Galen: De simplicium medicamentorum facultatibus (On the Powers of Simple Drugs)
Work
Galen, De simplicium medicamentorum facultatibus
(Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων)
English: On the Powers of Simple Drugs
Text information
Type: Original (Greek)
Source
Kühn, Karl Gottlob. Claudii Galeni Opera Omnia. Leipzig (Cnobloch) 1821–1833, XI 379–892, XII 1–377.
Download
gal_desimplmedtempetfac-orig-gr1.xml [1.81 MB]
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ Α.
1. Τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις ἀκριβῶς ἐπίστασθαι πηλίκον ὄφελός ἐστιν εἴς τε τὴν τῶν ποικίλων σύνθεσιν καὶ τὴν τῶν εὑρημένων ἤδη χρῆσιν εὔκαιρον, οὐ νῦν δέομαι δεικνύναι. τὸ μὲν γὰρ ἐν τοῖς τῆς περὶ φαρμάκων συνθέσεως ἀποδειχθήσεται, τὸ δὲ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἀλλ’ ὅπερ εστὶν ἐφεξῆς τῆς περὶ κράσεων πραγματείας, τοῦτο ἐνταῦθα λεχθήσεται,
ἔνιοι μὲν ἄγνωστον ὑπέλαβον, ὥσπερ οἵ τε σκεπτικοὶ φιλόσοφοι καὶ τῶν ἰατρῶν οἱ κληθέντες ἐμπειρικοί. διηνέχθησαν δὲ πρὸς ἀλλήλους καὶ οἱ γνωστὴν εἶναι φάντες. τινὲς μὲν γὰρ εἴς τε τὰ μεγέθη καὶ τὰ σχήματα καὶ τὰς θέσεις τῶν ὄγκων τε καὶ πόρων ἀναφέρουσιν, ἔνιοι δὲ εἰς θερμότητα καὶ ψυχρότητα καὶ ὑγρότητα καὶ ξηρότητα, κατὰ τὴν στοιχείωσιν ἑκάτεροι τὴν ἑαυτῶν , ὥστε καὶ ἡμεῖς διὰ τοῦ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐδείξαμεν συγγραμμάτων, ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τά τε τῶν ἄλλων ἁπάντων σώματα καὶ τὰ τῶν ζώων γεγονέναι. ταύτας οὐσίας θησόμεθα τῶν δραστικῶν δυνάμεων ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς φαρμάκοις. οὕτω γὰρ κᾀν τῷ τρίτῳ περὶ κράσεων ἐδέδεικτο· καὶ χρή γε τὸν βουλόμενον ἕπεσθαι τοῖς νῦν λεγομένοις ἐν ἐκείνῃ γεγυμνάσθαι τῇ πραγματείᾳ· καὶ γὰρ δὴ καὶ λέλεκται πάνθ’ ὅσα χρὴ καθόλου περὶ φαρμάκων ἐπίστασθαι δι’ ἐκείνου τοῦ συγγράμματος. καὶ νῦν μὲν οὐδὲν ἐροῦμεν ἐν ὅλῳ τῷ γένει καινότερον· ὅσα δ’ ἐν ἐκείνῳ γέγραπται γενικῶς, ταῦτα ἐν τοῖσδε τοῖς ὑπομνήμασιν ἰδικῶς ἐξεργασόμεθα.
2. Πρῶτον μὲν δὴ καὶ μάλιστα τὴν βάσανον τῆς κρινομένης δυνάμεως ἀπ’ αὐτοῦ χρὴ ποιεῖσθαι τοῦ πράγματος, πρὸς ὃ λέγεται. οὐδὲ γὰρ εἰ ἀνθρώπῳ ψυκτικὸν τὸ κώνειον, ἤδη καὶ ψαρὶ, οὐδ’ εἰ ψαρὶ ἀνθρώπων τρόφιμον, ἤδη καὶ ἀνθρώπῳ. κατὰ ταὐτὰ δὲ οὐδ’ εἰ καθαρτικὸς ὁ ἑλλέβορος, ἤδη καὶ ὀρτύγων, οὐδ’ εἰ τρόφιμος ἐκείνοις, ἤδη καὶ ἀνθρώποις. ἐφεξῆς δὲ τὸ κατὰ συμβεβηκὸς διορίζεσθαι τοῦ πρώτως τε καὶ καθ’ ἑαυτό. τὸ μὲν γὰρ ψυχρὸν ὕδωρ θέρμης ἐπανάκλησίν ποτε ποιεῖται τῷ ψύχειν τὸ δέρμα καὶ συνάγειν καὶ πυκνοῦν. ἕπεται γὰρ τούτῳ θέρμης ἐπανάκλησις, ὡς ἐν τῷ τρίτῳ περὶ κράσεων ἐδείκνυτο. τὸ δὲ αὖ θερμὸν ψύχει πολλάκις τῷ διαφορεῖν τὸν θερμαίνοντα χυμόν. εἰ γὰρ ταῦτά τις διορισάμενος ἀκριβῶς ἐπὶ τὴν ἐξέτασιν ἀφίκοιτο τῆς ζητουμένης δυνάμεως, οὐκ ἄν μοι δοκεῖ σφαλῆναι ῥᾳδίως. ἀλλὰ τὸ μὲν ἀπὸ μηδενὸς ἄλλου ποιεῖσθαι τὴν κρίσιν ἢ τοῦ πρὸς ὃ λέγεται καὶ πάνυ ῥᾴδιον, οὔτ’ εἰ φθαρτικόν ἐστιν τῶν ἐντόμων ζώων τοὔλαιον, οὔτ’ εἰ
πρώτην προσβολὴν ψυχρᾶς αἰσθανόμεθα καὶ μέχρι περ ἂν ἅπτηται, ψυχούσης ἀεὶ καὶ μᾶλλον. ὁρῶμεν δὲ μήθ’ ὑπομένουσαν ἔτι μήτε σωζομένην, εἰ βραχείας ἐπιλάβηται θερμότητος. ἡ δὲ τίτανος οὔτε κατὰ τὴν πρώτην προσβολὴν φαίνεται ψύχουσα, καὶ μέχρι περ ἂν ἡμῖν πλησιάζῃ, θερμαίνει σαφῶς ἀεὶ καὶ μᾶλλον. ᾧ καὶ δῆλον ὡς τῷ διαπαντὸς ἕν τι ποιεῖν, ἄχρι περ ἂν ἡμῶν ἅπτηται τὸ φάρμακον, ἡ οἰκεία αὐτοῦ δύναμις κριθήσεται.
3. Τὸ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔστ’ ἂν ὁμιλῇ, θερμαῖνον ἀεὶ καὶ μᾶλλον, οὐ κατά τι συμβεβηκὸς, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ φύσιν ἐστὶ τοιοῦτον. οὕτω δὲ καὶ τὸ ψῦχον ἀπ’ ἀρχῆς μέχρι τέλους ψυχρόν ἐστιν κατὰ τὴν ἑαυτοῦ δύναμιν, οὐ κατὰ συμβεβηκός. εἰ δὲ μήτε ἀναμείνας χρόνον ἐξ ὑστέρου τε μετὰ τὴν πλύσιν ἐξετάσεις τὴν δύναμιν αὐτοῦ, σφαλήσῃ πολλαχόθεν. καὶ ἴσως δέ ποτε καὶ τὸ ψυχρὸν ὕδωρ οὐ ψυχρὸν μόνον ἐρεῖς τὴν δύναμιν, ἀλλὰ καὶ θερμόν. ὅτε μὲν ψῦχον φαίνεται, διὰ παντὸς, ἔστ’ ἂν ἡμῖν πλησιάζῃ, ψυχρὸν, ὅτε δὲ πολλάκις ἐπανάκλησιν θερμότητος
ἤνεγκεν θερμόν. οὔκουν χρὴ ταῦτα παραλιπεῖν ἀδιόριστα καὶ τῶν κρινομένων ἕκαστον φαρμάκων, ὡς κᾀν τοῖς περὶ κράσεως ἐλέγετο. μηδεμιᾶς ἐπικτήτου ψύξεως ἢ θερμότητος ἔστω μετέχον, ἵνα μὴ νοθεύσῃ τὴν φυσικὴν αὐτοῦ δύναμιν ἡ ἐπίκτητος ποιότης. ἔτι τε πρὸς τούτοις, ὡς καὶ ταῦτ’ ἐλέγετο, διωρίσθω σοι καὶ τροφὴ φαρμάκου καὶ μνημονευέσθω πρός τι μὲν ἄμφω λεγόμενα, πολλαχόθι δὲ περὶ μίαν οὐσίαν συνιστάμενα, καθ’ ὅ τι καὶ τοῦτο ἐπεδείξαμεν. οὐδὲν δὲ ἧττον ὅτι τὰ μὲν ὅλαις ταῖς οὐσίαις εἰς ἄλληλα δρᾷ καὶ πάσχει, τὰ δὲ κατὰ μίαν ἢ δύο ποιότητας· καὶ πρὸς τούτοις τὰ μὲν εἶναι λεπτομερῆ, τὰ δὲ παχυμερῆ· λεπτομερῆ μὲν ὅσα ῥᾳδίως εἰς λεπτὰ καταθραύεται, παχυμερῆ δὲ τἀναντία. ἁπλῶς δὲ εἰπεῖν ἁπάντων μεμνῆσθαι χρὴ τῶν ἐν τῷ τρίτῳ περὶ κράσεων εἰρημένων διορισμῶν, ἵνα κατ’ ἐκείνους ἐξετάζηται τῶν πάντων εἴδους φαρμάκων ἡ δυνάμις.
4. Ἔστω δὴ πρῶτον ἡμῖν ὕδωρ εἰς σκέψιν προβεβλημένον, ὅτι καὶ κοινότατον ἅπασιν ἀνθρώποις ἐστὶν
δὶς ἢ τρὶς διηθεῖν αὐτὸ, καίτοι καὶ οὕτως ἴσως ἀδύνατον ἀκριβῶς ἐργάσασθαι καθαρόν· ἀλλ’ ὅταν ἐκφύγῃ πᾶσαν αἴσθησιν ἡ ἐπιφερομένη τοῖς ὕδασιν ἰλὺς, ἀρκεῖ πρὸς γε τὴν τοιαύτην χρείαν τὰ τοιαῦτα καθαρὰ καὶ εἰλικρινῆ λέγειν ὕδατα.
5. Τρισὶ δ’ αἰσθήσεσιν κρίνεται ταῦτα, γεύσει καὶ ὄψει καὶ ὀσφρήσει. γεύσει μὲν καθαρὸν, εἰ μηδεμιᾶς προσλάβοι ποιότητος, ἀλλ’ ἀκριβῶς ἄποιον φαίνοιτο· τῇ δ’ ὄψει καθαρὸν, ὅταν εἰλικρινὲς ᾖ καὶ διαυγὲς ἀκριβῶς. οὕτω δὲ καὶ πρὸς τὴν ὀσμὴν οὐδεμίαν ἐμφαίνειν αὐτῷ χρὴ ποιότητα, καθάπερ ἔνια τῶν ἐσχάτως μοχθηρῶν ὀξύτητος, ἢ δριμύτητος, ἢ ἅλμης, ἢ σηπεδόνος, ἤ τινος ἄλλης κακίας ἀῤῥήτου προσβάλλει. τὸ τοίνυν ἐκτὸς ἁπάντων τούτων ὕδωρ ἔστι μὲν οὐδ’ αὐτὸ πρὸς γε τὴν φύσιν εἰλικρινὲς ἀκριβῶς, ὥσπερ οὐδ’ ἄλλο τι τῶν τεττάρων στοιχείων τῶν αἰσθητῶν, ὡς μέντοι πρὸς αἴσθησίν τε καὶ χρείαν εἰλικρινὲς ὑπάρχει. τὸ γοῦν τοιοῦτόν ἐστι καὶ ψυχρὸν, ὡς εἴρηται, κατὰ τὴν ἑαυτοῦ φύσιν, ἐπεί τοι θερμήνας σφοδρῶς οὐχ ὕδωρ μόνον,
ἀλλὰ καὶ μανδραγόραν καὶ ὑοσκύαμον καὶ κώνειον καὶ μηκώνιον, οὐ μόνον ἂν ἐκθερμήναις προσφέρων, ἀλλὰ καὶ καύσειας ἀνθρώπειον σῶμα. πάντ’ οὖν τὰ δοκιμαζόμενα φάρμακα πάσης ἐπικτήτου τε καὶ σφοδρᾶς θερμότητός τε καὶ ψύξεως ἐκτὸς ἔστωσαν, μὴ μόνον ὕδωρ.
6. Ὅτι δὲ ψύχει σαφῶς ἅπαν ὕδωρ γλυκὺ μάθοις ἂν κἀνθένδε. κηρωτὴν ὑγρὰν, εἰ δι’ ὕδατος ψυχροῦ μαλάξας καὶ ἀναδεύσας ἐπιμελῶς ἐπιθείης θερμῷ τινὶ παθήματι, παραχρῆμα καταψύξεις αὐτό. χρὴ δ’ ὡς ὅτι πλεῖστον μιγνύναι τοῦ ὕδατος, γένοιτο δ’ ἂν ἡ μίξις ᾧδέ πως ἄριστα. καθαρὸν ὡς ἔνι μάλιστα κηρὸν ἐλαίῳ χρὴ τήξαντας ὑγρὰν ποιῆσαι κηρωτὴν, ἔπειτα ψύξαντάς τε καὶ ξύσαντας ἐν θυείᾳ μαλάττειν διὰ τῶν χειρῶν ὕδωρ ψυχρὸν παραχέοντας, εἰς ὅσον ἂν ἡ κηρωτὴ δύνηται δέχεσθαι καὶ μήπως περιῤῥέῃ τὸ ὕδωρ. ἐμψύχει τοῦτο καὶ τοὺς ἐν πυρετῷ καυσουμένους, εἰ κατὰ τῶν ὑποχονδρίων ἐπιτεθείη καὶ φλεγμονὴν ἅπασαν, ὡσαύτως ἕρπητάς τε καὶ ἄνθρακας, ἐρυσιπέλατα καὶ φύγεθλα καὶ πάντα ἁπλῶς εἰπεῖν τὰ
θερμὰ νοσήματα. μὴ τοίνυν ὕδωρ γλυκὺ, ἀλλὰ καὶ θάλατταν ἢ ἅλμην αὐτῷ παραμίξας ἐφ’ ἑνὸς τῶν εἰρημένων ὅτου βούλῃ χρήσασθαι, θεάσῃ γὰρ αὐτίκα διαφορὰν οὐ σμικρὰν, οὐ μόνον οὐκ ἐμψύχοντος ἔτι τοῦ γενομένου φαρμάκου τῶν εἰρημένων διαθέσεων οὐδεμίαν, ἀλλὰ καὶ προεκκαίοντος. οὕτως ἄρα πολλὴ διαφορὰ τῶν ποτίμων ὑδάτων ἐστὶν πρὸς ἅλμην τε καὶ θάλατταν. οὐχ ἧττον δ’ ἅλμης καὶ θαλάττης τὰ θειώδη καὶ ἀσφαλτώδη, νιτρώδη καὶ χαλκάνθου καὶ μίσυος καὶ χαλκίτεως, ἤ τινος ἁπλῶς τῶν φύσει θερμῶν φαρμάκων ἐμφαίνοντος τῇ γεύσει, πολέμια πάντα ταῖς θερμαῖς τοῦ σώματος ἡμῶν διαθέσεσιν ὑπάρχει. ᾧ δῆλον ὡς ταυτὶ μὲν ἅπαντα θερμὰ ταῖς δυνάμεσίν ἐστιν. τὸ δὲ πότιμον ὕδωρ μόνον ψυχρόν.
7. Ὅτι δὲ καὶ ὑγρὸν τοῦτο μόνον τῶν εἰρημένων ὑδάτων ἀκριβῶς ἐκ τῆς αὐτῆς ἐπιγνώσῃ μεθόδου. τά τε γὰρ ἕλκη τὰ πέρα τοῦ δέοντος αὐχμώδη καὶ ξηρὰ τούτῳ τέγγων, αὐτίκα μάλα ποιήσεις ὑγρὰ καὶ πλαδαρὰ, τῶν ἄλλων ἁπάντων ὑδάτων ξηραινόντων τὰ ἕλκη, τά τε τῶν ἁλιέων
θάλατταν, οὕτω καὶ τῶν ἄλλων ἕκαστον ἐπιμιξίᾳ τῆς οὐσίας, ἥτις ἂν ἐν ἑκάστῳ φαίνηται κρατεῖν. θεῖον μὲν γὰρ ἐμβαλὼν ὕδατι γλυκεῖ θειῶδες ὕδωρ ἐργάσῃ, στυπτηρίαν δὲ στυπτηριῶδες, καὶ τῶν ἄλλων ἕκαστον.
8. Αὕτη μὲν οὖν ἡ οἰκεία φύσις τοῦ ὕδατος ὑγρά τε ἐστι καὶ ψυχρά. προσλαμβάνον δ’ ἐπίκτητον θερμότητα, θερμαίνει μὲν καὶ ὑγραίνει τὰ πλησιάζοντα, πλὴν οὐχ ὁμοίως ἄμφω πέφυκε δρᾷν ἅμα, ἀλλ’ ὑγραίνει μὲν ἄκρως, ἄν τε χλιαρὸν ἄν τ’ εὔκρατον ἄν τε καὶ θερμότερον ὑπάρχῃ. θερμαίνει δ’ οὐκ ἄκρως τό γε μὴ ζέον ἐσχάτως. ἐξεταζέσθω δ’ ὁ λόγος ἐπὶ τῆς εὐκράτου φύσεως πρῶτον. ἂν τοίνυν ταύτῃ προσφέρῃς ὕδωρ εὐκράτως θερμὸν, εἴτε λούων εἴτε καταντλῶν ὃ τι δή ποτε μέρος, ὑγρότερον ἀποδείξεις ἑαυτοῦ καὶ θερμότερον ἐν αὐτῷ τῷ χρόνῳ τῆς καταντλήσεως. εἰ δ’ ἐπὶ τούτῳ παύσαιο μὴ συναγαγὼν καὶ πιλήσας καὶ πυκνώσας τὸ σῶμα ψυχροῦ χρήσει, μικρὸν ὕστερον εὑρήσεις αὐτὸ ψυχρότερον ἑαυτοῦ γεγονέναι· ἀραιούμενον γάρ τι τὸ σῶμα ψυχρότερον γίνεται, διαπνεομένης ἀμετρότερον τῆς ἐμφύτου
μεμνῆσθαι καὶ τούτου καὶ παρ’ ὅλον ἀεὶ φυλάττειν τὸν λόγον, ὡς ἔκ τε τῶν ἐναργῶς φαινομένων συλλογίζεσθαι τὴν δύναμιν ἑκάστου τῶν φαρμάκων, ἀεί τε πρὸς ὃ λέγεται θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρὸν εἶναι, πρὸς τοῦτο δοκιμάζειν.
9. Ἐξ ἐπιμέτρου δ’ εἰ βούλοιτό τις ἀπὸ τῶν ἔξωθεν ἐπάγειν τὰς πίστεις, οὐ κωλύω μὲν οὐδὲ τοῦτο, προσέχειν δ’ ἀκριβῶς τὸν νοῦν αὐτῷ συμβουλεύω. παραλογισμοὺς γὰρ ἴσχει συχνούς· ἀλλὰ τούτους μὲν ἐν τοῖς ἐφεξῆς ἐρῶ. ὃ δὲ μόνον ἄν τις ἀπὸ τῶν ἔξωθεν εἰς πίστιν τοῦ θερμαίνειν ἢ ψύχειν τὸ κρινόμενον φάρμακον λαμβάνοι, τὸ κατὰ τὴν τοῦ πυρὸς ὁμιλίαν ἐστίν. οὐ γὰρ ἄπο τρόπου τὸ ῥᾳδίως ἐκπυρούμενον ὑπολαμβάνειν θερμὸν εἶναι δυνάμει. μεμνήμεθα γὰρ, οἶμαι, τῶν τοῦ δυνάμει σημαινομένων ἁπάντων ἐν τῷ τρίτῳ περὶ κράσεων διῃρημένων. ἓν οὖν ἐξ αὐτῶν ἦν καὶ τὸ κατὰ τὴν οἰκείαν ὕλην τοῦ λεγομένου, τόδε τι κατὰ δύναμιν ὑπάρχειν. εἰ δέ τι ῥᾳδίως εἰς πῦρ μεταβάλλοι, δυνάμει τοῦτο πῦρ ἐστιν, οὐκ ἐνεργείᾳ δηλονότι. τουτὶ
μὲν γὰρ τὸ δυνάμει τῷ κατ’ ἐνέργειαν ἀντιδιαιρεῖται, θάτερον δὲ τὸ καθ’ αὑτὸ τῷ κατὰ συμβεβηκός. ἐν τούτῳ τοίνυν τῷ τρόπῳ τῆς κρίσεως ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι προσήκει.
10. Μεταβαίνειν δ’ ἀσφαλῶς βουλόμενον ἀπὸ τῶν ἔξωθεν ἐπὶ τὰ τῶν ζώων σώματα σκοπεῖσθαι πρῶτον μὲν εἰ λεπτομερές ἐστιν, ἢ παχυμερὲς τὸ δοκιμαζόμενον φάρμακον, δεύτερον δὲ εἰ συνεχὲς αὑτῷ καὶ πυκνὸν ὅλον, ἢ διαλείμματ’ ἔχον καὶ ἀραιόν. καὶ διὰ τοῦτο χρὴ πλείονα καὶ περὶ τούτου ποιήσασθαι λόγον. ἀρχὴ γάρ τις ἔοικεν εἶναι καὶ αὐτὸ καὶ οἷον στοιχεῖον τι παμπόλλης θεωρίας δεόμενον.
11. Φαίνεται τοίνυν οὐδὲν τῶν ὁμολογουμένων θερμῶν ταῖς δυνάμεσιν ἡμᾶς θερμαῖνον, πρὶν εἰς λεπτὰ καταθραυσθῆναι. πέπερι οὖν ἁδρομερὲς εἴ τις ἐπιπάττοι τῷ δέρματι, θερμότητος οὐκ ἂν οὐδεμιᾶς αἴσθοιτο. κατὰ ταὐτὰ δὲ κᾂν εἰ κατὰ γλώττης ἐπιθείη, κᾂν εἰ καταπίοι, κᾂν ὁπωσοῦν ἄλλως ἁδρομερεῖ χρήσαιτο, μὴ λειώσας ἀκριβῶς καὶ διασήσας καὶ πάνυ λειώσας, ὡς χνοῶδες γενέσθαι. τὸ μὲν γὰρ ὡς
μεταβάλλειν τὸ πλησιάζον. ἐδείχθη δὲ ἐν τῷ τρίτῳ περὶ κράσεων, οὗ χωρὶς ἕπεσθαι τοῖς ἐν τῷδε λεγομένοις ἀδύνατον, ὡς οὐδὲν τῶν θερμαίνειν ἡμᾶς φαινομένων ὁμοίως τῷ πυρὶ θερμαίνειν πέφυκεν, ἀλλ’ ὡς εὐέξαπτος ὕλη. τὴν γὰρ ἀρχὴν τῆς μεταβολῆς ἐκ τῆς ἐν ἡμῖν θερμότητος λαμβάνοντα, καθάπερ οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρὸς ἀντιθερμαίνει τε ἡμᾶς καὶ οἷον μόρια ἄττα τῆς ἐμφύτου γίνεται θερμασίας, ὡς ἐκεῖνοι τοῦ πυρός. ὃ γὰρ ἦν πρότερον κάλαμος, τοῦτο νῦν γίνεται πῦρ, ὥστε καὶ τὴν οὐσίαν ὅλην αὐξάνειν τοῦ μεταβάλλοντος αὐτὸ πυρός. ἐδείχθη δὲ καὶ ὡς ἔνια βραχείας μεταβολῆς ἔξωθεν τυχόντα κατὰ τὴν ἑαυτῶν ἤδη φύσιν ἐπὶ πλεῖστον ἀλλοιώσεως προέρχεται. ὥστ’ οὐδὲν θαυμαστὸν, εἰ τὴν μὲν ἀρχήν τι τῶν φαρμάκων τῆς πρώτης μεταβολῆς ἐκ τῆς ἐν ἡμῖν ἴσχει θερμασίας, ἐπὶ πλέον δ’ ἐντεῦθεν καὶ αὐτοῦ τοῦ μεταβάλλοντος προέρχεται. ἡ γὰρ ἰδιότης ἑκάστου τῶν σωμάτων ἡ μὲν εὐφυὴς, ἡ δὲ ἀφυὴς εἰς θερμασίαν ὑπάρχουσα ταῖς ἴσαις ἀρχαῖς οὐκ ἴσην τὴν αὔξησιν ἑπομένην ἴσχει.
12. Καὶ μὴν ὅτι γε τὸ μὲν σμικρὸν πάνυ σῶμα ῥᾳδίως ἀλλοιοῦταί τε καὶ μεταβάλλεται πρὸς τοῦ πλησιάζοντος, τὸ δὲ μεῖζον ἐν χρόνῳ τε καὶ μόλις αἰσθητὴν ἴσχει τὴν ἀλλοίωσιν, οὐ τοῖς φυσικοῖς μόνοις ἀνδράσιν ἀποδεδειγμένον, ἀλλὰ καὶ πρὸς ἁπάντων ἀνθρώπων ἐξ αὐτῆς τῆς τοῦ γινομένου πείρας πεπιστευμένον, ἱκανῶς μαρτυρεῖ τοῖς νῦν λεγομένοις. εἰ γὰρ τὰ τοῦ πεπέρεως μόρια δεῖται ἀρχήν τινα μεταβολῆς λαβεῖν ἐξ ἡμῶν, λαμβάνειν δὲ ῥᾷον ὅσῳπερ ἂν ᾖ σμικρότερα, θαυμαστὸν οὐδὲν, εἰ θᾶττον αὐτῶν αἰσθανόμεθα θερμαινόντων, ὅσῳπερ ἂν ἐπιμελέστερον εἰς ἐλάχιστα καταθραύσωμεν.
13. Ἀλλὰ μὴν ὅτι γε τὸ μὲν ἐκτὸς πέρας τοῦ δέρματος καὶ τυλῶδές ἐστι καὶ σκληρὸν καὶ ψυχρὸν, τὸ δ’ ὑπ’ αὐτὸ βάθος ἅπαν, ὅσῳπερ ἂν εἴσω προερχώμεθα, τοσούτῳ θερμότερον, οὐδεὶς ἀμφισβητεῖ. προσθεὶς δὴ τούτῳ τῷ λόγῳ δύο ἑτέρας ἀρχὰς, ἐν ἄλλαις ἡμῖν πραγματείαις ἀποδεδειγμένας, οὕτως ἤδη συλλογίζεσθαι δυνήσῃ τὸ πᾶν. ἡ μὲν ἑτέρα τῶν εἰς τὴν ἀπόδειξιν ἀρχῶν, ἢ λημμάτων, ἢ
ἡμῶν τῷ δέρματι, παντάπασιν ἀσθενὲς ὑπάρχει. μὴ τοίνυν θαυμάσῃς, εἰ κάλαμοι ξηροὶ καὶ τρίχες εὐέκκαυτα μὲν οὐ μὴν ἡμᾶς γε θερμαίνει πλησιάζοντα. τὴν ἀρχὴν γὰρ, οὐδὲ μεταβάλλεται πρὸς τῆς ἐν ἡμῖν θερμασίας, ἵνα ἀντιθερμάνῃ διὰ τὸ μὴ δύνασθαι καταθραυσθῆναι χνοωδῶς· ἐπεὶ ὅ γε κάλαμος ὁ ἐξ Ἰνδίας, ὃν καὶ ἀρωματίτην ὀνομάζουσιν, τῷ κόπτεσθαί τε καὶ διασσᾶσθαι καὶ ὅλως τῷ καταθραύεσθαι, μᾶλλον τοῦ παρ’ ἡμῖν ἐναργῶς φαίνεται θερμαίνων, ὡς καὶ τοῖς πρεσβυτέροις ἡμῶν ἰατροῖς ὡμολόγηται πᾶσιν.
14. Ἐπισκέπτεσθαι δὲ, ὡς εἴρηται, μὴ μόνον εἰ παχυμερής ἐστιν ἢ λεπτομερὴς ἡ τῶν ἐξεταζομένων φαρμάκων οὐσία, ἀλλ’ εἰ καὶ ἀραιὰ καὶ πυκνή. λέγω δὴ ἀραιὰν ἧς τὰ μόρια διαλαμβάνεται χώραις κεναῖς, ἐπισταμένων ἡμῶν δηλονότι καὶ μεμνημένων ἀεὶ πῶς λέγεται χώρα κενὴ πρὸς τῶν ἡνῶσθαι φασκόντων τὴν οὐσίαν, ὅτι μὴ καθάπερ Ἐπικούρῳ καὶ Ἀσκληπιάδῃ δοκεῖ, ἀλλ’ ἔστιν ἀέρος πλήρης ἐν ἅπασι τοῖς ἀραιοῖς σώμασιν ἡ κενὴ χώρα. τοιαύταις οὖν
γενέσθαι, εἰ μὴ ἔχει κενότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ κίσσηρις καὶ σπογγιὰ ξηρὰ καὶ πάνθ’ ὅσα σηραγγώδη καὶ πολύκενα, κοῦφα τοῖς σταθμοῖς ἐστιν. οὕτω μὲν καὶ ὁ κάλαμος οὐχὶ τῷ ξηρὸν εἶναι μόνον, ἀλλὰ καὶ τῷ πλείστου μετέχειν ἀέρος, ἑτοίμως ἐκφλογοῦται, τῷ δ’ ἡμετέρῳ σώματι δυσθέρμαντός ἐστιν, διὰ τὸ παχυμερὲς τῆς οὐσίας. ὅταν οὖν τινος τῶν φαρμάκων ἐκ τῆς πρὸς τὸ πῦρ ὁμιλίας τεκμαιρόμενοι τὴν κρᾶσιν, εἰ καὶ πρὸς ἡμᾶς φαίνεται τοιοῦτον, ἐθέλομεν ἐξευρεῖν, εἰς τὴν τῆς οὐσίας αὐτοῦ σύστασιν ἀποβλεπτέον. εἰ μὲν γὰρ λεπτομερής ἐστι καὶ συνεχὴς ἑαυτῇ, τὴν αὐτὴν καὶ πρὸς ἡμᾶς ἐπιδείξεται φύσιν, ἥνπερ καὶ πρὸς τὸ πῦρ. εἰ δὲ ἀραιά τε καὶ παχυμερὴς, ἐνδέχεται πρὸς μὲν τοῦ πυρὸς ἀλλοιοῦσθαι ῥᾳδίως αὐτὴν, οὐ μὴν πρός γε τῆς ἐν ἡμῖν θερμασίας, καὶ διὰ τοῦτο μηδὲ ἀντιθερμαίνειν ἡμᾶς.
15. Ὅτε τοίνυν ταῦθ’ οὕτω διώρισται, πάλιν ἐπανέλθωμεν ἐπὶ τὸν περὶ τοῦ ὕδατος λόγον. ὅτι μὲν γὰρ λεπτομερές ἐστιν ἐκ τοῦ διαῤῥεῖν ἑτοιμότατα καὶ πλοκάμων καὶ ὑφασμάτων ἔνεστι τεκμήρασθαι. διά τε γὰρ ὑγρότητα
ὕδωρ τοὐναντίον εἰς ἀτμοὺς τάχιστα διαλυόμενον ἑτοίμως διαφορεῖται. καὶ διὰ τοῦτο, κᾂν ἕψῃς, εἰς ταὐτὸν ἀγγεῖον ἐμβάλλων ἔλαιον ὕδατι, πρῶτον διαφορεῖται καὶ ἐκδαπανᾶται τὸ ὕδωρ. οὕτω κᾂν λιθάργυρον, ἢ ψιμμύθιον ἢ ὁτιοῦν ἄλλο μίξας ἀκριβῶς, ἀμφότερα ἑψεῖν ἐθελήσῃς, πρῶτον ὄψει διαφορούμενον τὸ ὕδωρ.
16. Οὐκοῦν ἁπλῶς ὅ τι περ ἂν ἐκπυροῦται θᾶττον, εὐθὺς τοῦτο καὶ πρὸς ἡμᾶς φαίνεται θερμότερον. ἐδείχθη γὰρ καὶ πρόσθεν ὡς τῶν ἐνεργείᾳ θερμαινόντων τὸ μὲν ἁπλῶς ἦν θερμὸν, ὥσπερ τὸ πῦρ, τὸ δ’ ἐπικρατείᾳ θερμὸν, ὥσπερ τὸ ἐν ἡμῖν. οὕτω καὶ τῶν δυνάμει θερμῶν τὸ μὲν ὡς πρὸς τὸ πρῶτόν τε καὶ ἁπλῶς θερμὸν εἶναι τοιοῦτον, τὸ δ’ ὡς πρὸς τὸ κατ’ ἐπικράτειαν λεγόμενον. ὥστ’ οὐχ ἁπλῶς ἀπὸ τῆς πρὸς τὸ πῦρ σχέσεως τῶν κρινομένων φαρμάκων προσήκει μεταβαίνειν ἐφ’ ἡμᾶς, ἀλλὰ μετὰ τὸ διορίσασθαι τὸν εἰρημένον διορισμόν.
17. Ὁ δ’ αὐτὸς οὗτος διορισμὸς ἀναγκαῖός ἐστι κᾀπειδὰν ἐκ τοῦ πήγνυσθαί τι ῥᾳδίως ψυχρὸν εἶναι
σκληρὸν ὁπότερον αὐτῶν, ἀνάλογον τῷ μεγέθει τῆς ὑπεροχῆς ἀναγκαῖον ἀποβαίνειν.
18. Τούτων οὖν μεμνῆσθαι χρὴ, καὶ ὡς οὐ ταὐτόν ἐστι τὸ ψύχεσθαι τῷ πήγνυσθαι, κᾂν ὅτι μάλιστα διὰ τὸ ψύχεσθαι γίγνηται. τὸ μὲν γὰρ ψύχεσθαι ψυχράν ἐστιν ἐπιδέχεσθαι ποιότητα, τὸ δὲ πήγνυσθαι σκληρύνεσθαι διὰ ψύξιν. ὅσα τοίνυν ἐστὶ λεπτομερῆ σώματα, τῷ πάσχειν ῥᾳδίως ἑτοίμως μὲν θερμαίνεταί τε καὶ ψύχεται, πήγνυται δὲ οὐκ ἔθ’ ἑτοίμως, ὥσπερ ἀήρ τε καὶ πῦρ. τὸ μὲν γὰρ ὅλως οὐ πήγνυται, ὁ δ’ οὐχ ὁμοίως ὑάλῳ καὶ πίττῃ καὶ κηρῷ καὶ ῥητίνῃ καὶ ἀσφάλτῳ, καίτοι θερμοτάτη γε ἡ ἄσφαλτος, ἀλλὰ τὸ παχυμερὲς αὐτῆς καὶ γεῶδες εἰς τὸ πάχος τῆς πήξεως συντελεῖ. καὶ ἁψάμενος ἂν εὕρῃς ἔτι θερμὴν ἤδη πεπηγυῖαν τελέως, ὥσπερ, οἶμαι, καὶ ὁ μόλυβδος καὶ ὁ κασσίτερος ἔτι ζέοντα πέπηγεν ὁμοίως. οὕτω τοι καὶ τὸ ὕδωρ Ἱπποκράτης ἔλεγεν, τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον ἀεὶ κουφότατον. ὅσῳ γὰρ ἂν ᾖ λεπτομερέστερον, τοσούτῳ ῥᾷον πάσχει.
ἅλμη δὲ καὶ θάλαττα καὶ τὸ ἀσφαλτῶδες ὕδωρ καὶ τὸ θειῶδες οὐκ ἔθ’ ὡσαύτως. ἀποκεχώρηκε γὰρ ἅπαντα τὰ τοιαῦτα τοῦ ὕδατος ἐπὶ τὸ θερμότερον. ἀλλὰ περὶ μὲν τῶν αὐτοφυῶν ὑδάτων ἱκανὰ καὶ ταῦτα. καθ’ ἕκαστον γὰρ τῶν φαρμάκων, ὧν τὰς ποιότητας αὐτὸ τὸ ὕδωρ δέδεκται, τὸν λόγον ποιούμενοι, κᾂν εἴ τι νῦν ὑπὲρ αὐτῶν ἀσαφέστερον ἢ ἐλλιπέστερον εἴρηται προσθήσομεν.
19. Ἐπὶ δὲ τὰ λοιπὰ τῶν ὑγρῶν φαρμάκων ἤδη μεταβαίνωμεν, ὧν ἐν τοῖς μάλιστα περὶ ὄξους ἠμφισβήτηται, τῶν μὲν ψυχρὸν εἶναι λεγόντων αὐτὸ, τῶν δὲ θερμὸν, ἐνίων δὲ τινὰ μὲν θερμότητα διδόντων αὐτῷ, τινὰ δ’ ἀφαιρουμένων. ὥσπερ οἱ λέγοντες οἶνον τεθνεῶτα καὶ νεκρὸν εἶναι τὸ ὄξος. οὗτοι γὰρ ἀπολωλεκέναι μὲν αὐτό φασι τὴν οἰκείαν οἴνου θερμότητα, σηπεδονώδη δέ τινα προσειληφέναι. καὶ ἔγωγ’ ἂν ἐπῄνεσα τὴν γνώμην αὐτῶν, κἀξ ἑτοίμου προσηκάμην καὶ συνεκινδύνευσα περὶ τὴν ἀπόφασίν τε καὶ δόξαν, εἴ τινα μηχανὴν ἐξευρεῖν ἠδυνάμην, ὥσπερ ἐν γάλακτι τῶν
ἐμφέρεταί τι σμικρὸν ἐν πολλῷ παρεσκευασμένον, τῆς ἑτέρας φύσεως ἢ τὸ ὅλον ἐστιν. ὅτι μὲν γὰρ πλείονι μοίρᾳ ψυχρὸν ἢ θερμόν ἐστιν, ἐναργῶς οἶμαι φαίνεσθαι τοῖς ἀληθῶς ἐξετάζουσιν τὴν αὐτοῦ δύναμιν.
20. Καὶ θαυμάζω γε ὅπως εἰς τοσοῦτόν τινες ἀπεφήναντο θερμὸν εἶναι τὸ ὄξος, ὡς καυτῆρι προσεοικέναι. ταύτῃ γοῦν φασι καὶ τὰς αἱμοῤῥαγίας ἐπέχειν αὐτό. πρῶτον μὲν γὰρ οὐκ ἂν ἐλάνθανε τὴν αἴσθησιν ἡμῶν ἡ τοσαύτη θερμότης. ἔπειτα δὲ καὶ κατὰ τὴν αὐτῶν ἐκείνων τῶν θερμῶν εἰκόνα πάντως ἄν που τοιοῦτον ὑπάρχον ἐσχάραν εἰργάζετο τοῖς θερμοῖς φαρμάκοις ὁμοίως. ὁρῶμεν γὰρ ἐπὶ τούτων ἐναργῶς, ὅταν αἷμα δι’ αὐτῶν ἐπισχεῖν βουληθῶμεν, ἐσχάραν οὐ μικρὰν γενομένην, ὡς εἴ γε μὴ ποιήσῃς ἐσχάραν, οὐδ’ ἐπέχεις τὸ αἷμα. γίγνεται γὰρ οἷον ἐπίθεμά τι τῶν αἱμοῤῥαγούντων σωμάτων αὕτη. καὶ διὰ τοῦτο καὶ τὰ καυτήρια προσφέρομεν αὐτοῖς ἀκριβῶς ἐκπεπυρωμένα, γινώσκοντες, οἶμαι, τὰ μὴ τοιαῦτα πρὸς τῷ μηδὲν ἀνύειν ἔτι καὶ βλάπτοντα καὶ παροξύνοντα τὰς αἱμοῤῥαγίας. οὐ γὰρ
δὴ κατὰ τὸν ἑαυτοῦ λόγον οὐδὲ τῷ θερμαίνειν τὸ πῦρ ἐφίστησιν αὐτὰς, ἀλλὰ τὸ κατακαῦσαν οἷς ἂν ἐπιπέσοι, τὸ οἷον ὑπόλειμμα τῆς καύσεως ἀπεργάζεται πῶμα τῶν ὑποκειμένων, ὅπερ ἔθος ὀνομάζειν ἐστὶ τοῖς Ἕλλησιν ἐσχάραν. ἀλλὰ τό γε ὄξος οὐδενὶ τῶν ἐσχαρούντων φαρμάκων ὁμοίως, ἀλλὰ μᾶλλον, ὡς τὰ στύφοντα χωρὶς ἐσχάρας ἐπέχει τὰς αἱμοῤῥαγίας, ὥστε ταύτῃ μὲν οὖν οὐ θερμαίνειν ἄκρως, ἀλλὰ ψύχειν ὑποληφθείη. κάλλιον μέντοι, καθότι καὶ πρόσθεν εἴρηται, τῶν τοιούτων ἀποχωρῆσαι τεκμηρίων· οὐ γὰρ ἐπὶ τὴν αἴ θησίν ἀνάγει τὴν κρίσιν, οὐδ’ ἐκ τῶν παρακειμένων οὐδ’ ἐγγύθεν, ἀλλὰ πόῤῥωθέν τε καὶ διὰ μακρῶν λημμάτων συλλογίζεται. καὶ δείξω τὴν ἀτοπίαν αὐτῷ ἐπὶ πλέον ἐν τοῖς ἑξῆς λόγοις.
21. Ἡμεῖς μὲν οὖν κατὰ τὴν ἐξ ἀρχῆς μέθοδον ἐπί τε τῶν ἀμέμπτως ὑγιαινόντων πειρασόμεθα τῆς δυνάμεως αὐτοῦ, κᾄπειτ’ ἐφεξῆς ἐπὶ τῶν δυσκράτων, εἶτα καὶ τῶν νοσούντων. σπόγγον οὖν ἢ ἔριον ὄξει βρέξαντες ἐπιθήσομεν ὁτῳδήποτε μορίῳ τῶν ὑγιεινῶν σωμάτων, εἶθ’
ἢ θερμότητας ἐμψύχειν πεπιστευμένων, καὶ πάντων αὐτῶν ἐνεργέστερον τὸ ὄξος ηὑρίσκετο. δῆλον οὖν ὡς οὐχὶ τῷ τὰς δριμύτητάς τε καὶ δήξεις ἀμβλύνειν, ὁμοίως ἐλαίῳ τε καὶ ῥοδίνῳ, καὶ γὰρ καὶ αὐτὸ πέφυκε ποιεῖν ταῦτα, ἀλλὰ τῷ ψύχειν. εἰ γάρ οὐκ ἐνδέχεται μὲν ἄλλως ἰᾶσθαι τὰς ἀπὸ τῆς θαψίας φλεγμονὰς αὐτὸ, πλὴν ἢ τῷ ψύχειν ἢ τῷ τὰς δήξεις τε καὶ δριμύτητας ἀμβλύνειν, οὐχ ὑπάρχει δ’ αὐτῷ θάτερον, ἀνάγκη ἄρα κατὰ τὸ λοιπὸν ἰᾶσθαι· καὶ τῶν ἄλλων δὲ τῶν θερμῶν ἁπάντων παθημάτων, τῶν μὲν μᾶλλον, τῶν δ’ ἧττον ἐμψυκτικὸν ὑπάρχει, φλεγμονῶν, ἑρπήτων, φυγέθλων, ἐρυσιπελάτων, ἀνθράκων. ὥστε εἰ μὴ τὸ σφοδρόν τε καὶ τραχύ τῆς δυνάμεως αὐτῷ λυπηρὸν ἦν, οὐκ ἂν ἄλλῳ τινὶ πρὸς ἔμψυξιν ἐχρώμεθα.
22. Καίτοι τινὲς αὐτὸ δὴ τοῦτο μέγιστον γνώρισμα τίθενται τῆς θερμότητος αὐτοῦ. μὴ γὰρ ἄν φασιν μήτε δριμὺ μήτε δακνῶδες εἶναι μήτε διαβρωτικὸν μήτε τραχυντικὸν, εἰ μή γε θερμότητος αὐτῷ μέτεστι δαψιλοῦς. ὡς γὰρ τοῦ ψυχροῦ τὸ συνάγειν τε καὶ πυκνοῦν, οὕτω τοῦ θερμοῦ
ἀμετρίας ἑκατέροις ἐπιτιμῆσαι δίκαιον. οὔτε γὰρ εἰ ψυχρὸν, ἤδη καὶ χιόνος ἀποφαίνειν αὐτὸ ψυχρότερον· οὔτε εἰ θερμὸν, θερμότατον. οὐδὲ γὰρ οὐδ’ ἂν ἠμφισβητεῖτο περὶ τῆς δυνάμεως αὐτοῦ, μὴ παρὰ τὸ μέσον πως τεταγμένου καὶ πολὺ τῶν ἄκρων ἑκατέρων ἀποκεχωρηκότος. οὔτε γὰρ περὶ κωνείου τις ἢ μανδραγόρου τῆς δυνάμεως ἠμφισβήτησεν οὔθ’ ὑπὲρ καρδαμώμου καὶ κάγχρυος, ἀλλὰ τὰ μὲν ἅπασι τοῖς ἰατροῖς ὡμολόγηται ψυχρὰ, τὰ δὲ θερμά. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑοσκύαμος μὲν καὶ μηκώνιον ψυχρὰ, πέπερι δὲ καὶ νᾶπυ θερμά. καὶ πρὸς τούτοις ἕτερα μυρία τὰ μὲν δυνάμει θερμὰ, τὰ δὲ ψυχρὰ, πᾶσι τοῖς ἰατροῖς συμπεφώνηται.
23. Τὸ δ’ ὄξος, ὥσπερ οὖν καὶ τὸ ῥόδινον, ὅτι μὲν οὔτ’ ἄκρως ψυχρὸν οὔτε θερμόν ἐστιν, ἐξ αὐτοῦ τοῦ διστάζεσθαι πρόδηλον. οὐδέτερον δέ πως ἑκάτερον αὐτῶν ἀναγκαῖον εἶναι. τριχῶς δὲ τῶν οὐδετέρων λεγομένων, ὥσπερ καὶ Ἡρόφιλος διῃρεῖτο, τῶν μὲν τῷ μετέχειν ἴσον ἀμφοτέρων τῶν ἄκρων, τῶν δὲ τῷ μηδετέρου, τῶν δὲ νῦν μὲν τοῦδε, νῦν δὲ τοῦδε, πάντως που καὶ ταῦτα ἢ κατά τι τῶν σημαινομένων,
τε καὶ παχυμεροῦς φύσεως, ὑπὲρ ἧς εἴρηται μέντοι μοι καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἄμεινον ἐπιπλέον ὑπὲρ αὐτῆς διελθεῖν, ἐπειδὴ καὶ Πλάτων φησὶ, περὶ τῶν ἀρχῶν χρὴ τοὺς πλείστους γίγνεσθαι λόγους.
24. Τὸν ἀέρα τοίνυν οὐκ ἔστιν ὅστις οὐκ εἶπε λεπτομερῆ, τῷ καταθραύεσθαι δηλονότι ῥᾳδίως εἰς λεπτὰ μόρια καὶ διὰ πυκνοτάτων σωμάτων ἑτοίμως διέρχεσθαι, ἢ, εἴπερ ἐξ ἄλλου τινὸς ἐπιφέρουσιν αὐτῷ τὸ λεπτομερὲς ὄνομα, διδασκόντων ἡμᾶς σαφῶς. οὐ γὰρ δὴ ἐξ ὄγκων γε λεπτῶν, ὡς οἱ τῆς ἑτέρας αἱρέσεως εἴποιεν ἂν ἡγεμόνες, ἐροῦμεν καὶ ἡμεῖς συγκεῖσθαι τὸν ἀέρα. συνεχὴς γάρ ἐστιν καὶ εἷς ὅλος, οὐδαμόθι κενὸν ἐν ἑαυτῷ περιέχων οὐδέν. ἐν δὲ τοιαύτῃ φύσει σώματος ἡ λεπτομέρεια, τῷ τάχει τῆς εἰς μικρὰ διαιρέσεως ἐπινοεῖται μόνῳ. ἀλλ’ εἴπερ διὰ τοῦτο λεπτομερὴς ὁ ἀὴρ, οὐχ ἅπαν πῦρ ἔσται λεπτομερές. ἔστι μὲν γὰρ δήπου καὶ χαλκὸς καὶ σίδηρος καὶ λίθος καὶ ξύλον καὶ πᾶν ὅπερ ἀνθρακωθῇ πῦρ, οὐ μὴν λεπτομερέστερον νῦν ἢ πρόσθεν. αἱ μέντοι φλόγες,
ἕτερόν τι γένος πυρὸς, ὄντως εἰσὶ λεπτομερεῖς. οὔτ’ οὖν πᾶν πῦρ λεπτομερὲς οὔτε λεπτομερὲς ἅπαν πῦρ. ὅτε γὰρ ἄνθραξ πῦρ μὲν, οὐ λεπτομερὲς δὲ, ὅ τε ἀήρ λεπτομερὴς μὲν, οὐ πῦρ δὲ, τί ποτε ἐξ ἑτοίμου λαμβάνουσιν ὀλίγου δεῖν ἅπαντες ἰατροί τε καὶ φιλόσοφοι τὰς προτάσεις πάσας, τὴν τε τὸ πῦρ ἅπαν ἀποφαίνουσαν λεπτομερὲς τήν τε τὸ λεπτομερὲς ἅπαν πυρῶδες; εἰ γὰρ ἐπιστήσειέ τις ἀκριβῶς καὶ προσέχοι τοῖς πράγμασιν τὸν νοῦν, οὐκ ἂν εἴποι τὸν ἄνθρακα λεπτομερέστερον ἀέρος. ἀναμνησθῶμεν γὰρ ἐν κρύει σφοδρῷ καὶ βορείᾳ καταστάσει τὸ καθαρὸν τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ παραβάλλωμεν αὐτὸν, εἰ βούλει, σιδήρῳ διαπύρῳ· γνωσόμεθα γὰρ ἐκ τῶν τοιούτων παραδειγμάτων, ὡς ἔστι τι καὶ ψυχρὸν ἀκριβῶς λεπτομερὲς καὶ θερμὸν παχυμερές.
25. Ὥσθ’ ὅταν ἐπὶ τοῦ δακνῶδες εἶναι τὸ ὄξος, ὅτι λεπτομερές ἐστι καὶ θερμὸν ἀναλογίζονταί τινες,
οὐ συγχωρητέον αὐτοῖς. οὐ γὰρ ἅπαν τὸ λεπτομερὲς θερμὸν ἴσως μὲν οὖν οὐδὲ τὸ δακνῶδες ἅπαν λεπτομερές. ἀλλ’ ἔν γε τῷ παρόντι συγκεχωρήσθω, καίτοι γ’ εἴχομεν λέγειν καὶ χιὼν καὶ βοῤῥὰς καὶ ὕδωρ ψυχρὸν, οὐκ ὀφθαλμοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἕλκεσι καὶ πᾶσι τοῖς ἀραιοῖς σώμασιν ὑπάρχει δακνῶδες· καθότι καὶ Ἱπποκράτης ἔλεγεν τὸ μὲν ψυχρὸν δακνῶδες· ἀλλ’ εἰ καὶ τοῦτό τις, ὡς ἔφην, συγχωρήσειε, τὸ πᾶν δακνῶδες εἶναι καὶ λεπτομερὲς, οὐκ εὐθὺς καὶ θερμὸν εἶναι συγχωρήσει. οὐκοῦν τὸ ὄξος, ὅτι δακνῶδες, διὰ τοῦτο καὶ θερμὸν, ἀλλὰ λεπτομερὲς μὲν ὥσπερ ἀὴρ βόρειος, οὐ μὴν θερμόν γε.
26. Πόθεν οὖν ἐνίοις αἴσθησις γίνεται θερμότητος ἀμυδρᾶς; τάχα μὲν, ὡς ἔφην καὶ πρόσθεν, ἐξ ἐναντίων σύγκειται δυνάμεων, ὁμοίως τῷ γάλακτι, τάχα δὲ καὶ τῷ θερμότητος ἐπανάκλησιν ποιεῖσθαι. δύναιτο δ’ ἂν καὶ τὸ τραχεῖάν τε καὶ ἀνιαρὰν ἔχον τὴν διέξοδον ἄλγημα ποιεῖν, ἐπισπᾶσθαί τε ῥεῦμα θερμὸν τῷ τόπῳ. καὶ γὰρ τοῦτο ἐναργές ἐστιν, ὡς ἐπιῤῥεῖ τι τοῖς ὀδυνωμένοις μορίοις. ἀλλὰ
ὑδάτων ἐστὶν, ἐξ ἐπιμιξίας ἐγένετο τῶν ἐναντίων δυνάμεων, εἴ γε ψυχρὸν μὲν καὶ ὑγρόν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ὕδωρ, ἄσφαλτος δὲ καὶ θεῖον καὶ μῖσυ καὶ χαλκῖτις καὶ τἄλλα τὰ τοιαῦτα θερμά. μεμνῆσθαι δὲ καὶ τοῦ πολλὰ μὲν τῶν θερμῶν εἶναι παχυμερῆ, πολλὰ δὲ τῶν ψυχρῶν λεπτομερῆ καὶ κατὰ ταύτας τὰς ἀρχὰς ἀσφαλῶς ἀποφαίνεσθαι περὶ τῆς τῶν φαρμάκων δυνάμεως. αὐτίκα γὰρ ἀρκεῖ λεπτομερὲς εἰπεῖν. καὶ ψυκτικὸν καὶ ξηραντικὸν τὸ ὄξος, ἀποχωρήσαντα τῶν φυσικωτέρων ὑπὲρ αὐτοῦ λογισμῶν. ἐκ γὰρ τοῦ ταῦτα γινώσκειν εἴσεταί τις ὅπως χρὴ μιγνύναι τοῖς ἄλλοις φαρμάκοις αὐτό.
