Galen: De parvae pilae exercitio (Exercise with the Small Ball)
Work
Galen, De parvae pilae exercitio
(Περὶ τοῦ διὰ μικρᾶς σφαίρας γυμνασίου)
English: Exercise with the Small Ball
Text information
Type: Original (Greek)
Source
Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 5. Leipzig (Cnobloch) 1823, 899-910
Download
gal_deparvaepilaeexercit-orig-gr1.xml [26.03 KB]
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΔΙΑ ΜΙΚΡΑΣ ΣΦΑΙΡΑΣ ΓΥΜΝΑΣΙΟΥ.
1. Πηλίκον ἀγαθόν ἐστιν εἰς ὑγείαν, ὦ Ἐπίγενες, γυμνάσια, καὶ ὡς χρὴ τῶν σιτίων ἡγεῖσθαι αὐτὰ, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· ὅσον δ’ ὑπὲρ τὰ ἄλλα τὰ διὰ τῆς μικρᾶς σφαίρας ἐστὶν, τοῦτο οὐδέπω τῶν πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο. δίκαιον οὖν ἡμᾶς, ἃ γινώσκομεν, εἰπεῖν. ὑπὸ σοῦ δὲ κριθησόμεθα, τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν ἐν αὐτοῖς τέχνην. χρήσιμα δ’ ἱκανῶς εἰρῆσθαι ἂν δόξειε καὶ τοῖς ἄλλοις, οἷς ἃν μεταδῷς τοῦ λόγου, γενησόμενα. φημὶ γὰρ, ἄριστα μὲν ἁπάντων γυμνάσια εἶναι τὰ μὴ μόνον
τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα. καὶ ὅσοι κυνηγεσίαν καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν αὐτῇ δύναται ψυχὴν κινῆσαι, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων, ἡσθέντες μόνον, πολλοὶ δ’ ἑάλωσαν ἀνιαθέντες. οὐκ ἔστι δ’ οὕτως ἰσχυρόν τι τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν τῶν περὶ τὴν ψυχήν· οὐκοῦν οὐδ’ ἀμελεῖν χρὴ τῶν ταύτης κινήσεων, ὁποῖαί τινες ἔσονται, πολὺ δὲ μᾶλλον ἢ τῶν τοῦ σώματος ἐπιμελεῖσθαι, τά τ’ ἄλλα καὶ ὅσῳ κυριώτερον σώματος ἡ ψυχή. τοῦτο μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ τῆς μικρᾶς σφαίρας, ἃ ἐγὼ νῦν ἐξηγήσομαι.
2. Πρῶτον μὲν ἡ εὐπορία. εἰ γοῦν ἐννοήσαις, ὅσης δεῖται παρασκευῆς τε ἅμα καὶ σχολῆς τά τ’ ἄλλα πάντα τὰ περὶ θήραν ἐπιτηδεύματα καὶ τὰ κυνηγέσια,
θώρακα, καὶ γαστέρα, ταῖς τε τῶν ὀμμάτων μετάρσεσι, καὶ θέσεσι, καὶ ἀπώσεσι, καὶ ἀποστηρίξεσι, καὶ ταῖς ἄλλαις παλαιστικαῖς λαβαῖς. τούτῳ δὲ καὶ ὀσφὺς τείνεται σφοδρῶς, καὶ σκέλη ἑδραῖα τῆς βάσεως ἐν τῷ τοιούτῳ πόνῳ· τὸ δὲ καὶ προβαίνειν καὶ εἰς τὰ πλάγια μεταπηδᾷν οὐ μικρὸν σκελῶν γυμνάσιον.
3. Ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, μόνον ἐστὶ δικαιότατον κινοῦν πάντ’ αὐτῶν τὰ μόρια. τοῖς μὲν γὰρ προσιοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δ’ ὑποβαίνουσιν ἕτερα διαπονεῖται πλέον, οὕτω δὲ καὶ τοῖς εἰς πλάγιον μεθισταμένοις ἄλλα. καὶ ὅστις καθ’ ἓν εἶδος κινήσεως κινεῖ τὰ σκέλη, καθάπερ οἱ θέοντες ἀνωμάλως, καὶ οὕτως ἀνίσως τὰ μέρη γυμνάζει τοῖς εἰς τὸ πλάγιον μεθισταμένοις. ἀλλὰ καὶ ὡς τοῖς σκέλεσιν, οὕτω καὶ χερσὶ τὸ γυμνάσιον τοῦτο δικαιότατον, ἐν παντὶ σχήματι λαμβάνειν ἐθιζομένων τὴν σφαῖραν. ἀνάγκη γὰρ ἐνταῦθα τὴν ποικιλίαν τῶν σχημάτων ἄλλοτ’ ἄλλους τῶν μυῶν τείνειν σφοδρότερον, ὥστε πάντας ἐν μέρει πονοῦντας ἴσην ἔχειν ἀνάπαυλαν
οὕτως ἔχει· τὴν γὰρ ἀμετρίαν ἐγὼ πανταχοῦ ψέγω, καὶ πᾶσαν τέχνην ἀσκεῖν φημι χρῆναι τὸ σύμμετρον, καὶ εἴ τι μέτρου στερεῖται, τοῦτ’ οὐκ εἶναι καλόν. οὐκοῦν οὐδὲ δρόμους ἐπαινῶ τῷ καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ μηδεμίαν ἄσκησιν ἀνδρείας ἔχειν. οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων τὸ νικᾷν, ἀλλὰ καὶ τῶν συστάδην κρατεῖν δυναμένων· οὐδὲ διὰ τοῦτο Λακεδαιμόνιοι πλεῖστον ἐδύναντο, τῷ τάχιστα θεῖν, ἀλλὰ τῷ μένοντας ἀναιρεῖν. εἰ δὲ πρὸς ὑγίειαν ἐξετάζοις, ἐφ’ ὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ σώματος, ἐπὶ τοσοῦτον οὐδ’ ὑγιεινόν. ἀνάγκη γὰρ οὕτω τὰ μὲν ὑπερπονεῖν, τὰ δ’ ἀργεῖν παντελῶς. οὐδέτερον δ’ αὐτῶν ἀγαθὸν, ἀλλ’ ἄμφω καὶ νόσων ὑποτρέφει σπέρματα, καὶ δύναμιν ἄῤῥωστον ἐργάζεται.
4. Μάλιστα οὖν ἐπαινῶ γυμνάσιον, ὃ καὶ σώματος ὑγίειαν ἐκπορίζει, καὶ μερῶν εὐαρμοστίαν, καὶ ψυχῆς ἀρετὴν παρὰ τούτοις· τοῦτο δὲ τὸ διὰ τῆς μικρᾶς σφαίρας ὑπάρχει. καὶ γὰρ εἰς πάντα ψυχὴν δυνατὸν
καὶ ταχὺ χωρὶς συντονίας ἰσχυρᾶς τὸ πνεῦμα μᾶλλον γυμνάζει, τὸ δ’ ἕτερον, τὸ ἐν ταῖς ἀντιλήψεσι, καὶ βολαῖς, καὶ λαβαῖς, οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε καὶ ῥώννυσιν. εἰ δ’ εὔτονόν τε ἅμα καὶ ἠπειγμένον εἴη, διαπονήσει τοῦτο μεγάλως καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα, καὶ πάντων ἔσται γυμνασίων σφοδρότατον. ἐφ’ ὅσον δὲ δεῖ καθ’ ἑκάστην χρείαν ἐπιτείνειν τε καὶ ἀνιέναι, γράψαι μὲν οὐχ οἷόν τε, (τὸ γὰρ ἐν ἑκάστῳ ποσὸν ἄῤῥητον,) ἐπ’ αὐτῶν δὲ τῶν ἔργων εὑρεῖν τε καὶ δεῖξαι δυνατὸν, ἐν ᾧ δὴ καὶ μάλιστα τὸ πᾶν κῦρος· οὐδὲ γὰρ ἡ ποιότης ἐστὶ χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο. τούτου μὲν δὴ τῷ παιδοτρίβῃ μετέστω, τῷ μέλλοντι τῶν γυμνασίων ὑφηγεῖσθαι.
5. Τὸ δ’ ὑπόλοιπον τοῦ λόγου περαινέσθω. βούλομαι γὰρ ἐφ’ οἷς εἶπον ἀγαθοῖς προσιέναι τῷδε τῷ γυμνασίῳ, μηδ’ ὡς ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἷς τὰ πλεῖστα τῶν ἄλλων περιπίπτει. δρόμοι μὲν γὰρ ὠκεῖς πολλοὺς ἤδη διέφθειραν, ἀγγεῖον ἐπίκαιρον ῥήξαντες· οὕτω δὲ καὶ φωναὶ μεγάλαι τε ἅμα καὶ σφοδραὶ, καθ’ ἕνα χρόνον
ἀθρόως ἐκφωνηθεῖσαι, μεγίστων κακῶν οὐκ ὀλίγοις αἴτια, καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔῤῥηξάν τι καὶ κατὰ θώρακα πολλάκις ἔβλαψαν, ἔστι δ’ ὅτε καὶ τοὺς σπερματικοὺς πόρους, ἵνα τὰ τῶν ἵππων ἁμαρτήματα παραλείπω, δι’ ὧν πολλάκις ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς παραχρῆμα διεφθάρησαν. οὕτω δὲ καὶ τὸ ἅλμα, καὶ ὁ δίσκος, καὶ τὰ διὰ τοῦ κάμπτειν γυμνάσια. τοὺς δ’ ἐκ τῆς παλαίστρας τί δεῖ καὶ λέγειν; ὡς ἅπαντες λελώβηνται τῶν Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον. ὡς γὰρ ἐκεῖνός φησι ὁ ποιητὴς
χωλάς τε, ῥυσσάς τε, παραβλῶπάς τ’ ὀφθαλμὼ,
οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν ἢ χωλοὺς, ἢ διεστραμμένους, ἢ τεθλασμένους, ἢ πάντως γέ τι μέρος πεπηρωμένους. εἰ δὴ πρὸς οἷς εἶπον ἀγαθοῖς ἔτι καὶ τοῦθ’ ὑπάρχει τοῖς διὰ τῆς σμικρᾶς σφαίρας γυμνασίοις, ὡς μηδὲ κινδύνῳ πελάζειν, ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.