται εἴτε τι μᾶλλον ὧν ἐπαγάλλεται τὸ σύνθετον
φάρμακον ἐργάζεσθαι δυνατόν ἐστιν ἢ καί τι ἧττον εἰ μὲν γὰρ φαίνοιτο τὰ ψύχοντα πλείω τὴν αἴσθησιν τῶν πεπονθότων ἀμβλύνει μᾶλλον, ὅσον δὲ θερμασίας ᾖ ἐν τῷ μορίῳ, καὶ ταύτην σβέννυσι. τῶν θερμαινόντων δὲ αὐξηθέντων ἧττον μὲν ταῦτα ἐργάζεται τὸ φάρμακον ἀβλαβέστερον δὲ γίνεται. χρὴ γὰρ γινώσκειν ὑπὸ πάντων τῶν δι’ ὀπίου καὶ ὑοσκυάμου καὶ μανδραγόρου φαρμάκων ὅμοιον τῇ νεκρώσει πάσχοντα τῶν ζώντων τὰ σώματα, τῶν ὀδυνώντων αἰτίων ἀναισθήτων γινομένων, καὶ πολλοὶ τῶν συνεχῶς τὰ τοιαῦτα λαμβανόντων εἰς ἀνίατον ψύξιν ἤγαγον τὰ μόρια· καθάπερ δὲ ἐπὶ τῆς τῶν ψυχόντων τε καὶ θερμαινόντων ἀντιθέσεως ἡ ποσότης ἑκατέρων ἐνδείκνυται τὴν ἐπικρατοῦσαν ἐνέργειαν τοῦ φαρμάκου, κατὰ τὸν αὐτὸν τρόπον κᾀπὶ τῶν ἄλλων ἐννοεῖν προσῆκεν, οἷον πυκνούντων τε καὶ ἀραιούντων, ἢ συναγόντων καὶ χεόντων, ἢ εὐωδῶν τε καὶ δυσωδῶν, ἢ ὑγραινόντων τε καὶ ξηραινόντων διαφορούντων τε καὶ συνεχόντων. ὑπογράψας οὖν τούτοις τὴν τῶν μιχθέντων ποσότητα

πρὸς τὰ συνεχῆ μεταβήσομαι. γράφει δὲ αὐτὴν ὁ Ἀσκληπιάδης αὐτοῖς ὀνόμασιν οὕτως.

[Στομαχικοῖς ἐγκαιομένοις πρὸς ἐπιτεταμένους λυγμοὺς καὶ τὰς εἰλεώδεις τοῦ στομάχου διαθέσεις.] ♃ Κόστου δραχ. δ΄. ναρδοστάχυος δραχ. δ΄. χρυσοβαλάνων δραχ. δ΄. ῥόδων χλωρῶν δραχ. δ΄. μαστίχης δραχμὰς δ΄. ἀλόης δραχμὰς β΄. ἀσάρου δραχμὰς β΄. ὀπίου δραχμὴν μίαν, ἀναλάμβανε ψυλλίου χυλῷ καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον. τὸ ὑγρὸν ἔστω κατάλληλον τῇ διαθέσει. ἐφεξῆς τοῖς προγεγραμμένοις τὴν ἔμπροσθεν ἤδη γεγραμμένην ἀντίδοτον, ἱερὰν δι’ ἀλόης τε καὶ κινναμώμου συγκειμένην, ἐν τοῖς Ἀνδρομάχου φαρμάκοις καὶ αὐτὸς ἔγραψεν οὐ κατὰ τὴν αὐτὴν συμμετρίαν. ἔχει δὲ ἡ λέξις αὐτοῦ τόνδε τὸν τρόπον.

[Ἀντίδοτος ἱερὰ Θεμίσωνος πρὸς τὰς τοῦ στομάχου ἀνατροπάς. ποιεῖ καὶ τοῖς καυσουμένοις καὶ πρὸς πᾶσαν ἐμπνευμάτωσιν καὶ βραδυπεψίαν καὶ πρὸς τὰς περὶ μήτραν διαθέσεις. ἔστι δὲ καὶ διουρητικὴ ἀγαθὴ καὶ καθόλου δύναμις θαυμαστὴ ὑδρωπικοῖς, νεφριτικοῖς, ἡπατικοῖς, κατάγει

καὶ γυναιξὶν ἔμμηνα] ♃ Ἀλόης δραχ. ρ΄. μαστίχης γο α΄. κρόκου γο α΄. νάρδου Ἰνδικῆς γο α΄. κινναμώμου γο α΄. καρποβαλσάμου γο α΄. ἀσάρου γο α΄. κόπτε, σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ φύλαττε ξηρὸν καὶ ἀδιάπνευστον. ἡ χρῆσις πρὸς μὲν τὰς βραδυπεψίας καὶ τοὺς οὕτως ὑγιαίνοντας ὁλκὴ μία μετὰ ψυχροῦ ὕδατος κυάθων δ΄. τοῖς δὲ χολὴν ἐμοῦσιν ἢ ἄλλως πως ῥευματιζομένοις ὁλκῆς ἥμισυ. πρὸς δὲ τοὺς φλεγμαίνοντάς τι τῶν ἐντὸς ἁρμόσει μεθ’ ὑδρομέλιτος διδόμενον. ἐφ’ ὧν δὲ οὖρα κινεῖν προαιρούμεθα ἢ ἔμμηνα κατάγειν, δίδομεν μετ’ οἴνου τὸ φάρμακον. ἔστι δὲ καταπαστόν. ταῦτα μὲν ἔγραψεν ὁ Ἀσκληπιάδης ὑπὲρ τοῦ προκειμένου φαρμάκου. σκεψώμεθα δὲ πρῶτον μὲν ἐν τοῖς περὶ τῆς ποσότητος τῶν συνθέντων αὐτὴν φαρμάκων, ᾗ συνεφώνησέν τε καὶ διεφώνησεν, εἶθ’ ἑξῆς περὶ τῆς ἐπαγγελίας τε καὶ χρήσεως αὐτῆς. ἐν μὲν δὴ τῇ μίξει τῶν φαρμάκων συνεφώνησαν ἀλλήλοις ὅ τε Ἀνδρόμαχος καὶ ὁ Ἀσκληπιάδης ἐν τῷ τῆς ἀλόης ρ΄. ἐμβάλλειν δραχμάς. διεφώνησαν δὲ ἔν τε τῷ τὸν Ἀσκληπιάδην ἁπλῶς ἀλόης γράψαι, τὸν δὲ Ἀνδρόμαχον
τὸ πεπλυμένης προσθεῖναι, κᾀν τῷ τὸν Ἀσκληπιάδην τῶν ἄλλων οὐγγίας μῖξαι, τουτέστιν ὁλκὰς ἢ δραχμὰς ἀργυρὰς η΄. ἢ ἑπτὰ ἥμισυ, ἓξ δὲ τὸν Ἀνδρόμαχον. ἔτι τὸ καθόσον μὲν ὁ Ἀσκληπιάδης βαλσάμου καρπὸν, ὁ δ’ Ἀνδρόμαχος ξυλοβάλσαμον ἐμβάλλει καὶ πρὸς τούτοις, ὅτι μηδ’ ὅλως ὁ Ἀσκληπιάδης τὸ ἄνθος τοῦ σχοίνου μίγνυσι, κατὰ δὲ τὴν ἐπαγγελίαν τῶν ἔργων τοῦ φαρμάκου τῷ μὲν Ἀνδρομάχῳ πλέον οὐδὲν γέγραπται τοῦ δίδοσθαι τισὶ μὲν ἓν κοχλιάριον, τισὶ δὲ δύο μεθ’ ὕδατος ψυχροῦ κυάθων δ΄. ἢ θερμοῦ. τῷ δ’ Ἀσκληπιάδῃ πλείω περὶ τῆς χρήσεως εἴρηται τῆς προκειμένης ἀντιδότου. πρὸς μὲν γὰρ τὰς δυσπεψίας τῶν ὑγιαινόντων κελεύει δίδοσθαι μίαν ὁλκὴν μεθ’ ὕδατος ψυχροῦ κυάθων δ΄. ἡγοῦμαι δὲ λέγειν αὐτὸν δραχμὴν ἀργυρᾶν καὶ γὰρ οὕτω σχεδὸν ἅπασι τοῖς νεωτέροις ἰατροῖς ἔθος ὀνομάζειν. ἄλλο δὲ νοεῖν ἡμᾶς οὐδὲν ἡ τοῦ πράγματος φύσις ἀναγκάζει. πρόδηλον δ’ ὅτι δραχμὴν λέγομεν νῦν ἐν τοῖς τοιούτοις ἅπαντες ὅπερ Ῥωμαῖοι δηνάριον ὀνομάζουσιν. ἀλλ’ ἐπί γε τῶν βραδυπεπτούντων οὐχ ἁπάντων ἁρμόσει διδόναι
τὸ φάρμακον, ἀλλ’ ἐπ’ ἐκείνων μόνον, ἐφ’ οἷς ἐπὶ χυμοῖς μοχθηροῖς γίνεται τοῦτο, μᾶλλον δ’ ὅταν ὦσι λεπτοὶ καὶ χολώδεις. ποιήσει δ’ ἄν τινα ῥᾳστώνην καὶ τοῖς ἄνευ χυμῶν τὴν ὑγρὰν δυσκρασίαν ἔχουσιν, ἐπὶ τοσοῦτον διαβεβρωκυῖαν τὸ πεπονθὸς μόριον, ὡς ἐκλύεσθαι καὶ χαλᾶσθαι παραπλησίως τοῖς συνδετικοῖς καλουμένοις νεύροις ἐπὶ τῶν κεχαλασμένων ἄρθρων. ἐπὶ μέντοι τῶν χολὴν ἐχόντων ἐν τῇ κοιλίᾳ, μάλιστα ἐφ’ ὧν ἐν αὐτοῖς τοῖς χιτῶσι διὰ βάθους περιέχεται, κάλλιον φάρμακον οὐκ ἂν εὕροις. ἀλλ’ οὐκ οἶδα ὅπως ὀλίγον αὐτοῦ δίδωσιν ὁ Ἀσκληπιάδης, τῆς συμμέτρου δόσεως εἰς δραχ. στ΄. ἐξισούσης. πρὸς δὲ τοὺς φλεγμονήν τινα ἔχοντας οὐχ ἁπλῶς δοτέον ἐν παντὶ καιρῷ τῆς φλεγμονῆς, ἀλλ’ ὅταν πεφθῇ τε καὶ παρακμάσῃ, πέπονα γὰρ φαρμακεύειν ἀξιοῖ καλῶς ὁ Ἱπποκράτης, μὴ ὠμὰ, μηδ’ ἐν ἀρχῇσιν, εἰ μὴ ὀργᾷ, τουτέστιν εἰ μὴ πρὸς τὴν ἔκκρισιν ἐπείγοιτο ἦ κίνησις καὶ μήπω μηδεμίαν ἔχουσα πρὸς ἓν μέρος ἑδραίαν ῥοπήν τε καὶ στάσιν. ὀρθῶς δὲ τὸ φάρμακον τοῦτο τοῖς μὲν βραδυπεπτοῦσι καὶ τοῖς χολὴν ἐμοῦσιν ἢ ἄλλως πως
ῥευματιζομένοις τὸν στόμαχον, ἐπιπάττων ὕδατος κυάθοις τέσσαρσι, δίδωσι, τὴν ἐκ τοῦ μέλιτος ἀνατροπὴν προσγινομένην τῷ στομάχῳ δεδιώς. πρὸς δὲ τὰς παρακμὰς τῶν ἔνδον φλεγμονῶν μεθ’ ὑδρομέλιτος ὡραίως ἄν τις διδοῖ τοῦτο. καθάπερ καὶ κινεῖν οὖρα προαιρούμενος ἢ ἔμμηνα κενοῦν ὁ μὲν Ἀσκληπιάδης φησὶ μόνον δι’ οἴνου. βέλτιον δ’ ἂν, ὡς ἐγώ φημι, ποιεῖ τις, εἰ δι’ οἰνομέλιτος διδοῖ τὸ φάρμακον. οὕτω γὰρ ἅμα τε τὰ κατὰ τὴν ἐκ τῆς κοιλίας ἀνάδοσίν τε καὶ φορὰν ἐπ’ οὖρα καὶ τὰ κατὰ τὰς μήτρας ἐνιστάμενα διαλύει καὶ τέμνει καὶ ῥώμην τοῖς μορίοις παρέχει δι’ ὧν ποιεῖται τὴν πορείαν. ἔτι τε τὴν θερμασίαν αὔξει τῶν τόπων δι’ ὧν φέρεται, συντελοῦσαν καὶ αὐτὴν οὐ σμικρὰ πρός τε τὴν χύσιν τῶν ἐνισταμένων ὑγρῶν καὶ τὴν κένωσιν. μετὰ δὲ τὴν προγεγραμμένην ἱερὰν Θεμίσωνος ἀντίδοτον ὁ Ἀσκληπιάδης ἑτέραν οὕτως ἔγραψεν· ἄλλη ἐκ τῶν Μαντίου δυνάμεων Ἀτταλική. ποιεῖ στομαχικοῖς καὶ ἀποῤῥίπτουσι τὴν τροφὴν, ποιεῖ χολερικοῖς, κοιλιακοῖς, δυσεντερικοῖς. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτω. ♃ κρόκου δραχ. β΄.
νάρδου δραχ. β΄. ὑοσκυάμου σπέρματος δραχ. α΄. ἀλόης γο α΄. βαλαυστίου γο α΄. τραγακάνθης γο α΄. πεπέρεως λευκοῦ γο α΄. ἀκακίας γο α΄. ῥήου Ποντικοῦ γο α΄. ῥοὸς Συριακοῦ τοῦ ἐπὶ τὰ ὄψα γο α΄. ῥόδων χυλῷ ἀφεψημένων ἐν οἴνῳ αὐστηρῷ ἀναλαβὼν, ποίει τροχίσκους ἀνὰ δραχ. α΄. τὴν δὲ τραγάκανθαν προεμβρέξας τῷ χυλῷ ἕνου. τοῦτο τὸ φάρμακον οὐδὲν ἔοικε τῷ προγεγραμμένῳ, καθαρτικὸν μὲν γὰρ ἐκεῖνο, στυπτικὸν δὲ τοῦτό ἐστιν, ἁρμόττον τοῖς δι’ ὑγρότητα πολλὴν ἔκλυτόν τε καὶ χαλαρὸν ἔχουσι τὸν στόμαχον ἢ καὶ σύμπασαν τὴν γαστέρα, καθάπερ κᾀν τοῖς ἄρθροις τὰ χαλάσματα γίνεται, διαβραχέντων ὑγρότητι πολλῇ τῶν ἐν αὐτοῖς συνδέσμων, ἃ τοῖς πλείστοις τῶν ἰατρῶν ἔθος ἐστὶν ὀνομάζειν συνδετικὰ νεῦρα· πολλαὶ γὰρ τοιαῦται διαθέσεις ἔν τε τῇ γαστρὶ καὶ τῷ στομάχῳ γίνονται τοῖς πολυποτοῦσι καὶ δαψιλῶς ὀπώρας ὑγραινούσας ἢ ὅλως ἐδέσματα τοιαύτης κράσεως προσενεγκαμένοις. πολλῶν οὖν ὄντων τῶν οὕτω διῃτημένων, εὐλόγως καὶ τὰ τῆς προειρημένης διαθέσεως φάρμακα πλειστάκις εὐδοκιμεῖ τὴν στύψιν ἐπικρατοῦσαν

ἔχοντα. ἔνθα δὲ ἤτοι κακοχυμίας ἐκκενῶσαι προσῆκεν ἢ θερμῆναι τὸ πεπονθὸς μόριον, οὐ μόνον οὐδὲν ὀνίνησιν ἡ τῶν οὕτω στυφόντων φαρμάκων χρῆσις, ἀλλὰ καὶ βλάπτει. μετὰ γὰρ τὸ προγεγραμμένον φάρμακον ἑτέρων δυοῖν ὁ Ἀσκληπιάδης μέμνηται καλῶν ἑκατέρων αὐτῶν. σύγκειται δὲ ἐκ πολλῶν ἀμφότερα καὶ διὰ τοῦτό ἐστι πολύχρηστα, καὶ μᾶλλόν γε τὸ δεύτερον. ὅτι δέ ἐστι τοιοῦτον, οἷον εἶναί φησιν αὐτὸ, τῶν ἁπλῶν ἐν αὐτῷ φαρμάκων ἀναμιμνησκομένοις ἡμῖν, ὁποῖόν ἐστιν ἕκαστον, ἀκηκοόσι τε περὶ τῆς κατὰ τὴν σύνθεσιν αὐτῆς μεθόδου, δυνατὸν ἔσται κρίνειν καὶ αὐτοῖς.

Ἀστὴρ στομαχικός. ποιεῖ ἀποξύνουσι τὴν τροφὴν, στροφουμένοις, καταῤῥοϊκοῖς, κεφαλαλγικοῖς, αἱμοπτυϊκοῖς, φθισικοῖς, ποιεῖ καὶ πρὸς τὰς περὶ κύστιν ἢ μήτραν διαθέσεις. ἡ δὲ σκευασία ἔχει οὕτως.] ♃ Μανδραγόρου χυλοῦ δραχ. δ΄. σμύρνης δραχ. δ΄. βαλαυστίου δραχ. δ΄. καστορίου δραχ. δ΄. κρόκου δραχ. δ΄. ὀπίου δραχ. στ΄. ἀνίσου δραχ. η΄. σελίνου σπέρματος δραχ. η΄. στύρακος δραχ. η΄. ὑσσώπου Κρητικοῦ δραχ. ιβ΄. ὑοσκυάμου λευκοῦ σπέρματος δραχ. ιβ΄. συντίθει κατὰ τρόπον

καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου πρὸς δύναμιν. τὸ δ’ ὑγρὸν ἔστω κατάλληλον τῇ διαθέσει. ἀστὴρ ἀνίκητος, φάρμακον ἐπιτετευγμένον ἀνώδυνον, ὑπνοποιὸν, πολύχρηστον. καὶ γὰρ τὰ περὶ τὸν στόμαχον ἰᾶται νοσήματα θαυμαστῶς, ὀξυρεγμίας καὶ δυσπεψίας ἀπαλλάττει, στρόφους, λυγμοὺς, ἐμπνευματώσεις. ποιεῖ καὶ πρὸς τὰ τῆς κεφαλῆς ἀλγήματα πινόμενον τὸ φάρμακον καὶ ἔξωθεν καταχριόμενον κατὰ τοῦ μετώπου ὄξει ἀνεθέν. ποιεῖ καὶ πρὸς ὠταλγίαν περδικίου χυλῷ ὁ τροχίσκος ἀνεθείς. ποιεῖ καὶ πρὸς ὀδονταλγίαν τῷ βρώματι ἐντιθέμενος, λεανθεὶς καὶ χαλβάνῃ ἀναληφθεὶς ἢ συκῆς ὀπῷ. ποιεῖ καὶ πρὸς τὰς τῶν ὀφθαλμῶν ἐπιφορὰς καὶ τὰς τῶν παρισθμίων φλεγμονὰς, οἴνῳ γλυκεῖ ἀνεθεὶς, ὥστε ἐπὶ μὲν τῶν ὀφθαλμῶν τὸ ἔριον ἐμβρέχοντας ἐπιτιθέναι. τοῖς γὰρ τὰ παρίσθμια πεπονθόσιν χλιαίνοντας παραίνει ἀναγαργαρίζεσθαι. ποιεῖ δὲ καὶ πρὸς πᾶσαν αἵματος φορὰν ἀνεθεὶς οἴνῳ μυρτίτῃ, ποιεῖ καὶ πρὸς βῆχας χρονίους καὶ προσφάτους καὶ κατάῤῥους διαλυθεὶς οἴνῳ Θηραίῳ ἢ προτρόπῳ ἢ Σκυβελίτῃ. ποιεῖ καὶ φθισικοῖς, ἐμπυϊκοῖς, διαλυθεὶς πρασίου ἀφεψήματι. ποιεῖ αἱμοπτυϊκοῖς, δυσεντερικοῖς, χολερικοῖς,
χυλῷ πολυγόνου διαλυθεὶς καὶ πρὸς παντὸς ἑρπετοῦ πληγὴν ποθεὶς μετὰ πηγάνου ἀφεψήματος. λύει καὶ τὰς κατὰ περίοδον ἐπισημασίας, πινόμενος πρὸ δυοῖν ὡρῶν τῆς ἐπισημασίας μετ’ οἴνου κεκραμένου κυάθων γ΄. καὶ ἔμμηνα γυναιξὶ κατάγει διαλυθεὶς ἀρτεμισίας ἀφεψήματι. ποιεῖ καὶ πρὸς τὰς περὶ κύστιν διαθέσεις, οἰνομέλιτι διαλυθεὶς, ὁμοίως καὶ ταῖς ὑστερικαῖς πνιγομέναις βοηθεῖ. ποιεῖ ἀρθριτικοῖς, ποδαγρικοῖς, γεντιανῆς ἀφεψήματι διαλυθείς. καὶ περὶ μὲν τούτων διαπράττεται ἐπὶ τοσοῦτον. τὰ δὲ τῆς συνθέσεως οὕτως ἔχει. ♃ σμύρνης δραχ. δ΄. στύρακος δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. κασσίας σύριγγος δραχ. δ΄. σφραγῖδος Λημνίας δραχ. δ΄. μανδραγόρου φλοιοῦ δραχ. δ΄. ἐν ἄλλῳ καὶ πεπέρεως δραχ. δ΄. κρόκου δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. στ΄. δαύκου Κρητικοῦ σπέρματος δραχ. η΄. ἀνίσου δραχ. η΄. σεσέλεως Μασαλεωτικοῦ δραχ. η΄. σελίνου σπέρματος δραχ. η΄. τὸ σμύρνιον καὶ τὸ στυράκιον καὶ τὸ ὄπιον οἴνῳ διαλύεται εὐώδει καὶ λεαίνεται. τὰ δὲ ξηρὰ κόπτεται καὶ σήθεται, εἶθ’ ὁμοῦ μίγνυται καὶ φυρᾶται καὶ ἀναπλάττομεν

τροχίσκους ὁλκῆς ἄγοντας ἥμισυ καὶ ξηραίνομεν ἐν σκιᾷ. ἡ χρῆσις δεδήλωται. ἐν ἄλλοις τῶν τροχίσκων ἡ ὁλκὴ ἀνὰ δραχ.α΄.

4. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων περὶ τῶν κατὰ τὸν στόμαχον παθῶν.] Τῶν δὲ περὶ τὸν στόμαχον παθῶν πολλῶν καὶ ποικίλων ὄντων, καὶ τούτων σχεδὸν ἁπάντων ὡς ἐπίπαν ἐξ ἀπεψίας γινομένων, παντὶ σθένει αὐτὸν ἐπισκεπτέον. εἰ μὲν δὴ ὑδάτων ἢ ἀέρος κακία δείκνυται, ὡς μάλιστα ἐπιδέχεται μεθοδεύοντας, ταῦτα ἀλλάσσοντας ἀπαλλάττειν· εἰ δὲ ἀσυνήθων βρωμάτων, παραιτουμένους ταῦτα· εἰ δὲ διὰ πλῆθος, συστέλλοντας τὰ σιτία καὶ καθόλου ἐξ οὗ ἂν ὑπονοήσωμεν γίνεσθαι, τοῦτο παραιτουμένους. εἰ δὲ πάντα τὰ εἰρημένα εὐτακτοίη, παρ’ αὐτὸν δὲ τὸν στόμαχον τὰ κατὰ τὰς πέψεις παραποδίζοιτο, ἀλείμμασι καὶ γυμνασίοις ἀναφωνήσεσί τε καὶ τοῖς τοιούτοις ὁμοίοις γινομένοις τὸν στόμαχον ῥωστέον. τοῖς δὲ ὀξυρεγμιώδεσι κοριάνου ὡς κοχλιάριον δίδου πρὸ ἑτέρου τῶν σιτίων τρώγειν καὶ ἐπιῤῥοφεῖν

ἄκρατον. γενομένης δὲ ἀπεψίας μετρίας ποτὲ καὶ εὐκαταφρονήτου πλείονα χρόνον ἐπὶ τῆς κλίνης ἠρεμητέον. εἰ δὲ μὴ τὰ πράγματα ἐπιτρέποι, ἐφ’ ὅσον ἐνδέχεται, πᾶσαν διάτασιν καὶ κόπον, ἔτι τε καῦμα καὶ ψῦχος καὶ θυμὸν ἐκφευκτέον. ὀψιαίτερον δὲ τῆς συνήθους ὥρας ἐν ζεστῷ λουστέον. ἔν τε τῷ προβαλανείῳ χλιαρὸν ὕδωρ πιόντες ἀπερευγέτωσαν πάντα τὰ εἰς τὸν στόμαχον συναθροισθέντα φλέγματα, ὀλιγοσιτίᾳ τε καὶ ὀλιγοποσίᾳ τῇ πρώτῃ χρήσθωσαν. εἰ δ’ εὔτονος ἡ φθορὰ τῶν σιτίων γένοιτο, δάκνοιντό τε τὸν στόμαχον καὶ ἐρεύγοιντο αὐτὰ, ἔτι τε ναυτοῖεν, χλιαρῷ ποτίσας ἀνάγκαζε ἐξερᾷν, μέχρι πᾶν τὸ διέφθορον καθαρισθῇ, εἶτα ἐμβρέξας τὴν κεφαλὴν λιπαροῖς ὀθονίοις παρὰ πυρὶ θερμανθεῖσιν ἢ τοιαύτῃ τινὶ ἀπεριέργῳ ἀγωγῇ, πυρία τὰ περὶ τὸν στόμαχον καὶ ὑποχόνδρια παρηγορήσας τά τε ἄκρα λιπαρὰ ψηλαφίᾳ ἢ καὶ κατειλησίᾳ λεάνας, ἐπὶ τοῦ κλινιδίου ἠρεμεῖν ἐάσεις ἀσιτήσαντάς τε ἐξ ὅλου τῇ ἑξῆς, εἰ μηδὲν ἐπακολουθήσειεν ἄτοπον. εὐτονοῦντας μὲν, ὡς προείρηται, λούσας
ἐπιμελοῦ· εἰ δ’ ἀτονοῖεν, συμμέτρως ἐπὶ μίαν ἀναλαβὼν τῇ ἑξῆς λοῦε, παραινῶν μέχρι τριῶν ἡμερῶν ἐν ταῖς τροφαῖς καὶ τοῖς πότοις μετριάζειν. ἀπεψίας μὲν οὖν τοιαύτη τις, ὡς τύπῳ εἰπεῖν, ἡ ἐπιμέλεια. περὶ δὲ τῶν ἐξ αὐτῆς ἀποβαινόντων, οἷον διαῤῥοίας ἢ χολέρας ἢ τῶν τοιούτων, ἐν ἰδίῳ τόπῳ εἰρήσεται. ἐπὶ δὲ τῶν ἄλλων τῶν περὶ τὸν στόμαχον δυσχερειῶν, τοῖς μὲν καυσουμένοις τὸν στόμαχον μετ’ ἐκλύσεως ἢ λειποθυμίας ἤ τινος ἀνορεξίας ἐξ οἱασδηποτοῦν αἰτίας, ὅτι μὴ πυρετοῦ, κυάθους τρεῖς ἢ τέτταρας δίδου ψυχροῦ ὕδατος καταῤῥοφεῖν δὶς ἢ τρὶς ἐκ διαλειμμάτων. καὶ εἰ μὲν παρηγοροῖντο, τούτῳ αὐτοὺς ἀνακτησάμενος ὡς τροφῇ καὶ τοῖς ἄλλοις ἀναλάμβανε. εἰ δ’ ἐπιμένοι, διακρατουμένων καὶ διαλεαινομένων τῶν ἄκρων, ἀπόβρεγμά τι τῶν τοιούτων συνεχῶς καταῤῥοφεῖν δίδου, οἷον φοινικοβαλάνων, μήλων κυδωνίων, ἀπίων, μεσπίλων, ἀρκευθίδων, ἑλίκων ἀμπέλου, ῥόδων, ῥοιᾶς ἀπυρήνου χυλὸν ἢ στροβίλους κ΄. καὶ σικύου σπέρματος κόκκους κε΄. μύρτων κ΄. κρόκου ὀβολοὺς β΄.
ῥόδων δυοῖν φύλλα μεθ’ ὕδατος δίδου πίνειν. ἢ ψυχρὸν ὕδωρ δίδου μετ’ ὀμφακίου χυλοῦ, ἢ ῥόδων ἄνθος μετὰ νάρδου καὶ ὕδατος ψυχροῦ, ἢ ἀνδράχνης σπέρματος προσμιγέντος ἢ ἀτραφάξιος σπέρματος ἢ μήλων κυδωνίων ἀφεψήματος. ἢ σικύων σπερμάτια ν΄ λεῖα ἐκ ψυχροῦ δίδου. ἢ ὄρυζαν ἑψήσας μετὰ βουτύρου δίδου φαγεῖν. ἢ τραγορίγανον λείαν μεθ’ ὕδατος χυλίσας δὸς φαγεῖν. ἢ κυάμους Αἰγυπτίους ι΄. καὶ νάρδου Κελτικῆς ὀβολοὺς δύο, φρύξας ἀμφότερα καὶ λεάνας δίδου πιεῖν. ἐπιπάσας ῥόας ὀξείας καὶ γλυκείας χυλοῦ καὶ ὕδατος ἑκάστου ἴσον. ἢ κλώνιον ἡδυόσμου συλλεάνας δὸς πίνειν. ἢ οἰνάνθην ὁμοίως τρίψας μετὰ νάρδου Ἰνδικῆς δὸς πιεῖν. ἢ φακοὺς ἑψημένους λείους δίδου μεθ’ ὕδατος. ἢ φοινικοβαλάνους μετὰ ῥόδων. ἢ πρασίου χυλὸν μετὰ μέλιτος καὶ βραχὺ ἡσυχάσασιν δίδου οἶνον μετὰ ἀλφίτου. ἢ καρδαμώμου δραχμὴν μίαν μετὰ ὀξυμέλιτος κυάθων τριῶν ποτίσας, σύγχριε καὶ ἄφες ἠρεμεῖν. τοῖς δὲ σιελίζουσι ξηρὰν κόνυζαν δίδου μασᾶσθαι. ἐπιθετέον δὲ ἔξωθεν
ἐπὶ τὸν στόμαχον ἀμπέλου φύλλα χλωρὰ λεῖα ἢ μῆλα κυδώνια ἢ φοινικοβαλάνους ἢ μέσπιλα μετὰ κηρωτῆς, ἢ μυρσίνης ἁπαλὰ φύλλα ἢ βάτου ἢ σχίνου λεῖα μετὰ πάλης ἀλφίτου ψυχρῷ πεφυραμένου. ἢ χλωρὰν ἀνδράχνην ὁμοίως ἐσκευασμένην, ἢ τυρὸν ἁπαλὸν νεαρὸν μετ’ ἀλφίτου καὶ σελίνου φύλλων, ἢ σέρεως φύλλα μετ’ ὄξους καὶ ἀλφίτων καὶ σελίνου φύλλων. πυρουμένων δὲ εὐτόνως φῦσαν πληρωθεῖσαν ὕδατος ἐπιτίθει, ἢ χιόνα ἐπίβαλλε, ἢ τῶν κολοκύνθων τὰ ξύσματα ἐπιτίθει καὶ καθόλου πάντα ὅσοις ἐπὶ τῶν καρδιακῶν χρώμεθα. τὰ δὲ ἀλγήματα τοῦ στομάχου πραΰνει καὶ μάλιστα ἐφ’ ὧν δυσθυμία τις ἢ ἀπορία παρέπεται, γάλα ὄνειον ἢ γυναικεῖον ἢ βόειον, κοχλάκων ἐναφεψημένων πινόμενον, ἢ νάρδινον μύρον ἢ τῶν λίαν πολυτελῶν δίδου μεθ’ ὕδατος, ἢ ἀπόζεμα σχοίνου ἄνθους, ἢ καὶ ῥόδων ἄνθους ἐπιπασσομένου, ἢ ἀνδράχνης χυλὸν, ὁτὲ μὲν καθ’ αὑτὸν, ὁτὲ δὲ μετὰ τῆς νάρδου ἢ ὠοῦ λέκιθον πεφρυγμένην καὶ ἀληλεσμένην μετὰ ἀλφίτων πότιζε, ἢ κάρυα πικρὰ μετὰ σικύου σπέρματος καὶ στροβίλου, ἢ λαπάθου ἀγρίου
σπέρματος τριώβολον πότιζε. πάντα τὰ κατὰ τὸν στόμαχον ἀλγήματα καὶ δυσαρεστήματά φασι παύειν κοχλίαν ὠμὸν Λιβυκὸν καταπινόμενον ὅλον. ἀναλυομένου δὲ αὐτοῦ μόνου καὶ ναυτιώδους τοῦ στομάχου γινομένου, θρίδακος λευκῆς σπέρματος ὀλίγον μεθ’ ὕδατος κυάθων τεσσάρων ἢ ἑνὸς πιεῖν δίδου, ἢ στρουθῶν ἀφόδευμα ξηρὸν ἐπιπάσσων, ὡς ἄλφιτον, εἶτα ὕδωρ πίνοιεν, εἶτα οἶνον, ἢ μαστίχης Χίας κοχλιάριον μετὰ ψυχροῦ ὕδατος, ἢ ἀπὸ πάγου νήστει καθ’ ἡμέραν δίδου καὶ μασώμενοι αὐτὴν συνεχῶς τὸν σίελον ἀποπτυέτωσαν. ἢ κόνυζαν ξηρὰν μασάσθωσαν. εἰ δὲ πρὸς τῷ πλάδῳ καὶ φλεγμονή τις εἴη, οἰνάνθην σὺν μελιλώτῳ ἢ ῥόδον ξηρὸν μετὰ κηρωτῆς ῥοδίνης, ὀλίγον ἐχούσης ῥητίνης ἀποκεκαυμένης ἐπιτίθει, ἢ ἀκακίας καὶ στυπτηρίας μηλείας ἴσα, κηρωτῆς τῷ διπλῷ ἀναλαβὼν, ὡς μάλαγμα ἐπιτίθει. ἐπὶ δὲ τῶν χολὴν μέλαιναν γεννώντων καὶ φυσωμένων τὸν στόμαχον ἐπιτίθει τῷ στομάχῳ καὶ μάλιστα ἐν ταῖς ἐπιτάσεσι, σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους. μετὰ δὲ τούτους εἰ ἐπιμένοιεν, στυπτηρίαν ὑγρὰν μετὰ χαλκάνθου λείου
μέλιτι ἀναλαβὼν ἐπιτίθει, ἢ ταῦτα καὶ ἀλόην ἴσην μίξας αὐτοῖς, κηρωτῇ μυρσίνῃ ἀναλαβὼν ἐπιτίθει, ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε, ἢ ἀρνογλώσσου μετὰ ἁλῶν τριβέντα, ἢ ἀγελαίας βοὸς βόλβιτον ξηρὸν ἑψημένον ἐν οἴνῳ, ἢ πρασίῳ μετὰ ἄρτου καὶ ῥοδίνου φυραθέντι, ἢ βολβοῖς πυῤῥοῖς καὶ στυπτηρίας ἴσης. μετὰ δὲ ταῦτα ποτιστέον αὐτοὺς τῇ τε ἀπυρέτῳ λεγομένῃ ἢ τῇ ἱερᾷ ἀντιδότῳ ἤ τινι ἄλλῃ, ἥτις ἑκάστῳ διὰ πείρας. τροφὰς δ’ ἁρμοδίους τοῖς στομαχικοῖς τάσδε δοτέον· τεῦτλον, φακὴν, τράγον, ὄρυζαν, χόνδρον, ἐγκαθεψημένων μήλων κυδωνίων ἢ φοινικοβαλάνων ἢ μεσπίλων ἢ ῥοᾶς ἀπυρήνου κόκκων ἢ μηλαπίων ἢ σχίνου κλωνίων ἁπαλῶν, ἢ σμύρνης ἢ βάτου παραμιγνυμένων, ἄρτον δὲ ἀκρόζυμον ἢ ἄζυμον. τῶν δὲ λαχάνων τῶν μὲν ὠμῶν κιχώρια, μηκωνίδες, ἠρύγγιον, ἴντυβον ἢ γιγγίδιον, σέρις, θρίδακες· τῶν δὲ ἑφθῶν εὐθετεῖ μάλιστα κράμβη καὶ σίσαρον. τῶν δὲ λοιπῶν ἀφεψημάτων κοχλίαι καὶ βολβοὶ, κρεῶν δὲ γαστὴρ, ῥύγχη, πόδες, κίχλαι, πέρδικες, ἀτταγῆνες, τρυγόνες,
φάσσαι, νῆσσαι, λαγωοὶ, δορκάδες, ὀψαρίων δὲ καρίδες, ἀστακοὶ, κολύμβαιναι, κάραβοι, τευθίδες, σηπίαι καὶ τῶν σκληροσάρκων τρίγλαι, τῶν δὲ ὀστρακωδῶν μάλιστα μὲν κήρυκες, πορφύραι, κτένες, γλαῦκοι, σμαρίδες, βάλανοι. τὸ δὲ σίσαρον ἐπὶ πᾶσι λαμβανόμενον καὶ ὡς εὐστόμαχον πρὸς τὰς ἀναλήψεις κατὰ τὰ πλεῖστα τῶν περὶ τὸν στόμαχον συμπτωμάτων συμφωνεῖ. πόμα δὲ ὁ ὑφ’ ἑκάστου πινόμενος ἡδέως οἶνος. τοὺς δὲ πνευματουμένους καὶ διατεινομένους τὸν στόμαχον πολίου δεσμίδιον καθέψων πότιζε. ἢ καλαμίνθης ἀφέψημα ἐξηθριασμένου τοῦ ὕδατος, μίξας ὀλίγον μέλιτος καὶ πεπέρεως δραχμὴν μίαν δίδου. ἢ σπόγγον ὄξει δριμυτάτῳ βρέξας τοῖς ποσὶ καὶ τοῖς βραχίοσιν ἐπιτίθει, μέχρι φλυκταινώσεως μάλιστα, εἰ καὶ ἀπεροῖεν τὰς τροφάς. ἢ τήλινον ἄλευρον ὄξει φυρῶν ἢ σίνηπι λεῖον σὺν ὄξει μέχρι φοινίξεως. ἢ ψύλλιον ὄξει καὶ ὕδατι βρέξας καὶ ἐν ὅλμῳ κόψας, προσδοὺς κοχλιῶν σαρκῶν ἴσον, μαλαγματῶδες ποιῶν ἐπιτίθει. ἀνώδυνα στομαχικοῖς. κύμινον πεφρυγμένον καὶ σέλινον
ἀνὰ ὀλίγον πότιζε σὺν ὕδατι. ἢ ἀλόης δύο ὀβολοὺς μετὰ οἰνομέλιτος ἢ οἴνου ἢ ὕδατος πότιζε. ἢ ἀβροτόνου καὶ θύμου ἀνὰ δύο ὀβολοὺς σὺν οἴνῳ δὸς πιεῖν. διαδέσμοις δὲ τῶν ἄκρων εὐτόνως χρῶ, κατ’ αὐτοῦ δὲ τοῦ στομάχου σικύαις τε καὶ πυρίαις ποικίλαις. εἰ δὲ εὔτονος σφόδρα ἡ διάτασις εἴη καὶ φλεβοτομία δραστήριον βοήθημα καὶ λύσις κοιλίας διὰ βαλάνου. ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν ὁ Ἀρχιγένης περὶ τοῦ βουλίμου καὶ τοῦ λυγμοῦ τὰ ὑπογεγραμμένα. τοὺς δὲ βουλιμιῶντας ἐν ταῖς ὁδοῖς ἢ ἄλλως πως ἀνακτησόμεθα μὲν ὀσφραίνοντες ὄξει ἢ γλήχωνι, ἢ τῇ παρατυχούσῃ γῇ βρέξαντες ὄξει ἢ μήλοις ἢ ἀπίοις ἢ τῶν ἄλλων τῶν παρακειμένων. ἔτι δὲ ἀρτίδιον συνοσφραίνοντες καὶ προσφέρεσθαι ἀναγκάζοντες, πρὸς ἕκαστον γὰρ τούτων διεγείρονται ταχέως. πρὸς δὲ τούτοις ὕειον κρέας ὀπτὸν καὶ ἑφθόν. καὶ καθόλου πᾶν τὸ τροφῶδες καὶ μάλιστα τὰ ὀσμὴν κνισώδη καὶ εὐάρτυτον καὶ ἱκανὴν ἔχοντα. ταύταις γὰρ ταῖς

ὀσμαῖς κατὰ τὸ πλεῖστον οἱ τοιοῦτοι ἀνακτῶνται. τά τε ἄκρα αὐτῶν οὐδὲν ἔλαττον διακρατητέον καὶ διεγερτέον αὐτοὺς, τάς τε σιαγόνας νύσσοντας καὶ τρίχας ἢ ὦτα ἀνατείνοντας. ἀνακτήσῃ δὲ ἀπὸ τῆς ἐκλύσεως, ἄρτον ἐν κράματι ἢ καὶ ἄλλο τι τῶν δυναμένων ἀθρόως ἀναλαβεῖν διδοὺς, οἷον ὠὰ ῥοφητὰ, βολβοὺς, κοχλίας. καὶ γὰρ τὸν πλάδον τοῦ στομάχου τούτων ἕκαστον παραιτεῖται καὶ ἐν ὀλίγῳ πλήθει δύναμιν ἱκανὴν ἔχον ἀθρόως ῥώννυσιν. τοῖς δὲ λύζουσι πήγανον μετ’ οἴνου δίδου ἢ νίτρον ἐν μελικράτῳ ἢ σέλινον ἢ καστόριον ἢ ἀβρότονον ἢ ἀριστολοχίαν ἢ δαῦκον Κρητικὸν ἢ κύμινον ἢ ἄνισον ἢ ζιγγίβερι ἢ σκίλλαν μετ’ ὄξους καὶ ἐλαίου ἢ τορδύλου ἢ δίκταμνον ἢ καλαμίνθην ἢ ἄκορον ἢ ἄσαρον ἢ νάρδον Κελτικὴν ἢ γλήχωνα, ἰδίᾳ ἕκαστον καὶ ὁμοῦ.

[Τὸ διὰ τῶν κυδωνίων μήλων τοῦ χυλοῦ φάρμακον ἡμέτερον.] Αἱ μὲν μεγάλαι τοῦ στόματος τῆς κοιλίας διαθέσεις ὑπὸ τῶν ἔμπροσθεν εἰρημένων φαρμάκων θεραπεύονται, τὰς δὲ μετρίας σχεδὸν πλὴν τῶν κατ’ ἔγκαυσιν σφοδρὰν γινομένων,

ὠφελεῖ τὸ ὑπογεγραμμένον φάρμακον. ♃ κυδωνίων μήλων χυλοῦ ξε. β΄. μέλιτος Ἀττικοῦ ξε. β΄. ὄξους ξε. α΄ S". ἐὰν δὲ ἱκανῶς εἴη δριμὺ, ξε. α΄. ἀρκεῖ ζιγγιβέρεως γο γ΄. πεπέρεως λευκοῦ γο α΄. τὰ ξηρὰ ἐπιπάσσεις, ὅταν ἐπὶ μαλακοῦ πυρὸς ἑψόμενος ὁ χυλὸς τῶν μήλων μετὰ τοῦ μέλιτος καὶ τοῦ ὄξους ἔχῃ σύστασιν Ἀττικοῦ μέλιτος.

[Ἄλλο τὸ διὰ τῶν κυδωνίων μήλων τῆς σαρκός.] ♃ Τῶν κυδωνίων μήλων τῆς σαρκὸς λίτρας γ΄. μέλιτος λίτρας γ΄. ὄξους λευκοῦ λίτρας γ΄. πεπέρεως γο γ΄. ζιγγιβέρεως γο γ΄. πετροσελίνου Μακεδονικοῦ γο α΄.

5. [Περὶ τῶν ἔξωθεν ἐπιβαλλομένων τῷ στόματι τῆς κοιλίας.] Καλοῦσι μὲν οἱ πλεῖστοι τῶν ἰατρῶν οὐκ οἶδ’ ὅπως, ὥσπερ ὁ Ἀσκληπιάδης καὶ ὁ Ἀνδρόμαχος, ἅπαντα τὰ ἔξωθεν ἐπιτιθέμενα, κᾂν συνάγῃ στύφοντα κᾂν σκληρύνῃ, μαλάγματα. συγχωρήσαντες δὲ αὐτοῖς ἡμεῖς, εἰ καὶ μὴ κυρίως ὀνομάζουσιν, ἃ γεγράφασι πρὸς τὰς τοῦ στομάχου διαθέσεις χρήσιμα φάρμακα, διὰ τῆς πείρας οὐ μόνης τῆς ἐκείνων,

ἀλλὰ καὶ τῆς ἡμετέρας κεκριμένων νῦν ὑπογράψομεν, ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἀρξάμενοι.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα φάρμακα πρὸς τὰς τοῦ στομάχου διαθέσεις ἐν τῷ τετάρτῳ τῶν ἐντὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Εὐηνοῦ πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς καὶ περιωδυνίας, ποιεῖ καὶ πρὸς τὰς κατὰ μέρος φλεγμονάς. ♃ οἰνάνθης δραχ. η΄. κρόκου δραχ. β΄. ῥόδων ξηρῶν δραχ. δ΄. μελιλώτου δραχ. δ΄. μαστίχης δραχ. δ΄. ἠλέκτρου ῥινήματος δραχ. δ΄. φοινικοβαλάνων τῆς σαρκὸς γο γ΄. οἴνου μυρτίτου ὅσον ἐξαρκεῖ. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτῷ κοσκίνῳ καὶ τῷ μυρτίτῃ διαλύσας, ὥστε κηρωτῆς παχυτέρας πάχος ἔχειν, ἐπίβαλλε τούτοις τὴν σάρκα τῶν φοινικοβαλάνων καὶ ἀνακόψας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον, ἐπιτίθει κατὰ τοῦ στόματος τῆς κοιλίας, ποιεῖ καὶ πρὸς τὰς τῶν ὀφθαλμῶν φλεγμονάς. ἄλλο. ♃ οἰνάνθης δραχ. στ΄. κρόκου δραχ. δ΄. σμύρνης δραχ. δ΄. ῥόδων ἄνθους δραχ. δ΄. μελιλώτου, μαστίχης ἀνὰ δραχ. δ΄. ἀλόης δραχ. δ΄. μανδραγόρου

φλοιοῦ δραχ. δ΄. φοινικοβαλάνων τῆς σαρκὸς γο γ΄. ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου.

[Ἀσκληπιάδου τοῦ ἐπικληθέντος φιλοφυσικοῦ, πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς, ποιεῖ κοιλιακοῖς δυσεντερικοῖς.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. δ΄. σελίνου σπέρματος δραχ. δ΄. ῥόδων ἄνθους δραχ. β΄. ἀνίσου σπέρματος δραχ. β΄. ὑποκυστίδος χυλοῦ δραχ. β΄. σμύρνης δραχ. β΄. κρόκου δραχ. α΄ S". ὀπίου δραχ. α΄ S". τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ. τὴν δὲ ὑποκυστίδα καὶ τὴν σμύρναν καὶ τοῦ μήκωνος τὸν ὀπὸν οἴνῳ μυρτίτῃ διαλύσας ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνάπλαττε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει κόπτων ὅσον ἐξαρκεῖ ἀναλάμβανε μέλιτι ἑφθῷ, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει ἐπὶ τῶν πεπονθότων. ἐὰν δέ πως ἰσχυρὸν εἴη τὸ ῥεῦμα, προστίθει ὑποκυστίδος χυλοῦ ἄλλην δραχ. καὶ ῥόδων τοσόνδε.

[Ἄλλη Γάλλου Μάρκου τοῦ Ἀσκληπιάδου, πρὸς τὰς εἰρημένας διαθέσεις.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. γ΄. ῥόδων ἄνθους δραχ. β΄. ἀνίσου δραχ. β΄. σελίνου σπέρματος δραχ. δ΄. ὀπίου

δραχ. α΄. ὑποκυστίδος χυλοῦ δραχ. β΄. σμύρνης Τρωγλοδύτιδος δραχμὰς β΄. κρόκου δραχ. α΄ S". οἴνου μυρτίτου τὸ αὔταρκες, μέλιτος ἀφεψημένου ὅσον ἐξαρκεῖ, σκεύαζε καὶ χρῶ καθὰ προείρηται. τὰ τοιαῦτα τῶν φαρμάκων πίνεται καὶ σφόδρα βοηθεῖ. ἐπισχεθέντος δὲ τοῦ ῥεύματος καὶ παρεπομένης ὀδύνης προστιθέναι δεῖ τῇ τοῦ φαρμάκου σκευασίᾳ τοσαύτας ὁλκὰς κηρωτῆς σκευασθείσης διὰ ῥοδίνου. ἐπιγινομένου δὲ πολλοῦ ῥεύματος, προστίθεμαι τῷ φαρμάκῳ ὑποκυστίδος χυλοῦ δραχ. γ΄. καὶ ῥόδων ἄνθους ἄλλην δραχ., ἀγρυπνίας δὲ ἐπιγενομένης καὶ τοῦ μήκωνος ὀποῦ προστίθει ἄλλην δραχ..

[Ἄλλο Νικηράτου κοιλιακοῖς, δυσεντερικοῖς, σφόδρα γενναῖον.] ♃ Οἰνάνθης δραχ. β΄. ῥόδων ξηρῶν γο α΄. μαστίχης γο α΄. ἀλόης γο α΄. κηκίδων ὀμφακιτίδων γο α΄. στυπτηρίας στρογγύλης γο α΄. ἀκακίας γο α΄. κηροῦ λίτραν α΄. πίσσης βρυτίας γο γ΄. μυρσίνου ἐλαίου λίτραν α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο σφόδρα γενναῖον. ♃ οἰνάνθης γο α΄. ὀμφακίου γο α΄. κηκίδος ὀμφακίτιδος γο α΄. στυπτηρίας σχιστῆς γο α΄. ἀκακίας γο α΄. κυτίνων ῥοιᾶς γο α΄. βαλαυστίου δραχ. α΄.

μαστίχης γο α΄. οἴνου μυρτίνου ὥστε τὰ ξηρὰ φυρᾶσαι, φοινικοβαλάνων τῆς σαρκὸς γο στ΄. ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ σχινίνου λίτρᾳ μιᾷ σκεύαζε καὶ χρῶ καθὰ προείρηται. τὰ μὲν οὖν προγεγραμμένα φάρμακα στυπτικώτερά ἐστι δυνάμει, τὰ δ’ ἐφεξῆς ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένα μικτῆς, ὡς καὶ τὰς σκληρουμένας φλεγμονὰς ἐκθεραπεύειν καὶ διὰ τοῦτο καὶ τοῖς ἡπατικοῖς ἐστι χρήσιμα. δέονται γὰρ κᾀκεῖνοι μεμίχθαι τι τῶν στυπτικῶν τοῖς χαλαστικοῖς, οὐ μὴν ὁμοίως τοῖς στομαχικοῖς· ἐπικρατεῖ γὰρ ἡ στυπτικὴ ποιότης ἐν τοῖς στομαχικοῖς φαρμάκοις.

[Μάλαγμα Νείλου ἐπιγραφόμενον, ποιεῖ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις καὶ πρὸς τὰς τῶν ἄρθρων ὀδύνας. ἔστι δὲ καὶ διαλυτικὸν πάσης σκληρίας. ποιεῖ πρὸς τρίμματα καὶ λυγίσματα μετὰ τὰς παρακμὰς τῶν φλεγμονῶν ἐπιτιθέμενον, ποιεῖ σπληνικοῖς, ἡπατικοῖς.] ♃ Κηροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. ἐλαίου κυπρίνου λίτραν α΄. κρόκου γο S". ὄξους ὅσον ἐξαρκεῖ, τὸ ἀμμωνιακὸν διαλύσας, εἶθ’ οὕτως ἐπίβαλλε τὰ ξηρά.