27. Ταῦτα μὲν οὖν μέμφομαι τοῖς ἀδολεσχήσασιν περὶ τῆς δυνάμεως αὐτοῦ μακρὰ, καὶ τούτων ἔτι μᾶλλον ὀλίγου δεῖν ἅπασι τοῖς ἰατροῖς, ὅτι μὴ διεστήσαντο κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἁπάντων τῶν ἁπλῶν φαρμάκων ἤρκεσεν αὐτοῖς ταυτὶ μὲν, εἰ τύχοι, θερμαίνειν φάναι, ταυτὶ δὲ ψύχειν, καὶ ταυτὶ μὲν ξηραίνειν, ταυτὶ δὲ ὑγραίνειν, οὐ γὰρ τοῦτο χρήσιμον ἁπλῶς οὑτωσὶ γνωσθὲν,
ἐμπλέκειν ἑαυτὸν ἀπόροις ζητήμασιν. ᾧ καὶ θαυμάσειεν ἄν τις τῶν τὰ τοιαῦτα ζητησάντων, ὁρῶν περιπίπτοντας αὐτοὺς ἑαυτῶν χερσὶν ἐν τοῖς πλείστοις οἷς ζητοῦσί τε καὶ γράφουσιν, ὥσπερ Ἡρόδοτον.
28. Ἐξ ἁπάσης γὰρ τῆς παλαιοτάτης ἱστορίας ἀρχόμενοι τῶν συνθέτων φαρμάκων, ἐπὶ τὴν ἐξέτασιν ἔρχονται τῶν ἐν αὐτοῖς ἁπλῶν. ἐπειδὴ τοῖσδέ τισι τῶν φαρμάκων θερμαίνουσιν, εἰ τύχοι, μέμικται τὸ ὄξος, οὕτως ἤδη καὶ αὐτὸ θερμὸν ἀποφαίνοντες. οὔτε γὰρ εἰ καλῶς μέμικται δῆλον τῷ πρὶν ἐξευρεῖν αὐτοῦ μόνον τὴν δύναμιν, οὔτ’ εἰ καὶ συγχωρηθείη, γινώσκομεν ἤδη τὴν μέθοδον τῆς συνθέσεως τῶν φαρμάκων, ᾗ κρίνοντες ἐξευρήσομεν ᾧτινι μέμικται λόγῳ θερμαίνουσιν πολλοῖς φαρμάκοις ἓν ἐμψῦχον, ἢ δή διαψύχουσιν θερμαῖνον. ὅτε δὲ καὶ διαθέσεων ἀδήλων μνημονεύωσιν πρὸς ἃς ἁρμόττειν δοκεῖ, κᾄπειτα δογματικαῖς ὑπολήψεσιν συνάπτωσιν παραλογισμοὺς ἑτέρους, ἐκ ζητουμένων ζητούμενα καὶ ἐξ ἀδήλων ἄδηλα
δι’ ἀλλήλων συλλογιζόμενοι, τότε δὴ καὶ μάλιστα καταμαθεῖν ἐστιν αὐτῶν τὴν ἀδολεσχίαν.
29. Τῷ γὰρ λέγειν ὅτι καὶ τοῖς ἐμπειρικοῖς ἀφορμὴν ἀντιλογίας παρασκευάζουσιν, ἐξ ὧν ἑτοίμως πιστεύουσιν ἁπάσαις ταῖς συνθέτοις δυνάμεσιν, ὥσπερ οὐκ ἐγχωρεῖν ἡμαρτῆσθαί γε πολλὰς αὐτῶν καὶ μοχθηρῶς συγκεῖσθαι. φήσουσι γὰρ οἶμαι καθάπερ καὶ λέγουσι, μάτην ἡμῖν ζητεῖσθαι τὰς πρώτας τε καὶ δραστικὰς δυνάμεις ἑκάστου τῶν φαρμάκων, φθανούσης τῆς ἐμπειρίας ἀναρίθμητόν τι ἔχειν φαρμάκων ἁπλῶν καὶ συνθέτων πλῆθος, ἃ καὶ παρ’ αὐτοῖς πεπίστευται τοῖς μάτην ζητοῦσι τὰς πρώτας δυνάμεις. εἰ γὰρ ἅπασαι μὲν αἱ κατὰ μέρος χρήσεις αὐτῶν γινώσκονταί τε καὶ συμφωνοῦνται πᾶσιν, αἱ δ’ αἰτίαι καθ’ ἃς ἐνεργεῖ μήπω συμπεφώνηνται, δῆλον ὡς οὐκ ἐκ τῆς τῶν πρώτων δυνάμεων γνώσεως οὔθ’ ἡ σύνθεσις οὔθ’ ἡ χρῆσις εὕρηται τῶν φαρμάκων, ἀλλ’ ἡ μὲν ἐμπειρία ταῦτα συνέθηκεν, ὁ λόγος δ’ ἄχρι τοῦ πιθανοῦ προέρχεται μόνον. ταῦτα μὲν οὖν καὶ τοιαῦθ’ ἕτερα πολλὰ καλῶς δόξουσι
αὐτοὺς, εἰ τὰς τῶν συνθέτων ἤδη γινώσκετε; εἰ γὰρ ὧν ἕνεκα τὴν ζήτησιν τῶν ἁπλῶν ἐνεστήσασθε, ταύτας ἤδη γινώσκετε, περιττὸν τὸ ζητεῖν ἐκείνας. εἰ καὶ τοῦτό τις αὐτοῖς συγχωρήσειεν, ἀλλὰ τό γε καὶ πρόσθεν ἤδη λελεγμένον οὐκ οἶδ’ ὅπως ἀνάσχοιτ’ ἄν τις, ὅταν ἐναντία τοῖς ἐναργῶς φαινομένοις, ἐκ λόγων μακρῶν ἐπιχειρῶσι κατασκευάζειν.
30. Ἤδη γάρ τινος εἰς τοσοῦτον ἐμπληξίας ἥκοντος ἐπειράθην, ὡς καταφρονεῖν ἀξιοῦντος τῶν αἰσθήσεων. ὃν εὐθὺς μὲν ἤρετό τις, εἰ τὸ λευκὸν αὐτῷ πέπερι δοκοίη θερμὸν ὑπάρχειν. ὁ δ, ὡς τὸ εἰκὸς, ὡμολόγησεν, εἶτ’ αὖθις ἐρωτηθεὶς ὁπόθεν γινώσκεις τοῦτο; καὶ τοιοῦτον φαίνεσθαι φήσας, εἰκότως ὑπὸ τῶν παρόντων κατεγελάσθη μὴ συνιεὶς ὅπερ ἐφθέγγετο. τοῦτο γὰρ αὐτὸ τὸ φαίνεσθαι πιστὴν αὐτῷ τὴν αἴσθησιν ἀπέφαινεν, ἧς ὀλίγον ἔμπροσθεν ὡς ἀπίστου κατεγίνωσκεν. ἐπεὶ πόθεν, ὦ πρὸς θεῶν, ὅτι θερμόν ἐστι τὸ πῦρ ἴσμεν, ἐκ τίνος συλλογισμοῦ μαθόντες;
ἢ διὰ ποίας ἀποδείξεως πιστωσάμενοι; πόθεν δ’ ὅτι ψυχρὸς ὁ κρύσταλλος ἄλλοθεν ἢ ἐκ τῆς αἰσθήσεως ἐμάθομεν; εἶτά τις ταύτην ἐάσας ἀναπίμπλησι τὰ βιβλία προβλημάτων φυσικῶν, ἢ οὐκ ἐξ ἐκείνων ἐστὶ καὶ τὸ διὰ τίνα αἰτίαν ἀναζυμοῖ τὴν γῆν τὸ ὄξος; ἔνεστι γὰρ, οἶμαι, λέγειν ἡμῖν ὡς ἀγνοοῦμεν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων προβλημάτων. ἢν δέ τις ἐκ προχείρου λαμβάνῃ, διότι θερμὸν ἢ διότι ψυχρὸν, ἑκάτερα γὰρ λέγουσιν, εἰς ἀμφισβητουμένους καὶ εἰς ἀσαφεῖς ἑαυτὸν ἐμβάλλει λόγους.
31. Ἐγὼ δὲ ἀγαπήσαιμ’ ἂν, εἰ καὶ τὰ παρακείμενα τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις ἐξευρεῖν ἀκριβῶς δυναίμην, ἀφορίζων ἐν αὐτοῖς καὶ διακρίνων τὸ καθ’ ἑαυτὸ τοῦ κατὰ συμβεβηκὸς, οἷον αὐτίκα θέρους ὥρᾳ πιόντες ὀξύκρατον ἔνιοι, σαφῶς ἐμψύχονταί τε καὶ ἄδιψοι διατελοῦσιν, ἀλλ’ οὔπω δῆλον εἰ διὰ τὸ ὄξος, ὀλίγον γὰρ πολλῷ τῷ ὕδατι κεραννύντες αὐτὸ καὶ οὐδὲ θερμὸν, ἀλλὰ ψυχρὸν ὡς ἔνι μάλιστα προσφέρονται. τάχα οὖν τις φαίη, διότι βραδύτερόν ἐστι τὸ ὕδωρ καὶ πλεῖστον χρόνον ἐν τοῖς ὑποχονδρίοις διαμένει,
τινι καὶ οἶνον καὶ ὄξος, ἑκάτερον ἰδίᾳ καθ’ αὑτό. φαίνεται γὰρ ἐπὶ μὲν τῷ οἴνῳ διψωδέστερος ἀεὶ γιγνόμενος ὁ ἄνθρωπος, ἐπὶ δὲ τῇ τοῦ ὄξους πόσει ποτὲ μὲν διψωδέστερός ἐστιν, ποτὲ δὲ ἀδιψότερος,
32. ὅτι καὶ τὸ δίψος αὐτὸ διττῶς γίνεται, τὸ μὲν ὑγρότητος ἐνδείᾳ, τὸ δὲ πλεονεξίᾳ θερμότητος· ὥστ’ οὐδὲν θαυμαστὸν εἰ τὸ μὲν πρότερον οὐκ ἰᾶται, θάτερον δ’ ἰᾶται. ὑγραίνειν μὲν γὰρ οὐ δύναται, ψύχει δὲ οὐκ ἀγεννῶς. οὔκουν οὔτε τὴν ἐπὶ ξηρᾷ διαθέσει δίψαν οὔτε τὴν ἐπὶ θερμῇ καὶ ξηρᾷ δύναιτ’ ἄν ποτε ἰᾶσθαι πινόμενον ὄξος. εἰ δὲ συνδράμῃ ποτὲ εἰς ταυτὸν ὑγρότης θερμότητι, τῆς τοιαύτης δίψης ἄριστον ἴαμα τὸ ὄξος ἔσται. σπανία δὴ τοιαύτη διάθεσις, ἐν ὑδρωπικαῖς ἐνίοτε παρεγχύσεσιν γι γνομένη, πλήθους ὑγροῦ ἁλμώδους ἠθροισμένου κατὰ τὴν γαστέρα καὶ ὅσοις ἁλμυρὸν φλέγμα κατ’ αὐτὴν ἐμπέπλασται. τοῖς δ’ ἄλλως διψώδεσιν ἔν τε καύσοις πυρετοῖς καὶ τοῖς περικαέσιν ἅπασιν καὶ τοῖς ἐν θέρει καὶ θάλπει σφοδρῷ
σύνθετος ἡ διάθεσίς ἐστιν ἐκ θερμότητός τε καὶ ξηρότητος, ὥστ’ εἰκότως αὐτοῖς ἐστι σύνθετον καὶ τὸ ἴαμα, τὸ μὲν ὄξος οὐκ ἀγεννῶς γε ψῦχον καὶ πάντη ῥᾳδίως διϊὸν, τὸ ὕδωρ δὲ πρὸς τῷ ψύχειν ἔτι καὶ ὑγρότατον ἁπάντων ὑπάρχον· οὐδὲν γάρ ἐστιν ὑγρότερον ὕδατος.
33. Ὥσπερ οὖν οὐκ ἀσφαλής ἐστιν ὁ πόῤῥω τῆς αἰσθήσεως τοῦ δοκιμαζομένου φαρμάκου συλλογισμὸς, οὕτως οὐδ’ ἡ τοῦ μιχθέντος ἑτέρῳ χρῆσις. αὐτὸ γὰρ χρὴ καθ’ αὑτὸ μόνον ἐξετάζεσθαι τὸ κρινόμενον ἐπὶ τε τῶν ὑγιαινόντων σωμάτων εὐκράτων τε καὶ δυσκράτων ἐπί τε τῶν νοσούντων. εὐκράτων μὲν οὖν, ὥσπερ καὶ πρόσθεν εἴρηται· δυσκράτων δὲ, ὥσπερ Ἱπποκράτης ἔλεγε, πικροχόλοις μὲν φύσεσιν χρηστότατον ὑπάρχει ὄξος, ἐναντιώτατον δ’ εἶναι μελαγχολικοῖς τὴν κρᾶσιν. ἐπὶ δ’ αὖ τῶν νοσούντων, εἰ ἁπλοῦν ἐξ ἁπλῆς ἐξετάζοιτο διαθέσεως. εἰ δὲ καὶ μίγνυτό ποτε μετ’ ἄλλου, χρὴ τὸ μιγνύμενον αὐτῷ μέσον εἶναι τὴν κρᾶσιν, ὡς ἐφ’ ὕδατός τε καὶ κηρωτῆς ὁ πρόσθεν
ὄξους ὑπάρχον. ὥσπερ γὰρ οὐδὲ σαρκωτικὸν ἑλκῶν ἰὸς, ἀλλ’ ἡ κηρωτὴ προσλαβοῦσα βραχὺ μόριον ἰοῦ, κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ ὄξος κολλητικὸν, ἀλλ’ ὕδωρ ὄξους ἐλάχιστον προσλαβὸν, αὐτὸ δὲ καθ’ ἑαυτὸ μόνον καὶ ψιλὸν ὄξος ἱκανῶς παροξύνει τὰ κολλήσεως δεόμενα τῶν ἑλκῶν, ὡς ἂν τῇ λεπτομερείᾳ διαβρωτικόν τε καὶ ὀδυνηρὸν ὑπάρχον. οὔτ’ οὖν τὰ τοιαῦτα δεόντως λέγουσιν οὔθ’ ὅταν ἀγνώστοις ἄγνωστα συνάπτωσιν.
34. Οὐδὲν γὰρ ἀποδείξαντες ἰδίᾳ περὶ τῶν κολληθησομένων, ἢ σαρκωθησομένων, ἢ ἐπουλωθησομένων ἑλκῶν ἐξ ἐπαγωγῆς συλλογίζονται, τὰ στύφοντα πάντα φάσκοντες ἑλκῶν εἶναι κολλητικά. χρὴ δ’ οὐκ ἐξ ἐπαγωγῆς, ἀλλὰ δι’ ἀποδείξεως ἐν τῷ καθόλου τὰ τοιαῦτα λαμβάνεσθαι, καθάπερ ἡμεῖς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου ποιήσομεν ὑπομνήμασιν, ἀλλ’ ἁπλῶς γε οὕτως ῥηθὲν ὁτιοῦν τῶν τοιούτων οὐ μόνον ἀναπόδεικτον, ἀλλὰ καὶ ψεῦδός ἐστιν. οὔτε γὰρ χαλκῖτις, οὔτε κηκὶς, οὔτε αὐτὰ τὰ λέμματα τῶν ῥοιῶν,
ἴσως ἔστυφον, τῶν δ’ ἄλλων ἀνθρώπων οὐδένα. μυρίων γὰρ ἐπυθόμην ἐγὼ καὶ περὶ τούτων καὶ πολὺ μᾶλλον ἔτι περὶ ἀμύλου, καὶ γὰρ καὶ τοῦτο στύφειν Ἡρόδοτός φησιν, ὥσπερ οὖν καὶ τὸ πέπερι, στῦφον μηδ’ αὐτὸ μηδένα τῶν ἄλλων ἀνθρώπων, ὅσοι καθαρῶς καὶ ἀδεκάστως ἐξετάζουσιν τὰς ποιότητας. ἀλλ’ Ἡρόδοτος μὲν συνέχεεν εἰς ταὐτὸν ἅπαντα, καὶ τὰ δριμύτατα ταῖς δυνάμεσιν καὶ τὰ ἄκρως διαβρωτικὰ καὶ τὰ μαλακώτατα καὶ τὰ προσηνέστατα. πάντα στύφειν ἔφησεν, ὡς ἐν τῷ καταψεύσασθαί τισι τῆς αἰσθήσεως τὸ τοῦ νικᾷν ὑπάρχοντος. ἀλλ’ οὐκ αὐτὸ δή τοῦτο μέγιστον δεῖγμα τῆς τῶν λόγων αὐτοῦ μοχθηρίας ἐσόμενον.
35. Ὥσπερ δὲ ὑπερβάλλεσθαι βουλόμενος αὐτὸν τοῖς κατὰ τῶν αἰσθήσεων ψεύσμασιν ὁ Ἀσκληπιάδης Μητρόδωρος, ἄλλά τε καὶ ῥητίνην καὶ ἄσφαλτον οὐχ ὁμολογεῖ θερμαίνειν ἡμᾶς, ἅπαντά τε τὰ στύφοντα καὶ ψύχειν φησὶν, εἰ καὶ μηδενὸς ἄλλου χαλκίτεώς τε καὶ χαλκάνθης καὶ μίσυος ἱκανῶς μὲν στυφόντων, εἰς τοσοῦτον δ’ ἡκόντων δ’ ἡκόντων θερμότητος, ὥστε καίειν ἡμᾶς. οὔκουν ἔτι θαυμαστὸν οὐδὲν εἰ
ληροῦσί τε πολλὰ καὶ παραλογίζονται σφᾶς αὐτοὺς οἱ ἄνθρωποι, μηδὲ περὶ τῶν ἐναργῶς φαινομένων ὁμολογῆσαι τἀληθὲς τολμῶντες.
36. Εἶτά τινες ἐξ αὐτῶν, ὥσπερ Ἡρόδοτος καὶ Διοσκουρίδης, ἐκ τοῦ φάρμακα ἄττα διαῤῥοίας τε καὶ δυσεντερίας ὠφελεῖν συλλογίζονται στύφειν αὐτὰ, καίτοι μηδ’ ἐλαχίστης μετέχοντα στύψεως, ἀλλ’ αὐτὸ τοὐναντίον ἀραιότερα τε καὶ χαλαστικὰ ταῖς δυνάμεσιν ὑπάρχοντα τῶν στυφόντων, συναγαγόντων τε καὶ πιλούντων καὶ πυκνούντων καὶ σφιγγόντων τὰ σώματα. καταφρονήσαντες γὰρ ἅπαξ τῆς αἰσθήσεως ἀνέτρεψαν ἅπαντα καὶ συνέχεαν ἃ σαφῶς ἐστιν αἰσθήσει διαγνῶναι, ταῦτα μοχθηρῷ λόγῳ πιστούμενοι. τὸ γοῦν αἴγειον στέαρ ἐναντιώτατόν ἐστιν τοῖς στύφουσιν ἅπασι καὶ γεύσει καὶ δυνάμει, καθάπερ καὶ τὸ τῶν πυρῶν ἄλευρον, ἄμυλόν τε καὶ ἄλλα μυρία τῶν ἐμπλασάντων τε καὶ παρηγορούντων καὶ δριμύτητας ἀμβλυνόντων καὶ ταύτῃ τοῖς δακνώδη τε καὶ δριμέα διαχωροῦσιν ἀρηγόντων. καὶ εἰ διὰ ταῦτα στύφει, ἔστω δὴ καὶ τὸ ἔλαιον ἡμῖν τῶν στυφόντων,
αὐτοὺς, ὅτι ἃ τοῖς μὲν ἰδιώταις ἐστὶ δῆλα καὶ τούτοις ἦν, ὅτ’ οὔπω διὰ φιλονεικίαν ὑπερεφρόνουν τῶν αἰσθήσεων, ὕστερον δ’ ἀπώλετο διὰ περιττὴν σοφίαν, ἐπὶ τὸ συνεχὲς τοῦ λόγου μεταβήσομαι.
37. Ἑκάστη τις φύσις τῶν αἰσθητῶν ἰδίᾳ ὑποβέβληται· θερμότης μὲν καὶ ψυχρότης καὶ σκληρότης καὶ μαλακότης ἁφῇ, λευκότης δὲ καὶ μελανότης καὶ ξανθότης, ἐρυθρότης τε καὶ συλλήβδην εἰπεῖν ἅπαν τὸ τῶν χρωμάτων γένος ὄψει, πικρότης τε καὶ γλυκύτης, αὐστηρότης τε καὶ στρυφνότης, ὀξύτης τε καὶ ἁλυκότης καὶ δριμύτης, γεύσει καὶ μαίνεσθαι δόξει σαφῶς, εἴ τις ἤ τὰς χροιὰς τῇ γεύσει κρίνειν ἐπιχειρήσειεν, ἢ τοὺς χυμοὺς τῇ ὄψει. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῆς ἁφῆς χρὴ γινώσκειν καὶ περὶ τῶν ἄλλων αἰσθήσεων, ὡς τὰς μὲν ἁπτὰς διαφορὰς ἁφῇ κριτέον ἐστὶ, τὰς δ’ ἀκουστὰς ἀκοῇ, τὰς δ’ ἐν ἀτμοῖς ὀσφρήσει. τούτων οὖν οὕτως ἐχόντων ἀκούσωμεν εἰ βούλεσθε καὶ Πλάτωνος ὑπὲρ τῶν γευστῶν διαφορῶν ἐξηγουμένου. χρὴ δὲ οὐ τῇ φυσιολογίᾳ προσέχειν αὐτοῦ τὸν νοῦν. οὐ γὰρ ἂν ἐν καιρῷ μοι νῦν εἴη
ἅτε μὴ γεγυμνασμένα κατὰ λογικὴν θεωρίαν, ὥστ’ ἔργον εἶναι φυλάξασθαι τὴν ἀδολεσχίαν αὐτῶν καὶ μὴ συναπολαῦσαί τι τῆς αὐτῶν οὕτω πολλῆς καὶ ματαίας φλυαρίας ἔργον δ’ οὐ σμικρὸν καὶ τὸ μεταδιδάξαι καὶ μεταλλάξαι τοὺς διεστραμμένους ὑπ’ αὐτῶν εἰς τοσοῦτον, ὡς καταφρονεῖν τε τῶν αἰσθήσεων, ἀγυμνάστους τε κατὰ λογικὴν εἶναι θεωρίαν, ἀνηκόους δὲ καὶ τῶν περὶ φύσεως λογισμῶν, οὓς οἱ φιλόσοφοι διασκέπτονται. πάντως γὰρ ἄν που τό γε τοσοῦτον ἐπεγίνωσκον, ὧς δεδιέναι χρὴ καὶ φυλάττεσθαι τὰς ἐν αὐτοῖς ἀπορίας καὶ ταῖς αἰσθήσεσιν ἐπιτρέπειν μᾶλλον ἢ λόγοις κιβδήλοις ὑπὲρ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως.
38. Ἀλλὰ τοὺς μὲν τοιούτους οὐκ ἐγχωρεῖ μεταδιδάξαι· τῶν δ’ ἄλλων ἕνεκα τῶν ὠφεληθῆναι δυναμένων ἀναληπτέον ἐστὶν καὶ διοριστέον ἀκριβῶς τὸν περὶ τῶν ἰδίων τῆς γλώττης αἰσθητῶν λόγον. ὀνομάζεται μὲν οὖν ὑπὸ τῶν περὶ Θεόφραστόν τε καὶ Ἀριστοτέλην καὶ Μνησίθεον τὸν ἰατρὸν ἡ γευστὴ δύναμις χυμὸς, ἀπὸ τοῦ μ στοιχείου τῆς
μελιτῶδες φάναι, καθάπερ οὐδὲ λιπαρὸν ἢ ἐλαιῶδες. παραλέλοιπε δὲ τὸν λιπαρὸν ὡς οὐδὲν προσήκοντα τῇ γεύσει.
39. Ἐρμηνεῦσαι μὲν ἀκριβῶς οὐχ οἷόν τε, διότι μηδ’ ἄλλο τι τῶν αἰσθητῶν παθῶν, ἀναμνῆσαι μέντοι τὸν τῆς αὐτῆς αἰσθήσεως κεκοινωνηκότα δυνατόν. εἰ δέ τις ἐγεύσατό ποτε κυδωνίων, ἢ μήλων, ἢ μύρτων, ἢ μεσπίλων, οἶδε μὲν σαφῶς ἑτέραν μὲν τὴν ἀπὸ τούτων αἴσθησιν ἡμῖν ἐν τῇ γλώττῃ γιγνομένην, ἑτέραν δὲ τὴν ἀπὸ τῶν στυφόντων σωμάτων. τὰ μὲν γὰρ στύφοντα ἢ ψύχοντα συνωθεῖν ἔσω φαίνεται τὸ ψαῦον ἡμῶν μόριον ἐκ παντὸς μέρους ὁμαλῶς, οἷον ὠθοῦντά τε καὶ πιλοῦντα καὶ συνάγοντα· τὰ δ’ αὐστηρὰ κατὰ βάθους τε διαδύεσθαι δοκεῖ καί τινα τραχεῖάν τε καὶ ἀνώμαλον αἴσθησιν ἐπάγειν, ὡς ἀναξηραίνοντα καὶ πᾶσαν ἐκβοσκόμενα τὴν ἰκμάδα τῶν αἰσθητικῶν σωμάτων, ὥσθ’ ἑτέραν εἶναι τὴν τῶν παθῶν ἰδιότητα, μηδὲ ῥηθῆναι σαφῶς δυναμένην, ἀπό τε τῶν στυφόντων ἡμᾶς σωμάτων καὶ τῶν αὐστηρῶν χυμῶν. ἀλλ’ ὅστις γε ἄνθρωπος νοῦν ἔχει οἶδεν
ἐστιν. εἰ μὲν οὖν ὅπως τῶν εἰρημένων ἕκαστος γίνηται χυμῶν ἐπιχειροῖεν ἐξηγεῖσθαι, κᾂν ἡδέως ἐπακούσαιμι καὶ χάριν γνοίην αὐτοῖς οὐ μικράν. εἰ δὲ οὐδὲ τοῦτο ποιοῦσιν, ἔτι τε συγχέουσιν εἰς ταὐτὸν ἁπάσας τὰς αἰσθητὰς διαφορὰς, ὡς κινδυνεύειν ἅπαντα τὰ σώματα στύφοντα προσαγορεύειν, οὔτ’ ἂν αὐτοὺς ἐπακούειν ἐθέλοιμι, κᾀκείνους ἂν εὐξαίμην παύσασθαι ματαίου φιλονεικίας.
40. Ἀλλ’ ἡμεῖς μὲν ἐν τοῖς μετὰ ταῦτα πειρασόμεθα δεῖξαι τίνος ἕκαστος τῶν χυμῶν ἐστι κράσεως ἔγγονος. ἐν δὲ τῷ παρόντι τὸ χρήσιμον εἰς τὴν τέχνην αὐτὸ μόνον ἐθίσαι βούλομαι, πρότερον ἐκλέγειν τοὺς μανθάνοντας ἐπὶ τὴν πεῖραν ἐρχομένους, ἐπειδὰν κρῖναι βουληθῶσιν ὅπως ἡμᾶς ἕκαστον τῶν φαρμάκων διατίθησιν. οὐ γὰρ δὴ καθ’ αὑτό γε καὶ πρὸς τὴν ὅλην φύσιν ὁποῖόν ἐστιν ἐπισκεπτόμεθα. δῆλον γὰρ ὡς οὕτω μὲν οὔτ’ ἂν ὄξος οὔτε θάλαττα λέγοιτο ξηραῖνον ἡμᾶς, ἢ ξηρὸν εἶναι τὴν δύναμιν. ἐνεργείᾳ γάρ ἐστιν ἑκάτερον αὐτῶν ὑγρὸν, ἀλλ’ ἐὰν ξηραίνειν ἡμᾶς
θεωρίας ἐγνωκέναι διέλθω, μετὰ ταῦτά τε τῶν φαρμάκων ἑκάστου πάσας ἐπέλθω τὰς δυνάμεις. ἔσται δὲ τοῦτο διὰ βιβλίων, ὡς οἶμαι, τῶν πάντων ἕνδεκα τηλικούτων μάλιστα τὸ μέγεθος ἡλίκον καὶ τοῦτό ἐστι τὸ πάντων πρῶτον. ᾧ μέτρον ἤδη τὸ δέον ἔχοντι τελευτὴν ἐπιτίθημι ταύτην αὐτῷ τὴν ῥῆσιν.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΛΥΝΑΜΕΩΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ Β.
1. Οἱ τοὺς οἰκείους ὅρους ὑπερβαίνοντες σοφισταὶ μακρὸν ἡμῖν ποιοῦσιν τὸν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως λόγον. πόῤῥωθεν γὰρ ἀρχόμενοι καὶ τὴν αἴσθησιν ἀτιμάζοντες, ἐμβάλλοντές τε σφᾶς αὑτοὺς εἰς τὰ καὶ ἐν τοῖς φιλοσόφοις ἠπορημένα, προσαπολλύουσιν οἷς ἀγνοοῦσιν καὶ τὰ σαφῶς γινωσκόμενα. καὶ ταῦτα ποιοῦσιν οἱ πλείους αὐτῶν ἀμαθεῖς ὑπάρχοντες οὐ τῆς φυσικῆς θεωρίας
γὰρ, οἶμαι, καὶ δι’ αἰσθήσεως ἅπαντα τὰ τοιαῦτα τῶν ἀξιωμάτων ἐμάθομεν, ὡς ὁ μὲν ἥλιος λαμπρὸς ἐστιν, αἱ δὲ φλόγες ὑπόξανθοι, τῶν δ’ ἀνθράκων οἱ πλεῖστοι ξανθοί. εἰ μὲν οὖν ἀποστητέον ἐστὶ ταῖς αἰσθήσεσιν, οὐδεμίαν ἕξομεν ἀπόδειξιν οὔθ’ ἡμεῖς ὧν νῦν εἰρήκαμεν οὔτε Ἐμπεδοκλῆς ὡδὶ γράφων,
Ἠέλιον μὲν θερμὸν ὁρᾷν καὶ λαμπρὸν ἁπάντη.
εἰ δέ ἐστιν ἀληθῆ ταῦτα, δῆλον ὡς πολὺ πρότερον αὐτῶν τὴν αἴσθησιν εἶναι χρὴ πιστήν. ἀλλ’ ἄρχεσθαι μέν φασιν ἀπὸ τῶν αἰσθήσεων ἀναγκαῖόν ἐστιν ἀνθρώπους γε ὄντας, οὐ μὴν ἐπ’ αὐτήν γε προσήκει καταμένειν διὰ παντὸς, ἀλλ’ ἐπὶ τὸ θειότερον ἰέναι τὸν λόγον. αἰσθήσεως μὲν γὰρ καὶ τοῖς ἀλόγοις ζώοις μετεῖναι, λόγου δὲ μόνον τοῖς θεοῖς. κᾀντεῦθεν ἀρξάμενοι, δολιχὸν ἀποτείνουσι τὸν λόγον. καί τινες ἐξ αὐτῶν καὶ τὸν Ἀναξαγόραν ἐπικαλοῦνται μάρτυρα, περὶ τῆς χιόνος ἀποφηνάμενον, ὡς οὐκ εἴη λευκή. οὗτος ἄρα, φασί, φυσικὸς ἀνὴρ ὑπὲρ τὴν αἴσθησίν ἐστιν καὶ καταφρονεῖ
μὲν τῶν ταύτης φαντασμάτων, ἐπὶ δὲ τὸν λόγον ἀνέρχεται, καὶ τούτῳ τὴν τῶν ὄντων θηρᾶται φύσιν. ἐμὲ δ’ εἰ χρὴ τὸ παριστάμενον εἰπεῖν, ὡς ἐλευθέριόν τε καὶ παρ’ ὅλον τὸν βίον ἀλήθειαν σπουδάσαντα, μελαγχολίας ἐπέκεινα προεληλυθέναι νομίζω τοὺς τὰ τοιαῦτα ληροῦντας. εἰ μὲν γὰρ ἀνατρέψουσι τὰ διὰ τῶν αἰσθήσεων ἐναργῶς φαινόμενα, πόθεν ἄρξονται τῶν ἀποδείξεων οὐχ ἕξουσιν. εἰ δ’ ὡς ἀπὸ πιστῶν ἄρξονται, πῶς ὕστερον εὐλόγως ἀπιστήσουσιν; αἱ γὰρ τῶν ἀποδείξεων ἀρχαὶ πιστότεραι τῶν ἀποδεικνυμένων, ἃ τῆς ἐξ ἑτέρων δεῖται πίστεως. αἱ δ’ ἀρχαὶ τῶν ἀποδείξεων οὔ μόνον αὐταὶ καθ’ ἑαυτὰς, ἀλλὰ καὶ πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν ὑπάρχουσι πισταί.
2. Καὶ ἔγωγ’ ἂν εὐξαίμην ἅπαντα τὰ πράγματα ταῖς αἰσθήσεσιν ἡμῶν ἐναργῶς ὑποπίπτειν καὶ μηδὲν εἶναι τὸ διαφεῦγον αὐτὰς, ὡς οὕτως ἂν οὔτ’ ἄπορον οὔτ’ ἀμφισβητούμενον ἦν οὐδέν. ἐπεὶ δ’ ἐκφεύγει τινὰ, πειρατέον ἐπάγειν αὐτοῖς τὸν λόγον, ἀλλ’ οὔτε πόῤῥωθεν, ὡς ἐκεῖνοι ποιοῦσιν, οὔτ’ ἀπέραντα συλλογιζομένους, ἀλλὰ πρῶτον μὲν
τῷ σώματι καὶ ὑγιαίνοντι καὶ νοσοῦντι νόσον ἁπλῆν, ὡς ἔμπροσθεν, εἴρηται καὶ μιγνύντας ἐλαίῳ γλυκεῖ, κατά τε τῶν ἰσχυρῶς ἐψυγμένων ἢ τεθερμασμένων σωμάτων ἐπιφέρειν, ἀνατρίβοντάς τε καὶ κατατλοῦντας καὶ καταβρέχοντας, εἴσω τε τοῦ σώματος λαμβάνειν ἢ ἄνωθεν διὰ τοῦ στόματος, ἢ κάτωθεν διὰ τῆς ἕδρας, εἶθ’ ὁρᾷν τὸ γιγνόμενον ἐφ’ ἑκάστῃ χρήσει. καὶ γὰρ δὴ καὶ τούτου χάριν ἐπισκεπτόμεθα τὴν δύναμιν πάντων τῶν φαρμάκων, ἵνα ἔχωμεν οἷς δεῖ χρῆσθαι, διακαιομένων ὑποχονδρίων καὶ κεφαλῆς, ἢ κατεψυγμένων, ἢ ἡλκωμένων, ἢ φλεγμαινόντων, ἤ τι τοιοῦτον ἕτερον πασχόντων, αὐτῶν τε τούτων καὶ τῶν ἄλλων ἁπάντων μελῶν τοῦ σώματος. εἶθ’ οὕτως ἐναργῆ τε ἅμα καὶ σύντομον ὁδὸν ἔχοντες ἐφ’ ἃ ζητοῦμεν, ἔτι χρόας ἐξετάσομεν, ἢ ὀσμὰς, ἢ συστάσεις, ἢ ψόφους ἑκάστου τῶν φαρμάκων ὅμοιόν τι δρῶντες, τοῖς ἐξ εἰκόνος ἤτοι πλαστῆς, ἢ γραπτῆς ἄνθρωπόν τινα διαγνῶναι βουλομένοις ἐνὸν, αὐτὸν θεάσασθαι τὸν γνωρισθησόμενον.
3. Ταύτῃ τοίνυν ἁμαρτάνειν μοι δοκοῦσιν οὐ σμικρὰ, καὶ τούτων ἔτι μᾶλλον ἐν οἷς ἀπέραντα καὶ ἀναπόδεικτα φλυαροῦσιν, ἀμαθεῖς ὑπάρχοντες ἀποδεικτικῆς μεθόδου. ὑποκείσθω γὰρ τὸ πῦρ, εἴτε ξανθὸν εἴτε ἐρυθρὸν, ἢ ὡς ἂν ἐθέλωσιν, οὐ γὰρ μοι διαφέρει. τί οὖν τοῦτο πρὸς τὸ πᾶν ἐρυθρὸν θερμὸν· εἶναι; πᾶν μὲν γὰρ πῦρ, εἰ οὕτως ἔτυχεν, ἐρυθρὸν εἶναι λεκτέον ἐστίν. πᾶν δὲ τὸ ἐρυθρὸν πῦρ εἶναι φάναι καταγέλαστον, ἔτι δὲ μᾶλλον εἰ πᾶν τὸ ἐρυθρὸν θερμὸν εἶναι λέγοι τις. εἰ μὲν ἐξ ἀρχῆς εἴληπτο κατὰ τὸν λόγον, ὡς πᾶν τὸ θερμὸν ἐρυθρὸν ἐστιν, ἦν ἴσως διαστρέψαντα τὸ ἀξίωμα τὸ ἐρυθρὸν ἅπαν ἀποφῆναι θερμὸν ἁμαρτάνοντα μὲν κᾀν τούτῳ προφανῶς. οἱ γὰρ ἀντιστρέφοντες, οὐχ οἱ ἀναστρέφοντες ἀλλήλοις λόγοι συναληθεύονται, ἀλλ’ ὅμως ἦν ἂν, οἶμαι, πλησίον ὁ παραλογισμός. ἐπεὶ δὲ οὐδ’ αὐτὸ τοῦτο κατ’ ἀρχὰς εἴληπται, λέγω δὴ τὸ πᾶν εἶναι τὸ θερμὸν ἐρυθρὸν, οὐδ’ ἀναστρέψαντα δυνατὸν εἰπεῖν ἅπαν εἶναι τὸ ἐρυθρὸν θερμόν. τριχῶς οὖν ἁμαρτάνουσι κατὰ τὸν λόγον οἱ φάσκοντες τὰ ῥόδα θερμὰ τὴν κρᾶσιν ὑπάρχειν,
ἀναλίσκουσι τῶν μειρακίων καὶ σοφίσμασι παράγοντες ἀνθρώπους ἀγυμνάστους. λύσεως σοφισμάτων ἀναπιμπλᾶσι ψευδῶν δογμάτων. ἐχρῆν γὰρ μήτε χρόας μνημονεύειν αὐτοὺς μήτ’ ὀδμῆς, ἀλλὰ μηδὲ συστάσεως, ἢ λειότητος, ἢ τραχύτητος, ἤ τινος ἑτέρου τοιούτου. τί γὰρ ὅτι γλίσχρον τοὔλαιον, ἢ ὅτι λεῖον, ἢ ὅτι στίλβον, ἢ ὑγρὸν, ἢ ὠχρὸν, ἢ λιπαρὸν, ἢ ὀλισθηρὸν, ἢ δυσξήραντον ἐπαλειφόμενον τοῖς σώμασιν; οὔτε γὰρ εἰ θερμὸν, οὔτε εἰ ψυχρὸν, οὔτ’ εἰ ξηρὸν, οὔτ’ εἰ ὑγρόν ἐστιν τὴν δύναμιν, ἐξ οὐδενὸς ἔνεστι τῶν τοιούτων συλλογίσασθαι. καὶ γὰρ τῶν γλίσχρων καὶ τῶν λείων καὶ τῶν στιλβόντων τὰ μὲν θερμαίνει φανερῶς ἡμᾶς, τὰ δὲ ψύχει, καὶ τὰ μὲν ξηραίνει, τὰ δὲ ὑγραίνει. καὶ καθ’ ἕκαστον τῶν συμβεβηκότων οὐκ ἐλαίῳ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν οὐδέν ἐστιν εὑρεῖν πάγιον οὐδὲ διηνεκὲς, ὡς ἐπ’ αὐτῷ συστήσασθαί τινα καθόλου πρότασιν.
4. Ἐῶ γὰρ λέγειν ὅτι οὐδὲ ἐπιστημονικοῖς ἐν ἅπασι τοῖς τοιούτοις λόγοις οἱ σοφισταὶ χρῶνται
μηδὲν ὡς οἷόν τε παραλιπεῖν ὃ προφανές τε καὶ δῆλον τοῖς πολλοῖς, ἀλλὰ ἀποκεκρυμμένον τε καὶ ὀλίγοις γνωστόν. ὅθεν καὶ βίαιός ἐστιν καὶ πείθει σφοδρῶς ἡ διὰ πάντων τῶν ἐξ ἐμπειρίας γινωσκομένων ἐπαγωγὴ καὶ μόνοις αὐτοῖς ἡ ἀλαζονεία κατάφωρος γίνεται τοῖς γεγυμνασμένοις ἐν ἀποδεικτικαῖς μεθόδοις. καὶ διὰ τοῦθ’ ἡμεῖς ἐπιπλέον ὑπὲρ αὐτῆς ἐν τοῖς περὶ τῆς ἀποδείξεως ὑπομνήμασιν διήλθομεν. ἴσως δ’ ἄν ποτε καὶ κατὰ μόνας ἓν ὑπὲρ αὐτῆς ἰδίᾳ συνθείημεν γράμμα.
5. Φανεῖται δὲ καὶ νῦν οὐδὲν ἧττον ἡ φύσις αὐτῆς τε τῆς ἐπαγωγῆς καὶ πολὺ δὴ μᾶλλον ἡ τοῦ παραδείγματος. ἅπαντα γὰρ ἐπελθεῖν ἔγνωκα διὰ κεφαλαίων ὅσα τοῖς ἰατροῖς εἴρηται περὶ δυνάμεως ἐλαίου, πιθανῶς μὲν τῷ δοκεῖν, οὐ μὴν ἀληθῶς γε. καὶ πρῶτον τὸ ὑπὸ Διοκλέους ἐν Ἀρχιδάμῳ λελεγμένον, ὡς σκληρύνεσθαι καὶ ἐπικαίεσθαι τὸ δέρμα τοῖς ἐν ἐλαίῳ τριβομένοις, ὑπελάμβανεν ὁ Ἀρχίδαμος καὶ διὰ τοῦτο τὴν ξηροτριβίαν προὔκρινε. συνεκπυροῦσθαί τε γὰρ, φησὶ, καὶ ἐπικαίειν τὸ ἔλαιον ὑπὸ τῆς τρίψεως θερμαινόμενον
οὐδὲ διὰ τί κνίκος μὲν φλέγματος ἀγωγόν ἐστιν, ἐπίθυμον δὲ μελάνων οὐκ εἰδότες, ὅμως χρῶνται τοῖς φαρμάκοις εἰς ἅπερ ἐδίδαξεν ἡ πεῖρα καὶ θεραπεύουσι τοὺς δεομένους καὶ πιστεύουσι τοῖς ἐναργῶς φαινομένοις καὶ καταγελῶσι τῶν τῷ λόγῳ τἀναντία κατασκευαζόντων.
6. Ἀλλ’ Ἀρχίδαμος μὲν πρὸς τῷ καταφρονεῖν ἐν πολλοῖς τῶν ἐναργῶς φαινομένων, ἔτι μοι δοκεῖ καὶ ταύτῃ δικαίως ἂν ψέγεσθαι. λέγει μὲν γὰρ ἀμείνω τὴν ξηρὰν τρίψιν εἶναι τῆς μετ’ ἐλαίου, διότι τὸ σῶμα σκληρότερόν τε καὶ ξηρότερον τοῖς ἀλειφομένοις ἐργάζεται, μαλακώτερον δὲ τοῖς ξηροῖς τριβομένοις γίγνεται. λέγει δ’ οὐδὲν ἧττον ἐν αὐτῷ τῷ λόγῳ τούτῳ προελθὼν βραχὺ καὶ τὰ ξύλα καὶ τὰ δέρματα καὶ τὰ ἄλλα τὰ μετ’ ἐλαίου τριβόμενα διαδιδόναι μέχρι τοῦ βάθους αὐτοῦ καὶ τοῦτο εἶναι μέγιστον μαρτύριον ὅτι κᾀν τοῖς ἡμετέροις σώμασιν εἴσω χωροῦν ἐμπλάττει τε τοὺς πόρους καὶ κωλύει τὰς τῶν ὑγρῶν ἐκροάς. κᾀγὼ μὲν οὐκ οἶδα πῶς τάδε συμφωνεῖ. εἰ γὰρ τοὔλαιον κωλύει τὰς τῶν ὑγρῶν ἐκροὰς, οὐκ ἂν δήπου λέγοιτο ξηραίνειν, ὥστε
ἐν χιόνι προψύξας οὐδεὶς, ἀλλὰ τὸ ἐπιτυχὸν ἕκαστος λαμβάνων ἱμάντας ἀνατρίβει καὶ βύρσας, ὥσπερ, οἶμαι, καὶ τοὺς παῖδας οἱ παιδοτρίβαι, κατὰ τὸ ἐπιτυχὸν ἔλαιον ἀνατρίβουσιν, οὔτε προθερμήναντες ἐπὶ πυρὸς οὔτε προψύξαντες ἐπὶ χιόνος. ἐπεί τοι καὶ ἡμεῖς οὐκ ὀλιγάκις ἐγκαιομένην κεφαλὴν ἐλαίῳ πάνυ ψυχρῷ καταντλήσαντες ἐνεψύξαμεν. εἰ δὲ μηδ’ ἁλῶν ἔχοι τοὔλαιον, ἔτι καὶ μᾶλλον ἐμψύξει. εἰ δὲ καὶ ὠμοτριβὲς εἴη, πολὺ δὴ καὶ μᾶλλον ἔτι.
7. Σκευάζομεν δὲ καὶ τοῦτο παραπλησίως τῷ ὕδατι θερμήναντες γὰρ αὐτὸ πρότερον, οὕτως ἐνιστῶμεν ἀκραιφνεῖ ψυχρῷ. εἰ δὲ καὶ κρουνὸς ὑπερκείμενος ἐπ’ αὐτῷ καταράττων εἴη, προεστεγνωμένου δηλονότι τοῦ περιέχοντος ἀγγείου τοὔλαιον, ἔτι καὶ μᾶλλον ἂν οὕτω ψυχρότερον ἐργασθείη. ψυχρὸν δ’ ἱκανῶς γίνεται, κᾀπειδὰν προθερμανθὲν ἐν φρέατι κρεμασθὲν ψαῦον τοῦ ὕδατος. γίγνεται μὲν γὰρ καὶ τὸ μὴ ψαῦον ψυχρὸν, ἀλλ’ ἧττον. αἱ μὲν δὴ τοιαῦται παρασκευαὶ ψυχρὸν ἀποδεικνύουσι τοὔλαιον, αἱ δ’ ἐναντίαι θερμὸν. χρώμεθα δὲ κᾀκείναις, ἐπὶ τῶν κατεψυγμένων σωμάτων,
μὲν ἔλαιον ἁπλῶς γε καὶ πρώτως ὀνομάζεται, τὰ δ’ ἄλλα πάντα κατὰ μεταφοράν τινα καὶ κατάχρησιν.
8. Αὐτοῦ δή φημι τοῦ κυρίως προσαγορευομένου ἐλαίου, περὶ οὗ τὸν σύμπαντα λόγον ἐν τῷ παρόντι ποιούμεθα, πλείους εἶναι τὰς διαφορὰς κατὰ μὲν τὴν ἡλικίαν, ὅταν ἤτοι πρόσφατόν ἐστιν καὶ οἷον γλεῦκος, ἢ ἀκμάζον, ἢ παλαιὸν ὑπάρχει· κατὰ δὲ τὸν τρόπον τῆς σκευασίας, ὅταν ἤτοι ψιλὸν ᾖ καὶ ἁπλοῦν καὶ μόνον, ἢ μεθ’ ἁλῶν γεγονός· κατὰ δὲ τὴν ἐν αὐτῷ τῷ καρπῷ διαφορὰν, ὅταν ἤτοι πέπειρος, ἢ ὠμὸς ὑπάρχῃ· κατὰ δὲ τὴν ἐξ ἐπιτεχνήσεως ἀλλοίωσιν, ὅταν ἤτοι φυλάττηται τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔτυχε σκευασθὲν ἢ ἐλευκάνθη. γέγραπται δὲ ὑπὲρ τῆς λευκάνσεως αὐτοῦ καὶ ἄλλοις μὲν οὐκ ὀλίγοις, εἰρήσεται δὲ καὶ πρὸς ἡμῶν ἐν τοῖς ἐφεξῆς. τούτων ἁπάντων τῶν ἐλαίων αὐτὸς ἐγὼ ἐσπούδασα πειραθῆναι τῆς δυνάμεως. καὶ τί μὲν ἐφ’ ἑκάστῳ ἐφώρασα μετὰ ταῦτα διηγήσομαι· νυνὶ δὲ τέλος ἐπιθεῖναι βούλομαι πρῶτον οἷς ἐνεστησάμην. οὐκ ὀρθῶς
γὰρ δοκοῦσιν οἱ πλεῖστοι τῶν ἰατρῶν οὔτε πειραθῆναι φαρμάκων οὔτε συλλογίζεσθαι περὶ τῆς δυνάμεως αὐτῶν.
9. Πειραθῆναι μὲν γὰρ χρὴ μόνων τῶν ἀμίκτων καὶ ἔξω πάσης ἐπικτήτου ποιότητος. ἐπὶ μὲν γὰρ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος πρῶτον, ἐφεξῆς δὲ κᾀπὶ τῶν δυσκράτων, εἶθ’ οὕτως ἐπὶ τῶν ἁπλῶν νοσημάτων, ὡς ἔν τε τῷ πρὸ τούτου λόγῳ κᾀν τῷ τρίτῳ περὶ κράσεως διῄρηται, συλλογίζεσθαι δὲ τὸ κατὰ συμβεβηκὸς ἀεὶ διορίζοντας τοῦ πρώτως τε καὶ καθ’ αὑτό.
10. Σφάλλονται δ’ ἔνιοι τῶν ἰατρῶν οὐ περὶ ταῦτα μόνον, ἀλλὰ κᾀν ταῖς περὶ τῶν παθημάτων δόξαις. αὐτίκα τοὔλαιον, ὅτι μὲν ἴαμα κόπων ἐστὶν ἅπαντες σχεδὸν ὁμολογοῦσιν. ὁποῖον δέ τι πάθος ὁ κόπος ἐστὶν, οὐκέτι ὁμοδοξοῦσιν. ὁ μὲν γάρ τις ξηρότητα τῶν ἄρθρων εἶναί φησιν, ἐξικμασθέντων ἐν ταῖς κινήσεσιν, ὁ δέ τις καὶ τῶν μυῶν προστίθησιν, ἕτερος δέ τις ἔμπαλιν τούτοις ὑγρότητα πολλὴν καὶ τάσιν καὶ θερμασίαν, ἐπελθόντος γε ῥεύματος τοῖς σφοδρῶς κινηθεῖσι μέρεσιν. ἄλλος δὲ οὐ πλῆθος ὑγρῶν, ἀλλὰ
ὁμοίως διαθήσει τὸν ἄνθρωπον, ἐπειδὰν φλέγματος γλίσχρου μεστὸν εὕρῃ τὸ ἔντερον ἅπαν ἅμα τῇ γαστρὶ, κᾀπειδὰν χολωδῶν περιττωμάτων, ἤ τινων ἄλλων δριμέων χυμῶν, ἢ κόπρου πολλῆς, ἢ τούτων μὲν μηδενὸς, καθαρᾶς δ’ ἀκριβῶς ἐπιτύχῃ τῆς τε γαστρὸς ἁπάσης καὶ τῶν ἐντέρων, ἢ πρὸς τῷ καθαρὸν εἶναι τοῦτο καὶ τετραχυσμένον ὑπάρχει.
11. Ἀμελῶς οὖν πάνυ καὶ ῥᾳθύμως ὑπὲρ ἁπάντων τούτων οἱ πολλοὶ τῶν ἰατρῶν συλλογίζονται, μηδ’ ὅπως ἔχοντι τῷ ἀνθρώπῳ δίδοται τοὔλαιον εἰπόντες, ἀλλὰ μηδ’ ὁποῖον αὐτό· κᾄπειτα φάσκοντες οἱ μὲν δάκνειν καὶ ξύειν πάντως τὰ ἐντὸς, οἱ δὲ καὶ εἴ τις ἂν εἴη δῆξις ἤδη προϋπάρχουσα, καὶ ταύτην πραΰνειν. οὐ γὰρ σμικρὸν δήπου διήνεγκεν ἢ τὸ παντάπασιν ἄναλον ὀνομαζόμενόν τε καὶ ὄντως ὑπάρχον ἔλαιον εἰς φλεγματώδη κοιλίαν ἐμβαλεῖν, ἢ τὸ πλείστων ἁλῶν μετέχον εἰς καθαράν. ἄμφω μὲν γὰρ λαπάξει τὴν γαστέρα, διαφερούσαις μέντοι ταῖς δυνάμεσιν. τὸ μὲν γὰρ ἄναλον ἐν φλεγματώδει διὰ τὸν ὄλισθον ὁμοίως
μαλάχαις τε καὶ βλίτοις καὶ μόροις· τὸ δὲ ἡλισμένον ἐν καθαρᾷ διὰ τὴν δριμύτητα παραπλησίως ἅλμῃ καὶ θαλάττῃ. καὶ δὴ καὶ ξύσει μὲν τοῦτο, θάτερον δ’ οὐ ξύσει. μὴ τοίνυν μήτε ξύειν ἁπλῶς λέγομεν τοὔλαιον πάντως τἀντὸς, ἢ διαχωρήματα ποιεῖν αἱματώδη, μήτε πραΰνειν δήξεις, ἀλλὰ τὸ μὲν ἁλῶδες ἐν καθαρᾷ ξύειν, τὸ δ’ ἄναλον ἐν φλεγματώδει μὴ ξύειν.
12. Ἐνίοτε δὲ κατὰ συμβεβηκὸς ἰάσαιτ’ ἂν δήξεις τὸ ἁλμῶδες, ὥσπερ καὶ τὸ μελίκρατον καὶ ἅλμη καὶ γάλακτος ὀῤῥός. συνεξάγονται γὰρ σὺν αὐτοῖς ἐνίοτε ταῦτα τὸν τὴν δῆξιν ἐργαζόμενον χυμὸν, ἰάματά τε γίγνεται δήξεως ὁμοίως τοῖς ἄλλοις ἅπασιν, τοῖς ἀποπλύνουσί τε καὶ ῥύπτουσιν. ἀλλὰ μετὰ τὴν ἔνεσιν οὐχ ὅπως παύει τὰ τοιαῦτα φάρμακα τὴν δῆξιν εὐθὺς, ἀλλὰ καὶ παροξύνει. τῷ γὰρ τῆς κενώσεως λόγῳ τὴν ἴασιν, οὐ τῷ τῆς ἐπικράσεως ἐργάζεται. κηρωτὴ μέντοι πολλάκις ἐνεθεῖσα διὰ ῥοδίνου καὶ στέατος ἢ πιμελῆς, ἐν τῷ παραχρῆμα τὰς δήξεις ἰάσατο τῷ τῆς ἐπικράσεως λόγῳ. καὶ μὲν δὴ καὶ ἔλαιον
γοῦν ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτο, τῶν ἄλλων τι. μηδενὸς δὲ παρόντος τούτων ἀδήκτου μίγνυμεν κηροῦ, καλῶ δ’ οὕτως τὸν πεπλυμμένον, ἢ καὶ νὴ Δία τοὔλαιον αὐτὸ τὸ λελευκασμένον ἐγχεόμενον. ἀνάλογον γὰρ ἐστιν ἀδήκτῳ κηρῷ καὶ τοῦτο. προπετὴς οὖν ἀπόφασίς ἐστι καὶ ἀδιόριστος ἥ τε τῶν δακνῶδες ἐν παντὶ καιρῷ πᾶν ἔλαιον ἥ τε τῶν παρηγορικὸν ἀποφηναμένων. τὸ μὲν γὰρ ἁλμῶδες δακνῶδες, τὸ δ’ ἄναλον καὶ γλυκὺ παρηγορικὸν ὅσον ἐφ’ ἑαυτῷ. δόξειε γὰρ ἄν ποτε καὶ τοῦτο παρὰ τὰς διαθέσεις αἷς προσφέρεται μηκέτι εἶναι τοιοῦτον. ἕκαστον γὰρ τῶν ἐπικεραννύντων φαρμάκων ἰσχυρότερον γιγνόμενον τῶν δακνόντων χυμῶν ἀμβλύνει τὴν δῆξιν αὐτῶν. ἀλλ’ ἂν ἰσχυροτέραις ταῖς δυνάμεσιν, ἢ πολλαῖς ὀλίγον ἀναμιχθῇ, συνδιαφθείρεταί τε καὶ τρέφει τὴν κακοχυμίαν, ὅθεν καὶ κενοῦν δεῖ παραχρῆμα τοὺς ἐκ τῶν ἐπικεραστικῶν παροξυνομένους, ὡς ἂν πολλῆς καὶ δυσκινήτου διαφθορᾶς πεπληρωμένους.
13. Οὕτως οὖν καὶ τὸ γάλα πολλάκις ἅμα τῷ προσενεχθῆναι τοῖς μὲν ὀξύνεται, τοῖς δὲ κνισοῦται, πρὶν καλῶς πεφθὲν ἐπικεράσαι τὴν διαφθοράν. καὶ χρὴ τούτων πρότερον ἐκκενώσαντας τὸ πολὺ τῆς κακοχυμίας οὕτω προσφέρειν καὶ χόνδρον καὶ πτισάνην καὶ γάλα καὶ τἄλλα ὅσα καλῶς πεφθέντα πρὸς εὐχυμίαν συντελεῖ, μὴ μέντοι μήτε τὰς χείρους μήτε τὰς ἐναντίας ἔχειν δυνάμεις ὅσον ἐπὶ τούτῳ νομίζειν ἅπαντα μήτε παραλιπεῖν ἐν τοῖς λόγοις ἑκόντα τῶν γιγνομένων θάτερα, καθάπερ Ἀρχίδαμος ἐπ’ ἐλαίου τῶν μὲν δακνομένων ὀφθαλμῶν ἐμνημόνευσεν καὶ τῆς κερχνώδους φάρυγγος καὶ τῆς ξυομένης γαστρὸς, ὅτι δὲ πολλάκις καὶ στόμαχον ἰσχυρῶς δακνόμενον ἔλαιον γλυκὺ ποθὲν ἰάσατο παραχρῆμα καὶ τὰς καθ’ ὅλην τὴν γαστέρα δήξεις ἐνεθὲν ἐπράϋνε καὶ τὰς ἀπὸ θαψίας τε καὶ ἀκαλήφης καὶ σκίλλης κατὰ τὸ δέρμα γιγνομένας ἐπαλειφθὲν ἔπαυσεν, οὐκ ἔτ’ ἐμνημόνευσεν. ἐγὼ δ’ οὐκ ἀμφισβητῶ μὲν οὐδ’ αὐτὸς, οὐδ’ ἀπιστῶ τοῖς φάσκουσιν ἐν ἅπασι σχεδὸν τοῖς οὖσι πολλὰς καὶ διαφερούσας περιέχεσθαι δυνάμεις, ἀλλὰ καὶ δείξειν
παλαιοὺς ἰατροὺς σχεδὸν ἅπαντας οἶδα γινώσκοντας, ὥσπερ γε καὶ τῶν νεωτέρων τοὺς ἀρίστους, εἴη δ’ ἄν τις ἴσως ἐμὲ λανθάνων. οὐδὲν γὰρ ἀτόλμητόν ἐστιν ἐνίοις τῶν νεωτέρων ἰατρῶν, ὡς ἀποφῆναι τῇ μὲν αὐτοῦ φύσει τὰς διαφθορὰς αὐξάνειν τὸν χόνδρον, ἢ τὸν ἄρτον, ἢ τὴν πτισάνην, ἐπ’ ἐνίων μέντοι κατά τι συμβεβηκὸς πραΰνειν. ἀλλ’ ὁ μὲν ταῦτα λέγων οὐδεμίαν ἀπόδειξιν εἰπεῖν ἔχει τῆς ἀποφάσεως. ἡμεῖς δὲ λέγομεν ὡς εἴπερ ἡ πτισάνη φύσει κακόχυμος ἦν, οὔποτ’ ἂν ἐπράϋνε δήξεις. ἀλλὰ μὴν ὁρᾶται καὶ ἄνωθεν λαμβανομένη καὶ διὰ τῆς ἕδρας ἐνιεμένη πραΰνουσα πολλάκις, ᾧ δῆλον ὅτι κατὰ μὲν τὴν ἑαυτῆς φύσιν εὔχυμός ἐστιν. συνδιαφθειρομένη δ’ ἐνίοτε τοῖς τὰς δήξεις ἐργαζομένοις χυμοῖς αὐξάνει τὸ σύμπτωμα.
14. Τάχ’ οὖν ἔροιτό τις ἡμᾶς εἰ μηδὲν τῶν κακοχύμων ἰάσατό ποτε δῆξιν; ἐγὼ δὲ τοῦτο μὲν οἶδα οὐκ ὀλιγάκις γιγνόμενον, ἀλλ’ οὐκ ἐπικεραννύντα φημὶ, ἀλλὰ τὸ δάκνον ἅμ’ ἑαυτοῖς συνεξάγοντα τὰ τοιαῦτα τῶν φαρμάκων ἰᾶσθαι τὰς δήξεις. καὶ διὰ τοῦτο παραχρῆμά τε καὶ μέχρι
καὶ κηρὸν γλυκὺν, ἐκ τῆς τῶν παρηγορικῶν ὄντα φύσεως. εἴη δ’ ἂν καὶ γλυκὺς κηρὸς ὁ τῇ φύσει τοιοῦτος, ὡς ἔνιοί γε πικροὶ γευομένοις εἰσὶ, καὶ ὁ πρὸς τῷ τοιοῦτος εἶναι καὶ πεπλυμμένος ἐν ὕδατι χρηστῷ.
15. Χρὴ δὲ πλύνειν οὐ κηρὸν μόνον, ἀλλὰ καὶ πίτταν καὶ ῥητίνην, ἔλαιόν τε καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτον τὸ μὴ κεραννύμενον ὕδατι προθερμαίνοντας συμμέτρως, εἶτα κατάῤῥοντας εἰς ἀγγεῖον πλατὺ καὶ μέγα, πλῆθος ὕδατος ἔχον ἐν ἑαυτῷ καθαρωτάτου τε ἅμα καὶ ἀποιοτάτου. τούτῳ γὰρ ἐναποτίθεται τὸ πλυνόμενον ὅ τί περ ἂν εἴη τὴν ἑαυτοῦ δριμύτητα. χρὴ δὲ καὶ ἀνατρίβειν αὐτὸ καὶ κόπτειν καὶ θλᾷν καὶ μαλάττειν ταῖς χερσὶν ἱκανῶς, ἵνα πᾶν μόριον ὁμιλήσῃ τοῦ πλυνομένου φαρμάκου τῷ ὕδατι, καὶ τοῦτο ποιήσαντας ἀποχεῖν μὲν τὸ πρότερον ὕδωρ, αὖθις δὲ θερμαίνοντας τὸ πλυνόμενον εἰς ἕτερον ὕδωρ ἐμβάλλειν ὁμοίως καθαρὸν, ἀνακόπτειν δὲ χρὴ μέχρι πλείστου πάλιν, ἄχρις ἂν ἐναπόθηται τῷ ὕδατι τὴν ἑαυτοῦ ποιότητα. πάρεστι δέ σοι τοῦτο καὶ γευομένῳ διαγινώσκειν, εἶτα καὶ τρίτον καὶ
τῶν σκευασιῶν βιβλία γεγραφόσι καὶ τὰ περὶ τῆς ὕλης, ὥσπερ καὶ τὰ παρὰ τῷ Διοσκουρίδῃ. κατὰ τὸ πρῶτον. ἀλλ’ ἐκείνων μὲν οἱ πλείους ἐκδαπανῶντες τὸ ὑδατῶδες καὶ τὸ πυῤῥὸν τοῦ ἐλαίου τὸ ὑπόλοιπον ἀποφαίνουσι λευκὸν, ὁ δὲ διὰ τῆς πλύσεως οἷον ἀποῤῥύπτων αὐτὸ καὶ ἀπομάττων.
16. Περὶ μὲν δὴ τῆς τῶν πλυτῶν φαρμάκων καὶ λευκαινομένων διαθέσεως καὶ αὖθις εἰρήσεται. ἐπὶ δὲ τὸ προκείμενον ἐπάνειμι. ἔλαιον εἰ μήτε τὸ καλούμενον ὀμφάκινον εἴη, στυπτικὸν γὰρ τοῦτό γε, μήτε μεθ’ ἁλῶν ἐσκευασμένον, ἀλλὰ μηδὲ πρόσφατόν τε καὶ οἷον ζέον ἔτι καὶ πρὸς τούτοις ἅπασιν ἐπιμελῶς εἴη πεπλυμμένον, οὔτε πινόμενον οὔτε ἐνιέμενον ἐργάσεται δῆξιν. εἰ δὲ κερχνῶδές ἐστι τῆς φάρυγγος, οὐδὲν ἂν εἴη τοῦτό γε πρὸς τὸ δακνῶδες ὑπάρχειν αὐτό. πᾶν μὲν γὰρ τὸ δάκνον καὶ δριμὺ καὶ κερχνῶδες, οὐ μὴν ἅπαν τὸ κερχνῶδες δάκνον καὶ δριμύ. μόνως γὰρ οὕτως ἂν ἀπεδείχθη τοὔλαιον δακνῶδες, εἰ πᾶν τὸ κερχνῶδες ὡμολόγητο δακνῶδες ὑπάρχειν. ἥκει τοίνυν πάλιν ἐνταῦθα
ἦν αὐτοῖς, ὡς εἴ τι δακνῶδες, εὐθύς ἐστι τοῦτο καὶ κερχνῶδες, ἀλλ’ ὅτι μόνα τὰ δακνώδη κερχνώδη· εἴη γὰρ ἂν οὕτω τὰ κερχνώδη πάντα δακνώδη. τοῦτο δ’ αὐτὸ, τὸ μόνα τὰ δακνώδη κερχνώδη φαίνεσθαι, παρά τε τὴν αἴσθησιν εἴρηται. φαίνεται γὰρ καὶ τὰ λιπαρὰ κερχνώδη καὶ τὸ ζητούμενον ἑτοίμως εἴληπται, μήτ’ ἐξ αἰσθήσεως μήτ’ ἐξ ἀποδείξεως πιστωθέν. ἔτι τε πρὸς τούτοις ἀγνοούντων ἐστὶν ἀνθρώπων, ὁποία τις ἡ τοῦ κέρχνειν ἐστὶ διάθεσις, ἣν ἴσως ἄμεινον αὐτοῖς ἐξηγήσασθαι.
17. Συμβαίνει δὲ τὸ κέρχνειν ἀνωμαλίας τινὸς ἐν τῇ φάρυγγι συνισταμένης παρὰ φύσιν. εἰθισμένον γὰρ τὸ πνεῦμα διὰ καθαρᾶς καὶ λείας ἀεὶ φέρεσθαι τῆς ὁδοῦ, ἐπειδὰν προσκόπτῃ τισὶν ἐξοχαῖς κατ’ αὐτὴν, κλόνον τέ τινα καὶ οἷον ἀνώμαλον σεισμὸν ἐργάζεται κατὰ τὴν φάρυγγα, καὶ οὕτως ἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ὥσπερ γὰρ καὶ ἄλλα πολλὰ σωτηρίας ἕνεκα τοῖς ζώοις ἡ φύσις ἐναπειργάσατο σύμφυτα πάθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ πταρμὸν καὶ βῆχα. πταρμὸν μὲν ὑπὲρ τοῦ διώσασθαι τὰ κατὰ τὰς
καὶ οἷον γεωδέστερον, ἕτερον δὲ τὸ λεπτότερον καὶ ὑδατωδέστερον. ἔστι δὲ καὶ κατὰ τοὔλαιον ταῦτ’ ἄμφω χρόνου δεόμενα πρὸς σύμπεψίν τε καὶ διάκρισιν, ἀλλ’ ἐν τῷ χρόνῳ τὸ μὲν ὑφίσταται, τὸ δ’ ἐκδαπανᾶται. καὶ πρότερόν γε τὸ γεῶδες καὶ παχύτερον ὑφίσταται τὸ καλούμενον ἀμόργη, θάτερον δὲ τὸ λεπτότερον καὶ οἷον ὑδατωδέστερον, ἔστι πως καὶ τοῦτο σύνθετον, ἐξ ἀερώδους τέ τινος οὐσίας καὶ λεπτῆς ὀῤῥώδους.
18. Τὸ δ’ ὀῤῥῶδες τοῦτο πυῤῥὸν μὲν τὴν χρόαν ἐστὶ, τοῦ δ’ ὑφισταμένου καὶ παχέος καὶ γεώδους ἀπομέμακται τὴν ποιότητα. αὐτὸ δὲ τοὔλαιον ἄδηκτόν τε καὶ λευκόν ἐστι κατά γε τὴν ἑαυτοῦ φύσιν, ὅθεν ἐπειδὰν ἀποχωρισθῇ τὸ λεπτὸν τοῦτο περίττωμα, λευκότερόν τε καὶ γλυκύτερον ἑαυτοῦ γίγνεται. ἀποχωρίζεται δὲ τρόποις πολλοῖς. ἢ γὰρ ἐν ἡλίῳ θερμῷ θέντες ἀγγεῖον εὐρύστομον ἐλαίου μεστὸν, αἴροντες κόγχαις ἐξ αὐτοῦ πολλάκις ἄνωθεν καταράττουσιν, ἢ θερμὴν ὑποτιθέασιν τέφραν τοῖς περιέχουσιν ἀγγείοις τοὔλαιον, ἡλιοειδῆ θερμασίαν ὡς ἔνι μάλιστα μιμούμενοι.
ποτὲ καὶ ἄδηλον εἴη τὸ ζητούμενον, ὡς τῆς ἐξ ἑτέρων δεῖσθαι πίστεως, οὐδ’ οὖν οὐδ’ ἐνταῦθα ποῤῥώτατά τε καὶ ἀνομοιότατα τίθεσθαι μαρτύρια τῆς τοῦ ζητουμένου δυνάμεως, ὑπερβαίνοντας τὸ πλησιάζον. ἐναργὲς δήπου καὶ σαφὲς πᾶσίν ἐστιν ὡς ἡ μετ’ ἐλαίου τρίψις ἀκοπωτέρα γε πολὺ τῆς ξηρᾶς ἐστιν καὶ μαλάττει τὰ σώματα, συνέχουσα καὶ ἀποστέγουσα μᾶλλον, ὅσον ἀποῤῥεῖν πέφυκεν ἡμῶν ἐκτὸς οὐ διαφοροῦσα καὶ ξηραίνουσα. τοῦτο δὲ καὶ ὁ Διοκλῆς αὐτὸς ὡμολόγησεν, ἐμπλαστικόν τε τῶν πόρων τοὔλαιον ἀποφηνάμενος εἶναι καὶ τῶν ἀποῤῥεόντων ἐφεκτικὸν καὶ βυρσῶν μαλακτικόν. εἰ δ’ οὐκ ἤρκει τὸ φαινόμενον αὐτῷ καὶ διὰ τοῦτο τῶν ἔξωθέν τι τεκμηρίων ἐπάγειν τῷ λόγῳ βέλτιον ἐνόμιζε, τῶν ἐν ἐλαίῳ ψυχρῷ διαβρεχομένων ἐχρῆν αὐτὸν μνημονεύειν, οὐ τῶν ἐν τῷ ζέοντι καθεψομένων.
19. Ὥσπερ ἐν τοῖς τοιούτοις ὑπερβαίνει τὸ φαινόμενον, οὕτω κᾀν τῷ φάσκειν ἀνώμαλον γίγνεσθαι τὴν ἐν ἐλαίῳ τρίψιν, ὀλισθανουσῶν τῶν χειρῶν. αὐτὸ γὰρ δὴ τοὐναντίον ἅπαντες ἐναργῶς αἰσθανόμεθα, τῆς μὲν δι’
ῥᾳδίως οὔτ’ ἀνωμάλους εἰργάζετο τὰς τῶν χειρῶν ἐπ’ αὐτοῦ φορὰς, ἀλλ’ ἔθεον ἂν, οἶμαι, ῥᾳδίως εἰς τὸ πρόσθεν ἀπὸ τῶν πρώτων ἑτοίμως ὀλισθάνουσαι πρὸς ἕτερα, τῷ μηδὲν ἅμ’ ἑαυταῖς συνεπάγεσθαι τοῦ δέρματος μόριον. ἐπεὶ δὲ χαλαρόν τέ ἐστιν καὶ τραχὺ, δεῖταί τινος ἔξωθεν φαρμάκου τάς τε ῥυτίδας ἀναπληρώσοντος αὐτοῦ καὶ τὸν ὄλισθον ταῖς τριβούσαις χερσὶν παρέξοντος, εἰς ταῦτα δὲ οὐδὲν ἂν εὕροις ἐπιτηδειότερον ἐλαίου. καὶ θαυμάσειεν ἄν τις Ἀρχιδάμου, μήτε τὸ φαινόμενον ἐναργῶς αἰδεσθέντος μήτε τὸν ἐπ’ αὐτῷ λόγον ἐξευρόντος, ἀλλ’ ἐν ἀμφοτέροις ἀποφηναμένου τἀναντία. φαίνεται γὰρ ἀνώμαλος μὲν ἡ ξηρὰ τρίψις, ὁμαλὴ δὲ ἡ σὺν τῷ ἐλαίῳ, μαρτυρεῖ τε τούτοις ὁ λόγος οὐχ ἥκιστα τὴν αἰτίαν ἐξηγούμενος.
20. Ἀλλὰ περὶ μὲν Ἀρχιδάμου τε καὶ Διοκλέους ἅλις εἴς γε τὰ παρόντα. βούλομαι γὰρ, ἐπειδή περ ἅπαξ ἐπὶ τὸ δεικνύναι τὴν μοχθηρὰν ὁδὸν τῆς τῶν δυνάμεων εὑρέσεως ἧκον ἐλαίῳ παραδείγματι χρώμενος ἐπεξελθεῖν τάχιστα τὸν λόγον ἅπαντα. λεγόντων οὑν τῶν φιλοσόφων θερμὸν εἶναι
ἄχρηστος ἰατροῖς εἰδείη τις, ἔτι καὶ μᾶλλον, οἶμαι, φεύξεται τὴν τοιαύτην ὁδὸν τῶν λόγων. οὔτε γὰρ ἁπλῶς εἰ θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρόν ἐστιν ἕκαστον τῶν φαρμάκων ζητοῦμεν οὔτ’ εἰ μυρμήκων, ἢ σφηκῶν, ἢ μελιττῶν, ἤ τινος ἄλλου τῶν ζώων ὑγραντικὸν, ἢ ξηραντικὸν, ἢ θερμαντικὸν, ἢ ψυκτικόν ἐστιν, ἀλλ’ ὅπως ἔχει πρὸς ἀνθρώπινον σῶμα. παρὸν οὖν ἐπ’ ἀνθρώπων ποιεῖσθαι τὴν βάσανον, οὐ καλῶς ἐκτρέπονται πρὸς ἕτερα.
21. Βάσανος δ’ ὀρθὴ πρῶτον μὲν ἡ ἐπὶ τῶν εὐκράτων σωμάτων, ἐφεξῆς δ’ ἡ ἐπὶ τῶν δυσκράτων, εἶθ’, ὡς εἴρηται πολλάκις ἡμῖν καὶ πρόσθεν, ἡ ἐπὶ τῶν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν νοσημάτων. ἐν οἷς προσέχειν τὸν νοῦν ἠξιοῦμεν καὶ ὡς διορίζεσθαι τὸ καθ’ ἑαυτό τι δρῶν τοῦ κατὰ συμβεβηκός. ἔσεσθαι δὲ τοῦτο πρῶτον μὲν, εἰ ἁπλοῖς ὡς ἔνι μάλιστα προσφέροιτο πάθεσιν, δεύτερον δὲ εἰ εὐθὺς τοῦτο ἐξ ἀρχῆς αἰσθητῶς ἐμφαίνοι τὴν ἑαυτοῦ δύναμιν, ἢ μετὰ χρόνον, ἢ καὶ τελέως ἀρθὲν, ὥσπερ τὸ τῆς θερμασίας
γοῦν τοῖς μὲν μετρίως θερμοῖς σώμασιν προσφερόμενον μετρίως θερμαίνειν αὐτὰ, τοῖς δ’ ἰσχυρῶς ἰσχυρὰν τὴν θερμασίαν ἀνάπτον.
22. Εἴρηται μὲν οὖν ἤδη κᾀν τῷ τρίτῳ περὶ κράσεων, εἰρήσεται δὲ καὶ νῦν ὡς ἕκαστα τῶν προσφερομένων τῷ σώματι φαρμάκων, ἃ δὴ καὶ θερμὰ ταῖς δυνάμεσιν ὑπάρχειν ἔφαμεν, ἀρχὴν τοῦ θερμαίνεσθαι παρ’ ἡμῶν λαμβάνοντα, τὰ μὲν ὡσαύτως ἡμᾶς ἀντιθερμαίνει, τὰ δὲ σφοδρότερον. ἐκ δὴ τῶν εἰς ἴσον ἀντιθερμαινόντων ἐφάνη μοι τοὔλαιον ἐπισκοποῦντι τὰς κατὰ μέρος αὐτοῦ δυνάμεις. εὕρισκον γὰρ ἀεὶ χλιαρὰν μὲν ἐν τοῖς μετρίως θερμοῖς σώμασιν ἀπεργαζόμενον αὐτὸ θερμότητα, ζέουσαν δ’ ἐν τοῖς ζέουσιν. ἐφαίνετο δέ μοι διὰ τοῦτο καὶ σπασμοὺς καὶ τρόμους, ἀναισθησίας τε καὶ δυσαισθησίας, μήτ’ ὠφελεῖν μηδὲν ἀξιόλογον μήτε βλάπτειν. ὠφελεῖν μὲν γὰρ οὐκ ἠδύνατο τῷ μὴ θερμαίνειν ἰσχυρῶς, βλάπτειν δ’ οὐκ ἦν ἱκανὸν, ὅτι μηδ’ ὅλως ἔψυχεν, ἐπικτήτου μὲν θερμότητος ἰσχυρᾶς λαβόμενον ἱκανῶς ὠφελεῖν· ἐπειδὰν εἰς πυέλους
ἐλαίου θερμοῦ ῥίζας τινὰς, ἢ πόας θερμαντικὰς ἐναφεψημένας ἔχοντας, τοὺς οὕτω πεπονθότας ἐμβιβάζοιμεν. ὅθεν εὐλόγως οἷον ὕλη τίς ἐστιν τῶν ἄλλων φαρμάκων. ἄν τε γὰρ ψυχρὰ μίξῃς αὐτῷ, ψυχρὸν ἔσται τὸ μικτὸν, ἄν τε θερμὰ, θερμόν. ὃ γὰρ ἂν ἐκ τῆς μέσης ὑπάρχῃ κράσεως, ὑπηρετεῖ τοῖς ἄκροις ἑκατέροις, ὡς μήτ’ εἰ θερμῷ μιχθείη ψυχρὸν, τὸ μιχθὲν ἐξ ἀμφοῖν ἀπεργάσασθαι δυνάμενον, ὅτι μηδ’ αὐτὸ ψυχρόν ἐστιν μήτ’ εἰ ψυχρῷ θερμὸν, οὐδὲ γὰρ θερμὸν ὑπάρχει. καὶ κατὰ τοῦτο εὐλόγως οἱ μὲν θερμαίνειν αὐτὸ φάσκουσιν ἡμᾶς, οἱ δὲ οὐ θερμαίνειν. θερμαίνειν μὲν γὰρ ἂν δόξειε εἰς ἴσην τῷ θερμαίνοντι σώματι θερμασίαν ἀφικνούμενον, ἀντιθερμαίνειν γοῦν δύναται ταύτῃ. τῷ δὲ μὴ προσαυξάνειν ἣν κατέλαβε θέρμην, οὐκ ἂν δόξειε θερμαίνειν. οὐ γὰρ τὸ φυλάττειν ἣν εὗρεν, ἀλλὰ τὸ παραύξειν ἔργον εἶναι τοῦ θερμαίνοντος.
23. Ἀρχαὶ δὲ τῆς τοιαύτης ἀμφισβητήσεως τρεῖς εἰσι, τό τε μὴ διορίσασθαι τὰ γένη τῶν θερμαίνειν
σκοπουμένους ἠξιοῦμεν ἀποχωρῆσαι τῶν ἄλλων ἁπάντων. ἐν τούτοις τε οὖν ἅπασιν ἁμαρτάνουσιν οἱ περὶ φαρμάκων δυνάμεως ἐπισκεψάμενοι καὶ πρὸς τούτοις ἔτι παρερχόμενοι τὰς μεσότητος, ἔν τε ταῖς κατὰ φύσιν ἡμῶν κράσεσιν, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείξαμεν, ἔν τε ταῖς τῶν φαρμάκων ἐξετάσεσιν. ὡς γὰρ ἤτοι θερμὸν εἶναι δέον ἐξ ἀνάγκης τὸ δοκιμαζόμενον φάρμακον, ἢ ξηρὸν, ἢ ὑγρὸν, ἢ ψυχρὸν, οὕτω ποιοῦνται τοὺς λόγους, ὥσπερ οὐκ ἐνδεχόμενον ἐν τῷ μεταξύ τι τῶν θερμαινόντων τε καὶ ψυχόντων ἡμᾶς τετάχθαι καί τι ἕτερον ἐν τῷ μεταξὺ τῶν ξηραινόντων τε καὶ ὑγραινόντων. οὕτω δ’ εἰσὶν ἠλίθιοί τινες ὡς μηδ’ ἀκούσαντες τἀληθὲς ἀκολουθῆσαι δύνασθαι. τινὰς γοῦν οἶδα καὶ ἀντιλέγειν ἐπιχειροῦντας ὡς οὐδὲν εἴη μέσον τὴν κρᾶσιν.
24. Ἀλλὰ πρὸς μὲν τούτους ἔν τε τῷ περὶ κράσεων εἴρηται τὰ προσήκοντα κᾀν τοῖς ἐφεξῆς οὐδὲν ἧττον εἰρήσεται. τέλος δ’ ἐπιθεῖναι σπεύδων τῷ παρόντι
ἀλλ’ ἐπὶ μὲν τῶν νενοσηκότων, ἐπειδὰν ἱδροῦν ὑπάρξωνται, θερμήναντες περιχέουσι. ἐπὶ δὲ τῶν νοσούντων, ἐπειδὰν αὐτάρκως ἱδρώσωσιν. ἐπὶ δὲ τῶν ὑγιαινόντων, ὅσοι μὲν ἐξ ὁδοιπορίας μακρᾶς εἰσι καὶ γυμνασίων πλειόνων, ἢ ὁπωσοῦν ἄλλως ἐξηραμμένοι τὸ σῶμα, τούτοις μὲν ἀλείφεσθαι καὶ πρὶν ἱδρῶσαι συγχωροῦσιν. ὅσοι δ’ ἠπεπτηκότες, ἢ πληθωρικὸν τὸ σῶμα ἔχοντες, τούτοις οὐδὲ λουομένοις ἐπιτρέπουσιν ἐλαίῳ χρῆσθαι.
25. Καί μοι δοκεῖ κᾀνταῦθα μέσον τῶν ὑγραινόντων καὶ ξηραινόντων ἡμᾶς εἶναι τοὔλαιον, ὥσπερ ὀλίγον ἔμπροσθεν ἐδείχθη, τῶν θερμαινόντων καὶ ψυχόντων. ὑγραίνει μὲν γὰρ ὕδωρ, ξηραίνει δὲ δάφνινόν τε καὶ κέδρινον ἔλαιον. τό γ’ οὖν ἔλαιον ἁπλῶς οὑτωσὶ προσαγόμενον, ἄνευ γε τοῦ προθερμανθῆναι πρὸς ἡμῶν αὐτῶν ἐξ ἐπιτεχνήσεως ἢ ψυγῆναι, τούτου γὰρ ἐπὶ πάντων ἀεὶ χρὴ μεμνῆσθαι, τοιαύτην φυλάττει τὴν κρᾶσιν ἡμῶν, οἵαν περ παρέλαβεν, εἶργον ὡς ἔνι μάλιστα καὶ κωλῦον κενοῦσθαι τοῦ σώματος ἁπάσας τὰς ἀτμώδεις διαπνοάς εἰ δ’ ἀνατρίβεις ἐπιπλέον ἐλαίῳ τὰ
καὶ κατὰ συμβεβηκὸς ἐνίοτε. λεχθήσεται μὲν οὖν ἐπιπλέον ἐν τοῖς ἑξῆς ὑπὲρ τῆς κατὰ συμβεβηκὸς ὠφελείας. εἰρήσεται δὲ καὶ νῦν εἰς τοσοῦτον, εἰς ὅσον δεῖ τοῖς παροῦσιν. ἐλαίῳ γὰρ ἀνακοπτόμενον ὕδωρ, ὡς τὸ καλούμενον ὑδρέλαιον ἐργάσασθαι, τοῖς κεκοπωμένοις ἀρήγει μᾶλλον ἢ εἰ μόνον ὑπῆρχεν, οὐ τῷ τὴν οἰκείαν ἐπιτείνεσθαι δύναμιν, ἀλλὰ τὸ περιμένειν ἐπιπολὺ τοῖς δεομένοις.
26. Ὅτι δ’ εἰ μὴ μέσον εἴη τῇ κράσει τὸ ξυνδοῦν, τὰ πρώτως βοηθοῦντα τοῖς δεομένοις ἐναντιώσεται πολλάκις αὐτῶν ταῖς ἐνεργείαις, ἐξ αὐτῆς γε τῆς τῶν φαρμάκων φύσεως ἔνεστί σοι καθόλου διδαχθῆναι κᾀκ τῶν τῆς κατ’ εἶδος τῶν φαρμάκων ἱστορίας. ἀπὸ μὲν τῆς τοῦ καθόλου, διότι τὸ μιγνύμενον ἂν ἐπὶ τοὐναντίον ἀπάγῃ τὴν δύναμιν τοῦ κραθέντος αὐτῷ φαρμάκου, δύναταί ποτε καὶ νικῆσαι καὶ τελέως εἰς ἕτερον εἶδος μεταστῆσαι τὸ μικτὸν ἐξ ἀμφοῖν. οὐδεμίαν γὰρ οὔτε ἰδέαν ἐπίσημον οὔτε δύναμιν ἐμφαίνεσθαι χρὴ τοῦ λόγον ὕλης ἔχοντος
αὐξάνονται γὰρ ἡμῖν αἱ περὶ τῶν πραγμάτων πίστεις, ὅταν μὴ μόνον αὐτὸ γιγνώσκωμεν τἀληθὲς, ἀλλὰ καὶ τῶν παραλογισμῶν ἁπάντων τὰς αἰτίας ἐκμάθωμεν. τοῦτο μὲν οὖν ἐν τοῖς ἑξῆς ἐργασόμεθα.
27. Νυνὶ δὲ περὶ ῥοδίνου βραχέα προσθεὶς ἐπὶ τοῖς κατ’ ἀρχὰς εἰρημένοις ἐν τῷδε καταπαύσω τὸν λόγον. εἴρηται μὲν οὖν ὡς οὔτ’ ὀσμαῖς οὔτε χρόαις οὔτ’ ἄλλῳ τινὶ τῶν συμβεβηκότων εὔλογόν ἐστι προσέχειν τὸν νοῦν ἐν ταῖς τῶν δυνάμεων ἐξετάσεσιν, ἀλλὰ τοῖς ἐναργῶς φαινομένοις ἐπί τε τῶν ὑγιαινόντων καὶ νοσούντων σωμάτων. ἀποδέδεικται δὲ καὶ ὡς τοὔλαιον, ὅταν ἄναλον ᾖ καὶ καθαρὸν ἀκριβῶς, ἐκ τῆς μέσης ὕλης ἐστίν. ὥστε καὶ τὸ ῥόδινον χρὴ τὸ ἀκριβὲς καὶ ἁπλοῦν καὶ ὄντως ῥόδινον ἐξ ἐλαίου τε τούτου κατεσκευάσθαι καὶ μηδὲν ἐν ἑαυτῷ φαρμακωδέστερον ἔχειν, ὥσπερ εἰώθασιν οἱ μυρεψοὶ σκευάζειν, ὑπὲρ τοῦ μόνιμόν τε καὶ εὐωδέστερον γενέσθαι προστύφοντες ἀρώμασι τοὔλαιον πρὶν ἐμβαλεῖν τὰ ῥόδα. κάλλιον δὲ ἴσως ἐστὶ καὶ τοῖς ὀνόμασιν διαστέλλειν αὐτὰ,
δόξει τῆς μέσης κράσεως. ὀνομάζω δὲ τὰ τοιαῦτα φάρμακα σαφοῦς ἕνεκα διδασκαλίας ἐκ τῆς πρώτης φύσεώς τε καὶ τάξεως τῶν ψυχόντων, ὥσπερ αὖ καὶ ὅσα βραχὺ τῆς μέσης κράσεως ἐπὶ τὸ θερμότερον ἀποκεχώρηκεν, ἐκ τῆς πρώτης ἀποστάσεώς τε καὶ τάξεως τῶν θερμαινόντων. ταυτὶ μὲν ἐν τῷ παρόντι περὶ ῥοδίνου χρὴ γινώσκειν. ἀναγκαῖον γὰρ ἔσται μοι καὶ κατὰ τὸν ἑξῆς λόγον ἔτι μνημονεῦσαί τε τοῦ φαρμάκου καὶ προσθεῖναι τὰ λείποντα ὧν εἴπομεν.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ Γ.
1. Ἐγὼ μὲν ὅτι χρήσιμον αὐτὸ πρὸς τὰς ἰάσεις μόνον ἐν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ γράφειν ἐγνώκειν, πρώτους καὶ μάλιστα τοὺς θείους ἔχω μάρτυρας, εἶτα καὶ τοὺς παρακαλέσαντας ἑταίρους, ἐπιμνησθῆναί με καθ’ ὅσον ἐγχωρεῖ τῶν οὐκ ὀρθῶς ἀποφηναμένων περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. εἰ δέ τις ἄχθεται τῷ μήκει τῶν λόγων, οὐχ ἡμῖν χρὴ μέμφεσθαι τοῦτον, ἀλλὰ τοῖς τὰ
λόγων εἶδος ἐν τοῖς πρὸ τούτου δυοῖν ὑπομνήμασιν ἐποιησάμην, ἐν μὲν τῷ πρώτῳ περὶ ὄξους καὶ ὕδατος δυνάμεως ἐπισκεψάμενος, ἐν δὲ τῷ δευτέρῳ τὰ πλεῖστα μὲν ὑπὲρ ἐλαίου διῆλθον, ὀλίγα δέ τινα καὶ περὶ ῥοδίνου προσθείς. ἐν δὲ τῷ τρίτῳ τῷδε ποιήσομεν τοιοῦτον τὸν λόγον ὁποῖον εὐθὺς ἐξ ἀρχῆς ἐγνώκειν μεταχειρίσασθαι, διελόμενος μὲν τὰ σημαινόμενα πρῶτον ἑκάστου τῶν ὀνομάτων· ἐφεξῆς δὲ τὰ οἷον στοιχεῖα τῆς πραγματείας ἁπάσης διελθὼν, εἶθ’ οὕτως ἐπὶ τὰς οἷον συλλαβὰς ἀφικόμενος, ἐξ ὧν ἤδη τὸ τέλος αὐτὸ τῆς πραγματείας, ἐφ’ ὃ σπεύδομεν, ἑτοίμως ἕψεται.
2. Ἡ μὲν δὴ τῶν ὀνομάτων διαίρεσις οὐδὲν περιττότερον ἐκδιδάσκει τῆς ἐν τῷ τρίτῳ περὶ κράσεως εἰρημένης κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἀναμνήσω δ’ αὐτῆς καὶ νῦν. ἕκαστον τῶν σωμάτων ἤτοι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν λέγεταί τε καὶ φαίνεται ποτὲ μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν ἐστὶν, ποτὲ δὲ ἐπίκτητόν τινα ποιότητα προσειληφός. ἔθος δ’ ἐστὶν ἡμῖν λέγειν τὸ μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν πρώτως τε καὶ καθ’ ἑαυτὸ καὶ δ’ ἑαυτὸ
ἐνέργειαν ἁπλῶς θερμὸν, τὸ δ’ ὅτι τὰ ζῶα θερμαίνει πρὸς τὸ κατ’ ἐπικράτειαν. οὕτω δὲ καὶ τὸ μὲν ἄνθρωπον θερμαῖνον ὡς πρὸς ἄνθρωπον εἶναι δυνάμει θερμὸν, τὸ δὲ βοῦν ἢ ἵππον ὡς πρὸς βοῦν ἢ ἵππον. ὁμοίως δὲ καὶ τὸ μὲν τῷδέ τινι τῷ ἀνθρώπῳ, τὸ δὲ θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ὑπάρχον ἐκείνου μόνον τῇ φύσει παραβαλλόμενον.
3. Ἐκ τῆς διακρίσεως ταύτης τῶν ὀνομάτων ὠφελήθημεν εἰς τὴν τῆς κράσεως αὐτῶν ἐπίγνωσιν. εἰ μέν τι πρὸς ἄνθρωπον λέγοιτο θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, ἀποχωρεῖν μὲν ἀξιοῦντες τῶν ἄλλων ἁπάντων ζώων, ἐπ’ αὐτοῦ δὲ μόνου τὴν πεῖράν τε καὶ τὴν βάσανον τἀνθρώπου ποιεῖσθαι. εἰ δέ τι πρὸς βοῦν, ἢ ἵππον, ἢ ἔλαφον, ἤ τι τῶν ἄλλων τινῶν ζώων, ἐπ’ ἐκείνου πάλιν αὖ μόνου γίγνεσθαι τὴν πεῖραν. ἐν τούτοις δὲ καὶ τοὺς ἀπὸ συστάσεως, ἢ χροιᾶς, ἢ βάρους, ἢ κουφότητος, ἢ τῆς πρὸς γεῦσιν, ἢ τὴν ὀσμὴν ἑκάστου τῶν φαρμάκων ποιότητος ἐξευρίσκειν πειρωμένους αὐτῶν τὰς δυνάμεις ἐμεμψάμεθα. ταυτὶ μὲν οὖν ἅπαντα τῇ τῶν ὀνομάτων ὀρθῇ διαιρέσει φαίνεται συνακολουθήσαντα,
τὰ δ’ οἷον στοιχεῖα τῆς προκειμένης θεωρίας, ἐν τῇ γνώσει τῶν πρώτων εἶναι ποιοτήτων ἐδείκνυμεν, ἃς ἐν τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἀπεδείξαμεν, ὑγρότητα καὶ ξηρότητα, θερμότητα καὶ ψυχρότητα, σχεδὸν δὲ καὶ ἡ τούτων εὕρεσις ὑπῆρξεν ἡμῖν ἐκ τοῦ τὰ σημαινόμενα τῶν ὀνομάτων ὀρθῶς διαστείλασθαι. φάρμακον γὰρ τροφῆς διορίσασθαι τῷ τὸ μὲν ἀλλοιοῦν κατὰ ποιότητα, τὴν δ’ ἐξομοιοῦσθαι τῇ τοῦ σώματος οὐσίᾳ, κατὰ τὸν λόγον ἐντεῦθεν ἐποδηγήθημεν εἰς τὴν τῶν ἀλλοιουσῶν ἡμᾶς ποιοτήτων εὕρεσιν.
4. Διττῶν δ’ οὐσῶν τῶν ἀλλοιώσεων κατὰ γένος, τῶν μὲν εἰδοποιῶν, αἳ δὴ καὶ κυρίως καὶ πρώτως ἀλλοιώσεις ὀνομάζονται, τῶν δὲ καταθραυουσῶν τε καὶ συναγουσῶν τὰ μόρια τοῦ σώματος ἡμῶν, ἃς καταχρώμενοι μᾶλλον ἢ κυρίως ὀνομάζοντες ἀλλοιώσεις καλοῦσιν, τὰς τῶν φαρμάκων δυνάμεις ἐν ταῖς πρώταις φαμὲν περιέχεσθαι. μηδενὶ γὰρ δύνασθαι μεταβάλλειν ἐξ εἴδους εἰς εἶδος ἄνευ τοῦ θερμανθῆναί τε καὶ ψυχρανθῆναι καὶ ξηρανθῆναι καὶ
καὶ ὑγροῦ τὰς εἰς ἕτερον εἶδος οὐσίας ἀλλοιώσεις τε καὶ μεταβολὰς ἐδείχθη δεχόμενα τὰ πάθη τοῦ σώματος σύμπαντα. καὶ κατὰ τοῦτο τὰς πρώτας τε καὶ στοιχειώδεις εἰδοποιοὺς ποιότητας ἔφαμεν εἶναι τέτταρας, ὑγρότητα, ξηρότητα, θερμότητα, ψυχρότητα, καὶ ζητοῦμεν ἕκαστον τῶν φαρμάκων, ἥντινά ποτε καὶ τούτων ἐν τῇ κράσει κέκτηται πλεονεκτοῦσαν. εὐθέως οὖν ἐν τούτῳ πρώτῳ οἱ πλεῖστοι τῶν ζητησάντων αὐτὰς ἐσφάλθαι μοι δοκοῦσιν, ἐν τῷ τὴν πλεονεκτοῦσαν ἁπλῶς ἐπισκέπτεσθαι, καθάπερ τινες φυσικοὶ φιλόσοφοι. καὶ δὴ καὶ παραλογίζεσθαί τε πολλοὺς αὐτῶν ἀμεθόδως ἀναγινώσκοντας τὰ Θεοφράστου καὶ Ἀριστοτέλους συγγράμματα.
5. Καίτοι πάμπολυ τὸ διάφορόν ἐστιν ἢ ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέποντας, ἢ ὡς πρὸς ἀνθρώπους μόνον ὑπὲρ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, διαιρεῖσθαι. πρὸς μὲν γὰρ τὴν ὅλην φύσιν ἀποβλεπόντων, διχῶς ἕκαστον τούτων λέγεται, τὸ μὲν ἁπλῶς, τὸ δ’ ἐπικρατείᾳ. τῶν μὲν στοιχείων ἕκαστον ἁπλῶς, ἄνθρωπος δὲ καὶ
κᾀν τούτοις ἅπασιν διορίσασθαι τοῦ κατὰ συμβεβηκὸς ἀποβαίνοντός ποτε τὸ κατὰ τὴν οἰκείαν αὐτοῦ τοῦ φαρμάκου δύναμιν ἀποτελούμενον; ἐν τούτῳ γάρ ἐστι τὸ πᾶν κῦρος τῆς εὑρέσεως, οὗ μόνον σχεδὸν οὐδεὶς αὐτῶν ἅπτεται. ἀλλ’ αἱ τῶν φιλοσόφων ἀποφάσεις ἐξαπατῶσιν αὐτοὺς, οὐ δυναμένους αἰσθάνεσθαι τῆς ὁμωνυμίας.
6. Οὐ μόνον γὰρ, ὡς ἀρτίως εἴρηται, τὸ μὲν ἁπλῶς, τὸ δ’ ἐπικρατείᾳ λέγεται πρὸς αὐτῶν. ἁπλῶς μὲν γὰρ τὸ πῦρ θερμὸν, ἐπικρατείᾳ δ’ ἄνθρωπος, ἀλλὰ καὶ τὸ κατ’ ἐπικράτειαν αὐτὸ διχῶς λέγεσθαι νομίζουσιν, τὸ μὲν κατὰ τοὺς ὄγκους τῆς οὐσίας, ὡς κᾀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἡμεῖς διῃροῦμεν, οἷον εἰ δύο χοὰς ὕδατος ἄκρως ζέοντος ἀναμίξαις ἑνὶ χοῒ ψυχροῦ παντάπασιν ὕδατος, ἕτερον δὲ τὸ κατὰ τὴν τῶν ποιοτήτων ἐνέργειαν. τοῦτο δ’ ἤδη δόγματος ἐχόμενον λέγουσιν, οὐκ ἔτ’ ἐκ τῶν ἐναργῶς φαινομένων λαμβάνοντες. ὑποθέμενοι γὰρ τὸ μὲν ψυχρὸν συνάγειν καὶ πιλεῖν καὶ ἀκίνητον ἐργάζεσθαι τὴν οὐσίαν, τὸ δὲ θερμὸν ἀραιοῦν καὶ διαχεῖν καὶ πέττειν καὶ
ἐπ’ ὀλίγον δὲ τὸ ῥόδινον. οἷον δέ τι τοῦτ’ ἐστιν τὸ ἐπ’ ὀλίγον, ἐγὼ διηγήσομαι. συγκατοφθήσεται γὰρ αὐτῷ καὶ ὁ περὶ τῆς μέσης κράσεως ἁπάντων τῶν φαρμάκων λόγος, οὗ κᾀν τῷ πρὸ τούτου βιβλίῳ μνήμην ἐποιησάμην ὑπὲρ ἐλαίου διαλεγόμενος.
7. Εἰ δή τι τῶν ὁμιλούντων ἡμῖν σωμάτων ἢ φαρμάκων ἐνεργείᾳ θερμὸν οὕτως ἐστὶν ὡς ἡμεῖς, ἢ γίγνεται πλησιάζον ὁμοίως ἡμῖν θερμὸν, ἐκ τῆς μέσης τὸ τοιοῦτον ὑπάρχει κράσεως, ὥστε ἡμῖν παραβάλλειν, ἐπεί τοι καθ’ ἑαυτὸ δύναιτ’ ἂν κατ’ ἐπικράτειαν λέγεσθαι θερμὸν, ὥσπερ καὶ ἡμεῖς. εἰ δέ τι μήτε ἤδη θερμὸν οὕτως ἐστὶν ὡς ἡμεῖς μήτε ἐν τῷ πλησιάζειν γίνεται τοιοῦτον, ψυχρότερόν ἐστιν ἀνθρώπου κράσεως τοῦτο, κᾂν ὁπωσοῦν ἐν αὐτῷ κρατῇ τὸ θερμόν. καὶ δὴ κᾀν τῷ πλησιάζειν ἡμῖν ἀφαιρήσει τι καὶ καθαιρήσει τῆς ἐνυπαρχούσης ἡμῖν θερμότητος. ὥσπερ γὰρ εἰ δυοῖν μὲν ὑδάτοιν ἀμφοῖν μὲν θερμοῖν, ἀλλὰ τοῦ μὲν μᾶλλον, τοῦ δ’ ἧττον, ἐπιμίξαις τῷ μᾶλλον θερμῷ τὸ ἧττον, ἐκλύσεις αὐτοῦ τὴν θερμασίαν, οὕτως εἰ εἰς τὴν ἀπὸ τοῦ ῥοδίνου
θερμότητα χλιαρὰν ὑπάρχουσαν καὶ πρὸς τὴν ἀνθρώπου κρᾶσιν ἀναμίξαις ἀνθρωπείαν θερμότητα, καθαιρήσεις τι πάντως αὐτῆς καὶ καταψύξεις.
8. Μὴ τοίνυν θαυμάζειν, εἴ τι τῶν ἰδίᾳ τε καὶ καθ’ αὑτὰ θερμῶν ἑτέρῳ θερμοτέρῳ προσαγόμενον ἐμψύχειν αὐτὸ δύναται. φύσις γὰρ αὕτη κοινὴ πάντων ἐστὶν τῶν ἀλλοιωτῶν σωμάτων, ὡς εἰς ἄδηλα δρᾷν καὶ πάσχειν πλησιάζοντα, τὸ μὲν ἧττον θερμὸν ὑπὸ τοῦ μᾶλλον θερμοῦ θερμότερον γιγνόμενον, τὸ δὲ μᾶλλον θερμὸν ὑπὸ τοῦ ἧττον ἔμπαλιν διατιθέμενον. ἐναργῶς γὰρ αὐτὸ καὶ δι’ αὐτῆς καταμάθοις τῆς ἁφῆς. φαίνεται γὰρ αὐτῇ πολλάκις τὰ αὐτὰ ποτὲ μὲν θερμὰ, ποτὲ δὲ ψυχρά· θερμοτέρᾳ μὲν γιγνομένῃ ψυχρὰ, ψυχροτέρᾳ δὲ θερμά. καί τις ἔναγχος ἡμῖν προὔβαλε διὰ τί ψυχρὸν μὲν ἐν τοῖς βαλανείοις οὐροῦμεν, ἔξω δὲ θερμὸν, οὐ παρακολουθῶν ὅτι τὸ μὲν οὖρον αὐτὸ χλιαρὸν ὁμοίως ἐστὶν ἔν τε τοῖς βαλανείοις κᾀκτὸς, ἡμεῖς δὲ οὐχ ὡσαύτως διακείμεθα τὴν ἐπιφάνειαν τοῦ σώματος ἔν τε τῷ λούεσθαι καὶ πρὸ τούτου. λουόμενοι μὲν γὰρ θερμοτέραν
ἐπεὶ γὰρ ψυχρὸν καὶ θερμὸν τὸ μὲν ἁπλῶς λέγεται, τὸ δ’ ἐπικρατείᾳ, τὸ δὲ τῇ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβολῇ, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν εὐλόγως ἐν ταῖς ὁμωνυμίαις σφαλλόμεθα πολλάκις, ἐπιλανθανόμενοι μὲν ὁποῖόν τι θερμὸν κρίνομεν, ἐφ’ ἕτερον δὲ μεταβαίνοντες. ἀλλὰ μυριάκις ἤδη λέλεκταί τε καὶ λεχθήσεται κατὰ τὸ τέταρτόν τε καὶ ὕστατον τῶν εἰρημένων ἄρτι σημαινομένων ἐπισκέπτεσθαι χρῆναι περὶ τῆς τῶν φαρμάκων δυνάμεως.
9. Οὔτε γὰρ ἁπλῶς θερμὸν ἕκαστον αὐτῶν ἐστιν, ὥσπερ τὸ πῦρ· τοῦτο μὲν γὰρ ἂν καὶ ἀδύνατον· οὔτ’ εἰ κατ’ ἐπικράτησιν, ὥσπερ τὸ αἷμα, πρόκειται σκοπεῖν· ἀλλ’ οὐδ’ εἰ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς λέγεται θερμὸν, ὥσπερ λέων μὲν ἐν ζώοις, τὸ δ’ ἀκμάζον ἐν ἑκάστῳ τῶν εἰδῶν πρὸς τὸ γεγηρακός. ἀλλ’ εἰ πρὸς ἄνθρωπόν ἐστι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν ἕκαστον τῶν φαρμάκων, ἡ ζήτησίς ἐστιν. καὶ οὐδὲ πρὸς τοῦτον ὡς τὸ πρός τι παραβαλλόμενον, ἀλλ’ εἰ τῇ δυνάμει, τοῦτο
ῥᾷστον δ’ ἦν, οἶμαι, καὶ ψυγέντα χρῆσθαί ποτ’ αὐτῷ κατὰ τε τῆς κεφαλῆς ἐπιχέοντα καὶ τοῖς ὠσὶν ἐνστάξαντα καὶ ταῖς ῥισὶν ἐγχέοντα καὶ τὸ μέτωπον ὅλον ἀνατρίψαντα, καθάπερ ἀμαρακίνῳ καὶ ἰρίνῳ καὶ τοῖς ἄλλοις ἀλείμμασιν τοῖς θερμαίνουσι χρώμεθα. καίτοι γὰρ οὐδὲ μετρίως θερμαίνει κατ’ αὐτὸν ὀξυρόδινον, ἐκ δυοῖν θερμοτάτων φαρμάκων συγκείμενον. ἀλλ’ εἴπερ Ἡρόδοτος οὐκ ἐτόλμησε χρήσασθαι, δίκαιον, οἶμαι, τοὺς νῦν ἐστι πειραθῆναι τῆς τοῦ φαρμάκου δυνάμεως ἐφ’ ἑαυτῶν, ὅταν ἤτοι ψυγῶσιν ἢ ἐγκαυθῶσιν, ὥσπερ ἐγὼ πολλάκις ἐπειράθην ἐπ’ ἐμαυτοῦ καὶ ἄλλων οὐκ ὀλίγων ἐγκεκαυμένων ἐπιβρέξας τὴν κεφαλήν. ἄμεινον γάρ ἐστιν αὐτοὺς πρώτως ὧν λέγουσι πειραθέντας οὕτως ἡμῖν τε συμβουλεύειν ἔν τε ταῖς βίβλοις ἀναγράφειν.
10. Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως, καίτοι φυλαττόμενος ἀντιλογίας ἅψασθαι, πρὸς τῆς ἀναισχυντίας αὐτῶν ἠναγκάσθην. αὖθις οὖν ἐπάνειμι πάλιν ἐφ’ ὅπερ ἐξ ἀρχῆς προὐθέμην, ὡς τῇ πείρᾳ κριτέον ἐστὶ τὰς τῶν φαρμάκων
τῶν προχείρων, ἄμεινον χαμαιμήλου τὸ ῥόδινον, ὅτι καὶ χλιαρᾶς αὗται δέονται θερμασίας καὶ βραχείας στύψεως. ἐν ἀρχῇ μὲν γὰρ τὰ ψύχοντα καὶ στύφοντα, κατὰ δὲ τὰς ἐπιδόσεις ὅσα χλιαρά τ’ ἐστὶ καὶ μετρίως στύφοντα, κατὰ δὲ τὰς ἀκμὰς τῶν φλεγμονῶν, ὅσα συμμέτρως θερμαίνειν τε μᾶλλον καὶ ἰσχυρῶς διαφορεῖν χρηστά. λεχθήσεται δ’ ὑπὲρ ἁπάντων τούτων ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. νῦν δὲ ἐπὶ τὸ προκείμενον αὖθις ἐπάνειμι.
11. Τὰ γάρ τοι τῆς μέσης κράσεως καὶ τὰ ἐφ’ ἑκάτερα βραχὺ παραλλάττοντα φάρμακα καὶ θερμαίνειν ἂν δόξειέ ποτε καὶ ψύχειν αὖθις, ἐνίοτε δὲ μήτε θερμαίνειν μήτε ψύχειν, ἀλλ’ οἷα παρέλαβε τὰ σώματα διαφυλάττειν, καὶ τοῦτο εὐλόγως πέπονθεν, εἴ γε τὸ χλιαρὸν ὕδωρ καὶ τὸ οὖρον ἐν μὲν τοῖς βαλανείοις ψυχρὰ, τοῖς δ’ ἐψυγμένοις θερμὰ φαίνεται. εἴπερ οὖν παρὰ τό πως ἔχειν τὰ διατιθέμενα καὶ τὸ διατιθὲν οὐχ ὁμοίως ἐνεργεῖν φαίνεται, δῆλον ὡς οὔτε τὸ ῥόδον οὔτε τοὔλαιον οὔτε τὸ χαμαίμηλον
οὔτε τὸ λινόσπερμον, ἀλλ’ οὐδὲ τὸ ἄνηθον οὔτε τὸ τήλινον ἄλευρον, ἀλλ’ οὐδὲ τὸ πύρινον οὐδ’ ἄλλα μυρία, τά τε ἀκριβῶς μέσα ταῖς κράσεσιν, τά τε βραχὺ παραλλάττοντα, τὴν αὐτὴν ἐνέργειαν ἐπιδείξεται διὰ παντός. οὔτε γὰρ ὑγιαίνοντες ὁμοίως κεκράμεθα πάντες, οὔτε τὰς αὐτὰς νοσοῦμεν νόσους. αὐτίκα γέ τοι τὸ ῥόδινον ἐν τῷ μεταξὺ τὴν κρᾶσιν κεκραμένον ἐλαίου τε καὶ τοῦ τῶν ῥόδων χυλοῦ. τοῦ μὲν γὰρ ἧττον ὑπάρχει θερμὸν, τοῦ δὲ μᾶλλον. ἀναψύχει μὲν γὰρ τοὺς ἐγκεκαυμένους τῷ χλιαρῷ δηλονότι τῆς θερμότητος, ὀλίγον δέ τι καὶ τοὺς κατεψυγμένους θερμαίνει. διότι καὶ τοῦτο ἔργον ἐστὶ χλιαρᾶς θερμασίας, ὥσπερ γε καὶ τὰ βαλανεῖα καὶ τοὺς ῥιγῶντας θερμαίνει καὶ τοὺς ἐγκεκαυμένους ἀναψύχει.
12. Καὶ διὰ τοῦτο κᾀν τοῖς ψύχειν ἢ θερμαίνειν πεφυκόσι φαρμάκοις, ἐὰν ἀναμίξῃς τὸ ῥόδινον, οὐδὲν ἐργάσῃ μέγα κακὸν, ὥσπερ δ’ ἀξιόλογον ἀγαθὸν οὐδέν. ἡ γὰρ χλιαρὰ θερμασία βλάπτειν μὲν οὐκ ἔστιν ἱκανὴ τὰ κατεψυγμένα, θεραπεύειν δ’ οὐ δύναται. δεῖται γὰρ τὸ
προσφερόμενον, ἄλλῳ δὲ ψύχει. καθόλου δ’ ἀποφήνασθαι περὶ τῆς δυνάμεως αὐτοῦ χαλεπὸν, ἄνευ τοῦ διαστείλασθαί τε καὶ συνθέσθαι περὶ τῶν ὀνομάτων. εἴη δ’ ἂν ὅ τε διορισμὸς ἥ τε συνθήκη τοιήδε, ἐπειδὴ τὰ σώματα τῶν ἀνθρώπων καὶ ταῖς ἐξ ἀρχῆς κράσεσιν καὶ ταῖς κατὰ τὰς ἡλικίας αὐτοῖς προσγινομέναις καὶ ταῖς κατὰ τοὺς ἐθισμοὺς τοῦ βίου πάμπολυ διενήνοχε, ἀνάγκη δήπου πρὸς τῶν αὐτῶν φαρμάκων αὐτὰ διαφόρως ἀλλοιοῦσθαι. νέον γοῦν τινα φύσιν θερμὸν, ἐργάτην τῷ βίῳ, πρεσβύτιδι γυναικὶ καὶ φύσει ψυχροτέρᾳ παραβάλλων οὐκ ἂν ἐλάττονα τὴν ὑπεροχὴν εὕροις ἤ τινος τῶν θερμαινόντων ἱκανῶς φαρμάκων πρὸς τὰ ψύχοντα.
13. Μέσον οὖν τινα νόησόν μοι τῶνδε, τήν τε φύσιν εὐθὺς ἐξ ἀρχῆς εὔκρατον, ἔθεσί τε προσήκουσιν τὴν εὐκρασίαν ταύτην διαφυλάττοντα. καὶ τρεῖς τούτους ὥσπερ σκοποὺς κράσεως ἐν τῇ διανοίᾳ παραθέμενος ἐπίσκεψαι τὸ καθόλου θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν φάρμακον, ὡς πρὸς ποίαν ἐξ αὐτῶν κρᾶσιν ἀποβλέποντα
ἡμεῖς γε πειρασόμεθα καθάπερ οἷοί τέ ἐσμεν, οὕτω μέγα καὶ χαλεπὸν ἔργον εἰς τάξιν τινὰ καταστήσεσθαι καὶ γράψαι τά τε πλησίον ἀλλήλων ταῖς δυνάμεσι καὶ τὰ πόῤῥω. καὶ τοῦτο ποιήσωμεν οὐ λόγοις πιθανοῖς ἐπιτρέψοντες αὐτῶν τὴν κρίσιν, ἀλλὰ τῇ διωρισμένῃ πείρᾳ, καθότι καὶ τοῦτο πολλάκις εἴρηται διὰ τῶν ἔμπροσθεν. ἔστι δὲ δή που πρόδηλον ὡς ἡ τοιαύτη κρίσις ἀσφαλὴς μέν ἐστιν, ἀλλὰ μακρά τε ἅμα καὶ πόνον ἔχουσα πολὺν ἡμῖν τοῖς μέλλουσι δι’ αὐτῆς ἐπὶ τὸ τέλος ἀφικέσθαι τοῦ προκειμένου, τοῖς μέντοι βουλομένοις ἀναλέγεσθαι ταυτὶ τὰ γράμματα μόνη τεχνῶσαι δυναμένη καὶ παρασχεῖν οἷον ὀφθαλμόν τινα διαγνωστικὸν τῆς ἀληθείας. ὅσα τοίνυν ἔτι λείπει πρὸς τὴν ὅλην στοιχείωσιν, ἐν τῷδε τῷ λόγῳ προσθέντες, ἐν μὲν τῷ τετάρτῳ περὶ τῆς τῶν χυλῶν δυνάμεως ἐροῦμεν, ἐπειδὴ καὶ τοῦτο τοῖς ἑταίροις ἔδοξεν· ἐν δὲ τῷ πέμπτῳ περὶ τῶν ἐν ἅπασι καθόλου τοῖς ἁπλοῖς φαρμάκοις δευτέρων τε καὶ συνθέτων δυνάμεων, εἶθ’ οὕτως ἐπὶ τὰ κατὰ μέρος ἐν τοῖς ἐφεξῆς ὑπομνήμασι μεταβησόμεθα.
14. Λείπει δὴ πρῶτον μὲν, οὗ πολλάκις ἤδη καὶ πρόσθεν ὁ λόγος ἠναγκάσθη μνημονεῦσαι, τελέως δ’ οὐκ ἐπεξῆλθεν. ἔστι δὴ τοῦτο σχεδὸν ἅπαντα τὰ φάρμακα, κᾂν ἁπλᾶ πρὸς αἴσθησιν φαίνηται, τῇ φύσει γοῦν ὑπάρχει σύνθετα, καὶ πολλάκις γε καὶ τὰς ἐναντιωτάτας ἐν αὐτοῖς ἔχει δυνάμεις, οἷον ἐκκριτικήν τε καὶ σταλτικήν παχυντικήν τε καὶ λεπτυντικὴν, ἀραιωτικήν τε καὶ πυκνωτικὴν, ἐμπλαστικήν τε καὶ διαῤῥυπτικὴν, συντατικήν τε καὶ χαλαστικὴν, ἁπάσας τε τὰς ἄλλας ἀντιθέσεις, ὡς ἐν τῷ μετὰ ταῦτα λόγῳ δείξομεν. οὐδὲν δὲ θαυμαστὸν, εἰ ἐπὶ τῶν τοιούτων δυνάμεων ἑνὶ καὶ ταὐτῷ φαρμάκῳ θερμαντική τε καὶ ψυκτικὴ φαίνοιτο, ἢ ξηραντική τε καὶ ὑγραντικὴ, λεπτομερής τε καὶ παχυμερής. εἰ μὴ γὰρ αἱ πρῶται καὶ δραστικώταται τὴν τοιαύτην εἶχον συμπλοκὴν, οὐδ’ ἂν αἱ μετὰ ταύτας ὁμοίως συνεπλάκησαν. ἀλλ’ ἡμεῖς ἐὰν αὐτοὶ μίξωμεν, εἰ οὕτως ἔτυχεν, ῥοῦ χυλὸν μέλιτι, τὸ μικτὸν ἐξ ἀμφοῖν συγχωροῦμεν οὐ στυπτικὴν μόνην, ἀλλὰ καὶ ῥυπτικὴν ἔχειν δύναμιν οὐδ’ ἐφεκτικὴν
γαστρὸς μόνον, ἀλλὰ καὶ κενωτικήν. ἐν δὲ τῷ γάλακτι τὰς δύο περιέχεσθαι δυνάμεις, ἐκκριτικήν τε ἅμα καὶ σταλτικὴν γαστρὸς, οὐκ ἔθ’ ὁμοίως συγχωροῦμεν. καίτοι τοῦτο μὲν καὶ διακρίνεται ῥᾳδίως εἰς ὀῤῥὸν καὶ τυρὸν, καὶ πᾶσιν ὁμολογεῖται τὸ μὲν ὑπάγειν τὴν γαστέρα, τὸ δὲ ἐπέχειν.
15. Τοῦτ’ οὐκ ἔτι συγχωροῦμεν ἑτοίμως καὶ ἐν τῇ κράμβῃ. ἐκθλίβοντες μὲν γὰρ αὐτῆς τὸν χυλὸν καὶ μόνον, ἢ μετὰ μέλιτος καταῤῥοφοῦντες ὁρῶμεν καθαρτικὸν, οὐ μὴν ἐσθίειν γε δυνάμενοι τὸ λοιπὸν, ἀπιστοῦμεν ὅτι σταλτικόν ἐστιν. ἀλλ’ ἄν τις ὅλην ἑψήσας αὐτὴν ἀποχέῃ τὸ πρότερον ὕδωρ, ἐν ᾧ τὸν χυλὸν ἐναπέθετο, κᾄπειτα αὖθις ἐμβαλὼν ἑτέρῳ καθαρῷ, καὶ πάλιν ἑψήσας ἀποχέῃ καὶ τοῦτο, τὸν μὲν χυλὸν εὑρήσει καθαίροντα, τὴν δὲ κράμβην αὐτὴν ἐπέχουσαν τὴν γαστέρα καὶ πολὺ μᾶλλον εἰ μὴ δὶς, ἀλλὰ τρὶς ἢ τετράκις ἀποχέῃ τις τὸ ὕδωρ. ὅσῳ γὰρ ἂν ἀκριβέστερον ἐναπόθηται τὸν χυλὸν αὐτῷ, καθαρτικώτερον μὲν ἐκεῖνο ποιήσει, τὴν δὲ ὑπόλοιπον αὐτῆς οὐσίαν τὴν οἷον σάρκα τοῦ λαχάνου σταλτικὴν
οἰκεῖον αὐτοῦ τοῦ χυλοῦ καὶ τὰ τρία περιττώματα, πρόδηλον συνιδεῖν, καὶ μάλιστα ὅτι τὸ τῆς ποιότητος αὐτῶν οὐχ ἁπλοῦν ἐστιν, ἀλλὰ ἔχειν μέν τινά σοι δόξει καὶ στύψιν τὸ ῥόδον, εἰ διαμασήσασθαι βουληθείης αὐτό. ἔχει δὲ καὶ γλυκύτητά τινα καὶ οἷον δῆξιν βραχεῖαν. ἤρκει δὲ κᾂν μηδὲν τούτων ἐφαίνετο γευομένοις, ἐκ τοῦ μὴ τελέως εἶναι στῦφον αὐτὸ, τὰς τῶν ἄλλων χυλῶν ἐννοῆσαι μίξεις. εἴπερ γὰρ ὁ αὐστηρὸς μόνος, ἄκρος ἂν ἦν, ὥστε εἴπερ οὐκ ἔστιν ἄκρος, οὐδὲ μόνος ἐστίν. ἣν γὰρ ἂν ὑπέθη τῆς στύψεως γένεσιν, ἂν μόνην τῶν ἄλλων ἐγγίγνεσθαι νοήσαις, ἄκραν ἀναγκαῖόν ἐστιν ἀπεργασθῆναι ταύτην, ὥσπερ εἰ καὶ μόνη θερμότης ἐγγίγνοιτο σώματί τινι, τελέως ἔσται τὸ τοιοῦτον πῦρ. αἱ γὰρ τῶν ἐναντίων ἐπιμιξίαι τὰς ἀκρότητας θραύουσιν.
16. Ἐν μὲν δὴ τοῖς ὁμοιομερέσι σώμασι θερμότης γέ ἐστι καὶ ψυχρότης, ὑγρότης τε καὶ ξηρότης αἱ δημιουργοῦσαι τὰς κατὰ μέρος ἁπάσας διαφοράς· ἐν δὲ τοῖς ἀνομοιομερέσι δριμύτητές τε καὶ ὀξύτητες, αὐστηρότητές τε
καὶ ῥόδον. ὀλίγιστον γὰρ τὸ στῦφον ἐν πολλαπλασίῳ τῷ μὴ τοιούτῳ μέμικται κατὰ τὸ ῥόδον, ὥστε καὶ τῆς στύψεως ἔργα βραχέα κατὰ λόγον ἐστὶν, ἄχρι τοῦ μὴ διαλύεσθαι τῶν ὁμιλούντων αὐτῷ σωμάτων τὸν τόνον, ὑπὸ τῆς ἐν τῷ ῥόδῳ χαλαστικῆς δυνάμεως. οὐδὲν οὖν θαυμαστὸν ἄκος αὐτὸ φλεγμονῶν ὑπάρχειν καὶ μάλιστα ἐν ἐπιδόσει τε καὶ αὐξήσει, μᾶλλον δὲ καὶ ἀρχομένων ἔτι.
17. Τὸ δὲ ῥόδινον, ὡς ἂν ἐλαίου τε καὶ ῥόδου μεταξὺ τὴν φύσιν ὑπάρχον ἐν ταῖς αὐξήσεσι τῶν φλεγμονῶν, ἄριστον εἶναι φάρμακον. αὐτὸ μὲν γὰρ τοὔλαιον ἐν ταῖς ἀκμαῖς τῶν φλεγμονῶν χρηστὸν, ὡς ἥ τε πεῖρα δείκνυσι κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἐροῦμεν τὴν αἰτίαν. τὸ δὲ ῥόδινον ἐν τῷ μεταξὺ τῶν ἁπλῶν, ἐξ ὧν ἐγένετο κερασθὲν, ἐν τῷ μεταξὺ καιρῷ τὴν ὠφέλειαν ἐπιδείκνυται. κατὰ μὲν γὰρ τὰς ἀρχὰς ἀποκρούεσθαι χρὴ μᾶλλον καὶ στέλλειν τὰς ἐπιῤῥοὰς, κατὰ δὲ τὰς ἀκμὰς ἀδήκτως διαφορεῖν, κατὰ δὲ τὰς ἐπιδόσεις ἀποκρούεσθαί τε ἅμα καὶ διαφορεῖν, ὃ χωρὶς μὲν τῶν προειρημένων λογισμῶν ἀκούσας τις ἴσως
λεπτομερῆ καὶ λεπτὰ τοῦ ῥοδίνου μόρια, δυνόντων δ’ εἰς τὸ βάθος ἐκείνων ἐνεργεῖν ἄρχεται περὶ τὴν ἐκτὸς ἐπιφάνειαν, πιλοῦσα καὶ συνάγουσα καὶ πυκνοῦσα καθ’ ὅσον οἵα τέ ἐστιν. ἐξ ὧν ἀνάγκη προωθεῖσθαι μὲν εἴσω τὰ φθάσαντα τοῖς πόροις εἰσδῦναι σμικρομερῆ σώματα, κωλύεσθαι δὲ ἔξω παλινδρομεῖν ἀποκλεισθέντων τῶν πόρων.
18. Εἰς δὲ δὴ τὰ τοιαῦτα τῶν ἔργων καὶ ἡ τῶν ἡμετέρων σωμάτων ἔμφυτος θερμότης οὐ σμικρὰ συνεργάζεται. καὶ γὰρ εἴσω τε πρὸς ἑαυτὴν ἐπισπᾶται καὶ λεπτύνει καταθραύουσα ταύτῃ καὶ τὰ φύσει ψυχρὰ φάρμακα, τὰ δηλητήρια καλούμενα, κώνειον καὶ μήκων καὶ ὑοσκυάμου σπέρμα καὶ μανδραγόρας καὶ ὅσα ἄλλα τοιαῦτα, θᾶττόν τε καὶ μᾶλλον ἐν ταῖς θερμαῖς φύσεσιν ἐνεργεῖ. καί σοι καὶ τοῦτο τῶν ἀπόρων ὑποληφθὲν ἓν εἶναι προβλημάτων, εἰ μὴ ῥαθύμως προσέχοις τοῖς λεγομένοις, ἑτοίμως ἕξει τὴν λύσιν. εἰ γὰρ δὴ τὸ μὲν ἀποκτεῖναι τοῖς τοιούτοις ἀδύνατον, εἰ μὴ καὶ τὴν καρδίαν αὐτὴν καταψύξαιεν, εἴσω δήπου βαδίζειν
ἢ μηκώνειον προσενεγκαμένοις. ὡς οὖν ἡ θριδακίνη, φθάσασα μὲν ἀποψῦξαι τὴν καρδίαν ἀναιρεῖ, πεφθεῖσα δὲ τροφὴ γίνεται τοῦ ζώου, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ τὸ κώνειον ἄνθρωπον μὲν ἀνειρεῖ τῷ φθάνειν, ψάρας δὲ τρέφει τῷ βραδύνειν. ἀναιρήσει δὲ οὐδὲ ἄνθρωπον, ἂν ὀλίγον ληφθείη. καὶ τοῦτο καὶ ἡ Ἀττικὴ γραῦς ἔδειξεν, ἧς ἅπαντες μνημονεύουσιν, ἀπ’ ἐλαχίστου μὲν ἀρξαμένη κωνείου, προελθοῦσα δὲ ἀλύπως ἐπὶ πλῆθος ἱκανόν. ἐξ ἀρχῆς μὲν γὰρ ἐνικήθη τὸ βραχὺ δι’ αὐτὴν τὴν ὀλιγότητα, τῷ δὲ ἐθισμῷ σύμφυτον ἐγένετο. καὶ οὐ νῦν καιρὸς ἀποδιδόναι τὴν αἰτίαν τοῦ πλεῖστον δύνασθαι τὰ ἔθη καὶ φύσεις ἐπικτήτους, ὥσπερ οὖν εἴρηται πρὸς τῶν παλαιῶν ὑπάρχειν. οὕτω γὰρ ἄν μοι τὸ πάρεργον μεῖζον τοῦ ἔργου γένοιτο, πρὸς τῷ καὶ γεγράφθαι κατὰ μόνας ὑπὲρ αὐτοῦ. συνάπτειν δὲ χρὴ καὶ περαίνειν τὸν ἐνεστῶτα λόγον.
19. Τῶν τοίνυν ἀναιρούντων κατὰ ψύξιν φαρμάκων οὐδὲν ὑπάρχει τῷ γένει δηλητήριον, ἀλλὰ
τῷ ποσῷ μόνον. ἐπὶ δέ γε τῶν διαβιβρωσκόντων τε καὶ σηπόντων καὶ θερμαινόντων οὐχ ὡσαύτως ἔχει. ἀλλὰ περὶ μὲν τούτων ὀλίγον ὕστερον ἐροῦμεν. ὅσα δὲ τῷ ψύχειν ἀναιρεῖ, ταῦτα οὐκ ἀναιρήσει σμικρὰ τῷ πλήθει ληφθέντα, καθάπερ οὐδ’ εἰ πολλῇ φλογὶ βραχὺ καταχέεις ὕδωρ, ἢ ξύλον ἓν ἐπιθείης ὑγρόν τε καὶ χλωρόν. ὥσπερ γὰρ εἰ μὴ θερμασίαν ἔχοι δαψιλῆ, καταθραύουσάν τε καὶ ποδηγοῦσαν αὐτὸ μέχρι τῆς καρδίας, ἀδύνατον ἀναιρεῖν ἐστιν, οὕτως εἰ τὸ καταθραῦον αὐτὸ καὶ ποδηγοῦν ἰσχυρότερον εἴη πολλῷ, τελέως ἐκνικήσει καὶ μεταβαλεῖ καὶ τροφὴν ποιήσει αὑτῷ τὸ φάρμακον.
20. Εὐθὺς μὲν οὖν ἐν τῷδε κᾀκείνου μεμνῆσθαι χρὴ, τοῦ καὶ τὰ ψυχρὰ τῇ φύσει φάρμακα δεόντως ὑπὸ τῶν ἀρχαίων εἰρῆσθαι δυνάμει ψυχρά. λαμβάνει γάρ πως καὶ ταῦτα τὸ ψύχειν ἐξ ἡμῶν, ὥσπερ καὶ τὸ θερμαίνειν τὰ θερμά. εἰ δὲ καθ’ ἕτερον μὲν ἐκεῖνα, καθ’ ἕτερον δὲ καὶ ταῦτα τρόπον, οὐδὲν διαφέρει. τὸ γὰρ καθόλου καὶ κοινὸν ἐν ἀμφοτέροις ταὐτὸν, ἡ ἀρχὴ τῆς ἀλλοιώσεως ἐκ τοῦ μέλλοντος πάσχειν σώματος εἰς τὸ μέλλον δρᾶσαι φάρμακον. ἀλλοιοῦται
κεραννύμενος ἰᾶται καὶ τοὺς ἤδη κατεψυγμένους οὐχ ὑπὸ μήκωνος ὀποῦ μόνον, ἤ τινος ἄλλου τῶν τοιούτων ψυχόντων φαρμάκων, ἀλλὰ καὶ τοὺς ἤτοι στομαχικῶς ἢ καρδιακῶς ἐν νόσοις συγκοπτομένους. ὁ δὲ σὺν αὐτοῖς τοῖς ψύχουσι φαρμάκοις πινόμενος ὑπὲρ τοῦ θᾶττον ἀναιρεῖν, οὔτε πολὺς οὗτός ἐστιν οὔτ’ εὐγενὴς, ἀλλ’ ὅσον εἰς τὸ καταθραῦσαί τε καὶ παραπέμψαι μόνον ἐπὶ τὴν καρδίαν αὐτὰ τῇ ῥύμῃ τῆς ἀναδόσεως. καὶ περὶ μὲν τούτων ἀρκείτω ταῦτα.
21. Ἐπεὶ δὲ καὶ περὶ τῶν κατὰ σηπεδόνα καὶ διάβρωσιν ἀναιρούντων φαρμάκων ἐρεῖν ὑπεσχόμην, ὡς ἐν τῷ χρόνῳ χείρω γίγνεται καὶ τῷ γένει φθαρτικὰ τῆς ἡμετέρας ὑπάρχει φύσεως, οὐχ ὡς τὰ ψύχοντα τῷ πλήθει μόνον, ἤδη μοι καιρὸς ἂν εἴη καὶ περὶ τούτων εἰπεῖν. καὶ γάρ πως καὶ συνῆπται κατά τι τοῖς περὶ τῶν δυνάμει θερμαινόντων φαρμάκων ὁ λόγος αὐτῶν. εἰκὸς μὲν γὰρ εἶναι τά γε πλεῖστα τῶν τοιούτων ἤδη θερμὰ καὶ κατ’ ἐνέργειαν, ἀλλ’ ἡμᾶς λανθάνειν,
ἐκτὸς ἐπιφάνειαν ὑπὸ τοῦ ἐκτὸς καὶ πέριξ ἀέρος κατεψυγμένην, εὐλόγως οὐδεμιᾶς αἰσθήσῃ θερμότητος. καὶ γὰρ τῶν κατεψυγμένων αὐτῆς ἅπτῃ μορίων καὶ πρὶν εἰς λεπτὰ καταθραῦσαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν χειμῶνι πολλάκις, ἢ φρεατιαῖον ὕδωρ, ἢ ἄλλως πηγαῖον ἐφάνη θερμὸν τοῖς ἁπτομένοις, ἀλλ’ εἰ προθερμήνας τις τὰς χεῖρας ἅπτοιτο, φανεῖται ψυχρὸν, ἕτερά τε μυρία τοιαῦτα δυνατὸν ἀναμιμνήσκειν ἐστὶν, ἐξ ὧν οὐκ ἄν τις ἀπιστήσειεν, ὡς τὰ δυνάμει θερμὰ τῶν φαρμάκων, ὡς πρὸς ἡμᾶς ἑτέρῳ γένει ζώων ἐστὶν ἐνεργείᾳ θερμά.
22. Τοῦτο μὲν οὖν, οἷον ὁδοῦ τι πάρεργον λελέχθω. τὰ δ’ ἐν τῷ πλησιάζειν ἡμῖν ἤτοι κατὰ διάβρωσιν, ἢ κατὰ σῆψιν ἀναιροῦντα, περὶ τούτων γὰρ ἦν ὁ λόγος, εὐλόγως ὑπείληπται τῷ γένει δηλητήρια τῆς ἀνθρώπου συστάσεως ὑπάρχειν, οὐχ ὥσπερ τὰ ψύχοντα τῷ ποσῷ μόνον. ταῦτα μὲν γὰρ καὶ νικᾶταί ποτε καὶ τροφὴ γίγνεται τοῦ ζώου, τὰ δὲ σηπόμενα κᾂν ἐλάχιστα τοῖς ὄγκοις ληφθῇ, πάντως διαφθείρεται, τῷ σήπεσθαι μὲν ἅπαντα τὰ σηπτὰ,
θερμαινόμενά τε καὶ ὑγραινόμενα, θερμὸν δὲ εἶναι καὶ ὑγρὸν τὸ αἷμα. παύσασθαι τοίνυν οὐδέποτε δύναται σηπόμενά τε καὶ ἀντισήποντα; τὰ σηπεδονώδη φάρμακα. καὶ διὰ τοῦτο μετὰ πάμπολυν ἔνια χρόνον ἀναιρεῖ τοῦ ληφθῆναι, καὶ μάλισθ’ ὅσα παχυμερῆ καὶ γεώδη ταῖς οὐσίαις ἐστίν. ἐνιζάνοντα γὰρ ταῦτα τοῖς σώμασιν ἡμῶν, εἶτα ἐν τῷ χρόνῳ σηπόμενα, διαβιβρώσκει τε καὶ συνδιαφθείρει τὰ πλησιάζοντα τοῦ ζώου μόρια.
23. Τὰ μὲν γὰρ λεπτομερέστερα κᾂν ἐκκριθείη ποτὲ μετὰ τῶν περιττωμάτων καὶ σχεδὸν διὰ δύο ταύτας αἰτίας οὐκ ἀνεῖλέ ποτε τῶν κατὰ σηπεδόνα καὶ διάβρωσιν ἀναιρούντων ἔνια· μίαν μὲν, ἣν νῦν πέπαυμαι λέγων, ὅταν ἅμα τοῖς περιττώμασιν ἐκκριθέντα τύχῃ, πρὶν ἀδικῆσαι τὸ σῶμα· τὴν δ’ ἑτέραν, ὅταν εὐτυχήσῃ πως ὁ λαβὼν αὐτὰ χρώμενος ἐδέσμασιν, ἢ τοῖς ἄλλως ἂν ὠφελήσασιν, ἤ τινος ἐπιστατοῦντος, εἰ οὕτως ἔτυχεν, ἰατροῦ. μεγάλης μὲν γὰρ οὔσης τῆς βλάβης ἀπ’ αὐτῶν, οὐκ ἐγχωρεῖ
εἴη, πρὸς τῷ μὴ καίειν οὐδὲ θερμαίνειν δύναται. τὸ γοῦν ἑκατοστὸν μέρος τοῦ σπινθῆρος ἀναίσθητον ἡμῖν ἐστιν. ἐξ ὧν ἁπάντων εὔδηλον ὡς ὅσα μὲν τῷ ψύχειν ἀναιρεῖ βραχέα ληφθέντα δύναιτ’ ἂν θρέψαι τὸ σῶμα, καθάπερ καὶ ὁ τῆς θριδακίνης χυλὸς, ὅσα δὲ τῷ διαβιβρώσκειν, ἢ σήπειν, οὐχ οἷά τε τρέφειν ἐστὶν οὐδ’ ἂν ὑπὸ σμικρότητος ἀλύπως διεξέλθῃ τὸ σῶμα. τῷ γένει γάρ ἐστι τὰ τοιαῦτα τῆς ἀνθρώπου συστάσεως ἐναντία.
24. Καθάπερ ἐπὶ τῶν χυλῶν ἔμπροσθεν εἴπομεν, ὡς σχεδὸν οὐδεὶς αὐτῶν ἐστιν ἄμικτος ἀλλοτρίας ποιότητος, ἀλλὰ κᾀν δένδροις κᾀν ταῖς πόαις κᾀν τοῖς καρποῖς ἀναμεμιγμένοι τοῖς ἑτερογενέσιν εἰσὶν, οὕτω χρὴ νοῆσαι κᾀν τοῖς φαρμάκοις ἀναμεμίχθαι πολλῶν ἑτερογενῶν οὐσίας. εὕροις γὰρ ἂν, εἰ λογίζοιο, κόκκον Κνίδιον διαφέροντα κνίκου τῷ πλείστης μετέχειν θερμότητος. τὴν μὲν γὰρ ὁμοιότητα τῶν οὐσιῶν ἀμφοτέρων ἔνεστί σοι καὶ διὰ τῆς ἁφῆς καὶ τῆς ὄψεως καταμαθεῖν. καὶ τρίτον ἐπὶ τούτοις, ὡς ἔστιν ἀμφότερα φλέγματος ἀγωγά. δέδεικται
γὰρ ἡμῖν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡς οἰκειότητι τῶν ἐν ταῖς οὐσίαις ποιοτήτων αἱ ὁλκαὶ συντελοῦνται. μέμικται μὲν γὰρ θερμότητος ἱκανῆς τῷ κόκκῳ καὶ ταύτῃ τοῦ κνίκου διαφέρει. καὶ διὰ τοῦτο ἔνια τῶν καθαρτικῶν φαρμάκων, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸς τῷ μηδὲν βλάπτειν τὸ σῶμα καὶ τροφὴ γίνεται τοῦ ζώου, τὰ δὲ εἰς τὸ φθαρτικόν τε καὶ δηλητήριον ἐκτρέπεται. πάντως μὲν γὰρ ὁμοιότητά τινα ἔχει τὸ καθαῖρον φάρμακον ἑνί γέ τῳ τῶν ἐν ἡμῖν χυμῶν, οὐκ ἐξ ἅπαντος δὲ ἐπιμέμικταί τις αὐτῷ δηλητήριος δύναμις, ὥστ’ οὐδ’ ἐξ ἅπαντος ἀδικήσει μὴ καθᾶραν, ἀλλὰ πεφθήσεταί τε καὶ γεννήσει τοιοῦτον χυμὸν οἵου περ ἦν ἑλκτικόν.
25. Οὐκ ἀγνοῶ δὲ ὅτι τοῖς τοιούτοις λόγοις ἱκανῶς ἀκολουθεῖν οὐκ ἐγχωρεῖ μὴ προγεγυμνασμένους ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ἐδείχθησαν γὰρ ἐν ἐκείνοις ὡς ἐν οἰκειότητι ποιοτήτων ὁλκαὶ πλεῖσται γίνονται, καὶ διὰ τοῦτο καὶ τῶν τοῦ ζώου μορίων ἕκαστον
σὰρξ ἕλκει σάρκα, ἀλλ’ ἡ μὲν σιδηρῖτις λίθος τὸν σίδηρον, ἡ δὲ σὰρξ τὸ αἷμα. διαφέρει γὰρ, οἶμαι, τὸ ταὐτὸ καὶ τὸ ὅμοιον. φλέγμα μὲν γὰρ φλέγματι ταὐτὸν καὶ κνίκος κνίκῳ, φλέγματι δὲ ὅμοιον κνίκος, οὐ μὴν ταὐτόν γε. οὐδὲ γὰρ ὅσα χολώδη τῶν ἐδεσμάτων ἢ φλεγματώδη λέγομεν, ὡς ἤδη χολὴν ἢ φλέγμα περιέχοντα, τοιαῦτα προσαγορεύομεν. ἐδείχθη γὰρ καὶ ἡ τῆσδε τῆς δόξης ἀτοπία κατὰ τε τὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα καὶ ἄλλοθι πολλαχόθι.
26. Ταυτὶ μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα παρετέον, ἐκεῖνο δὲ αὖθις ἀναληπτέον, ὡς αὐτῶν τῶν καθαιρόντων φαρμάκων ἔνια μὲν ἤδη κέκτηται τὴν εἰς ὁλκὴν ἐπιτηδείαν ὁμοιότητα, τινὰ δ’ οὔπω μὲν ἔχει τελέως. ἐν δὲ τῷ τοῦ ζώου σώματι προσλαμβάνει, τοῖς καυστικοῖς ὁμοίως φαρμάκοις, ὥστε καὶ ἐπὶ τούτων διττὴν εἶναι τὴν ὁμοιότητα, τὴν μὲν ἐνεργείᾳ, τὴν δὲ δυνάμει, καθάπερ κᾀπὶ τῶν ἄλλων ἁπάντων, καὶ δὴ καὶ μεμίχθαι τοῖς ὁμοίοις ἐν
ἑκάστῳ χυμοῖς ἑτέρους ἀνομοίους, τοὺς φαρμακώδεις τοὺς δὲ μή. καὶ οὕτως ἐν ταῖς ἀποτυχίαις τῶν καθάρσεων, τὰ μὲν κακόν τι δρᾷν εἰς ἡμᾶς τῶν καθαιρόντων, τὰ δὲ τροφὴν ἄλυπον γίνεσθαι.
27. Ἐπεὶ δὲ ἅπαξ εἰς τὸν περὶ τῶν καθαιρόντων φαρμάκων ἀφικόμην λόγον, οὐ χεῖρον ἴσως εἰπεῖν τι καὶ περὶ τῶν καλουμένων ὑπερκαθάρσεων. αὗται τοίνυν γίγνονται μὲν ἐπειδὰν ἱκανῶς κατισχύσαν τὸ καθαρτικὸν φάρμακον εἰς τὰ στόματα τῶν εἰς τὴν γαστέρα καθηκόντων ἀγγείων δῆξίν τε ἅμα καὶ ἀναστόμωσιν ἐργάσῃ τε πλείονα καὶ συνεχῶς ἐρεθίζον καὶ σπαράττον τὰ σώματα καταλύσῃ τὴν ἐν τοῖς ἀγγείοις δύναμιν. οἷον γάρ τοι κᾀπὶ τῆς γαστρὸς ὁρᾶται συμβαῖνον, ὅταν εἰς ἐσχάτην ἀῤῥωστίαν ἡ δύναμις αὐτῆς καταπέσῃ, τοιοῦτον ἡγητέον γίγνεσθαι κᾀν ταῖς φλεψί. τί δὴ τὸ συμβαῖνον ἐπὶ τῆς γαστρός ἐστιν; ἔμετοι μὲν ἅπαντος τοῦ καταποθέντος, ἐπειδὰν ἐν τοῖς ἄνω μέρεσιν αὐτῆς ἡ ἀῤῥωστία συμπέσῃ, λειεντερίαι δὲ, ἐπειδὰν ἐν τῷ κάτω. δείκνυται δὲ καὶ περὶ
δὴ καὶ εἰ μελαίνης χολῆς εἴη καθαρτικὸν, ἐκείνην μὲν πρώτην ἐκκενώσει, μετὰ ταύτην δὲ τὴν ξανθὴν, εἶθ’ οὕτως τὸ φλέγμα, καὶ πάντων ὕστατον ἀκολουθήσει τὸ αἷμα, καθάπερ ἐξ ἀψύχων ἤδη ἀγγείων ἐκρέον, ἀῤῥωστίας τε μεγάλης αὐτὰ καταλαβούσης καὶ τῶν στομάτων εἰς ἐσχάτην διάτασιν ἀφικομένων. ἐξ ὧν δῆλον ὡς ὕστατος μὲν ἐν ταῖς ὑπερκαθάρσεσιν ὁ τοῖς ἀνθρώποις οἰκειότατος κενοῦται χυμὸς, τῶν δ’ ἄλλων ἕκαστος, ὡς ἂν αὐτῷ συμβαίνῃ λεπτότητος ἢ πάχους.
28. Ἡ δὲ αἰτία τοῦ μὲν ὅλως ἐκκρίνεσθαι καὶ τοὺς ἀνοικείους τῷ καθαίροντι φαρμάκῳ χυμοὺς ἐν τρισὶ τούτοις κεῖται, τῇ τε ἀῤῥωστίᾳ τῶν ἀγγείων καὶ τῇ τῶν στομάτων εὐρύτητι καὶ τῇ δήξει τοῦ καθαίροντος. ὅταν γὰρ τὰ μὲν ἀγγεῖα μηκέτι κατασχεῖν ἐν ἑαυτοῖς δύνηται τοὺς χυμοὺς, ἀναπεπταμένα δὲ αὐτῶν ᾖ τὰ στόματα, μένῃ δ’ ἐρεθίζον τὸ φάρμακον, ἕλκειν δὲ μηκέτι τὸν οἰκεῖον ἔχῃ χυμὸν, ἀνάγκη πᾶσα τοὺς ἄλλους ἐκκρίνεσθαι κατὰ τὴν εἰρημένην τάξιν. ἤρκει μὲν γὰρ ἴσως καὶ ἡ δῆξις μένουσα πρὸς τὴν ἔκκρισιν ἐπεγείρειν τὰ ὄργανα, πολὺ δὲ δὴ μᾶλλον, ὅτ’ ἂν
ἀναστόμωσίς τε ἅμα καὶ ἀῤῥωστία τῶν ἀγγείων συνδράμῃ. γίνεται δὲ ἡ μὲν ἀναστόμωσις, ὡς εἴρηται, διὰ τὴν ἰσχὺν τοῦ φαρμάκου, δι’ ἥνπερ καὶ ἡ δῆξις· ἡ δὲ τῶν ἀγγείων ἀῤῥωστία, διά τε τὸν σφοδρὸν κάματον, ὃν ἐν τῷ δάκνεσθαί τε καὶ οἷον βδάλλεσθαι πρὸς τοῦ καθαίροντος φαρμάκου γίνεσθαι συμβαίνει καὶ προσέτι διὰ τὴν καταλαμβάνουσαν αὐτὰ δυσκρασίαν ἐν ταῖς ὑπερκαθάρσεσιν. ὃν γὰρ ἂν τῶν χυμῶν ὅλον ἐκκενώσῃς, ἀνάγκη πᾶσα δυσκρασίαν ἀκολουθεῖν. τοῦ μὲν δὴ κενοῦσθαι καὶ τοὺς ἀνοικείους τῷ καθαίροντι ταῦτα τὰ αἴτια· τοῦ δὲ ἐν τῇ προειρημένῃ τάξει λεπτότης τε καὶ παχύτης αὐτῶν ἐστι τῶν κενουμένων χυμῶν αἰτία, καὶ πρὸς τούτοις ἡ μᾶλλόν τε καὶ ἧττον οἰκειότης ἑκάστου τῶν χυμῶν τῇ τοῦ ζώου συστάσει.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ Δ.
1. Ὅπως μὲν οὖν λέγεται ψυχρὸν, ἢ θερμὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν τῇ δυνάμει φάρμακον, ᾧτινί τε τρόπῳ δεῖ δοκιμάζειν αὐτὸ, διῄρηται πρόσθεν. ἐπειδὴ δὲ καὶ μαλακτικόν τι λέγεται καὶ χαλαστικὸν, ἀραιωτικόν τε καὶ πυκνωτικὸν, ἐμπλαστικόν τε καὶ διαφορητικὸν, ἕτερά τε πάμπολλα παραπλήσια τούτοις, κάλλιον ἂν εἴη καὶ περὶ τῶν τοιούτων διελθεῖν· ἅμα δὲ αὐτοῖς, ἢ καὶ πρὸ αὐτῶν ἔτι, καὶ περὶ τῆς
εἶναι διαγνωστικὴ πρόδηλον παντὶ, πικρότητας δὲ καὶ γλυκύτητας, ἁλυκότητάς τε καὶ ὀξύτητας, αὐστηρότητάς τε καὶ στρυφνότητας καὶ δριμύτητας, αὕτη μόνη διακρίνειν πεπίστευται, καίτοι τήν γε ὁμοιότητα τῶν παθῶν ἐστιν εὑρεῖν κᾀν τοῖς ἄλλοις ἅπασι μέρεσιν, καὶ μάλιστα ἐν τοῖς ἡλκωμένοις. ἡ γάρ τοι τοῦ δέρματος σκληρότης καὶ πυκνότης ἀποστέγει καὶ ἀπομάχεται καὶ κωλύει διέρχεσθαι πρὸς τὴν σάρκα τὰς τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων δυνάμεις.
2. Οὕτω γὰρ εἴρηται κᾀκεῖνο πρὸς Ἱπποκράτους, ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, καίτοι γε τῷ δέρματι πρὶν ἑλκωθῆναι δακνῶδες οὐκ ἦν. ἔστι δὲ καὶ ὀφθαλμοῖσι καὶ μυκτῆρσι καὶ ἐν τῷ στόματι μέρεσι τοῦ ζώου, δακνῶδες τὸ ψυχρόν. οὐχ ἥκιστα δὲ γαστρός τε καὶ ἐντέρων τοῖς ἔνδον, ὥστε καὶ χαλεπὸν εἶναι διακρῖναι πολλάκις εἴτε κατεψυγμένος τις, εἴτε καὶ διὰ χυμοῦ δριμύτητα δάκνοιτο, συμβαίνει δὲ ταῦτα εὐλόγως· ἐπειδὴ γὰρ τὸ ψυχρὸν, ὧν ἂν ψαύσῃ, συνάγει τε τὴν οὐσίαν αὐτῶν καὶ πυκνοῖ καὶ σφίγγει, πρῶτον μὲν ἀναγκαῖον ἐν τῷδε τὰς λεπτὰς ὑγρότητας ἐκκρίνεσθαι,
οὐδὲν οὕτω θερμόν ἐστιν ὡς φλὸξ ἢ ἄνθραξ ἢ ζέον ὕδωρ, ἀλλὰ κᾂν θερμότατον ᾖ, πάντως ποῦ γοῦν τούτων ἀπολείπεται πάμπολυ. μέχρι μέντοι τοῦ καίειν ἡ θερμότης αὐτῶν προέρχεται, ὅταν ἐν οὐσίᾳ περιέχηται παχυμερεῖ. τὰ δ’ ἐν ταῖς λεπτομερέσιν ἐνίοτε μὲν οὐδὲ δάκνει τὴν ἀρχὴν, ἀλλὰ θερμαίνει μόνον. ἔστι δ’ ὅτε δακνῶδες μέν ἐστιν, οὐ μὴν ἤδη καὶ καίει.
3. Μεμνῆσθαι δὲ χρὴ τῆς ἐννοίας τῶν λεπτομερῶν τε καὶ παχυμερῶν, ὡς τὰ μὲν εἰς λεπτὰ μόρια ταχέως διαλυόμενα λεπτομερῆ προσαγορεύομεν, ὅσα δ’ οὐ δύναται πάσχειν τοῦτο, παχυμερῆ. τὸ μὲν οὖν διαλῦον αὐτὰ τὸ κατὰ τὸ σῶμα τοῦ ζώου θερμόν ἐστιν, ὥσπερ ἂν ἑκάστοτε τύχῃ προσφερόμενα· τὸ δ’ εἰς λεπτὰ καὶ παχέα μόρια θραύεσθαι παρὰ τῆς ἑαυτῶν ἔχει φύσεως, ὥστε καὶ τῶν ψυχόντων φαρμάκων ὅσα μέν ἐστι παχυμερῆ δάκνειν οὐ δύναται, μὴ φθάνοντά γε διαδύεσθαι τὴν ἔξωθεν τοῦ δέρματος ἐπιφάνειαν. ὅσα δὲ λεπτομερῆ καὶ διαδύεται ῥᾳδίως καὶ πρὸς τὸ
οὐχ ὁμοίως δ’ ὄξος. οὐ γὰρ ἀκριβῶς ἓν οὐδ’ ὀξὺ μόνον ἐστὶν, ἀλλὰ καὶ δριμύ. τὸ μὲν οὖν ὀξὺ μόνον ὅ τι περ ἂν ᾖ ψυχρὸν πάντως ἐστὶν εἴτ’ οὖν ἄπιος, εἴτε μῆλον, εἴτε ῥοῦς, εἴτε ὁ ἀπὸ τῶν βάτων καρπὸς, εἴτε ὁ ἀπὸ τῆς μορέας, εἴθ’ ὁ ἀπὸ τῆς ῥοιᾶς, εἴθ’ ὅστις οὖν ἄλλος ἢ καρπὸς, ἢ χυλὸς, ἢ φυτὸν, ὡς ὀξυλάπαθον καὶ ὀξαλὶς, ἣν δὴ καὶ ὀξύδα προσαγορεύουσιν. ἂν γάρ σοι γευομένῳ σφοδρὰ μὲν καὶ σαφὴς ἡ ὀξύτης ἐν αὐτῷ καταφαίνηται, μηδὲν δ’ ἐμφαίνηται δριμύτητος, πάντως τοῦτον εὑρήσεις ἐμψύχοντα τὸν χυμὸν, καὶ χρῶ θαῤῥῶν, εἴτε πρὸς καῦσον ἐθέλοις χρῆσθαι καθ’ ὑποχονδρίων ἐπιτιθεὶς, εἴτε πρὸς ἐρυσίπελας, εἴτε πρὸς ἄλλο τι πάθος θερμόν. ὡσαύτως δὲ καὶ τὰ ψυχρὰ πάντα νοσήματα βλαπτόμενα πρὸς αὐτοῦ σαφῶς εὑρήσεις. ὅταν δ’ ἐπίμηκτος ἡ ποιότης φαίνηταί σοι, μετὰ μὲν δριμύτητος καὶ ὑποτοπεῖσθαι χρὴ θερμότητα, μετὰ δὲ στύψεως ἕτερόν τι γένος ψυχρότητος. ἡ μὲν γὰρ ὀξεῖα ψυχρότης λεπτομερὴς, ἡ δὲ στύφουσα παχυμερής.
4. Ἀλλὰ τούτων μὲν ὀλίγον ὕστερον ἐροῦμεν τὰς πίστεις. ὅ δὲ χρὴ πρότερον συμβουλεῦσαι τοῖς τὰ τοιαῦτα χωρὶς ἀλαζονείας σοφιστικῆς αὐτῆς ἕνεκεν τῆς ἀληθείας ἐπισκοπουμένοις, ἤδη μοι καιρὸς εἰπεῖν, ὡς οὐ χρὴ μόνῳ τῷ λόγῳ γεγυμνάσθαι δι’ ὧν ἀεὶ παρακελεύομαι μεθόδων λογικῶν, ἃς ἐν τοῖς περὶ τῶν ἀποδείξεων ὑπομνήμασιν εἶπον, ἀλλὰ καὶ τὴν αἴσθησιν τὴν γευστικὴν ἐπὶ τῶν χυμῶν γυμνάζειν ἐπιμελῶς, ἀρχομένους ἀπὸ τῶν ἐναργεστάτην ἐχόντων ἡντιναοῦν ποιότητα μίαν. εἰ μὲν τὴν δριμύτητα κατανοῆσαι σαφῶς ἐθέλοις, ἐπὶ σκορόδου καὶ κρομμύου καὶ τῶν ὁμοίων αὐτοῖς, ἀπογευόμενός τε συνεχῶς καὶ διαμασώμενον ἐπὶ πλεῖστον καὶ τὴν μνήμην πειρώμενον ἀκριβῶς παρατίθεσθαι τοῦ γιγνομένου πάθους τὴν αἴσθησιν· εἰ δὲ τὴν στύψιν, ἐπὶ κικίδος τε καὶ ῥοῦ καὶ τῶν ὁμοίων· εἰ δὲ τὴν πικρότητα, νίτρου καὶ χολῆς γευόμενον· εἰ δὲ τὴν γλυκύτητα, σιραίου καὶ μέλιτος, ἔτι δὲ πρὸς τούτοις εἴτ’ οὖν ἄποιον ἐθέλοις εἴτε μέσον ἐν ποιότητι τῇ πρὸς τὴν γεῦσιν ὑπολαμβάνειν, τὸ
ὕδωρ ἀξιῶ σε καὶ τούτου γευσάμενον, ἀκριβῶς ἔχειν ἐν τῇ μνήμῃ, καὶ μάλιστά γε τοῦ μηδεμίαν ὧν νῦν εἴρηκα ἐμφαίνοντος ποιότητα, μήτε γλυκύτητα μήτε δριμύτητα μήτ’ ὀξύτητα μήτε πικρότητα, καὶ πρὸς τούτοις ἔτι μήθ’ ἱκανῶς θερμοῦ μήθ’ ὑπερβαλλόντως ψυχροῦ. ἐντεῦθεν γὰρ ὁρμώμενος ἑτοιμότερον ἐπί τε τὴν τῶν ἄλλων ἁπάντων ἀμυδρῶν χυμῶν ἀφίξῃ διάγνωσιν ἐπί τε τὴν τῶν ὡς ἐγὼ μέν φημι γλυκέων, ὡς δ’ ἄλλοι τινὲς, ὑδατωδῶν, οἷος ὅ τε τῶν καλάμων ἐστὶ τῶν χλωρῶν καὶ ἀγρώστεως καὶ προσέτι πυρῶν καὶ κριθῶν καὶ ζειῶν καὶ ἄλλων πολλῶν, ὧν καὶ Θεόφραστος μέμνηται, ζητῶν εἴτ’ εἴδη πλείονα θετέον ἐστὶν τῶν γλυκέων χυμῶν, εἴτε τῷ μᾶλλόν τε καὶ ἧττον αὐτοὺς ὑποληπτέον διαφέρειν ἀλλήλων. ἀλλὰ περὶ μὲν τούτων αὖθις διαιρήσομαι.
5. Ὁποίαν δ’ ἄν σοι τὸ ἀποιότατον ὕδωρ αἴσθησιν παράσχῃ, τοιαύτην ὅταν ἔν τινι τῶν ξηρῶν εὑρίσκῃς, ἔξω δηλονότι πάσης τὸ τοιοῦτον θερμότητός τε καὶ ψυχρότητος ἐπιφανοῦς ἐστι, μέσην ὡς οἷόν τε μάλιστα κατάστασιν
ἔχον, ἢ καὶ μικρόν τι ῥέπον ἐπὶ τὸ ψυχρόν. ἀλλ’ εἴπερ οὕτως ἔχον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ ξηρὸν εἴη τὴν σύστασιν, ἀνάγκη γεῶδες ὑπάρχειν αὐτὸ καὶ ξηραίνειν ἀδήκτως. ὀνομάζεται δὲ πρὸς τῶν ἰατρῶν ἅπαντα τὰ τοιαῦτα τῶν φαρμάκων ἐμπλαστικὰ, καθάπερ τὰ πλεῖστα τῶν ἀκριβῶς πεπλυμένων, ἄμυλος, πομφόλυξ καὶ ψιμμύθιον καὶ τίτανος καὶ καδμεία καὶ γῆ ἡ Κρητικὴ καὶ Κιμωλία καὶ χόνδρος καὶ Σάμιος ἀστὴρ καὶ ἡ τῶν γναφέων γῆ, τῶν ἐμπλαστικῶν ἐστι φαρμάκων. τινὰ δ’ ἐξ αὐτῶν οὐ γεώδη μόνον, ἀλλὰ καὶ ὑδατώδη τὴν φύσιν ἐστὶν, ἔνια δὲ καὶ ἀέρα οὐκ ὀλίγον ἐν αὐτοῖς περιέχει, γλίσχρα μέντοι ταῦτα πάντα καὶ διὰ τοῦτο ἐμπλαστικά.
6. Διττὴ γὰρ ἡ τῶν ἐμπλαστικῶν ἐστι φύσις, ἡ μὲν ἑτέρα γεώδης ἀκριβῶς καὶ ξηρὰ, ἡ δ’ ἑτέρα γλίσχρα μὲν πάντως, μικτὴ δ’ ἐξ ὕδατος καὶ γῆς καὶ τὰ πολλὰ καὶ ἀέρος, ὥσπερ καὶ τοὔλαιον τὸ γλυκύ. λέλεκται δ’ ἔμπροσθεν ὁποῖον λέγω τὸ γλυκύ. τουτὶ μὲν οὖν ἐξ ἀερώδους τε ἅμα καὶ γεώδους καὶ ὑδατώδους οὐσίας μέμικται· τὸ δὲ τοῦ ὠοῦ
γὰρ ἐκεῖνος ἔχει τὴν πικρότητα, καὶ εἰ πλύναις αὐτὸν μυριάκις, οὐκ ἂν ἐκνίψαις τελέως τὴν πικρότητα. φυλάττεσθαι δὲ καὶ τὸν ἐκ δριμέος καὶ θυμώδους μέλιτος κηρὸν, ὅταν ἄδηκτον ἀκριβῶς ἐθέλοις σκευάσαι φάρμακον. ἐπιτήδειος οὖν ὁ ἐξ ὑδατωδεστέρου καὶ ἥκιστα δριμέος μέλιτος εἰς τὸ πλύνεσθαι.
7. Τὰ μὲν οὖν ἐμπλαστικὰ φάρμακα τοιαῦτα. περὶ δὲ τῶν στυφόντων τε καὶ ὀξέων αὖθις ἐπάνειμι. τὰ μὲν στύφοντα γεώδη μέν ἐστι καὶ παχυμερῆ ταῖς τῶν ὄγκων συστάσεσι, ψυχρὰ δὲ ταῖς ποιότητι· τὰ δ’ ὀξέα λεπτομερῆ μέν ἐστι τοῖς σώμασιν, ψυχρὰ δ’ ὡσαύτως τοῖς στύφουσι. πίστις δ’ ὑπὲρ ἀμφοῖν διττὴ, κατὰ μὲν τὴν αἴσθησιν ἐξ ἀπαγωγῆς, κατὰ δὲ τὸν λόγον ἐκ τῆς οὐσίας αὐτῶν. εἰρήσεται δὲ προτέρα τῶν πίστεων ἡ σαφεστέρα μὲν τοῖς πολλοῖς, ἀσθενεστέρα δ’ ὡς πρὸς ἀπόδειξιν ἐπιστημονικήν. οἱ ἀπὸ τῶν δένδρων καρποὶ πάντες, ὅσοι γλυκεῖς ἡμῖν φαίνονται πεπανθέντες, ἄρτι γεννώμενοι στρυφνοί τέ εἰσι καὶ ξηροὶ ταῖς συστάσεσι καὶ κατὰ τὴν τοῦ
ὅσα στύφει τε ἅμα καὶ ὀξέα ταῖς ποιότησίν ἐστιν, ἅπαντα καὶ ταῦτά μοι εὑρέθη πειρωμένῳ σαφῶς ψύχοντα· τὰ δὲ γλυκέα μόνον ἅπαντα κατὰ τὸ ποσὸν τῆς γλυκύτητος εὐθὺς καὶ τῆς θερμότητος μετέχειν, ὥστ’ οὐδὲν μὲν τῶν λίαν γλυκέων ψυχρόν· εἴη δ’ ἄν τι καὶ μετρίως γλυκὺ ψυχρὸν, ἐπειδὰν τὸ πλεῖστον αὐτοῦ τῆς τοῦ σώματος οὐσίας ὑδατῶδες ᾖ, οὐ μὴν οὕτω γε ψυχρὸν, ὡς τὸ στρυφνὸν ἱκανῶς ἢ τὸ ὀξὺ, ἀλλ’ ὡς καὶ πρόσθεν που λέλεκται περὶ τῶν χλιαρᾶς θερμασίας μετεχόντων. καὶ τὰ πικρά γε πάντα θερμὰ, καθάπερ ἥ τε χολὴ καὶ τὸ νίτρον καὶ οἱ πάνυ παλαιοὶ τῶν οἴνων καὶ τῶν σπερμάτων μυρία. καὶ γὰρ τὸ τοῦ πηγάνου καὶ μάλιστα τὸ τοῦ ἀγρίου καὶ τὸ τοῦ τορδύλου καὶ τὸ τοῦ σπονδύλου καὶ τὸ τοῦ μελανθίου καὶ οἱ θέρμοι καὶ μᾶλλον οἱ ἄγριοι καὶ οἱ ὄροβοι, καὶ τούτων οἱ ἄγριοι μᾶλλον, ὅ τε προσαγορευόμενος πελεκῖνος. εὑρίσκεται δὲ ἐν τοῖς πυροῖς. ἀμυγδαλαῖ τέ τινες, αἳ δὴ καὶ δι’ αὐτὸ τοῦτο προσαγορεύονται πικραὶ, καὶ συκίων ἄττα σπέρματα καὶ τὸ τοῦ μήλου τοῦ Μηδικοῦ, καὶ πρὸς τούτοις ἕτερα μυρία πικρὰ φαίνεται τοῖς γευομένοις.
8. Ἀλλὰ περὶ μὲν τῶν πικρῶν ἐπὶ πλέον ἐφεξῆς εἰρήσεται. τὸν δὲ περὶ τῶν στυφόντων καὶ ὀξέων αὖθις ἀναλαβόντες λόγον ἐπιθῶμεν ἤδη τὴν προσήκουσαν αὐτῷ τελευτήν. τὸ τοίνυν αὐστηρὸν, ὅτι μὲν ἐκλελυμένον ἐστὶ στρυφνὸν ἀναμνησθῆναι χρὴ τῆς αἰσθήσεως. ἥτις δὲ ἡ γένεσις αὐτοῦ, νῦν εἰρήσεται. ἐπειδὴ τὸ στρυφνὸν σῶμα γεῶδές τε καὶ ψυχρὸν ἦν, ἐκλυθήσεται κατ’ ἀνάγκην τριχῶς, ἢ θερμαινόμενον, ἢ ὑγραινόμενον, ἢ συναμφότερον ἅμα πάσχον ἂν μὲν οὖν θερμαίνηται μόνον, οὐκ ἔστι μὲν οὔθ’ ὑγρότερον οὔτε μαλακώτερον, ἀλλὰ σκληρὸν μένον ἐπικτήσεται γλυκύτητα, καθάπερ αἱ τῶν δρυῶν βάλανοι καὶ μάλιστα αἱ ὀνομαζόμεναι καστανεῖαι. ἐὰν δ’ ὑγραίνηται μόνον, ἐὰν μὲν παχυμερὴς καὶ ὑδατώδης ἡ ὑγρότης, αὐστηρὸν ἀποτελεσθήσεται. παντὸς γὰρ χυμοῦ δύναμιν ἡ ὑδατώδης ὑγρότης ἀμβλύνει. ἐὰν δὲ λεπτομερής τε καὶ ἀερώδης, ὀξύνει. δέδεικται γὰρ ὡς τὸ λεπτομερὲς ψυχρὸν ὀξεῖαν ἀπεργάζεται ποιότητα. ἂν δὲ ὑγραίνηταί τε ἅμα καὶ θερμαίνηται, μετὰ μὲν ὑδατώδους ὑγρότητος εἰς γλυκύτητα τὴν μετάπτωσιν ἕξει, μετὰ δ’ ἀερώδους
καὶ ὁ Σκυβελλίτης καὶ τὸ σίραιον, ὅσα τ’ ἄλλα τούτοις ἔοικεν. λιπαρὸς δ’ ἅμα καρπὸς καὶ χυλὸς ἀκριβῶς μὲν ὁ τῆς ἐλαίας ἐστὶν, ἤδη δὲ καὶ οἱ ἄλλοι πάντες ἐξ ὧν ἔλαιον σκευάζεται, οἷον ὅ τε τοῦ κίκεως καὶ ὁ τῆς ῥαφανῖδος, καὶ τὰ σήσαμα δὲ αὐτὰ καὶ τὰ κάρυα καὶ τὰ ἀμύγδαλα. πάντα γὰρ τὰ τοιαῦτα παλαιούμενα τελέως γίνεται λιπαρὰ, τῆς μὲν ὑδατώδους καὶ περιττωματικῆς ὑγρότητος ἐν αὐτοῖς ἀποπνεούσης, τῆς δ’ οἰκείας ὑπὸ τοῦ συμφύτου θερμοῦ κατεργαζομένης τε καὶ ἀκριβῶς ἐκπεττομένης.
9. Ὅσοι μὲν οὖν τῶν καρπῶν ἐλαιώδεις γίγνονται μόνον, ἐδώδιμοί τέ εἰσι καὶ γλυκεῖς. ὅσοις δ’ ἐν τῇ μεταβολῇ προσγίνεταί τις πικρότης, ἄβρωτοι καθίστανται. τὸ γὰρ πικρὸν ἅπαν ἄβρωτόν ἐστι καὶ γίγνεται δι’ ὑπερβολὴν θερμασίας, ὡς ἐφεξῆς ἀποδείξομεν. ἀλλὰ τὸ μὲν γλυκὺ πᾶν θερμόν τέ ἐστι καὶ οὐκ ἀμέτρως ὑπερβάλλει τὴν ἐν ἡμῖν θερμότητα, ἀλλ’ ὥσπερ τὸ ὕδωρ τὸ θερμὸν, οὗ ψαύοντες ἡδόμεθα, καὶ μάλισθ’ ὅταν ὦμεν ἐῤῥιγωκότες, ἄχρι μὲν τοῦ διαχεῖν τὰ πεπηγότα πρὸς τοῦ ψυχροῦ μόρια τοῦ σώματος
μᾶλλον ἢ τροφῆς αὐτῶν ἡ χρεία. φαίνονται γοῦν αἵ τε κιττῶσαι καὶ οἱ πεπληρωμένοι καὶ οἷς ὁ στόμαχος ἔκλυτος, ἀπογεύεσθαι τῶν τοιούτων ὀρεγόμενοι, πεινῶντες δ’ ἔμπαλιν ἀποστρέφονται μὲν καὶ τὰ στρυφνὰ καὶ τὰ ὀξέα, προσίενται δὲ τά τε γλυκέα καὶ τὰ λιπαρὰ καὶ τούτων ἐπιπλησθῆναι ποθοῦσιν.
10. Ἐστι δὲ δήπου καὶ τὸ λιπαρὸν αὐτὸ γλυκὺ, καὶ τὸ τρέφον δὲ πᾶν ἐκ τοῦ γένους ἐστὶ τῶν γλυκέων. καὶ τοῦτ’ εὐλόγως αὐτοῖς ὑπάρχει καὶ κατ’ αὐτὴν ὡς οἷόν τέ ἐστι τὴν οὐσίαν τῆς τροφῆς. ἀναπλήρωσις γάρ ἐστι τοῦ κενωθέντος ἡ θρέψις. οἰκεῖον δὲ ἦν τὸ κενωθὲν, ὥστε καὶ τὸ τρέφον οἰκεῖον ὑπάρχειν ἀναγκαῖον. εἰ δ’ οἰκεῖον, εἶναι ἀνάγκης ἡδὺ καὶ φίλιον, εὐθὺς δὲ καὶ συμμέτρως θερμὸν ὡς πρὸς τὸ τρεφόμενον. ἀλλ’ ἐν τούτῳ τε τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ὀλίγον, ὅτι μηδ’ ἀκριβῶς κατὰ φύσιν ἔχοντες ἐπὶ τὰς τροφὰς ἀφικνούμεθα. μόνον μὲν γὰρ χρή κεκενῶσθαι τὸ σῶμα τῶν τῆς τροφῆς δεομένων, εἰ μέλλοιεν εὐγνώμονες
καὶ τῶν φαρμάκων οὐχ ἓν εἶδος ἅπασι τοῖς ζώοις ἐστί. κατὰ γὰρ τὴν οἰκείαν ἕκαστον αὐτῶν οὐσίαν τε ἅμα καὶ διάθεσιν ἥδεταί τε καὶ ὠφελεῖται πρὸς ἀμφοῖν· ἀλλ’ εἴπερ οὕτω ταῦτ’ ἔχει, τὸ μὲν ἧττον γλυκὺ τῶν ἐδεσμάτων ἧττον ἔσται καὶ θερμὸν, τὸ δὲ μᾶλλον γλυκὺ τοσούτῳ θερμότερον, ὅσῳπερ καὶ γλυκύτερον. εἰ δ’ εἰς ἀμετρίαν ἐμπέσοι θερμότητος, οὐδὲ γλυκὺ τὸ τοιοῦτο, ἀλλ’ ἤδη φαίνεται πικρὸν, ὥσπερ τό τε μέλι παλαιούμενον καὶ καθεψόμενον, ἕκαστόν τε τῶν ἄλλων γλυκέων.
11. Ὡς γὰρ ὑπὸ συμμετρίας θερμοῦ διττὴ ἑκάστῳ τῶν σωμάτων ἡ γλυκύτης ἐγγίνεται· τὰ μὲν γὰρ οἰκείῳ τε καὶ συμφύτῳ θερμῷ γλυκέα, τὰ δὲ ἐπικτήτῳ· κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ πικρὰ, τὰ μὲν ἀμέτρως ὑφ’ ἑαυτῶν ἐκθερμαινόμενα κατὰ τὰς ἐν τῷ χρόνῳ μεταβολὰς, ἔνια δ’ ὑπὸ τῆς ἐπικτήτου θερμασίας ἐκπυρούμενα πάσχει τοῦτο. περὶ μὲν δὴ τῶν πικρῶν ἐφεξῆς ἐροῦμεν. ἅπαντα δὲ τὰ γλυκέα τῇ μὲν θερμότητι πλησίον ἥκει τῶν σωμάτων οἷς φαίνεται γλυκέα, κατὰ διττὸν δὲ τρόπον, ὡς εἴρηται, γίνεται
συμμετρίας θερμοῦ γίγνεται, δῆλον ὡς ἡ στρυφνότης ὑπὸ τοῦ ψυχροῦ κρατοῦντος ἀποτελεσθήσεται.
12. Ὅτι δὲ καὶ ἡ ὀξύτης ὑπὸ ψύξεως δημιουργεῖται δέδεικται μὲν καὶ πρόσθεν ἡμῖν. ἀλλ’ ἐπειδὴ κατὰ τὸν παρόντα λόγον ὑπὲρ τῆς κατὰ φύσιν ἐν χρόνῳ μεταβολῆς τῶν οἴνων ἐδηλώσαμεν, εἴπωμέν τι καὶ περὶ τῆς παρὰ φύσιν. ὡς οὖν ὁ στρυφνὸς οἶνος ἐν τῷ χρόνῳ γλυκύτερος μὲν πρῶτον, ἐφεξῆς δὲ δριμύτερός τε καὶ πικρότερος ἀποτελεῖται καὶ τελευτῶν ἐκπικροῦται, κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅ τε ῥιγώσας ὀξύτερος εὐθὺς γίγνεται καὶ εἰ τελέως ἀποψυγείη τελέως ὀξύνεται, ὅ τ’ εὐθέως ἐν τῆ συγκομιδῇ τῶν καρπῶν ὑετοῦ κατασχόντος ὀθνείας ὑγρότητος ἀναπλησθεὶς, ὅ τ’ ἄλλως ὕδατος προσλαβὼν, ὀξεῖς ἑτοίμως οἱ τοιοῦτοι πάντες ἐπὶ μικραῖς προφάσεσιν ἀποτελοῦνται. ἔμπαλιν δ’ αὐτοῖς οἱ πυρὶ πλησιάζοντες ἔν τε τῷ παραχρῆμα καὶ εἰς ὕστερον ἀεὶ καὶ μᾶλλον γίνονται γλυκεῖς. εἰς χρόνον δὲ πάμπολυν ἐκπίπτοντες καὶ οὗτοι μεταπίπτουσιν οὐδὲν ἧττον τῶν ἄλλων εἰς πικρότητα,
ἀναγάγωμεν. ἦν δ’ ἐξ ἀρχῆς, ὡς οἶμαι, προκείμενον ἐν τῷδε τῷ γράμματι περὶ τῶν χυμῶν ἁπάντων διελθεῖν, καὶ σχεδὸν μὲν ἤδη περὶ τῶν πλείστων εἴρηται, κατὰ δὲ τὴν τοῦ λόγου κοινωνίαν ἐφάψασθαι καὶ τῶν ἄλλων ἡμῶν ἀναγκασθέντων. οὐ γὰρ περὶ στρυφνοῦ καὶ αὐστηροῦ καὶ ὀξέος εἴρηται μόνον, ἀλλὰ καὶ περὶ γλυκέος ἤδη πολλάκις καὶ πικροῦ καὶ δριμέος. προσθεῖναι δ’ ἀναγκαῖόν ἐστι τὰ λείποντα πρὸς τὴν τοῦ παντὸς λόγου τελειότητα. λείπει δ’ ἐπὶ μὲν τῶν στυφόντων οὐδέν τι μέγα καὶ ἀξιόλογον, ὃ καὶ μὴ διὰ τῶν ἤδη λελεγμένων ἔσται δῆλον.
13. Ἐπεὶ δὲ τῶν ὀξέων ἴσως ἄν τῳ δόξειε λείπειν, ὅ τινας καὶ τῶν ἐλλογίμων ἰατρῶν ἐξηπάτησεν· τῷ γὰρ τοὺς οἴνους τοὺς ἀσθενεῖς ἔν τε τῷ ἦρι καὶ τῷ θέρει μεταβάλλειν τε καὶ ὀξύνεσθαι, χειμῶνος δ’ ἐν ταῖς οἰκείαις φυλάττεσθαι ποιότησιν, ὑπὸ θερμοῦ τισιν ἔδοξεν ἡ ὀξύτης γεννᾶσθαι. συναύξει δ’ αὐτῶν τὴν ὑπόληψιν ὅ τε κινηθεὶς σφοδρότερον οἶνος, ὅ τ’ ἐν τοῖς πλοίοις μετακομισθεὶς ποῤῥώτερον. καὶ γὰρ οἱ τοιοῦτοι πάντες, ὅταν ἀσθενεῖς ὦσιν,
ὀξύνονται τάχιστα. καὶ μέντοι τοὺς πίθους ἔνιοι τῶν τὰ γεωργικὰ γραψάντων ἀξιοῦσιν ἐν οἴκοις κατορύττεσθαι πρὸς ἄρκτον ἐστραμμένοις, ὡς τῆς μὲν ψύξεως φυλαττούσης αὐτῶν τὴν ποιότητα, τῆς δὲ θερμότητος μεταβαλλούσης. ἀτὰρ οὖν καὶ φαίνεται τοῦτο πολλαχόθι γιγνόμενον, αὐτῇ τῇ πείρᾳ βασανισθέν. ὀξύνονται γὰρ ἔνιοι τῶν οἴνων ἑτοίμως, ὅταν ἐν μεσημβρινοῖς καὶ προσηλίοις χωρίοις ἀποκέωνται, καί μοι δοκεῖ τὴν ἀρχὴν τῆς τῶν εἰρημένων λύσεως ἐντεῦθεν ποιήσασθαι. τὸ γὰρ μήτε πάντας ὀξύνεσθαι θερμαινομένους, ἀλλ’ ὅσοι ψυχρότεροι κατ’ ἀρχὰς εὐθέως εἰσὶ, μήτε τῶν παλαιωθέντων τινὶ συμπίπτειν τοῦτο, τὴν ἐπὶ τἀληθὲς ὁδὸν ἡμῖν εὑρήσει.
14. Ζητήσει γὰρ ὁ λόγος τὴν αἰτίαν, δι’ ἣν ὑπὸ τῆς ἔξωθεν θερμότητος ὁ φύσει ψυχρὸς καὶ ἀσθενὴς οἶνος ἐλέγχεται, καίτοι τοῦτό γε αὐτὸ τὸ ῥῆμα τὸ ἐξελέγχεται ῥηθὲν ἁπάσας τὰς εἰρημένας ἀπορίας ἐπιλύεται. παραπλήσιον γάρ τι συμβαίνει τοῖς οἴνοις, ὅσοι φύσει ψυχρότεροι καὶ ὑδατωδέστεροι τυγχάνουσιν ὄντες, οἷόν τι καὶ ταῖς μικραῖς καὶ ἀσθενέσι φλοξί. καὶ γὰρ καὶ ταύτας ἐν ἡλίω καταθεὶς ἰσχυρῷ
ὕστερον ἔμελλε πείσεσθαι. φυλάττεται μὲν γὰρ ἕκαστον τῶν ὄντων ἐπὶ τῆς οἰκείας φύσεως οἰκείῳ θερμῷ, διαφθείρεται δὲ πρὸς τῆς ἔξωθεν ἀμετρίας, ἤτοι θερμότητος ὀθνείᾳ ἢ ψύξεως πλεονεξίᾳ. καὶ τὸ μὲν ἀποτελούμενον ὑπ’ ἀμφοῖν ἓν, ὁ δὲ τρόπος αὐτοῦ τῆς γενέσεως οὐχ εἷς. ὅθεν οὐδ’ ὁμοίως ἅπασι τοῖς ἰδιώταις εὐφώρατος ὁ τρόπος ὅδε τῆς διαφορᾶς. ἐπειδὰν μὲν ὑπὸ τοῦ ψυχροῦ νικηθῇ τὸ καθέκαστον τῶν ὄντων θερμῶν, εὔδηλόν ἐστι καὶ τοῖς ἐπιτυχοῦσιν. ἐπειδὰν δ’ ὑπὸ τοῦ σφοδροτέρου θερμοῦ περιστάντος ἔξωθεν διαφορηθῇ, λανθάνει τοὺς ἀγυμνάστους περὶ φύσιν, οὐκ εἰδότας ὡς τὸ μὲν σύμμετρον θερμὸν ἅπασιν ὠφέλιμον ὑπάρχει, τὸ δ’ ἄμετρον οὐχ ἧττον τοῦ ψυχροῦ βλαβερόν.
15. Ἀλλὰ καθόλου μὲν τοῦτο γιγνώσκειν καλὸν, ὡς ἡ ἐν τοῖς χυμοῖς ὀξύτης ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ τοῦ θερμοῦ, μὴ κρατεῖσθαι δὲ τελέως, μάλιστα ἔοικε γίγνεσθαι. τεκμήραιτο δ’ ἄν τις οὐχ ἥκιστα κᾀν ταῖς ὀξυρεγμίαις, ὡς αὗταί γε ταῖς μὲν μηδ’ ὅλως ἐν τῇ γαστρὶ μεταβαλλομέναις τροφαῖς οὐχ ἕπονται, καθάπερ οὐδὲ ταῖς ἀκριβῶς πεφθείσαις,
αἴσθησίν τε καὶ διάθεσιν ἐν τῇ γλώττῃ γιγνομένην, ἑτέραν δὲ τὴν ἐκ τῶν ὀξέων, καὶ ἄλλην μὲν τὴν ἐκ τῶν ἁλμυρῶν, ἄλλην δὲ τὴν ἐκ τῶν πικρῶν.
16. Ὥσπερ οὖν ὅσα τῶν ἐδεσμάτων ὁμοιότατα ταῖς τῶν τρεφομένων ὑπάρχει φύσεσιν, γλυκύτητά τ’ ἐμφαίνεται καὶ σκευασίας οὐδεμιᾶς προσδεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα ποῤῥώτερα τὴν κρᾶσίν ἐστιν τὰ μὲν ἡδυσμάτων, τὰ δὲ καὶ συναμφοτέρων προσδεῖται, καὶ οὐδέν γε θαυμαστὸν αὐτῶν τῶν ἡδυσμάτων μηδὲν ἐδώδιμον ὑπάρχον εἰς ἡδονὴν συντελεῖν τῷ δι’ ἑαυτοῦ σκευασθέντι. δυοῖν γὰρ ἀμέτροιν συνελθόντοιν ἐγχωρεῖ τὸ μικτὸν ἐξ ἀμφοῖν σύμμετρον ἀποτελεσθῆναι καὶ διὰ τοῦτο γλυκὺ φανῆναι, τῶν ἀμέτρων οὐκ ὄντων τοιούτων. ὅταν δὲ δὴ καὶ δι’ ἑψήσεως ἢ ὀπτήσεως ἤ ὅλως ὑπὸ θερμοῦ τινος ἡ σκευασία γίνηται τῶν ἐδεσμάτων, οὐδὲν οὔτ’ ἄπορον οὔτ’ ἄλογον ἃ πρότερον οὐκ ἦν ἡδέα γενέσθαι νῦν ἥδιστα. φαίνεται γὰρ ἡ τοῦ θερμοῦ φύσις οἷς ἂν ὁμιλήσῃ ταχέως ἀλλοιοῦν αὐτὰ καὶ μεταβάλλειν
ἂν, οἶμαι, τῆς ἐν αὐτῷ ῥᾳδίως ἠσθάνετο καὶ τῆς πικρότητος, ἔτι τε πρὸς τούτῳ καὶ αὐτῆς τῆς γλυκύτητος, ὑπαρχούσης γε ἀεὶ τῷ κατὰ φύσιν αἵματι. νυνὶ δὲ ἐπειδὰν ἤτοι ῥαγέντος ἢ ἀναστομωθέντος ἀγγείου τινὸς ἀθρόον τε καὶ θερμὸν αἷμα κατὰ τῆς γλώττης ἐκχυθῇ, φαίνεται γλυκύτατον, ὅταν, ὡς εἴρηται, κατὰ φύσιν ἔχῃ. ἐπεὶ τό γε νενοσηκὸς πικρὸν ἢ ἁλυκόν ἐστιν, ἤ τινα τοιαύτην ἑτέραν ἐμφαίνει ποιότητα, τὸ μέντοι καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα λανθάνει, καθάπερ αἱ χολαὶ καὶ τὸ φλέγμα. καίτοι τῶν χολῶν ἡ μὲν ἀεὶ πικρὰ φαίνεται, κᾂν μικρῷ μορίῳ ψαύσῃ τῆς γλώττης, ἡ μέλαινα δ’ ὀξεῖα. καὶ τοῦ φλέγματος καὶ τῇ γλώττῃ πλησιάζοντος τὸ μὲν γλυκὺ, τὸ δὲ ὀξὺ, τὸ δὲ ἁλμυρὸν ἐναργῶς ἐφάνη πολλάκις, ἄδηλον ὑπάρχον καὶ τοῦτο καθ’ ὅλον τὸ ζῶον.
17. Οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τὸ γλυκύτατον ἁπάντων μέλι τὸν πικρότατον γεννᾷ χυμὸν καὶ διὰ τί μάλιστα τοῖς ἀκμάζουσί τε καὶ φύσει θερμοῖς καὶ πυρέττουσιν. ὡς γὰρ κἀκτὸς ἐπὶ πλέον ὁμιλῆσαν τῷ
κἀκείνην, ᾧ δῆλον ὡς τὸ δακνῶδες τῆς ἁφῆς ἴδιον αἰσθητὸν, οὐ γεύσεώς ἐστιν· καὶ μὴν καὶ τοῖς δριμέσιν ὀνομαζομένοις, οἷον πυρέθρῳ τε καὶ σκορόδῳ καὶ κρομμύῳ ὑπάρχει τὸ δάκνειν, οὐ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἡμῶν σάρκα. καὶ κοινὸν ἄρα τοῦτο τὸ δάκνειν τριῶν ἐστι χυμῶν, ὀξέος, πικροῦ, δριμέος, ἀλλὰ τοῦ μὲν ὀξέος ὡς ψυχροῦ τε ἅμα καὶ λεπτομεροῦς, ἐδείχθη γὰρ τοῦτο πρόσθεν, τοῦ πικροῦ δὲ καὶ δριμέος ὡς θερμῶν.
18. Ὅτι μὲν οὖν ὁ πικρὸς χυμὸς θερμός ἐστιν ἀρτίως μοι δέδεικται. περὶ δὲ τοῦ δριμέος ἰδίως ὀνομαζομένου τὴν ἀρχὴν οὐδ’ ἀποδείξεώς ἐστι χρεία. φθάνει μὲν γὰρ ἡ ἐκ τῆς αἰσθήσεως ἐνέργεια τὴν ἐκ τοῦ λόγου πίστιν, ὥστ’ οὐδ’ ἠμφισβήτησεν οὐδεὶς ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ Πλάτων ὡς περὶ θερμοτάτου πάντων ἀποφαίνεται καὶ Ἀριστοτέλης καὶ Θεόφραστος καὶ τῶν ἰατρῶν οὐδείς ἐστιν οὔτε τῶν παλαιῶν οὔτε τῶν νεωτέρων, ὃς ἕτερόν τι γιγνώσκει. κατὰ γὰρ τὸν τῆς οὐσίας αὐτοῦ λόγον ἐστὶ τὸ θερμαίνειν, ὥστ’ εἰ καὶ τῶν ἰδιωτῶν ὁντιναοῦν ἔροιο, τί καλεῖ δριμὺ
τῶν στυφόντων γὰρ ἐκεῖνοι καὶ γλίσχρων, οὐ τῶν τεμνόντων καὶ διαιρούντων δέονται. ταυτὶ μὲν οὖν ἤδη πως ἅπτεται τῆς θεραπευτικῆς μεθόδου.
19. Περὶ δὲ τῶν πικρῶν χυμῶν τῆς δυνάμεως ἀφορισάμενοι καὶ τμητικοὺς αὐτοὺς εἰπόντες εἶναι καὶ λεπτυντικοὺς καὶ ῥυπτικοὺς, καὶ δηλονότι θερμοὺς εἰς τοσοῦτον ὡς μήπω καίειν, ἐπὶ τοὺς δριμεῖς αὖθις ἴωμεν τῷ λόγῳ. καὶ πρῶτον μὲν θερμοὺς ἀκριβῶς αὐτοὺς εἴπωμεν, εἶτα διαβρωτικούς τε καὶ καυστικοὺς καὶ ἐσχαρωτικοὺς καὶ συντηκτικούς· ἐπὶ μὲν τοῦ δέρματος ἐπιτιθεμένους ἅπαντας τοὺς τοιούτους εἶναι, εἴσω δὲ τοῦ σώματος λαμβανομένους, ὅσοι μὲν ὅλαις ταῖς οὐσίαις ἐναντιώτατα διάκεινται πρός τινα ζῶα, σηπτικούς τε πάντας εἶναι καὶ δηλητηρίους ἐκείνων τῶν ζώων. ὅσοι δὲ κατὰ τὴν ἀμετρίαν τῆς θερμότητος μόνον, εἰ μὲν παχυμερεῖς καὶ γεώδεις εἶεν, ἑλκωτικοὺς τῶν ἐντὸς, εἰ δὲ λεπτομερεῖς, διουρητικούς τε καὶ ἱδρωτικοὺς, καὶ ἁπλῶς εἰπεῖν τμητικούς τε καὶ διαφορητικούς. συναίρονται δέ τινες αὐτῶν ταῖς τε ἐκ τοῦ θώρακος ἀναπτύσεσι
τῆς φορᾶς τὸ πυρῶδες προσκτώμενα, ἀριστολοχία δὲ καὶ ἴρις ἔτι καὶ τούτων αὐτῶν λεπτομερέστερά ἐστιν· καὶ γὰρ καὶ ὑγρᾶς οὐσίας μᾶλλον τούτων μετέχει καὶ ἀερώδους, δῆλον δ’ ἐκ τοῦ μήθ’ οὕτως εἶναι ξηρὰ καὶ κραῦρα μήθ’ οὕτως βαρέα καὶ διὰ τοῦτ’ ἐξέφυγε τὸ γένος τῶν δηλητηρίων. καὶ μὲν δὴ καὶ ἡ κανθαρὶς ὀλίγη ποτὲ ληφθεῖσα καὶ οἷς προσῆκε μιχθεῖσα πρὸς τῷ μηδὲν ἀδικεῖν τὴν κύστιν ἔτι καὶ διακαθαίρει νεφροὺς, καὶ τά γε δραστικώτερα τῶν οὐρητικῶν φαρμάκων ἔχει τι καὶ κανθαρίδος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἕτερος λόγος.
20. Ὁ δὲ πικρὸς χυμὸς ὅτι τοῖς ξηροῖς τῇ κράσει σώμασι συνυπάρχει κᾀκ τοῦ δυσσηπτότατα πάντων εἶναι τὰ πικρὰ καὶ ἥκιστα σκώληκάς τε καὶ ἄλλ’ ἄττα ζῶα γεννᾷν, οἷα δὴ πέφυκεν ἐν ῥίζαις καὶ βοτάναις καὶ καρποῖς σηπομένοις ἐγγίγνεσθαι πάρεστι συλλογίσασθαι. μάλιστα γὰρ ὁρῶμεν ἐν τοῖς ὑγροῖς σώμασι καὶ σκώληκας καὶ σηπεδόνας ἐγγιγνομένας. τὰ δ’ ἀκριβῶς πικρὰ, καλῶ δ’ οὕτως ὅσα μηδεμιᾶς ἑτέρας ποιότητος αἰσθητῆς μετέσχηκεν, ἅπασι
χόνδροι μὲν ὄντες ὁμοίως τοῖς θαλαττίοις, ἀλλὰ διὰ τὴν ἀναμεμιγμένην αὐτοῖς πικρότητα ῥυπτικώτεροί τε καὶ διαφορητικώτεροι τῶν ἐκ τῆς θαλάττης ὑπάρχοντες. οὕτω δὲ δὴ καὶ τὸ νίτρον αὐτὸ καὶ ἀφρὸς αὐτοῦ καὶ τὸ συνθέτῳ προσηγορίᾳ καλούμενον ἀφρόνιτρον ἔτι μᾶλλον τῶν ἄλλων πέφυκε ῥύπτειν, ὡς ἂν ἥκιστα μὲν στύφοντα, πικρὰ δ’ ἀκριβῶς ὑπάρχοντα.
21. Πλησίον μὲν γάρ ἐστιν ὁ ἁλυκὸς χυμὸς τοῦ πικροῦ, καὶ γὰρ γεώδεις ἀμφότεροι καὶ θερμοί. διαφέρουσι δ’ ὅμως οὐκ ἀσαφεῖ διαφορᾷ ἐν τῷ λεπτύνεσθαί τε καὶ κατειργάσθαι μᾶλλον ὑπὸ θερμότητος ξηρᾶς τὸν πικρόν. οὕτω δὲ δὴ καὶ αὐτῶν τῶν ἁλῶν ὅσοι σκληρότεροι καὶ πυκνότεροι καὶ γεωδέστεροι, τοιοῦτοι δ’ ὑπάρχουσιν ὀλίγου δεῖν οἱ ὀρυκτοὶ πάντες, ἧττον θερμοί τ’ εἰσὶ καὶ λεπτομερεῖς, ὅσοι δ’ εὔθρυπτοι καὶ χαῦνοι, λεπτομερέστεροί τε ἅμα καὶ θερμότεροι τὴν δύναμίν εἰσι, καί τινες ἐξ αὐτῶν ὑπόπικροι, μεταξύ πως ὑπάρχοντες ἁλῶν τε τῶν σκληρῶν καὶ ἀφρονίτρου. ἔστι μὲν οὖν δὴ καὶ αὐτῶν τῶν ἀφρονίτρων ἔνια σκληρὰ καὶ παχυμερῆ, καὶ οὐδὲ τήκεται ῥᾳδίως ἐφ’ ὕδατος. ἀλλ’
οὐ περὶ τῶν μοχθηρῶν ὁ λόγος μοι νῦν, ἀλλ’ ὅσα κατὰ τοὔνομα πέφυκεν ἀφρώδη τὴν οὐσίαν, οἷός πέρ ἐστι καὶ αὐτὸς ὁ ἀφρὸς τοῦ νίτρου. λεπτομερέστατος γὰρ οὗτος ἁπάντων τῶν εἰρημένων, ὥσπερ γε καὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος. ἱκανῶς γὰρ καὶ τοῦτο λεπτομερὲς, ἀλλ’ ἧττον θερμὸν ἀφρονίτρου. διὸ καὶ τὰς ὑπεραυξανομένας σάρκας ἀλυπότερον ἀποτήκει, δάκνει δ’ αὐτὰς ἤδη τὸ ἄνθος τοῦ νίτρου, δάκνει δὲ καὶ τὸ ἀφρόνιτρον, οὐδὲν δὲ ἧττον καὶ τὸ νίτρον αὐτὸ, καίτοι γε ἧττον ἐκείνων ὑπάρχον θερμόν. ἀλλ’ εἴρηται καὶ πρόσθεν ὡς ἡ παχυμερὴς οὐσία διαβιβρώσκει μᾶλλον, ὅταν γε μετέχῃ δηλονότι θερμότητός τινος. οὐδὲν γὰρ αὐτῆς μόριον ἀλύπως καὶ ταχέως διεξέρχεται, καθάπερ τῆς λεπτομεροῦς, ἀλλ’ ἰσχόμενον καὶ μένον ἀεὶ καὶ βραδῦνον ἐν χρόνῳ τε πλέονι προσεδρεῦον ἑνὶ τόπῳ τοῦ σώματος ἡμῶν ἀνιαρὸν εἰκότως γίγνεται, δίκην σκόλοπος ἐμπεπηγότος τῇ σαρκί.
22. Ἐπεὶ δὲ περὶ τῶν χυμῶν ἁπάντων εἴρηται τὰ εἰκότα, λείποιτ’ ἂν ἔτι καὶ περὶ τῶν ἀτμῶν εἰπεῖν. ἐπὶ
ὥστ’ εἰκὸς καὶ τὸ ἀποῤῥέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ καὶ οἷον γεῶδες τοῖς ὄγκοις, καὶ διὰ τοῦτο μηδ’ ἐμπίπτειν ἐν ταῖς ἀναπνοαῖς εἰς τὸν ἐγκέφαλον.
23. Ὅθεν οὐδ’ ἀσφαλὲς ἐξ ὀσμῆς τεκμαίρεσθαι περὶ τῆς κράσεως τῶν αἰσθητῶν, ὥσπερ ἐκ τῆς γεύσεως. τὰ μὲν γὰρ ἄοσμα παχυμερῆ ταῖς οὐσίαις, ἀλλ’ οὔπω δῆλον ὅπως ἔχῃ θερμότητος καὶ ψύξεως, τὰ δ’ ὀσμώδη λεπτομερῆ τέ πώς ἐστι καὶ θερμά. τὸ μέντοι ποσὸν τῆς λεπτομερείας ἢ τῆς θερμότητος οὐκέτ’ ἐνδείκνυται. τὸ δὲ δὴ μέγιστον ἅπασι τοῖς ὀσμώδεσιν εἰς τὸ μηδὲν ἐνδείκνυσθαι σαφὲς ὑπὲρ τῆς κράσεως ἡ ἀνωμαλία τῆς οὐσίας ἐστὶν, ὑπὲρ ἧς εἴρηταί μοι πολλάκις ἤδη, δεικνύοντι τὰ πλεῖστα τῶν σωμάτων ἀνομοιομερῆ ταῖς ὑποστάσεσιν ὑπάρχοντα. λεχθήσεται δὲ καὶ νῦν ἕνεκα σαφηνείας ἕν τι παράδειγμα. τὸ ῥόδον τοίνυν οὐ ταύτῃ μόνον ἀνομοιομερές ἐστιν, ᾗ τὸ μέν τι περιέχον ἐν αὐτῷ, τὸ δέ τι περιεχόμενόν ἐστι, περιέχον μὲν τὸ σκληρὸν καὶ γεῶδες, ἐν τούτῳ δὲ περιεχόμενος
τῆσδε τῆς πραγματείας ἀποδέδεικταί μοι. καθ’ ἕκαστον μέντοι γένος ἢ σπέρματος ἢ ῥίζης ἢ χυλοῦ δυνατόν ἐστι κᾀκ τῆς χρόας ἔνδειξίν τινα λαβεῖν τῆς κράσεως, οἷον αὐτίκα καὶ κρόμμυον καὶ σκίλλα καὶ οἶνος, εἰς ὅσον ἂν ᾖ λευκότερα καὶ ἧττόν ἐστι θερμά. τὰ δ’ ὑπόξανθά τε καὶ κιῤῥὰ θερμότερα, καὶ πυροὶ δὲ καὶ κέγχροι καὶ ὦχροι καὶ φάσηλοι καὶ ἐρέβινθοι καὶ ἡ τῆς ἴρεως ῥίζα καὶ ἡ τοῦ ἀσφοδέλου καὶ πολλῶν ἄλλων ὅμοιόν τι πεπόνθασιν. ἐν ἑκάστῳ γὰρ γένει τοὐπίπαν, ὅσα κιῤῥὰ καὶ ξανθὰ καὶ ἐρυθρὰ, θερμότερα τῶν λευκῶν ἐστιν, ὥστ’ εἴ τι κᾀντεῦθεν ἐγχωρεῖ περὶ φαρμάκων δυνάμεως τεκμαίρεσθαι, προσκείσθω τῷ λόγῳ κάλλιστον μὲν, ὡς εἴρηταί τε καὶ λέλεκται πολλάκις, ἐκ τῆς διωρισμένης πείρας ἐξευρίσκειν τὰς δυνάμεις. οὐ γὰρ ἂν σφαλείης οὐδὲ ἐν τῇδε, πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν δύναμιν, ἡ γεῦσις ἐκδείκνυται τὰ πολλὰ, συνεπιμαρτυρούσης, ὡς εἴρηται, βραχέα καὶ τῆς ὀσμῆς.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ Ε.
1. Πέμπτον τοῦτον ἐνστησάμενος λόγον ὑπὲρ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἀναμνήσω πρῶτον ὧν ἐν τοῖς ἔμπροσθεν ἀπέδειξα χρησίμων εἰς τὰ παρόντα, ποιησάμενος τὴν ἀρχὴν ἀπὸ τῶν στοιχείων, ὕδατός τε καὶ πυρὸς, ἀέρος τε καὶ γῆς, ἅπερ ἔνιοι παρονομάζοντες ἀπὸ τῶν ποιοτήτων ὑγρὸν καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν εἶναί φασιν. αὗται μὲν οὖν αἱ ποιότητες, ὑγρότης τε καὶ ξηρότης,
προσθήσειν ἐν τοῖς ἑξῆς τὰ λείποντα. τὰ δὲ κατὰ μίαν ἢ δύο ποιότητας ἐνεργοῦντα περὶ τὸ σύμπαν ἡμῶν σῶμα κατὰ τόδε τὸ γράμμα δίειμι, λαβὼν κᾀνταῦθα πάλιν ὑπόθεσιν ἀποδεδειγμένην ἐν τοῖς ἔμπροσθεν, ὡς τὰ πλεῖστα τῶν ἁπλῶν φαρμάκων ἀνομοιομερῆ τε καὶ σύνθετα κατά γε τὴν ἀλήθειάν ἐστιν, ὀνομάζεται δὲ ἁπλᾶ τῷ φύσει τοιαῦτα ὑπάρχειν οἷάπερ ἐστὶν, οὐδὲν ἐξ ἐπιτεχνήσεως ἡμετέρας προσειληφότα. καὶ μὲν δὴ καὶ ὡς τὰ μέν τινα παχυμερῆ καὶ γεώδη ταῖς οὐσίαις ἐστὶν, τὰ δὲ λεπτομερῆ καὶ ἀερώδη, τὰ δ’ οἷον ὑδατώδη τε καὶ μέσα τῶν εἰρημένων, ἐπιδεδειγμένα καὶ ταῦτ’ ἐν τοῖς ἔμπροσθεν λόγοις ὑποθέσεις ἔστωσάν μοι πρὸς τὰ μέλλοντα λεχθήσεσθαι. τούτων οὖν ὑποκειμένων ἀρκτέον ἤδη τοῦ λόγου.
2. Ἡ χρεία τῶν φαρμάκων τοῖς ἀνθρώποις γίγνεται πολλάκις μὲν ὡς αὐτὸ τοῦτο μόνον, ἤτοι θερμαινόντων ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ ξηραινόντων, ἢ κατὰ συζυγίαν τινὰ τούτων ἐνεργούντων, ἐνίοτε δὲ ὡς ἤδη τὸ πέρας τοῦ μετρίου κεχαλασμένον, ἐπιτεινόντων τε καὶ συναγόντων,
καὶ κεφαλαλγίαν ἰᾶται χρονίαν ἢ διαφθείρειν ἔμβρυα καὶ κατασπᾷν πεφύκειν. ἀλλ’ ἀρκεῖ θερμὴν εἰς τοσόνδε καὶ ξηρὰν εἰς τοσόνδε καὶ λεπτομερῆ μέχρι τοσοῦδε τὴν κρᾶσιν αὐτῆς εἰπόντα τά τε νῦν εἰρημένα πάντα ἐνδεδεῖχθαι καὶ τούτων ἄλλα πλείω. καθ’ ἕτερον δ’ αὖ τρόπον ἀρκεῖ περὶ αὐτῆς εἰπεῖν, ὡς πικρὰ μέν ἐστιν, οὐ μὴν ἐσχάτως, ἀλλ’ ὥστε δοκεῖν ἐπιμεμίχθαι τινὰ γλυκύτητα. ὁ μὲν οὖν πρῶτος τρόπος τῆς διδασκαλίας ἐμπειρικῶν ἴδιός ἐστιν, ὁ δὲ δεύτερος ἀνδρὶ λογικῷ προσήκει μάλιστα, καὶ τοῦτον ἡμῖν πρόκειται νῦν διελθεῖν.
3. Ἔστι δὲ τὰ μὲν ἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα διὰ τῶν δ΄ ὑπομνημάτων αὐτῆς τῆς περὶ τῶν φαρμάκων θεωρίας ἴδια, πλὴν εἴ που κατὰ κοινωνίαν ὁ λόγος ἥψατο μεθόδου θεραπευτικῆς. ὁ δὲ νῦν ἐνεστὼς ἐκείνης μᾶλλον οἰκεῖός ἐστιν, ὥστ’ ἐγὼ πολλάκις ἐβουλευσάμην ὑπερβῆναι τελέως αὐτόν. ἀλλ’ ὅτι τε προγυμνάζειν ἔδοξέ μοι τοὺς μέλλοντας ἀκολουθήσειν τοῖς τῆς θεραπευτικῆς μεθόδου λογισμοῖς, οἵ τε πλεῖστοι τῶν ἑταίρων καὶ μάλιστα
οἷς χαριζόμενος ἐπὶ τήνδε τὴν πραγματείαν ἧκον, οὕτως ἠξίωσάν με διαπρᾶξαι, διὰ τοῦτο μεταχειριοῦμαι τὸν λόγον ἐν τῷδε τῷ γράμματι, τὴν ἀρχὴν ἀπὸ τῶν διαπυϊσκόντων τε καὶ μαλαττόντων ποιησάμενος. ἐπειδὴ θερμὰ μέν ἐστιν ἀμφότερα καὶ ὑγρὰ, καθ’ ἕτερον μὴν ἑκάτερον τρόπον. τὰ μὲν γὰρ ὡς ὁμοιοτάτην τῷ διαπυϊσκομένῳ σώματι θερμότητα γεννῶντα πρὸς τῷ μήτ’ ἀφαιρεῖν τι τῆς οὔσης ἐν αὐτῷ ὑγρότητος μήτε προστιθέναι, τὰ δ’ ὡς καὶ πλέονα τῆς κατὰ φύσιν ἀνάπτοντα καὶ συνάγοντά τι τῆς ὑγρότητος. ἀλλ’ ἡ μὲν τῶν διαπυϊσκόντων ἔννοια σαφής τε ἅμα καὶ γνώριμος ὑπάρχει πᾶσιν. εἰς πῦον γάρ ἐστιν ἡ διαπύησις μεταβολή.
4. Περὶ δὲ τῶν μαλαττόντων φαρμάκων καὶ αὐτῆς τῆς διαμαλάξεως οὐκέθ’ ἁπλῶς οὕτως εἰπεῖν ἐγχωρεῖ, διότι μηδὲ περὶ τοῦ σκληροῦ καὶ μαλακοῦ σώματος. εἴ γε δὴ τὸ μὲν ἁπλῶς σκληρὸν λέγεται καθάπερ ἡ γῆ, τὸ δὲ κατ’ ἐπικράτειαν, ὡς ὄνυξ καὶ πλῆκτρον καὶ κέρας, τὸ δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς, παραβαλόντα ὡς τόδε τι ζῶον, οἷον ἐλέφας, ἢ ὅδε τις ἄνθρωπος, οἷον ὁ Ἡρακλῆς, τὸ
ἐπειδὴ μεσότης τίς ἐστιν ἡμῶν ἡ ἁφὴ, καθ’ ὃ καὶ Ἀριστοτέλης ἐδίδασκεν. οὕτω δέ πως καὶ ὁ Πλάτων ἔοικε γιγνώσκειν ὅταν ἔφη· σκληρὰ μὲν ὅσοις ἂν ἡμῶν σὰρξ ὑπείκῃ, μαλακὰ δ’ ὅσα ἂν ὑπείκῃ τῇ σαρκί. τὸ γὰρ δέρμα τοῦ ἀνθρώπου κατ’ αὐτὸ τοῦτο τὸ σύγγραμμα τὸν Τίμαιον ἐδείκνυεν εἶναι τῷ γένει σάρκα. καὶ μὲν δὴ καὶ Ἀριστοτέλης, ὅταν εἶπε μαλακὸν μὲν εἶναι τὸ ὑπεῖκον εἰς αὐτὸ, σκληρὸν δὲ τὸ μὴ ὑπεῖκον, ὡσαύτως ἔοικεν ἀποφαίνεσθαι τῷ Πλάτωνι, καὶ μάλιστα ὅτι πρὸς τὴν ἁφὴν τὰ τοιαῦτα κρίνεσθαί φησιν, ὡς πρὸς μεσότητα. τὸ δὲ ἐν τῇ πρὸς ὁτιοῦν παραβολῇ σκληρὸν ἢ μαλακὸν ἐν τῷ μᾶλλον ἢ ἧττον ὑπείκειν ἢ μὴ ὑπείκειν φαίνεται κρίνεσθαι. καὶ δὴ καὶ αὐτὸ τὸ δέρμα τὸ ἡμέτερον ἢ τὸν μῦν ἤ τι μόριον ἕτερον, ὅταν εἴπωμεν ἐσκληρύνθαι, τῇ κατὰ φύσιν αὐτοῦ καταστάσει τὴν ἐπίκτητον διάθεσιν παραβάλλοντες οὕτως ὀνομάζομεν. ἔστι δὲ δήπου τῶν οὕτως ἐχόντων σωμάτων ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος μάλαξις.
5. Ἐπεὶ δὲ πολυειδῶς ἕκαστον γίνεται σκληρότερον ἢ ξηραινόμενον ἢ πηγνύμενον ἢ ὑπερπληρούμενον,
ὑγρότητος ὅ τι καὶ ἄξιον λόγου, καὶ πολὺ μᾶλλον οὐδὲ προστίθησιν, ὥσπερ οὐδὲ τὴν θερμασίαν, οὔτε ἐπιτείνειν πέφυκεν οὔτ’ ἀμβλύνειν, ἀλλὰ κατὰ μόνην αὐξάνειν τὴν οὐσίαν. ἔστι δὲ οὐ ταὐτὸ ἐπιτεῖναι τὴν ποιότητα καὶ τὴν οὐσίαν αὐξῆσαι. δειχθήσεται δὲ καὶ ταῦτα ἀκριβέστερον ὀλίγον ὕστερον. τὰ μὲν δὴ τοιαῦτα τῶν φαρμάκων ὑγρὰ καὶ θερμὰ λέγομεν, οὐχ ὡς ὑγρότερα καὶ θερμότερα τῆς ἡμετέρας οὐσίας, ἀλλ’ ὡς παραπλησίας ἡμῖν ὑπάρχοντα κράσεως, ὑγρᾶς καὶ θερμῆς οὔσης κατὰ τὸν παλαιὸν λόγον, ὡς ἐν τῷ περὶ κράσεων εἴπομεν. οὐ μὴν οὕτως ἢ τὸ ὕδωρ ὑγρὸν ἢ τὴν χαλβάνην θερμὴν εἶναί φαμεν, ἀλλὰ τὸ μὲν ὡς τέγγον τε καὶ διαβρέχον ἡμῶν τὴν σάρκα, τὴν δὲ ὡς θερμαίνουσαν. εἰ γὰρ καὶ θερμὸν εἴη τὸ ὕδωρ, ὡς κενοῦν ἐνίοτε δύνασθαι τὰ κατ’ ἐπιῤῥοὴν ὑγρῶν εἰς ὄγκον ἐξῃρμένα, τὰ γοῦν ὁμοιομερῆ πάντως ὑγραίνει, καθότι κᾀν τῷ πρώτῳ μοι δέδεικται λόγῳ.
6. Τὰ τοίνυν ἐκπυΐσκοντα φάρμακα τῷ μὲν θερμαίνειν ὁμοίως ὕδατι θερμῷ διαφορεῖ τὴν περιττὴν
εἶναι, τοῦ μὲν εἰς πύου γένεσιν συντελοῦντος τῇ φύσει, σύμμετρόν τε καὶ ὁμοίαν ᾧ προσάγεται σώματι; τῷ δ’ εἶναι τὴν φύσιν ἡμῶν ὑγρὰν καὶ θερμὴν, ὑγρὰ καὶ θερμὰ τὰ τοιαῦτα πολλάκις ὀνομάζεσθαι φάρμακα, τοῦ δὲ μαλάττοντος τὸ σκιῤῥούμενον πολὺ μὲν θερμότερον τῆς εὐκράτου φύσεως, οὐ μὴν ἰσχυρῶς γε ἤδη θερμήν.
7. Ἄρχεται μὲν γὰρ ἡ τῶν σκιῤῥουμένων διάθεσις ἐκ ῥεύματος γλίσχρου τε καὶ παχέος ἐν μικροῖς πόροις τοῦ μορίου σφηνωθέντος. διαφορηθείσης δὲ τῆς ἐν αὐτῷ λεπτομεροῦς ὑγρότητος, εἶτα τῆς ὑπολοίπου ψυχθείσης τε καὶ οἷον πῆξίν τινα λαβούσης, ἡ καλουμένη σκίῤῥωσις ἕπεται, καὶ διὰ τοῦτο καὶ ψυχρὸν εἶναι τὸ πάθος φασὶν καὶ ἴασις αὐτοῦ διὰ τῶν θερμαινόντων. ἀλλ’ ἐπεὶ μετὰ ψύξεως ἦν ὑγρότης περιττὴ, σύνθετον ἔσται καὶ τὸ ἴαμα, διὰ μὲν τὴν ψύξιν τῶν θερμαινόντων δεομένης τῆς διαθέσεως, διὰ δὲ τὴν ἀλλοτρίαν τε καὶ περιττὴν ὑγρότητα τῶν ἐκκενούντων. ὅθεν οὐδὲ θεραπεύεται τῶν σκιῤῥουμένων οὐδὲν οὔθ’ ὑπὸ τῶν σφοδρῶς ξηραινόντων οὔθ’ ὑπὸ τῶν ἰσχυρῶς θερμαινόντων
οὔθ’ ὑπὸ τῶν ταῦτ’ ἄμφω δυναμένων. τὰ μὲν γὰρ σφοδρῶς θερμαίνοντα διαφορήσαντα βιαίως τὸ παρακείμενον καὶ περιεχόμενον ἐν τοῖς μορίοις ὑγρὸν, ἀποξηραίνει τὸ ὑπόλοιπον, ὡς ἀνίατον γενέσθαι· τὰ δὲ σφοδρῶς ξηραίνοντα, κᾂν μὴ θερμαίνῃ ταῦτα, οὐδὲ διὰ μέσου τοῦ κενοῦντος τὸ λεπτομερὲς, ἀλλ’ ἄντικρύς τε καὶ κατὰ τὴν ἑαυτῶν φύσιν εἰς ἄκρον ξηρότητος προσάγει τὸ ἐσφηνωμένον ἐν τοῖς σκιῤῥουμένοις ῥεῦμα. μόνα τοίνυν ὅσα θερμαίνει μὲν, οὐ μὴν σφοδρῶς, ἅμα τῷ μηδὲ ξηραίνειν ἰσχυρῶς ἰᾶται τὰς τοιαύτας διαθέσεις, καὶ καλεῖται τὰ τοιαῦτα φάρμακα μαλακτικὰ, καθ’ ἕνα καιρὸν ἄμφω δρῶντα καὶ χέοντα τὸ πεπηγὸς καὶ κατὰ βραχὺ διαφοροῦντα.
8. Θερμὰ τοίνυν ἐστὶ καὶ οὐ πάνυ τι ξηρὰ πάντα τὰ τοιαῦτα φάρμακα, διαφέροντα τῶν ἐκπυϊσκόντων, τῷ θερμότερα ὑπάρχειν αὐτῶν καὶ ξηρότερα. τὰ μὲν γὰρ σύμφυλόν τε καὶ ὁμοιοτάτην ἔχει τοῖς σώμασιν ἡμῶν τὴν θερμότητα, τὰ δὲ μαλάττοντα σφοδρότερα μὲν, οὐ
ἐστὶ μαλακτικὰ, τῷ ποιῷ μᾶλλον. ὥσπερ γὰρ εἰ κατὰ τοῦ τῆς ἐκπυήσεως δεομένου μορίου δυνατὸν ἦν ἐπιβεβλημένας ἔχειν ἀεὶ τὰς χεῖρας ἤ τι μέλος ἄλλο, τάχιστα ἂν οὕτως διεπύησε, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὸ φάρμακον ὁμοιότατον εἴη τῇ κράσει τοῦ ἀνθρώπου, τάχιστα συμπέψει τὸ δεόμενον εἰς πῦον μεταβληθῆναι. δεῖται δὲ ποτὲ μὲν ἡ σὰρξ ὅταν θλασθῇ, ποτὲ δὲ ὁ τὴν φλεγμονὴν ἐργαζόμενος χυμός.
9. Καὶ μέν γε ὡς ἐμπλαστικὸν εἶναι χρὴ τὸ τοιοῦτον φάρμακον, ἵν’ ἀκριβῶς ᾖ διαπυητικὸν, ἤδη μοι καὶ τοῦτο δοκῶ φαίνεσθαι σαφῶς. εἰ γὰρ τὴν οὐσίαν αὐξῆσαι. τῆς ἐμφύτου θερμότητος, οὐκ ἐπιθεῖναι προσήκει τὴν ποιότητα, πεφράχθαι χρὴ τοὺς πόρους τοῦ σώματος, ἵν’ ἔνδον ἀποστέγωσι τὰς ἀτμώδεις διαπνοάς. ὡς ὅσα γε τῶν καταπλασμάτων ἢ τῷ ῥύπτειν ἢ τῷ θερμαίνειν σφοδρότερον ἐπιτρέπει διαφορεῖσθαι τοὺς ἀτμοὺς, ξηραίνει μὲν, οὐ μὴν ἐμπυΐσκει γε. τοιαῦτα δ’ ἐστὶ τό τε τῶν κριθῶν καὶ τῶν ἐρεβίνθων καὶ τὸ τῆς τήλεως καὶ τὸ τῶν κυάμων ἄλευρον,
δριμύτερα γίγνεται σφῶν αὐτῶν καὶ ξηρότερα. καὶ μὲν δὴ καὶ τὸ Σικυώνιον ἔλαιον ἐκ τοῦ γένους ἐστὶ τούτου, καὶ τὸ παλαιὸν οὐχ ἥκιστα, καὶ τῶν σκευαζομένων τὸ σούσινον. ἀλλὰ γὰρ οὐ περὶ τῶν συνθέτων λέγειν ἐν τῷδε πρόκειται. ἔπειτα καὶ ἀλθαίας ῥίζα καὶ ἀγρίου σικύου καὶ ἄλλα ἄττα φυτὰ καθεψηθέντα τὰ μὲν ἐν ἐλαίῳ, τὰ δὲ ἐν ὕδατι τῆς τῶν φαρμάκων γίγνεται τῶν μαλακτικῶν δυνάμεως, ὥσπερ οὖν καὶ τῆς ἀγρίας μαλάχης τὰ φύλλα, καὶ ὠμὰ καὶ ἑφθά. τοῦτο μὲν οὖν ἐστιν ἁπλοῦν φάρμακον, ὥσπερ τὸ στέαρ τὸ χοίρειον, τὸ παλαιωθέν. οὐ χρὴ δὲ ἔχειν ἁλῶν οὐδὲ τοῦτο, καθάπερ οὐδὲ τἄλλα ὅσα μαλάττει· ξηραίνουσι γὰρ σφοδρῶς οἱ ἅλες. ὅσα δ’ ἄλλα μαλάττειν πέφυκεν, ἁπλᾶ τε καὶ σύνθετα φάρμακα, λεχθήσεται γὰρ αὖθις κἀκεῖνα, θερμὰ μέν ἐστιν ἐκ τῆς δευτέρας ἢ τρίτης ἐνίοτε τάξεως, ἀτρέμα δὲ ξηρά. χρὴ μέν τι καὶ τούτοις ἐμπλαστικὸν ὑπάρχειν, ὥσπερ καὶ τοῖς διαπυητικοῖς, ἀλλ’ ὅσῳ κενωτικώτερα προσῆκεν ὑπάρχειν αὐτὰ, τοσούτῳ καὶ ἧττον ἐμπλάττεσθαι τοῖς πόροις.
10. Ἡ μὲν δὴ τῶν μαλαττόντων φαρμάκων δύναμις αὐτάρκως μοι δεδήλωται, περὶ δὲ τῶν σκληρυνόντων ἐφεξῆς δίειμι. χρὴ τοίνυν εἶναι ταῦτα ψυχρὰ καὶ ὑγρὰ, καθάπερ ἀείζωόν τέ ἐστι καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τ’ ἐπὶ τῶν τελμάτων φακὸς, ἢ τὸ στρύχνον, ἢ τοῦτο μὲν οὐδὲ ὑγρόν ἐστι τὴν κρᾶσιν, ἀλλὰ μέσον ὑγραίνοντος ἁπλῶς καὶ ξηραίνοντος ἐξ ἐναντίων συγκείμενον δυνάμεων, ὑγραινούσης τε καὶ ξηραινούσης, ὅτι καὶ διττῆς οὐσίας μετέχει, γεώδους τε καὶ ὑδατώδους. ἀλλ’ οὐ πρόκειταί μοι νῦν ἐπὶ τὴν κατὰ μέρος ὕλην ἀπάγειν τὸν λόγον, ἀλλὰ τὰς γενικὰς μόνον ἀφορίσασθαι δυνάμεις. εἰ μὲν δή τι καὶ ψύχει καὶ ξηραίνει, σκληρύνει μὲν καὶ τοῦτο πάντως, ἀλλ’ οὐκ ἔστι τῶν ἰδίων σκληρυντικῶν. πήξει γὰρ μᾶλλον ἢ κενώσει τὸ σκληρὸν γίγνεται σῶμα, καθότι καὶ πρόσθεν ἐλέγομεν. εἴ τι δὲ ἐκ τοῦ τὴν σύμφυτον ὑγρότητα μὴ κατέχειν σκληρυνθῇ, ξηρὸν μᾶλλον τοῦτο προσαγορεύομεν ἢ σκληρὸν, καὶ ἡ ἴασις αὐτοῦ δίανσίς τε καὶ ὕγρανσίς ἐστι, καὶ οὐ μάλαξις,
ὥσπερ καὶ τοῦ συντεταμένου μὲν ἡ ἴασις χάλασίς ἐστι, τοῦ κεχαλασμένου δὲ σύντασις.
11. Ταῦτα δὲ ὁρᾶται σαφῶς πῶς ἐστι καὶ ἐπὶ τοῦ δέρματος μὲν, ὥσπερ καὶ πρὸς Ἱπποκράτους εἴρηται, δέρματος σκληροῦ μάλθαξις, συντεταμένου δὲ χάλασις, οὐ μὴν ἀλλὰ κᾀπὶ τῶν ἄρθρων πολλάκις. ἡ μὲν οὖν χάλασις ὑγρανθέντων ἀμέτρως τῶν ἀμφ’ αὐτὰ συνδέσμων ἀποτελεῖται καὶ τῶν τενόντων, ἡ δὲ σύντασις οὐκέθ’ ἁπλῶς, ἀλλ’ εἴ τι ξηραινομένων ἐπιπλέον, ἢ ψυχομένων, ἢ φλεγμαινόντων, ἢ σκιῤῥουμένων. κατ’ ἄρθρα μὲν οὕτως· ἐπὶ δὲ τοῦ δέρματος οὐχ οὕτω μόνον, ἀλλὰ καὶ τῶν ἐντὸς αὐτοῦ μυῶν καθ’ ὁντιναοῦν τρόπον εἰς ὄγκον αὐξανομένων, ὥστε καὶ διὰ πολυσαρκίαν τισὶν ἐκτείνεται πολλάκις. ὅτι δὲ κᾀν ταῖς φλεγμοναῖς ταὐτὸ τοῦτο πάσχει λέλεκται πρόσθεν, ὅθεν οὔθ’ ἁπλῶς ἕν τι τῶν χαλαστικῶν ἐστιν εἶδος βοηθημάτων, ἀλλὰ τὰ μὲν ὑγραίνοντα χαλᾷ, τὰ δὲ θερμαίνοντα, τὰ δὲ μαλάττοντα, τὰ δὲ κενοῦντα, τὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους καθαίροντα, τὰ δέ τινα τούτων κατὰ συζυγίαν ἐργαζόμενα.
ὡς καὶ τῇ συστάσει γεῶδες, ἢ γλίσχρον γε πάντως εἶναι χρὴ τὸ ἐμπλαστικόν.
12. Ἀλλὰ περὶ μὲν τούτων καὶ πρόσθεν αὐτάρκως εἴρηται. τὸ δ’ ἐναντίον αὐτῷ λέγοιτο μὲν ἂν ἐκκαθαρτικὸν, ἢ ἐκφρακτικὸν τῶν πόρων, ὥσπερ γε καὶ αὐτὸ τὸ ἐμπλαστικὸν οὐκ ἐμπλαστικὸν μόνον, ἀλλὰ καὶ ἐμφρακτικόν. εἴη δ’ ἂν ὥσπερ τοῖς ἔργοις ἐναντίον, οὕτω καὶ τῇ φύσει τοῦ σώματος οὔτε γλίσχρον οὔτε ἄδηκτον, ἀλλὰ νιτρῶδές τε καὶ λεπτομερές. ἐν γὰρ δὴ τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρει, τῷ γένει τῆς οὐσίας οὐ διαφέροντα, τά τ’ ἐμπλαστικὰ τῶν ῥύπον ἐπιτρεφόντων καὶ τὰ τῶν πόρων ἀνακαθαρτικὰ τῶν ῥυπτικῶν. ὅσα μὲν γὰρ τὸν ἐπιπολῆς ἀφαιρεῖ ῥύπον, εἴτ’ οὖν ἑλκῶν εἴτε καὶ τοῦ δέρματος αὐτοῦ, ῥυπτικὰ προσαγορεύεται· τὰ δὲ καὶ τοὺς πόρους ἐκκαθαίροντα λεπτομερέστερά τέ ἐστιν τούτων καὶ τοῖς ἐμπλαστικοῖς ἐναντία, καὶ διὰ τοῦτο ἐκφρακτικά τε καὶ καθαρτικὰ τῶν πόρων ὀνομάζεται. ἔστι δὲ ταῦτα νιτρώδη τε καὶ πικρὰ, καὶ κατὰ μὲν τοῦ δέρματος ἔξωθεν ἐπιτιθέμενα
ἅπασι, παχεῖς καὶ γλίσχρους ἐργάζεσθαι τοὺς κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου χυμούς. ὥστ’ οὐδὲ τῶν ἐκ θώρακός τε καὶ πνεύμονος ἤτοι φλεγματωδῶν, ἢ γλίσχρων, ἢ πύου τμητικώτερα καὶ λεπτυντικώτερα καὶ πρὸς τὴν ἀναγωγὴν ἐπιτηδειότερα δύναιο ἂν εὑρεῖν ἕτερα πρὸ τούτων φάρμακα. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν ὑπάρχει καὶ τὰς κατὰ σπλῆνα τὰς μετρίας· αἱ δ’ ἰσχυρότεραι σφοδροτέρων φαρμάκων προσδέονται, καππάρεως φλοιοῦ καὶ μυρίκης ῥιζῶν, σκολοπενδρίου τε καὶ σκίλλης καὶ τῆς δι’ αὐτὸ δὴ τοῦτο προσαγορευομένης ἀσπλήνου πόας. διαφόρως δὲ καὶ αὐτοῖς τούτοις ἐστὶ χρηστέον ἐφ’ ἑκάστου τῶν σπλάγχνων· ἐπὶ μὲν ἥπατος αὐτοῖς καθ’ ἑαυτὰ μόνοις, ἐπὶ δὲ σπληνὸς ὄξει μιγνύντας ἢ ἐναφέψοντας, ἐπὶ δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα καὶ μελικράτῳ καὶ πτισάνῃ καὶ ὀξυμέλιτι καὶ τῶν οἴνων τοῖς γλυκέσιν. ἔστι δὲ καὶ ταῦτα τῆς θεραπευτικῆς ἤδη μεθόδου· διὸ καὶ παρίημι τό γε νῦν ἔχον τοὺς ὑπὲρ αὐτῶν λογισμούς. ἔν τε γὰρ ἐκείνῃ τῇ πραγματείᾳ κᾀν τῇ περὶ συνθέσεως φαρμάκων εἰρήσονται.
13. Ἅπερ δ’ ἐστὶν ἀναγκαῖον ἔτι προσεπισημήνασθαί με τοῖς λεγομένοις εἰρήσεται μόνον, ὡς ἐπειδὰν πλέονα οὔρησιν κινῆσαι βουληθῶμεν, οὐ πάνυ τι τοῖς εἰρημένοις φαρμάκοις χρηστέον ἐστὶν, ἀλλὰ τοῖς δριμυτέροις τε ἅμα καὶ μᾶλλον θερμαίνουσιν. εἴρηται γὰρ ἔμπροσθεν ὡς τὸ δριμὺ πᾶν θερμόν ἐστιν. ἔστι δὲ τοιαῦτα σελίνου σπέρμα καὶ πετροσελίνου καὶ μαράθρου καὶ δαύκου καὶ ἀγριοσελίνου καὶ σμυρνίου, καὶ δὴ καὶ τὸ σέσελι καὶ τὸ ἄμμι καὶ τὸ φοῦ καὶ τὸ μέον, ἄσαρόν τε καὶ ἄκορον, ὑφ’ ὧν οὐ λεπτύνεται μόνον, ἀλλὰ καὶ χεῖται καὶ διακρίνεται τὸ αἷμα παραπλησίως τῷ γάλακτι, τοῦ μὲν ὀῤῥώδους καὶ λεπτοῦ ἀποχωριζομένου καθ’ ἑαυτὸ, τοῦ δ’ αὖ παχυτέρου συνισταμένου τε πρὸς ἑαυτὸ καὶ ἀκριβῶς ἑνουμένου. πρὸς γὰρ δὴ τὸ ῥᾳδίως ἐπισπᾶσθαι τοὺς νεφροὺς ὅσον ὑδατῶδές τ’ ἐστὶ καὶ λεπτὸν καὶ ὀῤῥῶδες ἐν αἵματι ταῦτ’ ἄμφω συντελεῖ, χύσις μὲν αὐτοῦ τοῦ αἵματος ὅλου τὸ πρῶτον, ἐφεξῆς δ’ αὐτῇ διάκρισις, ὧν οὐδὲν ἄνευ θερμότητος ἰσχυρᾶς ἐνδέχεται γενέσθαι. καὶ διὰ τοῦτο ταῖς ἐκ τοῦ θώρακος ἀναπτύσεσιν τοῦ πύου τὰ τοιαῦτα πάντα ἀντιπράττει. φύσις γὰρ
κεκαυμένη, καὶ τὸ διὰ τῆς σκίλλης ὄξος, ὅσα τ’ ἄλλα τοιαῦτα. Θεσσαλὸς δ’ ὁ σκαιότατος ὥσπερ εἰς τἄλλα τῆς τέχνης ὑβρίζει πλημμελῶς, οὕτω καὶ ταῦτα διασύρειν ἐπιχειρεῖ, μηδὲν εἶναι νομίζων φάρμακον ἰδίως ἡπατικὸν, ἢ νεφριτικὸν, ἢ πλευριτικόν.
14. Ἀλλὰ τὰ μὲν ἐκείνου πλημμελήματα δι’ ἑτέρων γραμμάτων ἐπεδείξαμεν· ἐν δὲ τῷ παρόντι λόγῳ τὰς ὑπολοίπους τῶν ἁπλῶν φαρμάκων ἐξηγησόμεθα δυνάμεις, ἀπὸ τῶν ἀραιωτικῶν τε καὶ ἀναστομωτικῶν αὖθις ἀρξάμενοι. δοκεῖ γὰρ δὴ καὶ ταῦτα πλησιάζειν μέν πως τοῖς προειρημένοις, ὅσα ῥύπτειν καὶ τέμνειν ἐκφράττειν τε καὶ διαιρεῖν ἔφαμεν, οὐ μὴν πάντῃ γε ὡμοιῶσθαι. πρῶτον μὲν οὖν καὶ τούτων τὰς ἐννοίας διοριστέον, εἶθ’ οὕτως τὰς οὐσίας ζητητέον. ὅσα μὲν δὴ τοὺς κατὰ τὸ δέρμα πόρους ἀνοίγνυσιν ἀραιωτικὰ προσαγορεύουσιν, ὅσα δὲ τὰ στόματα τῶν ἀγγείων, ἀναστομωτικά. καὶ δὴ καὶ τῶν ἐναντίων αὐτοῖς, εἰ μέν τι συνάγει τοὺς πόρους, πυκνωτικὸν ὀνομάζουσιν, εἰ δέ τι κλείει τὸ στόμιον, ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν
μέντοι μήτ’ ἄγαν αὐτὰ θερμὰ ταῖς κράσεσιν εἶναι, δριμέα γὰρ ἤδη ταῦτα καὶ φρίττειν ἀναγκάζει, μήτε ξηραντικά. καὶ γὰρ καὶ ταῦτα συντηκτικά τ’ ἐστὶ καὶ ὀδυνηρὰ τῶν αἰσθητικῶν σωμάτων.
15. Ὅσα τοίνυν ἀλύπως θερμαίνει, ταῦτα ἀραιωτικὰ μόνον ὑπάρχει τῶν πάντων· εἰ δὲ μὴ θερμὰ μόνον, ἀλλὰ καὶ παχυμερῆ ταῖς συστάσεσιν εἴη, σφοδρὰ μὲν ὑπάρχοντα καὶ καυστικὰ συντήκει τε τὰ σώματα δίκην πυρὸς, ἐσχάρας τε πολλάκις ὁμοίας ταῖς ἀπὸ τῶν καυστήρων ἐργάζεται. ἧττον δ’ ἢ ὥστε καίειν θερμαίνοντα τῆς ἀναστομωτικῆς ἐστι δυνάμεως, ὥστ’ εἶναι τῶν ἀναστομωτικὸν φάρμακον τῇ μὲν οὐσίᾳ γεῶδές τε ἅμα καὶ πυρῶδες, εἰς τοσοῦτον δ’ ἧκον θερμότητος ὡς μήπω καίειν. εἰ δὲ καυστικόν τε ἅμα καὶ μὴ μέντοι σφοδρῶς εἴη, καὶ προσέτι λεπτομερὲς, ἤτοι παντάπασιν ἄδηκτον ἔσται τὸ τοιοῦτον, ἢ μετ’ ὀλίγης δήξεως καὶ ὀδύνης ἀποτήξει τι τῶν σαρκωδῶν μορίων. τῷ γὰρ μήτ’ ἀλλοιοῦν ἀθρόως, ὥσπερ τὰ σφόδρα θερμὰ, μήτε μόλις διεξέρχεσθαι, καθάπερ τὰ παχυμερῆ,
ὅθεν καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς, καὶ τὰ τῆς ῥοιᾶς λέμματα ξηρὰ, καὶ πάνθ’ ὅσα τοιαῦτα τῶν ἐπουλωτικῶν φαρμάκων ἐστίν.
16. Συγκέχυται δὲ παρὰ τοῖς πολλοῖς τῶν ἰατρῶν οὐχ ἡ προσηγορία μόνον, ἀλλὰ καὶ ἡ τῆς δυνάμεως γνῶσις ἁπάντων τῶν τοιούτων φαρμάκων. ἐπουλωτικὰ γὰρ ὀνομάζουσιν ἐνίοτε καὶ τὰ καθαιρετικὰ καὶ συντηκτικὰ τῆς σαρκὸς, ὅτι χρωμένων ἡμῶν καὶ τούτοις πολλάκις εἰς οὐλὴν ἀφικνεῖται τὰ ἕλκη, ἀλλ’ οὔτε πρώτως οὔτε κατὰ τὴν οἰκείαν αὑτῶν δύναμιν, οὔτ’ ἐπὶ πάσῃ χρήσει τοῦτο γίνεται. χνοώδη γὰρ ἀκριβῶς τὰ τοιαῦτα φάρμακα διὰ τοῦ τῆς μύλης πυρῆνος ἐπικυλιομένου ταῖς σαρξὶν εἰς οὐλὴν ἄγει τὰ ἕλκη. εἰ δὲ βραχεῖ πλείονι χρήσαιο, καὶ δάκνει καὶ συντήκει τὴν σάρκα καὶ κοῖλον ἐργάζεται τὸ ἕλκος ἐναντίον τοῖς ὄντως ἐπουλωτικοῖς. εἰ μὴ γὰρ ἀξιόλογον ἐκείνων ἐπιθείης, οὐδὲν ἀνύσει. πρόκειται μὲν γὰρ ἐν ταῖς τῶν ἰσοπέδων ἑλκῶν ἐπουλώσεσιν ἀλλοιῶσαί τε τὴν σάρκα καὶ δέρμα ποιῆσαι. γίνεται δὲ τοῦτο διὰ τῶν συνάγειν αὐτὴν καὶ σφίγγειν
τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ᾗ κεκοινώνηκε πολλαχόθι τουτὶ τὸ βιβλίον, ὡς καὶ κατὰ τὴν ἀρχὴν αὐτοῦ προείρηται. διό μοι δοκῶ καταπαύσας ἤδη τὸν περὶ τούτων λόγον ἐφ’ ἕτερόν τι γένος δυνάμεων μεταβήσεσθαι τῶν ἑλκτικῶν τε καὶ ἀποκρουστικῶν ὀνομαζομένων.
17. Ἑλκτικαὶ μὲν οὖν εἰσιν ὅσαι τὰ κατὰ βάθος ἐπισπῶνται σφοδρότερον. ἀποκρουστικαὶ δὲ ὅσαι πρὸς τὸ βάθος ἀπελαύνουσι τοὺς πλησιάζοντας ἐν αὐταῖς χυμούς. ἡ δ’ οὐσία τῶν μὲν θερμή τ’ ἐστὶν καὶ λεπτομερὴς, τῶν δ’ ἔμπαλιν ψυχρά τε καὶ παχυμερής. ἕλκει μὲν γὰρ ἀεὶ τὸ θερμὸν, ἀποκρούεται δὲ τὸ ψυχρόν. ἀλλὰ τὸ μὲν λεπτομερὲς θερμὸν ἕλκει σφοδρότερον, τὸ δὲ παχυμερὲς ψυχρὸν, οἷόν περ τὸ στῦφον ὠθεῖ βιαιότερον. ἐξ οὖν τοῦ σφοδροῦ τῆς ἐνεργείας ἑκατέρῳ τοὔνομα. ἡ μὲν δὴ τῶν στυφόντων ὕλη πρόδηλος· ἡ δὲ τῶν ἑλκτικῶν ἡ μὲν τις αὐτοφυής ἐστιν, ἡ δ’ ἐκ σηπεδόνος ὀξυνούσης ἔχει τὴν γένεσιν, αὐτοφυὴς μὲν ἥ τε τοῦ δικτάμου καὶ ἡ τῆς προπόλεως καὶ θαψίας καὶ ἡ τοῦ σαγαπηνοῦ καὶ ἡ τῶν ὀπῶν
ὑπάρχει, καὶ ὡς ἂν προσειληφὸς σύμμαχον τῇ ὁμοιότητι τὴν θερμότητα. δυσὶ γὰρ αἰτίαις ἕλκον τὸ τοιοῦτο πλεονεκτήσει τοῦ κατὰ τὴν ἑτέραν μόνην ἐπισπωμένου. διοίσει δ’ οὐδὲν ἐπισπαστικὴν λέγειν ἢ ἑλκτικὴν ἢ ἑλκυστικὴν δύναμιν.
18. Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, μεταβῶμεν ἐπὶ τὰς ἀλεξητηρίους τε καὶ ἀλεξιφαρμάκους ὀνομαζομένας δυνάμεις. ἔστι δὲ καὶ τούτων ἡ φύσις διττὴ, τῶν μὲν ἀλλοιούντων, τῶν δ’ ἐκκενούντων τοῦ πεπονθότος σώματος ἢ τὸν φθαρτικὸν ἰὸν ἢ τὸ δηλητήριον φάρμακον. ἀλλοιοῖ μὲν οὖν ἤτοι κατά τινα ποιότητα μίαν ἢ συζυγίαν ἐκ δυοῖν ἢ κατὰ τὰς ὅλας οὐσίας, ἐκκενοῖ δὲ τῇ τῆς ὅλης οὐσίας ὁμοιότητι καὶ τῇ λεπτομερεῖ θερμότητι. τέτταρες οὖν αἱ πᾶσαι διαφοραὶ γενήσονται τῆς ἐξ αὐτῶν ὠφελείας, δύο μὲν ἀλλοιωτικαὶ καὶ δύο κενωτικαί. καὶ ἡ μὲν δὴ τῇ τῆς ποιότητος ἐναντιώσει βοηθοῦσα πρόδηλος. εἰ μὲν γὰρ ψυχρὸν εἴη τὸ δηλητήριον φάρμακον, ἢ ὁ ἰὸς ὁ τοῦ ζώου, πρὸς τῶν θερμαινόντων ὠφεληθήσονται φαρμάκων·
τῶν ὠφελούντων. εἴτε δὲ δηλητηρίους δυνάμεις, εἴτε φθαρτικὰς, εἴτε φθοροποιοὺς, εἴτε ὁπωσοῦν ἐθέλοις ἄλλως καλεῖν, οὐ διοίσει, κατὰ ταὐτὰ δὲ κᾂν ἀλεξητηρίους ἢ ἀλεξιφαρμάκους. οὐ μὴν οὐδ’ εἰ τὰς μὲν τῶν ἰοβόλων θηρίων ἰατικὰς ἀλεξητηρίους ἐθέλοι τις ὀνομάζειν, τὰς δὲ τῶν δηλητηρίων ἀλεξιφαρμάκους, ὥσπερ ἤδη τινὲς ἠξίωσαν, οὐδὲ πρὸς τούτους ἀμφισβητέον ὑπὲρ τῶν ὀνομάτων. οὐ γὰρ ἐκ τούτων τὸ προσηκόντως ἰᾶσθαι τὰς νόσους, ἀλλ’ ἐκ τῆς τῶν πραγμάτων παραγίγνεται ἐπιστήμης.
19. Ἐπεὶ δὲ καὶ περὶ τούτων ὅσον εἰς τὰ παρόντα συμμέτρως εἴρηται, ἤδη μεταβῶμεν ἑξῆς ἐπὶ τὸν τῶν ἀνωδύνων τε καὶ παρηγορικῶν ἢ πραϋντικῶν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι δυνάμεων λόγον. ἀνώδυνος οὖν δύναμις ἡ μέν τις ὄντως ἐστὶν, ἡ δὲ λέγεται μόνον, ὡς εἰ καὶ τὸν νεκρὸν ἄνθρωπον ἀνώδυνον εἴποι τις. ἡ μὲν οὖν ὄντως ἀνώδυνος ἡ τῶν θερμαινόντων ἐστὶ κατὰ τὴν πρώτην τάξιν, ὅταν ἐν οὐσίᾳ λεπτομερεῖ περιέχηται. ἡ δὲ τῶν λεγομένων ψυχρῶν, ὅταν ἀκραιφνεῖ ψύξει χρώμενα ναρκώσῃ
ταῖς ὅλαις οὐσίαις ἐναντία καθεστῶτα, ἢ κατὰ μίαν ἢ δύο ποιότητας ὑπαλλάττοντα τὴν κρᾶσιν.
20. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα, καιρὸς ἂν εἴη τὰ κεφάλαια τῶν εἰρημένων ἀναλαβόντα προσθεῖναι τὰ δοκοῦντα λείπειν τῷ λόγῳ. κατὰ μὲν γὰρ αὐτὴν τὴν ἀλήθειαν οὐδὲν ὑπόλοιπόν ἐστι, πασῶν μὲν ἤδη τῶν δευτέρων δυνάμεων εἰρημένων, ὁποῖαί τινές εἰσι κατὰ γένος, οὐκ ὀλίγων δὲ καὶ τῶν κατ’ εἶδος αὐταῖς προσκειμένων ὥσπερ παραδείγματα, ἀφ’ ὧν ἄν τις ὁρμώμενος ἐπέρχεσθαι δύναιτο τὰς ὑπολοίπους. ἀλλ’ ἕνεκα σαφηνείας οὐδὲν ἂν εἴη χεῖρον ἐν κεφαλαίοις βραχέσιν ἀναλαβεῖν ὑπὲρ αὐτῶν. αὐτίκα γέ τι καὶ καθαρτικήν τινα δύναμιν ὀνομάζουσιν ἅπαντες, οὐ μὲν παρακολουθοῦσί γε πάντες ὁμοίως ὅτι δύο σημαίνει τοὔνομα, τὸ μέν τι κοινὸν ἐπὶ πᾶσι τοῖς ὁπωσοῦν ἐκκαθαίρουσι τὰ τοῦ ζώου περιττώματα, τὸ δέ τι κατ’ ἐξοχὴν ἐπὶ τοῖς δι’ ἐμέτων ἢ ὑπαγωγῆς γαστρός· οὐδ’ ὡς ὁμογενής ἐστι ταῖς τοιαύταις καθάρσεσιν, ἤτοι διὰ ῥινῶν καὶ
τε τοῖς προτρέπουσι καὶ παύουσι καταμήνιά τε καὶ γάλα καὶ. σπέρμα. παράκειται δέ πως αὐτοῖς τά τ’ οὐρητικὰ καὶ τὰ βηχικὰ, διὸ καὶ λεκτέον ὑπὲρ ἑκάστων ἐν μέρει.
21. Γάλακτος καὶ σπέρματος ποιητικαὶ δυνάμεις εἰσὶν αἱ μὲν ἐν φαρμάκοις μόνον, αἱ δὲ καὶ ἐν τροφαῖς. ἐν φαρμάκοις μὲν, ἐπειδὰν τοὺς φλεγματικοὺς χυμοὺς ἐκθερμαίνοντες εἰς αἷμα μεταβάλλωμεν, ἐν τροφαῖς δὲ κατὰ τὴν τῆς ὅλης οὐσίας ὁμοιότητα, κᾀπειδὰν εὔχυμοί τε καὶ ὑγραὶ μετρίως ὦσι καὶ θερμότητος χλιαρᾶς, οἵας πέρ ἐστι καὶ τὸ γάλα. συμμέτρου μὲν γὰρ τῷ ζώῳ θερμότητος τὸ αἷμα μετέχει, πλείονος δὲ ἢ κατὰ τὸ μέτρον ἡ ξανθὴ χολὴ καθάπερ τὸ φλέγμα ψυχρότητος. ἐν τῷ μέσῳ δ’ ἐστὶ φλέγματός τε καὶ αἵματος ὅσον ἐπὶ τῇ θερμότητι τὸ γάλα, οὐ μὴν ἶσόν γε ἀφέστηκεν ἑκατέρου, ἀλλ’ ἔστιν ποῤῥώτερον μὲν τοῦ φλέγματος, ἐγγύτερον δὲ τοῦ αἵματος. ὅταν οὖν ἐνδεῶς ἀθροίζηται τὸ γάλα κατὰ τοὺς μαστοὺς, ἐθέλῃς δὲ πλέον γενέσθαι, διάσκεψαι περὶ τοῦ αἵματος· ἤτοι γὰρ ἔλασσόν ἐστι τοῦ προσήκοντος ἢ μοχθηρότερον. τὸ μὲν
ἔχειν γεννητικὰς δυνάμεις εἰκότως ἐλέχθη. ταυτὶ μὲν οὖν ὀλίγα τὸν ἀριθμόν. οὐδὲ γὰρ οὐδὲ ῥᾳδίως ἐστὶ τῆς προειρημένης ἐν τῇ κράσει συμμετρίας ἐπιτυχεῖν. ἄπειρα δὲ, ὡς ἂν οὕτω τις εἴποι, καὶ ἀπερίληπτα ὅσα βλάπτει γάλα· καὶ γὰρ ὅσα πλέον ἢ χρὴ θερμαίνει, καὶ ὅσα ξηραίνει καὶ ὅσα ψύχει, τὰ μὲν τῇ ποιότητι τοῦ αἵματος λυμαινόμενα, τὰ δὲ τὴν οὐσίαν ὅλην ἐλάττονα ποιοῦντα, κωλύει γενέσθαι τὸ γάλα.
22. Παραπλησίαν δὲ τοῖς εἰρημένοις ἔχει δύναμιν ὅσα προτρέπειν ἢ παύειν ἐπιμήνια πέφυκεν. ὕλη γὰρ ἀμφοῖν κοινὴ τὸ ἐν ταῖς φλεψὶν αἷμα. τοῦτο οὖν ὅταν εὔρουν τε ἅμα καὶ τῇ ποσότητι σύμμετρον ὑπάρχῃ, χορηγίαν ἄφθονον ἑκατέρῳ παρέχει. καὶ μὲν δὴ καὶ διότι κοιναὶ μαστοῖς τε καὶ ὑστέραις οὐ μικραὶ φλέβες εἰσὶν, καὶ τίνες αὗται τυγχάνουσιν οὖσαι, λέλεκται δι’ ἑτέρων. ταῦτά τοι κᾀπειδὰν ἐπὶ θάτερα τῶν μορίων φέρηται τὸ αἷμα, ξηραίνεται θάτερα. καὶ διὰ τοῦθ’ ὅσαις τὰ καταμήνια φέρεται συμμέτρως, οὐκ ἀθροίζουσιν ἐν μαστοῖς τὸ γάλα, καὶ ὅσαις
γάλα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐδὲ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν ἐπιτήδεια τὰ ξηραίνοντα. δεῖται γὰρ κᾀκεῖνα τέμνεσθαι μὲν, μὴ ξηραίνεσθαι δὲ, καθάπερ γε οἱ κατὰ νεφροὺς καὶ κύστιν λίθοι. λέλεκται δὲ ὑπὲρ τῶν τοιούτων φαρμάκων ἔμπροσθεν.
23. Ὥσπερ δὲ γάλακτος, οὕτω καὶ σπέρματος εἰώθασιν ὀνομάζειν ἔνια μὲν γεννητικὰ, καὶ τούτοις ἐναντία τὰ σβεστικὰ, προκλητικὰ δ’ ἕτερα, καὶ τούτοις ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν ἐστι τὰ γεννῶντα τὸ μὴ πρότερον ὑπάρχον, σβεστικὰ δὲ τὰ φθείροντα· προκλητικὰ δὲ τὰ τὸ συνηθροισμένον ἐν βάθει πρὸς τοὐμφανὲς ἄγοντα, καὶ τούτοις ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν σπέρματός ἐστιν ἐδέσματα ὅσα τρόφιμά τε ἅμα καὶ φυσώδη καὶ ταῖς ὅλαις οὐσίαις ἐστὶν οἰκεῖα· φάρμακα δ’ ὅσα πνευματώδη καὶ θερμά· σβεστικὰ δὲ τὰ ξηραίνοντα πάντα καὶ τὰ ψύχοντα πάντα καὶ ταῖς οὐσίαις ἐναντία, καὶ μὲν δὴ καὶ προκλητικὰ μὲν ὅσα φυσώδη τ’ ἐστὶ καὶ θερμὰ χωρὶς τοῦ ξηραίνειν, ἐπισχετικὰ δὲ τὰ ἐναντία. τῆς γὰρ τοῦ σπέρματος
ἀνάλογον ἔχοντα τοῖς ὀξυδορκικοῖς, τῷ δ’ ἔργῳ καὶ τῇ δυνάμει παραπλήσια.
24. Ἐπεὶ δὲ καὶ ἀπὸ μορίων τοῦ σώματος τινὰς ἐλέγομεν ὠνομάσθαι δυνάμεις, οὐ χεῖρον ἂν εἴη καὶ περὶ τούτων διελθεῖν. οὔτε γὰρ, ὡς ἂν οἰηθείη τις, ἐπὶ πάντων ἁρμόττουσι τῶν παθῶν τοῦ μέρους οὔτ’ ἐφ’ ἑνὸς οὕτω τινὸς ὡς ἕτερον ὀνῆσαι μηδὲν, ἀλλ’ ἤτοι τὸ πλειστάκις, ἢ τῷ μάλιστα ἐνεργεῖν ἐπὶ τοῦδέ τινος τοῦ μέρους, ἀπ’ αὐτοῦ τὴν προσηγορίαν ἔσχον. ὀφθαλμικαὶ μὲν, ἐπειδὴ καὶ μάλιστα καὶ πλειστάκις ἐπ’ ὀφθαλμῶν αὐταῖς χρώμεθα, καθάπερ τῷ γε διὰ ῥόδων κολλυρίῳ καὶ τῷ διὰ πομφόλυγος καὶ τῷ κνίκῳ προσαγορευομένῳ καὶ τῷ λιβανίῳ καὶ τοῖς ἄλλοις ἅπασιν, οἷς ἔνεστι μὲν χρήσασθαι καὶ ὤτων πασχόντων καὶ στομάτων καὶ ῥινὸς αἰδοίου τε καὶ ἕδρας, οὐ μὴν οὔθ’ οὕτω πολλάκις οὔθ’ οὕτως ὠφελίμως. ἡπατικὰς δ’ αὖ καὶ σπληνικὰς καὶ πλευριτικὰς καὶ στομαχικὰς, ἐπειδὴ καὶ ταύτας, ἕκαστον τῶν εἰρημένων ὠφελούσας ὁρῶμεν μάλιστά τε καὶ πλειστάκις. ἥτις δ’ αἰτία τῆς ὠφελείας
ἐστὶν, ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ ῥηθήσεται, καθ’ ἣν καὶ τἄλλα πάντα περὶ τῆς τῶν φαρμάκων χρήσεως ἐπέξιμεν, ὥστ’ οὐδὲν ἔτι μηκύνειν ἐνταῦθα, πλὴν εἴπερ ἄρα περὶ τῆς τῶν ὀνομάτων βραχὺ ἐπισημήνασθαι χρήσεως, ἣν ἄλλοι τέ τινες τῶν νεωτέρων ἰατρῶν ἐποιήσαντο καινοτομοῦντες, οὐχ ἥκιστα δὲ καὶ οἱ καλούμενοι μεθοδικοί.
25. Τὸ μὲν γὰρ σταλτικάς τινας ὑπ’ αὐτῶν λέγεσθαι δυνάμεις, ἢ σφιγγούσας ἢ συναγούσας ἢ ἀπωθουμένας, ἤ τι τοιοῦτον ἕτερον, οὔτ’ ἄτοπον οὔτ’ ἀσαφές. ὅταν δὲ μετασυγκριτικάς τινας εἶναι λέγωσιν ὕλας ἢ δυνάμεις, οὔτε σαφές ἐστι τὸ λεγόμενον οὔτ’ ἀληθὲς οὔτε τῆς αἱρέσεως αὐτῶν οἰκεῖον, οἵγε φεύγειν φασὶν τὴν ἀπὸ τῶν δογματικῶν ὑπολήψεων ἔνδειξιν, ἀρκεῖν γὰρ αὐτοῖς τὰς φαινομένας καινότητας. τὸ δ’ ἐκτρεπομένων τῶν πόρων τοῦ σώματος ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐν ἰδιότητι τῆς τροπῆς αὐτῶν συνίστασθαί τινα πάθη δογματική τις ὑπόληψίς ἐστιν. ἕπεται δὲ ταύτῃ καὶ τὸ τῶν τοιούτων παθῶν
τάξιν ἑκάστου τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων φαρμάκων.
26. Τὰς μὲν οὖν ἐναντίας δυνάμεις ἐκ τῶν ἔργων κριτέον, ὥσπερ ἐν ὅλῳ τῷδε τῷ γράμματι πολλάκις ἐδείξαμεν, ἐμπλαστικάς τέ τινας εἰπόντες εἶναι δυνάμεις ἐναντίας ταῖς ῥυπτικαῖς, ἐκφρακτικάς τε ταῖς ἐμφρακτικαῖς, καὶ μαλακτικὰς ταῖς σκληρυνούσαις, καὶ χαλαστικὰς ταῖς συντεινούσαις. στυπτικὰς γὰρ, ἢ δριμείας ἢ πικρὰς ἢ γλυκείας ἢ ὀξείας οὐ δυνάμεις φαρμάκων, ἀλλὰ γευστὰς ποιότητας ἐδείκνυμεν οὔσας, ὥστε ἢ οὐ ζητητέον ὅλως ἐν ταύταις τὴν ἐναντίωσιν, ἢ οὐχ ὡς ἐν δυνάμεσι ζητητέον. ὁ σκοπὸς δὲ κᾀν ταύταις διττὸς, αἵ τ’ ἐνέργειαι καὶ αἱ κράσεις αὐτῶν. ἐνέργειαι μὲν ἐν τῷ πυκνοῦν καὶ ἀραιοῦν ἢ ἐπισπᾶσθαί τι τῶν ἐκ τοῦ βάθους, ἢ ἀπωθεῖσθαι, παχύνειν τε τὰς ὕλας, ἢ λεπτύνειν, ἢ φράττειν τε τοὺς πόρους ἢ ἐκφράττεν. αἱ κράσεις δὲ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν, ὑπὲρ ὧν αὐτάρκως ἁπάντων τῷ τετάρτῳ βιβλίῳ
τέμνει τὸ πάχος τῶν χυμῶν ἄνευ φανερᾶς θερμότητος. τὸ δ’ ὑδατῶδες ψυχρὸν παχύνει καὶ συνίστησι καὶ συνάγει καὶ πιλεῖ καὶ νεκροῖ καὶ ναρκοῖ. τὸ δὲ δριμὺ λεπτύνει, διακαθαίρει, διαφορεῖ καὶ ἐκρήσσει καὶ ἐπισπᾶται καὶ ἐσχαροῖ. τὸ δὲ ἁλυκὸν συνάγει καὶ σφίγγει, ταριχεύει, ξηραίνει χωρὶς ἐπισήμου θερμότητος ἢ ψύξεως. τὸ δὲ γλυκὺ πέττει, χαλᾷ, ἀραιοῖ. τὸ δ’ ἐλαιῶδες ὑγραίνει, μαλάττει, χαλᾷ. ῥᾴδιον οὖν ἤδη τοῖς εἰρημένοις σταθμώμενον ἐξευρίσκειν, τῶν χυμῶν ὅσοι τε ταῖς κράσεσιν καὶ ὅσοι τοῖς ἔργοις εἰσὶν ἐναντίοι.
27. Ἐμοὶ δὲ καιρὸς ἂν εἴη πρέπων ἀφορισαμένῳ τὰς τάξεις τῶν ἐν τοῖς φαρμάκοις κράσεών τε καὶ δυνάμεων ἐνταῦθα καταπαύειν ἤδη τὸν λόγον. τὸ μὲν δὴ σύμμετρον φάρμακον, ὡς ὁμοίας εἶναι κράσεως ᾧ προσάγεται, κατὰ τὸ μήτε ξηραίνειν μήθ’ ὑγραίνειν, μήτε ψύχειν μήτε θερμαίνειν, οὔτε ξηρὸν οὔθ’ ὑγρὸν, οὔτε ψυχρὸν οὔτε θερμὸν ὀνομάζειν προσήκει. τὸ δ’ ἤτοι ξηρότερον ἢ ὑγρότερον, ἢ θερμότερον
ἐξ ὧν ἐστιν ὀμφάκιον καὶ ῥοῦς καὶ στυπτηρία καὶ βαλαύστιον καὶ κικὶς ἡ ὀμφακῖτις. ἐν αὐτοῖς δὲ τούτοις τὰ μὲν ἐγγύς ἐστι τῶν καιόντων, οἷον ἥ τε λεπὶς τοῦ χαλκοῦ καὶ ὁ κεκαυμένος χαλκὸς, ὡς ἐν τῷ ἀσαφεῖ που κεῖσθαι τῆς τρίτης τε καὶ τετάρτης τάξεως. τὰ δ’ ἐν τῷ μέσῳ, καθάπερ ὁ κεκαυμένος χαλκὸς, εἰ πλυθείη, τὰ δ’ ἐν ἀρχῇ καθάπερ ὑποκυστίς. οὕτω δὲ καὶ κατὰ τὴν δευτέραν τε καὶ τετάρτην τάξιν ἔνεστι διαφορὰς ποιεῖσθαι τριττάς. οὐ γὰρ ὡσαύτως δή που τὸ καυτήριον ξηραίνει τῷ νάπυϊ, καίτοι γε ἄμφω τῆς τετάρτης τάξεώς ἐστιν. ὑπὲρ ἁπάντων δὴ τούτων ἐν τοῖς ἑξῆς διορισθήσεται καθ’ ἕκαστον ἁπλοῦν φάρμακον ἰδίᾳ.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ Ζ.
Προοίμιον. Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων ἰδέας καὶ δυνάμεως ἐγχειρήσαντες γράφειν, ἐν μὲν τοῖς πρώτοις δύο βιβλίοις ἐπιδεῖξαι προειλόμεθα τοὺς μοχθηροὺς τρόπους τῶν ἐπιχειρημάτων, οἷς πλεῖστοι τῶν νεωτέρων ἰατρῶν χρώμενοι σφάλλονται μέγιστα. κατὰ δὲ τὸ τρίτον οἷον στοιχείωσίν τινα τῆς συμπάσης ἐποιησάμεθα διδασκαλίας, εἶτα ἑξῆς κατὰ τὸ τέταρτον ὑπὲρ τῆς τῶν χυμῶν φύσεως ἐζητήσαμεν,
ἐν μὲν δὴ τούτοις οὐδὲν ὧν ἴσμεν περιττότερον γράφει· μετὰ δὲ ταῦτα βοτάνης μέμνηται καλουμένης, ὡς αὐτός φησιν, ἀετοῦ, περὶ ἧς ὁμολογεῖ μηδένα τῶν Ἑλλήνων εἰρηκέναι μηδὲν, ἀλλ’ ἔν τινι τῶν εἰς Ἑρμῆν τὸν Αἰγύπτιον ἀναφερομένων βιβλίων ἐγγεγράφθαι, περιέχοντι τὰς λστ΄ τῶν ὡροσκόπων ἱερὰς βοτάνας, αἵ εὔδηλον ὅτι πᾶσαι λῆρός εἰσι καὶ πλάσματα τοῦ συνθέντος, ὁμοιότατα τοῖς ὀφιονίκοις τοῖς Κόγχλας. οὔτε γὰρ ὅλως ἐγίνετό τις Κόγχλας, ἀλλ’ εἰς γέλωτα σύγκειται τοὔνομα, καθάπερ καὶ τἄλλα πάντα τὰ κατὰ τὸ βιβλίον αὐτοῦ γεγραμμένα. καὶ αἱ λστ΄ αὗται βοτάναι μέχρι τῶν ὀνομάτων προέρχονται, μηδενὸς αὐταῖς ὑποκειμένου πράγματος. ἀλλὰ Πάμφιλος μὲν ὥσπερ ἄλλοι πολλοὶ σχολὴν ἴσως ἦγεν ἀχρήστους μύθους ἐγγράφειν βιβλίοις· ἡμεῖς δὲ καὶ νῦν ἡγούμεθα τὸν χρόνον ἀπολλύναι μνημονεύοντες αὐτῶν ἐπιπλέον. ἀρξώμεθα οὖν ἤδη τῶν χρησίμων.
1. [α΄. Περὶ ἀβροτόνου τε καὶ ἀψινθίου καὶ τῶν ἑκατέρου εἰδῶν.] Ἀβροτόνου ταύτης τῆς πόας οὔτε
δὴ, καὶ οὐδὲν δ’ ἧττον ἐκείνων σχινίνῳ δευόμενον. ἀραιωτικὸν γάρ ἐστι πρὸς τῷ λεπτομερὲς εἶναι καὶ δακνῶδες καὶ θερμὸν, ἃς δὴ καὶ μάλιστα χρὴ γινώσκειν τὰς δυνάμεις αὐτοῦ καὶ μηδὲν ἔτι τῶν κατὰ μέρος ἐν τῇδε τῇ πραγματείᾳ δεῖσθαι.
[β΄. Περὶ ἄγνου ἢ λύγου.] Ἄγνος δὲ ἢ λύγος, τὸ θαμνῶδες φυτὸν, θερμὸς μέν ἐστι καὶ ξηραντικὸς κατὰ τὴν τρίτην που ἀπόστασιν, λεπτομερὴς δὲ ἱκανῶς καὶ γευόμενος δριμύς τε ἅμα καὶ στύφων ἄγνος, ἢ λύγος. αὐτὰς μὲν δὴ τὰς λύγους ἀχρήστους ἔχει πρὸς ἰατρείαν, τὰ δὲ φύλλα καὶ τὸ σπέρμα ξηρὰ καὶ θερμὰ τὴν δύναμίν ἐστι καὶ κατὰ τὴν οὐσίαν λεπτομερῆ. καὶ γὰρ χρωμένων οὕτω φαίνεται καὶ γευομένων δριμύ τε ἅμα καὶ ὑποστῦφόν ἐστι καὶ τὸ φύλλον καὶ τὸ ἄνθος καὶ ὁ καρπός. ἔστι δὲ καὶ ἐδώδιμος ὁ καρπὸς καὶ θερμαίνει σαφῶς μετὰ τοῦ κεφαλαλγὴς ὑπάρχειν. εἰ δὲ φρυχθείη, καὶ γὰρ καὶ οὕτως ἐσθίεται μετὰ τραγημάτων, ἧττον ἅπτεται τῆς κεφαλῆς. ἄφυσος δὲ κατὰ γαστέρα καὶ ὁ ἄφρυκτος μὲν, ἐπὶ μᾶλλον δὲ πεφρυγμένος. ἐπέχει δὲ
ἐνεργειῶν. ἀρκεῖ γὰρ τοῦτο μόνον εἰς τὰ παρόντα γινώσκειν, ὡς θερμὸς μὲν καὶ ξηρὸς ἄγνος τὴν δύναμίν ἐστιν οὐ μετρίως, ἀλλὰ κατὰ τὴν τρίτην που τῶν ἀποστάσεων, λεπτομερὴς δὲ ἱκανῶς. ὁ γὰρ ταῦτα εἰδὼς, εἶτα προσμαθὼν τὴν θεραπευτικὴν μέθοδον, αὐτὸς ἐξευρήσει πῶς μὲν καταμήνια κινήσει δι’ αὐτοῦ, πῶς δὲ τὰ σκληρυνόμενα μόρια διαφορήσει, πῶς δὲ ἄκοπον ἢ θερμαντικὸν ἄλειμμα δι’ αὐτοῦ κατασκευάσει.
[γ΄. Περὶ ἀγρώστεως.] Τῆς δὲ ἀγρώστεως ἡ μὲν ῥίζα συμμέτρως ἐστὶ ψυχρὰ καὶ ξηρὰ, ἔχουσά τι ὀλίγον δακνῶδες καὶ λεπτομερές. ἡ δὲ πόα ψύχει μὲν κατὰ τὴν πρώτην ἀπόστασιν, σύμμετρος δ’ ἐστὶ κατὰ ὑγρότητα καὶ ξηρότητα. τὸ δὲ σπέρμα τῆς μὲν ἄλλης ἀσθενὲς ὑπάρχει, τῆς δ’ ἐν τῷ Παρνασσῷ ξηραντικόν τε καὶ λεπτομερὲς καὶ ὑπόστρυφνον. ἄγρωστις ἐδώδιμον ἔχει τὴν ῥίζαν, ἔστ’ ἂν ᾖ μαλακὴ, γλυκεῖα μὲν ὑδατώδης, δριμὺ δέ τι καὶ ὑπόστρυφνον ὀλίγον ἔχουσα. αὕτη δὲ ἡ πόα τελέως ἐστὶν ὑδατώδης γευομένοις. ἐξ ὧν δῆλον ὡς μετρίως μέν ἐστιν ἡ ῥίζα
ψυχρὰ καὶ ξηρὰ καὶ διὰ τοῦτο κολλητικὸν τῶν ἐναίμων ἑλκῶν. αὐτὴ δὲ ἡ πόα καταπλασσομένη ψύχει μὲν οὐκ ἰσχυρῶς, ὑγρότητος δὲ καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκε. τὸ δὲ ἐν τῇ ῥίζῃ δακνῶδες καὶ λεπτομερές ἐστι μὲν ὀλίγον, εἴωθε δ’ οὖν ἔστιν ὅτε καὶ λίθους θρύπτειν, εἴ τις αὐτὴν ἀφεψήσας πίνοι. τὸ δὲ σπέρμα τῆς μὲν ἄλλης ἀσθενές ἐστιν, τῆς δ’ ἐν τῷ Παρνασσῷ διουρητικόν τέ ἐστι καὶ ῥεύματα ξηραίνει γαστρὸς καὶ στομάχου. δύναμις γάρ ἐστιν αὐτοῦ ξηραντική τε καὶ λεπτομερὴς καὶ ὑπόστρυφνος.
[δ΄. Περὶ ἀγχούσης καὶ τεττάρων ἀγχουσῶν.] Τῆς δὲ ἀγχούσης τέταρτόν ἐστιν εἶδος, ὧν ἡ μὲν ὀνόκλεια ψύχουσαν ἱκανῶς καὶ ξηραίνουσαν ἔχει τὴν ῥίζαν, στύφουσάν τε ἅμα καὶ ὑπόπικρον, ἱκανὴν δὲ καὶ λεπτῦναι καὶ ἀποῤῥῦψαι τοὺς χολώδεις χυμοὺς καὶ πυκνῶσαι τὰ σώματα. τὰ δὲ φύλλα ἀσθενέστερα μὲν ἔχει τῆς ῥίζης, στύφει δὲ αὐτὰ καὶ ξηραίνει. καὶ ἡ λύκοψις δὲ προσαγορευομένη ψύχει μὲν καὶ ξηραίνει, ῥίζαν δ’ ἔχει στυπτικωτέραν τῆς ὀνοκλείας. ἡ δὲ ὀνόχειλος θερμοτέρα τέ ἐστι καὶ φαρμακωδεστέρα. πλέον
τοῖς ἐρυσιπέλασιν ὁμοίως ἁρμόζει καὶ ῥίζαν ἔχει στυπτικωτέραν τῆς ὀνοκλείας. τῆς δὲ ὀνοχείλους τε καὶ Ἀλκιβιαδείου καλουμένης ἡ μὲν δύναμίς ἐστι φαρμακωδεστέρα. πλέον γοῦν ἔχει καὶ πρὸς τὴν γεῦσιν εὐθὺς τὸ δριμὺ καὶ ἐχιοδήκτοις ἱκανῶς ἁρμόττει καταπλαττομένη καὶ περιαπτομένη καὶ ἐσθιομένη. ἡ λοιπὴ δὲ τετάρτη καὶ μικρὰ καὶ σχεδὸν ἀνώνυμος ἐξ αὐτῶν μόνη, παραπλησία μέν ἐστι τῇ Ἀλκιβιαδείῳ, πικροτέρα δὲ καὶ πλέον ἐστὶ φαρμακωδεστέρα, καὶ διὰ τοῦτο πρὸς τὰς πλατείας ἕλμινθας ἐπιτηδεία, πλῆθος ὀξυβάφου σὺν ὑσσώπῳ τε καὶ καρδάμῳ πινομένη.
[ε΄. Περὶ ῥίζης ἀγαρικοῦ.] Ἀγαρικοῦ ῥίζα τοῦτ’ ἔστιν ἐπιφυομένη πρέμνῳ, κατὰ μὲν τὴν πρώτην γεῦσιν γλυκεῖά τις, ὑπόπικρος δὲ ὀλίγον ὕστερον φαινομένη καί τινος ἐν τῷ χρόνῳ δριμύτητος ἔμφασιν ἐπάγουσα, καὶ βραχείας στύψεως. ἔστι δὲ καὶ χαύνη τὴν σύστασιν. ἐξ ὧν ἁπάντων εὔδηλον, εἴπερ τῶν ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν εἰρημένων μνημονεύομεν, ὡς σύνθετόν ἐστι τὸ φάρμακον ἐξ οὐσίας ἀερώδους τε καὶ γεώδους, ὑπὸ θερμότητος λελεπτυσμένης, ἥκιστα
δὲ τῆς ὑδατώδους μετέχει. ταῦτ’ ἄρα διαφορητικήν τε καὶ θερμαντικὴν τὴν δύναμιν ἔχει, καὶ πάχους τμητικὴν καὶ διακαθαίρει τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις, καὶ διὰ τοῦτο ἰκτεριῶντας ἰᾶται, τοὺς ἐπ’ ἐμφράξει τῶν καθ’ ἧπαρ οὕτω κάμνοντας. ὀνίνησι δὲ καὶ τοὺς ἐπιλήπτους διὰ τὴν αὐτὴν δύναμιν καὶ ῥίγη τὰ κατὰ περίοδον, ὅσα παχέων ἢ γλίσχρων ἐστὶ χυλῶν ἔγγονα, καὶ ταῦτα ἰᾶται. ὠφελεῖ δὲ καὶ τοὺς ὑπὸ κατὰ ψύξιν ἀδικούντων θηρίων δηχθέντας, ἢ νυγέντας, ἔξωθέν τε κατὰ τοῦ πεπονθότος ἐπιτιθέμενον, εἴσω τε τοῦ σώματος λαμβάνον ὁλκῇ δραχμῆς μιᾶς μετ’ οἴνου κεκραμένου. ἔστι δὲ καὶ καθαρτικόν.
[στ΄. Περὶ ἀγηράτου.] Ἀγήρατόν ἐστι δυνάμεως διαφορητικῆς τε καὶ ἀτρέμα πως ἀφλεγμάντου.
[ζ΄. Περὶ ἀδιάντου.] Τὸ δὲ ἀδίαντον κατὰ μὲν θερμότητα καὶ ψυχρότητα σύμμετρόν ἐστι, ξηραίνει δὲ καὶ λεπτύνει καὶ διαφορεῖ. καὶ γὰρ ἀλωπεκίας δασύνει καὶ χοιράδας καὶ ἀποστήματα διαφορεῖ καὶ λίθους θρύπτει πινόμενον, καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς
τῶν γλίσχρων καὶ παχέων χυμῶν οὐ σμικρὰ συντελεῖ, καὶ ῥεῦμα κοιλίας ἵστησιν. οὐ μὴν θερμότητά γέ τινα προσβάλλει σαφῆ, καθάπερ οὐδὲ ψύξιν. ἀλλὰ θείη τις ἂν αὐτὸ κατὰ τὴν ἐν τούτοις ἀντίθεσίν τε καὶ κρᾶσιν ἐν τῇ μέσῃ τάξει.
[η΄. Περὶ ἀειζώου.] Ἀείζωον ἑκάτερον, καὶ τὸ μικρὸν καὶ τὸ μέγα, ξηραίνει μὲν ἐπ’ ὀλίγον, ὅτι καὶ στύφει μετρίως, ἀπηλλαγμένον ἁπάσης ἄλλης ἰσχυρᾶς ποιότητος, ὡς ἐπικρατεῖν ἐν αὐτῷ τὴν ὑδατώδη μᾶλλον οὐσίαν· ἐμψύχει δὲ οὐ μετρίως. ἔστι γὰρ τῆς τρίτης ἀποστάσεώς τε καὶ τάξεως τῶν ψυχόντων. ταῦτ’ ἄρα καὶ πρὸς ἐρυσιπέλατα μὲν, ἀλλὰ καὶ πρὸς ἕρπητας καὶ πρὸς τὰς ἐκ ῥευμάτων φλεγμονὰς ἁρμόττει.
[θ΄. Περὶ αἰγίλωπος.] Αἰγίλωψ διαφορητικὴν ἔχει τὴν δύναμιν, δῆλον δ’ ἐκ τῆς γεύσεως, ἠρέμα γάρ πώς ἐστι δριμύς. οὐ μὴν ἀλλὰ κᾀκ τοῦ τὰς σκληρυνομένας φλεγμονὰς καὶ τοὺς αἰγίλωπας ἰᾶσθαι.
[ι΄. Περὶ αἴρας.] Αἴρα ξηραίνει καὶ θερμαίνει δραστικῶς, ὡς ἐγγὺς εἶναι τῶν δριμέων ἴρεως μᾶλλον. οὐκ ἔστι δὲ ὡς ἐκείνη λεπτομερὴς, ἀλλ’ ἀπολείπεται συχνῷ κατὰ τοῦτο, καὶ θείη ἄν τις αὐτὴν ἐν ἀρχῇ μὲν τῆς τρίτης τάξεως τῶν θερμαινόντων, ἐπὶ τελευτῇ δὲ δευτέρας τῶν ξηραινόντων.
[ια΄. Περὶ αἰγείρου.] Αἰγείρου τὰ μὲν ἄνθη θερμὰ τὴν δύναμίν ἐστιν ἐκ τῆς πρώτης ἀποστάσεως ἀπὸ τῶν εὐκράτων· ἐν δὲ τῇ κατὰ τὸ ξηραίνειν τε καὶ ὑγραίνειν διαφορᾷ βραχὺ τῶν εὐκράτων καὶ μέσων ἀποκεχώρηκεν ἐπὶ τὸ ξηρότερον. ἔστι δὲ καὶ λεπτομερὴς μᾶλλον ἢ παχυμερής. καὶ τὰ φύλλα αὐτῆς ὅμοια μέν πώς ἐστι τοῖς ἄνθεσιν, πλὴν εἰς ἅπαν ἀσθενέστερά τε καὶ ἀπρακτότερα· καὶ ἡ ῥητίνη δὲ αὐτῆς ὁμοία τοῖς ἄνθεσιν δυνάμεώς ἐστι καὶ θερμοτέρα ἔτι. τὸ δὲ σπέρμα λεπτομερέστερόν ἐστι καὶ ξηραντικώτερον τῆς ῥητίνης καὶ τῶν ἀνθῶν, θερμότερον δὲ οὐ πάνυ τι.
[ιβ΄. Περὶ ἀκακίας.] Ἀκακίας καὶ τὸ φυτὸν μὲν αὐτὸ στρυφνόν ἐστι, καὶ ὁ καρπὸς καὶ ὁ χυλὸς, ὅστις καὶ πλυθεὶς
ἀσθενέστερός τε ἅμα καὶ ἀδηκτότερος γίγνεται, ὥς τινα δριμύτητα κατὰ τὴν πλύσιν ἀποτιθέμενος. εἰ δὴ καὶ ἐπαλειφθείη κατά τινος ὑγιοῦς μέρους, εὐθὺς τοῦτο ξηρότερόν τε καὶ συντεταμένον ἀποφαίνει, καὶ θερμασίας μὲν αἴσθησιν οὐδέποτε, ψύξιν δὲ οὐκ ἄγαν ἰσχυρὰν ἔχει. δῆλον οὖν ὅτι ψυχρόν τε καὶ γεῶδές ἐστι τὸ φάρμακον, ἀναμεμιγμένης αὐτῷ τινος καὶ ὑδατώδους οὐσίας. εἰκασθείη δ’ ἂν οὐδ’ ὁμοιομερὲς ὑπάρχειν, ἀλλ’ ἔχειν τινὰ μόρια διεσπαρμένα καὶ λεπτομερῆ καὶ θερμὰ, κατὰ τὴν πλύσιν ἀποχωροῦντα. καὶ κείσθω καὶ τοῦτο τῆς τρίτης μὲν τάξεως τῶν ξηραινόντων, τῆς δευτέρας δὲ τῶν ψυχόντων, ἐπειδὰν πλυθῇ, τὸ δὲ ἄπλυτον τῆς πρώτης.
[ιγ΄. Περὶ ἀκαλύφης.] Ἀκαλύφη. καὶ ταύτης τῆς πόας ὅ τε καρπὸς καὶ τὰ φύλλα, ταῦτα γὰρ καὶ εἰς χρεῖαν ἥκει μάλιστα, διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως, ὥστε καὶ φύματα καὶ παρωτίδας ἰᾶται. ἔχει δέ τι καὶ φυσῶδες, ᾧ καὶ πρὸς τὰς συνουσίας ὁρμὰς ἐπεγείρει, καὶ μάλισθ’ ὅταν μετὰ γλυκέος πίνηται τὸ σπέρμα. ὅτι δ’ οὐ θερμαίνει μὲν
σφοδρῶς, λεπτομερὲς δὲ ἱκανῶς ἐστιν, ἥ τε τῶν ἐν θώρακί τε καὶ πνεύμονι παχέων καὶ γλίσχρων χυμῶν ἀναγωγὴ μαρτυρεῖ καὶ τὸ κνεῖσθαι τὰ μόρια τοῦ σώματος ὧν προσψαύσῃ. τὸ δὲ πνευματῶδες, οὗ μετέχειν εἴρηται, πεττομένης αὐτῆς γεννᾶται. οὐ γάρ ἐστιν ἐνεργείᾳ πνευματῶδες, ἀλλὰ δυνάμει. κοιλίαν δὲ ὑπάγει μετρίως αὐτῷ μόνῳ τῷ ῥύπτειν καὶ οἷον γαργαλίζειν, οὐ τῷ καθαίρειν. καὶ τὰ γαγγραινώδη καὶ τὰ καρκινώδη καὶ ὅλως ὅσα ξηρανθῆναι δεῖται χωρὶς τοῦ δάκνεσθαι προσηκόντως ἰᾶται, λεπτομερὴς μὲν ὑπάρχουσα καὶ ξηρὰ τὴν κρᾶσιν, οὐ μὴν εἰς τοσοῦτόν γε μετέχουσα θερμότητος ὡς ἤδη δάκνειν.
[ιδ΄. Περὶ ἀκάνθου.] Ἄκανθος. οἱ μὲν μελάμφυλλον, οἱ δὲ παιδέρωτα. τὰ μὲν φύλλα διαφορητικὴν μετρίως ἔχει τὴν δύναμιν, ἡ δὲ ῥίζα ξηραντική τε καὶ τμητικὴ ἀτρέμα καὶ λεπτομερής.
[ιε΄. Περὶ ἀκανθίου.] Ἀκάνθιον. ἡ ῥίζα τούτου καὶ τὰ φύλλα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ σπωμένοις βοηθεῖν.
[ιστ΄. Περὶ ἀκάνθου λευκῆς.] Ἄκανθος λευκή. ταύτην ἔνιοι λευκάκανθον ὀνομάζουσιν. ἔστι δ’ αὐτῆς ἡ μὲν ῥίζα ξηραντικὴ καὶ μετρίως στύφουσα, διὸ καὶ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ, καὶ τὰς τοῦ αἵματος ἀγωγὰς ἐπέχει καὶ τὰ οἰδήματα καταπλαττομένη συστέλλει καὶ ὀδόντας ἀλγοῦντας, εἰ διακλύζοιτο τῷ ἀφεψήματι. τὸ δὲ σπέρμα λεπτομεροῦς καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ τοῖς σπωμένοις ἁρμόττειν πινόμενον.
[ιζ΄. Περὶ ἀκάνθου Αἰγυπτίας.] Ἄκανθος Αἰγυπτία· ἔνιοι δὲ Ἀραβικὴν ὀνομάζουσιν. ἔοικε δὲ καὶ τῇ παρ’ ἡμῖν ἀκάνθῃ τῇ λευκῇ. στυπτικωτέρα δὲ καὶ ξηραντικωτέρα τὴν δύναμίν ἐστιν, ὥστε καὶ ῥοῦν γυναικεῖον ὀνίνησιν αὐτῆς ἡ ῥίζα. καὶ πρὸς τὰ ἄλλα ὅσα περ ἡ παρ’ ἡμῖν ἅπαντα βοηθεῖ σφοδροτέρως ἥ τε ῥίζα καὶ ὁ καρπὸς αὐτοῦ. οὗτος δὲ καὶ τὰ κατὰ τὴν σταφυλὴν καὶ τὰ καθ’ ἕδραν ἐμφυσώμενα, καὶ εἰς οὐλὴν ἄγει τὰ ἕλκη μετρίαν ἔχουσα καὶ οὐκ ἀηδῆ τὴν στύψιν.
[ιη΄. Περὶ ἀκόρου.] Ἄκορον. τούτου τῇ ῥίζῃ χρώμεθα, δριμείᾳ μὲν οὔσῃ καὶ ὑποπίκρῳ μετρίως κατὰ γεῦσιν,
οὐκ ἀηδεῖ δὲ κατὰ τὴν ὀσμήν. ὅθεν δῆλον ὡς θερμὴ τὴν δύναμίν ἐστιν καὶ λεπτομερὴς τὴν σύστασιν. ὁμολογεῖ δὲ τούτῳ καὶ τὸ κινεῖν οὖρα καὶ σκιῤῥουμένους τοὺς σπλῆνας ὠφελεῖν, ἀποῤῥύπτειν τε καὶ λεπτύνειν τὰ πάχη τοῦ κερατοειδοῦς. ἀμείνων δὲ ὁ χυλὸς αὐτῆς εἰς τοῦτο. δῆλον δὲ ὅτι ξηραντικὸν πάντως ἐστίν. καὶ δὴ καὶ κείσθω τρίτης τάξεως ἐν ἀμφοῖν, ἔν τε τῷ θερμαίνειν κᾀν τῷ ξηραίνειν.
[ιθ΄. Περὶ ἀκονίτου ἢ παρδαλιαγχοῦς.] Ἀκόνιτον ἢ παρδαλιαγχές. σηπτικῆς τοῦτο καὶ δηλητηρίου δυνάμεώς ἐστιν, ὅθεν αὐτὸ φυλακτέον ἐν ἐδέσματι λαβεῖν ἢ ποτῷ. πρὸς μέντοι τὸ ἀποσῆψαί τινα ἐκ τοῦ σώματος ἢ κατὰ τὴν ἕδραν ἐπιτήδειόν ἐστι. χρήσιμος δὲ ἡ ῥίζα τῆς πόας εἰς ταῦτα.
[κ΄. Περὶ ἀκονίτου ἢ λυκοκτόνου.] Ἀκόνιτον ἢ λυκοκτόνον. ἔστι μὲν καὶ τοῦτο παραπλησίας θατέρῳ δυνάμεως, ἰδιώτερον δὲ λύκους ἀναιρεῖν πέφυκεν ὥσπερ ἐκεῖνο παρδάλεις.
[κα΄. Περὶ ἄκτης καὶ χαμαιάκτης.] Ἀκτὴ ἥ τε μεγάλη καὶ δενδρώδης καὶ ἡ βοτανωδεστέρα, ἥν περ δὴ καὶ
χαμαιάκτην ὀνομάζουσιν· ξηραντικῆς ἀμφότεραι δυνάμεώς εἰσι, κολλητικῆς τε καὶ μετρίως διαφορητικῆς.
[κβ΄. Περὶ ἀλίμου.] Ἄλιμον. θάμνος τοῦτό ἐστι τὸ φυτὸν, ἐν Κιλικίᾳ μάλιστα πλεῖστον γεννώμενον, ἵνα καὶ τοὺς βλαστοὺς αὐτοῦ ἐσθίωσι προσφάτους τε καὶ εἰς ἀπόθεσιν θησαυρίζοντες. ἔστι δὲ καὶ σπέρματος καὶ γάλακτος γεννητικὸν τὸ φυτὸν καὶ κατὰ τὴν γεῦσιν ἁλυκόν τέ ἐστι καὶ ὑποστῦφον ἔχον. ἐξ ὧν ἁπάντων δῆλον ὡς ἀνομοιομερὲς μέν ἐστι, τὸ δὲ πλεῖον αὐτοῦ τῆς οὐσίας θερμὸν εὐκράτως ὑπάρχει μεθ’ ὑγρότητος ἀκατεργάστου τε καὶ φυσώδους ἀτρέμα.
[κγ΄. Περὶ ἀλόης.] Ἀλόη. αὕτη μὲν ἡ πόα παρ’ ἡμῖν οὐ πάνυ τι φύεται, καὶ ἡ φυομένη δὲ κατὰ Συρίαν τὴν μεγάλην ὑδατωδεστέρα τε καὶ ἀσθενεστέρα τὴν δύναμίν ἐστιν. ἄχρι μέντοι τοσούτου ξηραίνειν πέφυκεν ὡς κολλᾷν τραύματα. κατὰ δὲ τὰς θερμοτέρας χώρας, ὧν ἐστιν ἡ κοίλη Συρία καὶ Ἀραβία, πολὺ βελτίων ἐστίν. ἀρίστη δὲ καὶ ἡ κατὰ τὴν Ἰνδίαν, ἧς ὀπός ἐστιν τὸ κομιζόμενον ἐνταυθοῖ τοῦτο φάρμακον ἡ ἀλόη προσαγορευομένη, χρείαν παμπόλλην
παρεχόμενον ἐκ τοῦ ξηραίνειν ἀδήκτως. ἔστι δὲ οὐχ ἁπλῆς φύσεως, ἀλλ’ ὥσπερ καὶ ἡ γεῦσις μαρτυρεῖ, στύφει τε ἅμα καὶ πικράζει. στύφει μὲν οὖν μετρίως, πικρὰ δὲ ἰσχυρῶς ἐστιν. ὑπάγει δὲ καὶ γαστέρα τῶν ἐκκοπρωτικῶν καλουμένων οὖσα φαρμάκων, ὥστε ἐκ τῶν εἰρημένων δῆλον, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ τετάρτῳ λόγῳ δεδειγμένων, ὡς τῶν μὲν ξηραινόντων φαρμάκων τῆς τρίτης ἐστὶν ἀποστάσεως, τῶν θερμαινόντων δὲ ἤτοι τῆς πρώτης ἐπιτεταμένης ἢ τῆς δευτέρας ἐκλελυμένης. τῷ δὲ μικτῷ τῆς δυνάμεως αὐτῆς μαρτυρεῖ καὶ τὰ κατὰ μέρος ἔργα. καὶ γὰρ εὐστόμαχόν ἐστι τὸ φάρμακον, εἴπέρ τι καὶ ἄλλο, καὶ κόλπων κολλητικόν. ἰᾶται δὲ τὰ δυσεπούλωτα τῶν ἑλκῶν, καὶ μάλιστα τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον. ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα καὶ κολλᾷ τραύματα κατὰ τὸν αὐτὸν τρόπον. ἁρμόζει δὲ ὡσαύτως χρωμένῳ καὶ πρὸς τὰς ἐν στόματι καὶ ῥισὶ καὶ ὀφθαλμοῖς φλεγμονάς. καὶ ὅλως ἀποκρούεσθαί τε καὶ διαφορεῖν ἅμα πέφυκεν, μετὰ καὶ τοῦ ῥύπτειν ἐπ’ ὀλίγον, εἰς ὅσον ἕλκεσι καθαροῖς ἄλυπον.
[κδ΄. Περὶ ἀλύσσου.] Ἄλυσσον. ὠνόμασται μὲν ἄλυσσον ἡ πόα διὰ τὸ θαυμαστῶς ὀνινάναι τοὺς ὑπὸ λυσσῶντος κυνὸς δεδηγμένους. ἀλλὰ καὶ ἤδη λυττῶντι δοθεῖσα πολλάκις ἐξιάσατο. τοῦτο μὲν ἐκ τῆς καθ’ ὅλην οὐσίαν ὁμοιότητος δύναται, καὶ λέλεκται πρόσθεν ὡς ἡ τοιαύτη δύναμις ἐκ πείρας τε μόνης λαμβάνεται καὶ παντάπασιν ἀμέθοδός ἐστιν. εἰ δὲ ἄν τις καὶ χρήσαιτο πρὸς πολλὰ, δυνάμεως γνώσεται ὡς μετρίως ἐστὶν ξηραντικῆς καὶ διαφορητικῆς, πρὸς τῷ καὶ ῥυπτικόν τι ἔχειν. ταύτῃ γέ τοι καὶ ἀλφοὺς καὶ ἔφηλιν ἀποκαθαίρει.
[κε΄. Περὶ ἀλσίνης.] Ἀλσίνη ἢ μυὸς ὦτα. ὁμοίαν ἔχει καὶ αὕτη τὴν δύναμιν τῇ ἑλξίνῃ ψύχουσάν τε καὶ ὑγραίνουσαν. ἔστι γὰρ οὐσίας ὑδατώδους ψυχρᾶς, διὸ καὶ χωρὶς στύψεως ἐμψύχει. ταῦτ’ ἄρα πρὸς τὰς ζεούσας ἁρμόττει φλεγμονὰς καὶ πρὸς ἐρυσιπέλατα μέτρια.
[κστ΄. Περὶ ἀμαράκου.] Ἀμάρακον θερμαίνει μὲν οὐκ ἀγγεννῶς, ξηραίνει δὲ οὐ σφοδρῶς. ἀλλ’ ἐν μὲν τῇ θερμότητι τῆς τρίτης ἐστὶ τάξεως, ἐν δὲ τῷ ξηραίνειν τῆς δευτέρας.
[κζ΄. Περὶ ἀμβροσίας.] Ἀμβροσία καταπλαττομένη δύναμιν ἔχει στύφουσάν τε καὶ ἀποκρουστικήν.
[κη΄. Περὶ ἄμεως.] Ἄμι. τῆς πόας ἣν ἄμιν καλοῦσι, τὸ σπέρμα μάλιστά ἐστι χρήσιμον, θερμαντικῆς καὶ ξηραντικῆς καὶ λεπτομεροῦς ὑπάρχει δυνάμεως. ἔστι δὲ καὶ γευομένοις ὑπόπικρόν τε καὶ δριμὺ καὶ δῆλον ὅτι καὶ διουρητικόν τε καὶ διαφορητικόν. ἕποιτο δ’ ἂν καὶ τὸ θερμαίνειν καὶ τὸ ξηραίνειν ἐκ τρίτης τάξεως ἐπιτεταμένης.
[κθ΄. Περὶ ἀμαράνθου.] Ἀμάρανθον δυνάμεώς ἐστιν τμητικῆς τε καὶ λεπτυντικῆς. ἔμμηνα οὖν ἄγει σὺν οἴνῳ ποθεῖσα ἡ κόμη καὶ θρόμβους αἵματος τήκειν πεπίστευται αὐτοὺς, οὐ τοὺς ἐν γαστρὶ μόνον, ἀλλὰ καὶ τοὺς ἐν κύστει. χρὴ δὲ μᾶλλον τηνικαῦτα σὺν οἰνομέλιτι πίνειν, καὶ πάντων δ’ ἐστὶν ἁπλῶς ῥευμάτων ξηραντικὴ πινομένη κακοστόμαχος ὑπάρχουσα.
[λ΄. Περὶ ἀμόργης.] Ἀμόργη γεώδους ἐστὶν οὐσίας θερμῆς, οὐ μὴν εἰς τοσοῦτον μετέχει θερμότητος ὡς δάκνειν ἐπιφανῶς. εἰ δὲ καὶ ἑψηθείη, πολὺ μᾶλλον ἔτι παχυμερής
τε γίνεται καὶ ξηρά. καὶ εἴη ἂν ἐκ τῆς δευτέρας τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων ἐπιτεταμένης πως μᾶλλον. οὕτω γέ τοι καὶ τὰ τῶν ξηρῶν τῇ κράσει σωμάτων ἕλκη θεραπεύει, τὰ δ’ ἐν τοῖς ἄλλοις ἅπασι παροξύνει. συντατικὴ γάρ ἐστιν ὥσπερ ῥητίνη καὶ πίττα ξηρὰ καὶ ἄσφαλτος, ἅπερ καὶ αὐτὰ τῶν σκληρῶν μὲν πάνυ σωμάτων ἤτοι τραῦμα ἐχόντων ἢ κόλπων ἐστὶ κολλητική. τὰ δὲ ἄλλα πάντα συντείνει τε καὶ παροξύνει.
[λα΄. Περὶ ἀμπελοπράσου.] Ἀμπελόπρασον· εἰ μεταξὺ σκορόδου τι καὶ πράσου νοήσαις, εὕροις ἂν ἀμπελοπράσου τὴν δύναμιν. ἔστι γὰρ ἄγριον ὡς ἂν εἴποι τις πράσον, ὅθεν καὶ δριμύτερον αὐτοῦ καὶ ξηρότερον ὑπάρχει, καθάπερ καὶ τἄλλα πάντα ἄγρια τῶν ἡμέρων, καὶ διὰ τοῦτο κακοστομαχώτερόν τέ ἐστιν καὶ παχέων καὶ γλίσχρων χυμῶν τμητικώτερον, ἐκφρακτικώτερόν τε τῶν ἐμπεφραγμένων ὀργάνων. ταύτῃ τοι καὶ οὖρα καὶ καταμήνια πολλάκις ἐκίνησεν, ὅταν ὑπὸ παχέος καὶ γλίσχρου ἴσχηται χυμοῦ. θερμὸν δὲ οὕτως ἐστὶν ὡς ἑλκοῦν ἤδη δύνασθαι καταπλασσόμενον.
ἐῤῥέθη δ’ ἔμπροσθεν ὡς τῆς ἐσχάτης ἐστὶ τάξεως ἅπαντα τὰ οὕτως θερμά.
[λβ΄. Περὶ ἀμπέλου ἀγρίας.] Ἀμπέλου ἀγρίας οἱ βότρυες ῥυπτικῆς εἰσι δυνάμεως, ὡς ἐφήλεις τε καὶ σπίλους καὶ ὅσα τοιαῦτα κατὰ τοῦ δέρματος ἐπιπολῆς γίγνεται θεραπεύειν. ἔχουσι δέ τι καὶ στυπτικὸν αὐτοί τε καὶ οἱ ἀκρέμονες, οἵπερ δὴ καὶ ταριχεύονται.
[λγ΄. Περὶ ἀμπέλου ἡμέρου.] Ἀμπέλου τῆς ἡμέρου παραπλησία μὲν ἡ δύναμίς ἐστι τῇ τῆς ἀγρίας, ἀσθενεστέρα δὲ τὰ πάντα.
[λδ΄. Περὶ ἀμπέλου λευκῆς.] Ἀμπέλου λευκῆς, ἣν δὴ βρυωνίαν καὶ ψίλωθρον καλοῦσιν, οἱ μὲν πρῶτοι βλαστοὶ συνήθως ὑπὸ πάντων ἐσθίονται κατὰ τὸ ἔαρ, ὡς εὐστόμαχον ἔδεσμα διὰ τὸ στύφειν, καὶ ὑπόπικρον δὲ καὶ ἀτρέμα δριμεῖαν ἔχον τὴν στύψιν· διὸ καὶ τὴν οὔρησιν κινοῦσι μετρίως. ἡ δὲ ῥίζα ῥυπτικήν τέ τινα καὶ ξηραντικὴν καὶ λεπτομερῆ δύναμιν ἔχει καὶ συμμέτρως θερμήν. διὸ καὶ σπλῆνας τήκει σκιῤῥουμένους, πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ
σύκων καὶ ψώραν καὶ λέπραν ἰᾶται. ὁ δὲ βοτρυώδης αὐτῆς καρπὸς τοῖς σκυτοδέψαις ἐστὶ χρήσιμος.
[λε΄. Περὶ ἀμπέλου μελαίνης.] Ἄμπελος μέλαινα. καλεῖται δὲ ἰδίως αὕτη βρυωνία, παραπλήσιός ἐστι τὰ πάντα τῇ προειρημένῃ πλὴν ἀσθενεστέρα.
[λστ΄. Περὶ ἀμυγδάλων.] Ἀμύγδαλα. τὰ μὲν πικρὰ φανερῶς τῆς λεπτυνούσης παντελῶς ἐστι δυνάμεως καὶ τῇ ποιότητι τεκμαιρομένῳ καὶ τῇ πείρᾳ κρίνοντι. περὶ μὲν οὖν τῆς πικρᾶς ποιότητος ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἴρηται· τῶν δὲ τῆς πείρας ἀρκεῖ δύο ταῦτα προχειρισαμένων ἐξ αὐτῶν τούτων διδαχθῆναι περὶ τῆς δυνάμεως αὐτῶν. ἔφηλίν τε οὖν ἀποκαθαίρει καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναπτύσεσι τῶν γλίσχρων τε καὶ παχέων χυμῶν ἱκανῶς συντελεῖ. ταῦτα δὲ ἡμῖν ἐδείκνυτο κατὰ γένος μὲν τῆς λεπτυντικῆς, κατ’ εἶδος δὲ τῆς ῥυπτικῆς ἔχεσθαι δυνάμεως. καὶ μὲν δὴ καὶ ὅτι τῆς ἐκφρακτικῆς κατὰ συμβεβηκὸς εἴη ἂν δυνάμεως, ἐπιδέδεικται καὶ τοῦτο πρόσθεν. ἀλλὰ ἡ πεῖρα μαρτυρεῖ. τὰς γοῦν ἐν ἥπατι παχέων τε καὶ
γλίσχρων χυμῶν ἐν τοῖς πέρασι τῶν ἀγγείων σφηνώσεις ἱκανῶς ἐκκαθαίρει. καὶ μὲν δὴ καὶ τῶν πλευρῶν ἀλγήματα τὰ διὰ τὴν τοιαύτην αἰτίαν γιγνόμενα καὶ κατὰ σπληνὸς καὶ κώλου καὶ νεφρῶν ἰᾶται. καὶ τὸ δένδρον αὐτὸ σύμπαν ὁμοίαν ἔχει τὴν δύναμιν, ὥστε καὶ τούτου τὰς ῥίζας ἑφθὰς ἐπιπάττοντες ἀποκαθαίρουσιν ἐφήλεις. ὅσα δὲ γλυκέα τῶν ἀμυγδάλων, μετέχει μὲν καὶ ταῦτα βραχείας πικρότητος. ἀλλ’ ἐπικρατούσης τῆς γλυκύτητος ἀποκρύπτεται, κατάδηλον δ’ ἐναργῶς γίνεται χρονιζόντων αὐτῶν. ἐπιδέδεικται δὲ ἐν τοῖς ἔμπροσθεν ὡς ἡ γλυκεῖα ποιότης θερμὴ συμμέτρως ἐστίν.
[λζ΄. Περὶ ἀμμωνιακοῦ.] Ἀμμωνιακὸν ὀπός ἐστι νάρθηκός τινος. τοῦτο μαλακτικῆς ἐστι δυνάμεως ἐπιτεταμένης, ὥστε καὶ τοὺς περὶ τὰ ἄρθρα πώρους διαλύειν καὶ σπλῆνας ἐσκιῤῥουμένους ἰᾶσθαι καὶ χοιράδας διαφορεῖν.
[λη΄. Περὶ ἀμώμου.] Ἄμωμον ἔοικε κατὰ τὴν δύναμιν ἀκόρῳ πλὴν ὅτι ξηρότερόν ἐστι τὸ ἄκορον πεπτικώτερον δὲ τὸ ἄμωμον.
[λθ΄. Περὶ ἀναγαλλίδος.] Ἀναγαλλὶς ἑκατέρα, ἥ τε τὸ κύανον ἄνθος ἔχουσα καὶ ἡ τὸ φοινικοῦν, ῥυπτικῆς ἱκανῶς εἰσι δυνάμεως, ἔχουσαί τι καὶ ὑπόθερμον καὶ ἑλκτικὸν, ὥστε καὶ σκόλοπας ἐπισπᾶσθαι. ὁ δὲ χυλὸς αὐτῶν ἐκ ῥινῶν καθαίρει διὰ τὴν αὐτὴν αἰτίαν, καὶ καθόλου φάναι ξηραντικὴν ἔχουσι δύναμιν ἄδηκτον, ὅθεν καὶ τραύματα κολλῶσι καὶ τοῖς σηπομένοις βοηθοῦσι.
[μ΄. Περὶ ἀναγύρου.] Ἀνάγυρος θάμνος ἐστὶ δυσώδης καὶ δριμὺς, διαφορητικῆς καὶ θερμαινούσης δυνάμεως. ἀλλὰ τὰ μὲν φύλλα τὰ χλωρὰ διὰ τὴν ὑγρότητος ἐπιμιξίαν ἧττον ὄντα δριμέα κατασταλτικὰ τῶν οἰδούντων ἐστὶν, ξηρανθέντα δὲ τμητικῆς καὶ ξηραινούσης ἰσχυρῶς δυνάμεως. ὁμοίας δέ πώς ἐστι φύσεως καὶ ὁ τῆς ῥίζης αὐτῶν φλοιός. τὸ δὲ σπέρμα πλέον ἐστὶ λεπτομερεστέρας, ἀλλὰ καὶ ἐμετικόν ἐστιν.
[μα΄. Περὶ ἀνδροσαίμου.] Ἀνδρόσαιμον, θαμνῶδες φυτὸν διττὸν τὴν φύσιν, τὸ μὲν ἕτερον ἄσκυρον ἢ ἀσκυροειδὲς
ὀνομαζόμενον, εἶδος ὑπάρχον ὑπερικοῦ. τὸ δ’ ἕτερον, ὅπερ ὀνομάζεται πρός τινων διονυσίας. ἔστι δὲ ὁ μὲν καρπὸς αὐτῶν καθαρτικὸς, ἡ δὲ τῶν φύλλων δύναμις ξηραντική τε καὶ ῥυπτικὴ μετρίως, ὥστε καὶ πυρίκαυτα θεραπεύειν πεπίστευται. καθεψηθέντα δὲ ἐν οἴνῳ αὐστηρῷ κολλητικὸν τραυμάτων μεγάλων τὸν οἶνον ἀποφαίνει.
[μβ΄. Περὶ ἀνδροσάκους.] Ἀνδρόσακες πικρὰ καὶ δριμεῖα πόα. δύναται δὲ ξηρανθεῖσα καὶ πινομένη αὐτή τε καὶ ὁ καρπὸς αὐτῆς οὖρα κινεῖν ἱκανῶς καὶ δηλονότι διαφορεῖν καὶ ξηραίνειν.
[μγ΄. Περὶ ἀνδράχνης.] Ἀνδράχνη ψυχρά ἐστι καὶ ὑδατώδης τὴν κρᾶσιν, ὀλίγου δέ τινος αὐστηροῦ μετέχει. διὸ καὶ ἀποκρούεται ῥεύματα καὶ μάλιστα χολώδη καὶ θερμὰ μετὰ τοῦ μεταβάλλειν αὐτὰ καὶ ἀλλοιοῦν κατὰ τὴν ποιότητα ἱκανῶς ἐμψύχειν. καὶ εἴη ἂν ἐν μὲν τῇ τοῦ ψύχειν δυνάμει τρίτης ἀποστάσεως ἀπὸ τῶν συμμέτρων τε καὶ μέσων, ἐν δὲ τῇ τοῦ ὑγραίνειν δευτέρας. ταῦτά τοι καὶ τοὺς καυσουμένους ὀνίνησιν εἴπερ τι ἄλλο κατά τε στόματος τῆς
κοιλίας ἐπιτιθεμένη καὶ ὅλων τῶν ὑποχονδρίων, καὶ μάλιστα ἐπὶ τῶν ἑκτικῶν πυρετῶν, αἱμωδίας τέ ἐστιν ἴαμα ἐξηρασμένα ταχέως ὑπὸ τῆς τῶν ὀξέων χυμῶν ὁμιλίας αὐτὴ λειαίνουσά τε καὶ ἀναπληροῦσα, τῷ γλίσχρον ἔχειν τὴν ὑγρότητα. καὶ ὁ χυμὸς δὲ αὐτῆς ὁμοίως, ὥστε οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἀλλὰ καὶ πινόμενος ἐμψύχει. τοῦτο μέν γε καὶ αὐτῇ τῇ βοτάνῃ συμβέβηκεν ὅλῃ βρωθείσῃ. διὰ δὲ τὸ ὑποστύφειν καὶ δυσεντερικοῖς ἐστιν ἐπιτήδειον ἔδεσμα καὶ γυναικείῳ ῥῷ καὶ αἵματος ἀναγωγαῖς. εἰς ταῦτα μέντοι πολὺ δραστικώτερος αὐτῆς τῆς πόας ὁ χυλός ἐστιν.
[μδ΄. Περὶ ἀνεμώνης.] Ἀνεμῶναι πᾶσαι δριμείας καὶ ῥυπτικῆς εἰσιν, ἐπισπαστικῆς τε καὶ ἀναστομωτικῆς δυνάμεως. ὅθεν ἥ τε ῥίζα διαμασωμένη φλέγμα προκαλεῖται καὶ ὁ χυλὸς ἐκ ῥινῶν καθαίρει καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς λεπτύνει. καὶ τὰ ῥυπαρὰ δὲ τῶν ἑλκῶν καθαίρουσιν αἱ ἀνεμῶναι καὶ λέπρας ἀφιστῶσιν, ἔμμηνά τε προκαλοῦνται προτιθέμεναι καὶ γάλα ἀνασπῶσιν.
[με΄. Περὶ ἀνήθου.] Ἄνηθον θερμαίνει μὲν εἰς τοσοῦτον ὡς ἤτοι τῆς δευτέρας αὐτὸ τάξεως ἐπιτεταμένης ἢ τῆς τρίτης ἐκλελυμένης ὑπολαβεῖν. τῶν ξηραινόντων δὲ τῆς δευτέρας ἐστὶ τάξεως ἀρχομένης, ἢ τῆς πρώτης ἐπιτεταμένης, ὥστε εἰκότως ἐναφεψόμενον ἐλαίῳ, διαφορητικόν τε καὶ ἀνώδυνον καὶ ὑπνοποιὸν καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων ὑπάρχει. γίγνεται γὰρ τὸ ἐξ αὐτοῦ ἔλαιον ἐγγύς τι τῆς κράσεως τοῖς πυοποιοῖς τε καὶ πεπτικοῖς ὀνομαζομένοις φαρμάκοις, πλὴν ὅτι θερμότερον αὐτῶν βραχεῖ καὶ λεπτομερές ἐστι καὶ διὰ τοῦτο καὶ διαφορητικόν. καυθὲν δὲ τῆς τρίτης τάξεως γίνεται τῶν θερμαινόντων τε καὶ ξηραινόντων, καὶ διὰ τοῦτο πλαδαροῖς ἕλκεσιν ἐπιπλαττόμενον ὀνίνησι καὶ μάλιστα τοῖς ἐν αἰδοίῳ. τὰ δὲ ἐπὶ τῆς πόσθης χρόνια καὶ ἐπουλοῖ καλῶς. ὑγρότερον δὲ δηλονότι καὶ ἧττον θερμόν ἐστι τὸ χλωρὸν ἔτι καὶ εὔχυμον, ὥστε πεπτικώτερον μὲν καὶ ὑπνοποιὸν ἔσται μᾶλλον τοῦ ξηροῦ, διαφορητικὸν δ’ ἧττον. διὰ τοῦτό μοι δοκοῦσι καὶ οἱ παλαιοὶ ἐξ αὐτοῦ στεφάνοις χρῆσθαι παρὰ τὰ συμπόσια.
[μστ΄. Περὶ ἀνθυλλίδος.] Ἀνθυλλὶς διττὴ μέν ἐστιν, ἀμφότεραι δὲ ξηραίνουσι μετρίως, ὥστε καὶ ἕλκη κολλᾷν. ἡ δ’ ἑτέρα αὐτῶν, ἡ τῇ χαμαιπίτυϊ ἐοικυῖα, λεπτομερεστέρα πώς ἐστι τῆς ἑτέρας, ὡς καὶ τοῖς ἐπιλήπτοις ἁρμόττειν. αὐτὴ δὲ καὶ ῥυπτικωτέρα τῆς ἑτέρας ὑπάρχει.
[μζ΄. Περὶ ἀνθεμίδος.] Ἀνθεμὶς ἢ χαμαίμηλον. εἴρηται μὲν κᾀν τῷ τρίτῳ γράμματι περὶ ταύτης τῆς πόας ἐπὶ πλέον. εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλῇ, ὡς ξηραίνει καὶ θερμαίνει κατὰ τὴν πρώτην τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς καὶ διὰ ταῦτα διαφορητικὴ καὶ ἀραιωτικὴ καὶ χαλαστικὴ τὴν δύναμιν ὑπάρχει.
[μη΄. Περὶ ἀνίσου.] Ἀνίσου τὸ σπέρμα μάλιστ’ ἐστὶ χρήσιμον, δριμὺ καὶ ὑπόπικρον ὑπάρχον, ὥστ’ ἐγγὺς ἥκειν θερμότητος τῶν καυστικῶν. ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐκ τῆς τρίτης ἀποστάσεως, ὥσπερ κᾀν τῷ θερμαίνειν. ταῦτ’ ἄρα καὶ οὐρητικόν ἐστι καὶ διαφορητικὸν, ἐμπνευματώσεις τε τὰς κατὰ γαστέρα καθίστησιν.
[μθ΄. Περὶ ἀντιῤῥίνου.] Ἀντίῤῥιον ἢ ἀνάῤῥινον ὅμοιον μόσχου ῥισὶν ἔχει τὸν καρπὸν, ἄχρηστον εἰς τὰς ἰάσεις. αὐτὸ δὲ παραπλησίας ἐστὶ τῷ βουβωνίῳ δυνάμεως, ἀλλὰ πολὺ καταδεέστερον, ὥστε ἐξ ἐκείνων καὶ περὶ τούτου μαθήσῃ.
[ν΄. Περὶ ἀπαρίνης.] Ἀπαρίνη· οἱ μὲν φιλάνθρωπον, οἱ δὲ ὀμφακόκαρπον, μετρίως ῥύπτει καὶ ξηραίνει. ἔχει δὲ καί τι λεπτομερές.
[να΄. Περὶ ἀπίου.] Ἀπίου τὰ μὲν φύλλα καὶ οἱ ἀκρέμονες αὐστηροὶ, ὁ δὲ καρπὸς ἔχει τι καὶ γλυκύτητος ὑδατώδους, ἐξ ὧν δήλη καὶ ἡ κρᾶσίς ἐστιν ἀνώμαλός τις ὑπάρχουσα κατὰ τὰ μόρια, καὶ τὸ μέν τι γεῶδες ἔχουσα, τὸ δ’ ὑδατῶδες, καὶ καθ’ ἑκάτερον τὸ μέν τι ψυχρὸν, τὸ δ’ εὔκρατον. καὶ διὰ τοῦτ’ ἐσθιόμενοι μὲν εὐστόμαχοί τ’ εἰσὶ καὶ ἄδιψοι. καὶ καταπλαττόμενοι δὲ ξηραίνουσί τε καὶ μετρίως ψύχουσιν, ὡς ἔγωγε κολλήσας αὐτοῖς οἶδα τραῦμα, μηδενὸς ἄλλου φαρμάκου παρόντος.
[νβ΄. Περὶ ἀχράδων.] Ἀχράδες ὀνομαζόμεναι καὶ στύφουσι μᾶλλον τῶν ἄλλων ἀπίων καὶ ξηραίνουσι, καὶ διὰ
τοῦτο δηλονότι καὶ κολλῶσι τραύματα μείζονα καὶ ἀποτρέπουσι ῥεύματα.
[νγ΄. Περὶ ἀποκύνου.] Ἀπόκυνον ἢ κυνοκράμβη. καλοῦσι δ’ ἔνιοι καὶ κυνόμορον αὐτὴν, ἐπειδὴ τάχιστα τοὺς κύνας ἀναιρεῖ, καθάπερ τὸ λυκοκτόνον τοὺς λύκους. ἔστι δὲ ἀνθρώπων δηλητήριον, ἱκανῶς δυσώδης πόα, διὸ καὶ θερμὴ πάντως ἐστὶν οὐκ ἀγεννῶς, οὐ μὴν ἀνάλογόν γε ξηρά διὰ τοῦτ’ οὖν καὶ καταπλασσόμενον ἱκανῶς διαφορητικῆς ἐστι δυνάμεως.
[νδ΄. Περὶ ἀργεμόνης.] Ἀργεμόνη. καὶ ταύτης τῆς πόας ἡ δύναμις ῥυπτική τέ ἐστι καὶ διαφορητική.
[νε΄. Περὶ ἀρισάρου.] Ἀρίσαρον. τοῦτο καὶ μικρότερόν ἐστι πολλῷ τοῦ ἄρου, καὶ ῥίζαν ἐλαίας ἔχει τὸ μέγεθος. ἔστι δ’ αὐτοῦ πολὺ δριμύτερον.
[νστ΄. Περὶ ἀριστολοχίας.] Ἀριστολοχίας ἡ ῥίζα χρειωδεστάτη πρὸς τὰς ἰάσεις, πικρὰ καὶ ὑπόδριμυς ὑπάρχουσα. λεπτομερεστέρα δ’ ἐξ αὐτῶν ἐστιν ἡ στρογγύλη καὶ κατὰ πάντα δραστικωτέρα. τῶν δ’ ἄλλων δυοῖν ἡ μὲν κληματῖτις
εὐωδεστέρα μὲν, ὥστε καὶ πρὸς τὰ μύρα χρῆσθαι τοὺς μυρεψοὺς αὐτῇ, πρὸς τὰς ἰάσεις δ’ ἀσθενεστέρα. ἡ μακρὰ δ’ ἧττον μὲν λεπτομερής ἐστι τῆς στρογγύλης, οὐ μὴν οὐδ’ αὐτή γε ἄπρακτος, ἀλλ’ ἔστι τῆς ῥυπτικῆς τε καὶ θερμαντικῆς δυνάμεως, καὶ τῆς στρογγύλης ἧττον μὲν ῥύπτει καὶ διαφορεῖ, θερμαίνει δ’ οὐχ ἧττον, ἀλλ’ ἴσως καὶ μᾶλλον. ὅθεν ἐφ’ ὧν μέν ἐστι χρεία τοῦ μετρίως ῥύπτειν, ἡ μακρὰ χρησιμωτέρα, καθάπερ ἔν τε ταῖς τῶν ἑλκῶν σαρκώσεσι καὶ ταῖς τῶν ὑστερῶν πυρίαις· ἐφ’ ὧν δὲ παχὺν χυμὸν ἰσχυρότερον λεπτῦναι, τῆς στρογγύλης ἡ χρεία. διὰ τοῦτο καὶ τὰ δι’ ἔμφραξιν ἤ τι πάχος ἀπέπτων πνευμάτων ἀλγήματα θεραπεύει μᾶλλον ἡ στρογγύλη καὶ σκόλοπας ἀνάγει καὶ σηπεδόνας ἰᾶται καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρει καὶ ὀδόντας καὶ οὐλὰς λαμπρύνει. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ λύζουσιν, ἐπιληπτικοῖς τε καὶ ποδαγρικοῖς, μεθ’ ὕδατος πινομένη, καὶ ῥήγμασι δὲ καὶ σπάσμασιν εἴπερ τι ἄλλο φάρμακον ἐπιτήδειός ἐστιν.
[νζ΄. Περὶ ἀρκεύθου.] Ἄρκευθος θερμὴ καὶ ξηρὰ
τῆς τρίτης τάξεως κατ’ ἄμφω. ὁ δὲ καρπὸς αὐτῆς θερμὸς μὲν ὁμοίως, ξηραίνει δ’ οὐχ ὁμοίως, ἀλλ’ εἴη ἂν ἐν τῷδε τῆς πρώτης τάξεως.
[νη΄. Περὶ ἀρκτίου.] Ἄρκτιον τὸ μὲν τῷ φλόμῳ παραπλήσιον, τὸ τὴν ῥίζαν ἁπαλὴν καὶ λευκὴν καὶ γλυκεῖαν ἔχον καὶ τὸν καυλὸν μακρὸν καὶ μαλακὸν καὶ τὸν καρπὸν ὅμοιον κυμίνῳ, λεπτομεροῦς μὲν ἱκανῶς ἐστι δυνάμεως, καὶ δι’ αὐτὸ τοῦτο ξηραντικῆς μέντοι καὶ ῥυπτικῆς μετρίως, ὅθεν καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς αὐτοῦ ἀφεψόμενοι σὺν οἴνῳ πραΰνει πως ὀδόντων ἀλγήματα. πυρικαύτων τε καὶ χιμέθλων καὶ τὸ τούτων μὲν ἀφέψημα καταντλώμενον, ἀλλὰ καὶ οἱ κλῶνές εἰσιν ἰάματα.
[νθ΄. Περὶ ἑτέρου ἀρκτίου.] Τὸ δ’ ἕτερον ἄρκτιον, ὃ δὴ καὶ προσωπίδα καλοῦσιν, οὗ τὰ φύλλα τοῖς τῆς κολοκύνθης ἐστὶν ὁμοιότατα, πλὴν ὅσῳ μείζω τε καὶ σκληρότερα, διαφορητικὸν μέν ἐστιν καὶ ξηραντικόν. ἔχει δέ τι καὶ στυπτικὸν μετρίως, διὰ τοῦτο αὐτοῦ καὶ τὰ φύλλα παλαιῶν ἑλκῶν ἐστιν ἰατικά.
[ξ΄. Περὶ ἀρνογλώσσου.] Ἀρνόγλωσσον. μικτῆς καὶ τοῦτο κράσεώς ἐστιν. ἔχει μὲν γάρ τι καὶ ὑδατῶδες ψυχρὸν, ἔχει δέ τι καὶ αὐστηρὸν, ὅπερ ἐστὶ γεῶδες, ξηρὸν ψυχρὸν, ὥστε ψύχει τε ἅμα καὶ ξηραίνει καὶ κατ’ ἄμφω τῆς δευτέρας ἐστὶν ἀποστάσεως τῶν μέσων. ὅσα δὲ μετὰ ψύξεως ξηρά ἐστι φάρμακα, καὶ πρὸς ἕλκη κακοήθη πάντα καὶ πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. καὶ διὰ τοῦτο καὶ πρὸς δυσεντερίας, καὶ γὰρ καὶ τὰς αἱμοῤῥαγίας ἵστησι καὶ, εἴ τι διακαὲς, ἐμψύχει, καὶ κολλητικὰ κόλπων ἐστὶ καὶ τῶν ἄλλων ἑλκῶν προσφάτων τε ἅμα καὶ παλαιῶν. ἐν ἅπασι δὲ σχεδὸν τοῖς τοιούτοις φαρμάκοις ἢ πρῶτον ἢ οὐδενὸς δεύτερον ἀρνόγλωσσον ὑπάρχει τῇ συμμετρίᾳ τῆς κράσεως. καὶ γὰρ ξηρότητος ἀδήκτου μετέχει καὶ ψύξεως μηδέπω ναρκούσης, καὶ ὁ καρπὸς δ’ αὐτοῦ καὶ αἱ ῥίζαι παραπλησίας εἰσὶ δυνάμεως, πλήν γε ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς. ἀλλ’ ὁ μὲν καρπὸς λεπτομερέστερος, αἱ δὲ ῥίζαι παχυμερέστεραι. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς πόας ξηρανθέντα λεπτομερεστέρας τε καὶ ἧττον ψυχρᾶς γίγνεται δυνάμεως, ὡς ἀποπνεύσαντος
αὐτῶν καὶ διαφορηθέντος τοῦ ὑδατώδους περιττώματος. ταῦτ’ ἄρα ταῖς μὲν ῥίζαις καὶ πρὸς ὀδόντων ἀλγήματα χρῶνται, διαμασωμέναις τε καὶ τοῖς διακλύμασιν αὐτῶν ἐνεψομέναις. πρὸς δὲ τὰς καθ’ ἧπαρ καὶ νεφροὺς ἐμφράξεις καὶ ταύταις μὲν, ἀλλὰ καὶ τοῖς φύλλοις καὶ πολὺ μᾶλλον ἔτι τῷ καρπῷ. μετέχει γάρ τινος ἅπαντα ταῦτα δυνάμεως ῥυπτικῆς, ἣν εἰκὸς εἶναι κᾀν τῇ πόᾳ μὲν χλωρᾷ, νικᾶσθαι δ’ ὑπὸ τοῦ πλήθους τῆς ὑγρότητος.
[ξα΄. Περὶ ἄρου.] Ἄρον. ἐκ γεώδους καὶ τοῦτο γέγονεν οὐσίας θερμῆς, καὶ διὰ τοῦτο ῥυπτικῆς ἐστι δυνάμεως, ἀλλ’ οὐκ ἰσχυρᾶς ὥσπερ τὸ δρακόντιον. ἔστιν οὖν ἔν τε τῷ ξηραίνειν καὶ τῷ θερμαίνειν τῆς πρώτης κατ’ ἄμφω τάξεως. αἱ ῥίζαι δ’ αὐτοῦ μάλιστ’ εἰσὶ χρήσιμοι. καὶ δὴ καὶ ἐσθιόμεναι τέμνουσι πάχος χυμῶν μετρίως, ὥστε καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσίν εἰσιν ἐπιτήδειοι. τὸ δὲ δρακόντιον εἰς ταῦτα ἐπιτηδειότερον.
[ξβ΄. Περὶ ἀρτεμισίας.] Ἀρτεμισία. διττὴ μέν ἐστι καὶ ἡ ἀρτεμισία πόα. θερμαίνουσι δ’ ἀμφότεραι καὶ μετρίως
ξηραίνουσι, καὶ κείσθωσαν ἐν μὲν τῷ θερμαίνειν δευτέρας ἀποστάσεως, ἐν δὲ τῷ ξηραίνειν ἢ πρώτης ἐπιτεταμένης ἢ δευτέρας ἀρχομένης. εἰσὶ δὲ καὶ λεπτομερεῖς μετρίως, ὥστε καὶ πρὸς τοὺς ἐν νεφροῖς λίθους ἁρμόττειν μετρίως καὶ εἰς πυρίας ὑστερῶν.
[ξγ΄. Περὶ ἀσάρου.] Ἄσαρον. ταύτης τῆς πόας αἱ ῥίζαι χρήσιμοι, παραπλήσιαι μὲν ταῖς τοῦ ἀκόρου τὴν δύναμιν, ἐπιτεταμέναι δὲ μᾶλλον, ὥστ’ ἐξ ὧν ὑπὲρ ἐκείνου προείρηται καὶ περὶ τούτου χρὴ γνωρίζειν.
[ξδ΄. Περὶ ἀσκληπιάδος.] Ἀσκληπιάς. ἐν τῷ τρίτῳ Διοσκουρίδης περὶ ταύτης τῆς πόας ἔγραψεν. ἡμεῖς δὲ οὐδέπω πεῖραν αὐτῆς ἔχομεν.
[ξε΄. Περὶ ἀσπαλάθου.] Ἀσπάλαθος καὶ κατὰ τὴν γεῦσίν ἐστι δριμὺς ἅμα καὶ στυπτικὸς καὶ κατὰ τὴν δύναμιν ἐξ ἀνομοιομερῶν δηλονότι σύγκειται, μέρεσι μὲν ἑαυτοῦ τοῖς δριμέσι θερμαίνων, μέρεσι δ’ ἑτέροις τοῖς αὐστηροῖς ψύχων, ὥστε ξηραίνει κατ’ ἄμφω καὶ ψύχει, καὶ διὰ τοῦτο πρὸς σηπεδόνας καὶ ῥεύματα χρήσιμος ὑπάρχει.
[ξστ΄. Περὶ ἀσπαράγου.] Ἀσπάραγος πετραῖος ἢ μυακάνθινος, ῥυπτικῆς ἐστι δυνάμεως, οὐ μὴν οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. ταῦτά τοι καὶ νεφρῶν καὶ ἥπατος ἐκφρακτικὸς ὑπάρχει, καὶ μάλισθ’ αἱ ῥίζαι τῆς βοτάνης καὶ τὸ σπέρμα. καὶ μὲν δὴ καὶ ὀδονταλγίας ἰᾶται τῷ ξηραίνειν, ὧν δὴ καὶ μάλιστα χρῄζουσιν οἱ ὀδόντες. Ἀθηναῖοι δὲ διὰ τοῦ φ λέγουσιν ἀσφάραγον.
[ξζ΄. Περὶ ἀσπλήνου.] Ἄσπληνον. λεπτομερὴς μὲν, οὐ μὴν θερμή γε τὴν δύναμιν ἡ πόα. ταῦτ’ ἄρα καὶ λίθους θρύπτει καὶ σπλῆνας τήκει.
[ξη΄. Περὶ ἀστραγάλου.] Ἀστράγαλος θαμνίσκος ἐστὶ μικρὸς, ἔχων ῥίζας στυπτικὰς, διὸ καὶ τῶν ξηραινόντων ἐστὶν οὐκ ἀγεννῶς. ἐπουλοῖ γοῦν ἕλκη παλαιὰ καὶ κοιλίαν ἵστησι ῥευματιζομένην, εἴ τις ἀφεψήσας ἐν οἴνῳ τὴν ῥίζαν πίνοι πλεῖστος ὁ θάμνος ἐν Φενεῷ τῆς Ἀρκαδίας γεννᾶται.
[ξθ΄. Περὶ ἀστέρος Ἀττικοῦ.] Ἀστὴρ Ἀττικός. οἱ δὲ βουβώνιον ὀνομάζουσιν, ὅτι μὴ μόνον ἐπιπλαττόμενον,
ἀλλὰ καὶ περιαπτόμενον ἰᾶσθαι πεπίστευται βουβῶνας. ἔχει μέν τι καὶ διαφορητικὸν, ἀλλ’ οὐχ ἥκιστα καὶ ψυκτικόν τι καὶ ἀποκρουστικὸν, ὥστε καὶ μικτῆς εἶναι δυνάμεως ὥσπερ καὶ τὸ ῥόδον, ἀλλ’ οὐ στύφει γε τοῦτο.
[ο΄. Περὶ ἀσταφίδος.] Ἀσταφὶς ἡ μὲν ἥμερος πεπτικῆς τε ἅμα καὶ στυπτικῆς καὶ διαφορητικῆς ἀτρέμα μετέχει δυνάμεως. ἡ δ’ ἀγρία δριμείας ἰσχυρῶς, ὡς ἀποφλεγματίζειν τε καὶ ῥύπτειν σφοδρῶς, ὥστε καὶ πρὸς ψώραν ἁρμόττει. μετέχει δὲ καὶ καυστικῆς τινος δυνάμεως.
[οα΄. Περὶ ἀσφοδέλου.] Ἀσφόδελος. καὶ τούτου ἡ ῥίζα χρήσιμος, ὥσπερ ἄρου καὶ ἀσάρου καὶ δρακοντίου, ῥυπτικῆς τε καὶ διαφορητικῆς ὑπάρχουσα δυνάμεως· καυθείσης δ’ αὐτῆς ἡ τέφρα θερμοτέρα καὶ ξηραντικωτέρα καὶ λεπτομερεστέρα καὶ διαφορητικωτέρα γίγνεται καὶ διὰ τοῦτο καὶ ἀλωπεκίας ἰᾶται.
[οβ΄. Περὶ ἀτρακτυλίδος.] Ἀτρακτυλὶς ἢ κνίκος ἄγριος ἐκ τῶν ἀκανθῶν ἐστιν. τὸ φυτὸν τοῦτο ξηραντικῆς τε καὶ μετρίως θερμῆς ὑπάρχει δυνάμεως.
[ογ΄. Περὶ ἀτραφάξιος.] Ἀτράφαξις ὑγρὰ καὶ ψυχρὰ τὴν κρᾶσίν ἐστιν· ὑγρὰ μὲν δευτέρας τάξεως ἀπὸ τῶν μέσων, ψυχρὰ δὲ πρώτης, ἥνπερ δὴ χλιαρὰν ἐλέγομεν εἶναι θερμασίαν, οἵαπερ καὶ τοῖς ῥόδοις ἐστὶ, πλὴν οὐ μετέχει στύψεως. ἀλλ’ ἔστιν ὑδατώδης καὶ ἥκιστα γεώδης, ὁμοίως τῇ μαλάχῃ, καὶ δὴ καὶ κατὰ γαστέρα διεξέρχεται ταχέως, ὥσπερ ἐκείνη διὰ γλισχρότητα. βραχὺ δέ τι παντάπασιν ὑπάρχει διαφορητικὸν αὐτῆς. εἰσὶ δ’ αἱ κηπευόμεναι μαλάχαι καὶ ἀτραφάξιες ὑγρότεραί τε πολὺ καὶ ψυχρότεραι τῶν ἀγρίων. διὸ καὶ φλεγμοναῖς καὶ φυγέθλοις τοῖς μὲν ἀρχομένοις τε καὶ αὐξανομένοις καὶ μαλακοῖς ἔτι καὶ οἷον ζέουσιν αἱ κηπευόμεναι, ἀκμάζουσιν δὲ καὶ παρακμάζουσι καὶ σκληρυνομένοις αἱ ἄγριαι συμφορώτεραι. ὁ δὲ καρπὸς αὐτῆς ῥυπτικῆς ἐστι δυνάμεως, ὅθεν καὶ πρὸς ἰκτέρους τοὺς ἐπὶ ἥπατος ἐμφράξεις χρήσιμος ὑπάρχει.
[οδ΄. Περὶ ἀφάκης.] Ἀφάκη δυνάμεώς ἐστι στυπτικῆς, ὥσπερ καὶ ὁ φακός. ἀλλὰ καὶ τοῖς φακοῖς ὁμοίως
ἐσθίεται. καὶ δυσπεπτοτέρα μέν ἐστιν αὐτῶν, ἰσχυροτέρως δὲ ξηραίνει, θερμότητος δὲ μετέχει συμμέτρου.
[οε΄. Περὶ ἀψινθίου.] Ἀψίνθιον στυπτικὴν καὶ πικρὰν καὶ δριμεῖαν ἅμα ποιότητα κέκτηται, θερμαῖνόν τε ἅμα καὶ ῥῦπτον καὶ τονοῦν καὶ ξηραῖνον. διὰ τοῦτο καὶ τοὺς ἐν τῇ κοιλίᾳ χολώδεις χυμοὺς ἐπί τε τὴν κάτω διαχώρησιν ἀπάγει καὶ δι’ οὔρων ἐκκενοῖ. μᾶλλον δ’ ἔτι τὸ ἐν ταῖς φλεψὶ χολῶδες ἐκκαθαίρει δι’ οὔρων. διὰ ταῦτα καὶ φλέγματα ἐν τῇ κοιλίᾳ περιεχόμενα προσφερόμενον οὐδὲν ὀνίνησιν. οὕτω δὲ καὶ εἰ κατὰ θώρακα καὶ πνεύμονα τύχοι. ἡ γὰρ στυπτικὴ δύναμις ἐν αὐτῷ τῆς πικρᾶς ἐστιν ἰσχυροτέρα. τῷ δὲ καὶ δριμύτητός τινος μετέχειν πλείονι μέτρῳ θερμόν ἐστιν ἤπερ ψυχρόν. εἰ δὲ δέοι καθόλου περιλαμβάνοντι τὴν κρᾶσιν αὐτοῦ κατὰ τὰς πρώτας ἀφορίσαι δυνάμεις, καίτοι γ’ ἀνομοιομεροῦς ὄντος, θερμὸν μὲν ἂν ὑπάρχειν αὐτὸ τῆς πρώτης ἀποστάσεως εἴποιμεν, ξηρὸν δὲ τῆς τρίτης. ὁ δὲ χυλὸς αὐτοῦ πολὺ τῆς πόας θερμότερος.
2. [α΄. Περὶ βαλάνου μυρεψικῆς.] Βάλανος
ἑλκώδη καὶ παχύχυμα πάντα. λαμπρύνει δὲ καὶ οὐλάς. ὅτι κᾀν τῷ καταπλάττειν αὐτῇ τὸν σπλῆνα κάλλιόν ἐστι μιγνύναι τι τῶν ξηραντικῶν ἀλεύρων, οἷόν ἐστιν ὀρόβινόν τε καὶ αἴρινον ἄλευρον, ἐκ τῆς περὶ συνθέσεως ἤδη φαρμάκων εἴη ἂν τοῦτο πραγματείας μᾶλλον, οὐ τῆς νῦν ἐνεστώσης, εἰρήσεται δὲ κᾀν τοῖς εὐπορίστοις. ἀρκεῖ δ’ ἐν τῷ παρόντι ῥυπτικήν τε καὶ τμητικὴν ἅμα στύψει τινὶ τὴν δύναμιν εἰπόντα τοῦ προειρημένου φαρμάκου μεταβαίνειν ἐφ’ ἕτερον. ὁ μέντοι φλοιὸς αὐτοῦ πάνυ στυπτικός ἐστιν, ὥστε καὶ τούτῳ δύναιτ’ ἄν τις εἰς ὅσα περ ἰσχυρᾶς ἐστι χρεία στύψεως, εἰς ταῦτα χρῆσθαι.
[β΄. Περὶ βαλσάμου.] Βάλσαμον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν. ἔστι δὲ καὶ λεπτομερὲς ὡς ἀρωματίζειν. ὁ δὲ ὀπὸς αὐτοῦ λεπτομερεστέρας ἐστὶ δυνάμεως ἢ καὶ αὐτὸ τὸ φυτὸν, οὐ μὴν εἰς τοσοῦτόν γε θερμὸς, ὡς οἴονταί τινες, ὑπὸ τῆς λεπτομερείας ἐξαπατώμενοι. ὁ δὲ καρπὸς αὐτοῦ παραπλησίας μέν ἐστι
κατὰ τὸ γένος δυνάμεως, ἀπολείπεται δὲ μακρὸν κατὰ τὸ λεπτομερές.
[γ΄. Περὶ βαλαυστίου.] Βαλαύστιον μὲν ἄνθος ἀγρίας ῥοιᾶς, οἷόν περ τῶν ἡμέρων ὁ κύτινος. ἰσχυρῶς δὲ στύφει τὴν γεῦσιν. καὶ δὴ καὶ ξηραντικῆς καὶ στυπτικῆς ἐστι δυνάμεως καὶ δηλονότι καὶ παχυμεροῦς, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένων, ἡνίκα ἐδείκνυμεν ἅπαν τὸ στῦφον γεῶδες εἶναι ψυχρόν. οὐδεμιᾶς δ’ ἔμφασιν ἔχει ποιότητος ἑτέρας, καὶ διὰ τοῦτο ἄν τις αὐτὸ θείη ξηραίνειν καὶ ψύχειν οὐκ ἀγεννῶς, εἴ γε δὴ μὴ κακῶς ἡμῖν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἐδείκνυτο τοῖς γεώδεσι ψυχροῖς σώμασιν ὑπάρχειν ἡ στύφουσα ποιότης. ἀτὰρ οὖν καὶ τὰ φαινόμενα μαρτυρεῖ. καὶ γὰρ εἰ παρατρίμμασι καὶ εἰ τοῖς ἄλλοις ἕλκεσιν ἐπιπάττοις αὐτὸ, τάχιστ’ ἂν ἴδοις εἰς οὐλὴν ἰόντα. ταῦτά τοι κᾀπὶ τῶν ἀναγόντων αἷμα δυσεντερικῶν, ἔτι τε τῶν κατὰ γαστέρα καὶ μήτραν ῥευμάτων, οὐκ ἔστιν ὅστις οὐ χρῆται τῷ φαρμάκῳ τούτῳ τῶν τὰς θεραπευτικὰς πραγματείας γραψάντων ἰατρῶν.
[δ΄. Περὶ βάτου.] Βάτου καὶ τὰ φύλλα μὲν καὶ οἱ βλαστοὶ καὶ τὸ ἄνθος καὶ ὁ καρπὸς καὶ ἡ ῥίζα στυπτικῆς μετέχουσι ποιότητος, οὐκ ἀσαφῶς. ἀλλήλων δὲ διαφέρουσιν ἐν τῷδε τῷ τὰ μὲν φύλλα καὶ μάλιστα τὰ μαλακὰ καὶ νέα, πλείστου τοῦ ὕδατος μετέχοντα βραχέως ἐστὶ στυπτικά. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ οἱ βλαστοὶ, ὥστε καὶ διαμασωμένους ἄφθας τε καὶ τἄλλα τὰ ἐν τῷ στόματι θεραπεύειν ἕλκη καὶ μέντοι καὶ τἄλλα τραύματα δύνασθαι κολλᾷν. ἔστι γὰρ ἡ κρᾶσις αὐτῶν ἐκ γεώδους ψυχρᾶς οὐσίας καὶ ὑδατώδους χλιαρᾶς. ὁ δὲ καρπὸς εἰ μὲν εἴη πέπειρος, οὐκ ὀλίγου μετέχει καὶ τοῦ συμμέτρως θερμοῦ χυμοῦ, γλυκέος ὑπάρχοντος, ὡς ἐδείξαμεν, ὥστε καὶ διὰ τοῦτό τε καὶ τὴν μετρίαν στύψιν ἐδώδιμος οὐκ ἀηδής ἐστιν. ὁ δ’ ἄωρος ὑπὸ ψυχρᾶς γεώδους οὐσίας ἐπικρατεῖται καὶ διὰ τοῦτο στρυφνός τέ ἐστι καὶ ἰσχυρῶς ξηραντικός. καὶ μὲν δὴ καὶ ξηρανθεὶς ἑκάτερος ἀποτίθεται, ξηραντικώτερος ὢν τοῦ προσφάτου. καὶ τὸ ἄνθος δὲ τῆς αὐτῆς τ’ ἐστὶν τῷ ἀώρῳ καρπῷ δυνάμεως, εἰς δυσεντερίας καὶ ῥεύματα γαστρὸς καὶ ἀτονίας καὶ τὰς τοῦ αἵματος πτύσεις ἐπιτήδεια
φάρμακα. ἡ δὲ ῥίζα πρὸς τῷ στύφειν ἔτι καὶ λεπτομεροῦς οὐσίας οὐκ ὀλίγης μετείληφε, δι’ ἣν καὶ τοὺς ἐν τοῖς νεφροῖς διαθρύπτει λίθους.
[ε΄. Περὶ βατραχίου.] Βατράχιον τέσσαρας μὲν ἔχει τὰς κατ’ εἶδος διαφοράς. πάντα δὲ δριμείας ἰσχυρῶς ἐστι δυνάμεως, ὡς ἑλκοῦν μετὰ πόνου. ταῦτ’ ἄρα συμμέτρως χρωμένῳ καὶ ψώρας καὶ λέπρας ἀποδέρει καὶ ὄνυχας ἀφίστησι τοὺς λεπροὺς καὶ στίγματα διαφορεῖ καὶ ἀκροχορδόνας καὶ μυρμηκίας ἀφαιρεῖ. καὶ μέντοι καὶ ἀλωπεκίας ὠφελεῖ, πρὸς ὀλίγον χρόνον ἐπιτεθέντα. χρονιζόντων γὰρ οὐκ ἐκδέρεται μόνον, ἀλλὰ καὶ ἐσχαροῦται τὸ δέρμα. ταυτὶ μὲν οὖν ἅπαντα τοῦ καυλοῦ καὶ τῶν φύλλων ἔργα, χλωρῶν καταπλαττομένων. ἡ δὲ ῥίζα ξηρανθεῖσα πταρμικόν ἐστι φάρμακον ὁμοίως τοῖς ἄλλοις ἅπασι, τοῖς ἰσχυρῶς ξηραίνουσι. καὶ ὀδόντων δὲ ὀδύνας ὠφελεῖ μετὰ τοῦ θραύειν αὐτοὺς τῷ ξηραίνειν ἰσχυρῶς δηλονότι. καὶ συνελόντι φάναι θερμὴ καὶ ξηρὰ σφοδρῶς ἐστιν ἥ τε ῥίζα καὶ ἡ σύμπασα πόα.
[στ΄. Περὶ βδελλίου.] Βδέλλιον τὸ μὲν Σκυθικὸν ὀνομαζόμενον,
ὃ δὴ καὶ μελάντερόν ἐστιν καὶ ῥητινωδέστερον, μαλακτικῆς ἐστιν ἱκανῶς καὶ δραστηρίου δυνάμεως. τὸ δ’ ἕτερον τὸ Ἀραβικὸν, ὃ δὴ καὶ διαυγέστερόν ἐστι, μᾶλλον ξηραίνει τῶν μαλακτικῶν. ὅσον οὖν ἐστι νέον αὐτοῦ, καὶ ὑγρόν ἐστι καὶ κοπτόμενον μαλάττεται ῥᾳδίως, ἐπιτήδειον εἰς ὅσα περ καὶ τὸ Σκυθικόν. ὅσον δὲ παλαιότερόν τέ ἐστι καὶ πικρὸν ἱκανῶς ἐν τῇ γεύσει καὶ δριμὺ καὶ ξηρὸν, ἐκπέπτωκεν ἤδη τοῦτο τὴν τῶν μαλαττόντων τὰ σκιῤῥούμενα συμμετρίαν. χρῶνται δ’ αὐτοῖς τινες, καὶ μάλιστα τῷ Ἀραβικῷ. ἐπί τε βρογχοκήλων καὶ ὑδροκήλων, ἀσίτῳ πτυέλῳ δεύοντες, ὡς ἐμπλαστρώδη σύστασιν ἔχειν. τὸ δὲ Ἀραβικὸν καὶ τοὺς ἐν νεφροῖς λίθους δοκεῖ θρύπτειν πινόμενον, οὖρά τε προτρέπειν καὶ τὰς τῶν ἀπέπτων πνευμάτων διαδρομὰς ἐξιᾶσθαι καὶ πόνους πλευρῶν καὶ ῥήγματα.
[ζ΄. Περὶ βηχίου.] Βηχίον ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ πεπιστεῦσθαι βῆχάς τε καὶ ὀρθοπνοίας ὠφελεῖν, εἴ τις ἤτοι τὰ φύλλα ξηρὰ λαβὼν, ἢ τὴν ῥίζαν ἐπ’ ἀνθράκων θυμιάσας, εἰσπνέοι τὴν ἀναφερομένην λιγνύν. ἔστι δὲ δριμεῖα
συμμέτρως, ὥστε καὶ ῥήσσειν ἀλύπως πεπιστεῦσθαι τὰ κατὰ τὸν θώρακα πάντ’ ἀποστήματα. τὰ μὲν δὴ χλωρὰ φύλλα καὶ τὰ φλεγμαίνοντα μόρια δυσπέπτως ὀνίνησιν ἔξωθὲν καταπλασσόμενα διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος, ἧς ἅπαντα τὰ χλωρὰ καὶ ἁπαλὰ τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον μετέχει. τὰ γὰρ ἤδη ξηρὰ φύλλα τοῦ βηχίου δριμυτέρας ἐστὶν ἢ κατὰ τὰ φλεγμαίνοντα δυνάμεως.
[η΄. Περὶ βλίτου.] Βλίτον ἐδώδιμόν ἐστι λάχανον ὑγρὸν καὶ ψυχρὸν τῇ κράσει ἐν τῇ δευτέρᾳ μάλιστα τῶν εὐκράτων ἀποστάσει.
[θ΄. Περὶ βολβοῦ ἡμέρου.] Βολβὸς ἐσθιόμενος μὲν ψυχρότερός τ’ ἐστὶ καὶ παχύτερος καὶ γλίσχρου χυμοῦ γεννητικός. καὶ γὰρ δύσπεπτός τ’ ἐστὶ καὶ φυσώδης καὶ ἀφροδισιαστικός. ἐπιπλαττόμενός γε διὰ τὸ πικρότητός τε ἅμα καὶ στύψεως μετέχειν, στυπτικός τε καὶ κολλητικὸς γίνεται καὶ δηλονότι ξηραντικός. ἐδείχθη γὰρ ὡς ἡ μὲν πικρότης ἐν ταῖς ῥυπτικαῖς οὐσίαις ἐστὶν, ἡ δὲ στύψις ἐν ταῖς κολλητικαῖς, ἡ δὲ ξηρότης ἀμφοτέραις ἠκολούθηκεν.
[ι΄. Περὶ βολβοῦ ἐμετικοῦ.] Βολβὸς ἐμετικὸς θερμότερός ἐστι πολὺ τῆς τοῦ προειρημένου βολβοῦ κράσεως.
[ια΄. Περὶ βουβωνίου.] Βουβώνιον ἢ ἀστὴρ Ἀττικὸς, ὠνόμασται μὲν ἀπὸ τοῦ πεπιστεῦσθαι βουβῶνας ἰᾶσθαι καταπλαττόμενόν τε καὶ περιαπτόμενον. ἔστι δὲ διαφορητικῆς μετρίως δυνάμεως, ὅτι καὶ θερμόν ἐστι μετρίως καὶ οὐ σφοδρῶς οὐδὲ συντατικῶς ξηραίνει, καὶ μάλισθ’ ὅταν ἔτι μαλακὸν ᾖ καὶ νέον.
[ιβ΄. Περὶ βουγλώσσου.] Βούγλωσσον ὑγρὸν καὶ θερμόν ἐστι τὴν κρᾶσιν, ὅθεν καὶ τοῖς οἴνοις ἐμβαλλόμενον εὐφροσύνης αἴτιον εἶναι πεπίστευται. ἁρμόζει δὲ καὶ τοῖς διὰ τραχύτητα φάρυγγος βήττουσιν ἐν μελικράτῳ ἀφεψόμενον.
[ιγ΄. Περὶ Βουνίου.] Βούνιον, οἱ δὲ ἀρκτικὸν, τῶν θερμαινόντων ἐστὶν εἰς τοσοῦτον ὡς οὐρητικόν τε εἶναι καὶ καταμηνίων ἀγωγόν. καὶ τὸ ψευδοβούνιον δὲ παραπλησίως αὐτῷ θερμόν ἐστιν.
[ιδ΄. Περὶ βουφθάλμου.] Βούφθαλμον ὠνόμασται μὲν οὕτως ἀπὸ τῶν ἀνθῶν ἐοικέναι δοκούντων κατὰ τὸ σχῆμα
βοὸς ὀφθαλμῷ, ἐπί τε τήν γε χρόαν τοῖς τῆς ἀνθεμίδος ἐστὶν ὁμοιότατα. μείζω δ’ ἐστὶν αὐτῶν συχνῷ καὶ δριμύτερα, καὶ διὰ τοῦτο καὶ διαφορητικώτερα, μέχρι τοῦ καὶ σκληρίας ἰᾶσθαι μιγνύμενα κηρωτῇ.
[ιε΄. Περὶ βράθυος.] Βράθυ τῶν ἰσχυρῶς ξηραινόντων ἐστὶ, κατά γε τὰς τρεῖς ποιότητας ἃς καὶ τῷ γεύεσθαι διασημαίνει, παραπλησίως κυπαρίσσῳ, πλὴν ὅτι δριμύτερον αὐτῆς ἐστι καὶ ὡς ἂν εἴποι τις ἀρωματικώτερον. αὐτῆς τε οὖν ταύτης μετέχει τῆς ποιότητος ἧς εἴρηκα νῦν τῆς δριμείας, ἐπὶ θερμῇ κράσει συνισταμένης, ἔτι τε πικρότητός τε καὶ στύψεως ἀμυδροτέρας ἢ κατὰ κυπάρισσον. ὅσον γὰρ ἐν δριμύτητι πλεονεκτεῖ κυπαρίσσου, καὶ διὰ τοῦτο καὶ διαφορητικώτερον. κολλῆσαι μὲν οὖν οὐ δύναται διὰ ῥώμην ξηρότητος καὶ θερμότητος. εἰς τοσοῦτον γὰρ ἀμφοῖν τούτων μετείληφεν, ὡς ἤδη συντατικὸν καὶ φλογῶδες ὑπάρχειν· εἰς δὲ τὰς σηπεδόνας ὁμοίως ἁρμόττει κυπαρίσσῳ, καὶ μάλισθ’ ὅσαι κακοηθέστεραί τ’ εἰσὶ καὶ χρονιώτεραι. φέρουσι γὰρ ἀλύπως αὗται τὴν ἰσχὺν τοῦ φαρμάκου. καὶ τοίνυν καὶ τὰ μεμελασμένα
καὶ τὰ λίαν ῥυπαρὰ μετὰ μέλιτος ἀποκαθαίρει καὶ ἄνθρακας ἀπολύει. διὰ δὲ τὴν λεπτομέρειαν καὶ καταμηνίων ἐστὶν ἀγωγὸν, εἴπερ τι καὶ ἄλλο, καὶ δι’ οὔρων αἷμα κινεῖ, καὶ τὰ ζῶντα τῶν ἐμβρύων διαφθείρει, τὰ νεκρὰ δ’ ἐκβάλλει. κείσθω δὴ καὶ τοῦτο τὸ φάρμακον ἐν τῇ τρίτῃ τῶν ἀποστάσεων κατά τε τὸ θερμαίνειν καὶ τὸ ξηραίνειν ἐν τοῖς μάλιστα λεπτομερέσιν ὑπάρχον. ταῦτ’ ἄρα καὶ μύροις μίγνυται καὶ μάλιστα τῷ γλευκίνῳ καὶ εἰς ἀντιδότους ἐμβάλλεται παμπόλλας. ἔνιοι καὶ ἀντὶ κινναμώμου διπλάσιον αὐτὸ βάλλουσι, λεπτυντικῆς τε γάρ ἐστι καὶ διαφορητικῆς εἰ ποθείη δυνάμεως.
[ιστ΄. Περὶ βρετανικῆς.] Βρετανικῆς τῆς πόας ἐστὶ μὲν καὶ τὰ φύλλα στυπτικά τε καὶ κολλητικὰ τραυμάτων, ὅμοια τοῖς τῶν ἀγρίων ὄντα λαπάθων, πλὴν ὅσον μελάντερά τε καὶ δασύτερα φαίνεται. ἔστι δὲ ὁ ἐξ αὐτῶν χυλὸς ὁμοίως στυπτικὸς, ὥστε καὶ ἕψοντες αὐτὸν ἀποτίθενταί τινες ὡς δραστικώτατον τῶν στοματικῶν φαρμάκων. ἰᾶσθαι γὰρ δοκεῖ καὶ τὰ ἤδη σηπόμενα.
[ιζ΄. Περὶ βρόμου.] Βρόμος ἐστὶ μὲν ἕν τι τῶν ὀσπρίων, ἀλλ’ ὡς φάρμακον ὁμοίαν ἔχει δύναμιν κριθῇ. καταπλασσόμενον γὰρ ξηραίνει καὶ διαφορεῖ μετρίως τε καὶ ἀδήκτως. ἔστι δὲ καὶ ψυχρότερον ἀτρέμα τῇ κράσει καί τι καὶ στύψεως ἔχων, ὥστε καὶ τὰς κατὰ γαστέρα διαῤῥοίας ὠφελεῖν.
[ιη΄. Περὶ βρύου.] Βρύον θαλάττιον σύνθετόν ἐστιν ἐκ γεώδους τε ἅμα καὶ ὑδατώδους οὐσίας ἀμφοτέρων ψυχρῶν. στύφει τε γὰρ γευόμενον καὶ πάνθ’ ὅσα θερμὰ καταπλασσόμενον ἐναργῶς ἐμψύχει τε καὶ ὠφελεῖ.
[ιθ΄. Περὶ βρύου ἢ καὶ σπλάγχνου.] Βρύον, ἔνιοι δὲ σπλάγχνον. εὑρίσκεται μὲν ἐπὶ δρυσὶ καὶ πεύκαις καὶ λεύκαις. ἔχει δὲ καὶ δύναμιν στυπτικὴν οὐκ ἰσχυράν. οὐδὲ γὰρ ψυχρὸν ἱκανῶς ἐστιν, ἀλλ’ ἐγγύς πως τοῖς μέσοις, ὅτι καὶ διαφορητικῆς τε καὶ μαλακτικῆς μετείληφε δυνάμεως, καὶ μάλιστα τὸ ἐπὶ κεδρίνων εὑρισκόμενον ξύλων.
3. [α΄. Περὶ γαλλίου.] Γάλλιον ὠνόμασται μὲν ἀπὸ τοῦ τὸ γάλα πηγνύναι. παραπλήσιον δ’ ἐστὶν ἀπαρίνῃ
δύναμιν ἔχον ξηραντικὴν καὶ ὑπόδριμυν. τὸ δὲ ἄνθος αὐτοῦ πρὸς αἱμοῤῥαγίας ἁρμόττειν δοκεῖ καὶ πυρίκαυστα ἰᾶσθαι. ἔστι δὲ εὔοσμόν τε καὶ τῇ χροιᾷ μήλινον.
[β΄. Περὶ γεντιανῆς.] Γεντιανή. ταύτης τῆς πόας ἡ ῥίζα δραστήριος ἱκανῶς ἐστιν, ἵνα χρὴ λεπτῦναί τε καὶ διακαθῆραι, καὶ ἀποῤῥῦψαι καὶ ἐκφράξαι, καὶ οὐδὲν θαυμαστὸν εἰ ταῦτα δύναται πικρὰ σφοδρῶς ὑπάρχουσα.
[γ΄. Περὶ γιγάρτων.] Γίγαρτα ξηρὰ μέν ἐστι κατὰ τὴν δευτέραν τάξιν, ψυχρὰ δὲ κατὰ τὴν πρώτην. ἡ δ’ οὐσία παχυμερὴς αὐτῶν ἐστι καὶ γεώδης, ὡς τῇ γεύσει δηλοῦται· στρυφνὰ γὰρ φαίνεται, καὶ ἡ πεῖρα διδάσκει. πᾶσι γὰρ τοῖς κατὰ γαστέρα πάθεσι τοῖς ῥοώδεσιν ἱκανῶς ἁρμόττει.
[δ΄. Περὶ γιγγιδίου.] Γιγγίδιον, ὥσπερ τῇ γεύσει πικρότητός τε καὶ στύψεως μετέχει, οὕτως καὶ τῇ κράσει θερμότητός τε καὶ ψύξεως. ξηραντικὸν δ’ ἐστὶν κατ’ ἀμφοτέρας τὰς ποιότητας, καὶ μέντοι καὶ εὐστόμαχον, ὅτι στύψεως
οὐκ ὀλίγης μετείληφε. θερμασίαν μὲν οὖν οὐ πάνυ τι σαφῆ κέκτηται. ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν.
[ε΄. Περὶ γλαυκίου.] Γλαύκιον στύφει μετά τινος ἀηδίας, ἀλλὰ καὶ ψύχει σαφῶς οὕτως, ὥστε θεραπεύειν μόνον ἐρυσιπέλατα πολλάκις, ὅσα γε μὴ ἰσχυρά. καὶ ἔστιν ἡ κρᾶσις αὐτοῦ σύνθετος ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας, ψυχρῶν μὲν ἀμφοῖν, οὐ μὴν ἄκρως, ἀλλ’ οὕτως ὡς ὕδωρ κρηναῖον.
[στ΄. Περὶ γλαυκός.] Γλαὺξ ἡ πόα· καὶ αὐτὴ γάλακτος εἶναι δοκεῖ γεννητική. καὶ εἴπερ τοῦτο οὕτως ἔχει, θερμὴ ἂν πως εἴη καὶ ὑγρὰ τὴν κρᾶσιν.
[ζ΄. Περὶ γλήχωνος.] Γλήχων. καὶ αὕτη ἡ πόα ὡς ἂν δριμεῖά τε καὶ ὑπόπικρος οὖσα θερμαίνει τε καὶ λεπτύνει σφοδρῶς. ἱκανὸν δὲ τεκμήριον τοῦ μὲν θερμαίνειν ὅτι καταπλαττομένη φοινίσσει, καὶ εἰ ἐπιμένοι, ἐπὶ πλέον ἑλκοῖ· τῷ δὲ λεπτύνειν, ὅτι τά τ’ ἐκ θώρακος καὶ πνεύμονος ὑγρὰ παχέα καὶ γλίσχρα ῥᾳδίως ἀναπτύεσθαι ποιεῖ καὶ καταμήνια προτρέπει.
[η΄. Περὶ γλοιοῦ.] Γλοιὸς μετρίως ἐστὶ καὶ μαλακτικός.
[θ΄. Περὶ γλυκυρίζης.] Γλυκύριζα. τούτου τοῦ θάμνου τῶν ῥιζῶν ὁ χυλὸς μάλιστ’ ἐστὶ χρήσιμος ὁμοίως ταῖς ῥίζαις αὐτοῦ γλυκὺς ὑπάρχων, ἅμα βραχείᾳ τινὶ στύψει. διὸ καὶ τραχύτητας ἐκλεαίνειν πέφυκεν, οὐκ ἐν ἀρτηρίᾳ μόνον, ἀλλὰ καὶ ἐν ψωρώδει κύστει, τῷ μετρίῳ τῆς κράσεως· εἴη ἂν οὖν ἡ φύσις αὐτοῦ οἰκεία τῆς ἡμετέρας κράσεως· τοιοῦτον γὰρ ἐδείχθη τὸ γλυκύ. προσούσης δέ τινος καὶ στύψεως ἡ σύμπασα κρᾶσις αὐτῆς, ὅσον ἐπὶ θερμότητι καὶ στύψει, κατὰ τὴν χλιαρὰν μάλιστα ἂν εἴη θερμασίαν, ἐγγυτάτω τῆς συμμέτρου. ἐπεὶ δὲ καὶ ὑγρόν ἐστι τῇ κράσει τὸ μετρίως γλυκὺ, δεόντως ἄδιψόν ἐστι τὸ φάρμακον, ὑγρόν τε ἅμα μετρίως καὶ ψυχρότερον ὑπάρχον τῆς ἀνθρώπου φύσεως. φησὶ δ’ ὁ Διοσκουρίδης τὴν ῥίζαν ξηρὰν λεανθεῖσαν πτερυγίων ἐπιτήδειον γίνεσθαι κατάπαστον φάρμακον.
[ι΄. Περὶ γλυκυσίδης.] Γλυκυσίδην, ἣν καὶ πεντόροβον
μὴν ἐπιφανῶς γε θερμὴν, ἀλλ’ ἤτοι σύμμετρον ἢ βραχεῖ τινι θερμοτέραν.
[ια΄. Περὶ γναφαλίου.] Γναφάλιον. ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ φύλλοις αὐτοῦ μαλακοῖς οὖσιν ἀντὶ γναφάλων χρῆσθαι. ἔστι δὲ λευκὰ καὶ μετρίως στύφοντα, καὶ διὰ τοῦτό τινες αὐτὸ διδόασι δυσεντερικοῖς μετά τινος τῶν αὐστηρῶν οἴνων.
[ιβ΄. Περὶ γογγυλίδος.] Γογγυλίδος τὸ σπέρμα πρὸς ἀφροδίσια παροξύνει, φυσώδους πνεύματος ὑπάρχον γεννητικόν. οὕτω δὲ καὶ ἡ ῥίζα δύσπεπτός τε καὶ φυσώδης ἐστι καὶ σπέρματος γεννητική.
4. [α΄. Περὶ δαμασωνίου.] Δαμασώνιον ἢ καὶ ἄλισμα. περὶ ταύτης τῆς πόας ἐν τῷ τρίτῳ Διοσκουρίδης λέγει ὡς τῆς ῥίζης, εἰ ποθείη, δυσεντερίας ἰωμένης καὶ κοιλίαν ἱστάσης καὶ οἰδήματα πραϋνούσης. ἡμεῖς δὲ τούτων μὲν οὐκ ἐπειράσθημεν· ὅτι δὲ τοὺς ἐν νεφροῖς συνισταμένους λίθους θρύπτει τὸ ὕδωρ πινόμενον, ἐν ᾧπερ ἂν ἑψηθεῖσα τύχῃ πεπειράμεθα. δῆλον οὖν ὅτι ῥυπτικήν τινα δύναμιν ἔχει.
[β΄. Περὶ δαύκου.] Δαῦκος, ὃν δή τινες σταφυλῖνον ὀνομάζουσιν. ὁ μὲν ἄγριος ἧττον ἐδώδιμος τοῦ ἡμέρου, σφοδρότερος δ’ ἐν πᾶσιν· ὁ δὲ ἥμερος ἐδώδιμος μὲν, ἀσθενέστερος δέ. δριμείας δέ ἐστι καὶ θερμαντικῆς δυνάμεως, καὶ διὰ τοῦτο καὶ λεπτυντικῆς. ἡ μὲν οὖν ῥίζα πρὸς τοῖς εἰρημένοις καὶ φυσῶδές τι κέκτηται καὶ ἀφροδισιαστικόν. τὸ δὲ σπέρμα τὸ μὲν τοῦ ἡμέρου ἔχει μέν τι καὶ αὐτὸ παροξυντικὸν εἰς ἀφροδίσια, τὸ δὲ τοῦ ἀγρίου τελέως ἐστὶν ἄφυσον, καὶ διὰ τοῦτο διουρητικόν τε καὶ καταμηνίων ἐστὶ κινητικόν.
[γ΄. Περὶ τοῦ δαύκου σπέρματος.] Δαύκου τῆς πόας τὸ σπέρμα θερμαντικὸν ἱκανῶς ἐστιν, ὡς οὐρητικόν τε φάρμακον ὑπάρχειν ἐν τοῖς μάλιστα δραστήριον, ἐμμήνων τε κινητικόν. ἔστι δὲ καὶ διαφορητικὸν ἱκανῶς ἔξωθεν ἐπιτιθέμενον. καὶ ἡ πόα δ’ αὐτῆς παραπλησίας μέν ἐστι δυνάμεως, ἀσθενεστέρας δὲ ἢ κατὰ τὸ σπέρμα διὰ τὴν τῆς ὑδατώδους ὑγρότητος ἐπιμιξίαν. ἔστι γε μὴν καὶ αὕτη θερμὴ τὴν κρᾶσιν.
[δ΄. Περὶ δάφνης τοῦ δένδρου.] Δάφνης τοῦ δένδρου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ξηραίνει καὶ θερμαίνει σφοδρῶς, καὶ μᾶλλον ὁ καρπὸς αὐτῆς τῶν φύλλων. ὁ δὲ φλοιὸς τῆς ῥίζης ἧττον μέν ἐστι δριμὺς καὶ θερμὸς, μᾶλλον δὲ πικρὸς, καί τι καὶ στύψεως ἔχει. ταῦτ’ ἄρα καὶ λίθους θρύπτει καὶ ἥπατι ὠφελεῖ. πίνεται δὲ σὺν οἴνῳ εὐώδει τριοβόλου σταθμός.
[ε΄. Περὶ δάφνης τῆς πόας.] Δάφνης τῆς πόας, ἣν καὶ Ἀλεξανδρείαν ὀνομάζουσιν, ἡ κρᾶσις ἐναργῶς ἐστι θερμὴ, καὶ γευομένοις ἐστὶ δριμεῖά τε καὶ ὑπόπικρος, καὶ πινομένοις ἔμμηνά τε καὶ οὖρα προτρέπει. τῆς δὲ χαμαιδάφνης καὶ ἐσθίονται οἱ ἁπαλοὶ κλῶνες. παραπλησία δὲ καὶ ἥδε τὴν δύναμίν ἐστι τῇ Ἀλεξανδρείᾳ δάφνῃ, καθάπερ καὶ τὸ δαφνοειδὲς ὀνομαζόμενον.
[στ΄. Περὶ δικτάμνου.] Δίκταμνον ἐκ λεπτομερεστέρας ἐστὶν οὐσίας ἢ κατὰ γλήχωνα. τὰ δ’ ἄλλα παραπλήσιον αὐτῇ τὸ δὲ καλούμενον ψευδοδίκταμνον ἀσθενέστερον εἰς ἅπαντα τοῦ δικτάμνου.
[ζ΄. Περὶ διψάκου] Διψάκου τῆς ἀκάνθης ἡ ῥίζα ξηραντικὴ τάξεως δευτέρας ἐστὶν, ἔχει δέ τι καὶ ῥυπτικόν.
[η΄. Περὶ δορυκνιδίου.] Δορυκνίδιον ὅμοιον τῇ κράσει μήκωνι καὶ μανδραγόρᾳ καὶ τοῖς οὕτω ψυκτικοῖς ἐστιν, ἐπικρατούμενον, ὑδατώδει ψυχρότητι πάνυ δραστηρίῳ. καροῖ μὲν γὰρ ὀλίγον, ἀναιρεῖ δὲ πλέον συλληφθέν.
[θ΄. Περὶ δρακοντίου.] Δρακόντιον ἔχει μέν τι παραπλήσιον ἄρῳ καὶ τοῖς φύλλοις καὶ τῇ ῥίζῃ. δριμύτερον δέ ἐστιν αὐτοῦ καὶ πικρότερον, καὶ διὰ τοῦτο καὶ θερμαντικώτερόν τε καὶ λεπτομερέστερον. ἔχει δέ τινα καὶ στύψιν βραχεῖαν, ἧς συνιούσης ταῖς προειρημέναις δύο ποιότησι, τῇ τε δριμείᾳ καὶ τῇ πικρᾷ, δραστήριον γίγνεται τὸ φάρμακον ἐν τοῖς μάλιστα. καὶ γὰρ ἡ ῥίζα διακαθαίρει τὰ σπλάγχνα πάντα, τοὺς παχεῖς μάλιστα καὶ γλίσχρους λεπτύνουσα χυμοὺς, καὶ τῶν κακοήθων ἑλκῶν ἄριστόν ἐστι φάρμακον, ἀποκαθαίρει τε καὶ ἀποῤῥύπτει γενικῶς τά τ’ ἄλλα τὰ ῥύψεως δεόμενα καὶ ἀλφοὺς σὺν ὄξει. τά τε φύλλα, παραπλήσιον
ἔχοντα δύναμιν ἕλκεσί τε καὶ τραύμασι νεοτρώτοις ἁρμόττει, καὶ ὅσῳ ἂν ἧττον ᾖ ξηρὰ τοσοῦτον μᾶλλον κολλᾷ. τὰ γὰρ ξηρότερα δριμύτερα τὴν δύναμίν ἐστιν ἢ ὡς τραύμασι πρέπει. πεπίστευται δὲ καὶ τυρὸν ὑγρὸν ἄσηπτον διαφυλάττειν, ἔξωθεν αὐτῷ περιτιθέμενον, διὰ τὴν τῆς κράσεως ξηρότητα. ὁ δὲ καρπὸς ἰσχυρότερος οὐ τῶν φύλλων μόνον, ἀλλὰ καὶ τῆς ῥίζης ἐστὶν, ὥστε καὶ καρκίνους καὶ πολύποδας ἐκτήκειν πεπίστευται. καὶ ὁ χυλὸς δ’ αὐτοῦ τὰ ἐν ὀφθαλμοῖς ἀποκαθαίρει.
[ι΄. Περὶ δρυοπτερίδος.] Δρυοπτερὶς μικτῆς ἐστι γευομένῳ ποιότητος γλυκείας δριμείας ὑποπίκρου, κατὰ δὲ τὴν ῥίζαν καὶ στρυφνῆς. δύναμιν δ’ ἔχει σηπτικὴν, ὅθεν καὶ τρίχας ψιλοῖ.
[ια΄. Περὶ δρυός.] Δρυὸς ἅπαντα μὲν τὰ μόρια στυφούσης μετέχει ποιότητος, ἐπιπλέον δὲ τὸ ἐν τῷ φλοιῷ τοῦ πρέμνου τὸ ὑμενῶδες, καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου, τὸ ἐπὶ τῇ σαρκὶ τοῦ καρποῦ. διὸ καὶ πρὸς ῥοῦν γυναικεῖον,
δρῦς, καὶ διὰ τοῦτο ξηραντικῆς τε καὶ στυπτικῆς, θερμῆς δ’ ἐπ’ ὀλίγον εἶναι κατωτέρω τῶν μέσων ἐν τοῖς ὡς ἂν οὕτω τις εἴποι χλιαροῖς.
5. [α΄. Περὶ ἐβίσκου.] Ἐβίσκος ἢ ἀλθαία. ἔστι δὲ μαλάχη ἡ ἀγρία διαφορητικὴ, χαλαστικὴ, ἀφλέγμαντος, πραϋντικὴ, πεπτικὴ φυμάτων δυσπέπτων. καὶ ἡ ῥίζα δὲ αὐτῆς καὶ τὸ σπέρμα τὰ μὲν ἄλλα ὁμοίως ἐνεργεῖ τῇ πόᾳ χλωρᾷ, λεπτομερεστέραν δὲ ἐκείνης καὶ ξηραντικωτέραν καὶ προσέτι ῥυπτικωτέραν ἐπιδείκνυνται τὴν δύναμιν, ὥστε καὶ ἀλφοὺς ἀποῤῥύπτειν καὶ τὸ σπέρμα τοὺς ἐν νεφροῖς λίθους διαιρεῖν. τὸ δὲ τῆς ῥίζης ἀφέψημα καὶ πρὸς δυσεντερίαν καὶ διάῤῥοιαν καὶ πρὸς αἵματος ἀναγωγὴν ὠφέλιμόν ἐστιν ἐχούσης τινὰ δύναμιν στυπτικήν.
[β΄. Περὶ ἐβένου.] Ἔβενος τῶν εἰς χυλὸν ἀναλυομένων ἐστὶ ξύλων εἰ παρατρίβοιτο μεθ’ ὕδατος, ὥσπερ ἔνιοι τῶν λίθων. ἡ δὲ δύναμις θερμαντική τέ ἐστι καὶ ῥυπτικὴ καὶ λεπτομερὴς, ὅθεν καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα πεπίστευται ῥύπτειν. ταῖς τε ἄλλαις ὀφθαλμικαῖς μίσγεται δυνάμεσιν,
ὅσαι πρὸς ἕλκη παλαιὰ καὶ ῥεύματα καὶ φλυκταίνας ἁρμόττουσιν.
[γ΄. Περὶ ἐλαίας.] Ἐλαίας οἱ μὲν θαλλοὶ τοσούτῳ μετέχουσι ψύξεως, ὅσον καὶ στύψεως. ὁ δὲ καρπὸς ὁ μὲν ἀκριβῶς πέπειρος θερμὸς συμμέτρως ἐστὶν, ὁ δ’ ἄωρος στυπτικώτερός ἐστι καὶ ψυχρότερος.
[δ΄. Περὶ ἐλαίου.] Ἔλαιον τὸ μὲν ἐκ τῆς ἐλαίας, ὅπερ καὶ κυριώτατον καλοῦμεν ἔλαιον, ὁποῖόν τι τὴν κρᾶσίν ἐστιν ἐν τοῖς ἔμπροσθεν λόγοις διώρισται. ὑγραντικόν τε γὰρ ἐδείκνυτο καὶ συμμέτρως θερμόν. τοιοῦτο δ’ ἐστὶν τὸ γλυκύτατον, ἐκ δρυπετοῦς μάλιστα τοῦ καρποῦ γενόμενον. τὸ δ’ ὠμοτριβὲς καὶ ὀμφάκινον ὀνομαζόμενον εἰς ὅσον στύψεως μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως. τὸ δὲ παλαιὸν ἔλαιον τὸ μὲν ἐκ τοῦ γλυκέος παλαιουμένου γιγνόμενον θερμότερόν τε καὶ διαφορητικώτερόν ἐστι, τὸ δ’ ἐξ ὠμοτριβοῦς, ἄχρι μὲν ἀποσώζει τι τῆς στύψεως, μικτῆς ὑπάρχει δυνάμεως, ἐπειδὰν δ’ ἀποβάλλῃ τελέως αὐτὴν, ὁμοιοῦται
Σαβῖνον. ἐν τῷ μέσῳ δὲ τῶν εἰρημένων ἁπάντων τό τε κατὰ τὰς Κυκλάδας νήσους ἐστὶ καὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν. κρίνεται δὲ τὸ μὲν λιπαρὸν ