Galen: De inaequali intemperie (On Uneven Distemper)
Work
Galen, De inaequali intemperie
(Περὶ ἀνωμάλου δυσκρασίας)
English: On Uneven Distemper
Text information
Type: Original (Greek)
Source
Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 7. Leipzig (Cnobloch) 1824, 733-752
Download
gal_deinaequintemp-orig-gr1.xml [45.15 KB]
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΩΜΑΛΟΥ ΔΥΣΚΡΑΣΙΑΣ ΒΙΒΛΙΟΝ
1. Ἀνώμαλος δυσκρασία γίνεται μὲν καὶ καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα ἐνίοτε, καθάπερ ἔν τε τοῖς ἀνὰ σάρκα λεγομένοις ὑδέροις, καὶ τοῖς ἠπιάλοις καλουμένοις πυρετοῖς, καὶ σχεδὸν ἅπασι τοῖς ἄλλοις, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων· γίνεται δὲ καὶ καθ’ ἓν ὁτιοῦν μόριον, οἰδισκόμενον, ἢ φλεγμαῖνον, ἢ γαγγραινόμενον, ἢ ἐρυσιπελατούμενον, ἢ καρκινούμενον. τούτου δὲ τοῦ γένους καὶ ὁ καλούμενος ἐλέφας καὶ ἡ φαγέδαινα καὶ ὁ ἕρπης. ἀλλὰ ταῦτα μὲν ἅπαντα μετὰ ῥευμάτων· ἄνευ δ’ ὕλης ἐπιῤῥύτου, μόναις ταῖς ποιότησιν ἀλλοιουμένων τῶν μορίων, ἀνώμαλοι γίνονται δυσκρασίαι,
ψυχθέντων, ἢ ἐκκαυθέντων, ἢ γυμνασαμένων ἐπὶ πλέον, ἢ ἀργησάντων, ἤ τι τοιοῦτον ἕτερον παθόντων. οὐ μὴν ἀλλὰ κᾀκ τῶν ἔξωθεν προσπιπτόντων ἀνώμαλοι δυσκρασίαι τοῖς σώμασιν ἡμῶν πλείονες ἐγγίνονται, θερμαινομένοις, ἢ ψυχομένοις, ἢ ξηραινομένοις, ἢ ὑγραινομένοις. ἁπλαῖ μὲν γὰρ αὗται, καθότι κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείκνυτο· σύνθετοι δὲ ἐξ αὐτῶν εἰσιν ἕτεραι τέσσαρες, ἢ θερμαινομένων ἅμα καὶ ξηραινομένων, ἢ ψυχομένων τε ἅμα καὶ ὑγραινομένων, ψυχομένων τε ἅμα καὶ ξηραινομένων, ἢ θερμαινομένων τε ἅμα καὶ ὑγραινομένων. ὅτι δ’ αἱ τοιαῦται δυσκρασίαι διαφέρουσι τῶν ὁμαλῶν τῷ μὴ κατὰ πάντα τὰ μόρια τοῦ δυσκράτως διακειμένου σώματος ὡσαύτως ὑπάρχειν, ἄντικρυς δῆλον. ὅστις οὖν ὁ τρόπος τῆς γενέσεώς ἐστιν ἁπάσαις ταῖς ἀνωμάλοις δυσκρασίαις, ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν. ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, ἀναμνῆσαι χρὴ πάντων τοῦ σώματος μορίων, ἀρξάμενον ἀπὸ τῶν μεγίστων, ἃ δὴ καὶ τοῖς ἰδιώταις γινώσκεται. χεῖρας γάρ τοι καὶ πόδας καὶ γαστέρα καὶ θώρακα καὶ κεφαλὴν οὐκ ἔστιν ὃς ἀγνοεῖ.
2. Τεμνέσθω δὲ πάλιν ὑφ’ ἡμῶν ἓν ὁτιοῦν ἐξ αὐτῶν εἰς τὰ προσεχῆ καλούμενα μόρια, σκέλος μὲν εἰ τύχῃ εἰς μηρὸν καὶ κνήμην καὶ πόδα, χεὶρ δ’ αὖ εἰς βραχίονά τε καὶ πῆχυν καὶ ἄκραν χεῖρα· καὶ μὲν δὴ καὶ ἄκρας χειρὸς οἰκεῖα μόρια καρπὸς καὶ μετακάρπιον καὶ δάκτυλοι· δακτύλων δ’ αὖ πάλιν ὀστᾶ καὶ χόνδροι καὶ σύνδεσμοι καὶ νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες τε καὶ σάρκες καὶ τένοντες, ὄνυχές τε καὶ δέρμα καὶ πιμελή· ταῦτα δ’ οὐκέτ’ ἐγχωρεῖ τέμνειν εἰς ἕτερον εἶδος, ἀλλ’ ἔστιν ὁμοιομερῆ τε καὶ πρῶτα, πλὴν ἀρτηριῶν τε καὶ φλεβῶν· αὗται γὰρ ἐξ ἰνῶν τε καὶ ὑμένων σύγκεινται, καθ’ ὃ κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐλέγετο. καὶ μὲν δὴ καὶ ὡς χῶραι πολλαὶ μεταξὺ τῶν εἰρημένων ὁμοιομερῶν τε καὶ πρώτων μορίων ὑπάρχουσι, καὶ τούτων ἔτι πλείους τε καὶ μείζους ἐν τῷ μέσῳ τῶν ὀργανικῶν τε καὶ συνθέτων, ἐνίοτε δὲ καὶ καθ’ ἓν ὁτιοῦν ὁμοιομερὲς μόριον, ὡς ἐν ὀστῷ καὶ δέρματι· καὶ περὶ τούτων ἁπάντων ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἴρηται. τὰ μὲν οὖν μαλακὰ τῶν σωμάτων ἀλλήλοις ἐπιπίπτοντα τὰς μεταξὺ χώρας ἀδήλους ἐργάζεται πρὸς τὴν αἴσθησιν· ὅσα δὲ σκληρὰ καὶ ξηρὰ,
πάνυ φωράσαις αὐτῶν αἰσθήσει τὰ διαλείμματα, καθάπερ ἐν ὀστοῖς τὰς σήραγγας. ἔχουσι δὲ αὗται κατὰ φύσιν ἐν ἑαυταῖς ὑγρὸν παχὺ καὶ λευκὸν εἰς θρέψιν τοῖς ὀστοῖς παρεσκευασμένον. οἱ δὲ ἐν τῷ δέρματι πόροι καθ’ ὅν τινα γίγνονται τρόπον, ἐν τοῖς περὶ κράσεων εἴρηται. ταυτὶ μὲν οὖν ἀναγκαῖον ἦν ἀναμνῆσαι σαφηνείας ἕνεκεν τῶν μελλόντων λεχθήσεσθαι. περὶ δὲ τῆς ἀνωμάλου δυσκρασίας ἤδη ῥητέον, ὁποία τέ τις ἡ φύσις αὐτῆς ἐστι καὶ ὅσοι τρόποι γενέσεως. ὅτι μὲν δὴ μία κρᾶσις οὐκ ἔστιν ἐν ἅπασι τοῖς μέρεσι τοῦ πεπονθότος οὕτω σώματος, ἔμπροσθεν εἴρηται. ἀλλὰ τοῦτο μὲν ἁπάσης ἀνωμάλου δυσκρασίας κοινόν· αἱ διαφοραὶ δὲ ταῖς τῶν πεπονθότων σωμάτων ἕπονται φύσεσιν. ἄλλως μὲν γὰρ ἡ ἁπλῆ σὰρξ, ἄλλως δὲ ὁ σύμπας μῦς εἰς ἀνώμαλον ἀφικνεῖται κρᾶσιν.
3. Αὐτίκα γέ τοι ῥεύματος θερμοῦ κατασκήψαντος εἰς μῦν, πρῶτον μὲν αἱ μείζους ἀρτηρίαι καὶ φλέβες ἐμπίπλανταί τε καὶ διατείνονται, μετὰ ταῦτα δὲ αἱ μικρότεραι, καὶ τοῦτο γίνεται μέχρι τῶν σμικροτάτων· ἐν αἷς ὅταν ἰσχυρῶς
τὰς ἀρτηρίας καὶ τὰς φλέβας τὰς ἐν αὐτοῖς, ἢ ὑπὸ τὸν ὑμένα τὸν περιέχοντα, καθάπερ τι δέρμα καὶ αὐτὸν ὑπάρχοντα τοῖς σπλάγχνοις. εἰ δὲ νικηθείη τὰ σώματα πρὸς τοῦ ῥεύματος, εἰς τοσαύτην μὲν ἀφίξεται δηλονότι δυσκρασίαν, ὡς καὶ τὴν ἐνέργειαν αὐτῶν ἀπολέσθαι καὶ φθαρῆναι τῷ χρόνῳ· παύσεται δὲ ὀδυνώμενα τότε πρῶτον, ὅταν ἐξομοιωθῇ τῷ μεταβάλλοντι. οὐ γὰρ ἐν τῷ μεταβεβλῆσθαι τὴν κρᾶσιν, ἀλλ’ ἐν τῷ μεταβάλλεσθαι πονεῖ τὰ μόρια, καθότι καὶ ὁ θαυμαστὸς Ἱπποκράτης ἔλεγεν· τοῖσι γὰρ τὴν φύσιν διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται. διαλλάττεται δὲ καὶ διαφθείρεται τὴν φύσιν ἕκαστον θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ἢ τῆς συνεχείας λυόμενον· ἐπὶ μὲν ταῖς ἀνωμάλοις δυσκρασίαις διὰ τὸ θερμαίνεσθαι ἢ ψύχεσθαι μάλιστα, δραστικώταται γὰρ αὗται αἱ ποιότητες, ἤδη δὲ καὶ διὰ τὸ ὑγραίνεσθαί τε καὶ ξηραίνεσθαι· ἐν δὲ τῷ πεινῇν ἢ διψῇν, ἐπιλειπούσης ἔνθα μὲν τῆς ὑγρᾶς οὐσίας, ἔνθα δὲ τῆς ξηρᾶς· ἐν δὲ τῷ τιτρώσκεσθαι καὶ διαβιβρώσκεσθαι καὶ τείνεσθαι καὶ θλίβεσθαι καὶ ἀνασπᾶσθαι, τῆς συνεχείας λυομένης.
4. Εἰ μὲν οὖν ἥ τε θερμότης τοῦ αἵματος ἡ κατὰ τὸ φλεγμαῖνον μόριον ἐπιεικὴς ὑπάρχει καὶ τὸ περιεχόμενον αἷμα καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα μετρίως ἔχει κράσεως, οὐ πάνυ τι ῥᾳδίως συνεκθερμαίνεται τῷ πεπονθότι· εἰ δ’ ἤτοι ζέοι σφοδρότερον, ἢ εἰ καὶ τὸ καθ’ ὅλον τὸ τοῦ ζώου σῶμα αἷμα χολωδέστερον ὑπάρχοι, παραχρῆμα σύμπαν ἐκθερμαίνεται· πολὺ δὲ μᾶλλον, ἐπειδὰν ἄμφω συνδράμοι, καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα θερμὸν ἱκανῶς εἶναι, καὶ τὸ καθ’ ὅλον τὸ ζῶον χολῶδες. ἐκθερμαίνεται δὲ πρότερον μὲν τὸ κατὰ τὰς ἀρτηρίας, ὅτι καὶ φύσει θερμότερόν ἐστι καὶ πνευματωδέστερον, ἐφεξῆς δὲ καὶ τὸ κατὰ τὰς φλέβας. εἰ δ’ ἐγγὺς εἴη τῶν πολυαίμων σπλάγχνων τὸ φλεγμαῖνον μόριον, ἔτι καὶ θᾶττον αὐτῷ συνεκθερμαίνεται τὸ καθ’ ὅλον τὸ ζῶον αἷμα. συνελόντι δὲ εἰπεῖν, ἐπὶ παντὸς τοῦ θερμαίνοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει θερμὸν, ἐκθερμαίνεται πρῶτον· ὥσπέρ γε κᾀπὶ τοῦ ψύχοντος ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει ψυχρὸν, ἐκεῖνο πρῶτον καταψύχεται. εὐαλλοίωτον μὲν οὖν τὸ πνεῦμα, διότι καὶ
τὰς ἀλλοιώσεις, ἑτέρου τε πρὸς ἕτερον παραβαλλομένου καὶ αὐτοῦ τινος πρὸς ἑαυτό.
5. Αὗται πᾶσαι δυσκρασίαι τοῦ σώματος ἀνώμαλοι γίγνονται, μάλιστα μὲν ἐκπυρουμένου τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, ἐφεξῆς δὲ τοῦ κατὰ τὰ σπλάγχνα καὶ τοῦ κατὰ τὴν καρδίαν, καὶ ταύτης μάλιστα τοῦ κατὰ τὴν ἀριστερὰν κοιλίαν, εἰς ἣν εἰ καὶ ζῶντος τοῦ ζώου καὶ μηδέπω πυρέττοντος ἐθελήσεις ἐμβαλεῖν τοὺς δακτύλους, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι γέγραπται, σφοδροτάτης αἰσθήσῃ θερμασίας. οὔκουν ἀπεικός ἐστιν οὐδ’ ὁπότε σύμπαν ἐκθερμαίνεται τὸ σῶμα παρὰ φύσιν, εἰς ἄκρον ἥκειν τὴν θερμότητα ἐκείνην μάλιστα. καὶ γὰρ λεπτομερέστατον αἷμα καὶ πνευματωδέστατον ἔχει, καὶ κινεῖται διαπαντός. ἀλλ’ ἐν τοῖς τοιούτοις ἅπασι πυρετοῖς ἐκθερμαίνεται μὲν ἐνίοτε σύμπαν ἤδη τὸ αἷμα, καὶ δέδεκται τὴν παρὰ φύσιν ἐκείνην θερμασίαν, τὴν ἐκ τῆς σηπεδόνος τῶν χυμῶν ὁρμηθεῖσαν· οὐ μὴν οὔθ’ οἱ χιτῶνες τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν οὔτ’ ἄλλό τι τῶν περικειμένων σωμάτων ἤδη πω τελέως ἠλλοίωται τὴν κρᾶσιν, ἀλλ’ ἔτι μεταβάλλεται
περὶ τῶν αἰσθήσεων λογισμοῖς. οὔτε γὰρ χωρὶς ἀλλοιώσεως ἡ αἴσθησις οὔτ’ ἐν τοῖς ἤδη τελείως ἠλλοιωμένοις ἡ ὀδύνη. ταῦτ’ ἄρα καὶ οἱ ἑκτικοὶ πυρετοὶ πάντες ἄπονοί τε καὶ τελέως εἰσὶν ἀναίσθητοι τοῖς κάμνουσιν. οὐ γὰρ ἔτι τῶν ἐν αὐτοῖς μορίων τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει, πάντων ὁμοίων ἀλλήλοις ἤδη γεγονότων, καὶ μίαν ἐχόντων ὁμόλογον κρᾶσιν.
6. Εἰ δὲ δὴ καὶ τὸ μὲν εἴη θερμότερον αὐτῶν, τὸ δὲ ψυχρότερον, ἀλλὰ τοσούτῳ θερμότερον ἢ ψυχρότερον, ὡς μὴ λυπεῖν τὸ πλησιάσαν· ἢ οὕτως ἂν ἦν ἀλλήλοις λυπηρὰ καὶ κατὰ φύσιν ἔχοντα τὰ μόρια, ὡς διαφέροντά γε καὶ αὐταῖς ταῖς κράσεσι. σὰρξ μὲν γὰρ θερμὸν μόριον, ὀστοῦν δὲ ψυχρόν. ἀλλὰ καὶ τούτων καὶ τῶν ἄλλων ἁπάντων ἀνώδυνος ἡ ἀνωμαλία τῷ μέτρῳ τῆς ὑπεροχῆς. οὕτω γοῦν καὶ τὸ περιέχον ἡμᾶς οὐκ ἀνιᾷ, πρὶν εἰς ἄμετρόν τε ψύξιν ἢ θερμασίαν ἐκτραπῆναι· τῶν δ’ ἐν τῷ μέσῳ διαφορῶν αὐτοῦ, καίτοι παμπόλλων οὐσῶν καὶ σαφῆ τὴν ὑπεροχὴν ἐχουσῶν, ἀλύπως αἰσθανόμεθα. κινδυνεύει τοιγαροῦν ἐκ τῶνδε κᾀκεῖνος ὁ λόγος ἔχειν ἐπιείκειαν, ὥς που
τὸ δ’ ἐναντίον ἐχθρὸν καὶ ἀνιαρόν. αὐξάνεται οὖν ἅπαντα καὶ τρέφεται πρὸς τῶν ὁμοίων, ἀναιρεῖται δὲ καὶ φθείρεται πρὸς τῶν ἐναντίων. καὶ διὰ τοῦτο ἡ μὲν τῆς ὑγείας φυλακὴ διὰ τῶν ὁμοίων, ἡ δὲ τῶν νοσημάτων ἀναίρεσις διὰ τῶν ἐναντίων. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος. ὁ δ’ ἑκτικὸς ἐκεῖνος πυρετὸς ὁ τὴν ἕξιν ἤδη τοῦ ζώου κατειληφὼς ἀναίσθητός ἐστι τῷ κάμνοντι. τῶν δ’ ἄλλων πυρετῶν οὐδεὶς ἀναίσθητος, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον ἀνιαροὶ τοῖς νοσοῦσιν. ἔνιοι δ’ αὐτῶν καὶ ῥῖγος ἐπιφέρουσι. γίνεται γὰρ οὖν δὴ καὶ τοῦτο τὸ σύμπτωμα, καθάπερ καὶ ἄλλα πολλὰ, πρὸς τῆς ἀνωμάλου δυσκρασίας. εἰπεῖν δ’ οὐκ ἐγχωρεῖ τὸν τρόπον αὐτῆς τῆς γενέσεως ἐν τῷ ἐνεστῶτι λόγῳ, πρὶν ἀποδεῖξαι περὶ τῶν φυσικῶν δυνάμεων, ὅσαι τέ εἰσι καὶ ὁποῖαι, καὶ ὅ τι δρᾷν ἑκάστη πέφυκεν. ἀλλ’ ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὑπὲρ ἁπάντων εἰρήσεται.
7. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς τῆς ἀνωμάλου δυσκρασίας διαφοράς. ὅπως μὲν γὰρ ἐπὶ φλεγμονῇ γίγνεται πυρετὸς ἅπας, ὅτι τε καὶ πυρετὸς καὶ φλεγμονὴ πᾶσα, χωρὶς τῶν ἑκτικῶν ὀνομαζομένων, ἐκ τῶν ἀνωμάλως κεκραμένων νοσημάτων,
καί πως ὁ λόγος ἤδη δείκνυσιν, ὡς ἐνίοτε μὲν οὐσίας θερμῆς ἢ ψυχρᾶς ἐπιῤῥυείσης μορίῳ τινὶ γίγνεσθαι συμβαίνει τὴν ἀνώμαλον ταύτην δυσκρασίαν, ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ἐλέγετο, πολλάκις δ’ οὐχ οὕτως, ἀλλ’ αὐτῆς τοῦ σώματος τῆς κράσεως ἀλλοιωθείσης κατὰ ποιότητα· καὶ ὡς τῶν ἀλλοιούντων αὐτὴν τὰ μὲν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται, τὰ δὲ ἔξωθεν· ὅταν μὲν ἐπὶ σήψεσι μόναις, ἤ τισι φλεγμοναῖς ἐγείρηται πυρετὸς, ἐξ αὐτοῦ τοῦ σώματος· ὅταν δὲ ἐπὶ ἐγκαύσεσι καὶ γυμνασίοις, ἔξωθεν. εἰρήσεται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον αὖθις ἐν ταῖς τῶν νοσημάτων αἰτίαις. ὥσπερ δὲ ἐπὶ ἐγκαύσει γίνεται πυρετὸς, ἀλλοιωθείσης τῆς τοῦ σώματος κράσεως, οὕτως ἐν κρύει πολλάκις ἐψύγησαν ἰσχυρῶς ἔνιοι σύμπαν τὸ σῶμα, καί τινες ἐξ αὐτῶν ἀπέθανον· καὶ μὲν δὴ καὶ ὡς ἀλγοῦσιν οὕτω πάντες, οὐδὲ τοῦτ’ ἄδηλον.
8. Ἀλγοῦσι δὲ καὶ ὅσοι καταψυχόμενοι σφοδρῶς ὑπὸ κρύους καρτεροῦ προεθυμήθησαν ἐκθερμῆναι ταχέως ἑαυτοὺς, καὶ πολλοί γε αὐτῶν ἐπενέγκαντες ἀθρόως τῷ πυρὶ τὰς χεῖρας, ἀλγήματος αἰσθάνονται σφοδροῦ κατὰ τὰς ῥίζας
ὑαλοειδῆ. πάλαι δὲ, ὡς ἔοικεν, οὐδεὶς οὕτως ἔπασχεν, ὅτι μηδεὶς τοσοῦτον ἀργῶς καὶ πλησμίως διῃτᾶτο, καὶ διὰ τοῦτο γέγραπται παρὰ τοῖς παλαιοῖς ἰατροῖς ἕπεσθαι ῥίγει πυρετόν· ἀλλὰ καὶ ἡμῖν αὐτοῖς καὶ ἄλλοις πολλοῖς τῶν νεωτέρων ἰατρῶν ὦπται πολλάκις ῥῖγος ᾧ πυρετὸς οὐκ ἐπηκολούθησε. σύνθετος δ’ ἐκ ταύτης ἐστὶ τῆς δυσκρασίας καὶ προσέτι τῆς τῶν πυρεττόντων ὁ ἠπίαλος. οὕτω δ’ ὀνομάζω τὸν πυρετὸν ἐκεῖνον, ᾧ διὰ παντὸς ἄμφω συμβέβηκεν· ᾧ δὲ ἡγεῖται μὲν ῥῖγος, ἕπεται δ’ ὁ πυρετὸς, ὡς ἐν τριταίοις καὶ τεταρταίοις, οὐ καλῶ τοῦτον ἠπίαλον. ὥστε διὰ τῶν ἀνωμάλων δυσκρασιῶν ὁ ἠπίαλος συμπέπλεκται, καὶ οἱ λοιποὶ δὲ πυρετοὶ σχεδὸν ἅπαντες, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων.
9. Ὡσαύτως καὶ ὅσα μορίου τινός ἐστι νοσήματα μετ’ ὄγκου, καὶ ταῦτα σύμπαντα παραπλησίως τῇ φλεγμονῇ κατὰ δυσκρασίαν ἀνώμαλον ἀποτελεῖται, καρκῖνος, ἐρυσίπελας, ἄνθραξ, ἕρπης, οἴδημα, φλεγμονὴ, φαγέδαινα, γάγγραινα. κοινὸν μὲν γὰρ αὐτοῖς ἅπασι τὸ ἐξ ἐπιῤῥοῆς ὑγρῶν γεγονέναι· διαφέρει δὲ τῷ τὰ μὲν ἀπὸ τοῦ φλεγματικοῦ χυμοῦ,
τὰ δὲ ὑπὸ χολώδους, ἢ μελαγχολικοῦ χυμοῦ, τὰ δὲ ὑφ’ αἵματος ἤτοι θερμοῦ καὶ λεπτοῦ καὶ ζέοντος, ἢ ψυχροῦ καὶ παχέος, ἤ πως ἄλλως διακειμένου γίγνεσθαι. δηλωθήσεται γὰρ ἀκριβῶς ὑπὲρ τῆς κατ’ εἶδος ἐν τούτοις διαφορᾶς ἑτέρωθι· πρὸς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ καὶ τοῦτ’ εἰρῆσθαι μόνον, ὡς ὁποῖον ἂν ᾖ τὸ ῥεῦμα, κατὰ τὸν αὐτὸν λόγον ἕκαστον τῶν εἰρημένων ἐργάσεται παθῶν, καθ’ οἷον ἔμπροσθεν ὑπὸ τοῦ θερμοῦ καὶ αἱματώδους ἐδείκνυτο γενέσθαι φλεγμονή· καὶ ὡς τῶν ὁμοιομερῶν τε καὶ ἁπλῶν σωμάτων ἕκαστον, ὑπὸ τοῦ ῥεύματος διατεθειμένον, εἰς ἀνώμαλον ἀφίξεται καὶ αὐτὸ δυσκρασίαν, ἔξωθεν μέντοι θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ὁποῖον ἂν ᾖ τὸ ῥεῦμα, μέχρι τοῦ βάθους μηδέπω διακείμενον ὁμοίως· εἰ δὲ πᾶν ὅλον δι’ ὅλου μεταβάλλοι καὶ ἀλλοιωθείη, γενήσεται μὲν εὐθέως ἀνώδυνον, ἐν χαλεπωτέρᾳ δὲ ἂν οὕτω γε διαθέσει κατασταίη. ταῦτα ἀρκεῖν μοι δοκεῖ προεγνῶσθαι τοῖς μέλλουσι τῆ τε περὶ φαρμάκων ἀκολουθήσειν πραγματείᾳ καὶ μετ’ αὐτὴν τῇ τῆς θεραπευτικῆς μεθόδου.