[Ἄλλο ἐκ τῶν Ἀρείου Ἀσκληπιάδου.] ♃ Ἀμμωνιακοῦ θυμιάματος λίτρας δύο, λεάνας ἐπιμελῶς καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν, ἐπίβαλλε τούτῳ ἁλὸς ἄνθους λίτραν α΄. καὶ ἐλαίου κυπρίνου λίτραν α΄ S". ἕψε μαλακῷ πυρὶ χρώμενος καὶ κινῶν συνεχῶς, καὶ ὅταν ἐμπλαστρῶδες γένηται, ἐπίβαλλε κηροῦ λίτρας β΄. καὶ ὅταν τακῇ καὶ ἀμόλυντον γένηται, ἐξεράσας εἰς θυίαν καὶ ἀνακόψας, ἐπιμελῶς ἀνελόμενος χρῶ.

[Μάλαγμα Νειλέως κροκηρὸν φάρμακον ἐπιτετευγμένον πρὸς τὰς εἰρημένας διαθέσεις. ποιεῖ καὶ πρὸς ἐρυσιπέλατα. τούτῳ ἐχρήσατο Λυκίνιος Ἀττικός.] ♃ Ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. κηροῦ λίτραν α΄. ῥοδίνου λίτραν α΄. κρόκου γο α΄. ὄξους ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον.

[Ἄλλο τὸ μήλινον ἐπιγραφόμενον ἀρωματικὸν, ἡπατικοῖς, στομαχικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν.] ♃ Ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. κηροῦ Ποντικοῦ δραχ. ρ΄. μελιλώτων δραχ. ιβ΄. κρόκου, σμύρνης, βδελλίου ἀνὰ δραχ. η΄. ἐλαίου κυπρίνου λίτραν α΄.

[Ἄλλο. ποιεῖ στομαχικοῖς, ἡπατικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων φλεγμονὰς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν.] ♃ Κηροῦ δραχ. ρ΄. κρόκου δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. σμύρνης δραχ. ιβ΄. βδελλίου δραχ. η΄. μάγματος ἡδυχρόου γο γ΄. οἴνου γλυκέος ὅσον ἐξαρκεῖ, ἐλαίου κυπρίνου λίτραν α΄. σκεύαζε μετὰ τρόπον.

[Ἄλλο τὸ τοῦ Νεαπολίτου ἀρωματικὸν ἐπιγραφόμενον, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς τῶν ἐντὸς διαθέσεις.] ♃ Ἀμμωνιακοῦ θυμιάματος λίτρας γ΄. κηροῦ λίτρας γ΄. ῥοδίνου λίτρας γ΄. μάγματος ἡδυχρόου λίτρας S". μελιλώτου λίτρας S". κυπρίου λίτρας S". νάρδου Κελτικῆς λίτρας S".σχοίνου ἄνθους λίτρας S". οἴνου γλυκέος ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ φύρα.

[Τῶν χωρὶς ἀτονίας φλεγμονῶν χρονιζουσῶν μαλάγματα καλὰ καὶ πρὸς τὰς τοῦ ἥπατος ὁμοίως φλεγμονάς. Ἀσκληπιάδου μάλαγμα τὸ διὰ μελιλώτου, ἱερατικὸν ἐπιγραφόμενον, στομαχικοῖς, ἡπατικοῖς καὶ πρὸς τὰς τῶν σπλάγχνων ὀδύνας.] ♃ Νάρδου Κελτικῆς δραχ. ι΄. κυπέρου δραχ. ι΄. σμύρνης δραχ. ι΄.

καρδομώμου δραχ. η΄. μελιλώτου δραχ. μ΄. κρόκου δραχ. η΄. ἀμώμου δραχ. η΄. κύφεως ἱερατικοῦ δραχ. ιστ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. μ΄. ῥητίνης τερμινθίνης δραχ. π΄. κηροῦ μνᾶν α΄. ἐλαίου κυπρίνου μνᾶν α΄. οἴνου εὐώδους Ἰταλικοῦ κοτύλην α΄. σκεύαζε καθὰ προείρηται καὶ χρῶ.

[Ἄλλο βασιλικὸν ἐπιγραφόμενον, ποιοῦν πρὸς τὰς εἰρημένας διαθέσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν.] ♃ Κηροῦ μνᾶς γ΄. ἀμμωνιακοῦ θυμιάματος μνᾶς β΄. ῥητίνης φρυκτῆς μνᾶν α΄. μελιλώτου μνᾶς S". προπόλεως δραχ. κε΄. σμύρνης δραχ. κε΄. νάρδου Κελτικῆς δραχ. κε΄. στύρακος δραχ. κε΄. κυπέρου δραχ. κε΄. Ἰλλυρικῆς δραχ. κε΄. καρδαμώμου, πάνακος ἀνὰ δραχ. κε΄. κρόκου, κασσίας, μαστίχης, ὀποβαλσάμου, ἀμώμου, σχοίνου ἄνθους ἀνὰ δραχ. ιστ΄. οἴνου Ἰταλικοῦ εὐώδους ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ φυράσας, νάρδου Ἀσιανῆς ἀρωματικῆς λίτρας δ΄. σκεύαζε κατὰ τρόπον.

[Μάλαγμα Πολυάρχιον. ποιεῖ περιπνευμονικοῖς, στομαχικοῖς, σπληνικοῖς, ὑδρωπικοῖς, ποιεῖ πρὸς τὰς περὶ κύστιν ἢ μήτραν διαθέσεις, πρὸς πᾶσαν νευρικὴν συμπάθειαν.] ♃

Κηροῦ μνᾶν α΄. τερμινθίνης μνᾶν α΄. βδελλίου μνᾶν α΄. ἀμμωνιακοῦ θυμιάματος, καρδαμώμου, κυπέρου ἀνὰ μνῶν α΄. μελιλώτου, ἀμώμου, νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης, λιβάνου, ξυλοκινναμώμου ἀνὰ δραχ. κε΄. ἐλαίου κυπρίνου κοτύλην α΄. οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ἔσθ’ ὅτε καὶ ἀνιεμένῳ κηρωτῇ σκευασθείσῃ διὰ κυπρίνου.

[Πολυάρχου φάρμακον ἐπιτετευγμένον. ποιεῖ καὶ πρὸς τὰς εἰρημένας διαθέσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν. ποιεῖ καὶ πρὸς τὰς συνεχεῖς ἀπεψίας καὶ τοῖς φθείρουσι τὴν τροφὴν καὶ χολεμετοῦσι, καὶ πάσας τὰς κεχρονισμένας διαθέσεις. ἐχρήσατο Ἰούλιος Ἀγρίππας. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.] ♃ Καστορίου, ἀμώμου ἀνὰ γο α΄ S". πεπέρεως λευκοῦ γο α΄ S". καὶ μακροῦ γο α΄ S". σμύρνης γο γ΄. μάγματος ἡδυχρόου γο γ΄. καρποβαλσάμου γο γ΄. κόστου γο γ΄. φύλλων μαλαβάθρου, κασσίας ῥοδιζούσης, πάνακος, ὀποβαλσάμου, νάρδου Ἰνδικῆς ἀνὰ γο γ΄. σχοίνου ἄνθους. κινναμώμου ἀνὰ γο δ΄. πυρέθρου, κρόκου, καρδαμώμου ἀνὰ γο δ΄.

κυπέρου γο στ΄. ἴρεως Ἰλλυρικῆς, ἀριστολοχίας μακρᾶς καὶ στρογγύλης ἀνὰ γο στ΄. κηροῦ λίτρας δ΄. τερμινθίνης λίτρας β΄. ῥητίνης λάρικος γο γ΄. ἐν ἄλλῳ καὶ βδελλίου γο δ΄. ἀμμωνιακοῦ θυμιάματος γο δ΄. νάρδου Ἀσιανῆς τῶν μύρου λίτρας γ΄. οἴνου Φαλερίνου ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον. ἐγὼ δὲ προσβάλλω, μαστίχης, κινναμώμου, ἀμμωνιακοῦ θυμιάματος, στύρακος, ἀλόης, ὀποβαλσάμου ἀνὰ γο γ΄.

[Τὸ διὰ μελιλώτου Ἀνδρομάχου μάλαγμα.] ♃ Νάρδου Κελτικῆς δραχ. η΄. κυπέρου δραχ. η΄. καρδαμώμου δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχ. η΄. σμύρνης δραχ. η΄. κρόκου δραχ. δ΄. μελιλώτου δραχ. κε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄. τερμινθίνης δραχ. ν΄. κηροῦ δραχ. ρ΄. κυπρίνου κοτύλης S". ὄξους τὸ ἱκανόν. τινὲς ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. ποιεῖ πρὸς τὰ ἐντὸς πάντα. τὸ Πολυάρχου ἐκ τῆς ἐπιστολῆς πρὸς πάντα τὰ ἐντὸς μάλαγμα. ♃ κυπέρου μνᾶν α΄. καρδαμώμου μνᾶν α΄. μάννης ἴσον, κηροῦ ἴσον, τερμινθίνης φρυκτῆς μνᾶν α΄. S". ἢ ὑγρᾶς μνᾶς γ΄. κυπρίνου τὸ ἱκανὸν, ἐγὼ δὲ καὶ βδελλίου προστίθημι μνᾶν α΄.

ἄλλο, ἡ δευτέρα γραφή. ♃ κυπέρου, καρδαμώμου, ἀμώμου, βδελλίου, λιβάνου, βαλσάμου ἀνὰ μνᾶν α΄. κηροῦ μνᾶν α΄. S". ῥητίνης φρυκτῆς μνᾶς δ΄. κυπρίνου κοτύλης S". οἴνου εὐώδους κοτύλην α΄ S". σκεύαζε κατὰ τρόπον καὶ χρῶ, ὡς καὶ τοῖς πρὸ αὐτοῦ. ὡς δὲ ἐγώ. ♃ κυπέρου, καρδαμώμου, ἀμώμου, βδελλίου, λιβάνου ἀνὰ μνᾶν α΄. κηροῦ μνᾶς S". ῥητίνης φρυκτῆς ἢ τερμινθίνης μνᾶς γ΄. κυπρίνου κοτύλην α΄. κασσίας μνᾶς δ΄. ἀμμωνιακοῦ θυμιάματος μνᾶς δ΄. νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης ἀνὰ μνᾶς δ΄. οἶνος εὐώδης.

6. [Περὶ ἥπατος καὶ τῶν ἐν αὐτῷ παθῶν.] Ὑστάτης ἁπασῶν τῆσδε τῆς πραγματείας μοι γραφομένης, ἡγοῦμαι παντί που πρόδηλον ὑπάρχειν, ὡς δυοῖν τῶνδε θάτερον ἀληθές ἐστιν, ἢ τὰς ἄλλας πάσας ἀχρήστους εἶναι καὶ περιττὰς, εἴ τις ἐκ ταύτης μόνης ἱκανὸς ἔσται θεραπεύειν ἅπαντα τὰ πάθη τὰ δεόμενα τῆς διὰ φαρμάκων ἰάσεως, ἢ εἴπερ ἐκεῖναι χρήσιμοι τυγχάνουσιν οὖσαι, πρῶτον αὐτὰς ἀναγνωστέον ἐστὶ καὶ μνημονευτέον τοῖς μέλλουσιν ὠφελήσεσθαί

τι πρὸς τῆσδε. τὰς μὲν γὰρ μεθόδους αὐτὰς τῆς τῶν εἰρημένων ἰάσεως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου ιδ΄. βιβλίοις ἔγραψα· νῦν δὲ ὡς εἰδόσιν αὐτὰς ἤδη χωρὶς τῶν εἰρημένων ἀποδείξεων ἀναμιμνήσκω δεικνὺς πάντως, ὅπως καλῶς τε ἡμεῖς συνθήσομεν φάρμακα, τά τε ὑπὸ τῶν ἔμπροσθεν γεγραμμένα κρίναντες εἰς πεῖραν ἄγειν θαῤῥήσομεν. καὶ χρήσιμόν γε τοῦτο τὸ σκέμμα. καὶ γὰρ ἄλογον εἶναι βουλόμενοι τὴν ἑαυτῶν τέχνην οἱ ἐμπειρικοὶ μετεχειρίσαντο, πάντα μὲν ἀναγινώσκειν ἀξιοῦντες, ὅσα καὶ τοῖς ἐνδόξοις ἰατροῖς γέγραπται, μὴ πάντα δὲ εἰς χρῆσιν ἄγειν εὐθέως, ἀλλὰ καὶ κρίνειν πρότερον, εἰ δυνατὸν ἕκαστον αὐτῶν ἐστι τὴν ἐπαγγελίαν ἔργῳ ἐπιδείξασθαι. ἡμεῖς δὲ τὴν ἐμπειρίαν ἐν πάσῃ τῇ τέχνῃ μέγα τι δύνασθαι πεπεισμένοι τά τε διὰ λογικῆς μεθόδου τῶν θεωρημάτων εὑρημένα τοῖς περὶ κρίσεως ἱστορίας ὑπ’ αὐτῶν εἰρημένοις τὰ διὰ τῆς λογικῆς ἐνδείξεως προστίθεμεν, δεδειχότες ἐν ἑτέροις ὁποίαν δύναμιν εἰς τὸ βαδίζειν ἑκάτερον τῶν σκελῶν εἰσφέρεται, τοιαύτην ἐν ἰατρικῇ τὴν ἐμπειρίαν τε καὶ τὸν λόγον ἔχειν. ἐν μὲν οὖν τῇ
περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ δι’ ἕνδεκα βιβλίων γεγραμμένῃ τὴν δύναμιν ἑκάστου τῶν αὐτοφυῶν φαρμάκων, ὅπως ἄν τις εὑρίσκοι μεθόδῳ διήλθομεν, ἐπί τε τὴν κατὰ μέρος αὐτῶν ὕλην ἀφικόμενοι τὴν χρησιμωτάτην εἰς τὰ τῆς τέχνης ἔργα κατ’ εἴδη πᾶσαν ἐγράψαμεν. ἐφεξῆς δὲ αὐτῇ καὶ τὴν θεραπευτικὴν πραγματείαν, ὅπως ἄν τις ἄριστα μὴ μόνον τοῖς ἁπλοῖς, ἀλλὰ καὶ τοῖς συνθέτοις χρῷτο, διήλθομεν ἅμα τῷ καὶ τὰς ὁδοὺς τῆς συνθέσεως αὐτῶν πάσας εἰπεῖν. ἐν δὲ τῇ νῦν προκειμένῃ πραγματείᾳ τὴν ποικιλίαν τῶν συνθέτων φαρμάκων ὅπως ἐγένετο δηλοῦμεν, εἰς ὡρισμένους σκοποὺς κατ’ εἶδος ἄγοντες αὐτῶν τήν τε σύνθεσιν καὶ τὴν χρῆσιν, ἔτι τε τὴν κρίσιν τῶν ἤδη γεγραμμένων. μέλλοντες οὖν ἀκολούθως τοῖς προειρημένοις ἐπὶ τὴν τῶν ἐν ἥπατι παθῶν ἀφικνεῖσθαι διδασκαλίαν, ἐροῦμεν τὰ κατ’ αὐτὸ πάθη λόγῳ διελθόντες, οὐ ψιλαῖς διδασκαλίαις, ἀπό τε τῶν καθόλου σκοπῶν τῆς ἰάσεως αὐτῶν, οὓς ἐν τῇ θεραπευτικῇ πραγματείᾳ διήλθομεν, ἐπὶ τὴν τῶν συνθέτων ἀφίξομαι
διδασκαλίαν. ἔστιν οὖν ἐν αὐτῷ πρῶτον ἁπάντων διακρῖναι, πότερον ἀτονία τίς ἐστι τοῦ σπλάγχνου, καθάπερ ἐπὶ τῶν κατὰ τὴν κοιλίαν εἴπομεν, ἢ καί τι ἄλλο πάθημα κατείληφε τὸ σπλάγχνον, ἢ χωρὶς ἀτονίας πάσχει φλεγμαῖνον ἢ σκιῤῥούμενον ἢ ἀποστήματι κάμνον ἢ ἐμφράξει, καθάπερ καὶ ἐρυσιπελατώδη διάθεσιν ἴσχον ἢ ἕλκος, ἤ τινα σηπεδόνα. καὶ γὰρ οὖν κᾀπὶ τούτου ἡπατικὴν λέγουσι, καθάπερ κᾀπὶ τοῦ στόματος τῆς κοιλίας πάσχοντος οἱ πολλοὶ τῶν ἰατρῶν τε καὶ τῶν ἰδιωτῶν ὀνομάζουσι στομαχικὴν διάθεσιν ἐπὶ πολλοῖς συμπτώμασιν, οὐ κατὰ μίαν ἅπασι γιγνομένοις διάθεσιν, ἀλλὰ κατὰ πολλὰς μιᾷ μέν τινι γενικῇ κοινότητι παραλαμβανομένας, ἀλλήλων δὲ διαφερούσας εἰς τοσοῦτον, ὡς ἐνίας αὐτῶν ἐναντιωτάτας εἶναι. πῶς γάρ τις οὐκ ἐναντιωτάτην εἶναι φαίη τὴν μὲν ψυχρὰν δυσκρασίαν τῇ θερμῇ, τῇ δὲ ὑγρᾷ τὴν ξηρὰν, καίτοι κατά γε τὸ γένος εἰσὶν αἱ αὐταί. σχεδὸν δὲ καὶ πάντα τὰ ἐναντία τὰ αὐτὰ τῷ γένει λέγων ἄν τις οὐκ ἂν ἁμάρτοι, καὶ γὰρ ἡ ἔννοια
τῶν ἐναντίων ἐστὶν, ἐπειδὰν πλεῖστον ἀλλήλων ἀφέστηκε. πλεῖστον δὲ ἀφέστηκε τῶν μέσων καθοτιοῦν γένος τὰ ἐπὶ τοῖς πέρασιν ὄντα, ὡς τὰ ἐναντία πολλάκις μὲν τὰ αὐτὰ φαίνεσθαι κατὰ τὰ πέρατα τοῦ κοινοῦ γένους, πολλάκις δὲ ἐπαναβεβηκότων αὐτοῖς γενικωτέρων ἐναντίων, ὑπ’ ἐκείνων περιέχεσθαι, αὐτὰ δὲ ἐκεῖνα πάντως διὰ τοῦτό ἐστιν ἐναντία, διότι καθ’ ἓν γένος ὄντα πλεῖστον ἀλλήλων ἀφέστηκεν, ὥστε καὶ τὰ τούτοις ὑποπεπτωκότα τὸ πρῶτον καὶ ἀνωτάτω γένος κοινὸν ἴσχει. τοῦτο μὲν οὖν ἡμῖν ἅπαξ ἐνταῦθα κατὰ τὸ πάρεργον εἰρημένον εἰσαεὶ μνημνονευέσθω πρὸς τὸ μὴ δόξαι τινὶ διαφωνεῖν ἑαυτῷ, εἰπόντα ποτὲ μὲν ἕν τι πάθος εἶναι ταὐτὸν ἀνθρώποιν δυοῖν, ποτὲ δὲ οὐχ ἓν οὔτε ταὐτὸν, ἀλλ’ ἐναντία δύο. δυσκρασίαν γὰρ ἓν μέν τι πάθος γενικῶς ὀνομάζουσι, τεμνόμενον δ’ εἰς ἐναντίας διαφοράς ἔξεστι γὰρ, καθάπερ ἐνταῦθα εἴπομεν, οὕτως καὶ δύο καὶ τρία καὶ πολλὰ κατὰ τὰς ἐν μέρει διαφορὰς ἐναντιωτάτας ἀλλήλαις εἶναι καὶ κατὰ τοῦτο τῆς ἀτονίας τοῦ ἥπατος,
ὀρθῶς ἂν εἰπὼν διάθεσιν αἰτίαν εἶναι μίαν, ἣν δυσκρασίαν ὀνομάζομεν, αὖθις ὀρθῶς ἂν λέγοιμι μὴ μίαν, ἀλλ’ ὀκτὼ τὰς διαθέσεις εἶναι, διότι τοσαῦται διαφοραὶ τῶν δυσκρασιῶν εἰσι. καὶ γὰρ αὖ καὶ καθ’ ἑτέραν τομὴν δύο διαφοραὶ τῶν δυσκρασιῶν γίγνονται καὶ καθ’ ἑτέραν τρεῖς, αἱ μὲν ἐν ταῖς ποιότησι μόναις ἀλλοιουμένων τῶν πασχόντων μορίων, αἱ δὲ μεθ’ ὑγρῶν τινῶν ἤτοι γε ἐν ταῖς εὐρυχωρίαις τῶν πεπονθότων περιεχομένων ἢ ἐν τοῖς σώμασιν αὐτοῖς διαβρόχοις ὑπ’ αὐτῶν γεγονόσι. κατὰ μὲν οὖν τὴν γαστέρα καὶ τὰ ἔντερα μία καθ’ ἕκαστόν ἐστι κοιλότης ὑγρότητα μοχθηρὰν δέξασθαι δυναμένη, κατὰ δὲ τὸ ἧπαρ τοσαῦται τὸν ἀριθμὸν, ὅσαι περ αἵ τε ἀρτηρίαι καὶ αἱ φλέβες. τῶν δ’ ἁπασῶν ἐχουσῶν στενὰ τὰ πέρατα, καθ’ ἃ συμβάλλει τὰ σιμὰ τοῦ σπλάγχνου τοῖς κυρτοῖς, ἔμφραξίς τε καὶ σφήνωσις ἐνίοτε γίγνονται τῶν μοχθηρῶν ὑγρῶν, αἷς ἕπεται σηπεδὼν ἐν τάχει ταῖς ψυχραῖς δυσκρασίαις, θερμαῖς δὲ οὐ ταχέως, ἀλλ’ ἐπὶ προήκοντι τῷ χρόνῳ συμπίπτουσα. γίνεται δὲ ἡ δυσκρασία κατά τε τὴν ἰδίαν οὐσίαν τοῦ ἥπατος, ἣν
Ἐρασίστρατος ἡγεῖται παρέγχυμά τι καὶ οὐκ αὐτὸ τὸ κυριώτατον εἶναι μόριον τοῦ σπλάγχνου. γίνεται δὲ ἡ δυσκρασία καὶ κατὰ τὰς περιεχομένας ἐν αὐτῷ φλέβας τε καὶ ἀρτηρίας καὶ δηλονότι καὶ κατὰ τὰς ἐν ταῖς εὐρυχωρίαις αὐτῶν ὕλας. ἔχοντος δὲ τοῦ σπλάγχνου τῶν ἐνεργειῶν, ἃς ἐνεργεῖ κατὰ τὸν τῆς ζωῆς χρόνον, οὐ μίαν, ἀλλὰ πλείους δυνάμεις καὶ τοσαύτας γε τὸν ἀριθμὸν, ὅσα τῶν ἐνεργειῶν εἴδη, συμβαίνει πολλάκις μὲν ἐξαιρέτως μίαν αὐτῶν βλάπτεσθαι, πολλάκις δὲ δύο καὶ τρεῖς καὶ πάσας ἅμα τὰς τέσσαρας. ἐνέργεια γὰρ αὐτοῦ μία μὲν ἑλκύσαι τὴν τροφὴν ἐφ’ αὑτὸ, μία δὲ ἄλλη περιστεῖλαί τε καὶ κατασχεῖν, ἄχρις ἂν ἀλλοιῶσαν αὐτὴν ἑαυτοῦ ποιήσηται μόριον. ἔστι γὰρ οὖν δὴ καὶ αὕτη δύναμις αὐτοῦ κυριωτάτη τε καὶ σχεδὸν πρώτη πέττειν τε καὶ μεταβάλλειν καὶ ἀλλοιοῦν καὶ ὁμοιοῦν ἑαυτῷ τὴν τροφὴν, ἣν ὀνομάζομεν ἀλλοιωτικήν. ὅσα δὲ κατὰ τὴν ἀλλοίωσιν τήνδε γίνεται περιττώματα τῷ σπλάγχνῳ, ταῦτα δι’ ἑτέρας δυνάμεως, ἣν ὀνομάζομεν ἐκκριτικὴν καὶ ἀποκριτικὴν ἀπωθεῖται. δεδειγμέναι δέ εἰσιν αἱ δυνάμεις αἵδε πᾶσαι τοῖς
τοῦ σώματος ὑπάρχουσαι μορίοις, ἐν ἅπαντι τῷ τῆς ζωῆς χρόνῳ. πάντα γὰρ ἕλκει τὸ οἰκεῖον ἑαυτῷ καὶ ἀποκρίνει τὸ ἀλλότριον, ἀλλοιοῖ τε τὸ ἑλχθὲν, ἔν τε τῷ χρόνῳ, καθ’ ὃν ἀλλοιοῖ, κατέχει τε καὶ σφίγγει. καλεῖται δὴ ἀλλοίωσις αὕτη, μέχρι μὲν ἂν εἰς ὁμοιότητα τοῦ τρεφομένου μορίου μεταβάλληται, πέψις, ὅταν δὲ ἤδη προστίθεται τῷ μορίῳ, θρέψις. ὅταν μὲν οὖν ἕλκειν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τὴν τροφὴν ἀτονήσῃ τὸ ἧπαρ, ὑγρὰ καὶ ἀνεκχύμωτα ἐκκρίνεται διὰ τῆς ἕδρας. ἐὰν μὲν ἡ γάστηρ συνατονῇ τῷ πλάγχνῳ μὴ πέττουσα καλῶς, ἠπεπεπτημένα, ἐὰν δὲ εὐρωσθῇ, πεπεμμένα μὲν, ἀλλ’ ὑγρὰ διὰ τὸ μηδεμίαν ἢ βραχεῖάν γε τὴν ἐξ αὐτῆς ἀνάδοσιν εἰς τὸ ἧπαρ γεγονέναι. ἐὰν δὲ ἕλκῃ μὲν τὸ ἧπαρ ἐφ’ ἑαυτὸ τὴν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τροφὴν, αἱματοῦν δ’ αὐτὴν ὑπ’ ἀτονίας ἀδυνατῇ, καθάπερ ἐν τῇ γαστρὶ πολυειδὴς ἡ φθορὰ γίνεται τῶν ἀπεπτηθέντων, οὕτω καὶ κατὰ τὸ ἧπαρ. καλῶ δὲ νῦν ἀπεψίαν μόνην, οὐ περιλαμβάνων τῷ λόγῳ τὴν βραδυπεψίαν. εἰ δὲ βούλει, κᾀπειδὰν
τροφὴ ὠμὴ διαμείνῃ τὴν κατὰ φύσιν ὑπὸ τοῦ μορίου γενομένην ἀλλοίωσιν οὐκ εἰληφυῖα, καὶ ταύτην ἄπεπτον καλεῖν, οὐδ’ ἐγὼ φεύγω τὴν προσηγορίαν, ἐάν μοι μόνον ἡ διαφορὰ τῶν πραγμάτων φυλάττηται. χεῖρον μὲν γάρ ἐστιν ἡ εἰς ἀλλόκοτον ποιότητα μεταβολὴ κατὰ τὴν ἀπεψίαν γινομένη, μετριώτερον δὲ καθ’ ἣν ἐπὶ πλεῖστον φυλάττει τὴν ἑαυτῆς φύσιν ἡ τροφὴ μηδεμίαν ἐν τῷ πεφυκότι πέττειν αὐτὴν ἀλλοίωσιν εἰληφυῖα. καὶ μὴν καὶ τρίτον τι παρὰ ταῦτά ἐστιν εἶδος ἀποτυχίας πέψεως, ὅταν ἡμίπεπτος ἡ τροφὴ γίνηται, καὶ κατ’ αὐτήν γε τὴν ἀποτυχίαν τῆς ἀκριβοῦς πέψεως τοῖς ἡπατικοῖς ἐκκρίνεται διὰ τῆς κοιλίας αἱματώδης χυμὸς, τοιοῦτος δὲ τῇ συστάσει, καθάπερ εἴ τις ὕδατι κεράσειεν αἷμα. καὶ πολλοὶ τῶν ἰατρῶν ἔγραψαν, εἰκάζοντες αὐτοῦ τὴν σύστασιν, ὡς ἂν εἰ νεοσφαγοῦς ἱερείου τὰ κρέα πλύνειέ τις ὕδατι. καὶ πλεῖσταί γε τῶν ἡπατικῶν διαθέσεων ἀπὸ τοιούτων ἐκκρίσεων ἄρχονται, μήπω μεγάλην ἀτονίαν ἔχοντος τοῦ ἥπατος, ἀλλ’ ἔτι πέττειν τε καὶ μεταβάλλειν τὴν τροφὴν εἰς τὴν οἷον ὑπογραφὴν τοῦ αἵματος δυναμένου. αὐξηθέντος δὲ
τοῦ πάθους οὐκ ἔτι μὲν οὐδὲν τοιοῦτον ἐκκρίνεται, ἀλλὰ πολυειδεῖς ἄλλαι ποιότητές τε καὶ συστάσεις, ὥσπερ ἀπὸ τῆς γαστρὸς ἀπεπτούσης. ἀλλ’ ἐν μὲν τῇ γαστρὶ τῶν σιτίων αὐτῶν αἱ διαφοραὶ σαφῶς φαίνονται, κατὰ δὲ τὸ ἧπαρ τῆς ἀναδοθείσης τροφῆς μιγνυμένης τῷ προϋπάρχοντι κατὰ τὸ σπλάγχνον αἵματι. συνδιαφθείρεται γὰρ ἐν τῷ χρόνῳ καὶ τοῦτο τῇ μὴ πεφθείσῃ κατ’ αὐτὸ τροφῇ. θερμῆς μὲν οὖν κατὰ τὸ σπλάγχνον τῆς δυσκρασίας οὔσης αἱ συντήξεις γίνονται, πρῶτον μὲν τῶν χυμῶν, εἶτα καὶ τῆς σαρκὸς αὐτῆς τοῦ ἥπατος, καὶ κενοῦται διὰ τῆς γαστρὸς δυσώδης πάνυ χολὴ παχεῖα καὶ κατακορὴς τῇ χροιᾷ, καθάπερ ἐν τοῖς λοιμώδεσι πυρετοῖς. ψυχρᾶς δὲ δυσκρασίας οὔσης οὔτε συνεχεῖς ἐκκρίσεις οὔτε πολλαὶ γίνονται. χρονίζει δὲ τὸ πάθος καὶ δι’ ἡμερῶν τινων καταῤῥήσσει ἡ γαστὴρ αὐτοῖς ἀθροώτερον, οὔθ’ ὁμοίαν ἐχόντων τὴν δυσωδίαν τοῖς διὰ θερμότητα συντακεῖσιν οὔθ’ ὁμοίαν τὴν χρόαν ἢ τὴν σύστασιν, ἀλλ’ ἧττόν τε δυσώδη διαχωρεῖται τούτοις, ἰδέαν τε σεσηπότος αἵματος, οὐ συντετηκυίας ἔχοντα σαρκὸς, ἐνίοτε
δ’ ἄν σοι τὸ διαχωρούμενον οἷον αἷμα μέλαν εἶναι φανείη, θεωροῦντι δὲ ἀκριβῶς οὔτε αἷμα μέλαν ἐστὶν οὔτε θρόμβος, ἀλλ’ οἷον ἰλύς τις αἵματος παχέος ἐγγὺς τῇ μελαίνῃ χολῇ, καὶ πλείω γε καὶ δύσκριτα χρώματα κατὰ τὴν τοιαύτην διάθεσιν ἐμφαίνεται τοῖς διαχωρουμένοις. ἐν ἀμφοτέραις δὲ ταῖς δυσκρασίαις τῇ τε κατὰ θερμότητα καὶ τῇ κατὰ ψυχρότητα, μιχθείσης τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα δυσκρασίας, ὑγρότερα μὲν ἐπὶ τῆς καθ’ ὑγρότητα, ξηρότερα δὲ ἐπὶ τῆς κατὰ ξηρότητα τὰ διαχωρήματα γίνεται. ὁ σκοπὸς οὖν τῆς θεραπείας ἐν τοῖς τοιούτοις παθήμασι γίνεται, κοινὸς μὲν κατὰ τὴν ἐναντίωσιν τῆς δυσκρασίας, καθ’ ἑκάστην δὲ ἴδιος ὁ καθ’ ἑκάστην ἐναντίος. τὸ μὲν οὖν ἡπατικὸν ἰδίως ὀνομαζόμενον πάθος, ὥσπερ οὖν καὶ τὸ κοιλιακόν τε καὶ στομαχικὸν, ἄνευ τοῦ κατὰ τὰ μόρια παρὰ φύσιν ὄγκου γίνεται, φλεγμαίνειν μὲν ἧπαρ ἢ ἀφίστασθαι λεγόντων ἢ σκιῤῥοῦσθαι τῶν ἰατρῶν ἤ τι τοιοῦτον ἕτερον πάσχειν, οὐ μὴν ἡπατικόν γε καλούντων τὸν ἄνθρωπον αὐτὸν, ᾧ συμβαίνει τι τούτων· ἀλλ’ ὅταν ἄνευ φανεροῦ τινος ἐν τῷ σπλάγχνῳ

κακοῦ περὶ τὰς οἰκείας ἐνεργείας ἀτονῇ, τηνικαῦτα τὸν κάμνοντα προσαγορευόντων ἡπατικόν. ἴδωμεν οὖν πρῶτον ἃ γεγράφασιν οἱ πρὸ ἡμῶν ἄριστα πραγματευόμενοι περὶ φαρμάκων, ἀπὸ τῶν ὑπ’ Ἀνδρομάχου τὴν ἀρχὴν ποιησάμενοι. οὗτος γὰρ ἀνὴρ ἐν τῇ τῶν ἐντὸς παθῶν ἰάσεις ἐχούσῃ βίβλῳ πολλὰς ἔγραψε δυνάμεις ἡπατικὰς, ὧν ἁπασῶν μνημονεύσω, κᾀνταῦθα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ γεγράψεται τὰ φάρμακα, καὶ πρῶτόν γε αἱ ἀντίδοτοι. τὸ πρῶτον γεγραμμένον αὐτοῖς ὀνόμασιν ὡδί πως.

7. [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα πρὸς ἡπατικοὺς φάρμακα.] Ἀνδρομάχου πρὸς ἡπατικοὺς κυφοειδὴς καὶ πρὸς τὰ ἐν θώρακι πάντα. ♃ σταφίδος σαρκὸς δραχ. κε΄. οἱ δὲ δραχ. ρ΄. κρόκου δραχ. α΄. οἱ δὲ τριώβολον· καλάμου δραχ. β΄ S". βδελλίου δραχ. β΄ S". κασσίας δραχ. α΄ S". κινναμώμου τριώβολον, ναρδοστάχυος δραχ. γ΄. σχοίνου ἄνθους δραχ. β΄ S". σμύρνης δραχ. δ΄. τερμινθίνης δραχ. δ΄. οἱ δὲ δραχ. ιστ΄. ἀσπαλάθου ῥινήματος δραχ. β΄. μέλιτος δραχ. ιστ΄. οἴνου τὸ ἀρκοῦν. αὕτη μὲν ἡ τῆς ἀντιδότου γραφή. κέκληκε δὲ ταύτην κυφοειδῆ διὰ τὴν ὁμοιότητα.

καὶ γὰρ ὀσμῇ καὶ γεύσει παραπλήσιός ἐστι τῷ κύφει καλουμένῳ πρὸς Αἰγυπτίων, οἵπερ δὴ καὶ πρῶτοι συνέθεσάν τε τὸ φάρμακον τοῦτο καὶ χρῶνται θυμιῶντες ἑκάστοτε τοῖς θεοῖς. τὰ πλεῖστα δ’. ἐστὶ τῶν ἐν ἐκείνῳ τῷ θυμιάματι γεγραμμένων τὰ αὐτὰ τοῖς ἐν τῷδε τῷ φαρμάκῳ, καὶ μέντοι καὶ θυμιᾶσθαι τοῦτ’ αὐτὸ δύναται παραπλησίως τῷ κύφει. σύγκειται δὲ ἔκ τε τῶν μετρίως στυφόντων καὶ ξηραινόντων τε καὶ διαφορούντων ἰχῶρας μοχθηροὺς καὶ ἐπανορθουμένων τὴν κακοχυμίαν, ἔτι τε ἐκ τῶν ἐναντιουμένων ταῖς σηπεδόσιν, ὧν τὰ πλεῖστα τῆς τῶν ἀρωμάτων ἐστὶν ὕλης. ἔχει γοῦν τὸ φάρμακον τοῦτο κιννάμωμον, πάσας ἐπανορθοῦν τὰς σηπεδονώδεις τε καὶ δηλητηρίους δυνάμεις, οὐ μόνον ἰχώρων τε καὶ χυμῶν, ἀλλὰ καὶ θανασίμων φαρμάκων, ὥσπερ γε καὶ τοῖς ἰοβόλοις ὀνομαζομένοις θηρίοις ὑπαρχόντων ἰῶν. ἐφεξῆς δὲ τοῦ κινναμώμου καὶ ἡ κασσία τὴν αὐτὴν ἔχει δύναμιν, ἡ ἀρίστη τε καὶ συγγενὴς αὐτῷ καὶ μετὰ ταύτην τῶν ἀρωμάτων ἅπαν γένος, ὥσπερ ἐνταῦθα νάρδος
τε καὶ σχοῖνος καὶ κάλαμος καὶ σμύρνα. ταῦτα γὰρ ἐμβέβληται τῷ προκειμένῳ φαρμάκῳ κατὰ τὸν εἰρημένον ἄρτι λογισμὸν καὶ τρόπον, ὥσπερ γε καὶ τῶν παρ’ ἡμῖν γενομένων ὅ τε ἀσπάλαθος καὶ ὁ κρόκος, στυπτικόν τε καὶ πεπτικὸν ὑπάρχον φάρμακον, ἐπανορθούμενόν τε σηπεδόνας. ἡ δὲ σταφὶς εὐκαταφρόνητος μὲν εἶναι δόξει διὰ τὸ σύνηθες, αὐτὸ δὲ τοῦτο αὐτὴν ἐργάζεται χρησιμωτέραν, ὅτι συνήθης ἡμῖν οὖσα στυπτικὸν ἐπὶ τοσοῦτόν ἐστιν, ὅσου δεῖται τὸ πεπονθὸς σπλάγχνον. ἔχει δὲ καί τι πεπτικὸν τῶν ἀπέπτων χυμῶν, ἐπικρατητικόν τε τῶν κακοήθων, αὐτή τε δύσσηπτός ἐστι καὶ προσέτι καθ’ ὅλην τὴν οὐσίαν οἰκεία τῷ σπλάγχνῳ. μεμαθήκαμεν γὰρ ὡς αἱ τροφαὶ τοῖς τρεφομένοις τὴν οἰκειότητα καθ’ ὅλην τὴν ἑαυτῶν οὐσίαν κέκτηνται, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς τῶν τοιούτων παθῶν θεραπείαις, ὅσα κατὰ δυσκρασίαν γένηται. κάλλιστα γὰρ ἐπ’ αὐτῶν ἐνεργεῖ τὰ πρὸς τῷ τὴν δυσκρασίαν ἰᾶσθαι τρέφειν δυνάμενα, καὶ διὰ τοῦτο καὶ ὁ οἶνος ἐπιτηδειότατός ἐστι τοῖς ἄνευ φλεγμονῆς
ἢ ἐρυσιπέλατος ἢ ἀποστήματος ἢ θερμῆς δυσκρασίας κάμνουσιν. καὶ γὰρ τρέφει καὶ πέττει καὶ τονοῖ καὶ σηπεδόσιν ἀνθίσταται, κᾂν δυσκρασία τύχῃ γεγονυῖα καθ’ ὑγρότητα καὶ ψύξιν, ἀλύπως τε καὶ ἀσφαλῶς αὐτὴν ἰᾶται. τὰ δ’ αὐτὰ καὶ τῷ μέλιτι πρόσεστι, πλὴν τοῦ μὴ συνάγειν τὴν οὐσίαν τῶν σωμάτων οἷς ἂν ὁμιλῇ, ἀλλ’ ἀντὶ τούτου διαῤῥύπτειν τε καὶ ἀναστομοῦν καὶ καθαρὰς ἐργάζεσθαι τὰς διεξόδους, ἐπ’ οὖρά τε προτρέπειν οὐ μικρὰ βοηθήματα κέκτηται. μέμικται δὲ ὑπὸ τοῦ συνθέντος τὸ φάρμακον καὶ βδέλλιον, ἱκανῶς μαλάττον τε καὶ πέττον, ὡς ἐμάθομεν, ἔτι τε μετρίως διαφοροῦν. ὁμοίως δέ πως αὐτῷ καὶ ἡ τερμινθίνη ῥητίνη δύναμιν ἔχει πρὸς τὸ διαῤῥύπτειν τε καὶ διακαθαίρειν τὰς στενὰς διεξόδους, ὧν καὶ αὐτῶν δεῖται τὸ θεραπευόμενον σπλάγχνον, ὅπως αἱ συναναστομώσεις τῶν κατὰ αὐτὸ φλεβῶν ἀναπεπταμέναι τε καὶ ἔκφρακτοι διαμένωσιν. μεμαθήκαμεν γὰρ ὅπως ἡ ἔμφραξις ἐργάζεται τὰς σηπεδόνας. ἔνιοι μέντοι τῶν συνθέντων τὰς τοιαύτας δυνάμεις, καθάπερ καὶ πρόσθεν ἐπὶ τῶν στομαχικῶν ἐδείκνυτο, μίξαντες

ὄπιον ἢ ὑοσκύαμον ἤ τι τῶν ἄλλων ὅσα ψύχει, πρὸς τὰς θερμὰς δυσκρασίας χρήσιμον εἰργάσαντο φάρμακον καὶ διὰ τοῦτο καὶ ἡ Φίλωνος ἐνίοτε θαυμαστῶς ὅπως ἅπαξ δοθεῖσα δυσκρασίαν ἡπατικὴν ἰάσατο, καὶ τοῦτο αὐτῇ καὶ ὁ συνθεὶς αὐτὴν ἐμαρτύρησεν. ἀλλὰ τῶν γε ὑπ’ Ἀνδρομάχου γεγραμμένων φαρμάκων ἡπατικῶν οὐδέν ἐστι τοιοῦτον, καὶ μέντοι καὶ σφοδρῶς ψυκτικὸν οὐδὲν εἶναι προσήκει, ἀλλ’ ὁποῖα γέγραπταί τισιν ἄλλοις τε καὶ τῷ Ἀσκληπιάδῃ. νῦν οὖν ὅσας ἐφεξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος ἡπατικὰς ἀντιδότους ὑπογράψω, μεμνημένων ἡμῶν οὐδεμίαν αὐτῶν ἁρμόττειν θερμαῖς δυσκρασίαις, ἀλλ’ ἢ ταῖς ὑγραῖς ἢ ταῖς ψυχραῖς ἢ ταῖς ἐξ ἀμφοτέρων συνθέτοις, ἢ εἴπερ ἄρα ταῖς μὲν ὑγραῖς ἰσχυρῶς, μετρίως δὲ θερμαῖς. γεγράψονται δὲ πᾶσαι κατὰ τὴν αὐτοῦ Ἀνδρομάχου λέξιν.

[Ἄλλη κυφοειδὴς πρὸς ἡπατικοὺς ἐκ τῶν Γάλλου καὶ βῆχας καὶ ἀναγωγάς.] ♃ Κρόκου, κινναμώμου ἀνὰ δραχ. α΄. σμύρνης δραχ. α΄. βδελλίου δραχ. δ΄. ἀσπαλάθου τετρώβολον, σχοίνου δραχ. γ΄. καλάμου δραχ. β΄. κασσίας δραχ. α΄. νάρδου Ἰνδικῆς δραχ. α΄.

τερμινθίνης δραχ. στ΄. σταφίδος σαρκὸς δραχ. ρξ΄. μέλιτος κοτύλης S". οἴνου Χίου εἰς τὸ βρέξαι τὴν σταφίδα καὶ τὸ βδέλλιον καὶ τὴν σμύρναν, τὴν δὲ ῥητίνην τήξας τῷ μέλιτι, εἶτα πάντα συμμίξας καὶ λεάνας ἀπόθου. πρὸς ἡπατικοὺς καὶ ἰκτερικούς. ♃ καρύων πικρῶν δραχ. β΄. ἀνίσου δραχ. α΄. ἀψινθίου, κυμίνου, σελίνου σπέρματος ἀνὰ δραχ. α΄. κέρατος ἐλαφείου τριώβολον, λεάνας σὺν ὕδατι τροχίσκους ποίει τριωβολιαίους, δίδου ἕνα πρωῒ καὶ δείλης σὺν οἰνομέλιτι. πρὸς ἡπατικοὺς καὶ ἰκτερικοὺς ἡ Νεκτάρειος. ♃ ἑλενίου λίτραν α΄ S". κροκομάγματος λίτρας β΄. ἀριστολοχίας γο α΄. πετροσελίνου γο α΄. πεπέρεως μέλανος γο S". σμύρνης γο α΄. μέλι τὸ ἱκανόν.

[Ἡπατικὴ ἀθανασία καλουμένη. ποιεῖ καὶ πρὸς νεφριτικοὺς καὶ ἰκτερικοὺς, κινεῖ δὲ ἱδρῶτα πολύν.] ♃ Κρόκου δραχ. β΄. κινναμώμου δραχ. α΄. νάρδου δραχ. β΄. κασσίας, σμύρνης, σχοίνου ἀνὰ δραχ. α΄. μέλιτι Ἀττικῷ ἀναλάμβανε. ἡ δόσις κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, πυρέσσουσι μεθ’ ὑδρομέλιτος.

[Ἡπατικὴ θαυμαστὴ, ᾗ Φαρνάκης ὁ ῥιζοτόμος παθὼν ἐχρήσατο.] ♃ Κρόκου δραχ. β΄. μήου, ἀσάρου, φοῦ Ποντικοῦ, δαύκου, πετροσελίνου, σμύρνης ἀνὰ δραχ. δ΄. νάρδου Ἰνδικῆς καὶ Κελτικῆς ἀνὰ δραχ. στ΄. κόστου, κασσίας, σχοίνου ἀνὰ τριώβολον, βαλσάμου καρποῦ δραχ. γ΄ S". ἐρυθροδάνου δραχ. η΄. γλυκείας χυλοῦ δραχ. γ΄. ἡμιονίτιδος βοτάνης δραχ. γ΄. πολίου δραχ. γ΄. ὀποῦ βαλσάμου δραχ. στ΄. μάγματος ἡδυχρόου δραχ. ε΄. μέλιτος τὸ ἱκανὸν χρῶ. πρὸς πάντα τὰ πάθη ἐνεργεῖ, καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος.

[Ἡπατικὴ παρὰ Νεάρχου ἐπαινουμένη.] ♃ Πάνακος ῥίζης, ἐρυθροδάνου, ἠρυγγίου ῥίζης, εὐπατορίου, ἑλενίου ῥίζης, πολίου, κόστου, ἀριστολοχίας, πεπέρεως, σκολοπένδρου βοτάνης, σικύου σπέρματος, χαμαιπίτυος, γεντιανῆς ῥίζης, Σινώπιδος μίλτου, χολῆς ἀρκείου, ναρδοστάχυος, ἀρκευθίδων, κράμβης σπέρματος, εὐζώμου σπέρματος, ἑκάστου ἴσον μέλιτι Ἀττικῷ ἑφθῷ ἀναλαβὼν χρῶ. ἡπατικὴ ἡ τοῦ Διοσκόρου. ♃ κινναμώμου, κασσίας ἀνὰ δραχ. δ΄. κρόκου, νάρδου, κόστου, βαλσάμου καρποῦ, ὑπερικοῦ, γλυκυῤῥίζης ἀνὰ δραχ. η΄.

μέλιτι Ἀττικῷ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη πρὸς ἡπατικοὺς καὶ τὰ λοιπὰ τὰ ἐντὸς, ὡς Ἀριστοκλῆς. ♃ πεπέρεως κόκκους μ΄. σμύρνης δραχ. η΄. κρόκου, κόστου, μήου, ἀκόρου, νάρδου, δαύκου σπέρματος, πετροσελίνου, σκορδίου ἀνὰ δραχ. δ΄. κινναμώμου δραχ. ιβ΄. κασσίας δραχ. ιβ΄. μέλιτος τὸ ἀρκοῦν, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. πότιμα πρὸς ἡπατικοὺς, σπληνικοὺς, νεφριτικοὺς, ὑδρωπικοὺς, ὠφελεῖ καὶ στομαχικοὺς καὶ τὰς ἐκ τόκων ἐνοχλουμένας, καὶ πρὸς σπασμοὺς καὶ πρὸς τοὺς ἀπ’ ἀῤῥωστίας ἀναλαμβάνοντας καὶ κακοχύμους καὶ ἰκτερικοὺς καὶ βῆχας καὶ πλευριτικοὺς, ἀντίδοτος καὶ πρὸς τὰ θανάσιμα φάρμακα καὶ τὰς τῶν θηρίων πληγάς. ♃ νάρδου Ἰνδικῆς δραχ. β΄. κόστου δραχ. β΄. κασσίας δραχ. α΄. κρόκου δραχ. α΄. πεπέρεως λευκοῦ ὀβολοὺς ε΄. ἐν ἄλλῳ δραχ. β΄. σελίνου σπέρματος δραχ. α΄. τετρώβολον, ἴρεως Ἰλλυρικῆς ἴσον, ἀκόρου δραχ. α΄. ὀβολὸν α΄. ὀποβαλσάμου δραχ. α΄. ἄρου ἀρσενικοῦ ὀποῦ δραχ. γ΄. σταφίδος ἀγιγάρτου δραχ. στ΄. λεάνας σὺν τῷ γλυκεῖ ἢ μέλιτι ἀναλάμβανε καὶ δίδου δραχ. α΄. μετ’ οἴνου γλυκέος κεκραμένου ἢ ὑδρομέλιτος

κυάθων τεσσάρων ἢ ὡς ἂν ἁρμόττῃ. αὗται μέν εἰσιν αἱ ὑπὸ Ἀνδρομάχου γραφεῖσαι δυνάμεις ἡπατικαὶ, μεταβήσομαι δὲ ἤδη πρὸς τὰς ὑπ’ Ἀσκληπιάδου γεγραμμένας ἐν τῷ τρίτῳ τῶν ἐντὸς, ἃς Μνάσωνος ἐπιγράφει.

8. [Αἱ ὑπ’ Ἀσκληπιάδου γραφεῖσαι δυνάμεις ἡπατικαί.] Πρώτην μὲν ἔγραψεν, ἣν Ἀντωνίου Μούσα φησὶν εἶναι, συγκειμένην οὕτω. κιχωρίου χυλίσματος κύαθον α΄. δίδου μεθ’ ὕδατος θερμοῦ κυάθων γ΄. ἐπιβαλὼν μέλιτος Ἀττικοῦ κοχλιάριον· ἢ πτέρεως καὶ ἀνήθου χυλοῦ κύαθον α΄. μετὰ μελικράτου κυ. γ΄. ἢ ἴρεως ἁπαλῆς ἢ σέρεως ἁπαλῆς τοῦ χυλοῦ κύαθον α΄. μετὰ μελικράτου θερμοῦ κυάθων τριῶν. αὕτη ἡ πρώτη γραφὴ κατὰ τὸ τοῦ Ἀσκληπιάδου βιβλίον ἐστὶ φαρμάκων τριῶν. τὰ μὲν οὖν κιχώρια καὶ ἡ σέρις ἐκ τῶν ἐδωδίμων εἰσὶν, παρ’ ἡμῖν γοῦν οἱ κατὰ τοὺς ἀγροὺς ἐσθίουσιν ἄμφω ταῦτα καὶ ὠμὰ καὶ ἑφθά. χρῆται δὲ αὐτοῖς καὶ ὁ Ἐρασίστρατος ἱκανῶς, ἐν οἷς θεραπεύει τὰ κατὰ τὴν κοιλίαν πάθη, δύναμις δὲ τῶν λαχάνων τούτων ἐστὶν ὑπόψυχρός τε καὶ ὑπόπικρος καὶ μετρίως στύφουσα, καὶ διὰ

ταύτας γε τὰς ποιότητας ἄριστα φάρμακα ταῖς θερμαῖς δυσκρασίαις ἐστὶ τοῦ ἥπατος. πρὸς γὰρ τῷ ψύχειν μετρίως ἔτι καὶ τόνον ἐντίθησι τῷ σπλάγχνῳ διὰ τῆς στύψεως, ἔτι τε ἀναῤῥύπτει τὰς συναναστομώσεις τῶν ἐν τοῖς σιμοῖς τοῦ σπλάγχνου φλεβῶν πρὸς τὰς ἐν τοῖς κυρτοῖς, οὐ μὴν οὐδὲ τὰς ψυχρὰς δυσκρασίας βλάπτει μεγάλως, ὥσπερ ὅσα ψυχρὰν ὑγρότητα κέκτηται χωρὶς στύψεως ἢ πικρότητος. ὠφελεῖν δὲ δύναται τὸ σπλάγχνον ἡ τῶν τοιούτων λαχάνων οὐσία, κᾂν ἄνευ χυμῶν ἢ ἰχώρων μοχθηρῶν γίνηται ἡ δυσκρασία καθ’ αὑτὸ καὶ μεθ’ ὑγρότητος ἡστινοσοῦν. ἐν γὰρ τῇ μίξει τοῦ μέλιτος ἐπ’ οὖρα προάγει τὴν ὑγρότητα, διὸ κᾂν ξηρανθέντα κόψας ἐπιπάσῃ τις τῷ ποτῷ, καὶ οὕτως ὀνίνησι, καὶ μέντοι καὶ ἀφεψημένων τὸ ἀφέψημα πινόμενον ὠφέλιμον ἱκανῶς ἐστιν. εἰ δὲ μὴ θερμή τις ἐνοχλοίη δυσκρασία ἢ κᾂν μόνον ἔμφραξίς τις εἴη κατὰ τὸ σπλάγχνον, ὠφελεῖ μεγάλως δι’ οἴνου λευκοῦ λεπτοῦ πινόμενα μετὰ τῶν οὖρα κινούντων. χρήσιμος δὲ οὐ μόνον ὁ χυλὸς αὐτῶν ἐστι

πρόσφατός τε καὶ ἐξηραμμένος, ἀλλὰ κᾂν ξηραινόμενα κόψας καὶ λειώσας ἐπιμελῶς ἐπιπάττοι τις τῷ ποτῷ, κᾂν ἀφεψήσας πίνοι. πρὸς δὲ τὸ διακαθᾶραι τὸ σπλάγχνον, ἀναστομῶσαί τε τὰς διεξόδους αὐτοῦ χωρὶς τοῦ θερμῆναι σαφῶς ἢ ψῦξαι, κάλλιστον φάρμακον ἡ πτέρις ἐστὶν, ἐπικρατοῦσαν ἔχουσα τὴν πικρὰν ποιότητα. τὸ δ’ ἄνηθον οὐδὲν ἰσχυρὸν ἔχει πρὸς τὰς τοιαύτας διαθέσεις, ἀλλ’ ἔστιν ἐψυγμένου μετρίως καὶ πεπυκνωμένου τοῦ σπλάγχνου θεραπευτικόν. καὶ τὸ διὰ τῆς χαμαιπίτυος δὲ καταπότιον, οὗ καὶ αὐτοῦ μέμνηται, τῆς αὐτῆς ἐστι δυνάμεως τοῖς εἰρημένοις. πικρὸν γὰρ καὶ τοῦτό ἐστι τὸ φάρμακον, οὐδὲν οὖν θαυμαστόν ἐστιν αὐτήν τε καθ’ ἑαυτὴν πινομένην τὴν χαμαιπίτυν ὠφελεῖν τὰς ἡπατικὰς δυσκρασίας καὶ μετὰ κιχωρίου, καθάπερ ὁ Ἀσκληπιάδης ἔγραψεν ὡδί πως αὐτοῖς ὀνόμασιν.

[Καταπότιον ἡπατικοῖς.] ♃ Χαμαιπίτυος ῥίζης δραχ. η΄. κιχωρίου ῥίζης δραχ. δ΄. κόπτε καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ ὕδατος θερμοῦ ἐπιπίνειν κυάθους γ΄. ταῦτα μὲν ὁ Ἀσκληπιάδης ἔγραψεν,

ὠφελοῦσι δὲ αἱ εἰρημέναι βοτάναι τοὺς ἡπατικοὺς, οὐ μόνον ἐὰν τῶν ῥιζῶν τις αὐτῶν προσφέρηται, σκευάσας ὡς ὁ Ἀσκληπιάδης ἔγραψεν, ἀλλὰ κᾂν τὸν χυλὸν ἢ τὸ ἀφέψημα ἢ ξηρὰν τὴν κόμην μετὰ τοῦ καρποῦ κόψας καὶ λειώσας προσφέρῃ. καὶ ἡ τῆς σφενδάμνου δὲ ῥίζα, κοπεῖσα καὶ λειωθεῖσα, καὶ γὰρ καὶ ταύτης μέμνηται, τῆς αὐτῆς ἐστι τοῖς εἰρημένοις δυνάμεως. δίδωσι δὲ ταύτης δραχ. α΄. μεθ’ ὕδατος κεκραμένου κυάθων γ΄. καὶ τὸ διὰ τῆς νάρδου δὲ τῆς Κελτικῆς φάρμακον, οὗ καὶ αὐτοῦ μέμνηται, τούτοις ἐστὶ παραπλήσιον. ἔγραψε δ’ οὕτως αὐτό. ♃ νάρδου Κελτικῆς μέρη γ΄. ἀψινθίου μέρος ἓν, κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου ἐκλείχειν μύστρον. καὶ τὸ τούτῳ γεγραμμένον ἐφεξῆς παραπλήσιον ὑπάρχον αὐτῷ κατὰ τὰ ἄλλα πλέον ἔχει τὸ δι’ οὔρων μᾶλλον ἐκκαθαίρειν τὸ σπλάγχνον. ἔγραψε δ’ οὕτως ὁ Ἀσκληπιάδης περὶ αὐτοῦ. τροχίσκος ἡπατικὸς ὁ πικρός. ♃ ἀνίσου, σπέρματος σελίνου, ἀσάρου, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, ἀψινθίου, ἑκάστου ἀνὰ δραχ. δ΄. σκεύαζε δι’ ὕδατος καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου δραχ. α΄.
ἀπυρέτοις μετ’ οἴνου κεκραμένου κυάθων γ΄. πυρέττουσι μεθ’ ὑδρομέλιτος. τοῦτο τὸ φάρμακον ἠρέμα πώς ἐστι θερμὸν διὰ τὴν τῶν οὐρητικῶν μίξιν. τὰ δ’ ἄλλα πάντα τὰ πρόσθεν ἢ ἐπικρατοῦσαν ἔχει τὴν ψύξιν ἢ πάντως οὔτε ταύτην οὔτε τὴν θερμότητα. τὸ μέντοι διαῤῥύπτειν τε καὶ τὰς ὁδοὺς τῆς ἀναδόσεως ἐκφράττειν ἔχει πάντα. καὶ ἄλλα δέ τινα φάρμακα γέγραπται τῷ Ἀσκληπιάδῃ τὸ μὲν διαῤῥύπτειν καὶ ἐκφράττειν καὶ τέμνειν ἔχοντα, βραχεῖ δέ τινι τῶν μέσων ἕτερα θερμότερα. μέσα δὲ λέγω τὰ μήτε θερμαίνοντα μήτε ψύχοντα σαφῶς. ἓν δὲ ἐν αὐτοῖς τι τῶν θερμαινόντων ἐστὶν, ἔνθα φησὶ, κόστου λείου κοχλιάριον δίδου μετὰ μελικράτου θερμοῦ κυάθων γ΄. τὰ δ’ ἄλλα ὅσα πλησίον τῆς μέσης κράσεως ὄντα πρὸς τὸ θερμότερον ῥέπει, ταῦτά ἐστιν. ♃ ἑλενίου δραχ. ιβ΄. κροκομάγματος δραχ. η΄. ἀναλάμβανε κιχωρίου χυλῷ καὶ ποίει καταπότια καὶ δίδου πρὸς δύναμιν. ἡ τελεία δόσις ὁλκὴ καὶ οἰνομέλιτος κεκραμένου θερμοῦ κύαθοι γ΄. τοῦτο τὸ φάρμακον ἠδύνατο καὶ χωρὶς ἑλενίου ταῖς θερμαῖς δυσκρασίαις
ἁρμόττειν. ἐπεὶ δὲ τὸ ἑλένιον ἐμίχθη τοῖς ῥυπτικοῖς, ἐπὶ τὸ θερμότερον ἔῤῥεψε, πλὴν εἰ μὴ παντελῶς ὀλίγον ἐπιμίσγοιτο πλείονι τῷ ψυχρῷ. καὶ μέντοι καὶ τὸ διὰ τοῦ μαράθρου τῶν θερμαινόντων ἐστὶν, ἔχον οὕτω. ♃ μαράθρου δραχ. α΄. πετροσελίνου δραχ. β΄. ἀνίσου, ἀμυγδάλων πικρῶν, ἀψινθίου ἀνὰ δραχ. α΄. κρόκου, σμύρνης ἀνὰ τριώβολον, ὕδατι ἀναλάμβανε καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου δραχ. α΄. καθὼς ἀνώτερον προείρηται. καὶ γὰρ ἐνταῦθα τὸ μὲν μάραθρον καὶ τὸ πετροσέλινον ἱκανῶς θερμαίνει, τὰ ἄλλα μετρίως. τὰ δ’ ἀμύγδαλα τῆς λεπτυντικῆς ἐστι δυνάμεως, καὶ μᾶλλον ὅταν ᾖ πικρά. μέσον δέ πως τῶν θερμαινόντων τε καὶ ψυχόντων καὶ τοῦτό ἐστι τὸ φάρμακον, ὅπερ ὁ Ἀσκληπιάδης ἔγραψεν ὡδί πως. ἐκλεικτὸν ἡπατικὸν Παυλίνου, ὠφελεῖ παραχρῆμα. ♃ χαμαιπίτυος ξηρᾶς λίτραν α΄. σμύρνης γο α΄. γλυκέος προτρόπου ξε. γ΄. ἕψε χαμαιπίτυν καὶ γλυκὺν, καὶ ὅταν τὸ γ΄. ὑπολειφθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ ἐπιβαλὼν μέλιτος Ἀττικοῦ λίτρας S". πάλιν ἕψε. μετὰ δὲ ταῦτα ἐπίβαλλε τὸ σμύρνιον κινῶν συνεχῶς, καὶ
ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἀπόθου καὶ δίδου πρὸ τροφῆς μύστρον. ἔγραψε δὲ καὶ διὰ κοχλιῶν ὁ Ἀσκληπιάδης φάρμακον ἡπατικὸν τοιοῦτον. κοχλιῶν χερσαίων εὖ μάλα τὴν σάρκα λεάνας καὶ οἴνου μέλανος ἐπιβαλὼν κυάθους τρεῖς καὶ θερμήνας δίδου πίνειν. ἔοικε δὲ τὰ τοιαῦτα καθ’ ὅλην τὴν οὐσίαν ἐνεργεῖν, οὐ κατὰ μίαν ἢ δευτέραν ποιότητα, ὁποῖόν ἐστι καὶ τὸ λύκειον ἧπαρ, οὗ πεῖραν ἱκανὴν ἔχομεν, ἡ χρῆσις δὲ αὐτοῦ παραπλησία τοῖς κοχλίοις ἐστὶ, λειοῦται γὰρ ἀκριβῶς τὸ λύκειον ἧπαρ καὶ δίδοται δραχ. α΄. μετ’ οἴνου τῶν γλυκέων τινὸς, οἷοί πέρ εἰσιν Θηραῖος ὁ Κρητικὸς καὶ ὁ Σκυβελίτης, ὅ τε γλυκὺς πρότροπος. εὐμενεῖς γάρ εἰσιν οὗτοι τῷ σπλάγχνῳ, τρέφειν αὐτὸ δυνάμενοι καὶ μέσοι τῇ κατὰ τὸ ψυχρόν τε καὶ θερμὸν ἀντιθέσει, καὶ διὰ τοῦτο τὰ τοιαῦτα φάρμακα πάσαις ἁρμόττειν φαίνεται ταῖς δυσκρασίαις, ὡς ἂν τῇ τε τῆς οὐσίας ἰδιότητι τὴν ὠφέλειαν παρεχόμενα καὶ τῷ μήτε τὰς θερμὰς μήτε τὰς ψυχρὰς δυσκρασίας βλάπτειν. ἐπὶ μέντοι τῶν πυρεττόντων σαφῆ πυρετὸν ἢ οὐκ ἀμυδρῶς, ὥσπερ εἴωθεν

ἐνίοις τῶν ἡπατικῶν συμπίπτειν, ἄμεινόν ἐστι δι’ ὕδατος θερμοῦ διδόναι τὸ φάρμακον ἢ διά τινος τῶν εἰρημένων ἔμπροσθεν χυλῶν, ὁποῖός ἐστιν ὁ τῆς σέρεως. πρὸς τὰς τοῦ ἥπατος σκιῤῥώδεις διαθέσεις. καὶ πρὸς ταῦτα ἔγραψεν ὁ Ἀσκληπιάδης τέσσαρα φάρμακα τῇ λέξει τῇδε.

[Οὐρητικὴ, ποιεῖ πρὸς πὰς σκιῤῥώδεις τοῦ ἥπατος διαθέσεις καὶ σπληνικοῖς καὶ τοῖς δυσαναλήπτοις καὶ ὑδρωπικοῖς καὶ καθόλου εὔχροιαν ἐμποιεῖ.] ♃ Κρόκου, νάρδου, κασσίας ἀνὰ δραχ. β΄. κόστου, σχοίνου ἄνθους, κινναμώμου, σμύρνης στακτῆς ἀνὰ δραχ. α΄. μέλιτος ἑφθοῦ δραχ. κε΄. ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος, μετ’ οἰνομέλιτος κυάθων γ΄.

[Ἄλλη ᾗ ἐχρήσατο Πασικράτης, ἄγει οὖρα πολλά.] ♃ Δαύκου σπέρματος δραχ. α΄ S". ῥήου Ποντικοῦ τῆς ῥίζης, σχοίνου ἄνθους, βαλσάμου καρποῦ, κεδρίδων, ἀνίσου, νάρδου Ἰνδικῆς, κρόκου, κινναμώμου, κασσίας, φοῦ, ἀσάρου, πετροσελίνου, χαμαιπίτυος ἀνὰ δραχ. α΄ S". ἡδυόσμου ξηροῦ τριώβολον, πυρήνων στροβίλων κεκαθαρμένων ἀριθμῷ ν΄. ἀναλάμβανε

μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος κεκραμένου κυάθων τριῶν.

[Ἀντίδοτος ἡ διὰ τῆς ἀρκείου χολῆς, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς σκιῤῥώδεις τοῦ ἥπατος διαθέσεις.] ♃ Χαμαιπίτυος, πρασίου, πετροσελίνου σπέρματος, γεντιανῆς, ἄγνου σπέρματος, ἄρκτου χολῆς, νάπυος, σικύου σπέρματος, σκολοπενδρίου, πάνακος, μίλτου Λημνίας, ἐρυθροδάνου, κράμβης σπέρματος, ἀριστολοχίας, πεπέρεως, νάρδου Ἰνδικῆς, κόστου, σελίνου σπέρματος, εὐζώμου σπέρματος, ἠρυγγίου, πολίου, ἐχίου, εὐπατορίου, ἀρκευθίδων ἀνὰ δραχ. α΄. κόψας, σήσας, ἀναλάμβανε μέλιτι, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος ἐν οἰνομέλιτι κυάθοις β΄.

[Ἄλλη ἐπιτετευγμένη. ποιεῖ καὶ πρὸς τὰς ἄλλας τῶν ἐντὸς διαθέσεις χωρὶς βηχός.] ♃ Γεντιανῆς ῥίζης, χαμαιπίτυος, πρασίου, πετροσελίνου σπέρματος, ἄρκτου χολῆς, νάπυος, σικύου σπέρματος, σκολοπενδρίου, πάνακος ῥίζης, μίλτου Σινωπίδος, ἐρυθροδάνου, κράμβης σπέρματος, ἀριστολοχίας μακρᾶς, πεπέρεως λευκοῦ, ναρδοστάχυος, κόστου, εὐζώμου σπέρματος, ἠρυγγίου, ἀρκευθίδων, μελίας καρποῦ,

χαμαίδρυος, δικτάμνου Κρητικοῦ, κέστρου σπέρματος, δαύκου σπέρματος ἀνὰ γο α΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. τὸ δ’ ὑγρὸν γλυκέος Κρητικοῦ κύαθοι β΄. τὸ φάρμακον δεδοκίμασται. ἐν ἄλλῳ ἀντιγράφῳ ἔχει καὶ πελεκίνου τὸ ἴσον. περὶ τῶν προγεγραμμένων τεσσάρων φαρμάκων καλῶς ἐποίησεν ὁ Ἀσκληπιάδης, οὐχ ἁπλῶς προσγράψας, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅτι πρὸς ἡπατικοὺς αὐτοῖς χρηστέον, ἀλλὰ προσθεὶς τὸ πρὸς τὰς σκιῤῥώδεις διαθέσεις. αἱ γὰρ καθ’ ὑγρότητα τοῦ σπλάγχνου διαθέσεις ἔκλυτον αὐτὸ καὶ ἄτονον πεφύκασι ποιεῖν, ὡς τὰ κεχαλασμένα τῶν ἄρθρων, ἐάν τε μετὰ ψύξεως, ἐάν τε μετὰ θερμότητος, ἐάν τε χωρὶς τούτων ἡ χάλασις αὐτοῖς μόνη συστῇ. πάντως μὲν γὰρ δέονται τῶν στυφόντων φαρμάκων, ἤτοι δὲ μετὰ τῆς τῶν θερμαινόντων μίξεως, ἐὰν ἐπικρατῇ ψυχρὰ ποιότης, ἢ μετὰ τῆς τῶν ψυχόντων, ἐὰν ἡ θερμή. τὰ δὲ σκιῤῥούμενα διὰ ψυχροὺς χυμοὺς καὶ παχεῖς καὶ γλίσχρους ἀναπεμπομένους ἐν τοῖς στερεοῖς σώμασι ψυχρὰν ἐξ ἀνάγκης ἴσχει τὴν διάθεσιν, ὥστε καὶ τῶν θερμαινόντων τε
ἅμα καὶ λεπτομερῶν δεῖται φαρμάκων. ταῦτα γὰρ ἱκανὰ καὶ τὴν τῶν ἐμπεπλασμένων τοῖς σκιῤῥώδεσι μορίοις χυμῶν γλισχρότητα διαῤῥύψαι καὶ τὸ πάχος τεμεῖν καὶ διαφορῆσαι τοὺς οὕτω λεπτυνθέντας. ἀλλ’ ἐν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἔνθα περὶ τῶν τοιούτων διαθέσεων ὁ λόγος ἐγίνετό μοι, τὴν μίξιν τῶν μαλακτικῶν ὀνομαζομένων φαρμάκων ἐπῄνουν, ὡς προπαρασκευάζουσαν τὰ σκιῤῥούμενα σώματα τοῖς εἰρημένοις φαρμάκοις ἐπιτήδεια. χωρὶς δὲ τοῦ προμαλαχθῆναι διαχεόμενά πως ταῦτα τὸ μὲν παραχρῆμα σαφῆ τὴν μείωσιν ἔχει, εἰς ἀθεράπευτον δὲ τελευτᾷ λείψανον ὑπερξηρανθέντα. τὰ δὲ αὐτὰ ταῦτα κᾀν τῷ ιδ΄. τῆς θεραπευτικῆς μεθόδου λέλεκται. καὶ κατὰ τὸ ἧπαρ οὖν δεῖ ἐστοχάσθαι τῆς μίξεως τῶν μαλαττόντων. τῷ δ’ οἷον ὑγροπαγὲς εἶναι τὸ τοῦ ἥπατος σῶμα πάνυ μετρίων δεῖται τῶν μαλαττόντων. ἐπικρατεῖ δ’ ἐν αὐτῷ παρὰ τὰ ἄλλα μόρια τὰ σκιῤῥούμενα τῶν θερμαινόντων τε καὶ λεπτυνόντων ἡ μίξις. εἰκότως οὖν ἐπαινεῖ μάλιστα τῶν γεγραμμένων

φαρμάκων τεσσάρων ὁ Ἀσκληπιάδης τὸ ἔσχατον, ὡς πεῖραν ἱκανὴν παρεσχηκώς. ἐξ ἀρωμάτων τε γὰρ σύγκειται, λεπτύνειν καὶ διαφορεῖν δυναμένων, ἕτερά τε προσείληφε φάρμακα δριμέα τε καὶ τμητικὰ καὶ διαφορητικὰ, πραϋντικὰ δὲ αὐτοῖς μέμικται, τό τε τοῦ σικύου σπέρμα καὶ ἀρκευθίδος, εἶτα μέλι καὶ τὸ ἠρύγγιον, ὥσπερ γε καὶ οὐρητικά τινα παρείη τούτοις, ἀποῤῥυπτομένης τῆς τοῦ σπλάγχνου διαθέσεως, ἐπὶ τὰ οὖρα τὴν ποδήγησιν ποιεῖσθαι.

9. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς ἡπατικοὺς ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Ἐπὶ δὲ τῶν ἡπατικῶν προηγουμένης τῆς ἁρμοζούσης ἀγωγῆς ἔν τε τροφαῖς καὶ ἀλείμμασι καὶ τοῖς κοινοῖς καταπλάσμασι, φλεβοτομίᾳ, σικύαις, σιναπισμοῖς, δρώπαξι καὶ τοῖς ὁμοίοις διαιτήμασι πρὸς τοῖς ἀναγραφησομένοις συνθέτοις ποτήμασί τε καὶ μαλάγμασι, τοῖς γε ἄριστα συμφωνοῦσι, χρῶ ποτήμασι μὲν τοῖσδε· ἠριγέροντος ἀφέψημα, ὡς μάλιστα ὠφέλιμον δίδου, φύεται δὲ τούτου ὁ καυλὸς ἐπὶ τοῖς κεράμοις. ἢ νάρδου μύρου κοχλιάρια δ΄. πίνειν δίδου καθ’.

ἡμέραν, καὶ μάλιστα ἐπὶ τῶν σκιῤῥουμένων. ἢ ἀριστολοχίας ὀβολοὺς γ΄. πότιζε πυρέσσοντας μεθ’ ὕδατος, ἀπυρέτους μετ’ οἴνου, λίαν καλῶς ποιεῖ. ἢ τρίφυλλον τὴν ὀξύζουσαν ἐν ὕδατι ἕψε, μέχρι τὸ τρίτον λειφθῇ καὶ δίδου ἡμέρας γ΄. ἀνὰ κύαθον α΄. ἢ χολὰς ἀρκείας πραέως ἐν ἀγγείῳ ζέσας ξήρανον ἐν ἡλίῳ καὶ δίδου ἐκ τούτου τοῖς ἡπατικοῖς κοχλιάριον ἕν. ἢ βάτου τῆς ῥίζης φλοιοῦ μνᾶν μίαν, σὺν ὕδατι χοῒ ἑνὶ ἑψήσας ἐν καινῷ ἀγγείῳ μέχρι λειφθῇ τὸ δ΄. αἰθριασθέντι πρόσμιξον μέλιτος τῷ χυλῷ κυάθους στ΄. καὶ πινέτω νῆστις ἐφ’ ἡμέρας γ΄. ἢ ψευδοβουνίου ὀβολὸν ἕνα δίδου μετὰ μέλιτος νήστει. ἢ δαύκου καὶ μαράθρου ῥίζης τὸ ἥμισυ σὺν ὀξυμέλιτι μέχρι τὸ τρίτον λειφθῇ, ἑψήσας δίδου νήστει κύαθον α΄. ἢ γλυκυῤῥίζης χυλοῦ ὀβολὸν α΄. ἢ β΄. δίδου νήστει, καὶ γὰρ κοιλίαν ὑπάγει καὶ οὖρα κινεῖ. ἐπὶ δὲ μεγάλης σκληρίας ἀβροτόνου χυλὸν ὡς ὅτι παχύτατον πότιζε. ἢ ἀκόρου ὀβολὸν α΄. πάνακος ἴσον μεθ’ ὕδατος πότιζε. ἢ ναρδοστάχυος ἀφέψημα διηνεκῶς δίδου.

[Περὶ καταπλασμάτων.] Κατάπλασμα δὲ ἡπατικὸν, μήλοις κυδωνίοις μετὰ ἀλεύρου κριθίνου καὶ τήλεως ἑψημένοις, ἢ λινοσπέρματι λείῳ μετὰ ἀλφίτων ἐν οἴνῳ ἑψημένων, ἢ λινοσπέρματι ἑψημένῳ ἐν γλυκεῖ οἴνῳ, ἢ λινοσπέρματι λείῳ μετὰ μέλιτος πεφυραμένῳ, ἢ καππάρεως ῥίζης ἐν ὀξυμέλιτι ἑψημένης, ἢ κριθίνῳ ἀλεύρῳ μετὰ συκῆς, ἢ ἐλαίας ῥίζης ἐν οἴνῳ ἑψημένης, ἢ μυρεψικῆς βαλάνου κεκομμένης μετ’ οἴνου, ἢ τὴν διὰ φοινικοβαλάνων κηρωτήν. ἄκρως γὰρ ποιεῖ πρὸς φλεγμονὰς ἥπατος, μάλιστα δὲ ἐφ’ ὧν καὶ στόμαχος πέπονθε καὶ πλευραὶ διατεταμέναι εἰσίν. ἢ φοίνικα δίχα τῆς ἐντεριώνης κόψας ἐπιμελῶς, ἴσῃ κηρωτῇ ῥοδίνῃ ἐν ὅλμῳ γνησίως ἕνωσον, μικρὸν παραστάζων ῥόδινον καὶ ἐπιτίθει. ἢ Ἀμιναίῳ οἴνῳ ἐμβρέξας, σμύρναν μίξον τοῖς φοίνιξιν καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει.

[Περὶ μαλαγμάτων φλεγμονῆς ἥπατος.] Οἷς ἄν τις χρήσαιτο μαλάγμασιν, ἐπὶ φλεγμονῇ ἥπατος ἄνευ φανερᾶς αἰτίας μετὰ τὰς ἐπιβροχὰς καὶ καταπλάσματα, γέγραπται ἤδη πρόσθεν ἐν τῷ περὶ τῆς τοῦ στόματος τῆς κοιλίας φλεγμονῆς

λόγῳ, τὰ κοινὰ ἐκείνου καὶ ἥπατος, ἐν οἷς ἐστι καὶ τὰ διὰ μελιλώτου σκευαζόμενα καὶ τὸ Πολυάρχιον, ἀλλὰ καὶ νῦν τινα προστεθήσεται ἐκ τῶν Ἀνδρομάχου.

[Ἀνδρομάχου μάλαγμα πρὸς ἡπατικούς.] ♃ Ἀμμωνιακοῦ θυμιάματος δραχ. ρμδ΄. οἱ δὲ δραχ. ρ΄. βδελλίου δραχ. κδ΄. οἱ δὲ δραχ. ρ΄. ὄξους κοτύλης δ΄. κυπρίνου κοτύλην α΄. ἐγὼ δὲ κοτ. S".

[Τὸ Ἀπολλοφάνους.] ♃ Κηροῦ δραχ. π΄. βδελλίου δραχ. π΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. π΄. ῥητίνης τερμινθίνης δραχ. μ΄. μάννης λιβάνου δραχ. μ΄. ἰρίνῳ σύγκοπτε.

10. [Τὰ ὑπὸ Δαμοκράτους μαλάγματα γεγραμμένα πρὸς ἧπαρ καὶ ὑποχόνδριον. τινὰ δὲ αὐτῶν καὶ πρὸς ὅλην τὴν γαστέρα καὶ τὸν σπλῆνα.]

Ὑποχονδρίοις δὲ τοῖς πεπονθόσιν θέλων, Διὰ στομάχου κάκωσιν ἢ τῆς κοιλίας, Τῶν ἐντέρων τε καὶ κώλου τοῦ θ’ ἥπατος, Ἄλλου θ’ ὁμοίως κυρίου σπλάγχνου τινὸς, Μάλαγμ’ ἐπιρίπτειν τοῦτο πρῶτον σκευάσας

Ἔμπροσθεν αὐτό. προσφάτως γὰρ γενόμενον Ἔλαττον ἔσται τοῖς νοσοῦσι χρήσιμον. Ἔστι δὲ κηροῦ Ποντικοῦ λίτραι δύο, Ἀμμωνιακοῦ θυμιάματος λίτρα μία, Τερμινθίνης τε τῆς πεφρυγμένης λίτρα, Καὶ τῆς πιτυΐνης τῆς κεκαυμένης λίτρα. Λίτρας δὲ τὸ τρίτον καρδαμώμου σπέρματος, Ξηρᾶς κυπέρου ταὐτὸν, σμύρνης τὸ ἴσον, Ἴσον τε ἑνὶ τούτων ἴρεως λευκῆς σταθμῷ, Κεκαθαρμένης Κελτικῆς οὐγγίαι δύο. Κρόκου δὲ γο α΄ S". Ἓξ δὲ μελιλώτου πρὸς αὖ γε ταῖς δύο. Τὸ δ’ Ἀττικὸν μελίλωτον αἱρετώτερον, Κυπρίνου δ’ ἐλαίου προσφάτου λίτραι δύο. Κυπρίνου μὲν οὖν καὶ τἄλλα τηκτὰ μίγματα, Ἕψον φλογὶ τῇ κούφῃ, εἶθ’ οὕτω ξύσον. Τὰ δ’ λοιπὰ κόψας σῆσον, εἶτ’ οἴνῳ καλῷ Φύρασον, εἶτα νύκτα καὶ ἡμέραν μίαν

Ἄφες τὸν οἶνον ἀναπιεῖν τὰ μίγματα. Χεῖρας δ’ ἀλείψας τῷ κυπρίνῳ. τὰ φάρμακα Ἅπαντα μίξας ἐν θυείᾳ πλατυτέρᾳ, Οὕτως ἀποτίθου, δέρμασι μαλακοῖς σκέπε.

Ἄλλο μάλαγμα τοῦ αὐτοῦ.

Πρὸς ταῦτα ποιοῦν ἕτερον. ἂν χρόνον λάβῃ Τὰ πάθη φόβους ἔχοντα τοὺς καχεξίας. Τοῦτ’ ὠφελεῖται μᾶλλον, ὅσα μὴ πνεύμασιν Τὰ σπλάγχνα βλάπτει φλεγμοναῖς μακροτέραις. Πυκνῶς γὰρ ὀξύνοντα μετὰ πόνων σφοδρῶν, Σκληρῶν τε καὶ σκίῤῥων γε δυσλύτους φόβους. Λύει δὲ αὐτῶν τὰς κατασκευὰς ταχὺ, Σκεύαζε δ’ οὕτω. τῆς καλῆς τερμινθίνης Λίτρας ἥμισυ, Ποντικοῦ κηροῦ τὸ ἴσον, Κεκαθαρμένης δὲ τήλεως λίτραν μίαν. Νίτρου τε αὐτὸ καὶ πάνακος λίτραν μίαν, Πάλιν ἀνίσου σπέρματος λίτραν μίαν, Μόσχου τε λίπους κεκαθαρμένου λίτραν,

Καὶ ταὐτὸ λευκῆς ἴρεως κεκομμένης. Ὄξους δὲ κυάθους δύο ἥμισυ βραχύ. Μέλιτος δὲ λίτρας δύο Ἀττικοῦ τοῦ προσφάτου, Ἀμμωνιακοῦ θυμιάματος λίτραν μίαν Τινὲς κατέμιξαν, ἄλλοι δὲ λίτρας δύο. Τὰ ξηρὰ σήσας πάντα λεπτῷ κοσκίνῳ, Ἕψησον ὡς κατάπλασμα προσβαλὼν μέλι, Ὄξος τε μὴ πᾶν καὶ ποιήσας εὐαφὲς Πρόσβαλε τῷ θερμῷ, παραχέων ὄξος βραχὺ, Τετηγμένῳ κηρῷ τε καὶ λιπάσματι, Τερμινθίνῃ τε καὶ καλῶς ἑψημένα, Ταῖς χερσί τε ἅμα πάνθ’ ἑνώσας ἐπιμελῶς, Ἐν μείζονι ἀγγείῳ χρήσαι μὴ παραυτίκα. Ἀδρανέστερον γάρ ἐστιν, ἄρτι γενόμενον.

Ἄλλο Δαμοκράτους μάλαγμα.

Καὶ τοῦτο εὐῶδές τε καὶ τὰς ἥπατος Αἶρον διαθέσεις τὰς νεφρῶν τε καὶ κώλου, Τὰς τοῦ στομάχου τε χρονίας τῆς θ’ ὑστέρας.

Ἐπίβαλλε δ’ αὐτὸ καὶ καχέκταις διὰ νόσους Μακρᾶς γεγονόσιν ὠχροτέροις, ὑδερώδεσιν, Καὶ τὸ βραχὺ μὴ πέττουσιν, ἀνορεκτοῦσί τε. Ἔστιν δ’ ἀμώμου Σκυθικοῦ, ξυλοβαλσάμου, Βδέλλης διαυγοῦς, καρδαμώμου σπέρματος, Ξηρᾶς κυπέρου καὶ λιβάνου, πάντων ἴσα. Τούτων ἀνὰ λίτραν καὶ κασσίας δαφνίτιδος, Σμύρνης τε χρηστῆς καὶ κρόκου. τούτων πάλιν Λίτρας ἑκάστου τὸ τρίτον ἢ μικρῷ πλέον. Στάχυος δὲ νάρδου Συριακῆς δυ’ οὐγγίας, Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας δύο, Κηροῦ τε λευκοῦ τοῦ καθαροῦ λίτραν μίαν, Κυπρίνου τε μύρου προσφάτου λίτραν μίαν, Οἴνου Φαλερίνου τοῦ καλοῦ ξέστην ἕνα. Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ, Λίβανον δὲ καὶ βδέλλιον εἰς ὅλμον βαλὼν, Σμύρναν τε χρηστὴν καὶ κρόκον λελεασμένον Θραύων παράχεε κύπρινον δι’ οἴνου βραχὺ,

Εἶτα ὁλμοκόπει, ὡς μέλιτος ἔχειν πάχος, Προσεμβαλών τε τἄλλα λεῖ’ ἀρώματα, Οἴνου τε τὸ λοιπὸν παραχέας, ἕνου καλῶς, Ἄφες τε συμπιεῖν ἡμέραν καὶ νύχθ’ ὅλην, Τερμινθίνην τε καὶ κύπρινον κηρόν θ’ ἅμα Τήξας ἐπὶ πυρὸς κουφοτάτου, ἔασον. Καὶ πάντα μίξας χερσὶ τῶν μύρων τινὶ Λελιπασμέναις, ἔασον οὕτως, ἀποτίθου. Μετὰ χρόνον αὐτῷ μὴ παραχρῆμα χρώμενος. Τὰ πολλὰ μιγνὺς ξυσθὲν ἐκ μέρους τινὸς, Κηρωτάριον γιγνόμενον εὐαφέστερον. Σπανίως δὲ χρήσαι καὶ μόνῳ τῷ φαρμάκῳ.

Ἄλλο Δαμοκράτους μάλαγμα.

Πρὸς τὰς διαθέσεις τὰς ἄγαν κεχρονισμένας. Ἕτερον μάλαγμα πρὸς ἃ προεῖπον, εὔτονον, Τοῖς σπληνικοῖς, πάντων δὲ μᾶλλον ἁρμόσει, Κᾂν ὦσιν ὠχροὶ καὶ πυρέσσωσιν σφοδρῶς, Ὕδωρ τ’ ἔχωσιν ἐν ὑποχονδρίῳ βραχύ.

Πολὺ γὰρ θεραπεύειν ἀδύνατον μαλάγμασι. Σύκων λιπαρῶν, ξηρῶν μὲν, ἔτι δὲ προσφάτων, Τὸ σπέρμ’ ἀπάρας τὸ πολὺ καὶ τὸν ὀμφαλὸν, Στῆσον δραχμὰς γ΄. πέντε καὶ ἑτέρας δέκα, Κηροῦ τε λευκοῦ Ποντικοῦ. ταύταις ἴσως Μυροβαλάνου τε τῆς λιπαρᾶς λίτραν, Νίτρου θαλασσίου δὲ λίτρας S". Στυπτηρίας τε σχιστῆς δραχμὰς δώδεκα, Μιᾶς τε δραχμῆς ἥμισυ τριώβολον, Βδέλλης, ὄνυχός τε τὰς ἴσας, στυπτηρίας, Ἴσον τε νίτρου τ’ ἄνθος Ἀσίου λίθου, Ἀμμωνιακοῦ τε ταὐτὸ θυμιάματος. Καὶ τήλεως δὲ σπέρματος καὶ καρδάμου Καὶ καρδαμώμου καὶ καλῆς ὀριγάνου Ξέστου τέταρτον ἐξ ἑκάστου μίγματος, Ἐρεγμοῦ τε τὸ μέτριον, ἰρίνου μύρου. Τὸ μάλαγμα δὲ σκεύαζε τοῦτον τὸν τρόπον,

Βδέλλιον οἴνῳ διάβροχον ποιῶν γλυκεῖ, Μάλασσ’ ἐν ὅλμῳ γενομένῳ λείῳ δ’ ἄγαν, Πρόσβαλλε σῦκα καὶ πάλιν κόπτε ἅμα, Οἶνον παραχέων, λεῖα ποίησον καλῶς. Προσεμπάσας δὲ ἄλλα πάντα μίγματα, Ἐν ὕδατι θερμῷ κηρὸν ἐμβρέξας καλῶς, Μάλασσε χερσὶ καὶ πλατύνας πρόσβαλε Τοῖς ὁλμοκοπουμένοις, ὑπέρῳ τε χρώμενος Ξυλίνῳ, λιπαίνων ταῦτα συνεχῶς τῷ μύρῳ. Καιρὸς δὲ πάντων χρήσεως μαλαγμάτων, Ὅσα κοιλίᾳ, στομάχῳ, κᾀν καὶ τοῖς ἐντέροις Ἐπιβάλλεται, κάλλιστος ὁ μέχρι τῆς τροφῆς Ἧς ἔλαβον ἐν τῇ γαστρὶ μὴ παρακειμένης.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Ι.

1. Γίνονται μὲν ἰκτερικοὶ καὶ λόγῳ κρίσεως ἀγαθῆς ἐν πυρετοῖς, ἐπισκήψαντος τοῦ χυμοῦ τοῦ χολώδους πρὸς τὸ δέρμα καὶ ῥᾷστα παύονται λουτροῖς ὑδάτων ποτίμων, ἐλαίου τε διαφορητικοῦ τρίψει καὶ πάντων τῶν ἀραιούντων, ὁποῖόν ἐστι τὸ ἀνήθινον ἔλαιον καὶ τὸ χαμαιμήλινον καὶ τὸ κίκινον. ἐφεξῆς δὲ τούτων χρίσματα, γλεύκινόν τε καὶ κομμαγηνὸν, εἶτα τὸ ἴρινον καὶ τὸ ἀμαράκινον.

τὰς ἄλλας δὲ τὰς ὀνομαζομένας ἐξαιρέτως ἰκτερικὰς δυνάμεις οἱ γράψαντες οὐ πρὸς τοιούτους ἰκτερικοὺς ἁρμόττειν ἔφασαν, ἀλλὰ μάλιστα μὲν πρὸς τοὺς δι’ ἔμφραξιν τῶν κατὰ τὸ ἧπαρ ἀγγείων, ἤδη δὲ καὶ πρὸς τοὺς διὰ φλεγμονάς. οἱ μὲν οὖν δι’ ἔμφραξιν ἰκτεριῶντες ἀπύρετοι διαμένουσι, πάντως δὲ οἱ ἐπὶ φλεγμονῇ πυρέττουσιν. ὅσοι μὲν οὖν οἷς ἔγραψαν ἰκτερικοῖς φαρμάκοις προσέθεσαν ἐπὶ τίνων ἁρμόττειν ταῦτά φασιν, ὀρθῶς ἐποίησαν· ὅσοι δὲ ἀδιορίστως καὶ ἁπλῶς ἔγραψαν, ἥμαρτον οὐ σμικρά. τὰ γὰρ ἱκανῶς φαρμακώδη, καθάπερ γε καὶ τὰ θερμὰ ταῖς δυνάμεσι, βλάπτει μεγάλως τοὺς πυρέττοντας. ἔστι δὲ τοιαῦτα γεντιανὴ καὶ στρούθιον, ἑλένιόν τε καὶ κόστος, ἀριστολοχία τε καὶ πόλιον καὶ κενταύριον. ἁρμόττει δὲ τοῖς ἐπὶ φλεγμονῇ τοῦ ἥπατος ἰκτεριῶσιν, ὅσα φλεγμονὰς ἰᾶται. καθάπερ γε καὶ τοῖς ἐπ’ ἐμφράξει πάνθ’ ὅσα ῥύπτει γενναίως, εἰ καὶ φαρμακώδη τύχοι ταῖς οὐσίαις ὄντα καὶ θερμὰ ταῖς δυνάμεσιν. ἐὰν δ’ εἰς ταὐτὸ συνέλθωσιν ἔμφραξίς τε καὶ φλεγμονὴ,

τῶν χαλώντων τε ἅμα καὶ ῥυπτόντων ἐστὶ χρεία. φευκτέον δέ ἐστιν ὅσα φαρμακώδη ταῖς οὐσίαις καὶ θερμὰ ταῖς δυνάμεσίν ἐστι. γεγραμμένων οὖν καὶ τῶν ἰκτερικῶν φαρμάκων ἀδιορίστως, τοῖς πλείστοις τῶν πρὸ ἐμοῦ προσθήσω τοὺς οἰκείους διορισμοὺς ἑκάστῳ αὐτῶν, ὅπως εἰδῆτε τίσι μὲν ἀκίνδυνον ἐν πυρετοῖς χρῆσθαι, τίσι δὲ ἕπεται μείζων τις ἐκ τοῦ διαῤῥύπτειν ὠφέλεια ἢ ἐκ τοῦ παροξύνειν τὸν πυρετόν τε καὶ τὴν φλεγμονὴν γιγνομένη βλάβη.

[Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἰκτερικῶν φαρμάκων.] Ἀδιορίστως ἔγραψεν ὁ Ἀνδρόμαχος τέσσαρα φάρμακα πρὸς ἰκτερικοὺς, ἀκίνδυνον μὲν ἐπὶ τῶν ἀπυρέτων ἔχοντα τὴν χρῆσιν, οὐκ ἀσφαλῆ δὲ ἐπὶ τῶν πυρεττόντων, καὶ μάλιστα ἐὰν δι’ οἴνου τις ταῦτα ἢ οἰνομέλιτος δίδωσι, καθάπερ ἐνίοτε δίδομεν ἐπὶ μετρίοις μὲν πυρετοῖς ἐμφράξει τε τῇ κατὰ τὸ σπλάγχνον. ἀλλὰ δι’ ὀξυμέλιτος μὴ λίαν ὀξέος ἀσφαλέστερόν ἐστι τηνικαῦτα δίδοσθαι τὰ τοιαῦτα φάρμακα. ἔστι δὲ τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα τέσσαρα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ ὑπογεγραμμένα. πρὸς

ἰκτερικούς. εἰς τὸ τῆς κολοκυνθίδος κέλυφος ἐμβαλὼν οἶνον καὶ θερμάνας, δίδου πιεῖν, ὑπάγει κοιλίαν. τὸ δ’ αὐτὸ καὶ λίβανος ποιεῖ. ἄλλο πρὸς ἰκτερικούς. ♃ ἀδιάντου τριώβολον, νάρδου ὀβολοὺς δύο, ἀψινθίου δραχ. α΄. σμύρνης τριώβολον, γλυκεῖ ἀναλάμβανε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς ὕδατος κυάθους β΄. ἄλλο πρὸς ἰκτερικοὺς ᾧ χρῶμαι. στρούθιον κρόκῳ χρῶσαι ἡλίκον κάρυον Ποντικὸν ἐν ὕδατι καὶ ὑδρομέλιτι, δίδοται δὲ καὶ ἄγχουσα πλῆθος κοχλιαρίου. ἄλλο πρὸς ἰκτερικοὺς, ὡς Ἀπολλώνιος. ♃ ὀρόβου δραχ. κδ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. η΄. λιβάνου δραχ. γ΄. νάρδου Κελτικῆς δραχ. β΄. νάρδου Συριακῆς δραχ. α΄. πεπέρεως δραχ. α΄. S". σχοίνου ἄνθους δραχ. α΄. σμύρνης ὀβολοὺς β΄. κόστου ὀβολοὺς β΄. κασσίας ὀβολὸν α΄. κινναμώμου ὀβολὸν ἕνα, χρῶ ξηρῷ σὺν οἰνομέλιτος κυάθοις τρισίν.

[Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἰκτερικῶν φαρμάκων ἐν τῷ τρίτῳ τῶν ἐντός.] Ἐξ ὧν ἔμπροσθεν εἴρηκα δῆλα, κᾂν χωρὶς διορισμοῦ γράφηται τὰ φάρμακα, τίνα φευκτέον ἐστὶν ἐπὶ τῶν πυρεσσόντων. εἴωθε δὲ ὁ Ἀσκληπιάδης

ἐνίοτε διορίζεσθαι, προστιθεὶς τοῖς πυρέττουσι μὲν ὡδί πως δίδοσθαι χρῆναι τὸ φάρμακον, ἀπυρέτοις δὲ ὡδί πως. ἔνθα δὲ ὅλως οὐδὲν προστίθησιν, ἐπὶ τῶν ἀπυρέτων ἐστὶ μᾶλλον χρηστέον, ὥσπερ γε κᾀπειδὰν δι’ οἴνου μόνου τὴν χρῆσιν ἢ δι’ οἰνομέλιτος ἀξιώσαιμεν γενέσθαι, τὰ γὰρ τοιαῦτα τοῖς ἀπυρέτοις ἁρμόττει. ταῦτα δὲ τὰ γεγραμμένα πρὸς αὐτοῦ φάρμακα τάδε ἐστί. πότημα ἰκτερικοῖς. κιχωρίου χυλοῦ κυάθους στ΄. δίδου πυρέττουσι μὲν καθ’ ἑαυτὸ, ἀπυρέτοις δὲ μετ’ οἴνου κυάθων γ΄. ἄλλο. στρύχνου χυλοῦ κύαθον α΄. καὶ οἰνομέλιτος κεκραμένου τὸ ἥμισυ. ἄλλο καταπαστόν. ἀγχούσης λειοτάτης κοχλιάρια β΄. δίδου μεθ’ ὕδατος ποτίμου πίνειν. ἄλλο. στρουθίου κοχλιάριον ἓν δίδου μετὰ μέλιτος κεκραμένου κυάθων γ΄. Νικηράτου διουρητικόν. ♃ ἐρεβίνθων ξηρῶν ξε. α΄. λιβανωτίδος χειροπληθὲς, ὕδατος ξε. στ΄. μαράθρου χειροπληθὲς, ἀσπαράγων ἑλείων ῥιζῶν τὸ χειροπληθές· σκεύαζε καὶ δίδου, ὡς εἴρηται, καθεψήσας καὶ διϋλίσας τὸ ὑγρὸν, δίδου πυρέττουσι πίνειν διηνεκῶς, ἀπυρέτοις μετ’ οἴνου κεκραμένου. ἄλλο. ♃ ἐρεβίνθων ξε. α΄. 

ἀδιάντου χειροπληθὲς, ὕδατος ξε. στ΄. ἀσπαράγων ἑλείων τῶν ῥιζῶν χειροπληθές· σκεύαζε καὶ δίδου καθὰ προείρηται.

[Τροχίσκος ἰκτερικοῖς, ποιεῖ καὶ ἡπατικοῖς.] ♃ Ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. δ΄. ἀνίσου, ἀψινθίου ἀνὰ δραχ. α΄. νάρδου Ἰνδικῆς, ἀσάρου ἀνὰ δραχ. α΄. κόψας καὶ σήσας, ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου δραχ. α΄. ἀπυρέτοις μετ’ οἰνομέλιτος κυάθων τριῶν. ἄλλος, ᾧ ἐχρήσατο Χαριξένης. ♃ ἀσάρου, ἀψινθίου ἀνὰ δραχ. η΄. ἀνίσου σπέρματος, μαράθρου, σελίνου σπέρματος, θασίων πικρῶν κεκαθαρμένων ἀνὰ δραχ. δ΄. ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου καθὰ προείρηται.

[Νικηράτου ἔῤῥινον καθαρτικὸν ἰκτερικοῦ, ὅταν τὸ μὲν ἄλλο σῶμα κατὰ τὴν φύσιν ἔχῃ, οἱ δὲ ὀφθαλμοὶ μένωσιν ὠχροί.] Δίδου ἐν βαλανείῳ ὄξους δριμυτάτου κοχλιάριον ἓν διὰ τῶν μυκτήρων ἀνέλκειν, ἀποῤῥεῖ χολῶδες πολύ. τοῦ αὐτοῦ. καρδάμου χλωροῦ τὰ ἁπαλὰ φύλλα ἢ λιβανωτίδος χλωρᾶς τὰ ἁπαλώτατα τρίψας καὶ τούτων τὸ ὑγρὸν ἐκθλίψας, χρῶ καθὰ προείρηται. τοῦ αὐτοῦ. ἐλατήριον μετὰ γάλακτος

γυναικείου τρίψας ἐγχυμάτιζε τοὺς μυκτῆρας καὶ κέλευε ἀνασπᾷν. ἄλλο. κυκλαμίνου χυλὸν ὕδατι λειώσας χρῶ καθὰ προείρηται.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα φάρμακα πρὸς ἰκτερικοὺς ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Ἐπὶ δὲ τῶν ἰκτερικῶν τῇ ἁρμοδίῳ διαίτῃ καὶ διαγωγῇ, διά τε περιπάτων ἱκανῶν καὶ πολλῆς τῆς ἐπὶ τοῖς ἀλείμμασι τρίψεως, ἔτι τε τῶν ξηρῶν πυριῶν, χρῶ καὶ τοῖς ὑπογεγραμμένοις. φασὶ τοὺς ἐν πυρετοῖς, ἐὰν ἰκτεριῶσιν, ἐσθίοντας τὸν πυῤῥὸν καρπὸν τῆς κυνοσβάτου ὠφελεῖσθαι παραχρῆμα καλῶς. ὠφελεῖ καὶ τῆς χελιδόνος βοτάνης ὁ χυλὸς μετ’ οἴνου ἢ ὑδρομέλιτος ποτιζόμενος, ἢ ἀδίαντον ἢ ἐρυθροδάνου ῥίζης τριώβολον μετὰ μελικράτου δίδου, ἢ στρούθιον μετὰ μέλιτος ἐκλειχέτωσαν, ἢ ἄρκτου χολῆς ὅσον κύαθον δίδου πίνειν, ἢ ὑπερικοῦ γο α΄. πότιζε μετ’ οἰνομέλιτος, ἢ μελικράτου κύαθον α΄. ἢ ἑλξίνης ἀφέψημα ἐπὶ ἡμέρας ε΄ ἢ στ΄ μετ’ οἰνομέλιτος, ἢ κυνείας λευκῆς γο β΄. μετὰ μέλιτος γο γ΄. ἐπὶ ἡμέρας γ΄. δίδου πίνειν; ἢ τοὺς ἀπὸ τῶν πετρῶν λειχῆνας

πότιζε μεθ’ ὑδρομέλιτος, ἢ λειχῆνος τοῦ ἐπὶ τοῖς κεράμοις ἢ λίθοις γινομένου δραχ. α΄. ἐν ἀκράτῳ πότιζε, ἢ κάρδαμον σὺν ἐλαίου κυάθῳ ἑνὶ δὸς πιεῖν. εἰς δὲ τοὺς ῥώθωνας τὴν ῥίζαν αὐτοῦ ἔμβαλλε, ἢ ἀψινθίου κοχλιάρια δ΄. ἀνίσου κοχλιάρια γ΄. δίδου ὀξυμέλιτος ἢ ὀξυλαπάθου, ἢ λαπάθου ῥίζης λείας ὀξύβαφον δίδου μεθ’ ὑδρομέλιτος. ἐὰν δὲ μὴ πυρέσσοι, μετ’ οἴνου ἢ ὀξυμέλιτος, ἢ ἀδιάντου καὶ ἡδυόσμου καὶ ἐρυθροδάνου ἴσον ζέσας ἐν ὕδατι δίδου πιεῖν κοτύλην α΄. ἐν ἡλίῳ ἡλιασμένῳ ἐπὶ πολὺ καὶ δεδιψηκότι καὶ πνευματιῶντι, ἵνα πιὼν ἱδρώσῃ, εὐθέως μεταβάλλει τὸ χρῶμα, ἢ ἀδιάντου καὶ σμύρνης τὸ ἥμισυ νήστει λελουμένῳ δίδου ἐν οἴνου κοτύλης ἡμίσει, ἢ λαγωοῦ πητύαν μετὰ ἀκράτου, ἐπὶ ἡμέρας ε΄ ἢ στ΄ δίδου, ἢ σκολοπενδρίου δραχ. δ΄. ἐν οἴνῳ δίδου νήστει, ἐπὶ ἡμέρας ε΄ ἢ στ΄. ἢ ἡδύοσμον καὶ ἐρυθρόδανον καὶ ἀδίαντον, ἴσα πότιζε μεθ’ ὕδατος κυάθων β΄. ἢ τεύτλου φύλλων ὠμῶν δραχ. στ΄. σμύρνης ὀβολοὺς δύο μετὰ μελικράτου νῆστιν πότιζε, ἢ προλούσας ἐπιμελῶς νήστει δίδου

μετ’ οἴνου κοτύλης ἥμισυ, ἢ ♃ ἀδιάντου δραχ. α΄. σμύρνης δραχ. η΄. ἡδυόσμου δραχ. α΄. ὕδατος κοτύλας δύο, ἕψε μέχρι τὸ ἥμισυ λειφθῇ, εἶτα περιπατήσαντα πολλὰ τρίψας εὖ μάλα, ἔτι μετεωροτέρου τοῦ πνεύματος ὄντος δὸς πιεῖν. τοῦτο ποίει ἐπὶ ἡμέρας δύο. ἢ ἐρεβίνθους τοὺς ὀροβίας ἐξαιθριάσας ἐν ὕδατι, δὸς τοῦ ὕδατος πίνειν καὶ τοὺς ἐρεβίνθους ἐπιφαγεῖν πρωῒ καὶ δείλης, εἶτα τρεῖς ἡμέρας ἀψίνθιον ἐν μελικράτῳ πινέτωσαν. ἢ κυκλαμίνου χυλῷ διὰ ῥινὸς καθάρας λοῦε, ἢ τὴν λεγομένην ὀρόντιον βοτάνην πολλὴν καθεψήσας ἢ ἀφεψήσας, λοῦε τῷ ἀφεψήματι καὶ καταστήσεις εὐθέως γίνεσθαι τὸ ὕδωρ χλωρόν. ἢ τὴν ὑπὸ τὴν γλῶσσαν τέμνε φλέβα. εἰ δὲ πρὸς μηδὲν τούτων ὑπείκοι, τότε τῷ διὰ σκαμμωνίας καὶ ἀκριβοῦς διαίτης αὐτοὺς ἀκτέον καὶ ἐπὶ τούτῳ ἐπὶ γυμνάσια ἀπολυτέον.

2. [Περὶ σπληνός] Ὅτι πάντα τὰ μόρια τὸν οἰκεῖον ἑαυτοῖς ἐκ τῶν φλεβῶν ἕλκει χυμὸν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι μεμαθηκότες, ἐν οἷς καὶ ὅτι τὴν οἷον ἰλὺν τοῦ αἵματος, ἐξ ἧς ἡ μέλαινα γεννᾶται χολὴ,

τὸ σπλάγχνον τοῦτο τὴν τροφὴν ἔχει. πρὸς αὐτοῖς δὲ ἀναμνησθέντες καὶ ὅσα κατὰ τὴν θεραπευτικὴν μέθοδον εἴρηται περὶ σπληνὸς, ὁμοίως ἀκολουθήσετε τοῖς νῦν λεχθησομένοις, ὧν τὸ πρῶτον καὶ κυριώτατόν ἐστι τὸ ὅτι τάχιστα τὸ σπλάγχνον τοῦτο σκιῤῥοῦσθαι πέφυκε τοῦ κατὰ τὰς φλέβας αὐτοῦ σφηνωθέντος αἵματος, οὔτε ἐκκριθῆναι διὰ τὸ πάχος οὔτε διαφορηθῆναι ῥᾳδίως δυναμένου. λεπτυνόντων οὖν χρῄζει φαρμάκων ἄνευ θερμότητος ἐπιφανοῦς, ὅπως μὴ παχυνθείη σφοδρότερον ὁ ἐσφηνωμένος ἐν αὐτῷ παχὺς χυμός. ὅπως δ’ αὐτῷ φυλάττοιντο τὰ τῆς ἐνεργείας, ἐπιμίγνυται τούτοις τι καὶ τῶν αὐστηρῶν, ὁποῖόν ἐστι καὶ τὸ τῶν στυφόντων γένος. ἐμάθετε γὰρ ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λόγοις, ὅτι πάντων τῶν μορίων, ἕνεκα τῆς ἑαυτοῦ διαμονῆς ἐχόντων δυνάμεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικὴν καὶ δηλονότι καὶ τὴν ὁμοιωτικὴν ἑαυτοῖς ὧν ἂν ἕλξωσιν, ἐνίοις αὐτῶν ὑπάρχει κατὰ συμβεβηκὸς ὠφελεῖν μεγάλα τὸ σύμπαν σῶμα. τῶν τοιούτων δέ ἐστι καὶ ὁ σπλὴν, ἕλκων εἰς ἑαυτὸν ἐκ τοῦ 
ἥπατος τὴν οἷον τρύγα τοῦ αἵματος, ὥσπερ ἡ μὲν ἐπὶ τοῦ ἥπατος κύστις τὴν χολὴν, οἱ δὲ νεφροὶ τὸ οὖρον. ἐὰν οὖν ἀτονήσας ἀδυνατῇ πρὸς ἑαυτὸν ἕλκειν τὸ τοιοῦτον αἷμα, κακοχυμία ἅπαντι τῷ σώματι προστρίβεται. διὰ τοῦτο οὖν αὐτοῦ δεῖ φυλάττεσθαι τὸν φυσικὸν τόνον, ὅπως ἕλκῃ τὴν προσήκουσαν αὐτῷ τροφὴν, ὑφ’ ἧς ἐνεργείας εἰς εὐχυμίαν τῷ παντὶ σώματι συντελεῖ, τά τε ἐν αὐτῷ γεννηθέντα περιττώματα καταπέμπειν εἰς τὴν γαστέρα δύναται, μετὰ τῶν τῆς τροφῆς περιττῶν ἐκκριθησόμενα. διὰ τοῦτο οὖν αὐτῷ τά τε πάνυ πικρὰ φάρμακα προσφέρομεν, ἔνιά τε μίγνυμεν αὐτοῖς τῶν αὐστηρῶν. εἰς δὲ ὕλην χρήσιμον ἢ κηρωμάτων τε καὶ μαλαγμάτων ποίησιν ἔνια προστίθεμεν, ὁποῖόν ἐστι φάρμακον ὅ τε κηρὸς καὶ ἡ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος ὅσα τε ἄλλα τοιαῦτα. κατὰ πρῶτον δὲ λόγον ὄξος τε καὶ ὀξύμελι χρήσιμα τῷ σπλάγχνῳ, τέμνειν τε καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς δυνάμενα χωρὶς τοῦ θερμαίνειν. ὥσπερ οὖν ἐπὶ τῶν ἄλλων μορίων, ὅσα διὰ καταπλασμάτων ἢ ὑγρῶν

φαρμάκων ἐπιθέσεως ἢ καταντλήσεως ὠφελεῖ, καθ’ ἑτέραν εἴρηται πραγματείαν, οὕτως καὶ νῦν ἐάσας τὰ τοὺς φλεγμαίνοντας ὠφελοῦντα σπλῆνας μόνων μνημονεύσω τῶν τοῖς σκιῤῥουμένοις ἁρμοζόντων, ὃ κᾀν ταῖς φαρμακίτισι βίβλοις οἱ πρὸ ἐμοῦ τὴν γραφὴν ἐποιήσαντο, καλοῦντες ἰδίως σπληνικοὺς τοὺς ἐν σκιῤῥώδει διαθέσει τὸν σπλῆνα ἔχοντας.

[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα ποτὰ φάρμακα πρὸς σπληνικοὺς κατὰ λέξιν οὕτω.] Πότημα πρὸς σπληνικοὺς Ἀντιπάτρου, ὡς Νεῖλος. ♃ μυροβαλάνου σαρκὸς δραχ. γ΄. ἡμιονίτιδος βοτάνης, ἣν οἱ μὲν ἄσπληνον, οἱ δὲ σκολοπένδριον λέγουσι, δραχ. στ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. δ΄. κόστου δραχ. δ΄. χαμαίδρυος δραχ. στ΄. πολίου δραχ. γ΄. κοτυληδόνος ῥίζης δραχ. β΄. κισσοῦ μέλανος τῶν κορύμβων κόκκους κε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. ὑπερικοῦ καρποῦ δραχ. β΄. χαλβάνης δραχ. β΄. περικλυμένου καρποῦ δραχ. α΄. ἢ τῆς ῥίζης δραχ. γ΄. καρδάμου μέλανος δραχ. α΄ S". σκίλλης καρποῦ ὀποῦ δραχ. ιστ΄. ἐν ὀξυμέλιτι δίδου ὀβολοὺς β΄. ἄλλο σπληνικοῖς πότιμον. ♃ βαλάνου μυρεψικῆς δραχ. δ΄. κισσοῦ λευκοῦ κόκκους κδ΄.

κόστου δραχ. β΄. περικλυμένου σπέρματος δραχ. β΄. ὑπερικοῦ δραχ. α΄. ἐν ἄλλαις δραχ. δ΄. χαλβάνης δραχ. α΄. ὀβολοὺς β΄. καρδάμου δραχ. δ΄. ἀναλάμβανε σκίλλης ἑφθῷ χυλῷ, δίδου κύαθον Ἑλληνικὸν δι’ ὀξυμέλιτος. ἄλλο. ♃ μυροβαλάνου σαρσὸς δραχ. γ΄. ὑπερικοῦ δραχ. στ΄. περικλυμένου καρποῦ δραχ. στ΄. δαύκου ῥίζης δραχ. στ΄. ἐρυθροδάνου, ἀκόρου, φοῦ Ποντικοῦ, κρόκου ἀνὰ δραχ. στ΄. σχοίνου δραχ. γ΄. μήου δραχ. στ΄. καρδάμου, χαμαιπίτυος, καππάρεως ῥίζης ἀνὰ δραχ. στ΄. πολίου δραχ. στ΄. οἱ δὲ δραχ. γ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. γ΄. ὀξυμέλιτος ἀναλάμβανε τροχίσκους ἀνὰ ὀβολοὺς β΄. καὶ δίδου ἐν ὀξυμέλιτι ἕνα. ποιεῖ δὲ καὶ πρὸς ἡπατικοὺς καὶ ὑδρωπικούς. ἄλλο ποιεῖ σπληνικοῖς. ♃ χαμαίδρυος δραχ. δ΄. πολίου δραχ. ε΄. χαμαιπίτυος δραχ. δ΄. ἐρυθροδάνου δραχ. ε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. γ΄. ἀρτεμισίας δραχ. γ΄. μυροβαλάνου δραχ. δ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. γ΄. ἀριστολοχίας δραχ. στ΄. τραγακάνθης δραχ. β΄. ὕδατι ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου ἐν ὀξυμέλιτι.

[Ἄλλο εὐστόμαχον. χρῶ δὲ πρὸς πᾶσαν διάθεσιν

σπληνός. ποιεῖ δὲ πρὸς σπάσματα, πνευματώσεις καὶ πρὸς γυναικεῖα πάθη.] ♃ Σμύρνης δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. δ΄. κόστου δραχ. ε΄. πάνακος ῥίζης δραχ. δ΄. πευκεδάνου ῥίζης δραχ. δ΄. δικτάμνου δραχ. δ΄. πολίου δραχ. β΄. περικλυμένου ῥίζης φλοιοῦ δραχ. δ΄. ἐρυθροδάνου δραχ. γ΄ S". ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. S". ἔνιοι καὶ ἴρεως δραχ. δ΄. S". ὀξυμέλιτι ἀναλάμβανε, δίδου ὀβολοὺς δύο ἐν ὀξυμέλιτι. ἄλλο σπληνικοῖς, ὀρθοπνοϊκοῖς. ♃ στρουθίου, σκίλλης ὀπτῆς, πάνακος, καππάρεως ῥίζης ἀνὰ δραχ. ε΄. κροκομάγματος δραχ. β΄. S". ὄξει ἀναλάμβανε, δίδου ἐν ὀξυμέλιτι σκιλλητικῷ. ἄλλο. ♃ στρουθίου, καππάρεως ῥίζης φλοιοῦ, χαμαίδρυος, πάνακος ἀνὰ δραχ. ι΄. μυρίκης καρποῦ δραχ. γ΄. ὄξει σκιλλητικῷ ἀναλάμβανε καὶ δραχ. α΄. δίδου ἐν ὀξυμέλιτι σκιλλητικῷ.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ποτὰ φάρμακα πρὸς σπλῆνα.] Κυνογλώσσου χειροπληθὲς λαβὼν τρῖβε μετ’ οἴνου κυάθων γ΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας, δίδου πίνειν πρὸ τροφῆς, ποιεῖ καὶ ὁ χυλὸς κατ’ ἰδίαν. αἴρειν δὲ δεῖ τὴν βοτάνην

εὐωνύμῳ χειρὶ πρὶν ἡλίου ἀνατολῆς. ἄλλο. χαμαίδρυος χειροπληθὲς ἀφέψας μετ’ οἴνου ξε. α΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου καὶ δίδου κυάθους δύο πρὸ τροφῆς. καταπλαστὸν σπληνικοῖς. μυρίκης καρπὸν κόψας καὶ σήσας ἀπόθου. ἐπὶ δὲ τῆς χρήσεως, δίδου κοχλιάρια β΄. μετ’ ὀξυμέλιτος κεκραμένου κυάθων τριῶν. ἢ βοτάνην τὴν λεγομένην πελαργῖτιν κόψας καὶ σήσας δίδου καθὰ προείρηται. ἄλλο. ὀνάγρου ἢ ἵππου ἀγρίου σπλῆνα ξηράνας κόψε ἀπόθου καὶ δίδου κοχλιάρια β΄. μετ’ οἴνου κεκραμένου κυάθων τριῶν. καταπότιον σπληνικοῖς. κισσοῦ λευκοῦ τῶν κορύμβων δίδου κόκκους γ΄. καὶ ὀξυμέλιτος ἐπιπίνειν κυάθους γ΄. Ἀνδρέου τὸ παιόνιον. μυρίκης τὸν καρπὸν κόψας καὶ σήσας ἀναλάμβανε χαλβάνῃ καὶ ποίει καταπότια καὶ δίδου πρὸς δύναμιν.

[Τροχίσκος σπληνικὸς, ὑπεκτήκει τὸν ὄγκον.] ♃ Ἐρείκης καρποῦ δραχ. δ΄. πεπέρεως λευκοῦ, νάρδου Συριακῆς, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. β΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται· τὸ δὲ ἀμμωνιακὸν ὄξει σκιλλητικώδει διαλύεται καὶ 

τοῖς ξηροῖς ἐπιβαλλόμενον ἀναπλάττεται καὶ γίγνονται τροχίσκοι ἀνὰ δραχ. α΄. ἄγοντες, δίδοται δραχ. α΄. καὶ ὀξυμέλιτος κύαθοι γ΄. ὁ δοὺς τὸ φάρμακον ἔλεγε πεποτηκέναι δελφάκιον ἐπὶ ἡμέρας τρεῖς. μετὰ δὲ ταῦτα τὸ δελφάκιον ἀνατμηθὲν ἄσπληνον εὑρεθῆναι.

[Ἄλλο ὑπεκτήκει τὸν ὄγκον.] ♃ Ἀμμωνιακοῦ θυμιάματος, βάτου φύλλων τῶν ἁπαλωτάτων ἀνὰ δραχ. η΄. καππάρεως φλοιοῦ δραχ. δ΄. μυρίκης καρποῦ, βοτάνης ἀσπλήνου, λεγομένης σκολοπενδρίου ἢ ἡμιονίτιδος ἀνὰ δραχ. β΄. σκίλλης ὀπτῆς κεκαθαρμένης τοῦ πυρῆνος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. β΄. ὕδατι ἀναλάμβανε καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου δραχ. α΄. μετ’ ὀξυμέλιτος κυάθων γ΄. Χρυσέρμου σπληνικοῖς, ὑδρωπικοῖς. ἔστι δὲ καὶ διουρητικοῖς ἀγαθὴ, κοιλίας μαλακτική. σκίλλαν εὐμεγέθη πηλῷ περιπλάσας, ὄπτα καὶ περίελε τὸν φλοιὸν καὶ τοῦ πυθμένος τὸ σκληρὸν, τοῦ δὲ πυρῆνος λαβὼν λίτρας β΄. δαύκου σπέρματος ὀξύβαφον, ὅ ἐστιν γο α΄. ἀνίσου, σεσέλεως, πάνακος ῥίζης, ἴρεως, ἑκάστου ἴσον, κνίδης

σπέρματος, κεδρίδων ἀνὰ δραχ. ιβ΄. σμύρνης δραχ. δ΄. ὀρόβων ἀληλεσμένων χοίνικα, οἴνου εὐώδους ὅσον ἐξαρκεῖ, φυράσας ἀνάπλαττε τροχίσκους. ἔχει δὲ καὶ τραγακάνθης μνᾶς δ΄. ἡ δόσις δραχ. α΄. μετ’ ὀξυμέλιτος τριῶν κυάθων. ἄλλο. Εὐγηρασίας. ♃ σκίλλης ὀπτῆς κεκαθαρμένης μνᾶς δύο, βρυωνίας ῥίζης μνᾶς η΄. πεπέρεως λευκοῦ τὸ ἴσον, πετροσελίνου τὸ ἴσον, δαύκου Κρητικοῦ σπέρματος τὸ ἴσον, ὀρόβων ἀληλεσμένων τὸ ἴσον, κεδρίδων ξε. στ΄. ἐχέτω δὲ ὄξους γο η΄. ἴρεως, πάνακος ῥίζης, σμύρνης ἀνὰ γο γ΄. οἴνου Φαλερίνου εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλαττε τροχίσκου καὶ ξήραινε ἐν σκιᾷ, δίδου δραχ. α΄. μετ’ οἴνου κεκραμένου κυάθων γ΄.

[Ἐπιθέματα καὶ ἔμπλαστρα τοῦ αὐτοῦ Ἀσκληπιάδου πρὸς τὰς προσφάτους τοῦ σπληνὸς φλεγμονάς.] ♃ Δένδρου ἀκτῆς τῶν ἁπαλωτάτων φύλλων λίτρας γ΄. ἀλόης λίτραν α΄. σκεύαζε δι’ ὄξους καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει. ἄλλο. ♃ ἐρείκης καρποῦ γο στ΄. χαλβάνης λίτραν α΄. ἔνιοι γο στ΄. τὸν καρπὸν κόπτε καὶ σῆθε καὶ οὕτως ἐπίβαλον

τὴν χαλβάνην καὶ μίξας φιλοπόνως, εἰς ὀθόνιον ἐπιτίθει ἐμπλάσας.

[Τὸ τοῦ Ἰδιώτου φάρμακον ἐπιτετευγμένον.] ♃ Ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου λίτραν α΄. τὸν ἰξὸν βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ θεὶς ἐπ’ ἀνθράκων, ἔα διαλύεσθαι· ὅταν δὲ διαλυθῇ κατάπασσε τὴν ἄσβεστον καὶ μίξας καὶ θερμὸν ἐμπλάσας εἰς δέρμα λευκὸν ἐπιτίθει. δεῖ δὲ καὶ συλλούεσθαι τῷ φαρμάκῳ καὶ οὕτως ἐᾷν ἕως αὐτόματον ἀποπέσῃ. φροντίζειν δὲ δεῖ, ὥστε τὰ ἀφιστάμενα μέρη τοῦ σπληνὸς ἀποκόπτειν. ἄλλο. ♃ ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου γο α΄. λίθου Ἀσίου τοῦ ἄνθους γο δ΄. κεδρίας γο α΄. σκεύαζε κατὰ τρόπον καὶ χρῶ, καθ’ ἡμέραν αἴρων τὸ φάρμακον καὶ σπόγγοις ἀποπυριῶν τοὺς τόπους καὶ πάλιν ἐπιῤῥίπτων. τὸ φάρμακον οὖρα κινεῖ.

[Μάλαγμα χρυσίζον σφόδρα καλόν.] ♃ Κηροῦ, πιτυΐνης καὶ φρυκτῆς ἀνὰ λίτρας δύο, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο δύο, ὄξους, ἐλαίου ἀνὰ κυάθους η΄. σκεύαζε κατὰ τρόπον.

[Ἄλλο σφόδρα γενναῖον, ᾧ ἐχρήσατο Ἀνδρόμαχος.] ♃ Κηροῦ, πιτυΐνης, πίσσης βρυτίας ξηρᾶς ἀνὰ λίτρας δύο, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο β΄. ὄξους κυάθους η΄. σκεύαζε κατὰ τρόπον, ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἡμεῖς προεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο β΄ S". ἰξοῦ γο δ΄.

[Πρὸς τὰς σκιῤῥώδεις τοῦ σπληνὸς διαθέσεις. ἐχρήσατο Τρύφων Γορτυνιάτης.] ♃ Τήλεως ἀληλεσμένης, νάπυος, μάννης λιβάνου ἀνὰ ξε. α΄. μυροβαλάνου πιέσματος ξε. S". νίτρου ἀφροῦ γο γ΄. λειότατα ποιήσας καὶ μίξας, ἀναλάμβανε ἀφεψημένῃ κεδρίᾳ, ὥστε ἐμπλάστρου ὑγρᾶς ἔχειν τὸ πάχος. ἡ χρῆσις ἐν διαλείμματι, ἐπιθεὶς τὸ φάρμακον καταλάμβανε ταινιδίοις. ὁ χρόνος τῆς ἐπιθέσεως πρὸ βαλανείου, ἐφ’ ὅσον οἷόν τέ ἐστι τὸν πάσχοντα φέρειν, ἔπειτα ἐπιδεδεμένον εἰσάγειν εἰς τὸ βαλανεῖον καὶ μετὰ τὴν λοιπὴν τοῦ σώματος ἐπιμέλειαν ἐμβιβάζειν καὶ οὕτως ἐν τῷ ὕδατι λύειν τὴν ταινίαν.

[Ἄλλο σπληνικοῖς αὐθήμερον. πρὸ δὲ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τρεῖς ἡμέρας διαιτῶμεν.] ♃ Σμύρνης, μάννης λιβάνου ἀνὰ γο γ΄. σινήπεως Ἀλεξανδρίνου, καρδάμου ἀνὰ γο β΄. ὄξους σκιλλητικοῦ τὸ ἱκανὸν, σίνηπι, κάρδαμον κόψας καὶ σήσας, τὴν δὲ μάνναν καὶ τὴν σμύρνην ἐκλειώσας ἐπίβαλλε τὰ ξηρὰ καὶ φυράσας τῷ ὄξει ποίει μαλαγματῶδες καὶ ἀποτίθει ἀπὸ ὥρας δευτέρας μέχρι ἐνάτης. ἔπειτα δὲ ἐπιδεδεμένον δυσὶ ταινίαις εἰσάγομεν εἰς βαλανεῖον, καὶ ὅταν ἀναχαλασθῇ, ἐμβιβάζομεν. ἐν δὲ τῇ ἐμβάσει πλείονα χρόνον κατεχέσθω, ἔξω ἔχων τοῦ ὕδατος τὰ σκέλη. πρὸς δὲ τὸ μὴ λειποθυμεῖν ὄξος καὶ γλήχωνα ὀσφραινέσθω καὶ τὰς ταινίας κατὰ μικρὸν ἐπιλυέσθω. ἐξελθόντι δὲ ἐκ τοῦ βαλανείου, δοτέον τάριχος χωρὶς ἄρτου καὶ οἶνον τεθαλαττωμένον καὶ τῇ ἐπιούσῃ τὰ αὐτὰ δοτέον. τῇ δὲ τρίτῃ γυμνασίοις χρηστέον, ἀποξύνειν τὸ πνεῦμα δυναμένοις. ἄλλο Ἀρείου Ταρσέως, ἡ χρῆσις ἐν διαλείμματι. ♃ σύκων πιοτάτων, σινήπεως, καππάρεως ῥίζης τοῦ φλοιοῦ ἀνὰ λίτραν α΄. ὄξους τὸ 

ἱκανόν. ἄλλο Διοδώρου. ♃ σινήπεως, καρδάμου, τήλεως, λινοσπέρμου, μυροβαλάνου πιέσματος ἀνὰ δραχ. η΄. ἀναλάμβανε κεδρίᾳ ἑφθῇ, προσφυράσας ὄξει σκιλλητικῷ. ἡ χρῆσις πρὸ βαλανείου, τὸ φάρμακόν ἐστι καλὸν, καὶ μετὰ τὴν χρῆσιν αἷμα ἀπουροῦσι. [Τὰ ὑπὸ τοῦ αὐτοῦ Ἀσκληπιάδου γεγραμμένα φάρμακα κατὰ τὸ δ΄ τῶν ἐκτὸς, πρὸς σπληνικοὺς καὶ ὑδρωπικοὺς, κατὰ λέξιν οὕτως ἔχοντα.] Ἐπίθεμα σπληνικοῖς τοὺς ὄγκους ὑπεκτήκει. ♃ ἀκτῆς τῶν φύλλων ἁπαλῶν λίτρας γ΄. ἀλόης λιπαρᾶς λίτραν α΄. τρῖβε μετ’ ὄξους, καὶ λεάνας καὶ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. ἄλλο. ♃ ἐρείκης καρποῦ λίτραν α΄. χαλβάνης λίτρ. α΄. κόψας τὸν καρπὸν καὶ σήσας ἀναλάμβανε χαλβάνῃ, καὶ πάλιν κόπτε παραπτόμενος ἰρίνου ὑποστάθμης, ὥστε μαλαγματῶδες γενέσθαι, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. μάλαγμα σπληνικοῖς. ♃ μυροβαλάνου τῶν λεπύρων κεκομμένων καὶ σεσησμένων μνᾶς ἥμισυ καὶ τοῦ πιέσματος τὸ ἴσον, κηροῦ δραχ. στ΄. ῥητίνης τερμινθίνης δραχ. λβ΄. χαλβάνης δραχ. ι΄. ἰρίνου βραχὺ, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.

ἄλλο λίαν γενναῖον. ♃ μυροβαλάνου ἀλεύρων γο γ΄. νίτρου γο α΄. οἱ δὲ δ΄. κηροῦ γο στ΄. τερμινθίνης γο η΄. ὄξους τὸ αὔταρκες, ὑπεκτήκει.

[Μάλαγμα τὸ διὰ τῆς κεδρίας, σπληνικοῖς, ὑδρωπικοῖς φάρμακον ἐπιτετευγμένον, οὖρα κινεῖ πολλὰ καὶ τὸν σπλῆνα ὑπεκτήκει. δεῖ δὲ συλλούεσθαι τῷ φαρμάκῳ καὶ τὸ ἀφιστάμενον ἀπὸ τοῦ χρωτὸς περικείρειν, τουτέστι τοῦ σπληνίου, ἐᾷν γὰρ δεῖ τὸ φάρμακον περικεῖσθαι μέχρις οὗ αὐτόματον ἀποπέσοι. ἡ δὲ σύνθεσίς ἐστιν ἥδε.] ♃ Ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου γο στ΄. λίθου Ἀσίου τοῦ ἄνθους γο δ΄. κεδρίας γο γ΄. τὸν ἰξὸν ἕψε βαλὼν εἰς λοπάδα χαλκῆν καὶ ὅταν ξανθὸς γένηται, ἐπίβαλλε τὴν κεδρίαν κινῶν συνεχῶς, καὶ τὰ ξηρὰ λεάνας ἐπίβαλλε, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ποσῶς ψυγῆναι, εἶτα ἐμπλάσας εἰς δέρμα λευκὸν τὸ ἀπὸ ἀκάνθης λεγόμενον, ἐπιτίθει κατὰ τῶν πασχόντων τόπων καὶ συλλούεσθαι παραίνει, ἕως αὐτόματον ἀποπέσοι τὸ σπλήνιον. δεῖ μέντοι, ὥσπερ καὶ ἄνω προείρηται, τὰ ἀφιστάμενα μέρη τοῦ σπληνίου ἀποκείρειν. ἄλλο σφόδρα γενναῖον. ♃

λίθου Ἀσίου τοῦ ἄνθους γο β΄. λίθου γαγάτου γο α΄. ἀσβέστου γο η΄. ἰξοῦ δρυΐνου λίτραν α΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. μάλαγμα Ἀντιοχίδος, σπληνικοῖς, ὑδρωπικοῖς, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἐσκευάσθη Φαβίλλῃ. ♃ κηροῦ λίτρας γ΄. ῥητίνης τερμινθίνης λίτρας γ΄. μυροβαλάνου πιέσματος λίτραν α΄. νίτρου ἀφροῦ λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. ἐλαίου κυπρίνου λίτρας γ΄. ὄξος ὥστε τὸ ἀμμωνιακὸν διαλῦσαι. ἄλλο Φαβίλλῃ συντεθὲν, σφόδρα γενναῖον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σμύρνης στακτῆς, βδελλίου, ὄνυχος, μυελοῦ ἐλαφείου, ἀμμωνιακοῦ θυμιάματος, ἴρεως ξηρᾶς ἀνὰ λίτρας β΄. ὀποπάνακος λίτραν α΄. χαλβάνης λίτραν α΄. μαστίχης λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. στύρακος λίτραν α΄. ὀποῦ συκομόρων λίτραν α΄. κάγχρους λίτραν α΄. πεπέρεως λευκοῦ οὐγγίας στ΄. κηροῦ λίτρας ε΄. τερμινθίνης λίτρας ε΄. κοπτόν ἐστι τὸ φάρμακον. καὶ δεῖ κόπτοντας παράπτεσθαι ἰρίνου μύρου τῇ ὑποστάθμῃ ἕως ἂν εὐαφέστατον γένηται τὸ φάρμακον, καὶ γὰρ κείμενον εὐαφέστατον γίνεται. μάλαγμα

ὃ καὶ χρυσίζουσαν καλοῦμεν. ♃ ἀρσενικοῦ γο α΄. στυπτηρίας σχιστῆς γο β΄. ἀσβέστου γο β΄. τὰ ξηρὰ κόπτομεν καὶ σήθομεν καὶ εἰς θυείαν ἐμβάλλομεν, τούτοις ἐπιβάλλομεν ὄξους κυάθους η΄. καὶ λεάναντες ἐπιμελῶς ἀναλαμβάνομεν τοῖς τηκτοῖς. ἔστι δὲ ταῦτα κηροῦ λίτρα α΄. ῥητίνης φρυκτῆς λίτραι β΄. πιτυΐνης λίτραι β΄. ἐλαίου κοινοῦ κύαθοι η΄. ταῦτα τήξαντες ἐῶμεν ψυγῆναι καὶ ἀναξύσαντες ἐπιβάλλομεν τοῖς λεανθεῖσιν. ἡμεῖς προστεθείκαμεν τῇ τοῦ φαρμάκου σκευασίᾳ σμύρνης γο β΄.

[Ἄλλο. τούτῳ ἐχρήσατο Ἀνδρόμαχος. ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις.] ♃ Κηροῦ λίτραν α΄. πίσσης Βρυτίας λίτραν α΄. ἀντὶ ῥητίνης φρυκτῆς τὴν πίσσαν βάλλομεν, ἐλαίου κυ. η΄. ἀρσενικοῦ χρυσίζοντος γο β΄. στυπτηρίας σχιστῆς γο β΄. ἀσβέστου γο β΄. σκεύαζε καθὰ προείρηται. ἡμεῖς προσεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο β΄. ἰξοῦ δρυΐνου γο δ΄.

[Πρὸς τὰς κεχρονισμένας τοῦ σπληνὸς σκιῤῥώδεις διαθέσεις,

αὐθήμερον λεγόμενον. δεῖ δὲ πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου ἐπὶ τρεῖς ἡμέρας τὸν κάμνοντα διαιτῆσαι.] ♃ Σμύρνης, μάννης λιβάνου ἀνὰ γο γ΄. νάπυος Ἀλεξανδρίνου γο β΄. καρδάμου γο β΄. ὄξους σκιλλητικοῦ τὸ ἱκανὸν, κόψας καὶ σήσας τὰ ξηρὰ καὶ ὄξει φυράσας, ὥστε μαλαγματῶδες γενέσθαι, ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει ἀπὸ ὥρας β΄. ἕως θ΄. φυλάττων καὶ ταινιδίῳ κατέχων τὸ ἐπικείμενον μάλαγμα, εἶτα πέμπε εἰς βαλανεῖον οὕτως ἐπιδεδεμένον, καὶ ὅταν καλῶς ἀναχαλασθῇ, ἐμβίβαζε κελεύων ἔξω τῆς ἐμβατῆς ἔχειν τοὺς πόδας καὶ ἐπὶ πλείονα χρόνον ἐμμένειν. πρὸς δὲ τὴν τούτων ἀνάκτησιν ὄξος καὶ γλήχωνα προσάγομεν τοῖς μυκτῆρσι καὶ πειρώμεθα κατὰ μικρὸν ἐπιλύειν τὰς ταινίας, ἔστωσαν δὲ δύο κατὰ τοῦ μαλάγματος ἐπικείμεναι. κατὰ δὲ τὴν ἄρσιν τῶν ταινιδίων αἴρομεν καὶ τὸ ἐπικείμενον μάλαγμα καὶ τοὺς πεπονθότας τόπους ἱκανῶς ἀπαντλοῦμεν. ἐξελθόντι δὲ τοῦ βαλανείου δίδομεν τάριχον χωρὶς ἄρτου καὶ οἶνον τεθαλασσωμένον καὶ τῇ ἐπιούσῃ τὸ αὐτὸ ποιοῦμεν. τῇ δὲ 

τρίτῃ τὸ αὐτὸ ποιούμεθα, γυμνασίοις χρώμεθα ἀποξύνειν δυναμένοις τὸ πνεῦμα.

[Ἄλλο Τρύφωνος Γορτυνιάτου Κρητὸς φάρμακον ἐπιτετευγμένον.] ♃ Τήλεως ἀληλεσμένης ξέστην α΄. μυροβαλάνου πιέσματος ξέστου S". νίτρου ἀφροῦ γο γ΄. πάντα λεάνας ἀναλάμβανε κεδρίᾳ, δεῖ δὲ πρότερον ταύτην ἑψήσαντα συστρέφειν, ὥστε κηρωτῆς ἔχειν πάχος. ἡ χρῆσις πρὸ βαλανείου, ἐφ’ ὅσον ὁ κάμνων δύναται φέρειν, μετὰ δὲ τὸ βαλανεῖον ἐπιῤῥίπτομεν κηρωτάριον.

[Ἄλλο αὐθήμερον ἐπιγραφόμενον, ἀπαλλάττει τῆς ὅλης διαθέσεως.] ♃ πυρέθρου δραχ. κ΄. μυροβαλάνου γο η΄. καρδάμου γο η΄. κνίδης σπέρματος γο η΄. πεπέρεως γο η΄. σινήπεως ξέστου S". ἅπαντα λειώσας καὶ ὄξει φυράσας καὶ λεάνας ἐπιτίθει ἐν διαλείμμασιν ἐπὶ ὥρας γ΄. εἰ δυνατὸν ὑπὸ μένειν τὸν ἀσθενοῦντα, ἔπειτα βαστάσας τὸ φάρμακον λούεσθαι παραίνει. κατὰ δὲ τὸ βαλανεῖον χρηστέον κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου. ἄλλο τὸν ὄγκον ἐκτήκει. ♃ λίθου Ἀσίου τοῦ ἄνθους, νίτρου ἐρυθροῦ, μυροβαλάνου πιέσματος,

ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. κδ΄. καππάρεως ῥίζης τοῦ φλοιοῦ δραχ. η΄. ῥαφάνου σπέρματος δραχ. ι΄. ἢ τοῦ χυλοῦ κύαθον α΄. ὄξους δριμυτάτου τὸ αὔταρκες, ἰξοῦ δρυΐνου δραχ. μ΄. διάλυε ἀμμωνιακὸν ἀκτῆς χυλῷ ἢ μυρίκης ἢ τριφύλλου. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ ὄξει φυράσας καὶ μίξας ἐπίβαλλε τὸν ἰξὸν, καὶ ἀνακόψας ἀνελόμενος χρῶ.

[Τὰ ὑπ’ Ἀρχιγένους ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων γεγραμμένων σπληνικοῖς.] Ἐπὶ δὲ τῶν σπληνικῶν προηγουμένης ὁμοίως τῆς ὅλης διαίτης, ἐκ τῶν ἀναγραφησομένων συνθέσεων τοῖσδε χρῶ πόμα μὲν ὕδωρ, σιδήρου διαπύρου πολλάκις ἐναποσβεσθέντος αὐτῷ, ἀπυρέτοις μὲν μετ’ οἴνου, πυρέσσουσι δὲ ὕδωρ πιεῖν. ἢ ἀναγαλλίδος τῆς τὸ κύανον ἄνθος ἐχούσης ὀβολὸν ἕνα μετ’ ὀξυμέλιτος, ἢ ἕρπυλλον μετ’ ὄξους, ἢ πάνακος ῥίζαν χλωρὰν πότιζε μετὰ μελικράτου, ἢ τὸν καρπὸν ὁμοίως, προεξαιθρίαζε δὲ τὸ μελίκρατον, ἢ περικλυμένου ῥίζης φλοιοῦ καὶ τοῦ καρποῦ ὅσον τοῖς τρισὶ δακτύλοις, ἐν ἀκράτῳ οἴνῳ θερμῷ

λευκῷ δίδου πίνειν νήστει ἐπὶ ἡμέρας μ΄. ἢ ἀλώπεκος ξηρὸν ἧπαρ μετ’ ὀξυμέλιτος δίδου πίνειν, ἢ κύμινον Αἰθιοπικὸν, ὁμοίως τῷ ἥπατι πινόμενον ἐν ὀξυμέλιτι, ἢ ἄρου ῥίζης φλοιοῦ δραχ. S". μετ’ ὀξυμέλιτος κυάθων γ΄. ἢ πόλιον ὁμοίως μετ’ ὀξυμέλιτος, ἢ κισσοῦ λευκοῦ κόκκους γ΄. μετ’ ὀξυμέλιτος κυάθων γ΄. ἢ καππάρεως λεῖα ξηρὰ φύλλα μετ’ ἀκράτου πότιζε. κατάπλασσε δὲ τοὺς σπληνικοὺς τοῖσδε πρὸς τοὺς ἡπατικούς· καὶ ἔτι τέφρα ἐκ χαλκείου μετ’ ὄξους, ἢ καππάρει βεβρεγμένη ἐν ὄξει λείᾳ ἀνειλημμένη κηρωτῇ κυπρίνῃ, ἢ τῷ διὰ καρδάμου καὶ τήλεως καὶ ἀσβέστου καὶ νίτρου καὶ μέλιτος μαλάσσων ἐπιτίθει, ἢ τήλεως καὶ ἀσβέστου καὶ νίτρου καὶ μέλιτος μαλάσσων ἐπιτίθει, ἢ κατάπλασσε λεπιδίου φύλλοις. ὅταν δὲ ἤδη δάκνωνται, εἰσαγαγὼν εἰς τὸ βαλανεῖον, ἄρας τὸ φάρμακον εἰς ζεστὸν ἐμβίβαζε καὶ κάτεχε. δυσανασχετοῦσι γὰρ ὑπερδακνόμενοι, ὑγιεῖς δὲ ἐξίασι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἰσχιαδικῶν ποιεῖ. ἢ μυροβαλάνου τὸ πίεσμα ὄξει βρέξας, ῥοδίνῃ κηρωτῇ μίσγε καὶ ἐπιτίθει, ἢ

τήλεως καὶ καρδάμου τὸ ἴσον, μάννης τὸ διπλοῦν, ἀσβέστου βραχὺ σὺν μέλιτι, ὡς ἐμπλάστρῳ σπλήνια ποιήσας ἐπιτίθει, ἢ τρύγα ὄξους δριμέος ἐπιτίθει. καππάρεως ῥίζαν μετ’ ὄξους, ἢ σπόγγον ἐξ ὄξους δριμυτάτου. ἄκρως ποιεῖ μυροβαλάνου λεπύχανα καὶ νίτρου τὸ τρίτον, λεῖα ὄξει φυράσας. ῥητίνην καὶ κηρὸν κατ’ ὀλίγον ἐλαίου τήξας ἐπίχει καὶ μαλάξας χρῶ. ἐπιμένοντος δὲ σικύας πρόσβαλλε παραμύσσων. περίαπτα δὲ καὶ ἀντιπαθῆ πρός τε ἧπαρ καὶ σπλῆνα τάδε δοκεῖ πεπιστεῦσθαι. τὴν ὑπὲρ τὸ ἀριστερὸν οὖς φλέβα λύσας, ἀνάτριβε τῷ αἵματι τὸν πεπονθότα σπλῆνα.

3. [Περὶ ὕδρωπος.] Ὑδρωπικῶν φάρμακα καὶ ἄλλα κοινὰ πρὸς τοὺς σπληνικοὺς αὐτοὺς καὶ ἄλλα τινὰ πολύχρηστα πρός τε τὰ προειρημένα πάθη καὶ σκληρίας καὶ ὅπου τι διαφορῆσαι χρὴ, κᾂν ἤδη πυώδης ᾖ σύστασις. ἄρξομαι δὲ καὶ ἐπὶ τούτων ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα φάρμακα πρὸς τὰ

εἰρημένα πάθη κατὰ τὸ δ΄. τῶν ἐντὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ἐπίθεμα ὑδρωπικοῖς σφόδρα καλὸν καὶ τὸ παρακείμενον ὑγρὸν ἀναπίνει. ♃ φάῤῥους, ὃ καλοῦσι ζέαν, ἀληλεσμένου ξε. β΄. λίθου Ἀσίου τοῦ ἄνθους ξε. α΄. μάννης λίτραν α΄. λεάνας ἐπιμελῶς ἀναλάμβανε στέατι ὑείῳ παλαιῷ κατειργασμένῳ, ἐν οἴνῳ βεβρεγμένῳ νυκτὶ ὅλῃ, τὸ δὲ πλῆθος ἔστω τοῦ ὑείου ὅσον δύναται ἐπιβληθὲν εὐαφὲς ποιῆσαι τὸ φάρμακον. ἄλλο. Βήσασα, σπέρμα δέ ἐστιν ἐν Συρίᾳ γεννώμενον τοῦ ἀγρίου πηγάνου, ὃ δὴ οἱ ἐντόπιοι ἅρμαλα καλοῦσιν. ♃ τούτου κεκομμένου ξε. α΄. μάννης ξε. S΄. στέατος ὑείου παλαιοῦ ὅσον ἐξαρκεῖ, σκεύαζε καθὰ προείρηται. ἄλλο. ♃ σύκων λιπαρωτάτων λίτρας γ΄. ἀφρονίτρου λίτραν α΄. ὀριγάνου λίτραν α΄. τινὲς κυμίνου λίτραν α΄. θείου ἀπύρου γο γ΄. κοχλιῶν Ἀφρικανῶν λίτραν α΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε καὶ ἀναλάμβανε σύκοις κεκομμένοις σὺν ταῖς σαρξὶ τῶν κοχλιῶν, ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει, μέλιτος ἑφθοῦ ἐπίβαλλε ὅσον ἐξαρκεῖ.

[Ἄλλο ἐκ τῶν Κρίτωνος.] ♃ Τήλεως ἀληλεσμένης 

καὶ σεσησμένης ξε. β΄. θείου ἀπύρου λίτρας β΄ S". ἐν ἄλλοις λίτρ. β΄. νίτρου λίτρας β΄. ἀψινθίου ξηροῦ λείου καὶ σεσησμένου ξε. β΄ S". τὰ ξηρὰ λειότατα ποιήσας ἀναλάμβανε μέλιτι ἑφθῷ, εἶτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει εἰς νύκτα. περὶ δὲ τὴν ἡμέραν χρῶ καὶ αἰώρα καὶ τῇ ὑπογεγραμμένῃ σκευασίᾳ. ♃ κηροῦ λίτραν α΄. πίσσης ξηρᾶς λίτραν α΄. λίθου Ἀσίου λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.

[Μάλαγμα τὸ ποτήριον ἐπιγραφόμενον, ἀναπίνει τὰς ἐν βάθει ὑγρασίας καὶ σκίῤῥους διαλύει.] ♃ Κηροῦ, πίσσης ξηρᾶς ἀνὰ λίτρας β΄. στυπτηρίας ὑγρᾶς, θείου ἀπύρου, μάννης, νίτρου ἐρυθροῦ ἀνὰ λίτραν α΄. ῥητίνης φρυκτῆς λίτρας τέσσαρας, ἐλαίου παλαιοῦ κοτύλην α΄. ὄξους ὥστε τὰ ξηρὰ διαλῦσαι ὅσον ἐξαρκεῖ, καὶ χρῶ σκευάσας ὡς δοκίμῳ. ἄλλο γενναῖον ἢ ποτήριον φάρμακον ἐπιτετευγμένον. ποιεῖ ὑδρωπικοῖς, σπληνικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις. ♃ ῥητίνης φρυκτῆς λίτρας δ΄. κηροῦ λίτρας β΄. θείου ἀπύρου λίτραν α΄. μάννης λίτραν α΄. πίσσης ὑγρᾶς λίτρας β΄.

στυπτηρίας ὑγρᾶς λίτραν α΄. νίτρου ἐρυθροῦ λίτραν α΄. ἀριστολοχίας γο γ΄. βδελλίου γο γ΄. ἀμώμου βότρυος γο γ΄. σικύου ἀγρίου ῥίζης γο γ΄. ἀλόης γο στ΄. πυρέθρου γο γ΄. ἀμμωνιακοῦ θυμιάματος γο γ΄. ἰξοῦ δρυΐνου γο γ΄. ὀποῦ συκομόρων γο γ΄. ὄξους ξε. α΄ S". ἢ οἴνου Ἰταλικοῦ ἀντὶ τοῦ ὄξους βάλλομεν, ἐλαίου κοτύλας γ΄. σκεύαζε κατὰ τρόπον.

[Μάλαγμα διὰ δαφνίδων, σπληνικοῖς, ὑδρωπικοῖς· διαλύει πᾶσαν σκληρίαν, ἀναπίνει τὰς ἐν βάθει ἀποστάσεις.] ♃ Κηροῦ λίτραν α΄. πιτυΐνης λίτραν α΄. πίσσης Βρυτίας λίτραν α΄. δαφνίδων ξηρῶν λίτραν α΄. νίτρου ἐρυθροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. στέατος μοσχείου κατειργασμένου λίτραν α΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ. τὰ δὲ τηκτὰ τήκεται καὶ ψύχεται καὶ τοῖς ξηροῖς ἐπιβάλλεται, καὶ ἀνακόψαντες ἀνελόμενοι χρώμεθα. ἄλλο. ♃ δαφνίδων λίτραν α΄. πίττης λίτραν α΄. μάννης λίτραν α΄. στέατος ταυρείου λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. κηροῦ λίτραν α΄. σκεύαζε καθὰ προείρηται. ἡ τοῦ κουρέως λεγομένη σπληνικὴ, ὑδρωπική.

ταύτῃ κουρεὺς ἀπὸ Βιθυνίας ἀνὴρ χρώμενος, ἰσχιαδικοὺς ἀπήλλαττε παντελῶς. ♃ πίσσης ξηρᾶς λίτρας δ΄. κηροῦ λίτρας β΄. πιτυΐνης λίτρας β΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας β΄. νίτρου ἐρυθροῦ λίτρας β΄. δαφνίδων ξηρῶν λίτρας β΄. στέατος ταυρείου λίτραν α΄. ἐν ἄλλῳ καὶ ἴρεως λίτρας β΄. κάγχρυος γο ιη΄. ἀλεύρου τηλίνου ξε. α΄. γύρεως ξε. α΄. χαμαιλέοντος μέλανος ῥίζης κεκομμένης λειοτάτης ξέστην α΄. κυμίνου λειοτάτου ξε. α΄. S". γλυκέος ξε. α΄. ἐν ἄλλῳ ἀνίσου λειοτάτου ξε. (S'). τὴν δὲ γύριν οὐκ ἔχει.

[Ἄλλη Βιθυνὴ λεγομένη φάρμακον ἐπιτετευγμένον, πρὸς τὰς προειρημένας διαθέσεις.] ♃ Πίσσης Βρυτίας λίτρας δ΄. ῥητίνης πιτυΐνης, κηροῦ, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ λίτρας β΄. μυελοῦ ἐλαφείου λίτραν α΄. στέατος ταυρείου κατειργασμένου λίτραν α΄. ὀποῦ συκομόρου λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους γο στ΄. χαμαιλέοντος μέλανος τῆς ῥίζης κεκομμένης γο στ΄. δαφνίδων ξηρῶν λίτρας S". ἀλεύρου ἰρίνου λίτρας S". δαύκου Κρητικοῦ σπέρματος κεκομμένου γο δ΄.

πετροσελίνου γο δ΄. κυμίνου Αἰθιοπικοῦ γο δ΄. ἀνίσου γο δ΄. ἁλῶν Σπανῶν γο στ΄. ἀφρονίτρου γο στ΄. κυπρίνου γο στ΄. οἴνου Φαλερίνου ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ φυράσας σκεύαζε κατὰ τρόπον.

[Μάλαγμα τὸ διὰ τῶν σπερμάτων φάρμακον ἐπιτετευγμένον πρὸς τὰς προειρημένας διαθέσεις. τούτῳ ἐχρήσατο Ὀλύμπιος.] ♃ Κηροῦ δραχ. ρ΄. τερμινθίνης δραχ. ρ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. στέατος ταυρείου δραχ. ρ΄. ἀνίσου δραχ. ρ΄. τήλεως δραχ. ρ΄. πετροσελίνου δραχ. ρ΄. ἄμμεως, ἴρεως Ἰλλυρικῆς ἀνὰ δραχ. ν΄. πάνακος δραχ. ρ΄. νίτρου δραχ. ν΄. γλυκυῤῥίζης δραχ. ν΄. κυπέρου δραχ. κε΄. βράθυος δραχ. κε΄. σαμψύχου δραχ. κε΄. μελιλώτου δραχ. κε΄. καρδαμώμου δραχ. ιβ΄. S". κασσίας σύριγγος δραχ. ιβ΄ S". νάρδου Κελτικῆς, δαύκου Κρητικοῦ τῆς ῥίζης ἀνὰ δραχ. ιβ΄ S". μέλιτος κοτύλης S". οἴνου εὐώδους ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον. ἄλλο. ♃ κηροῦ μνᾶν α΄. ἀμμωνιακοῦ θυμιάματος μνᾶν α΄. τερμινθίνης μνᾶν α΄. σαμψύχου, δαφνίδων, κυπέρου ἀνὰ μνᾶς S". ἴρεως Ἰλλυρικῆς μνᾶς τέταρτον, ὅ ἐστι δραχ. λ΄. λινοσπέρμου πεφωγμένου μνᾶς δ΄. τήλεως, πάνακος

ἀνὰ μνᾶς δ΄. στέατος ταυρείου μνᾶς δ΄. σικύου ἀγρίου ῥίζης ξηρᾶς, ἀνίσου, σελίνου σπέρματος, ἄμμεως, κυμίνου, μαράθρου, νίτρου ἀνὰ μνᾶς δ΄. πεπέρεως δραχ. ιβ΄ S". μέλιτος κοτύλην, οἴνου κοτύλην α΄ S". κυπρίνου κοτύλην α΄ S". ὄξους κοτύλην α΄ S". συντίθει καὶ χρῶ.

[Ἐκ τῶν Ἀνδρομάχου πρὸς ὑδρωπικοὺς καὶ ἐμπνευματώσεις.] ♃ Πίσσης ὑγρᾶς λίτρας β΄. κηροῦ λίτραν α΄. νίτρου γο στ΄. θείου ἀπύρου γο στ΄. στυπτηρίας γο στ΄. πρὸς ὑδρωπικοὺς Κλεοφάντου. ♃ κηροῦ, ῥητίνης, ἀφρονίτρου ἀνὰ δραχ. ρ΄. χαλβάνης δραχ. ιβ΄ S". προπόλεως δραχ. ιβ΄ S". ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄ S". κυπρίνου κυάθους β΄. ὄξους κυάθους δύο.

[Ἀρχιγένους ἐκ τοῦ δευτέρου τῶν κατὰ γένος φαρμάκων.] Ὑδρωπικοῖς δίαιτα, ὡς προσῆκε. κατάπλαττε μὲν βολβίτῳ ἀγελαίας βοὸς, ξήραινε δὲ αὐτὸ ἐπιμελῶς, καὶ λεάνας ἕψε ἐν ὀξυκράτῳ ὠμῆς λύσεως τρόπον, προσεμπάσας θείου ἀπύρου τὸ τέταρτον μέρος, ὅλῳ δὲ τῷ κύτει ἐπίβαλλε. 

ὡς Μούσας κατέπλαττεν αὐτοὺς, ἐλατηρίῳ, σταφίδι ἀγρίᾳ, ὑσσώπῳ, χολῇ ταυρείᾳ, ἴσοις σύκοις κεκομμένοις ἀναληφθεῖσιν. ἢ σικύου ἀγρίου τῆς ῥίζης μνᾶ μία, ἑψημένης ἐν οἴνῳ. σύκων ὁμοίως ἑψημένων μνᾶς S". ταῦτα ὁμοῦ λέαινε παραχέων τοῦ ἀφεψήματος αὐτοῖς, μέχρι μαλαγματῶδες ποιήσῃς, εἶτα μίξας αὐτῆς ἀλθαίας λείας ῥίζης τὸ ἴσον καὶ συνέψων συλλέαινε καὶ οὕτω κατάπλαττε. ἢ σπυράθους αἰγείους ἕψων ἐν οὔρῳ παιδίου ἀφθόρου ἢ αὐτῆς αἰγὸς τῷ οὔρῳ, γλοιοῦ ποιῶν πάχος κατάπλασσε, ἄκρως αὐτοὺς διὰ κοιλίας καθαίρει. ἄλλο. ἐλλέβορον μέλανα, χολὴν ταυρείαν, νίτρον, πέπερι, ἴσα σὺν μέλιτι καταπλάσσων τὴν κοιλίαν ἐπὶ ἡμιώριον. παρ’ ὅλην δὲ τὴν ἀγωγὴν ποτίζειν τινὶ τούτων. ♃ κοτυληδόνος δραχ. α΄. σκίλλης καθαρᾶς ξηρᾶς δραχ. α΄. ἐν οἰνομέλιτι κεκραμένῳ δίδου καθ’ ἡμέραν. ἢ ἄρου ῥίζης φλοιοῦ δραχ. α΄. καὶ κνεώριον, ἣν ἔνιοι χαμελαίαν καλοῦσι, χυλίσας καλάμων τοὺς πρὸς ταῖς ῥίζαις ἁπαλοὺς ὄχθους λάβε κυάθους γ΄. μίξας τε τὰ προειρημένα δίδου καθ’ ἡμέραν πίνειν. κάλλιστα
δὲ ποιεῖ τοῦτο, ♃ καρκίνου ποταμίου ξηροῦ χωρὶς τῶν ποδῶν καὶ χηλῶν λελειωμένου δραχ. α΄. ἀσάρου δραχ. α΄. μίξας ὕδατι ἐξ αὐτοῦ τοῦ ποταμοῦ, ὅθεν οἱ καρκίνοι, δίδου πίνειν. ἐνίοτε δὲ ἀντὶ τοῦ ἀσάρου ὀποβαλσάμου προσβάλλεται ἴσον. ἢ ♃ κοραλλίου δραχ. α΄. στυπτηρίας σχιστῆς δραχ. α΄. ὀβολοὺς β΄. λεάνας μετὰ καλαμίνθης ἀποβρέγματος, ἀνάπλαττε διοβολιαίους τροχίσκους καὶ δίδου πίνειν ἐν τῷ τῆς καλαμίνθης ὕδατι ὀβολὸν, ἄκρως ποιεῖ καὶ πρὸς νεφριτικούς. ἢ τὴν ῥίζαν τῆς καλαμίνθης καθεψήσας πότιζε. ἢ τὸ σίον λεγόμενον πότιζε· τοῦτο δὲ καὶ ἐσθίειν δίδου. ἢ τριβόλου τὰ φύλλα. ἢ τὴν ῥίζαν μετ’ οἴνου δίδου. ἢ ἐν βαλανείῳ ἁλὶ καὶ ἐλαίῳ ἐπιμελῶς, ἄχρις ἂν ἱδρώσωσιν, ἀλείψας ἔξαγε καὶ μόνους τοὺς διδύμους ἀποκλύσας ἀφιδροῦντας, πρῶτον ὀθονίοις, εἶτα τοῖς λοιποῖς περιβολαίοις συσκεπάσας, κόμιζε καὶ δίδου φουρνίτου ἄρτου μετὰ ἰσχάδων ἱκανῶν φαγεῖν, πότιζε δὲ οἴνῳ μέλανι Ἰταλικῷ ἢ σπικάτῳ προσφάτῳ, ἐνεψημένων αὐτῷ σύκων γο δ΄. εἰς τοὺς ξε. στ΄. μέχρι τὸ γ΄. λειφθῇ, καθαίρει δι’ οὔρων. ἢ αἰγὸς οὔρου κοχλιάριον α΄. μετὰ νάρδου
δραχ. α΄. θερμάνας δίδου πίνειν. ἢ σίκυον ἄγριον οἴνῳ ναρδίνῳ ἢ Ἀμιναίῳ ἐναποβρέξας τρὶς, ἐκ τοῦ ἀποβρέγματος δίδου κύαθον α΄. καὶ προστίθει κατὰ βραχὺ, ἕως κυάθων τριῶν. ἢ σεσέλεως δίδου πίνειν ἢ ἐσθίειν. ἢ δαφνοειδοῦς λείου ἡλίκον θέρμον ἐπιπάσσων, δίδου πιεῖν, ἄγει οὖρα πολλά. ἢ ἄρου ῥίζης φλοιὸν ἐν οἴνῳ. ἢ λεπίδος χαλκοῦ δραχ. α΄. ἄρτου τὸ ἐντὸς ἀναλαβὼν καταπότια ποίει καὶ δίδου· ὕδωρ ἄγει εὐτόνως. ἢ ♃ χαλκοῦ κεκαυμένου δραχ. α΄. πηγάνου κλωνία τρία, περιστερᾶς κόπρου δραχ. α΄. ἁλὸς κοινοῦ ὀλίγον μετ’ οἴνου Ἐφεσίου καὶ ὕδατος τὸ πᾶν κρᾶμα κοτύλης S". δίδου. ἄκρως ποιοῦσιν αἵ τε θηριακαὶ διουρητικαὶ πᾶσαι, ἔτι τε τὰ ἑκάστῳ διὰ πείρας ἀκίνδυνα ὑδραγωγὰ πότιμα ἢ καταπότια, διάχριε δὲ τοὺς ὑδρωπικοὺς ἐπὶ πολὺ ἐν ἡλίῳ, σκέπων τὴν κεφαλὴν, μιγνὺς τῷ ἐλαίῳ ἅλας πολλοὺς, καταιόνα τε ἅλμῃ πολλῇ καὶ θερμῇ, τοὺς ἐμπεφυσημένους μάλιστα τόπους. κύστεις εὐμεγέθεις ἐμφυσήσας ἐπιμελῶς κατάκρουε καθ’ ἡμέραν συνεχῶς, πιλοῦνται γὰρ καὶ προστέλλονται.

διελὼν δὲ τὰ σφυρὰ αὐτῶν ἢ καὶ σχάσας ἐν φορείῳ αἰώρει, πολὺ γὰρ διαῤῥεῖν ὑγρὸν εἴωθεν αὐτοῖς.

[Πρὸς τὰς αὐτὰς διαθέσεις ἡ τοῦ Βιεννίου.] ♃ Κρόκου, ὀπίου, ὀποπάνακος, σμύρνης, ἴρεως, ἀκόρου, μανδραγόρου, ἀσάρου, κόστου, νάρδου Ἰνδικῆς, δαύκου Κρητικοῦ, μήου ἀνὰ δραχ. η΄. πεπέρεως λευκοῦ καὶ μακροῦ, γεντιανῆς, στοιχάδος, κασσίας, φοῦ Ποντικοῦ ἀνὰ δραχ. η΄. μέλιτι ἀναλάμβανε.

4. [Περὶ τῶν ἀνωδύνων τε καὶ κωλικῶν ὀνομαζομένων φαρμάκων.] Τοῖς τοιούτοις φαρμάκοις ἕνεκα μεγάλης ὀδύνης ἢ ἀγρυπνίας ἢ τοῦ μὴ σπαράττεσθαι χάριν διὰ βῆχα βιαίαν, ὡς ἐφ’ αἵματος ἀναγωγῆς ἐνίοτε γίνεται καὶ κατάῤῥων χαλεπῶν, εἰώθαμεν χρῆσθαι. κατὰ μέντοι τὰ μετριώτερα τῶν εἰρημένων αἱ διὰ τῶν σπερμάτων ἰδίᾳ ὀνομαζόμεναι βηχικαὶ δυνάμεις αὐτάρκεις, ἔχουσαι μὲν πάντως τι καὶ αὗται τῶν καρωτικῶν φαρμάκων, ἀλλ’ ὀλίγον ἐν πολλοῖς τοῖς σπέρμασιν, ἅπερ εὐώδη τέ ἐστι καὶ λεπτομερῆ καὶ διουρητικά. προσαγορεύουσι δὲ πολλάκις αὐτὰ

οἱ ἰατροὶ καὶ χωρὶς τοῦ προσθεῖναι τὸ τοῦ σπέρματος ὄνομα, κύμινον λέγοντες καὶ δαῦκον καὶ σέσελι, σέλινόν τε καὶ ἄνισον. αἱ μὲν οὖν τῶν τοιούτων φαρμάκων συνθέσεις ἐν ταῖς βηχικαῖς ὀνομαζομέναις δυνάμεσιν εἴρηνται. τὰς δὲ τῶν ἀνωδύνων τε καὶ κωλικῶν, αἵπερ εἰσὶν ὁμογενεῖς μὲν ἐκείναις, σφοδρότεραι δὲ πολὺ ταῖς δυνάμεσιν, ἐν τῷδε τῷ λόγῳ δηλώσω. πρώτη μὲν οὖν αὐτῶν, ὡς ἔοικεν, ἐν τοῖς πάλαι χρόνοις, ἡ τοῦ Φίλωνος ἔνδοξος ἐγένετο, περὶ ἧς αὐτὸς ἐποίησε τάδε τὰ ἐλεγεῖα.

Ἡ Φίλωνος ἀντίδοτος. Ταρσέος ἰητροῖο μέγα θνητοῖσι Φίλωνος Εὕρεμα, πρὸς πολλάς εἰμι παθῶν ὀδύνας. Εἴτε κόλον πάσχει τις ἅπαξ δοθὲν, εἴτε τις ἧπαρ, Εἴτε δυσουρίῃ ἴσχεται, εἴτε λίθῳ. Ἰῶμαι καὶ σπλῆνα καὶ ὀρθόπνοιαν ἀνηρὴν, Καὶ φθίσιν ἰῶμαι, σπασμὸν ἐνιστάμενον, Καὶ σφαλερὴν πλευρῖτιν. ἀποπτύων δέ τις αἷμα Ἢ ἐμέων, ἕξει μ’ ἀντίπαλον θανάτου. 

Πάντα δ’ ὅσα σπλάγχνοισιν ἐνίσταται ἄλγεα παύω, Βῆχά τε καὶ πνιγμὸν, λύγγα τε καὶ κατάρουν. Γέγραμμαι δὲ σοφοῖσι, μαθὼν δέ τις οὐ βραχύ μ’ ἕξει Δῶρον, ἐς ἀξυνέτους δ’ οὐκ ἐπόθησα περᾷν. Ξανθὴν μὲν τρίχα βάλλε μυρίπνοον ἰσοθέοιο, Οὗ λύθρος Ἑρμείας λάμπεται ἐν βοτάναις. Κρόκου δὲ σταθμὸν φρένας ἀνέρος, οὐ γὰρ ἄδηλον, Βάλλε δὲ καὶ δραχμὴν Ναυπλίου Εὐβοέως. Καὶ τρίτου ἐν Τρώεσσι, Μενοιτιάδαο φονῆος, Δραχμὴν τὴν μήλων γαστέρι σωζομένην. Ὁλκὰς δ’ ἀργεννοῖο πυρώδεος εἴκοσι βάλλε, Εἴκοσι καὶ κυάμου θηρὸς ἀπ’ Ἀρκαδίης. Δραχμὴν καὶ ῥίζης ψευδωνύμου, ἣν ἀνέθρεψε Χῶρος, ὁ τὸν Πίσσῃ Ζῆνα λοχευσάμενος. Πῖον δὲ γράψας, ἄρθρον βάλε πρῶτον ἐπ’ αὐτῷ, Ἄῤῥεν ἑνὶ δραχμὰς πέντε δὶς ἑλκόμενον.

Νᾶμα δὲ θυγατέρων ταύρων καὶ Κεκροπίδαισι Συγγενὲς, οἳ Τρίκκης, ὡς ἐνέπουσιν ἐμοί.

[Γαληνοῦ ἐξάπλωσις τῆς Φίλωνος ἀντιδότου.] Ἐν τούτοις τοῖς ἔπεσιν ὁ Φίλων κελεύει κρόκου μὲν δραχ. ε΄. ἐμβάλλεσθαι, πυρέθρου δὲ μίαν, εὐφορβίου μίαν, στάχυος νάρδου μίαν, πεπέρεως δὲ λευκοῦ καὶ ὑοσκυάμου τὸ ἴσον, ἑκατέρου δραχ. κ΄. ὀπίου δὲ δραχ. ι΄. οἱ μὲν οὖν πρῶτοι δύο στίχοι τὸν κρόκον δηλοῦσιν, ξανθὸν μὲν τῇ χρόᾳ ὄντα, τριχοειδῆ δὲ τῇ λεπτότητι. λύθρον δὲ τοῦ κρόκου φησὶν ἐν ταῖς Ἑρμείαις, τουτέστι ταῖς τοῦ Ἑρμοῦ λάμπεσθαι βοτάναις. ἐπειδὴ μειράκιον καλούμενον Κρόκος, ἅμα τῷ Ἑρμῇ δισκεύων, εἶθ’ ἑστὸς ἀμελέστερον, ἐμπεσόντος αὐτῷ δίσκου τῇ κεφαλῇ, συνέβη μὲν ἀποθανεῖν αὐτίκα, τοῦ δ’ αἵματος εἰς τὴν γῆν ἀναχθέντος, ἐξ αὐτοῦ φῦναι τὸν κρόκον. λάμπεσθαι δὲ εἶπε τὸν λύθρον, τουτέστι τὸ ἀπὸ τοῦ σφαγέντος αἷμα, διὰ τὸ στιλπνὸν τῆς χρόας τοῦ κρόκου. γράφεται δὲ οὐ μόνον βοτάναις, ἀλλὰ καὶ πεδίοις ὡδί πως ὁ στίχος, Ἑρμείοις λάμπεται ἐν πεδίοις. σταθμὸν δὲ ἀξιοῖ τοῦ κρόκου πέντε δραχμὰς εἶναι, φρένας ἀνέρος εἰπὼν τὰς αἰσθήσεις, οὔσας

πέντε. ὅτι δὲ δραχμὰς πέντε βούλεται εἶναι καὶ οὔτε ὀβολοὺς οὔτε λίτρας οὔτε ἄλλο τι τοιοῦτον, ἐνδείκνυται διὰ τῶν ἑξῆς, πρῶτον μὲν εἰπὼν, μίσγε δὲ καὶ δραχμὴν Ναυπλίου Εὐβοέως, εἶθ’ ἑξῆς καὶ τοῖς ἄλλοις προστιθεὶς ταὐτὸν ὄνομα τὸ τῆς δραχμῆς. Ναύπλιον μὲν οὖν Εὐβοέα τὸ πύρεθρον λέγει, διότι Ναύπλιος πυρὰς μεγάλας καύσας, ὥς φασι, κατὰ τὸν τῆς Εὐβοίας λιμένα, πολλοὺς τῶν Ἑλλήνων ἐξηπάτησεν, ὡς ἐπὶ χώραν εὐλίμενον καταίροντας ἀπολέσθαι. ἐργάσασθαι δέ φασιν αὐτὸν τοῦτο διὰ τὸν τοῦ Παλαμήδους θάνατον. καὶ μὴν καὶ τὸ εὐφόρβιον, αἰνιγματωδῶς ὁμοίως τούτοις κέκληκεν εἰπὼν καὶ τρίτου ἐν Τρώεσσι, Μενοιτιάδαο φονῆος, ἐπειδὴ ὁ ποιητὴς ἐποίησε λέγοντα τὸν Πάτροκλον,

Ἀλλά με Μοῖρ’ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν ὑίος, Ἀνδρῶν δ’ Εὔφορβος.

μήλων δὲ, τουτέστι προβάτων, ἐν τῇ γαστρὶ διασώζεσθαί φησι τὸ εὐφόρβιον, ὅτι μόνην ταύτην οὐ διαβιβρώσκει, καὶ διὰ τοῦτο δυνατόν ἐστιν ἀποτίθεσθαι κατ’ αὐτὴν τὸ φάρμακον.

ὀπὸς δέ ἐστι φυτοῦ τινος ἀκανθώδους ἐν τῇ τῶν Μαυρουσίων γῇ φυομένου, θερμότατος τῇ δυνάμει, καὶ γέγραπται περὶ αὐτοῦ βιβλίδιόν τι σμικρὸν Ἰόβᾳ τῷ βασιλεύσαντι τῶν Μαυρουσίων. ἐφεξῆς δὲ ὁ Φίλων φησὶν, δραχμὰς δ’ ἀργεννοῖο πυρώδεος εἴκοσι βάλλε, ὡς λευκὸν πέπερι σημαίνων. ἔστι δὲ εὐστομαχώτερον καὶ δριμύτερον τοῦ μέλανος. εἴκοσι δ’ ἀξιοῖ δραχμὰς ἐμβάλλεσθαι σπέρματος ὑοσκυάμου, γράψας καὶ τοῦτο αἰνιγματωδῶς, εἴκοσι καὶ κυάμου θηρὸς ἀπ’ Ἀρκαδίης, ἐπειδὴ τὸν Ἐρυμάνθιον κάπρον ὁ Ἡρακλῆς ἀποκτεῖναι λέγεται, κατὰ τὴν τῶν Ἀρκάδων γῆν αὐξηθέντα. νάρδου δὲ καὶ αὐτῆς δραχ. α΄. ἀξιοῖ βάλλειν, ἣν ψευδώνυμον εἴρηκε ῥίζαν, ἐπειδὴ στάχυς ὀνομάζεται νάρδου. βούλεται δ’ αὐτὴν εἶναι Κρητικὴν, ἔνθα φησὶν, ἣν ἀνέθρεψε χῶρος ὁ τὸν Πίσσῃ Ζῆνα λοχευσάμενος, ἐπειδὴ τὸν Δία φασὶν οἱ μυθολόγοι κατὰ τὸ Δικταῖον ὄρος ἐν Κρήτῃ τραφῆναι, κρυπτόμενον ὑπὸ τῆς μητρὸς Ῥέας, ὅπως μὴ καὶ αὐτὸς ὑπὸ τοῦ πατρὸς τοῦ Κρόνου καταποθῇ. προσέθηκε δὲ τῷ Διὶ τὴν Πίσσαν, ὡς εἰώθασι πολλοὶ καὶ χωρὶς ποιητικῆς

ἐν τῷ βίῳ λέγειν, μὰ τὸν ἐν Περγάμῳ Ἀσκληπιὸν, μὰ τὴν ἐν Ἐφέσῳ Ἄρτεμιν, μὰ τὸν ἐν Δελφοῖς Ἀπόλλωνα, μὰ τὸ ἐν Ἐλευσῖνι πῦρ. ἔνιοι δὲ οὐ τὴν Κρητικὴν χώραν, ἀλλὰ τὴν Ἰνδικὴν εἰρῆσθαί φασιν, ἐξ ἧς ὁ ἐλέφας φέρεται. ἐκ τούτου γὰρ τὸ ἐν Πίσσῃ τοῦ Διὸς ἄγαλμα λελοχεῦσθαι, τουτέστι γεγενῆσθαι. τούτοις ἅπασι μίγνυσθαι κελεύει τὸν τοῦ μήκωνος ὀπὸν, εἰθισμένον ὑπὸ τῶν ἰατρῶν ὄπιον ἰδίως ὀνομάζεσθαι, μηδενὸς τῶν ἄλλων ὀπῶν, καίτοι παμπόλλων ὄντων κατὰ τὸ καλούμενον οὐδέτερον γένος ὀνομαζομένων. ἐπεὶ τοίνυν τὸ ὄνομα ἐκ τῆς ο φωνῆς καὶ τῆς πίον σύγκειται, διὰ τοῦτο ἔφη

Πῖον δὲ γράψας ἄρθρον βάλε πρῶτον ἐπ’ αὐτῷ Ἄῤῥεν ἑνὶ δραχμαῖς πέντε δὶς ἑλκόμενον,

ὅπερ ἐστὶν ἔμβαλλε καὶ τοῦ ὀπίου δραχ. ι΄. ὑπόλοιπον δέ ἐστιν ᾧ πάντα ταῦτα ἀναλαμβάνεται λειωθέντα, τὸ μέλι κεκλημένον ὑπ’ αὐτοῦ συμβολικῶς, νᾶμα ταύρου θυγατέρων, ἐπειδὴ σηπομένων τῶν ταύρων γεννᾶσθαί φασι τὰς 

μελίσσας. Ἀττικὸν δὲ αὐτὸ βουλόμενος εἶναι, συγγενὲς ἔφη τοῖς Κεκροπίδαις, τουτέστι τοῖς Ἀθηναίοις. διὰ δὲ τοῦ τελευταίου τῶν ἐπῶν δηλοῖ καὶ τοὺς Ἀσκληπιάδας οὕτως ὀνομάζειν. ἐκ Τρίκκης γὰρ τὸ γένος αὐτῶν ἐστιν, ὡς καὶ ὁ ποιητής ἐστιν· αὕτη σχεδὸν ἡ πρώτη τῶν ἀνωδύνων ὀνομαζομένων ἀντιδότων ἔνδοξος ἐγένετο. κατ’ αὐτὴν δὲ τὰ μὲν προσθέντες αὐτῇ, τὰ δὲ ἀφαιροῦντες ἢ ταῖς συμμετρίαις ὑπαλλάττοντες, ἐποίησαν κυρίων ἀνωδύνων ἀντιδότων ἀριθμὸν, ἃς καὶ κωλικὰς προσαγορεύουσιν, παρονομάζοντες ἀπὸ τοῦ μεγίστας ὀδύνας ἔχοντος πάθους. ἐγὼ δὲ πρώτους μὲν ἐρῶ τοὺς γενικοὺς τρόπους τῆς συνθέσεως αὐτῶν, εἶτα, ὡς εἴωθα, τὴν εὐπορίαν τῶν κατὰ μέρος ὑλῶν ὑπογράψω. τὸ μὲν οὖν· ὄπιον ἰσχυρότατόν ἐστι τῶν ναρκούντων τὴν αἴσθησιν, ὕπνον τε καρώδη φερόντων. ἐργάζεται δὲ ταῦτα καὶ μόνον ἑψήματι δευθὲν, εἶτα ἀναληφθὲν διὰ κροκύδος καὶ εἰς ἕδραν ἐντιθέμενον, ἐπιχριόμενόν τε τῷ μετώπῳ καὶ τοῖς μυκτῆρσιν ἐγχριόμενον. ἐὰν δὲ μετὰ ἑτέρου τινὸς τῶν πραϋνόντων τὴν δύναμιν αὐτοῦ μιχθῇ, μετριώτερον
ἐργάζεται ταῦτα. χρὴ δὲ εἶναι τὰ μιγνύμενα τῶν ἤτοι πέττειν ἢ πραῢνειν δυναμένων ὀδυνηρὰν διάθεσιν ἢ τοὺς ἐργαζομένους αὐτὴν χυμοὺς διαφορεῖν ἢ τέμνειν τε καὶ λεπτύνειν ἢ κατὰ τὴν ὅλην οὐσίαν ἀλλοιοῦν. οὐ μὴν οὐδὲ ἀγνοεῖν ὑμᾶς οἶμαι τὸν ἄριστον εἶναι σκοπὸν τῆς συνθέσεως, ὅταν τριῶν τις στοχάζηται, τοῦ τε ναρκῶσαι τὴν αἴσθησιν καὶ τοῦ μηδὲν ἐφ’ ὕστερον ἐκ τούτου διαμεῖναι παρὰ τῷ μορίῳ βλάβος, ἔτι τε τοῦ μέγιστον ὠφεληθῆναι τὴν διάθεσιν. εἰς ταῦτα οὖν ἀποβλέπων μοι δοκεῖ καὶ ὁ Φίλων συνθεῖναι τὸ προκείμενον ἐν τῷ λόγῳ φάρμακον, ἐκ μὲν τῆς τοῦ ὑοσκυάμου καὶ τῆς τοῦ ὀπίου μίξεως, ὕπνον τε καρώδη καὶ τὴν νάρκην τῆς αἰσθητικῆς δυνάμεως ἐργάσασθαι βουλόμενος· ὅπως δὲ ἀναδοθείη τε θᾶττον καὶ διεξέλθοι τὸ βάθος ὅλων τῶν πασχόντων σωμάτων τὰ θερμαίνοντα, πύρεθρόν τε καὶ εὐφόρβιον καὶ πέπερι μίξας διαφορεῖν δυνάμενα τοὺς βλάπτοντας χυμοὺς καὶ διαῤῥύπτειν τοὺς γλίσχρους καὶ τέμνειν τοὺς παχεῖς καὶ τὰ φυσώδη πνεύματα λεπτύνειν καὶ κενοῦν. ἔστι δ’ οὐκ ὀλίγον πασῶν τῶν ψυχρῶν
διαθέσεων ἐν τῇ νάρδῳ πεπτικόν. οὐ μὴν τήν γε Κρητικὴν νάρδον ἐμβάλλειν χρὴ, οὐδ’ ὅλως τὴν παρ’ ἡμῖν γεννωμένην, ἣν ὀρείαν τε καὶ ναρδίτην βοτάνην ὀνομάζουσι μᾶλλον ἢ νάρδον. ἔστι μὲν οὖν ἡ Κελτικὴ νάρδος ἀγαθὸν φάρμακον εἰς ὅσα περ ἂν καὶ ἡ Ἰνδικὴ, λείπεται δὲ αὐτῆς πάμπολυ, καθάπερ γε καὶ ταύτης ἡ ὄρειος. ὥσπερ καὶ τῶν ἀρωματικῶν ὀνομαζομένων φαρμακὼν τὴν νάρδον μόνην ἐνέβαλεν ὁ Φίλων, οὕτως οἱ κατ’ αὐτὸν ἄλλος ἄλλο προσέθεσαν, ἔνιοι δὲ καὶ πλείω. καὶ προστιθέμενα δέ ἐστι σχοίνου ἄνθος καὶ κασσία, κιννάμωμόν τε καὶ ἄμωμον καὶ κόστος. ὥσπερ δὲ αὖ πάλιν τὸν κρόκον ἐνέβαλε πεπτικὸν χυμῶν ἀπέπτων καὶ διαθέσεων φαρμακωδῶν, οὕτως ἄλλοι σμύρναν τε καὶ καστόριον ἔμιξαν. οἱ πλεῖστοι δὲ αὐτῶν καλῶς ποιοῦντες καὶ ταυτὶ τὰ συνήθη σπέρματα, περὶ ὧν εἴρηται καὶ πρόσθεν ἐν τοῖς διὰ τῶν σπερμάτων, ὡς παραμυθήσασθαι τὴν ἀηδίαν τῶν πικρῶν φαρμάκων, εἰς ἀνάδοσίν τε καὶ οὔρησιν προτρέψαι τὸ σύμπαν φάρμακον. εἰ δέ

τι καὶ λεπτῦναι δέοι πάχος χυμῶν, καὶ τοῦτο ἐργαζόμενα, λέγω δὲ καὶ σελίνου σπέρμα καὶ κυμίνου καὶ ἀνίσου καὶ δαύκου καὶ πετροσελίνου καὶ ὅσα τοιαῦτα. προσθήσω τοιγαροῦν ἤδη καὶ τὸ πλῆθος τῶν κατὰ μέρος ὑλῶν τοῖς πρὸ ἐμοῦ πεπειραμένων.

[Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων κωλικῶν.] Πρώτη μὲν αὐτῶν γέγραπται κατὰ λέξιν οὕτως, κωλικὴ Κασσίου. ♃ ἀνίσου δραχ. στ΄. σελίνου σπέρματος δραχ. ιβ΄. νάρδου δραχ. δ΄. οἱ δὲ δραχ. στ΄. καστορίου δραχ. γ΄. πετροσελίνου δραχ. δ΄. οἱ δὲ δραχ. γ΄. πεπέρεως λευκοῦ δραχ. ε΄. καὶ μακροῦ δραχ. ε΄. σμύρνης δραχ. στ΄. σχοίνου δραχ. γ΄. ὀποῦ μήκωνος δραχ. στ΄. κρόκου δραχ. γ΄. ἀναλάμβανε μέλιτι ἑφθῷ, τινὲς καὶ κινναμώμου δραχ. α΄. ἢ κασσίας δραχ. β΄. ἡ τελεία δόσις, καρύου βασιλικοῦ μικροῦ σὺν ὕδατος θερμοῦ κυάθοις τρισὶ, τὸ δὲ ἐλάχιστον, Ποντικοῦ μικροῦ. κωλικὴ δευτέρα τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἐστὶν ἥδε, ἄλλως. ἡ Κασσίου ὡς Κρίσπος. ποιεῖ δὲ καὶ ἐπιτιθεμένη ἔξωθεν. ♃ ἀνίσου δραχ. ιβ΄. σελίνου σπέρματος δραχ. κδ΄. νάρδου Ἰνδικῆς ἴσον, καστορίου δραχ. στ΄. πετροσελίνου

σπέρματος δραχ. ιστ΄. σμύρνης δραχ. ιβ΄. πεπέρεως λευκοῦ δραχ. ιβ΄. καὶ μακροῦ δραχ. ι΄. σχοίνου δραχ. στ΄. ὀπίου, κρόκου, κασσίας ἀνὰ δραχ. ιβ΄. κόστου, ἀκόρου ἀνὰ δραχ. στ΄. μέλιτι ἑφθῷ ἀναλάμβανε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μεθ’ ὕδατος κυάθων τριῶν. αὗται μὲν οὖν αἱ προγεγραμμέναι δύο διὰ φαρμάκων συνετέθησαν, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἶπον. ἡ δ’ ἐφεξῆς ᾗ κεχρῆσθαί φησιν αὐτὸς, ἔχει τινὰ καὶ ἄλλα παρὰ τὰ πρόσθεν, ὁμογενῆ μὲν τῷ τε ὀπίῳ καὶ τῷ τοῦ ὑοσκυάμου σπέρματι, τόν τε τοῦ μανδραγόρου χυλὸν τῶν μήλων, ἤτοι τὸν τῆς ῥίζης αὐτοῦ καὶ τῶν τοῦ κωνείου. οὕτω δὲ καὶ τὸ Ποντικὸν φοῦ, τὸ μέν τι παραπλήσιον ἔχον τῇ νάρδῳ, τὸ δέ τι τῷ πετροσελίνῳ καὶ τοῖς οὐρητικοῖς σπέρμασι, τὸ δὲ τῆς ἀγρίας κράμβης σπέρμα τῶν λεπτυντικωτάτων τε καὶ ξηραίνειν καὶ διαφορεῖν ἱκανῶς δυναμένων. ἐκ δὲ τῶν οὐρητικῶν ἐστι καὶ τὸ μῆον καὶ τὸ ἄσαρον. ἡ δὲ Ἰλλυρὶς, ἣν οὐδὲ ὠνόμασεν Ἰλλυρικὴν ἴριν, πεπτικόν ἐστι καὶ λεπτυντικὸν φάρμακον. ἡ δὲ στοιχὰς ἄσηπτόν τε καὶ λεπτυντικὸν, αὐτὸ δὲ τὸ φάρμακον οὕτως ὑπὸ τοῦ Ἀνδρομάχου 

γέγραπται. κωλικὴ Τουλλίου ᾗ χρῶμαι. ♃ μανδραγόρας χυλοῦ τῶν μὴλων δραχ. η΄. ἢ τῆς ῥίζης τοῦ χυλοῦ δραχ. ι΄. φοῦ Ποντικοῦ δραχ. η΄. κράμβης ἀγρίας σπέρματος δραχ. η΄. κωνείου χυλοῦ δραχ. ιστ΄. κόστου, πεπέρεως λευκοῦ ἢ μακροῦ, σμύρνης, ὀπίου ἀνὰ δραχ. η΄. ὀποπάνακος δραχ. στ΄. στοιχάδος, δαύκου σπέρματος, μήου, ἀσάρου ἀνὰ δραχ. ιβ΄. κινναμώμου, Ἰλλυρίδος, ἀκόρου ἀνὰ δραχ. η΄. ἐφεξῆς τῶν προγεγραμμένων κωλικὴ παρὰ Ἀβασκάντου, ἣν εὗρον παρ’ ἐμοὶ σύμφωνον. ♃ ἀνίσου δραχ. ι΄. σεσέλεως σπέρματος δραχ. κ΄. πετροσελίνου, νάρδου Ἰνδικῆς, πεπέρεως λευκοῦ καὶ μακροῦ ἀνὰ δραχ. γ΄. καὶ τετρώβολον, ὀπίου δραχ. ι΄. σμύρνης δραχ. ι΄. κυμίνου Αἰθιοπικοῦ, καστορίου ἀνὰ δραχ. ε΄. σχοίνου, κρόκου ἀνὰ δραχ. ε΄. μέλιτι ἑφθῷ σκεύαζε.

[Κωλικὴ θαυμαστὴ ᾗ χρῶμαι καὶ πρὸς τοὺς εἰλεώδεις καὶ οἷς κόπρος ἀνεμεῖται ἐν ταῖς μεγίσταις ἀλγηδόσιν, διδομένη ἡλίκον κύαμος ἐν κυάθοις τρισὶν ἢ τέσσαρσιν ὕδατος ψυχροῦ.] ♃ Πεπέρεως λευκοῦ, ὑοσκυάμου σπέρματος ἀνὰ δραχ. μ΄. ὀπίου δραχ. στ΄. κρόκου δραχ. ι΄. ναρδοστάχυος, εὐφορβίου,

πυρέθρου ἀνὰ δραχ. β΄. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλη ἀδιάπτωτος καὶ πρός πᾶσαν ἐμπνευμάτωσιν. ♃ σίνωνος, ὑοσκυάμου σπέρματος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. μ΄. ὀποῦ μήκωνος δραχ. κ΄. κρόκου δραχ. στ΄. ὀποβαλσάμου δραχ. γ΄. μέλιτι ἑφθῷ. κωλικὴ Τερεντίου Οὐάλεντος. ♃ σίνωνος, πεπέρεως λευκοῦ, ὑοσκυάμου σπέρματος ἀνὰ δραχ. μ΄. ὀποῦ μήκωνος δραχ. κ΄. κρόκου δραχ. η΄. οἱ δὲ δραχ. στ΄. μανδραγόρου φλοιοῦ ῥίζης δραχ. γ΄. μέλιτος τὸ ἱκανὸν, τινὲς ὀποβαλσάμου δραχ. γ΄. κωλικὴ Ἀπολλωνίου. ♃ νάρδου δραχ. β΄. καστορίου, μαράθρου, μανδραγόρας χυλοῦ, κόστου ἀνὰ δραχ. α΄. ἀσάρου, στάχυος ἀνὰ δραχ. γ΄. ὀποπάνακος δραχ. α΄. δαύκου Κρητικοῦ δραχ. γ΄. κινναμώμου δραχ. ε΄. πεπέρεως λευκοῦ καὶ μακροῦ, ἴρεως, σμύρνης ἀνὰ δραχ. β΄. Λημνίας σφραγῖδος δραχ. ι΄. ἀψινθίου δραχ. β΄. μέλιτος ἡ δόσις δραχ. α΄. σὺν ὕδατι. κωλικὴ ὡς Νικόστρατος, ἰσόθεος καλουμένη, ἠγορασμένη ταλάντων δύο, ποιοῦσα πρὸς στομαχικοὺς, ὀφθαλμιῶντας, περιοδυνῶντας, ὑστερικοὺς πόνους, δι’ ὑδρομέλιτος, πηγάνου ἐναφεψημένου. ♃ κρόκου δραχ. α΄ S". νάρδου δραχ. β΄. σμύρνης δραχ. η΄. κόστου, πεπέρεως
λευκοῦ καὶ μακροῦ, χαλβάνης ἀνὰ δραχ. α΄. ὀποβαλσάμου δραχ. δ΄. κινναμώμου, μανδραγόρου χυλοῦ, καστορίου ἀνὰ δραχ. β΄. δαύκου σπέρματος δραχ. δ΄ S". σαγαπηνοῦ δραχ. γ΄. κασσίας δραχ. δ΄. μέλιτι Ἀττικῷ. κωλικὴ, ὡς Σκριβώνιος. ♃ κέρατος ἐλαφείου ἁπαλοῦ κεκαυμένου τῆς σποδοῦ ἡμίναν, πεπέρεως λευκοῦ, σμύρνης ἀνὰ δραχ. β΄. λεάνας δίδου κοχλιάριον ἓν, λεάνας κοχλίαν ὠμὸν ἕνα, σὺν οἴνου κυάθοις δυσὶ καὶ ὕδατι θερμῷ. κωλικὴ ᾗ συνεχῶς ἐχρήσατο, τελέως ἀπαλλάττουσα καὶ ἀνασκευάζουσα. ♃ ζιγγιβέρεως δραχ. γ΄. ἰτέας φλοιοῦ δραχ. γ΄. πηγάνου κλώνια γ΄. ἢ τέσσαρα, φοινικοβαλάνων δραχ. γ΄. ὕδατος κυάθους γ΄. βαλὼν ἐς πολτάριον καινὸν, ἕψε ἕως λειφθῇ τὸ τρίτον, δίδου πίνειν μετὰ τὸν παροξυσμὸν ἐπὶ τρεῖς ἡμέρας καὶ διαλείπων τὸ αὐτὸ ποίει, ἐπὶ ἡμέρας πλείονας ποιῶν τὸ φάρμακον. κωλικὴ Τουλλίου καλὴ, ᾗ καὶ αὐτῇ χρῶμαι. ♃ κράμβης ἀγρίας σπέρματος, φοῦ Ποντικοῦ ἀνὰ γο στ΄. πεπέρεως λευκοῦ καὶ μακροῦ, δαύκου σπέρματος, μήου ἀνὰ δραχ. θ΄. καστορίου, κόστου, ὀπίου, μανδραγόρου φλοιοῦ, νάρδου Ἰνδικῆς, ἀσάρου, Ἰλλυρίδος, ἀκόρου, σμύρνης ἀνὰ δραχ. στ΄.
ὀποπάνακος δραχ. δ΄. κωνείου σπέρματος δραχ. β΄. στοιχάδος δραχ. θ΄. κινναμώμου δραχ. α΄. κασσίας δαφνίτιδος δραχ. ιη΄. μέλιτι ἑφθῷ, ἡ δόσις μέγεθος κυάμου Αἰγυπτίου. κωλικὴ, ἣν ἐθαύμαζεν Ἀρίστων, ὡς Διόφαντος ὁ Λύκιος. ♃ κενταυρείου χυλοῦ, καστορίου, σκίλλης ὀπτῆς, πεπέρεως λευκοῦ καὶ μακροῦ, σμύρνης, πηγάνου ἡμέρου, ὑσσώπου, ἀβροτόνου, ἴρεως Ἰλλυρικῆς ἀνὰ δραχ. β΄. κρόκου, ἀμμωνιακοῦ θυμιάματος, ἀκόρου ῥίζης, φοῦ Ποντικοῦ, ζιγγιβέρεως, ἐλλεβόρου μέλανος ἀνὰ δραχ. α΄. ἀναλάμβανε ὀξυμέλιτι, ἡ δόσις δραχ. α΄. μετ’ ὀξυμέλιτος. κωλικὴ ὡς Πούπλιος ἐν Ποτιολίῳ καὶ Ἀπολλωνίῳ. ♃ πολίου δραχ. στ΄. σκορδίου δραχ. ιβ΄. γεντιανῆς δραχ. ε΄. πηγάνου ἀγρίου σπέρματος δραχ. δ΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. γ΄. μίλτου Λημνίας δραχ. ε΄. σμύρνης δραχ. ζ΄. ὀποβαλσάμου δραχ. η΄. πεπέρεως λευκοῦ δραχ. β΄. S". κάγχρυος δραχ. δ΄. περιστερεῶνος βοτάνης δραχ. β΄. πενταφύλλου δραχ. ε΄. μέλιτι Ἀττικῷ, δίδου καρύου τὸ μέγεθος. τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς τὰ κωλικὰ πάθη. καταπαστὸν πρὸς τὰς τοῦ κώλου ἐμπνευματώσεις, Ἀντωνίου φαρμακοπώλου. τούτῳ χρώμενος εὐημέρει. ♃

χρυσοβαλάνου δραχ. β΄. σεσέλεως, ἀστραγάλου ἀνὰ γο β΄. Ἰλλυρικῆς, τραγοριγάνου ἀνὰ γο α΄. ταῦτα ὁμοῦ κόψας καὶ σήσας δίδου κοχλιάριον ἓν ἢ ἔλασσον ἢ πλέον μετὰ ὕδατος θερμοῦ, κυάθων τεσσάρων πρὸ τροφῆς. ἄλλο. ὀρνίθων τὰ ἐντὸς ἅπαντα ἐξελὼν καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν ὄπτα καὶ λεάνας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον α΄ S". καὶ δαύκου Κρητικοῦ κεκομμένου καὶ σεσησμένου τὸ ἴσον καὶ μελικράτου θερμοῦ κυάθους γ΄. πρὸς τὰς τοῦ κώλου ἐμπνευματώσεις, Χαρικλέους. ♃ κυμίνου Αἰθιοπικοῦ δραχ. στ΄. σελίνου σπέρματος δραχ. ε΄. δαύκου Κρητικοῦ σπέρματος δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. α΄. κόψας καὶ σήσας ἀπόθου, ἡ δόσις κοχλιάρια β΄. μεθ’ ὑδρομέλιτος κυάθων γ΄. ἄλλο. ♃ πηγάνου ἀγρίου ξηροῦ σπέρματος, σεσέλεως Γαλλικοῦ ἀνὰ δραχ. μ΄. πετροσελίνου δραχ. δ΄. σίνωνος Συριακοῦ δραχ. δ΄. πεπέρεως λευκοῦ δραχ. β΄. κόψας καὶ σήσας δίδου καθὰ προείρηται.

[Ἐκλεικτὸν κωλικοῖς τὸ νεκτάριον. ποιεῖ καὶ πλευριτικοῖς καὶ δυσπνοϊκοῖς, κατάγει γυναιξὶν ἔμμηνα, ἔστι δὲ καὶ πεπτικόν.] ♃ Κυμίνου Σπανοῦ γο α΄. πεπέρεως λευκοῦ, ζιγγιβέρεως, 

ἑκάστου τὸ ἴσον, οἴνου γλυκέος ἢ Σκυβελίτου ἢ προτρόπου ξε. γ΄. οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται παχυτέρῳ κοσκίνῳ, εἶτα μετ’ οἴνου ἕψεται ἔστ’ ἂν τὸ τρίτον λειφθῇ, ἐπιβάλλεται ὁ γλυκὺς καὶ πάλιν ἕψεται. κινεῖν δὲ δεῖ κλωσὶ πηγάνου προσδεδεμένοις ῥάβδῳ ἰτέας καὶ κατειλημμένοις φλοιῷ ἰτέας. ἔχειν δὲ δεῖ καὶ δεύτερον ῥαβδίον καὶ πηγάνου κλῶνας νεαρωτέρους, ὅπως τῶν πρώτων ξηρανθέντων, κινεῖς νεωτέροις. ὅταν δὲ τὸ ὑγρὸν ἅπαξ καὶ δὶς ἀναβράσῃ, ἐπίβαλλε τὸ μέλι καὶ πάλιν ἕψε, ἔπειτα σακκίσας τὸ ὑγρὸν ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου μύστρα τρία πρὸ τροφῆς καὶ μετὰ τροφήν. ἄλλο; ♃ μαράθρου χυλοῦ ξε. δ΄. μέλιτος Ἀττικοῦ ξε. β΄. κρόκου δραχ. δ΄. τὸν κρόκον βαλὼν εἰς ὀθόνιον καθαρὸν ἀπόδησον, τὸν δὲ χυλὸν καὶ τὸ μέλι μίξας ἕψε βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ κινῶν τῷ ἀποδέσμῳ τοῦ κρόκου. ὅταν δὲ συστραφῇ, ὥστε ἀρτηριακῆς ἔχειν τὸ πάχος, τὸ μὲν κρόκον ἐκθλίψας ῥῖψον, τὸ δὲ φάρμακον ἀπόθου, ἐν δὲ τῇ χρήσει δίδου μύστρον ἓν ἢ δύο πρὸ τροφῆς.

[Ἄλλη Σκριβωνίου Λάργου τὸ διὰ τῆς ἰτέας, ἀπαλλάττει τῆς ὅλης διαθέσεως.] ♃ Ἰτέας φλοιοῦ δραχ. δ΄. ζιγγιβέρεως ξηροῦ δραχ. γ΄. φοινίκων καρύων ἀριθμῷ στ΄. ὕδατος ξε. α΄ S". ἕψε πάντα κινῶν κλωσὶ πηγάνου, καὶ ὅταν τοῦ ὑγροῦ τὸ γ΄. ἀπολειφθῇ, ἔκθλιψον τὸ ὑγρὸν καὶ δίδου κυάθους β΄. καθ’ ἑκάστην ἡμέραν, καὶ τοῦτο δεῖ ποιεῖν ἐπὶ τρεῖς ἡμέρας, καὶ πάλιν διὰ λ΄. ἡμερῶν τοῦτο ποίει, ὥστε εἶναι τοῦ ἐνιαυτοῦ πόσεις λστ΄. τὸ φάρμακον ἐπ’ ἐνιαυτὸν πίνεται. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω. ♃ ἰτέας χλωρᾶς τοῦ φλοιοῦ δραχ. ε΄. ζιγγιβέρεως ξηροῦ δραχ. δ΄. πεπέρεως λευκοῦ δραχ. δ΄. φοινίκων πατητῶν μεγίστων ἀριθμῷ β΄ ἢ γ΄. πηγάνου χλωροῦ κλῶνας ε΄. ὕδατος ὀμβρίου ξε. γ΄. ἕψε εἰς τὸ γ΄. καὶ δίδου καθὰ προείρηται.

[Πακκίου Ἀντιόχου, τῆς ὅλης ἀπαλλάττει διαθέσεως.] Κέρατος ἐλαφείου νεοβλάστου, μαλακωτάτου κεκαυμένου ὥστε λευκὸν εἶναι, κοχλιάρια γ΄. μείζονα τῷ μεγέθει, πεπέρεως λευκοῦ κόκκοι ι΄ ἢ θ΄. σμύρνης ὀλίγον ὀσμῆς χάριν, ἅπαντα τρίβεται, κοχλίας Λιβυκὸς ποικίλος τῷ χρώματι, σὺν τῷ

ὀστράκῳ καὶ λεαίνεται οἴνου ἐπιβαλλομένου Φαλερίνου ἀδιυλίστου, τὸ δὲ πλῆθος ἔστω κύαθοι γ΄. ἅπαντα μίξαντες εἰς ἀγγεῖον κεραμοῦν, θερμαίνομεν ἐπ’ ἀνθρακιᾶς, κινοῦντες ἐπιμελῶς, ἵνα μηδὲν ὑποκαθίσῃ τοῦ φαρμάκου. ὅταν δὲ θερμανθῇ, δίδου πίνειν ἐν αὐτοῖς τοῖς παροξυσμοῖς καὶ ταῖς ἑξῆς δυσὶν ἡμέραις πίνειν, καὶ χρὴ πρὸ μιᾶς ἡμέρας ἀνατιθέντας καὶ ταῖς ἄλλαις δυσὶν, ἀρίστῳ μόνῳ χρησαμένους, εὐδιοίκητον τροφήν.

[Ἡ τοῦ Σίγωνος κωλικὴ, ταύτῃ ἐχρήσατο Οὐάλης. ποιεῖ ἐν ταῖς ἄκραις περιωδυνίαις, διδομένη καρύου Ποντικοῦ τὸ μέγεθος, δι’ ὕδατος θερμοῦ κυάθων γ΄. καὶ παραχρῆμα μειοῖ τοὺς πόνους, καὶ μάλιστα εἰ κνησμὸς δι’ ὅλου τοῦ σώματος γένοιτο. ποιεῖ καὶ τοῖς χρονίοις σπληνικοῖς καὶ πρὸς τὰς εἰλεώδεις διαθέσεις, ποιεῖ ἡπατικοῖς, ποιεῖ πρὸς τοὺς κατὰ περίοδον πυρετοὺς καὶ τὰς ὑστερικῶς πνιγομένας καὶ τὰς περὶ κύστιν διαθέσεις. ἔστι δὲ καὶ ἀρτηριακὴ ἀγαθή.] ♃ Σίνωνος Συριακοῦ ἢ Σπανοῦ δραχ. ξ΄. πεπέρεως λευκοῦ δραχ. μ΄. ὑοσκυάμου λευκοῦ σπέρματος δραχ. μ΄. ὀπίου, μανδραγόρου

φλοιοῦ ἀνὰ δραχ. ι΄. κρόκου δραχ. στ΄. μέλιτος ἑφθοῦ εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, πόσον χρὴ διδόναι μεμήνυται. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω. ♃ σίνωνος Σπανοῦ δραχ. ξ΄. πεπέρεως λευκοῦ, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ δραχ. μ΄. κέρατος ἐλαφείου κεκαυμένου, ὀπίου ἀνὰ δραχ. κ΄. μανδραγόρου φλοιοῦ δραχ. ι΄. κρόκου δραχ. στ΄. μέλιτος αὔταρκες. ἡ τοῦ Λίγγωνος κωλικὴ διὰ ψυχροῦ διδομένη παραχρῆμα λύει τοὺς πόνους. ♃ ὑοσκυάμου λευκοῦ σπέρματος δραχ. κ΄. ὀπίου, δαύκου Κρητικοῦ σπέρματος ἀνὰ δραχ. ι΄. πετροσελίνου δραχ. στ΄. κρόκου, ναρδοστάχυος, πυρέθρου ἀνὰ δραχ. δ΄. εὐφορβίου, ὀποβαλσάμου, κινναμώμου ἀνὰ δραχ. β΄. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος μεθ’ ὕδατος χλιαροῦ ἢ ψυχροῦ κυάθων γ΄. ἐν τοῖς παροξυσμοῖς. ἀνώδυνος κωλικὴ ᾗ ἐχρήσατο Κάσσιος. ποιεῖ δὲ καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις τὸ φάρμακον σφόδρα καλόν. ♃ ἀνίσου, νάρδου Συριακῆς, σμύρνης ἀνὰ δραχ. η΄. πεπέρεως λευκοῦ καὶ μακροῦ ἀνὰ δραχ. ιβ΄. σεσέλεως σπέρματος δραχ. στ΄. ὀπίου τὸ ἴσον, κρόκου, καστορίου, πετροσελίνου, σχοίνου ἄνθους ἀνὰ δραχ. δ΄. μέλιτος

Ἀττικοῦ ἀφεψημένου ὅσον ἐξαρκεῖ, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. ἡ Λευκίου ἀνώδυνος κωλικὴ παραχρῆμα λύει τοὺς πόνους, ἐπιγράφεται δὲ Σικελική. ♃ σμύρνης, ὑοσκυάμου χυλοῦ, ὀπίου ἀνὰ δραχ. η΄. μανδραγόρου ῥίζης, πεπέρεως λευκοῦ, κρόκου, λιβάνου ἀνὰ δραχ. ι΄. ἀναλάμβανε μέλιτι καὶ δίδου Αἰγυπτίας κυάμου τὸ μέγεθος, δι’ ὕδατος θερμοῦ κυάθων τριῶν εἰς νύκτα.

[Εὐσχήμου τοῦ σπάδοντος ἐπιγραφομένη ἀνώδυνος κωλικὴ, πίνεται δὲ ἐπὶ ἡμέρας λ΄.] ♃ Κράμβης ἀγρίας σπέρματος, φοῦ, κινναμώμου, ἴρεως Ἰλλυρικῆς, ἀκόρου, ἀσάρου, ὀποπάνακος, σμύρνης, νάρδου Ἰνδικῆς, ὀπίου, κόστου, μανδραγόρου χυλοῦ, καστορίου ἀνὰ δραχ. στ΄. τῶν τριῶν πεπέρεων, μήου, δαύκου Κρητικοῦ σπέρματος ἐπτισμένου ἀνὰ δραχ. ιβ΄. στοιχάδος, κωνείου σπέρματος ἀνὰ δραχ. η΄. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος, ἀπυρέτοις μετ’ οἰνομέλιτος κεκραμένου κυάθων δ΄. πυρέττουσι μεθ’ ὑδρομέλιτος. ταύτῃ καὶ ἐνέματι ἐχρήσατο λαμβάνων τοῦ φαρμάκου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ τήλεως ἀφεψήματι 

κυάθους δ΄. ἐλαίου ἐναφεψημένου, πηγάνου κυάθους δ΄. πρὸς τὰς αὐτὰς διαθέσεις ἡ τοῦ Βρενίτου. ♃ κρόκου, ὀπίου, ὀποπάνακος, σμύρνης, ἴρεως, ἀκόρου, μανδραγόρου, ἀσάρου, κόστου, νάρδου Ἰνδικῆς, δαύκου Κρητικοῦ, μήου ἀνὰ δραχ. στ΄. πεπέρεως λευκοῦ καὶ μακροῦ, γεντιανῆς, στοιχάδος, κασσίας, φοῦ Ποντικοῦ ἀνὰ δραχ. η΄. μέλιτι ἀναλάμβανε.

5. [Περὶ δυσεντιρικῶν.] Περὶ τῶν δυσεντερικῶν ὅσα ἐγνῶσθαι δεῖ καθόλου, λέλεκται μὲν ἤδη δηλονότι κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, εἴρηται δὲ καὶ νῦν ἐν τῷ περὶ τῶν ἡπατικῶν λόγῳ. κατάλοιπον οὖν ἐστι περὶ τῶν ὄντως δυσεντερικῶν διελθεῖν, ἐφ’ ὧν οὔτε τὸ ἧπαρ πέπονθεν, οὔτε ἄλλη τις διάθεσις παρὰ τὴν τῶν ἐντέρων ἕλκωσιν, ἤτοι ψιλὴν ἢ μετὰ σηπεδόνος τινὸς γενομένην, ἣν ὀνομάζουσιν οἱ ἰατροὶ συνήθως νομήν. ὅσα τοίνυν καὶ πρὸς τὰς τοιαύτας διαθέσεις εἰσὶ χρήσιμα φάρμακα, πεῖραν ἤδη δεδωκότα συχνὴν, ταῦτ’ ἐξ ἀρχῆς ὑπογραφήσεται.

[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα πρὸς δυσεντερίαν.] Πότημα πρὸς δυσεντερικοὺς καὶ αἱμοπτυϊκοὺς. ♃ ῥόδων

ἄνθους, ὀπίου, ἀκακίας, κόμμεως ἀνὰ δραχ. γ΄. βαλαυστίου ἴσον, ὑποκυστίδος χυλοῦ ἴσον, κηκίδων δραχ. β΄. ἀρνογλώσσου σπέρματος ἴσον καὶ τοῦ χυλοῦ ἴσον, λυκίου Ἰνδικοῦ δραχ. α΄. ῥόδων χυλοῦ δραχ. α΄. ποίει τροχίσκους ἀνὰ δραχ. α΄. χρῶ ποικίλως. πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς ἡ διὰ τῶν ὀπωρῶν. ῥοιαὶ ὁλόκληροι κ΄. μῆλα κυδώνια κ΄. ὀρόβων ξέστης α΄. προύμνων ἀγρίων ξέσται β΄. οὔων Ἐφεσινῶν ξέσται β΄. ῥοῦ Συριακοῦ ξέσται γ΄. ἄπιοι Τερεντιανοὶ κ΄. μῆλα ἐν ἄλλῳ κυδώνια κεστιανὰ λ΄. κεράτια μ΄. μύρτων μελάνων ξέσται γ΄. γλεύκους Ἀμιναίου ἀφεψημένου ἐς τὸ γ΄. ξέσται μή. ἕψε ὁμοῦ ἕως σχῇ μέλιτος πάχος, ἀπόθου ἐν ὀστρακίνῳ.

[Ἄλλη ἡ διὰ τῶν ὀπωρῶν πρὸς τὰ αὐτὰ, στόμαχον ἀνατετραμμένον ἀναλαμβάνει καὶ ἔξωθεν ἐπιτίθεται.] Ῥοιαὶ ι΄. κυδώνια κ΄. μῆλα ὀρβικουλάτα ιε΄. οὔων ξέσται β΄. μεσπίλων ξέστης α΄. βαλάνων ξέστης α΄. ῥοῦ Συριακοῦ ξέστης α΄. βάτου δεσμίδιον χειροπληθὲς, μύρτων μελάνων ξέστης α΄. φοίνικας πατητοὺς λ΄. γιγάρτων ξηρῶν ξέστου S". κοκκυμήλων ἀγρίων ξέστης α΄. κεράτια μεγάλα ι΄. οἰνάνθης γο στ΄.

κράνων ξέστης α΄. μηλοκίτρια ε΄. γλυκέος Κρητικοῦ ξε. ιστ΄. ἕψε ὁμοῦ, ἀποτίθεσο ἐν ὑέλῳ, χρῶ ὡς τῇ προτέρᾳ.

[Πρὸς δυσεντερικοὺς ᾗ χρῶμαι.] ♃ Κηκίδος, ἐρείκης καρποῦ, ὀπίου ἀνὰ δραχ. δ΄. μεθ’ ὕδατος ἀνάπλαττε τροχίσκους δυοβολιαίους, δίδου ἐν ὕδατι ἢ οἴνῳ. πρὸς δυσεντερικοὺς τὸ Κλειδίον. ♃ νάρδου, κρόκου ἀνὰ δραχ. η΄. ἀλόης δραχ. δ΄. ἐγὼ δραχ. β΄. λιβάνου δραχ. β΄. ἀκακίας δραχ. δ΄. σμύρνης δραχ. δ΄. ὑποκυστίδος χυλοῦ δραχ. δ΄. οἱ δὲ δραχ. στ΄. ῥόδων ξηρῶν δραχ. δ΄. λυκίου Ἰνδικοῦ δραχ. δ΄. τραγακάνθης δραχ. δ΄. ὀπίου δραχ. δ΄. οἱ δὲ δραχ. α΄. ὀβολοὺς δύο, πεπέρεως δραχ. β΄. οἱ δὲ καὶ ἴρεως δραχ. β΄. ὕδωρ. τινὲς καὶ κινναμώμου δραχ. β΄ S". κηκίδος δραχ. β΄. ἀνάπλαττε τροχίσκους ἐν ὕδατι δυοβολιαίους, δίδου σὺν μυρτίτῃ. πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς ὁ τοῦ Βηριτίου. ♃ νάρδου, κρόκου ἀνὰ δραχ. β΄. σμύρνης, ὑποκυστίδος χυλοῦ, ἀλόης, ὀπίου, τραγακάνθης, λυκίου Ἰνδικοῦ, κηκίδος, ἀνίσου, ἀκακίας, πεπέρεως, ῥήου Ποντικοῦ ἀνὰ δραχ. α΄. τὴν τραγάκανθαν οἴνῳ βρέχε καὶ τὰ λοιπὰ λεῖα συγκατάμισγε καὶ ἀνάπλασσε τροχίσκους

ἀνὰ δραχ. α΄. καὶ δίδου μετ’ οἴνου. πρὸς δυσεντερικοὺς τὸ Κλειδίον. ♃ ἀκακίας δραχ. κε΄. μηκωνείου δραχ. κβ΄. ὑοσκυάμου σπέρματος δραχ. νστ΄. μύρτων κεκομμένων δραχ. ρξ΄. ῥοῦ Συριακοῦ δραχ. ο΄. καὶ τοῦ χυλοῦ δραχ. β΄ S". λιβάνου δραχ. οε΄. πάντα φρύξας λέαινε καὶ ἀναλάμβανε οἴνῳ μέλανι, ἡ τελεία δόσις δραχ. α΄. πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς. ♃ οἴνου Φαλερίνου ξέστας ἓξ, μέλιτος Ἀττικοῦ λίτρας ἓξ, ὁμοῦ ἑψήσας ἄχρις ἂν αὐτάρκως συστραφῇ χρῶ, δίδου πλῆρες κοχλιάριον ἐκλείχειν.

[Πρὸς δυσεντερικοὺς καὶ πάντα τὰ ἐντὸς τροχίσκος παρ’ Εὐδήμου πρεσβυτέρου.] ♃ Κρόκου, κασσίας σύριγγος ἀνὰ δραχ. β΄. νάρδου δραχ. α΄. σμύρνης, στυπτηρίας, ὀποῦ μήκωνος ἀνὰ δραχ. β΄. σὺν ὕδατι ἀνάπλασσε τροχίσκους, δίδου δυσεντερικοῖς σὺν οἴνου κυάθοις δύο, πυρέσσουσιν ἐν ὕδατι, ἡπατικοῖς καὶ περιπνευμονικοῖς σὺν ὑδρομέλιτι, πλευριτικοῖς καὶ βηχικοῖς ὁμοίως. ἄλλο πρὸς δυσεντερικούς. ♃ μαράθρου σπέρματος, ἀνίσου, σελίνου σπέρματος, σιδίων ἀνὰ δραχ. δ΄. ὀπίου δραχ. β΄. ὕδατι ποίει τροχίσκους δυοβολιαίους καὶ δίδου μεθ’ ὕδατος ἕνα.

[Πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς ἐκ τῶν Ἀντιπάτρου.] ♃ Πεπέρεως μέλανος δραχ. δ΄. κηκίδος δραχ. δ΄. σμύρνης δραχ. β΄. κρόκου δραχ. β΄. νάρδου δραχ. α΄. λυκίου δραχ. α΄. ὑποκυστίδος χυλοῦ, ἀκακίας, ῥινήματος λωτοῦ, κόμμεως ἀνὰ δραχ. β΄. ὀπίου, ἀλόης, ἀνίσου ἀνὰ δραχ. α΄. ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα δραχ. β΄. βάτου χυλοῦ ἀναλαβὼν χρῶ.

[Πρὸς δυσεντερικοὺς, κοιλιακοὺς, αἱμοπτυϊκοὺς, παρὰ Κορνηλίου ἰατροῦ.] ♃ Σμύρνης, λιβάνου, ἀλόης, κρόκου, ὀπίου, ῥοῦ Συριακοῦ καὶ τοῦ βυρσοδεψικοῦ, λυκίου Ἰνδικοῦ, ἀκακίας; σιδίων, ὑποκυστίδος χυλοῦ, κηκίδος, βαλαυστίων, ἑκάστου τὸ ἴσον. ποίει τροχίσκους τριωβολιαίους εἰς νύκτα, ἀπυρέτοις ἐν οἴνῳ, πυρέσσουσιν ἐν ψυχρῷ.

[Ἄλλο πρὸς δυσεντερικοὺς Οὐάλεντος.] ♃ Μυρίκης καρποῦ, ῥοῦ Συριακοῦ, ὀπίου, πετροσελίνου ἴσον· ἕκαστον φώξας καὶ λεῖα ποιήσας, σὺν ὕδατι ποίει τροχίσκους κυαμιαίους. εἰς νύκτα δίδου πυρέσσουσιν σὺν θερμῷ ὕδατι, ἀπυρέτοις ἐν ψυχρῷ.

[Πρὸς δυσεντερικοὺς ἐκ τῶν Λουκίου.] ♃ Στύρακος 

δραχ. β΄. ὀπίου, κρόκον, ἀκακίας, κηκίδος, μυρίκης καρποῦ ἀνὰ δραχ. α΄. ὕδατι ἀνάπλασσε τροχίσκους, καὶ δίδου ἡλίκον κύαμον Αἰγύπτιον σὺν οἴνῳ.

[Πρὸς δυσεντερικοὺς καὶ αἱμοπτυϊκοὺς, ὥστε πρώτῃ πόσει κατασχεῖν τὴν ῥύσιν.] ♃ Κοχλιῶν κεκαυμένων δραχ. ιβ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. η΄. ὀβολοὺς β΄. μύρτων μελάνων δραχ. ιε΄. ὀπίου πεφωγμένου δραχ. ε΄. ὀβολοὺς β΄. κηκίδος πεφωγμένης δραχ. ε΄. ὀβολοὺς β΄. οἰνάνθης δραχ. στ΄. ὑποκυστίδος χυλοῦ δραχ. ε΄. ὀβολοὺς β΄. μανδραγόρου ῥίζης δραχ. ιβ΄. ῥοῦ χυλοῦ, γῆς ἀστέρος ἀνὰ δραχ. ιβ΄. ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα δραχ. δ΄. σιδίων πεφωγμένων δραχ. ζ΄. λιβάνου δραχ. η΄. πίτυος φλοιοῦ πεφωγμένου δραχ. στ΄. σελίνου σπέρματος δραχ. ιδ΄. ὑοσκυάμου πεφωγμένου δραχ. ι΄. ῥοῦ σκυτοδεψικοῦ ξε. β΄. ἀκακίας πεφωγμένης δραχ. ε΄. ὀβολοὺς β΄. οἴνου μέλανος, ὥστε ἑψῆσαι τὸν ῥοῦν, ὡς παχύτατον χυλὸν γενέσθαι. ἕψε μὲν οὖν σὺν τῷ οἴνῳ καὶ οὕτω διηθήσας ἀναλάμβανε ἀναπλάσσων τῷ χυλῷ καὶ ποίει τροχίσκους ἀνὰ δραχ. α΄. καὶ τριώβολον καὶ ὀβολοὺς β΄. δίδου πρὸς ἕξιν, πυρέσσουσι μὲν μεθ’ ὕδατος θερμοῦ κυάθων γ΄. ἀπυρέτοις δὲ μετ’ οἴνου κυάθων β΄. ἐν ἄλλοις τοῦ

ἐλαφείου κέρατος δραχ. στ΄. ὀβολοὶ β΄. καὶ τῆς κηκίδος δραχ. ζ΄. ὀβολοὶ β΄. καὶ τοῦ χυλοῦ τῆς ὑποκυστίδος δραχ. ζ΄. ὀβολοὶ β΄. καὶ τῆς ἀκακίας ἴσον.

[Πρὸς δυσεντερικοὺς Φλαβίου τοῦ πύκτου.] ♃ Μύρτων ξηρῶν κεκομμένων ξε. α΄. ῥόδων ξηρῶν κεκομμένων ξε. S" . μάγματος μαλαβάθρου δραχ. β΄. ἀρκευθίδων δραχ. λ΄. ἀπίων ξηρῶν κεκομμένων ξε. α΄. πίτυος φλοιοῦ δραχ. ιβ΄. σμύρνης δραχ. α΄. κηκίδας ε΄. κεράτων κεκομμένων ξε. α΄. ἡ τελεία δόσις δραχ. η΄. δίδου ξηρὸν σὺν οἴνῳ κεκραμένῳ, τὰ δὲ ἁδρομερῆ φοίνιξι λιπαροῖς ἀναλαμβάνων δίδου. πρὸς κοιλιακοὺς, ὥστε παραχρῆμα ἱστᾷν. ♃ μυρίκης καρποῦ δραχ. δ΄. ῥοῦ ἐδωδίμου δραχ. δ΄. μύρτων μελάνων δραχ. δ΄. ἀκακίας δραχ. β΄. μηκωνίου δραχ. α΄. μήλων στύμματι ἀναλάμβανε καὶ τροχίσκους ποίει ἀνὰ δραχ. α΄. καὶ χρῶ σὺν ὀπτοῦ ὠοῦ λεκίθῳ καὶ ὅταν δίδως πίνειν, ἕψε βάτου ῥίζαν ἢ μυρσίνης ἢ μήλων Κυδωνίων τὸ ἀφέψημα, τούτων δίδου ψυχρῶν κυάθους γ΄. σὺν τῷ φαρμάκῳ. ποεῖ λειεντερικοῖς. πότημα πρὸς τὰ ἐντὸς ῥεύματα, ἔξωθεν ἐπιτιθέμενον

σὺν μέλιτι ἑφθῷ, ποιεῖ. ♃ σελίνου σπέρματος δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. ἀνίσου δραχ. β΄. ὑποκυστίδος χυλοῦ δραχ. α΄ S". ῥόδων σπέρματος δραχ. α΄ S" . ὀποῦ μήκωνος δραχ. α΄. σμύρνης δραχ. α΄. κροκομάγματος δραχ. α΄. σὺν ὕδατι δίδοται τριώβολον καὶ ὀβολοὶ δύο καὶ ὀβολὸς εἷς. πότημα πρὸς πᾶν ῥεῦμα καὶ ἐμπνευμάτωσιν, Λουκίου Ταρσέως. ♃ ἀνίσου, σελίνου σπέρματος ἀνὰ δραχ. β΄. ἀνήθου σπέρματος, δαύκου σπέρματος, τορδυλίου ἀνὰ δραχ. δ΄. ὀπίου, ὑοσκυάμου σπέρματος ἀνὰ δραχ. α΄ S" . ὕδατι ἀναλάμβανε καὶ οὕτω χρῶ. πότημα πρὸς ῥοῦν γυναικεῖον σταλτικὸν, ὡς Ἀπολλώνιος. ♃ κοραλλίου τριώβολον, λιβάνου ὀβολοὺς β΄. ἀκακίας τριώβολον, βαλαυστίου τριώβολον, κόμμεως ὀβολὸν α΄. ὠμοῦ ὠοῦ τῷ λευκῷ ἀνάπλαττε, δίδου τοῦ παντὸς τὸ ἥμισυ πίνειν μεθ’ ὕδατος κυάθων δ΄.

[Ἐνέματα δυσεντερικοῖς ἁρμόττοντα.] Ἐνέματα δυσεντερικοῖς, τοῦ Ἰσιδώρου πρὸς τὰς γενομένας ἑλκώσεις ἐν ἀπευθυσμένῳ. ♃ χάρτου σποδοῦ δραχ. ι΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. ἀρσενικοῦ δραχ. δ΄. σανδαράχης δραχ. γ΄. λεπίδος χαλκοῦ,

ὀμφακίου ἀνὰ δραχ. γ΄. κρόκου, ὀποῦ μήκωνος ἀνὰ δραχ. β΄. ἀσβέστου δραχ. ε΄. λεῖα μίσγε καὶ ἀναλάμβανε οἴνῳ γλυκεῖ, γίγνονται τροχίσκοι ἀνὰ δραχ. γ΄ καὶ β΄ καὶ α΄. ἡ χρῆσις ἀνίεται οἴνῳ αὐστηρῷ, ὡς γλοιοῦ πάχος, τούτῳ μίγνυται χυλὸς πτισάνης κυάθων β΄. τούτῳ ἔγκλυζε τὸν πάσχοντα, λοιπὸν πρὸς δύναμιν τοῦ χυλοῦ τῆς πτισάνης καὶ τοῦ φαρμάκου. ἔνεμα Φαυστιανόν. ♃ ἀρσενικοῦ δραχ. ιβ΄. χάρτου κεκαυμένου δραχ. λ΄. σανδαράχης δραχ. στ΄. ἀσβέστου δραχ. ι΄. οἱ δὲ ιβ΄. ἀνάπλασσε τροχίσκους ἀνὰ δραχ. δ΄. ἀρνογλώσσου χυλοῦ ἔνιε ἐναφεψημένων στυμμάτων ἢ κράματος οἴνου κυάθους γ΄ ἢ ἕξ.

[Ἔνεμα ᾧ χρῶμαι τοῦ Ἀθηναίου, σύμφωνον Ἁρποκρᾷ, Μάγνῳ τῷ Φιλαδέλφῳ, καὶ Ἀριστολάῳ.] ♃ Ὄμφακος δραχ. στ΄. στυπτηρίας σχιστῆς δραχ. στ΄. ἀσβέστου, λεπίδος ἀνὰ δραχ. στ΄. ἀρσενικοῦ δραχ. η΄. σανδαράχης δραχ. γ΄. χάρτου κεκαυμένου δραχ. ιε΄. ἀναλάμβανε μυρτίτῃ καὶ γίνονται τροχίσκοι δραχ. δ΄ ἢ γ΄. ἔνιε ἐν κράματι. οἴνου κυάθους δ΄. καὶ ὕδατος χλιαροῦ κυάθους β΄. ὁτὲ δὲ σὺν ὕδατι ὀμβρίῳ. ἔνεμα ᾧ χρῶμαι.

♃ χάρτου κεκαυμένου δραχ. λ΄. ἀρσενικοῦ δραχ. ιβ΄. κηκίδος δραχ. θ΄. ἀσβέστου δραχ. ιστ΄. ἀσφάλτου δραχ. ιστ΄. θείου ἀπύρου δραχ. ιστ΄. σανδαράχης δραχ. ιστ΄. ἔνεμα ἄλλο ὡς Ἴδιος. ♃ χαλκοῦ κεκαυμένου δραχ. κδ΄. ἀσβέστου, σχιστῆς ἀνὰ ἴσον, χάρτου κεκαυμένου δραχ. λ΄. ἀρσενικοῦ δραχ. ιβ΄. σανδαράχης δραχ. ιβ΄. ἀναλάμβανε μυρτίτῃ ἢ ῥόδων ἀφεψήματι σὺν οἴνῳ αὐστηρῷ ἑψημένων εἰς τὸ ἥμισυ, ἔκθλιβε τὰ ῥόδα καὶ οὕτω συλλεάνας ἀνάπλασσε καὶ τὸ αὐτὸ ἔνιε σὺν ὕδατι. ἔνεμα παρ’ Εὐβούλου. ♃ λεπίδος χαλκοῦ δραχ. κ΄. χάρτου κεκαυμένου δραχ. ιστ΄. ἀσβέστου δραχ. στ΄. ἀρσενικοῦ δραχ. η΄. σανδαράχης δραχ. ιε΄. ἀκακίας δραχ. ε΄. ὀμφακίου δραχ. γ΄. τρυγὸς κεκαυμένου δραχ. α΄. οἴνῳ μυρτίτῃ ἀναλάμβανε καὶ ἔνιε κράματι θερμῷ. ἔνεμα Ἥρα. ♃ χάρτου κεκαυμένου γο α΄. ἀσβέστου γο S" . καδμείας γο α΄. ἀρσενικοῦ γο α΄. τοῦ ξηρίου κοχλιάρια δύο, ἀφεψήματος μύρτων ἢ μυρτίτου κυάθους δ΄. τὴν ἄσβεστον σβέννυε χυλῷ ἀρνογλώσσου. ἔνεμα τοῦ αὐτοῦ. ♃ σανδαράχης, ἀρσενικοῦ ἀνὰ δραχ. η΄. ἀκακίας δραχ. δ΄. ἀσβέστου δραχ. δ΄. οἴνῳ αὐστηρῷ ἀναλάμβανε 
ποιῶν τροχίσκους δραχ. γ΄. ἐπὶ τῶν ἀσθενῶν ἔλασσον, ἐν κράματι οἴνου ἔνιε. ἄλλο. ♃ σανδαράχης δραχ. η΄. ἀσβέστου προσφάτου δραχ. ι΄. χάρτου κεκαυμένου δραχ. η΄. οἱ δὲ δραχ.λ΄. σιδίων, κηκίδων, ἀκακίας ἀνὰ δραχ. ε΄. μαινίδων τεταριχευμένων ὄξει ἐπὶ ἡμέρας κα΄. καὶ κεκαυμένων δραχ. γ΄. ἀρσενικοῦ δραχ. ιστ΄. καίονται δὲ μαινίδες ἐν χύτρᾳ ὠμῇ, καὶ οἱ μὲν ξηρῷ χρῶνται, οἱ δὲ τροχίσκους μετὰ μύρτου ἀφεψήματος. ἐὰν δὲ μὴ βραδύνῃ, προένιε πολυγόνου χυλῷ ἢ ἅλμῃ. ἔνεμα ᾧ χρῶμαι προσφωνηθὲν ἄφθα. ♃ ῥοῦ τοῦ ἐν Συρίᾳ, κηκίδων κεκομμένων δραχ. ιε΄. χάρτου κεκαυμένου ἴσον, φελλοῦ κεκαυμένου δραχ. ιε΄. ἄρτου Ἀλεξανδρίνου ξηροῦ κεκαυμένου δραχ. ιε΄. ἀρσενικοῦ δραχ. ι΄. σανδαράχης δραχ. ι΄. ἀκακίας δραχ. ε΄. ψιμυθίου δραχ. κ΄. ἀσβέστου δραχ. ι΄. λιθαργύρου δραχ. γ΄. οἴνῳ παλαιῷ ἀναλάμβανε, ποιῶν τροχίσκους, τοὺς μὲν δραχ. β΄. τοὺς δὲ δραχ. γ΄. τοὺς δὲ δραχ. δ΄. ἐγχυμάτιζε ἐν μὲν ἀρχῇ ἀρνογλώσσου χυλῷ ἢ πολυγόνου ἢ ἑλξίνης. ἐὰν δὲ μὴ παρῇ τι τούτων, μεθ’ ὕδατος· ἐὰν δὲ ἀκμὴ εἴη καὶ ἰσχὺς τοῦ νοσήματος,

ὅταν περιώδυνος εἴη, ἔνιε μετὰ τήλεως ἀφεψήματος ἢ λινοσπέρμου. ἐὰν δὲ παρακμὴ εἴη, μετὰ ἀφεψήματος μυρσίνης καὶ βάτου σὺν οἴνῳ ἑψημένων, ἐπὶ μὲν παίδων πλῆθος κυάθων δύο, ἐπὶ δὲ γυναικῶν κυάθων γ΄. ἐπὶ δὲ ἀνδρῶν κυάθων τεσσάρων. ἔνεμα ᾧ χρῶμαι τὸ Γεμέλλου. ♃ ἀρσενικοῦ δραχ. η΄. σανδαράχης δραχ. δ΄. ἀσβέστου δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. στ΄. στυπτηρίας σχιστῆς ἴσον, ὀμφακίου δραχ. η΄. λυκίου Ἰνδικοῦ ἴσον, ὀποῦ μήκωνος δραχ. δ΄. ὑποκυστίδος χυλοῦ ἴσον, κρόκου δραχ. β΄. ἐγὼ δὲ δ΄. χάρτου κεκαυμένου δραχ. κ΄. οἱ δὲ δραχ. ιστ΄. ἀναλάμβανε οἴνῳ μυρτίτῃ, ποίει τροχίσκους ἀνὰ δραχ. δ΄ καὶ γ΄. ἔνιε ἐν κράματι οἴνου. ἔνεμα τὸ παρ’ Ἀγαθίου. ♃ ἀρσενικοῦ δραχ. β΄. σανδαράχης δραχ. ε΄. ἀσβέστου δραχ. γ΄. χάρτου κεκαυμένου δραχ. δ΄. ἔνιε τοῦ φαρμάκου δραχ. γ΄. μετὰ ἁλῶν λείων δραχ. γ΄. ἐν ὕδατι ψυχρῷ κυάθων ἕξ.

[Ἔνεμα πρὸς δυσεντερικοὺς ὡς Νικόστρατος, ᾧ Μένανδρος ἐχρήσατο.] ♃ Ἀσβέστου δραχ. α΄. γύψου δραχ. η΄. ἀκακίας δραχ. β΄. ὄμφακος δραχ. α΄. στίμμεως δραχ. γ΄. λιβάνου δραχ. α΄. κηκίδος

δραχ. δ΄. τραγακάνθης δραχ. β΄. οἴνῳ μυρτίτῃ ἀναλάμβανε τροχίσκους, ἀποτίθεται ἐν στεμφύλοις ξηροῖς ἵνα μὴ διαπνέῃ. ἔνεμα πρὸς δυσεντερικοὺς, παρὰ Θαμύρου. ♃ ἀρσενικοῦ δραχ. β΄. σχιστῆς δραχ. β΄. καδμείας ἴσον, ἀσβέστου νεαρᾶς δραχ. α΄. χάρτου κεκαυμένου δραχ. β΄. φελλοῦ ἀπὸ κεραμίου οἴνου Φαλερίνου κεκαυμένου δραχ. ζ S". ἀναλάμβανε τροχίσκους, ἑψήματι ἢ γλυκεῖ ἢ Σπανῷ πάλιν ἑψομένῳ παρά σοι. λειοτριβῶν δὲ τὸν τροχίσκον ἔνιε κοχλιάρια β΄. τοῖς δὲ λοιποῖς πρὸς δύναμιν μετὰ φακοῦ ἀφεψήματος. ἐὰν δὲ μὴ ἔχῃς φακὸν, βάτον καθέψησον σὺν ῥόδοις ξηροῖς καὶ χωρὶς μύρτα ἀφέψει. μετὰ οἴνου αὐστηροῦ, μίσγε ἑκάστου κύαθον α΄. ὁτὲ δὲ μετ’ οἴνου κυάθων δ΄. καὶ τοῦ ἀφεψήματος τοῦ βάτου κυάθους δύο. ποιεῖ δὲ καὶ πινόμενον πρὸς δύναμιν μετὰ ψυχροῦ ὅσον κοχλιάριον ἔλαττον ἢ πλέον. ἔνεμα, ὡς Δηλήτιος Ἐπάγαθος. ♃ ἀρσενικοῦ δραχ. ιβ΄. ὑποκυστίδος χυλοῦ δραχ. γ΄. σανδαράχης δραχ. γ΄. χάρτου κεκαυμένου δραχ. λ΄. ἀσβέστου δραχ. κδ΄. βαλαυστίου δραχ. μη΄. βαλαύστιον ἕψεται ἐν οἴνῳ αὐστηρῷ παλαιῷ, εἶτα τῷ ἀφεψήματι τρῖβε τὰ λοιπὰ καὶ ἀνάπλαττε

τροχίσκους ἀνὰ δραχ. δ΄. τινὲς γο λέγουσιν, ἐν μύρτου καὶ φακοῦ ἀφεψήματι.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς δυσεντερικοὺς, ὧν ἔνια καὶ κοιλιακοῖς ἁρμόττει.] ♃ Οἴνου μυρτίτου ξε. γ΄. ῥοῦ ἐρυθροῦ κοτύλην α΄. μέλιτος Ἀττικοῦ καθεψημένου λίτραν α΄. ἕψε τὸν ῥοῦν καὶ τὸν γλυκὺν κινῶν κλωσὶ βάτου καὶ ὅταν τὸ τρίτον λειφθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ ἐπιβαλὼν τὸ μέλι πάλιν ἕψε ἕως συστραφῇ καὶ δίδου μύστρον πρὸ τροφῆς. ἄλλο. ♃ ῥοῦ Συριακοῦ, ἀλφίτου πάλης, σταφίδος σὺν τοῖς γιγάρτοις δραχ. β΄. ῥοιᾶς κελύφων κεκομμένων καὶ σεσησμένων δραχ. α΄. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφήν. ἀρτίσκος κοιλιακοῖς, δυσεντερικοῖς· ὠὸν ὠμὸν πρόσφατον τρήσας καὶ κενώσας εἰς ἀγγεῖον, τούτῳ παραμέτρει ἐλαίου ὀμφακίνου ἀγγεῖον ἓν, πεπέρεως λευκοῦ λειοτάτου τὸ αὐτὸ, ῥοῦ Συριακοῦ λειοτάτου τὸ αὐτὸ, κικίδων λειοτάτων ὀμφακιτίδων τὸ αὐτὸ, ἀλεύρων πυρίνων ἴσον, ἅπαντα φυράσας καὶ μαλάξας,

ἀρτίσκους ἀνάπλασσε καὶ τηγανίσας δίδου πρὸ τροφῆς. ἄλλο. τούτῳ ἴσμεν πολλοὺς χρησαμένους καὶ τῆς νόσου ἀπαλλαγέντας. ♃ κηκίδων λειοτάτων κοχλιάριον, πεπέρεως λευκοῦ, ῥοῦ ἐρυθροῦ, σιδίων λειοτάτων, ἑκάστου ἴσον, ἅπαντα μαλάξας, ἀναλάμβανε ὠοῦ λεκίθῳ καὶ βαλὼν εἰς ῥοιᾶς κενώματα καὶ τὸ στόμιον στέατι περιπλάσας, ὄπτα ἐπ’ ἀνθράκων, ἔπειτα τὴν ῥοιὰν ἀποκαθάρας, δίδου κοχλιάριον ἓν φαγεῖν. καταπότια κοιλιακοῖς, δυσεντερικοῖς. ♃ κηκίδων ὀμφακιτίδων ἀτρήτων δραχ. δ΄. ὀπίου Σπανοῦ δραχ. β΄. πετροσελίνου δραχ. α΄. ἀναλάμβανε ὕδατι, ποίει καταπότια καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος παραμετρῶν τῇ δυνάμει. ἄλλο Ἀσπασίου φάρμακον γενναῖον. ♃ πετροσελίνου, ἐρείκης καρποῦ, ῥοῦ Συριακοῦ, ὀπίου ἀνὰ δραχ. β΄. μύρτων ἀφεψήματι ποίει καταπότια καὶ δίδου καθὰ προείρηται.

[Τροχίσκος ἀνώδυνος, κοιλιακοῖς, δυσεντερικοῖς καὶ πίνεται καὶ ἐνίεται. ἔστι δ’ ὅτε αὐτῷ καὶ καταπλάσματι χρώμεθα, ἀναλαμβάνοντες μέλιτι ἑφθῷ.] ♃ Ὑοσκυάμου σπέρματος 

δραχ. δ΄. σελίνου σπέρματος τὸ ἴσον, ἀνίσου, ῥόδων ἄνθους ἀνὰ δραχ. β΄. ὑποκυστίδος, ὀπίου ἀνὰ δραχ. α΄. ὕδατι λειώσας ἀνάπλασσε τροχίσκους καὶ δίδου τριώβολον, ἀπυρέτοις μετ’ οἴνου κεκραμένου κυάθων τριῶν, πυρέττουσι μεθ’ ὕδατος.

[Ἄλλη κοιλιακοῖς, δυσεντερικοῖς φάρμακον ἐπιτετευγμένον καὶ πίνεται καὶ ἐνίεται καὶ τοῖς ἔξωθεν ἐπιτιθέμενον βοηθεῖ.] ♃ Σελίνου σπέρματος, ὑοσκυάμου σπέρματος, ἀνίσου, μαράθρου ἀνὰ δραχ. δ΄. ὀπίου, ῥοῦ Συριακοῦ ἀνὰ δραχ. β΄. ὑποκυστίδος χυλοῦ, βαλαυστίου ἀνὰ δραχ. α΄ S". ὕδατι ἀναλάμβανε καὶ ποίει τροχίσκους, δίδου καθὰ προείρηται. τροχίσκος ἀρωματικὸς κοιλιακοῖς, δυσεντερικοῖς, ὁ τοῦ Βηρυτίου ἐπικαλούμενος, φάρμακον ἐπιτετευγμένον, ἵστησι παραχρῆμα. ♃ κρόκου δραχ. δ΄. νάρδου Ἰνδικῆς, ἀνίσου, ἑκάστου τὸ ἴσον, σμύρνης δραχ. β΄. ἀλόης Ἰνδικῆς, ὑποκυστίδος χυλοῦ, λυκίου Ἰνδικοῦ, ἀκακίας χυλοῦ, ὀποῦ μήκωνος, κηκίδων ὀμφακιτίδων, τραγακάνθης, πεπέρεως λευκοῦ, ἑκάστου τοσόνδε, οἴνῳ ἀναλάμβανε, ἀνάπλασσε τροχίσκους, δίδου τριώβολον.

[Ἄλλος ὁ τοῦ Φιλίππου πρὸς δυσεντερικοὺς κεχρονισμένους ἀνώδυνος, πίνεται καὶ ἐνίεται.] ♃ Βαλαυστίου, ἀκακίας, ὑποκυστίδος χυλοῦ, ῥοῦ, ὀπίου, λιβάνου, σμύρνης, μύρτων μελάνων, κρόκου, κηκίδων, λυκίου, ἀλόης, ῥήου Ποντικοῦ, σιδίων ἀνὰ δραχ. δ΄. ἀναλάμβανε οἴνῳ Ἰταλικῷ καὶ ποίει τροχίσκους, ὁλκὴν ἄγοντας τριώβολον, δίδου ἀπυρέτοις μετ’ οἴνου, πυρέσσουσι μεθ’ ὑδρομέλιτος.

[Τροχίσκος ἀνώδυνος, γενναῖος ὑπνοποιὸς, κεχρονισμένοις δυσεντερικοῖς.] ♃ Χάρτου κεκαυμένου δραχ. ι΄. σανδαράχης, ἀρσενικοῦ, λεπίδος χαλκοῦ, στυπτηρίας σχιστῆς, ὀμφακίου, ἀσβέστου ἀνὰ δραχ. ε΄. κρόκου, ὀπίου ἀνὰ δραχ. β΄. ἕκαστον τρῖβε φιλοπόνως καὶ τρίψας ἀναλάμβανε οἴνῳ μυρτίτῃ καὶ ποίει τροχίσκους ὁλκὴν ἄγοντας καὶ χρῶ, λαμβάνων τὴν τελείαν ἔνεσιν δραχ. γ΄. τὴν δὲ μέσην β΄. τὴν δὲ ὑφειμένην α΄. ἐν δὲ τῇ σκευασίᾳ ἔστω σοι τὸ ὀμφάκιον μετὰ τοῦ ὀπίου βεβρεγμένον τῷ μυρτίτῃ γλυκεῖ. τὸ δὲ κρόκον ἔστω χωρὶς τετριμμένον, εἶτα ὁμοῦ μίξας τρῖβε φιλοπόνως, εἶτα τοῖς ξηροῖς κατάμιξον καὶ ἕνωσον, προσέχων μὴ ὑπὸ τῆς ἀσβέστου

καῇ τὸ φάρμακον. ἐὰν δέ τι τοιοῦτον ἐπακολουθήσῃ, ἐπίβαλλε τοῦ μυρτίτου ἱκανὸν, ὥστε ἅπαντα διαλυθῆναι. δεῖ δὲ ἐνθέρμου ὄντος τοῦ φαρμάκου ἀναπλάττειν τοὺς τροχίσκους. ἡ χρῆσις τῆς ἐν τῇ συστάσει ἀπαλλαγῆς πρὸς τὰς εὐπαθείας καὶ δυσπαθείας τῶν καμνόντων καὶ πρὸς τὸ μέγεθος. ἔνιε δὲ ἐπιμελῶς, ἐπὶ μὲν τῶν ἀπυρέτων μετ’ οἴνου αὐστηροῦ κεκραμένου κυάθων στ΄. ἐπὶ δὲ τῶν πυρεσσόντων μεθ’ ὕδατος ἢ ἀφεψήματος φοινικοβαλάνων ἢ ῥόδων ἢ μυρσίνης. δεῖ δὲ πρὸ τῆς ἐνέσεως ἄρτον διδόναι, ἀπυρέτοις μὲν μετὰ κράματος οἴνου, πυρέττουσι δὲ μεθ’ ὕδατος.

[Ἄλλος δυσεντερικοῖς ἀπυρέτοις, ποιεῖ παραχρῆμα.] ♃ Χάρτου κεκαυμένου δραχ. ι΄. σανδαράχης, ἀρσενικοῦ, λεπίδος χαλκοῦ, σχιστῆς, ὀμφακίου, λυκίου Ἰνδικοῦ, ἀκακίας χυλοῦ, ὑποκυστίδος χυλοῦ, ἀσβέστου ἀνὰ δραχ. ε΄. κρόκου, ὀπίου ἀνὰ δραχ. β΄. οἴνῳ μυρτίτῃ ἀναλάμβανε καὶ ἀνάπλασσε τροχίσκους διαφόρους τῷ μεγέθει, ἡ τελεία ἔνεσις δραχ. δ΄. ἐνιέναι δὲ χρὴ πρὸς τὸ μέγεθος τῆς διαθέσεως παραμετροῦντα καὶ τὴν ποσότητα.

ἔστω δὲ τὸ ὑγρὸν κρᾶμα γλυκέος Κρητικοῦ, ὥστε εἶναι ἐπὶ τελείας ἐνέσεως κυάθους στ΄.

[Ἐπιθέματα κοιλιακοῖς, δυσεντερικοῖς.] ♃ Ὑοσκυάμου λευκοῦ σπέρματος, σελίνου σπέρματος ἀνὰ γο δ΄. ἀνίσου σπέρματος, ῥόδων ἄνθους, ὑποκυστίδος χυλοῦ, βαλαυστίου, ῥοῦ Συριακοῦ ἀνὰ γο β΄. ὀποῦ μήκωνος γο α΄. κρόκου γο α΄. τούτων ἕκαστον λειώσας μετ’ οἴνου μυρτίτου, εἶτα ὁμοῦ μίξας, ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ, ἔνθεν κόπτων καὶ σήθων ὅσον ἐξαρκεῖ, ἀναλάμβανε φοίνιξι πατητοῖς, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει ἐπὶ τῇ κοιλίᾳ. ἄλλο. ♃ ἀκακίας χυλοῦ, σιδίων ῥοιᾶς, ὑοσκυάμου σπέρματος, ὀπίου, κηκίδων, ὀμφακίου, ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα, Συριακοῦ ἀνὰ γο γ΄. μύρτων μελάνων κοτύλην α΄. κόπτε καὶ σῆθε καὶ οἴνῳ αὐστηρῷ φυράσας, ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἡ χρῆσις δεδήλωται.

6. [Περὶ παθῶν ἑδρικῶν.] Τὰ κατὰ τὴν ἕδραν πάθη διὰ πολλὰς αἰτίας ἐστὶ δυσίατα, καὶ γὰρ αἰσθητικὸν ἱκανῶς ἐστι τὸ μόριον. εἴρηται δὲ πολλάκις ἐρεθίζεσθαι ῥᾳδίως

τὰ τοιαῦτα πρὸς τῶν δριμυτέρων καὶ αὐστηρῶν φαρμάκων, καὶ μέντοι καὶ ἡ τῶν περιττωμάτων τῆς τροφῆς διέξοδος αὐτή τε καθ’ αὑτὴν δακνώδης ἐστὶ καὶ μᾶλλον ἐπὶ τῷ διεξέρχεσθαι τήν τε χολὴν αὐτὴν καί τινας ἰχῶρας ἐνίοτε, καὶ πρὸς τούτοις ἔτι τὸ μηδὲ ἐπὶ τοῖς ἰατροῖς εἶναι τὴν προθεσμίαν τῆς ἐπιθέσεως τῶν φαρμάκων, ἀλλ’ ὡς τὰ πολλὰ κατὰ καιροὺς οὐ προσήκοντας ἐπὶ τὴν ἀπόκρισιν ὁρμᾷν τοὺς κάμνοντας. ἀλλὰ καὶ ἡ ὑγρότης καὶ θερμότης τοῦ χωρίου, δεομένη τῶν ξηραινόντων τε ἅμα καὶ ψυχόντων, οὐ σμικρὰ συντελεῖ πρὸς τὸ δυσίατον. εἴ γε δὴ δάκνει μὲν τὰ στύφοντα, φέρειν δὲ οὐ δύναται τὴν δῆξιν ὁ τόπος, εὐαίσθητος τυγχάνων, διὰ ταῦτ’ αὐτοῖς ἐπιτηδειότατα φάρμακά ἐστιν ὅσα στύφει χωρὶς τοῦ τραχύνειν, ὁποῖα μάλιστά ἐστι τῶν μεταλλικῶν ὅσα μήτε δριμέα μήτε στρυφνὰ πάντῃ τετύχηκεν ὄντα. ταῦτα γὰρ πλυνθέντα χωρὶς τοῦ δάκνειν ἐργάζεται τὸ δέον. ταῦτ’ οὖν καθόλου μεμνημένοι τὴν πεπειραμένην ὕλην ἐφεξῆς γεγραμμένην ἕξετε.

[Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι ἑδρικαί.] Ἑδρικὴ

ᾗ χρῶμαι. ♃ Ψιμυθίου, λιθαργύρου ἀνὰ δραχ. ε΄. λιβάνου, σχιστῆς ἀνὰ δραχ. γ΄. κρόκου τριώβολον, οἴνου καὶ ῥοδίνου τὸ ἱκανόν. ἑδρικὴ, ὡς Ἀπολλώνιος, ᾗ χρῶμαι. ♃ Λυκίου Ἰνδικοῦ γο β΄. οἰσύπου γο α΄. κηροῦ Τυῤῥηνικοῦ γο δ΄. οἱ δὲ γο β΄. ῥοδίνου τὸ ἱκανόν. ἄλλη. ♃ Βουτύρου γο α΄. S". κηροῦ γο α΄. S". μυελοῦ ἐλαφείου γο α΄. οἰσύπου γο α΄. λιβάνου γο α΄. σχιστῆς γο γ΄. λυκίου γο β΄. οἴνου καὶ ῥοδίνου τὸ ἱκανόν. ἄλλη, ὡς Νικόστρατος. ♃ κηροῦ Τυῤῥηνικοῦ γο α΄. λυκίου Ἰνδικοῦ γο β΄. βαλαυστίου γο S". οἰσύπου γο α΄. ἀκακίας γο S". ῥοδίνου γο δ΄. ἑδρικὴ ὡς Ἡρόφιλος. ♃ ῥόδων ξηρῶν ἢ χλωρῶν δραχ. β΄. ψιμυθίου δραχ. β΄. πομφόλυγος δραχ. β΄. κρόκου δραχ. β΄. λιθαργύρου πεπλυμένου δραχ. β΄. μελιλώτου δραχ. β΄. σχοίνου δραχ. α΄. μηκωνίου δραχ. α΄. οἰσύπου δραχ. α΄. ὠοῦ λέκιθον ὀπτὴν α΄. ῥοδίνου τὸ ἱκανὸν, χυλοῦ ἀρνογλώσσου κυάθους δύο. ἄλλη ποιοῦσα καὶ πρὸς κνησμούς. ♃ λιθαργύρου λίτρας S". λιβάνου, γῆς Σαμίας ἀνὰ γο α΄. οἰσύπου γο β΄. ῥοδίνου γο β΄. μηλίνου λίτρας S". λέαινε τὰ ξηρὰ οἴνῳ Φαλερίνῳ ἐν σκιᾷ, ἐπιπάσσων οἴσυπον καὶ τὰ 
μύρτα τὰ δύο προσθεὶς τρῖβε. ἑδρικὴ, ᾗ χρῶμαι πρὸς κονδυλώματα καὶ τὰς ἐν δακτυλίῳ φλεγμονὰς καὶ ῥαγάδας. ♃ ἀμμωνιακοῦ θυμιάματος, λίθου αἱματίτου, λιβάνου, στυπτηρίας στρογγύλης, ἑκάστου δραχ. β΄. κηκίδος, κρόκου ἀνὰ δραχ. α΄. τερμινθίνης δραχ. α΄. κηροῦ Τυῤῥηνικοῦ δραχ. ιβ΄. ῥοδίνου κοτύλας δ΄. χρῶ ἐν τῷ πεσσῷ μετὰ Συριακοῦ, ἐπὶ τῶν λοιπῶν μετὰ ῥοδίνου. ἑδρικὴ ἡ διὰ τῶν ἐγκεφάλων. ♃ στέατος χηνείου τεθεραπευμένου, κηροῦ, λιβάνου, μυελοῦ ἐλαφείου, ῥόδων ἄνθους, πομφόλυγος, καδμείας, μολύβδου πεπλυμένου ἀνὰ δραχ. δ΄. ψιμυθίου δραχ. η΄. ἐγκεφάλου γεράνου δραχ. β΄. ὀποῦ μήκωνος δραχ. α΄ S". οἰσύπου δραχ. ε΄. σέριδος χυλοῦ κοτύλην α΄. ῥοδίνου κοτύλης S". ἑδρικὴ παρὰ Ῥουστίκου, ᾗ χρῶμαι. ♃ ῥόδων χλωρῶν δραχ. η΄. γάλακτος γυναικείου κοτύλην α΄. λιθαργύρου δραχ. μ΄. μηκωνίου δραχ. μ΄. ὠὰ ὠμὰ ὁλόκληρα δύο, βουτύρου δραχ. ιστ΄. οἰσύπου δραχ. ιστ΄. σιδίων δραχ. ιστ΄. μέλιτος δραχ. ρ΄. ἐν ἄλλῳ κοτύλης S". κηροῦ δραχ. μ΄. ῥοδίνου ἢ μυρσίνου, κοτύλης S". ὡς δὲ Ἥρας, ἀντὶ οἰσύπου χηνείου στέατος
ἴσον καὶ λιθαργύρου δραχ. ι΄. γάλακτος κοτύλας δ΄. καὶ λέκιθον ὀπτήν. ἑδρικὴ παρὰ Τυράννου. ♃ λιθαργύρου γο β΄. ψιμυθίου γο β΄ S". λιβάνου γο α΄. σμύρνης γο α΄. καδμείας γο α΄ S". σχιστῆς γο δ΄. κηροῦ γο δ΄. οἴνου καὶ ῥοδίνου ἄλλη Σαμίθρης, πολύχρηστος. ♃ λιθαργύρου δραχ. ιβ΄. ψιμυθίου δραχ. β΄. χαλκίτεως δραχ. β΄. μίσυος ὀπτοῦ δραχ. α΄. τερμινθίνης δραχ. στ΄. ἐλαίου καὶ ὕδατος κοτύλας δ΄. λιπαρὰ πρὸς ἀχῶρας καὶ ψώρας. ♃ λιθαργύρου, ψιμυθίου ἀνὰ δραχ. λβ΄. χαλκάνθου δραχ. ιστ΄. θείου ἀπύρου δραχ. η΄. μυρσίνου καὶ ὄξους τὸ ἱκανόν. λιπαρὰ Γάλλου. ♃ λιθαργύρου δραχ. κδ΄. ψιμυθίου δραχ. κδ΄. σμύρνης δραχ. η΄. λιβάνου δραχ. ι΄. μυρσίνης δραχ. ιδ΄. οἴνου αὐστηροῦ τὸ ἴσον. λιπαρὰ, ᾗ χρῶμαι, Κλεοφάντου. ♃ μυρσίνου ἐλαίου, σχινίνου, ῥοδίνου ἀνὰ δραχ. ιστ΄. ψιμυθίου λίτραν μίαν, λιθαργύρου πεπλυμένου γο στ΄. οἴνου παλαιοῦ Ἰταλικοῦ ξέστου S". κηροῦ γο δ΄. ἄλλη ἐννεαφάρμακος. ♃ μέλιτος μέρος ἓν, κηροῦ λευκοῦ μέρος ἓν, μυελοῦ ἐλαφείου, σμύρνης ἀνὰ μέρος ἓν, βουτύρου μέρος ἓν, στέατος χηνείου, στέατος
μοσχείου ἀνὰ μέρος α΄. τερμινθίνης μέρος ἓν, ἐλαίου ῥοδίνου μέρος ἓν, ἔνιοι δὲ καὶ κίκεως ἕν. ἡ Ξανίτης, πολύχρηστος. ♃ κηροῦ δραχ. ιστ΄. βουτύρου δραχ. ι΄. οἰσύπου δραχ. ι΄. στέατος χηνείου δραχ. η΄. τερμινθίνης δραχ. η΄. μυελοῦ ἐλαφείου δραχ. δ΄. ῥοδίνου ὀλίγον. ἡ διὰ πηγάνου. ♃ λιθαργύρου μνᾶν α΄. πηγάνου μνᾶς S". οἱ δὲ μνᾶν α΄. ὄξους δραχ. δ΄. ἐλαίου τὸ ἱκανόν. πρὸς φίμους καὶ τὰ ἐν ἕδρᾳ. ♃ μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. ι΄. ψιμυθίου δραχ. δ΄. κηροῦ δραχ. ιβ΄. στέατος χοιρείου ἢ χηνείου δραχ. δ΄. ἐλαίου τὸ ἱκανόν. πρὸς φίμους καὶ τὰ ἐν ἕδρᾳ τοῦ Ἐἰκοδότου, ἐν ᾧ Ἀστάϊνος ἐθεραπεύθη. ♃ οἰσύπου δραχ. α΄. ὀβολοὺς γ΄. στέατος χηνείου τεθεραπευμένου χειμῶνος δραχ. στ΄. θερίας δραχ. δ΄. μυελοῦ ἐλαφείου ἢ καμήλου δραχ. β΄. κηροῦ Τυῤῥηνικοῦ δραχ. η΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. λαδάνου δραχ. β΄. στέατος μοσχείου δραχ. δ΄. τερμινθίνης δραχ. δ΄. ψιμυθίου δραχ. β΄. λιθαργύρου δραχ. α΄. ῥοδίνου κοτύλης τέταρτον, τουτέστι κύαθον α΄ S". ὅ ἐστι γο β΄ S". τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ὅταν τῷ χρόνῳ σκληρυνθῇ, ἀνίεται ῥοδίνῳ καὶ στέατι χηνείῳ. ποιεῖ καὶ πρὸς

ἀγκύλας. πρὸς κονδυλώματα, οὗ ἄμεινον οὐκ ἔστιν. ♃ στυπτηρίας σχιστῆς δραχ. γ΄. κηροῦ δραχ. η΄. κρόκου δραχ. δ΄. ψιμυθίου δραχ. β΄. ὀποβαλσάμου δραχ. α΄. οἰσύπου δραχ. η΄. λιβάνου δραχ. δ΄. ἀλόης δραχ. δ΄. τὰ τηκτὰ τήξας τῶν ξηρῶν τετριμμένων κατάχει.

[Ἀσκληπιάδου πρὸς τοὺς προπίπτοντας ἀρχοὺς τὰ ἐκ τοῦ πέμπτου τῶν ἐκτός.] Πρὸς προπίπτοντας ἀρχοὺς, ὡς Ἀρχέλαος. ♃ Σκωρίας μολύβδου δραχ. η΄. ῥοῦ Συριακοῦ δραχ. η΄. ῥόδων ἄνθους δραχ. δ΄. σμύρνης μινναίας δραχ. β΄. ξηρῷ παράπτου προαπονίπτων οἴνῳ αὐστηρῷ ἢ σχίνων ἀφεψήματι. ἄλλο. ♃ κηκίδος ὀμφακίνης, σιδίων ξηρῶν, ῥοῦ βυρσοδεψικῆς ἀνὰ δραχ. β΄. μολύβδου κεκαυμένου δραχ. δ΄. λιθαργύρου δραχ. η΄. λιβάνου δραχ. β΄. λείοις κατάπλασσε. ἄλλο. ♃ βαλαυστίου δραχ. α΄. σιδίων ῥοιᾶς δραχ. β΄. ὑοσκυάμου σπέρματος δραχ. β΄. ψιμυθίου δραχ. η΄. σμύρνης δραχ. β΄. μολύβδου πεπλυμένου δραχ. β΄. λείοις χρῶ. ἄλλο. ♃ πίτυος φλοιοῦ, λιθαργύρου, μάννης ἀνὰ δραχ. β΄. κυπαρίσσου σφαιρίων ξηρῶν δραχ. β΄. μολυβδαίνης δραχ. β΄. λείοις κατάπλασσε, πρότερον οἴνῳ ἀπονίψας

στρυφνῷ. τὸ ἡμέτερον πρὸς τοὺς προπίπτοντας ἀρχούς. ♃ ἐρείκης καρποῦ, κηκίδων, ἀκακίας, ψιμυθίου, ὑποκυστίδος χυλοῦ, πίτυος φλοιοῦ, λιβάνου, σμύρνης μινναίας ἀνὰ δραχ. δ΄. ξηροῖς κατάπασσε προαπονίψας οἴνῳ αὐστηρῷ.

7. [Περὶ αἱμοῤῥοΐδων.] Τὰ ἐν τῷ πέμπτῳ τῶν ἐκτὸς ὑπὸ Ἀσκληπιάδου γεγραμμένα περὶ αἱμοῤῥοΐδων ἐπὶ λέξεως τῆς ὑπογεγραμμένης. ἐπεὶ δὲ τῶν αἱμοῤῥοΐδων αἱ πολλαὶ χρείαν ἔχουσιν ἐκστροφῆς πρὸς εὐχερῆ τῶν φαρμάκων ἐπίθεσιν, ἀναγκαῖον καὶ τὰς τοιαύτας δυνάμεις ὑπογράφειν. ἐκστρόφια αἱμοῤῥοΐδων Μάγνου Ταρσέως, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς τῶν αἱμοῤῥοΐδων ἐκστροφάς. ♃ πεπέρεως, νίτρου ἀνὰ δραχ. α΄. λείοις παράπτου πρὸ τῆς τῶν φαρμάκων ἐπιθέσεως. ἄλλο. ♃ ἀφρονίτρου, χολῆς ταυρείας, σταφίδος ἀγρίας ἀνὰ δραχ. α΄. λείοις παράπτου, μέλιτος ὀλίγον πρόσβαλλε. ἄλλο. ♃ ἀψινθίου χυλοῦ δραχ. α΄. χολῆς ταυρείας, σταφίδος ἀγρίας ἀνὰ δραχ. α΄. ἄλλο ὡς Διογένης. ♃ κυκλαμίνου χυλοῦ, μέλιτος, ἑκάστου ἴσον, ἕψε ἐν ἀγγείῳ

χαλκῷ, ὥστε κηρωτῆς ὑγρᾶς ἔχειν τὸ πάχος. ἄλλο ἐκ τῶν Λάργου, ὥστε τὰς μόγις προπιπτούσας ἐκστρέφειν αἱμοῤῥοΐδας. ♃ κενταυρείας χυλοῦ δραχ. β΄. στυπτηρίας ὑγρᾶς δραχ. β΄. μίσυος δραχ. α΄. σταφίδος ἀγρίας δραχ. α΄. μέλιτι ἀναλάμβανε καὶ περίχριε τὸν δακτύλιον ἢ ἔριον καταβρέξας εἰς τὴν ἕδραν ἐπιτίθει. εἰ δὲ προθυμίαν ἐμποιοῖ σοι τὸ φάρμακον ἐξαναστάσεως καὶ προπέσοι ὁ ὄγκος, κατάπλαττε τοῖς πρὸς αἱμοῤῥοΐδας ἀναγεγραμμένοις, ἐπειδὴ ὑπὸ τῶν τοιούτων εὐχρήστων τὴν ἕδραν ἐκστρέφει, ἀναγκαῖον ἀναγράφειν σκευασίας παρὰ Νικοδήμου τοῦ ἐν Ῥώμῃ εὐαφίου. ♃ ψιμυθίου γο α΄. λιθαργύρου γο ε΄. καδμείας γο η΄ ἢ πομφόλυγος γο α΄. ἐλαίου μυρσίνου γο η΄. οἴνου καλοῦ γο η΄. βουτύρου γο α΄. πρὸς τὰς ἐν ἕδρᾳ φλεγμονὰς καὶ προπτώσεις. κηκίδα τὴν ξανθὴν ἑψήσας καὶ λειώσας κατάπλασσε, ἰσχυροτέρῳ μὲν οἴνῳ, πρᾳοτέρῳ δὲ ὕδατι, καὶ ὁ χυλὸς τῆς ἐχίνου ποιεῖ πρὸς φλεγμονὰς καὶ προπτώσεις τῆς ἕδρας. ἄλλο. ♃ πίτυος φλοιοῦ δραχ. η΄. κυπαρίσσου σφαιρίων ξηρῶν δραχ. β΄. προαπονίψας οἴνῳ 

στρυφνῷ λείοις κατάπλασσε. πρὸς δὲ τὰς πυρώδεις ὀδύνας τῆς ἕδρας, ὠοῦ ὀπτοῦ λέκυθον λειώσας οἴνῳ λευκῷ καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν διάχριε. πρὸς δὲ τοὺς κνησμοὺς, τὴν κιμωλίαν λειώσας ἀναλάμβανε κηρωτῇ μυρσίνῃ. πρὸς δὲ τὰς ἐν δακτυλίῳ καὶ αἰδοίῳ ῥαγάδας, σποδοῦ ξυσμάτων ὀθονίων κεκαυμένων καὶ ἀμύλου ἴσον λεάνας καὶ ἐλαιῶν φύλλων χυλοῦ μίξας κατάχριε. τροχίσκος πρὸς ἐξοχάς. ♃ ἀλόης, κρόκου ἀνὰ δραχ. β΄ S". στυπτηρίας σχιστῆς γο α΄. λείου οἴνῳ Ἀμιναίῳ καὶ χρῶ.

8. [Πρὸς τὰς τοῦ αἰδοίου διαθέσεις.] Τῆς τοῦ αἰδοίου ἑλκώσεως ἡ διάγνωσις ἐκ τοῦ σαφῶς ὀδυνᾶσθαι κατ’ αὐτὸ μετὰ τοῦ καὶ κατὰ τὰς οὐρήσεις ἐκκρίνεσθαί τι τῶν συνεδρευόντων τῷ ἕλκει. διακρίνεται δὲ ταῦτα τῶν ἐκ κύστεως φερομένων τῷ φθάνειν αὐτίκα κατὰ τὴν πρώτην ἔξοδον φαίνεσθαι· τὰ δὲ ἐκ τῆς κύστεως ἀναμεμίχθαι τοῖς οὔροις. τὰ δ’ ἐν αἰδοίοις ἕλκη καὶ κατὰ τὴν ἕδραν χωρὶς φλεγμονῆς ὄντα ξηραινόντων πάνυ δεῖται φαρμάκων, οἷά ἐστι τό τε διὰ τοῦ κεκαυμένου χάρτου καὶ ἄνηθον κεκαυμένον

ξηρὸν καὶ κολοκύνθη κεκαυμένη. τοῖς δὲ ἀνίκμοις καὶ προσφάτοις τῶν ἑλκῶν καὶ ἀλόη φάρμακον ἀγαθὸν, ἐπιπαττομένη ξηρὰ χνοώδης. πάντων δ’ αὐτῶν ἀνωδυνώτατόν τε καὶ οὐδενὸς ἧττον δραστήριον ὁ πομφόλυξ ἐστίν. εἰ δὲ ὑγρότερα τύχοι τὰ ἕλκη, πίτυος φλοιὸς καθ’ ἑαυτὸν καὶ λίθος αἱματίτης. εἰ δὲ καὶ βάθος αὐτοῖς τι συνῇ τοῖς εἰρημένοις, μάννης μικτέον. αἱ δὲ κατὰ τὴν μήτραν ἑλκώσεις ἢ κύστιν τῶν αὐτῶν δεόμεναι φαρμάκων, ὀργάνων χρῄζουσι τῶν εἴσω παραπεμπόντων αὐτὰ, διὰ τῶν μητρεγχυτῶν καὶ καθετήρων καλουμένων. ἐπιτηδειότερα τοίνυν τὰ ξηρὰ, οἷός ἐστι κρόκος καὶ πομφόλυξ καὶ ἀλόη, μίγνυμεν ῥᾳδίως εἴτε ἀρνογλώσσου χυλῷ εἴθ’ ἑτέρῳ τοιούτῳ. πρὸς τοὺς ὀσχέου καὶ αἰδοίου πόνους. βουτύρῳ καὶ ῥητίνῃ ἴσοις χρῶ. ἢ λινόσπερμον ἑψήσας μεθ’ ὕδατος καὶ μίξας σμύρνης ὅσον δέκατον μέρος καὶ ῥητίνης ἴσον κατάπλασσε. πρὸς δὲ τὸ οἰδοῦν αἰδοῖον. ♃ ἀμπέλου φύλλων ἁπαλῶν δραχ. α΄. λιβανωτοῦ δραχ. α΄. ψιμυθίου δραχ. ε΄. τρίψας κατάπλασσε. χρῶ δὲ καὶ καταντλήσει θαλάσσης ψυχρᾷ καὶ ἀναπαύσει καὶ ἀναδέσει
τοῦ καυλοῦ. ἄλλο. φακὴν ἑφήσας ἐν ὕδατι καὶ ῥοιῶν λέπη λειώσας κατάπλασσε. ἐὰν δὲ ἀπὸ ἱδρώτων ἐν ὀσχέῳ ἕλκη γένηται, κηκίδα λείαν καὶ στυπτηρίαν ἐπίπασσε. πρὸς δὲ τὰ ἐν αἰδοίοις φυόμενα ἀπίου σπέρμα ἐπίπασσε καὶ τραγείᾳ χολῇ περίχριε. τὰς δὲ ῥαγάδας ἐν αἰδοίοις ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ τριβεῖσα, ἄχρις ἂν γλοιωθῇ μιγνυμένης καὶ ὠοῦ λεκίθου ὀπτῆς ἢ ῥοδίνου καὶ ἀμύλου καὶ λιβάνου ἀνὰ γο α΄. ἢ κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα, τριβεῖσα μετ’ ἐλαίου ἐν θυείᾳ μολυβδίνῃ. πρὸς τὰς τῶν αἰδοίων φλεγμονάς. σταφίδος ἐκγεγιγαρτισμένης καὶ κύμινον τρίψας ἐπιτίθει. ἢ κρίθινον ἄλευρον ἑψήσας ἐν μελικράτῳ, ἀμπέλου ἁπαλὰ φύλλα τρίψας μετὰ ἀλφίτου, ἅπαντα ἐπιτίθει. ἢ κύμινον τρίψας μετὰ βουτύρου καὶ ῥητίνης ἴσων τακέντων. πρὸς δὲ τοὺς διδύμους ἀφθῶντας, γῇ κιμωλίᾳ μεθ’ ὕδατος προκαταχρίσας, ἔασον ξηρανθῆναι καὶ κατανίψας ὕδατι θερμῷ μυρσίνην ξηρὰν λείαν καὶ σμυρνίου σμικρὸν τρίψας κατάπλασσε. τὰς δὲ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων

τέφρα κληματίνη, σὺν νίτρῳ καὶ ὕδατι. φυραθεῖσα, ἰᾶται καταπλασσομένη.

9. [Περὶ πριαπισμοῦ.] Ὁ πριαπισμὸς αὔξησις αἰδοίου ἐστὶ μόνιμος εἰς μῆκός τε καὶ κύκλον ὀγκουμένου, χωρὶς τῆς εἰς ἀφροδίσια ὁρμῆς. φυσῶδές ἐστι πνεῦμα δηλονότι τὸ ἐξογκοῦν τὸ μόριον, τικτόμενον ἐξ ὑγρῶν γλίσχρων καὶ παχέων, ὑπὸ θερμότητος μετρίας. πρόδηλον οὖν ὡς οὐ δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπιεικῶς, τῇ ῥοδίνῃ κηρωτῇ μεθ’ ὕδατος ἀνακοπτομένῃ καὶ διὰ τοῦ χαμαιμήλου τῷ τε αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτεθέντα. τὰ δὲ ἐν διαίτῃ καὶ φαρμάκοις προσφέρειν τῆς λεπτυνούσης δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, προσάγειν δὲ καὶ τὰ φυσικῶς ἐνεργοῦντα διὰ τῆς πείρας εὑρημένα καὶ τήν τε νυμφαίαν πίνειν διδόναι καὶ τὸ τοῦ ἄγνου σπέρμα καὶ πήγανον χλωρὸν τοῖς ὄψοις μιγνύντα, τοῦτο δὲ κατ’ ἀρχὰς μὴ διδόναι, θερμαίνει γὰρ ἱκανῶς, ἀλλ’ ὕστερον μετὰ τὴν χρῆσιν τῶν ἄλλων λεπτυνόντων. κενώσει δὲ χρώμενον δι’ ἐμέτων τοῦτο ποιεῖν· αἱ γὰρ διὰ τῆς κάτω γαστρὸς ῥευματίζουσι

πολλάκις καὶ τὰ γειτνιῶντα μόρια. πρὸς τοὺς ἐνουροῦντας. κύστιν αἰγείαν ἢ προβατείαν κεκαυμένην πότιζε δι’ ὀξυκράτου, ἑσπέρας δὲ διψῶντας κοιμᾶσθαι. ποιεῖ δὲ καὶ λαγωοῦ ὄρχις ἐπιζεννύμενος οἴνῳ εὐώδει, εἶτα πινόμενος. καλαμίνθην καὶ σμύρναν δὸς πιεῖν ἐν οἴνῳ πρὸ τοῦ δείπνου. καταχριέσθω δὲ καὶ τὸ αἰδοῖον κιμωλίᾳ μετὰ περδικίου χυλοῦ.

10. [Πρὸς τὰς τῆς ὑστέρας διαθέσεις.] Ἐπὶ τῆς ὑστερικῆς πνιγὸς συμβαίνει ἀναισθησία καὶ ἀκινησία καὶ σφυγμὸς ἀμυδρὸς καὶ μικρὸς καὶ παντελὴς ἀσφυξία. ἐπ’ ἐνίων δὲ ἡ μὲν αἴσθησις καὶ ἡ κίνησις πάρεστι καὶ ὁ λογισμὸς, μόλις δὲ ἀναπνέουσιν. ἔνιαι δὲ καὶ ἄφωνοι τυγχάνουσιν, ἕτεραι δὲ συνέλκονται τὰ κῶλα. γίνεται τοίνυν ἡ ἀναισθησία καὶ ἀκινησία καὶ ἄπνοια κατὰ ψύξιν αὐταῖς, ἀρκουμέναις μόνῃ τῇ διὰ τῶν ἀρτηριῶν παντὸς τοῦ σώματος διαπνοῇ, τῆς διὰ τοῦ στόματος ἀναπνοῆς μὴ χρῃζούσαις, ὡς εἴρηται, διὰ ψύξιν, ὁπόταν ἐν τῷ πρόσθεν χρόνῳ καθαιρούμεναι καλῶς καὶ κυΐσκουσαι καὶ ἀνδράσιν ὁμιλοῦσαι στερηθῶσι

τούτων, ὡς ὁρᾷν τοῦ ὑγροῦ καὶ ψυχροῦ ἐν ἑαυτοῖς σπέρματος καταψύχοντος τὸ πᾶν σῶμα. πρὸς οὖν τοὺς ἀπὸ τῆς ὑστέρας πνιγμοὺς ἁρμόζει πινομένη ἀγαρικοῦ δραχ. α΄. ἐν οἴνῳ, ἀρνογλώσσου καρπὸς καὶ χυλὸς σὺν οἴνῳ. ὄνυξ ὁ ἐκ κοκχύλης πινόμενος. ὄξος σκιλλητικὸν ῥοφούμενον. ὀσφραινόμενα δὲ ἐπεγείρει τὰς πνιγομένας, ἄσφαλτον, καστόριον, χαλβάνη, πίσσα ὑγρὰ, κεδρία, τρίχες καεῖσαι καὶ πήγανον, κρόμμυον, σκόροδον. ὑποθυμιᾶται δὲ καὶ πρὸς τὰ αὐτὰ καὶ κέρας ἐλάφου καὶ πήγανον σὺν μέλιτι, ἐρίῳ ἀναληφθὲν προστίθεται τῷ δακτυλίῳ.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Κ.

1. Ὅτι μὲν νεφριτικὰς ἀντιδότους τε καὶ δυνάμεις ὀνομάζουσιν ὅσαι νεφροὺς πάσχοντας ὠφελοῦσιν ἐξ αὐτῆς τῆς προσηγορίας δῆλον. ἔστι δὲ αὐτῶν ἡ διαφορὰ ἡ γενικωτάτη διττή. τινὲς μὲν γὰρ τοὺς λιθιῶντας νεφροὺς ὀνίνασιν, ἔνιαι δὲ τοὺς φλεγμονώδεις τε καὶ ἑλκώδεις, αἵπερ καὶ πρὸς τὴν κύστιν ὁμοίως πάσχουσαν ἁρμόττουσιν. ἐναντιώταται δέ εἰσιν ἀλλήλαις αἱ δυνάμεις τῶν εἰρημένων φαρμάκων.

πρὸς μὲν γὰρ τὰς φλεγμονώδεις καὶ ἑλκώδεις διαθέσεις συντιθέμεναι παρηγορικῶν δέονται φαρμάκων. ἐπεὶ δ’ ἀδύνατόν ἐστι ταῦτα διὰ ταχέων ἀφικέσθαι πρὸς τὰ κατὰ νεφροὺς χωρία, διὰ ταῦτα αὐτοῖς μίγνυμεν διουρητικὰ φάρμακα· τὰ δὲ τοῖς λιθιῶσιν ἀρήγοντα μιᾶς δεῖται δυνάμεως τῆς τέμνειν καὶ διαῤῥύπτειν πεφυκυίας μετὰ θερμότητος ἐπιφανοῦς. ἔστι δὲ τὰ τοιαῦτα σχεδὸν ἅπαντα πικρά. καθάπερ οὖν ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τούτων τὴν πεπειραμένην ὕλην ἐφεξῆς γράψω, τὴν ἀρχὴν ἀπὸ τῶν πρὸς τὰς ἑλκώδεις τε καὶ φλεγμονώδεις διαθέσεις ἁρμοττόντων ποιησάμενος, ἀφ’ ὧν καὶ οἱ περὶ τὸν Ἀνδρόμαχόν τε καὶ Ἀσκληπιάδην ἀρξάμενοι μετέβησαν ἐφεξῆς ἐπὶ τὰς λίθους θρυπτούσας.

[Αἰ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι νεφριτικαὶ πρὸς τὰς ἐν νεφροῖς καὶ κύστει διαθέσεις.] Πότημα. ♃ λινοσπέρματος, μήκωνος λευκοῦ σπέρματος, σικύου σπέρματος, τραγακάνθης ἀνὰ δραχ. β΄. ἀμύλου δραχ. δ΄. δι’ ὕδατος τροχίσκους ἀναλάμβανε, δίδου πρὸς κύστιν ἡλκωμένην καὶ δυσουρίαν.

ἄλλο. ♃ στροβίλους λ΄. ἀμύγδαλα κ΄. φοίνικας ιε΄. τραγακάνθης δραχ. δ΄. χυλοῦ γλυκυῤῥίζης δραχ. β΄. κρόκου ὀβολὸν α΄. σμύρνης ὀβολὸν α΄. διεὶς οἴνῳ προτρόπῳ, ὡς ἐπιτηδείῳ χρῶ. ἄλλο πρὸς τὰς ἐν κύστει διαθέσεις καὶ ἑλκώσεις. τροχίσκος ᾧ χρῶμαι. ♃ σικύου σπέρματος δραχ. ιβ΄. ὑοσκυάμου σπέρματος δραχ. στ΄. κωνείου σπέρματος, ὀπίου, μαράθρου, κρόκου ἀνὰ δραχ. γ΄. κασσίας δραχ. δ΄. ἀμύγδαλα ι΄. κάρυα Ποντικὰ ι΄. σελίνου σπέρματος δραχ. στ΄. μαλάχης ἀγρίας σπέρματος δραχ. γ΄. γλυκεῖ Κρητικῷ ἀναλαβὼν δίδου τριώβολον ἀπυρέτοις ἐν γλυκεῖ, ἔν τισι κωνείου δραχ. στ΄. ἄλλο πρὸς τὰ αὐτὰ καὶ ἀλγήματα κύστεως. ♃ κρόκου, βήσασα σπέρματος, μαλάχης ἀγρίας σπέρματος ἀνὰ δραχ. στ΄. ὑοσκυάμου σπέρματος δραχ. ιβ΄. ὀπίου δραχ. στ΄. σελίνου σπέρματος δραχ. ιβ΄. κάρυα Ποντικὰ η΄. ἀμύγδαλα κ΄. σικύου σπέρματος δραχ. ιβ΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος κυάθων τριῶν. ἄλλο, πρὸς τοὺς αἱμοῤῥοοῦντας ἀπὸ κύστεως. ♃ σχιστῆς δραχ. α΄. τραγακάνθης δραχ. β΄. κόμμεως ὀβολὸν α΄. ἐν γλυκεῖ δίδου ὀβολοὺς β΄. ποτὲ δὲ ὀβολὸν α΄.
πρὸς τὰς ἐν κύστει διαθέσεις οὐρητικὰ ἀπὸ Μακεδόνος καὶ πρὸς ἡπατικοὺς, ὑδρωπικοὺς, ἰκτερικοὺς, νεφριτικοὺς καὶ πάντα τὰ περὶ τὴν κύστιν συμπτώματα, θρύπτει λίθους. ♃ ἀκόρου δραχ. ν΄. φοῦ δραχ. κε΄. νάρδου Κελτικῆς δραχ. κδ΄. δαύκου σπέρματος δραχ. κβ΄. κινναμώμου δραχ. λβ΄. μήου δραχ. ιστ΄. ἀσάρου δραχ. κδ΄. πετροσελίνου δραχ. ιστ΄. ὀποβαλσάμου δραχ. ιστ΄. καὶ τοῦ καρποῦ τὸ αὐτὸ, κρόκου δραχ. κδ΄. σμύρνης δραχ. κ΄. γλυκείας ῥίζης δραχ. ιστ΄. νάρδου Ἰνδικῆς δραχ. ιστ΄. κασσίας δραχ. ιβ΄. ἀμώμου δραχ. ιστ΄. σταφίδος δραχ. η΄. τραγακάνθης δραχ. θ΄. τὰ ξηρὰ ἀναλαμβάνων μέλιτι, τὴν τραγάκανθαν οἴνῳ Ἀμιναίῳ βρέχων, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, μετ’ οἴνου κυάθων τεσσάρων, πυρέττουσιν ἐν μελικράτῳ. ἄλλο πρὸς τὰ ἐν κύστει ἕλκη καὶ φλεγμονάς. ♃ στροβίλους κ΄. σικύου σπέρματος ἡμέρου κόκκους μ΄. ἀμύλου τριώβολον, λιβανωτοῦ, νάρδου ἀνὰ δραχ. α΄. σελίνου σπέρματος κυάθους β΄. ἐν ὕδατος ξε. α΄. ἕψεται νάρδος σέλινον, εἶτα τοῦ ἀφεψήματος μίγνυνται τοῖς προγεγραμμένοις κύαθοι β΄. πρὸς λιθιῶντας, ὡς βάσσα ἡ Μαρίου ἐθεραπεύθη, ὥστε θρύπτειν καὶ αὖθις μὴ
συνίστασθαι. ♃ κασσίας δραχ. β΄. σελίνου σπέρματος δραχ. γ΄. σμύρνης μιναίας δραχ. δ΄. πεπέρεως λευκοῦ δραχ. β΄. λιβάνου δραχ. γ΄. λίθου Συριακοῦ ἄῤῥενος δραχ. α΄ ἢ τοῦ θήλεος δραχ. α΄. σταφυλίνου σπέρματος, ἀνίσου ἀνὰ δραχ. β΄. στύρακος δραχ. γ΄. ἴρεως Ἰλλυρικῆς δραχ. γ΄. μήκωνος λευκῆς σπέρματος δραχ. β΄. ναρδοστάχυος ἴσον, ἀμυγδάλων πικρῶν καθαρῶν, ἀσάρου ἀνὰ δραχ. γ΄. σμυρνίου σπέρματος, κυπέρου ἀνὰ δραχ. β΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, δίδου καθ’ ἡμέραν· πρὸς λιθιῶντας, θραύουσα καὶ κατὰ μικρὸν ἐκκρίνουσα, μέχρις οὗ καθαρίσῃ τὴν κύστιν, εἶτα διαυγὲς ἀπουρήσῃ· καὶ τὸ μέγιστον, ἀποθεραπεύει, ὡς μηκέτι γεννᾶσθαι. ♃ δαύκου σπέρματος, ἀνίσου, σικύου σπέρματος, πετροσελίνου, σμύρνης ἀνὰ δραχ. στ΄. κασσίας δαφνίτιδος, κινναμώμου, νάρδου Κελτικῆς ἀνὰ δραχ. δ΄. λεῖα ποιήσας ἀναλάμβανε σὺν ὕδατι, ἡλίκα θέρμος μικρὸς καὶ δίδου νήστεσι καθ’ ἡμέραν, ἐπὶ ἡμέρας λ΄. σὺν ὕδατος κυάθοις γ΄. τοῦτο, ὡς παρελάβομεν, μετά τινος θρησκείας σκευάζεται. ξυλίνῳ γὰρ ὅλμῳ καὶ ὑπέρῳ κόπτεται, 

καὶ τὸν κόπτοντα δεῖ μήτε δακτυλίδιον ἔχειν σιδηροῦν μήτε ὑποδήματα ἡλοκοπημένα. τοῦτο ἀπὸ Ῥουστίκου ὡς μυστήριον ἐλάβομεν. πρὸς νεφριτικοὺς καὶ ῥεῦμα πᾶν, ὡς Ἀπολλώνιος. ♃ μανδραγόρου φλοιοῦ πεφωγμένου δραχ. α΄ S". ὑοσκυάμου σπέρματος πεφωγμένου, μήκωνος μελαίνης σπέρματος πεφωγμένου ἀνὰ δραχ. α΄ S". ἀνίσου πεφωγμένου δραχ. α΄ S". τραγακάνθου, φοινικοβαλάνων τῆς σαρκὸς ἀνὰ δραχ. γ΄. μετὰ μέλιτος δίδου.

[Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι νεφριτικαί.] Ἀντωνίου Μούσα. ♃ πιτυΐδων κεκομμένων καὶ κεκοσκινισμένων δραχ. κ΄. μήκωνος μελαίνης σπέρματος, τραγακάνθης ἀνὰ δραχ. β΄. νάρδου Κελτικῆς, κρόκου, ἀνίσου ἐπτισμένου, δαύκου Κρητικοῦ τῆς ῥίζης, γλυκείας ῥίζης ἀνὰ δραχ. α΄. κόστου τριώβολον, σκεύαζε διὰ προτρόπου καὶ ἀνελοῦ εἰς πυξίδα καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ προτρόπου κύαθον α΄. καὶ ὕδατος θερμοῦ κυάθους β΄. ἄλλο. ♃ σικύου ἡμέρου σπέρματος πεφωγμένου δραχ. γ΄. μαλάχης καρποῦ δραχ. ε΄. στροβίλου πεφωγμένου δραχ. στ΄. σελίνου σπέρματος δραχ. ζ΄. λινοσπέρματος

δραχ. α΄. ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. θ΄. ἀναλάμβανε γλυκεῖ καὶ δίδου καθὰ προείρηται. ἄλλο νεφριτικοῖς Ὀνησιδήμου. ♃ ἀμυγδάλων πικρῶν δραχ. ιστ΄. δαύκου Κρητικοῦ σπέρματος, μαλάχης καρποῦ ἀνὰ δραχ. στ΄. ἴρεως ἀγρίας ῥίζης δραχ. η΄. κέρατος ἐλαφείου κεκαυμένου, τραγακάνθης, νάρδου Κελτικῆς, σικύου ἡμέρου σπέρματος ἀνὰ δραχ. στ΄. γλυκέος, ὅσον ἐξαρκεῖ, σκεύαζε καθὰ προείρηται. ἄλλο φάρμακον ἐπιτετευγμένον. τούτῳ ἔσμεν πολλοὺς χρησαμένους νεφριτικοὺς καὶ τῆς ὅλης ἀπαλλαγέντας διαθέσεως. δεῖ δὲ ἐπὶ πολλὰς ἡμέρας ἐπιμένειν τῷ φαρμάκῳ, δίδοται καὶ λιθιῶσι καὶ κωλικοὺς θεραπεύει καὶ τὰς περὶ κύστιν διαθέσεις, ἔχει δὲ οὕτω. ♃ καρύων Ποντικῶν κεκαθαρμένων, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, σικύου σπέρματος κεκαθαρμένου ἀνὰ δραχ. γ΄. κωνείου σπέρματος, κρόκου, μαλάχης σπέρματος, ὀπίου ἀνὰ δραχ. στ΄. ὑοσκυάμου λευκοῦ σπέρματος, σελίνου σπέρματος ἀνὰ δραχ. ιβ΄. ἀναλάμβανε τροχίσκους μέλιτι ἀναπλάττων καὶ δίδου τριώβολον καὶ μελικράτου θερμοῦ κυάθους γ΄. ἐν ἄλλῳ καὶ βήσασα δραχ. στ΄. ἄλλο πρὸς τὰς ἐν νεφροῖς πωρώδεις
ὑποστάσεις, Ὀνησιδήμου. σύμφυτον καὶ σίον καὶ ἀρτεμόνιον ἕψε μετ’ οἴνου καὶ τὸ ὑγρὸν ἐκθλίψας δίδου κυάθους δύο καὶ ὕδατος τὸ ἴσον. ἄλλο. μαλάχης ἀγρίας τὴν ῥίζαν καὶ πηγάνου ἀγρίου ῥίζαν καὶ ὀρεοσελίνου ῥίζαν, ἕψε μετ’ οἴνου καὶ καθὰ προείρηται δίδου. ἄλλο πρὸς λιθιῶντας καταπαστόν. ♃ βαλσάμου καρποῦ μέρη β΄. λίθου τοῦ ἐν σπόγγοις εὑρισκομένου τὸ ἴσον, γλήχωνος ξηρᾶς, μαλάχης ἀγρίας σπέρματος, ὠκίμου ξηροῦ ἑκάστου τὸ ἴσον, κόψας καὶ σήσας, ἀπόθου καὶ δίδου κοχλιάριον καὶ οἴνου κεκραμένου κυάθους δύο. ἄλλο. στρουθίου ῥίζης μέρος ἓν, ἴριδος ἀγρίας ξηρᾶς ἴσον, ὀξαλίδος ξηρᾶς τὸ ἴσον, ἀνεμώνης ἐχούσης τὸ ἄνθος μήλινον ξηρᾶς τοσόνδε, κόψας καὶ σήσας καθὰ προείρηται χρῶ. καταπότια Ἡρακλείδου Ταραντίνου, διαλύει τοὺς ἐν κύστει πώρους, ἀγαθὰ δὲ καὶ πρὸς στραγγουρίαν. ♃ πεπέρεως, χαλβάνης ἀνὰ δραχ. α΄. ὀποῦ Λιβυκοῦ δραχ. β΄. σμύρνης δραχ. δ΄. προτρόπου τὸ ἱκανὸν, ποίει καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου τρία καὶ γλυκέος ἐπιπιεῖν
κυάθους δύο. ἄλλο. ♃ ἀμμωνιακοῦ θυμιάματος, πεπέρεως, ἀφρονίτρου ἀνὰ δραχ. α΄. βαλσάμου καρποῦ δραχ. β΄. σμύρνης δραχ. δ΄. ἀναλάμβανε προτρόπῳ καὶ ποίει καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου τρία καὶ οἴνου γλυκέος ἐπιῤῥοφείτω τεταρτημόριον, δίδου δὲ ἐπὶ ἡμέρας μη΄. προλούων. τροχίσκος διουρητικὸς, κατάγει λίθους καὶ πωρώδεις ὑποστάσεις. ♃ ἀσάρου, πετροσελίνου, φοῦ, μήου ἀνὰ δραχ. δ΄. ἀκόρου, ἀνίσου σπέρματος, δαύκου σπέρματος, ὀρεοσελίνου, καρποῦ βαλσάμου, τραγακάνθης ἀνὰ δραχ. β΄. τὴν τραγάκανθαν γλυκεῖ διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον μετὰ γλυκέος κεκραμένου κυάθων β΄. ἄλλο Χαρικλέους, κατάγει ψαμμώδεις ὑποστάσεις, ποιεῖ πρὸς τὰς μεθ’ ἑλκώσεως διαθέσεις. ♃ σελίνου σπέρματος, πετροσελίνου. σπέρματος, ἀνίσου ἀνὰ δραχ. ιστ΄. σχοίνου ἄνθους, κρόκου, τραγακάνθης ἀνὰ δραχ. στ΄. δαύκου Κρητικοῦ σπέρματος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. δ΄. σκεύαζε καθὰ προείρηται καὶ δίδου δραχ. α΄. μετὰ προτρόπου κεκραμένου κυάθων γ΄. Ἀντίδοτος ἡ διὰ τῶν λίθων, ὡς Μιθριδάτης,
ποιεῖ νεφριτικοῖς καὶ πρὸς τὰς περὶ κύστιν διαθέσεις θρύπτει λίθους καὶ πώρους διαλύει. ♃ σμυρνίου σπέρματος, κυπέρου, ναρδοστάχυος, μήκωνος λευκῆς σπέρματος, κινναμώμου, κασσίας σύριγγος, πεπέρεως λευκοῦ σταφυλίνου σπέρματος ἀνὰ γο α΄. λιβάνου ἀτμήτου, σελίνου σπέρματος, κρόκου, στύρακος, ἴρεως, ἀμυγδάλων πικρῶν, ἀκόρου, ἑκάστου γο α΄ S". λίθου Συριακοῦ θήλεος ἢ ἄῤῥενος γο S". σμύρνης μινναίας γο β΄. μέλιτι φύρα. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη ἡ τοῦ Βιεννίτου, φάρμακον ἐπιτετευγμένον, ἀνώδυνον, χρήσιμον καὶ νεφριτικοῖς καὶ πρὸς τὰς περὶ κύστιν ἑλκώσεις καὶ λίθους θρύπτει καὶ πηλὸν ἀπουρεῖν ποιεῖ. ♃ ἴρεως δραχ. δ΄. μήου, σεσέλεως, χαμαίδρυος, ὑπερικοῦ, κνεώρου, κάγχρυος, ἑκάστου τοσόνδε, ἀμώμου δραχ. η΄. κινναμώμου δραχ. ιβ΄. λιβανωτίδος ὀρεινῆς, νάρδου Ἰνδικῆς, κρόκου Κιλικίου, πετροσελίνου, πολίου, πηγάνου ἀγρίου σπέρματος, δικτάμνου Κρητικοῦ, ἑκάστου τὸ ἴσον, γλυκυῤῥίζης, λίθου Συριακοῦ ἄῤῥενος ἀνὰ δραχ. ιστ΄. θλάσπεως δραχ. κδ΄. ἄγνου καρποῦ, σμύρνης, σφονδύλου, ἑκάστου τοσόνδε, καρδαμώμου 

δραχ. μή. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ οἰνομέλιτος κεκραμένου κυάθους δ΄.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς τοὺς νεφριτικοὺς, ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Τοὺς δὲ νεφριτικοὺς διαιτῶ προσηκόντως, ἐπιθεὶς μὲν κηρωτὴν ῥοδίνην μετὰ στύρακος, μαλαγματῶδες ποιήσας. σφόδρα ἔφη ἀξιολόγως ὁ παρὰ τῷ Φρίκῃ Λινοφόβῳ ἀντιπαθῶς βοηθεῖν εἰς ἀνασκευὴν, πρωτοτόμου καυλοῦ ἀφεψήματος κυ. β΄. νήστει διδομένους ἐπὶ ἡμέρας θ΄. ἐπίπασσε δὲ ἅλας ὀλίγους καὶ μᾶλλον ὀνίνησιν. ἄλλο. πότιζε ῥόδων φύλλων, ἀμυγδάλων λελεπισμένων, λιβάνου ἴσα, μήκωνος κωδυῶν τὸ διπλοῦν, προτρόπῳ ἀναλάμβανε καὶ εἰς κεραμεοῦν ἀγγεῖον ἀπόθου μὴ ἐν νοτίδι, δίδου δύο ὀβολοὺς μετὰ προτρόπου. ἔνιοι ἀντὶ τῶν ἀμυγδάλων ἄμυλον βάλλουσι, καὶ ἀντὶ προτρόπου ὕδατι μὲν ἀναλαμβάνουσι, ποτίζουσι δὲ μετὰ προτρόπου.

2. [Περὶ ἰσχιάδος καὶ ποδάγρας καὶ ἀρθρίτιδος.] Ἐκ τοῦ γένους τῆς ἀρθρίτιδος ἥ τε ἰσχιάς ἐστι καὶ ποδάγρα.

ὅπερ γὰρ ἐν ἅπασι τοῖς ἄρθροις ἡ ἀρθρῖτις ἐστὶ, τοῦτ’ ἐφ’ ἑνὸς μὲν τοῦ κατ’ ἰσχίον ἰσχιάδα καλοῦσιν, ἐπὶ ποδὸς δὲ ποδάγραν. ἄρχεται μὲν οὖν ὡς τὰ πολλὰ καὶ ἡ τῆς ποδάγρας γένεσις ἐξ ἑνὸς ἄρθρου, προέρχεται δὲ ἐπὶ πάντα χρονίζουσα. κοινὸν δὲ τῶν τριῶν παθῶν ἐστι πλεονεξία χυμοῦ, καταλαμβάνουσα τὴν πάσχουσαν διάρθρωσιν, ἧς πληρωθείσης εἰς πάντα συμβαίνει τείνεσθαι τοῖς περικειμένοις νευρώδεσι μορίοις, κᾀκ τούτων γίγνεσθαι τὴν ὀδύνην. ἐνίοτε μὲν οὖν ὁ κατασκήπτων χυμὸς αἱματικός ἐστιν, ὡς τὸ πολὺ δὲ φλεγματώδης ἢ μικτὸς ἐκ φλεγματώδους τε καὶ χολώδους ἢ καὶ σὺν αὐτοῖς αἵματος. ἀκριβέστερον δέ τις ἑρμηνεύων οὐ φλεγματώδη χυμὸν, ἀλλὰ τὸν ἰδίως ὀνομαζόμενον ὠμὸν, ἐπικρατεῖν ὡς τὸ πολὺ φαίη κατὰ τὰς ἀρθρίτιδας. ἔστι δὲ παχὺς οὗτος, ὁμοίως τῷ πύῳ τῷ παχεῖ. χρονίζων δὲ ἐν τοῖς ἄρθροις οὐ μόνον παχύτερος, ἀλλὰ καὶ γλισχρότερος γίνεται. τῶν τε οὖν ὀνομαζομένων πώρων ἡ γένεσις ἐκ τούτων, κᾀπειδὰν γένωνται, μηκέτι ἐλπίσῃς εἰς τὴν ἀρχαίαν κατάστασιν
ἀκριβῶς ἐπανελθεῖν δύνασθαι τὸ ἄρθρον. εὐφώρατοι δὲ αἱ διαφοραὶ τῶν λυπούντων χυμῶν εἰσι, ταῖς χροιαῖς καὶ τοῖς συμπτώμασι καὶ τῇ πείρᾳ τῶν προσφερομένων φαρμάκων. ἡ μὲν οὖν ἀπὸ τῆς χρόας διάθεσίς τε καὶ διάγνωσις αὐτῶν ἅπασι γνώριμος, ἡ δὲ ἀπὸ τῶν συμπτωμάτων εἰ καὶ μὴ πᾶσι μηδ’ ἐκ προχείρου σαφὴς, ἀλλ’ οὐδὲ χαλεπὴ γνωσθῆναι. τὸ γὰρ χολῶδες αἷμα θερμασίας πολλῆς αἴσθησιν ἐργάζεται τῷ κάμνοντι παροξύνεταί τε τῶν θερμαινόντων ἐπιτιθεμένων, ὥσπερ αὖ πάλιν ὑπὸ ψυχόντων ἀνίεται. πρὸς δὲ τὴν διάγνωσιν τοῦ λυποῦντος χυμοῦ συντελέσει σοι καὶ ἡ προγεγενημένη δίαιτα, διὰ γυμνασίων ἢ ἀργίας γεγονυῖα καὶ λουτρῶν ἐπὶ τροφαῖς ἢ πρὸ τροφῶν, ὥσπερ γε καὶ τούτων τῶν γυμνασίων καὶ ἐδεσμάτων ἥ τε ποσότης καὶ ἡ ποιότης, ἥ θ’ ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις τοῦ χωρίου, ὥσπερ γε καὶ ἡ ἡλικία καὶ ἡ ἕξις τοῦ σώματος, ὧν ἁπάντων ἐν πολλοῖς πολλάκις τὰς δυνάμεις διῆλθον. ἀρχὴ δὲ ἔστω σοι τῆς θεραπείας ἡ τοῦ λυπεῖν εὑρεθέντος χυμοῦ κένωσις. εἰ μὲν πληθωρικὸν εἴη τὸ σῶμα, φλεβοτομίας πρῶτον ἁπάντων
παραλαμβανομένης, εἶτα καθάρσεως ἐφ’ ᾗ ἡ τῶν ῥηθησομένων φαρμάκων ἐν καιρῷ καὶ τάξει προσήκουσα χρῆσις, ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν ἀποκρουστικοῖς τοῦ ῥεύματος χρωμένων ἡμῶν φαρμάκοις, ἐπὶ δὲ τῆς κατ’ ἰσχίον διαρθρώσεως φυλαττομένων τοῦτο δρᾷν. ἐν βάθει γὰρ οὔσης αὐτῆς, συλλαμβάνεται τὸ ἐκ τῶν περιεχόντων ἀγγείων αἷμα καὶ μυῶν πρὸς ἐκείνην. παρηγορικῶν οὖν ἐν ἀρχῇ φαρμάκων χρεία, ἐπὶ τῆς κατ’ ἰσχίον ὀδύνης οὔτε ψυχόντων ἱκανῶς οὔτε θερμαινόντων ἰσχυρῶς, ὁποίων ὕστερον δεῖται. παροξύνεται γὰρ ἐπ’ αὐτῶν τὰ ῥεύματα, τῆς θερμασίας ἑλκούσης αὐτὰ μᾶλλον ἢ κωλυούσης. ἐπεὶ δὲ οὐ πρόκειται κατὰ τὴν ἐνεστῶσαν ἡμῖν πραγματείαν οὔτε περὶ καταπλασμάτων οὔτε περὶ ἐπιβροχῶν τι λέγειν, ἀλλὰ περὶ τῆς μεθόδου τῶν συνθέτων φαρμάκων, ἐπὶ ταύτην ἀφίξομαι μόνην, ἀπὸ τῆς ἰσχιάδος ἀρξάμενος, ὀλιγάκις ὑπὸ πλήθους αἵματος γινομένης καὶ θεραπευομένης γε τάχιστα τῶν κατὰ τὴν ἰγνύαν ἢ κατὰ τὰ σφυρὰ φλεβῶν τεμνομένων. ὥσπερ δὲ πολλάκις μόνη
ἡ ἐκ τοῦ αἵματος κένωσις αὐτάρκης γίνεται βοήθεια, κατὰ τοὐναντίον ἐπὶ πάσης ἰσχιάδος, ἐξαιρέτως δὲ ἐπὶ τῆς διὰ πλῆθος, ἄν τις πρὸ τοῦ κενωθῆναι τὸ πᾶν σῶμα δριμέσι φαρμάκοις χρήσεται κατὰ τοῦ πεπονθότος μορίου, δυσιατοτάτην ἐργάσεται τὴν διάθεσιν, σφηνουμένου τοῦ πλήθους αὐτόθι δυσλύτως. πρὸς γὰρ τοῖς ἄλλοις καὶ παχύνεται καὶ γλίσχρον γίγνεται τῇ θερμότητι καὶ ξηρότητι τῶν δριμέων φαρμάκων, ὀπτήσει τι παραπλήσιον πάσχον. ὡς οὖν μεγίστην δύναμιν ἐς θεραπείαν ἐχούσης ἐπὶ τοῦ πάθους τῆς τοῦ παντὸς σώματος κενώσεως, ἀπ’ αὐτῆς ἀρκτέον, οὐ μόνον ἀπὸ τῶν σκελῶν, ἀλλὰ καὶ ἀπ’ ἀγκῶνος ἀφαίρεσιν ποιουμένοις. ὠφελοῦσι δὲ καὶ οἱ ἔμετοι τοὺς ἰσχιαδικοὺς μᾶλλον τῶν διὰ τῆς κάτω γαστρὸς κενώσεων, ἀντισπῶντες τὸν κάτω ῥέποντα χυμόν. ποιητέον δὲ αὐτοὺς ἐν ἀρχῇ μὲν μετὰ τροφῆς, ὕστερον δὲ καὶ διὰ φαρμάκων ἐμετικῶν, ἀρχομένους ἐπὶ τούτων ἀπὸ τῶν μετριωτέρων. ἐφ’ ὧν δὲ σφήνωσις ἐγένετο σφοδρὰ καὶ δύσλυτος ὑπὸ τῶν ἀκαίρως χρησαμένων ἰατρῶν φαρμάκοις δριμέσιν, ἡ σικύα βοήθεια μεγίστη καὶ ἣ 

διὰ τῶν καθαρτικῶν γίγνεται κλυσμάτων, ὁποῖός ἐστι καὶ ὁ διὰ τῆς κολοκυνθίδος. ἔχοντες οὖν πρὸ ὀφθαλμῶν ταῦτα τὰ νῦν εἰρημένα, τοῖς γεγραμμένοις φαρμάκοις ὑπὸ τῶν ἔμπροσθεν ἕξετε χρῆσθαι κατὰ μέθοδον· ἄρξομαι δ’ ἐν αὐτοῖς ὑπὸ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἐν ἐκείνῳ τῷ μέρει τῆς τῶν ἐκτὸς φαρμάκων βίβλου, καθὰ προγράψας μαλάγματα πρὸς τοῖς κυρίοις ὀνομαζομένοις, οὕτω καὶ τὰ ἄλλα γράφει πάντα τὰ καθ’ ὁντιναοῦν τρόπον ὠφελοῦντα τὰς χρονιζούσας διαθέσεις, ἐν αἷς ἐστι καὶ ἡ τῶν ἰσχιαδικῶν ὀνομαζομένων.

[Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι δυνάμεις αὐτοῖς ὀνόμασιν, ἐν τοῖς τῶν ἐκτὸς πρὸς ἰσχιαδικούς.] ♃ Πηγάνου ἀγρίου σπέρματος δραχ. δ. σιλφίου, δαφνίδων ἀνὰ δραχ. δ΄. ἀφρονίτρου, ἀβροτόνου, κολοκυνθίδος, καρδαμώμου, ἄμμεως ἀνὰ δραχ. δ΄. πηγάνου χλωροῦ μνᾶς ὄγδοον, τινὲς τούτων ἀνὰ δραχ. κ΄. πίσσης τερμινθίνης, ῥητίνης, κηροῦ τὸ ἴσον καὶ στέατος ταυρείου ἴσον, χαλκάνης δραχ. στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄.

ὀποπάνακος δραχ. δ΄. θείου ἀπύρου δραχ. δ΄. ὅτι τοῦτο φάρμακον ἰσχυρῶς ἐστι θερμαντικὸν, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν γεγραμμένων πολλάκις ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, οὐδὲν ἔτι δεησώμεθα λόγου καινοτέρου. σφοδρότατον γὰρ καὶ θερμαντικώτατόν ἐστι τὸ φάρμακον ἀγρίου πηγάνου σπέρμα, σὺν τούτῳ δὲ σίλφιον καὶ δαφνίδες, εἶτα τὸ ἀφρόνιτρον, μετὰ ταῦτα καὶ ἀβρότονον, ἐφ’ οἷς ἡ κολοκυνθὶς καὶ τὸ καρδάμωμον καὶ τὸ καλούμενον ἄμμι καὶ τὸ χλωρὸν δὲ πήγανον, ἧττον μὲν τούτων, οὐ μὴν εὐκαταφρόνητον ἔχει τὴν θερμασίαν, ὥσπερ οὐδὲ τὸ θεῖον ἄπυρον. ἐκ βάθους οὖν ἕλκειν πάντα ταῦτα δύναται, τοὺς λυποῦντας τὸ κατ’ ἰσχίον ἄρθρον χυμούς. ὅπως δὲ ἔμπλαστρος ἐξ αὐτῶν γένηται, πίττης τε τερμινθίνης καὶ ῥητίνης καὶ κηροῦ καὶ στέατος ἔμιξε, συνθεὶς τὸ φάρμακον. ἀμμωνιακὸν δὲ θυμίαμα καὶ χαλβάνη πρὸς τῷ συντελεῖν εἰς ἐμπλάστρου σύνθεσιν, ἔτι καὶ μαλακτικὸν ἔχει τι καὶ παρηγορικόν. ὁ δὲ ὀποπάναξ ἐκ ταὐτοῦ μὲν αὐτοῖς ἐστι γένους, ἰσχυροτέραν δὲ δύναμιν ἔχει. ἑτέραν δὲ δύναμιν πρὸς αὐτὸ τὸ πάθος
ὁ Ἀνδρόμαχος οὕτως ἔγραψεν. ἄλλο μάλαγμα πρὸς ἰσχιαδικοὺς καὶ ἄλλα πολλά. ♃ κηροῦ δραχ. οβ΄. τερμινθίνης δραχ. μη΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. λγ΄. προπόλεως δραχ. μγ΄. χαλβάνης δραχ. λστ΄. βδελλίου δραχ. κε΄. κρόκου δραχ. ε΄. ὀποπάνακος δραχ. ιβ΄. νίτρου ἀφροῦ δραχ. λ΄. μύρῳ ἰρίνῳ κόπτων παράπτου. ἄλλο Πρωτᾶ Πηλουσιώτου πρὸς ἰσχιαδικοὺς καὶ κεφαλαλγικοὺς καὶ πρὸς πάντα τὰ χρόνια ἀλγήματα δυνάμενον ἁρμόττειν τόδε. ♃ κηροῦ δραχ. κδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ζ΄. τερμινθίνης δραχ. ζ΄. θαψίας χυλοῦ δραχ. η΄. ἐλαίου κύαθον ἕνα. καὶ ἄλλην δὲ δύναμιν ἐν τοῖς μαλάγμασιν ὁ Ἀνδρόμαχος ἔγραψεν ὡδί πως. πρὸς ἰσχιαδικοὺς παρὰ Ἥρα Καππάδοκος. ♃ πίσσης ὑγρᾶς κο. γ΄ ἢ β΄ S". κηροῦ λίτραν α΄. πιτυΐνης λίτραν α΄. θείου ἀπύρου λίτραν α΄. νίτρου λίτραν μίαν S". σταφίδος ἀγρίας ξε. α΄. πυρέθρου λίτρας S". οἴνου τρυγὸς κεκαυμένης λίτρας β΄. καρδαμώμου ξε. α΄. χαλβάνης λίτρας S". τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. τοῦτο τὸ φάρμακον καὶ αὐτὸς ὁ Ἥρας ἐν τῷ ἰδίῳ βιβλίῳ τῆς τελευτῆς πλησίον ἔγραψεν. οὐ πρόσκειται δὲ ἐν αὐτῷ ἐπὶ τῆς πίσσης τὸ β΄.
ἢ S". ἀλλ’ ἁπλῶς γέγραπται κο. γ΄. προέγραψε δὲ αὐτῆς κατὰ λέξιν οὕτως. κηρωτὴ πρὸς ἰσχιαδικοὺς, ἀνασκευάζουσα καὶ τὰς λίαν κεχρονισμένας διαθέσεις, ταύτῃ ἐχρησάμην πρὸς ἀνασκευὴν ἐπὶ Φροντίνου. ♃ πίσσης ὑγρᾶς κοτύλας γ΄. κηροῦ λίτραν α΄. πιτυΐνης λίτραν α΄. θείου ἀπύρου λίτραν α΄. νίτρου λίτραν α΄. σταφίδος ἀγρίας ξε. α΄. πυρέθρου λίτρας S". οἴνου τρυγὸς κεκαυμένης λίτρας β΄. καρδαμώμου ξε. α΄. χαλβάνης λίτρας S". τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἔγραψε δὲ καὶ ἄλλας ἰσχιαδικὰς ὁ Ἥρας δύο δυνάμεις, ὧν ἡ μὲν ἑτέρα τόνδε τὸν τρόπον ἔχει. πρὸς ἰσχιαδικοὺς παρηγορικὴ λίαν. ♃ πίσσης μέρη δύο, θείου ἀπύρου μέρος ἓν, λεῖα ἀμφότερα μίξας, σύμπλασσε τὸν ἀλγοῦντα τόπον, προλούσας δὲ τὸν πάσχοντα χρῶ ἵνα κολληθῇ τὸ φάρμακον, καὶ ἄνωθεν ἐπίῤῥιπτε χάρτην καὶ ἔα μέχρις ἀφ’ ἑαυτοῦ ἀποστῇ, ἐνδέχεται δὲ λούεσθαι ἔχοντα τὴν χάρτην. ἔν τισι τῶν ἀντιγράφων πίσσης μέρος ἓν, καὶ δυνατόν ἐστι καὶ οὕτως αὐτὸ σκευασθῆναι, γιγνωσκόντων ἡμῶν ὅτι πρακτικώτερόν ἐστι τὸ ἴσα μιγνύναι ἀμφότερα, τὴν πίσσαν καὶ τὸ θεῖον ἄπυρον. ἀσθενέστερον

δὲ ἐφ’ οὗ ἡ πίσσα διπλασία τοῦ θείου βάλλεται. ἡ δὲ λοιπὴ, καὶ ταύτῃ τῶν ἰσχιαδικῶν δυνάμεων, οὕτως ὑπὸ τοῦ Ἥρα γέγραπται.

[Ἄλλη ἰσχιαδική. ταύτῃ ἐχρησάμην ἐπὶ Φροντίνου, εὐθὺς ἐπὶ τῶν παροξυσμῶν.] ♃ Κηροῦ δραχ. ρ΄. ἰξοῦ δρυΐνου δραχ. ιστ΄. σμύρνης δραχ. στ΄. τερμινθίνης δραχ. κε΄. χαλβάνης δραχ. στ΄. ἴρεως Ἰλλυρικῆς δραχ. στ΄. κεδρίας κοτύλης τὸ ἥμισυ, κυπρίνου, κοτύλης S". τὸν κηρὸν καὶ τὴν κεδρίαν μετὰ τοῦ κυπρίνου τῆξον, εἶτα τὴν ῥητίνην καὶ τὴν χαλβάνην. ὅταν δὲ μέλλῃς αἴρειν, ἐπίπασσε τὴν ἴριν καὶ τὸν ἰξόν. ᾐρμένης δὲ τῆς λοπάδος, ἔστω λελειωμένη ἡ σμύρνα, εἶτα τὰ τηκτὰ κατάχει καὶ μίξας χρῶ. ἔνιοι καὶ νίτρου προσέβαλλον δραχ. ε΄.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ἐν τῷ τετάρτῳ τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ὀνομάζει μὲν καὶ οὗτος ἅπαντα τὰ τοιαῦτα μαλάγματα. προστίθησι δὲ τοῖς μὲν ὅτι πρὸς ἰσχιάδα, τοῖς δὲ ὅτι πρὸς σπλῆνα, τοῖς δὲ πρὸς πλευρὰν ἢ ἄλλο τι μέρος. ἔνια δὲ καὶ πολύχρηστά φησιν εἶναι, 

καθάπερ καὶ τόδε γεγραμμένον ὑπ’ αὐτοῦ κατὰ λέξιν οὕτως. μάλαγμα Ἀντιοχίδος, σπληνικοῖς, ὑδρωπικοῖς, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἐσκευάσθη Φαβίλλῃ Λιβυκῇ. ♃ κηροῦ λίτρας τρεῖς, δρυΐνου ἰξοῦ λίτρας γ΄. ῥητίνης τερμινθίνης λίτρας γ΄. μυροβαλάνου πιέσματος λίτραν α΄. νίτρου ἀφροῦ λίτραν α΄ λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. ἐλαίου κυπρίνου λίτρας τρεῖς, ὄξους ὡς τὸ ἀμμωνιακὸν διαλῦσαι. μετὰ τοῦτο γράφει ἐφεξῆς πάλιν οὕτως. ἄλλο Φαβίλλῃ συντεθὲν, σφόδρα γενναῖον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σμύρνης στακτῆς λίτρας β΄. βδέλλης ὄνυχος λίτρας β΄. μυελοῦ ἐλαφείου λίτρας β΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας β΄. ἴρεως ξηρᾶς λίτρας δύο, ὀποπάνακος λίτραν μίαν, χαλβάνης, στύρακος ἀνὰ λίτραν α΄. μαστίχης λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. ὀποῦ συκομόρων λίτραν α΄. κάγχρυος λίτραν α΄. πεπέρεως λευκοῦ λίτραν α΄. κηροῦ, τερμινθίνης ἀνὰ λίτρας ε΄. κοπτέον ἐστὶ τὸ φάρμακον καὶ δεῖ κόπτοντα παράπτεσθαι ἰρίνου μύρου τῇ ὑποστάθμῃ, ἕως ἂν εὐαφέστερον γένηται τὸ φάρμακον. ἕτερον ἐφεξῆς ἔγραψεν ὁ Ἀσκληπιάδης οὕτως. μάλαγμα
ὃ καὶ χρυσίζουσαν καλοῦμεν. ♃ ἀρσενικοῦ χρυσίζοντος, ἀσβέστου ἀνὰ γο β΄. στυπτηρίας ὑγρᾶς γο β΄. στυπτηρίας σχιστῆς γο β΄. τὰ ξηρὰ κόπτομεν καὶ σήθομεν καὶ εἰς θυείαν βάλλοντες, τούτοις ἐπιβάλλομεν ὄξους κυάθους η΄. καὶ λεάναντες ἐπιμελῶς ἀναλαμβάνομεν τοῖς τηκτοῖς. ἔστι δὲ ταῦτα. ♃ κηροῦ, ῥητίνης φρυκτῆς καὶ πιτυΐνης ἀνὰ λίτρας β΄. ἐλαίου κοινοῦ κυάθους η΄. ταῦτα τήξαντες ἐῶμεν ψυγῆναι καὶ ἀναξύσαντες ἐπιβάλλομεν τοῖς λεανθεῖσιν. ἡμεῖς προστεθείκαμεν τῇ τοῦ φαρμάκου σκευασίᾳ σμύρνης γο β΄. καὶ ἕτεροι δὲ προστιθέασι καὶ σανδαράχης γο β΄. ὑφαιροῦντες τὰς δύο γο τῆς ὑγρᾶς στυπτηρίας. ἡμεῖς δὲ ἐμβάλλοντες πάντα τὰ ὑπογεγραμμένα σκευάζομεν, καὶ γίνεται δραστικώτερον. μετὰ τὸ προγεγραμμένον ἕτερον ἔγραψεν οὕτως. τούτῳ ἐχρήσατο Ἀνδρόμαχος, ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις. ♃ κηροῦ, πίσσης Βρυτίας ἀνὰ λίτραν α΄. ἀντὶ τῆς πίσσης ῥητίνην φρυκτὴν βάλλομεν, ῥητίνης πιτυΐνης λίτραν α΄. ἐλαίου κυάθους
η΄. ἀρσενικοῦ χρυσίζοντος, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο β΄. σκεύαζε καθὰ προείρηται, ἡμεῖς προσεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο β΄. ἰξοῦ δρυΐνου γο δ΄. μετὰ τὰ προειρημένα διελθὼν ἕτερά τινα πρὸς ὑδρωπικοὺς καὶ σπληνικούς· αὖθις ἔγραψε πολύχρηστον δύναμιν, ἣν καὶ τοῖς ἰσχιαδικοῖς ἁρμόττειν φησὶν ὡδί πως. Ἀνδρέου μάλαγμα. δύναμις θαυμαστὴ πρὸς ἃ βούλει κατατρῆσαι, διαλῦσαι, ἐξισῶσαι ἀνάγει ὀστᾶ ἐφθορότα, σκόλοπας, ἀκίδας. ἀναγέγραπται δὲ καὶ Σεραπίωνι τῷ ἐμπειρικῷ. ποιεῖ καὶ πρὸς ἰσχιαδικοὺς, χρήσιμόν ἐστι καὶ τοῖς ἐμπυϊκοῖς. ποιεῖ καὶ πρὸς τὰς σκιῤῥώδεις τῶν σπλάγχνων διαθέσεις. ἔστι δὲ καὶ ἄκοπος ἀγαθὴ παρειμένοις χρονίοις, διεστραμμένοις μέρος τι τοῦ σώματος. ποιεῖ καὶ πρὸς τὰ λιπανθέντα, ὥστε ἀνάγειν τὰ ἀλλότρια καὶ τὸ ἕλκος εἰς οὐλὴν ἄγειν. ♃ κόκκου κνιδίου κεκαθαρμένου, νίτρου ἐρυθροῦ, ἁλὸς ἀμμωνιακοῦ, ἀριστολοχίας Κρητικῆς, σικύου ἀγρίου ῥίζης, τερμινθίνης ἀνὰ δραχ. κ΄. πεπέρεως στρογγύλου καὶ μακροῦ, ἀμμωνιακοῦ θυμιάματος, τινὲς καὶ τοῦ ἀμώμου καὶ τοῦ ξυλοβαλσάμου ἀνὰ δραχ. ι΄.
λιβάνου ἄῤῥενος, σμύρνης, ῥητίνης ξηρᾶς, ἰξοῦ εἰργασμένου ἀνὰ δραχ. ι΄. συκαμίνου ὀποῦ δραχ. ι΄. κηροῦ δραχ.λ΄. στέατος αἰγείου δραχ. ιε΄. ἰρίνου μύρου ὑποστάθμης εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ. τὰ ξηρὰ κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ καὶ τὰ τηκτὰ κόπτεται καθ’ ἕκαστον φιλοπόνως, εἶθ’ ὁμοῦ πάντα μίγνυται καὶ πάλιν κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ παραπτομένου ἰρίνου ὑποστάθμῃ. εἶθ’ ὅταν καλῶς ἑνωθῇ, μαλάξαντες ἀποτιθέμεθα, ὁπότε δὲ βούλει καὶ ἀκόπῳ χρῆσθαι, λάμβανε τοῦ φαρμάκου γο γ΄. στέατος χηνείου γο γ΄. ἐλαίου κυπρίνου γο γ΄. μίξας χρῶ. καὶ τούτου δ’ ἐφεξῆς οὕτως ἔγραψεν. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ πυρέθρου δραχ. κ΄. κόκκου κνιδίου καὶ ἀφρονίτρου ἀνὰ δραχ. κ΄. ἁλὸς ἀμμωνιακοῦ, ἀριστολοχίας Κρητικῆς λεπτῆς τοῦ φλοιοῦ, σικύου ἀγρίου ῥίζης, τερμινθίνης ἀνὰ δραχ. κ΄. πεπέρεως στρογγύλου καὶ μακροῦ, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου, ξυλοβαλσάμου, λιβάνου, σμύρνης, καρδαμώμου, ἀμώμου, στέατος αἰγείου, ῥητίνης ξηρᾶς ἀνὰ δραχ. ι΄. κηροῦ δραχ. λ΄. ἰξοῦ εἰργασμένου δραχ. η΄. συκαμίνου ὀποῦ δραχ. η΄. ἰρίνου μύρου τῆς ὑποστάθμης
εἰς ἀνάληψιν, οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ, διαβρέξας ὅσα χρὴ διαλύειν, σκεύαζε κατὰ τρόπον. ἐν ἄλλῳ οὔτε τὸ ξυλοβάλσαμον οὔτε τὸ καρδάμωμον εὗρον οὔτε ἄμωμον. μετὰ τὰ γεγραμμένα γράψας ἕτερα φάρμακα, πάλιν ἐμνημόνευσε τῶν ἰσχιαδικῶν οὕτω γράψας. ἄλλο τοῦ αὐτοῦ ἐπίθεμα ἰσχιαδικοῖς, ἀρθριτικοῖς παραχρῆμα ὠφελεῖ. τῆλιν βαλὼν εἰς ἄγγος κεραμοῦν καὶ ταύτῃ ἐπιβαλὼν ὀξυκράτου ὅσον ἐξαρκεῖ, ἕψε θεὶς ἐπ’ ἀνθράκων μέχρι διαλύσεως. ὅταν δὲ διαλυθῇ, ἐπίβαλλε μέλιτος ὅσον ἐξαρκεῖ καὶ πάλιν ἕψε, εἶτα ἐξελὼν τρῖβε φιλοπόνως καὶ εἰς ὀθόνιον ἐπιπλάσας ἐπιτίθει κατὰ τῶν πονούντων τόπων καὶ ταινιδίῳ περιειλήσαντες ἐῶμεν καὶ τοῦτο πράττομεν ἐπὶ δύο καὶ τρεῖς ἡμέρας. ἐν δὲ τῷ τρίβεσθαι, ὅταν σκληρανθῇ τὸ φάρμακον, ἐπιβάλλομεν τοῦ ὑγροῦ ὅσον ἐξαρκεῖ. τὸ δὲ ἐπιβαλλόμενον τοσοῦτον ἔστω ὥστε τὸ κατάπλασμα γενέσθαι ἀλκιμώτερον. ἄλλο τοῦ αὐτοῦ. τῶν προγεγραμμένων συνεχὲς ἔγραψε φάρμακον οὕτω. συμφύτου λίτραν α΄ S". ξύσας καὶ εἰς λεπτὰ τεμὼν καὶ βαλὼν εἰς θυίαν ὀστρακίνην, φιλοπόνως τρῖβε, καὶ ὅταν λειωθῇ, 
ἐπίβαλλε μάννης γο γ΄. καὶ ὠῶν τριῶν προσφάτων ὠμῶν τὸ λευκὸν σὺν ταῖς λεκίθοις καὶ πάλιν τρῖβε, καὶ ὅταν ἑνωθῇ, ἐπίβαλλε τούτοις στέατος ὑείου παλαιοῦ λίτραν μίαν, καὶ ἀνακόψας ἐπιμελῶς ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει, παρηγορεῖ παραχρῆμα. μετὰ τὸ γεγραμμένον ἐφεξῆς ἕτερον ἔγραψεν οὕτως. ἄλλο τοῦ αὐτοῦ. μάλαγμα ἰσχιαδικοῖς ἐπὶ τῶν παροξυσμῶν εὐθὺς ἐπιτιθέμενον, διδυμαία λεγόμενον. ποιεῖ καὶ πρὸς τὰ συντρίμματα καὶ πρὸς πᾶσαν νευριτικὴν συμπάθειαν. ἔστι δὲ καὶ διαλυτικὸν πάσης σκληρίας. ποιεῖ καὶ πρὸς τὰς ἄλλας φλεγμονὰς, καθαίρει καὶ τὰς οὐλὰς τὰς πονηρὰς, ποιεῖ πρὸς τὰ στρέμματα καὶ λυγίσματα, ποιεῖ καὶ πρὸς τὰς τῶν μασθῶν διαθέσεις κακοήθεις. ♃ κηροῦ, ἰξοῦ δρυΐνου, τερμινθίνης, ἴριδος ξηρᾶς, σμύρνης, χαλβάνης ἀνὰ δραχ. μη΄. ἐλαίου κυπρίνου ἢ μύρου Αἰγυπτίου ὅσον ἐξαρκεῖ, τὴν χαλβάνην βαλόντες εἰς τὸ κύπρινον ἢ εἰς τὸ μύρον τὸ Αἰγύπτιον καὶ θέντες ἐπὶ τὸ πῦρ διαλύομεν καὶ τὸν κηρὸν μαλάσσομεν καὶ τοῖς λοιποῖς μίξαντες κόπτομεν φιλοπόνως καὶ τούτοις ἐμβαλόντες τακεῖσαν τὴν χαλβάνην μετὰ τοῦ

κυπρίνου πάλιν κόπτομεν, καὶ ποιήσαντες ἁφέστατον μάλαγμα ἀνελόμενοι χρώμεθα. ἐφεξῆς τῶν προγεγραμμένων καὶ τοῦτο ἔγραψεν ὁ Ἀσκληπιάδης. ἄλλο τοῦ αὐτοῦ ἐκ τοῦ Ἀρείου. ποιεῖ κωλικοῖς ἀφάτως, ἐν αὐτοῖς παροξυσμοῖς ἐπιτιθέμενον καὶ ψώρας θεραπεύσει χωρὶς ἑλκώσεως. ♃ κηροῦ, πίσσης ὑγρᾶς ἀνὰ λίτραν α΄. πίσσης ξηρᾶς λίτραν α΄. θείου ἀπύρου, στυπτηρίας σχιστῆς, νίτρου ἐρυθροῦ ἀνὰ λίτρας S". τὰ τηκτὰ τῆκε, τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, καὶ ὅταν τὰ τηκτὰ συστρέφηται, ἐπίβαλλε τὰ ξηρὰ κατ’ ὀλίγον ἐπιπάσσων καὶ κινῶν συνεχῶς καὶ εἰς θυίαν κατεράσας καὶ ἀνακόψας ἀνελόμενος χρῶ. μετὰ τὸ προγεγραμμένον ἕτερον ἔγραψεν ὡδί πως.

[Ἄλλο τοῦ αὐτοῦ μάλαγμα, τὸ διὰ τοῦ σιλφίου ἰσχιαδικοῖς σφόδρα γενναῖον.] ♃ Ἄμμεως δραχ. ιβ΄. σιλφίου, πηγάνου ἀγρίου σπέρματος, δαφνίδων κεκαθαρμένων ἀνὰ δραχ. ιδ΄. κολοκυνθίδος τοῦ ἐντὸς δραχ. β΄. νίτρου δραχμὰς δ΄. ἀβροτόνου Θηβαϊκοῦ δραχ. δ΄. καρδαμώμου δραχ. δ΄. κηροῦ Ποντικοῦ μνᾶς ὄγδοον, πίσσης, ῥητίνης, στέατος χηνείου, ἀμμωνιακοῦ

θυμιάματος ἀνὰ μνᾶς ὄγδοον, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἐφεξῆς τῷ προγεγραμμένῳ καὶ τόδε γέγραπται ὑπὸ Ἀσκληπιάδου κατὰ λέξιν οὕτως.

[Ἄλλο τοῦ αὐτοῦ ᾧ ἐχρήσατο Ἀντίπατρος.] ♃ Σιλφίου, πηγάνου ἀγρίου ξηροῦ, δαφνίδων ξηρῶν, ἀφρονίτρου, κολοκυνθίδος τοῦ ἐντὸς, ἀβροτόνου Θηβαϊκοῦ, ἄμμεως, καρδαμώμου, ἑκάστου δραχ. δ΄. πηγάνου ἡμέρου χλωροῦ, πίσσης ξηρᾶς, ῥητίνης τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος, στέατος μοσχείου, ἑκάστου μνᾶς ὄγδοον, χαλβάνου δραχ. ιστ΄. ὀποπάνακος δραχ. δ΄. θείου ἀπύρου δραχ. δ΄. ἐλαίου κυπρίνου κοτύλας δ΄. ἐν δὲ τῇ χρήσει πρότερον χρὴ κορίαννον ξηρὸν καύσαντα ἀναλαμβάνειν κυπρίνῳ καὶ οὕτως ἐπιχρίειν τὸ ἰσχίον καὶ μετὰ τὴν τούτου χρῆσιν ἐπιθεῖναι τὸ μάλαγμα. μετὰ τοῦτο δὲ πάλιν ἕτερον ἔγραψεν ὡδί πως.

[Ἄλλο τοῦ αὐτοῦ μάλαγμα ἰσχιαδικὸν, μετασυγκριτικὸν, ἀπαλλάσσει τῆς ὅλης διαθέσεως. ποιεῖ καὶ παρέτοις καὶ τρομώδεσι καὶ ταῖς κεχρονισμέναις διαθέσεσιν.] ♃ Πίσσης ὑγρᾶς Βρυτίας λίτρας γ΄. τρυγὸς ξηρᾶς κεκαυμένης λίτρας β΄.

νίτρου ἐρυθροῦ λίτραν α΄ S". ῥητίνης πιτυΐνης λίτραν α΄. κηροῦ λίτραν α΄. σταφίδος ἀγρίας λίτραν α΄. θείου ἀπύρου λίτραν α΄. πυρέθρου λίτρας S". καρδαμώμου ξε. α΄. ἕψε πίσσαν, κηρὸν, ῥητίνην, τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ τοῖς τηκτοῖς ἀναλαβὼν χρῶ. μετὰ τὸ προγεγραμμένον ἕτερον φάρμακον ἔγραψεν ὡδί πως.

[Ἄλλο τοῦ αὐτοῦ ᾧ ἐχρήσατο Φιλόκαλος.] ♃ Νάπυος, τήλεως ἀληλεσμένης ἑκάστου ξε. S". πυρέθρου, σταφίδος ἀγρίας, νίτρου ἐρυθροῦ ἀνὰ δραχ. δ΄. ὀποπάνακος δραχ. β΄. χαλβάνης δραχ. β΄. ῥητίνης τερμινθίνης λίτραν α΄. κηροῦ λίτραν μίαν, ἐλαίου κυπρίνου λίτραν α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.

[Ἡ ὑπὸ Δαμοκράτους γεγραμμένη θεραπεία τῶν ἰσχιαδικῶν διὰ τῆς Ἰβηρίδος.] ♃ Ἐπιγράφεται βιβλίον Δαμοκράτους κλίνικος, ἐν ᾧ διὰ μέτρων ἰαμβικῶν, ὡς εἴωθε, περὶ τῶν τριῶν διαλέγεται φαρμάκων, πρώτου μὲν τοῦ διὰ τῆς βοτάνης, ἣν καὶ αὐτὸς Ἰβηρίδα καλεῖ, τοῦ δευτέρου δὲ τοῦ διὰ σπέρματος ἀνωδύνου, τρίτου δὲ τοῦ καθαρτικοῦ καλουμένου

ὑπ’ αὐτοῦ ἱερᾶς. περὶ πρώτης οὖν τῆς τῶν ἰσχιαδικῶν θεραπείας ἔγραψεν ἐν τῷ βιβλιδίῳ ταῦτα. ἐν Ἰβηρίδι, φησὶν, ἰατρόν τινα φίλον ἑαυτοῦ θεραπευθῆναι διὰ τῆς βοτάνης, ἣν, ὡς ἔφην, αὐτὸς ὁ Δαμοκράτης Ἰβηρίδα καλεῖ, μαθὼν μὲν αὐτοπτικῶς τὴν βοτάνην, ὄνομα δὲ οὐδὲν ἀκούσας αὐτῆς, ὅτι μηδ’ ὁ διδάσκων ἠπίστατο. δι’ ὧν δὲ γράφει γνωρισμάτων, ἔοικε τὴν ὑπὸ τῶν Ἑλλήνων ὀνομαζομένην λεπίδιον Ἰβηρίδα καλεῖν, ἀπὸ τῆς χώρας ἐν ᾗ θεραπευθεὶς ἔτυχεν ὁ φίλος αὐτοῦ. γράφει δὲ αὐτοῦ τὰ γνωρίσματα διὰ τῶν ἰάμβων.

Φύεται δὲ πολλὴ πανταχοῦ, μάλιστα δὲ Παρὰ τοῖς παλαιοῖς μνήμασι, τοίχοισίν τε καὶ Παρὰ ταῖς ὁδοῖσι ταῖς πάλαι τετριμμέναις, Παρ’ αἷς γεωργὸς τὰ λήϊ’ οὔ ποτ’ ἤροσεν. Ἀεὶ δὲ θάλλει, φύλλ’ ἔχουσα καρδάμου. Ἔαρος μὲν εὐθαλῆ τε καὶ μείζω· Καυλῷ δὲ αὐτῆς ὄντι μῆκος πήχεως, Μικρῷ τ’ ἔλαττον καὶ πάλιν μικρῷ πλέον, 

Θέρους περίκειται λεπτὰ φύλλα, μέχρι περ ἂν Κρύους γενομένου, φρυγανώδη τἄλλα μὲν Τὰ φύλλα ἀποβάλλει τε καὶ μαραίνεται, Πρὸς τῇ δὲ ῥίζῃ προσπεφύκασίν τινα. Φέρει δ’ ὁ καυλὸς ἐν θέρει λεπτὸν πάνυ Πολύχροον ἄνθος, τῇ χρόᾳ γαλάκτινον, Εἶτ’ ἐπακολουθεῖ παντελῶς τούτῳ βραχὺ Σπέρματος, ἀκριβῶς αὐτὸ μηδ’ ὁρᾷν τινα. Ἡ ῥίζα δὲ καὶ ὀσμὴν δριμυτάτην ἔχει, Μάλιστα πάντων καρδάμῳ προσεμφερῆ.

Διὰ τούτων μὲν ἐδήλωσε τὴν ἰδέαν τῆς βοτάνης, ἐφεξῆς δὲ τὴν χρῆσιν αὐτῆς διὰ τῶνδε.

Ταύτην ὀρύξας καὶ λαβὼν πλῆθος πολὺ, Θέρους μάλιστα δ’ ἐστὶ πρακτικωτάτη Καὶ πρόσφατος. ξηρὰ γὰρ ἀδρανὴς τυγχάνει, Κόψας δ’ ἐπιμελῶς, ἔστι γὰρ καὶ δύσκοπος, Ἀξουγγίῳ λίπανον ὀλίγῳ παντελῶς, Εἶτα ἐπιθεὶς κοτύλῃ τε καὶ παντὶ σκέλει,

Δήσας τ’ ἄφες ὥρας μὴ μένειν ἐλάττονας, Γυναιξὶ μὲν δύ’, ἀνδράσιν δὲ τέτταρας. Εἶτ’ εἰς βαλανεῖον ἐσάγων αὐτοὺς, μηθενὶ Μήτε προαλείψας μήτε χρίσας σμήγματι. Σμικρᾶς δὲ νοτίδος γενομένης, εἰς τὴν μακρὰν Καθεὶς, κράτησον, ἐπιφέρει γὰρ πολλάκις Δηγμὸν φέροντ’ αἴσθησιν ἔνθερμόν τινα. Μικρὸν δ’ ἀποβρέξας ἔξαγ’ αὐτοὺς ἔξωθεν, Κᾂν ὦσι πολλῶν χερσὶν εἰσκεκομισμένοι, Ἰδίοις ἕκαστος ἐξελεύσεται ποσί. Μίξας δ’ ἐλαίῳ δαψιλεῖ βραχὺν πάνυ Οἶνον ἀνάκοπτε καὶ συνάλειφ’ αὐτοὺς ὅλους. Ἄρας τ’ ὀθονίοις, ἰκμάδα καὶ ἅπαν λίπος, Σκέπασον τὸ κῶλον κουφοτάτοις ἐριδίοις. Τἄλλα τε κέλευε πάντα πράττειν ὅσα θέλοις Ἐν τοῖς συνήθεσιν ὄντα καὶ τοῖς ἡδέσι. Τὸ γὰρ βοήθημ’ αὐτοτελὲς ὂν τυγχάνει, Οὐ χρῇζον ἄλλου συμβάλλεσθ’ αὐτῷ τινος,

Κᾂν μὲν δίχα πόνου διαμένωσιν, ὃ γίνεται Τὰ πολλὰ, χαίρων προσκύνει τὸ ῥιζίον. Ἄν δὲ καταλειφθῇ τοῦ πάθους ἴχνος ἔτι, Ἅπαν ἐπαλείψεις αὐτὸ χρίσει δευτέρᾳ, Μέσας διαλιπὼν ἡμέρας ὡς εἴκοσι.

Τούτῳ τῷ τρόπῳ τῆς χρήσεως καὶ κεφαλαλγίας χρονίας καὶ ἄλλα πάντα καθ’ ὅ τι ἂν ᾖ μέρος ἀλγήματα χρόνια καὶ δυσλύτους διαθέσεις καὶ παραλύσεις τεθεραπευκέναι φησί. καὶ ὅλως ἐφ’ ὧν οἱ ἄλλοι χρῶνται τῷ καλουμένῳ σιναπισμῷ καὶ τῷ διὰ θαψίας βοηθήματι, διὰ τῆς βοτάνης ταύτης ἐξιᾶσθαί φησί. περὶ τῆς Ἰβηρίδος ταύτης καὶ ὁ Ἀρχιγένης λέγει, ὀνομάζων αὐτὴν λεπίδιον ἐν τῷ β΄. τῶν κατὰ γένος φαρμάκων, ἁρμόζειν δὲ αὐτὴν σπληνικοῖς καὶ ἰσχιαδικοῖς λέγει. πρὸς ἰσχιάδας καὶ ψυγμοὺς Ὑγιεινοῦ Ἱππάρχου· βοτάνην Ἰβηρίδα, ἥν τινες καλοῦσι λεπίδιον ἢ ἀγριοκάρδαμον, ἀνελόμενος τὴν ῥίζαν αὐτῆς κόψον καὶ στέατι χοιρείῳ συμμαλάξας εἰς τρόπον ἐμπλάσματος ἐπιτίθει κατὰ τοῦ ἀλγοῦντος τόπου ἐπὶ ὥρας τρεῖς, εἶτα πέμπε εἰς βαλανεῖον.

τὸ αὐτὸ ἀπαλλάττει καὶ παλαιὰς κεφαλαλγίας ἐν ὁμοίᾳ χρήσει, ἣν Δαμοκράτης ὁ ἰατρὸς διὰ στίχων ἔγραψεν.

3. [Περὶ τῶν ποδαγρικῶν καὶ ἀρθριτικῶν παθῶν.] Εἴρηται πρόσθεν ἐν τῷ περὶ τῆς ἰσχιάδος λόγῳ, ῥευμάτων ἔκγονα τὰ τοιαῦτα ὑπάρχειν πάθη, κατασκηπτόντων εἰς τὰς χώρας τῶν διαρθρώσεων, ὥστε καὶ τὴν θεραπείαν αὐτῶν ἑνὸς ἔχεσθαι τρόπου, τοῦ κενῶσαι τὸ κατασκῆψαν. ἔτι μὲν οὖν ἐπιῤῥέοντος αὐτοῦ, τῷ κοινῷ τῶν ἐπιῤῥεόντων χυμῶν λόγῳ τὸν σκοπὸν τῶν βοηθημάτων ὑποβάλλειν χρὴ ἀποκρουομένους καὶ ἀναστέλλοντας. ἐπειδὰν δὲ μηκέτι ἐπιῤῥέῃ, διαφοροῦντας τὸ κατασκῆψαν. ἡ δὲ ὕλη τῶν φαρμάκων δι’ ὧν ταῦτα γίνεται πολυειδής ἐστιν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων παθῶν, νοησάντων μὲν ἐξ ἀρχῆς τῶν συνετωτέρων κατά τινα τεχνικὸν στοχασμὸν, ἄλλοτ’ ἄλλου τῇ πείρᾳ καὶ τῶν ἀρίστων κεκριμένων. διὸ κᾀγὼ καθάπερ ἐπὶ τῶν ἄλλων παθῶν, οὕτω κᾀπὶ τούτων τῶν πεπειραμένων τοῖς πρὸ ἐμοῦ γράψω τὰ κάλλιστα.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς τὰ εἰρημένα πάθη ἐν τῷ τετάρτῳ τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ἐπίθεμα ποδαγρικοῖς, ἀρθριτικοῖς ἀνώδυνον, ἡ χρῆσις ἐν αὐτοῖς τοῖς παροξυσμοῖς. ♃ ὀποῦ μήκωνος δραχ. δ΄. κρόκου δραχ. α΄. λεάνας μετὰ γάλακτος βοείου ἢ αἰγείου καὶ ἄρτου τὸ ἐντὸς ἐπιβαλὼν τρῖβε φιλοπόνως, ὥστε εὐαφὲς εἶναι κατάπλασμα καὶ μαλάξας παράπτου ῥοδίνῳ καὶ χρῶ καταπλάσματι προσηνεῖ, ἔξωθεν ἐπιβαλὼν φυλακῆς χάριν φύλλα σεύτλου ἢ θρίδακος. ἔστι δ’ ὅτε τὸ ὄπιον καὶ τὸν κρόκον μετὰ γάλακτος λεάναντες, ἀναλαμβάνομεν κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα ἐμπλάσαντες εἰς ὀθόνιον ἐπιτιθέμεθα. ἄλλο. ♃ στύρακος δραχ. β΄. ὀπίου δραχ. α΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο. παραχρῆμα τὸν πόνον ἀπαλλάττει. δεῖ δὲ πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τὸν πάσχοντα λούειν καὶ τότε περισμήξαντα τοὺς τόπους ἐπιτιθέναι. ♃ ἀψινθίου Ποντικοῦ χυλοῦ, κρόκου, ὀπίου ἀνὰ δραχ. α΄. κηροῦ Ποντικοῦ δραχ. δ΄. ἰρίνου μύρου δραχ. στ΄. γλυκέος Κρητικοῦ ὅσον ἐξαρκεῖ, διάλυε ὄπιον, ἀψίνθιον, κρόκον, καὶ ὅταν διαλυθῇ, ἀναλάμβανε 

τοῖς τηκτοῖς καὶ εἰς ὀθόνιον ἑλκύσας ἐπιτίθει. ἄλλο. ♃ κωνείου σπέρματος ἐκλελεπισμένου δραχ. στ΄. κρόκου δραχ. α΄. ὀπίου δραχ. α΄. γλυκέος Κρητικοῦ ὅσον ἐξαρκεῖ, καὶ λεάνας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου.

[Ἐπίθεμα ποδαγρικῶν, ἀρθριτικῶν, ποιεῖ πρός τὰς μεγίστας διαθέσεις, ᾧ ἐχρήσατο Ἐρασίστρατος ὁ Σικυώνιος.] Καππάρεως ῥίζης κεκομμένης καὶ σεσησμένης χοῖνιξ εἷς, ὑοσκυάμου σπέρματος χοίνικος S". χαμαιλέοντος μέλανος ῥίζης χοίνικος τέταρτον, κωνείου σπέρματος χοίνικος δ΄. μανδραγόρου ῥίζης χοῖνιξ α΄. στρύχνου, οἱ δὲ δορυκνίου ῥίζης χοίνικος τέταρτον. ἅπαντα μίξας κεκομμένα καὶ σεσησμένα ἀπόθου εἰς ἄγγος κεραμεοῦν καὶ φιμώσας ἐπιμελῶς φύλαττε. ἐν δὲ τῇ χρήσει λαβὼν χοίνικος τέταρτον καὶ γλυκεῖ λεάνας καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν ἀκονίατον, ἐπίβαλλε τρυγὸς ξηρᾶς κοτύλης τέταρτον καὶ θεὶς ἐπ’ ἄνθρακας, ἕψε κινῶν ἐπιμελῶς, ἕως δὶς ἢ τρὶς ἀναζέσῃ, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς κατάπλαττε θερμότατον ἢ ὡς δύναται φέρειν. δεῖ δὲ πρὸ τοῦ

καταπλάσματος τοὺς πόδας καταιονῆσαι πολλῷ ὕδατι ψυχρῷ καὶ περισπογγίσαντας χρῆσθαι τῷ φαρμάκῳ. ἔπειτα δὲ τὸ κατάπλασμα δι’ ὀθονίων λεπτοτάτων εἰς ὄξος ἐμβάπτοντας ἐπιτιθέναι, καὶ ταινιδίῳ ἐπικαταλαβόντας, ἐᾷν ἐπικείμενον τὸ φάρμακον ἐπὶ ὥρας δύο, καὶ μετὰ ταῦτα αἴροντας τὸ ἐπικείμενον, τὰς ἐπαναστάσας φλυκτίδας βελόναις δεῖ κεντεῖν. ἀπὸ τούτων γὰρ ὑγρὸν ἀποῤῥεῖ μυξῶδες καὶ πολὺ καὶ κολλῶδες. μετὰ δὲ τὴν τῶν τοιούτων ὑγρῶν ἔκκρισιν χρὴ πολλῷ ὕδατι ψυχρῷ τοὺς πόδας καταντλεῖν καὶ πάλιν χρῆσθαι τῇ ἐπιθέσει τοῦ φαρμάκου, καθὰ προείρηται, ἀντὶ τοῦ ὄξους χρωμένους ὕδατι ποτίμῳ καὶ τὸ ἐπιτιθέμενον ὀθόνιον ὕδατι ψυχρῷ βρέξαντας.

[Ἄλλο τοῦ αὐτοῦ. τούτῳ ἀντὶ σικύων καὶ βδελλῶν χρώμεθα, ὥστε ἐκμυζῆσαι ἰχῶρας αἱματώδεις, ποιεῖ καὶ πρὸς πώρους καὶ πρὸς σκίῤῥους, ὥστε διαλῦσαι.] ♃ Τήλεως ἀληλεσμένης ξε. α΄. λίθου Ἀσίου τοῦ ἄνθους ξε. α΄. ἀλεύρου ἐρεγμίνου τοῦ μέλανος συναληλεσμένου, ἀλεύρου θερμίνου ἀνὰ ξέστην ἕνα. πάντα μίξας καὶ ὕδατι θερμῷ φυράσας

ἐπιτίθει θερμῷ καὶ ταινιδίῳ καταλάμβανε. δεῖ δὲ πρότερον καταντλῆσαι τοὺς πάσχοντας τόπους ἢ καὶ τούτους λούοντας ἐμβιβάζειν. ἤδη δὲ τῶν ἐπικειμένων ἐπιδέσμων ᾑμαγμένων καὶ διαβρόχων γιγνομένων, αἴρομεν τὸ φάρμακον, καὶ τοὺς τόπους ἀποπυριάσαντες χρώμεθα τῷ διὰ πικρῶν ἀμυγδάλων καὶ μαλάγματι ἔχοντι κρόκον καὶ ἴριν καὶ ἀριστολοχίαν. τοῦτο δ’ ἀναγέγραπται ἐν τοῖς ἀναγεγραμμένοις πρὸς ποδάγραν μαλάγμασιν.

[Τροχίσκος ποδαγρικοῖς, ἀρθριτικοῖς. ἡ χρῆσις ἐν αὐτοῖς τοῖς παροξυσμοῖς.] ♃ Ἀλόης λίτραν α΄. κενταυρείου χυλοῦ γο στ΄. λιβάνου ἀτόμου γο δ΄. σμύρνης γο δ΄. λίθου Ἀσίου τοῦ ἄνθους γο β΄. ὀπίου γο β΄. μανδραγόρου χυλοῦ γο β΄. στυπτηρίας σχιστῆς γο β΄. ἀναλάμβανε γλυκεῖ καὶ ποίει τροχίσκους. ἐν δὲ τῇ χρήσει ἐν γάλακτι διαλύων ἐπίχριε πτεροῖς καὶ κατὰ τοῦ χρίσματος ἐπίβαλλε ὀθόνιον γλυκεῖ δεδευμένον. ἄλλος, ὁ Ζεὺς ἐπικαλούμενος. ♃ ἀλόης δραχ. ιβ΄. ὀπίου δραχ. η΄. μηκωνείου χυλοῦ δραχ. στ΄. ὑοσκυάμου χυλοῦ δραχ. στ΄. ἀκονίτου δραχ. δ΄. ὑποκυστίδος δραχ. στ΄. γλαύκου δραχ. η΄.

κρόκου δραχ. ιβ΄. κόμμεως δραχ. κδ΄. μήλων μανδραγόρου δραχ. κ΄. ὄξους κοτύλας δύο. ἕψε μῆλα μετ’ ὄξους, καὶ ὅταν ἐκθλίψῃς, ἐπίβαλλε τοῖς προειρημένοις, καὶ διϋλίσας καὶ λεάνας ἐπιμελῶς, ἀνάπλαττε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἡ χρῆσις δεδήλωται.

[Μάλαγμα ἀρθριτικοῖς, ποδαγρικοῖς, τὸ διὰ κωνείου καὶ ἀγαρικοῦ, φάρμακον ἐπιτετευγμένον.] ♃ Κωνείου σπέρματος ξέστην α΄. ἀγαρικοῦ ξέστην α΄. τήλεως ξέστην α΄. νίτρου γο α΄. κηροῦ λίτραν μίαν, ῥητίνης φρυκτῆς λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. μυελοῦ ἐλαφείου γο δ΄. Ἰλλυρικῆς γο τέτταρας. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, τὰ δὲ τηκτὰ τῆκε, εἶτα ἐάσας ψυγῆναι καὶ ἀναξύσας ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνακόψας ἀνελόμενος χρῶ. τοῦ αὐτοῦ ἄλλο. ♃ κηροῦ λίτραν α΄. ἐλαίου παλαιοῦ ἢ Σαβίνου ξέστην α΄. τήλεως ξέστην α΄. κωνείου ξε. S". ῥητίνης φρυκτῆς λίτραν α΄. νίτρου ἐρυθροῦ γο. ἐννέα, λίθου Ἀσίον ἄνθους γο στ΄. μυελοῦ ἐλαφείου γο β΄. Ἰλλυρικῆς γο δ΄. σκεύαζε καθὰ προείρηται.

[Τοῦ αὐτοῦ ἄλλο μάλαγμα τὸ διὰ τῶν δᾳδίων, Τίτου Καίσαρος, ποδαγρικοῖς, ἀρθριτικοῖς, καὶ πᾶσαν σκληρίαν μαλάττει.] ♃ Ἰξοῦ δρυΐνου λίτραν α΄ S". λιβάνου λίτραν α΄. κηροῦ λίτραν α΄. δᾳδίων λιπαρῶν λίτραν α΄. πιτυΐνης λίτραν α΄. ἕψε τὰ τηκτὰ κινῶν δᾳδίοις λιπαροῖς· καὶ ὅταν ἀποῤῥεύσῃ πᾶν τούτων τὸ λίπασμα, καθελὼν ἀπὸ τοῦ πυρὸς, ὕλιζε τὸ ὑγρὸν καὶ τούτῳ βάλλε τὸν λίβανον λειότατον, κινῶν συνεχῶς ἕως ἀμολύντου, καὶ εἰς θυείαν ἐξεράσας ἀνελόμενος χρῶ. ἄλλο. ♃ δᾳδίων λιπαρωτάτων λίτραν α΄. λιβάνου ἄῤῥενος λίτραν α΄. ῥητίνης πιτυΐνης λίτραν α΄. ἰξοῦ δρυΐνου λίτρας S". σκεύαζε καθὰ προείρηται.

[Μάλαγμα τὸ διὰ τοῦ Ἀσίου, ποδαγρικοῖς, ἀρθριτικοῖς σφόδρα γενναῖον, ἀπαλλάττει τῆς ὅλης διαθέσεως, ἡ χρῆσις ἐν διαλείμματι.] ♃ Ἰξοῦ δρυΐνου, τερμινθίνης ἀνὰ λίτραν α΄. ἀφρονίτρου, λίθου Ἀσίου τοῦ ἄνθους, λιβάνου ἀνὰ λίτρας S". ἐλαίου κυπρίνου λίτραν α΄. στέατος ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ κόπτεται καὶ σήθεται καὶ μετὰ τοῦ ὕδατος τρίβεται,

ὥστε κηρωτῆς ὑγρᾶς ἔχειν τὸ πάχος. τὰ δὲ τηκτὰ τήκεται καὶ τοῖς λεανθεῖσιν ἐπιβάλλεται καὶ ἀνακόψαντες ἀνελόμενοι χρώμεθα. ἄλλο. ♃ ἰξοῦ λίτραν μίαν, τερμινθίνης λίτραν μίαν, λίθου Ἀσίου, νίτρου ἀνὰ γο δ΄. μάννης γο γ΄. κυπρίνου γο β΄. ὕδατος πηλοποιητικοῦ τὸ αὔταρκες.

[Ἄλλο τὸ ἀρθριτικὸν σφόδρα γενναῖον, παραχρῆμα ὠφελεῖ ἀναπίνων καὶ τὰς ἐν βάθει ὑγρασίας.] ♃ Ἰξοῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄. στέατος ταυρείου, λίθου Ἀσίου τοῦ ἄνθους ἀνὰ γο γ΄. ἀσβέστου γο γ΄. μάννης γο γ΄. κυπρίνου λίτραν α΄. σκεύαζε καθὰ προείρηται. ἄλλο Διοδώρου. ♃ ἀσβέστου δραχ. α΄. λιβάνου, τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. δ΄. στέατος ταυρείου δραχ. η΄. ἀφρονίτρου δραχ. δ΄. λίθου Ἀσίου τοῦ ἄνθους δραχ. β΄. ἐν ἄλλῳ δραχ. δ΄. ἐλαίου κυάθους β΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. τὸ φάρμακον σφόδρα καλόν ἐστιν, ἀναπίνει καὶ τὰς περὶ πάντα τὰ ἄρθρα συνισταμένας συλλογὰς καὶ ἀπαλλάττει τῶν πόνων.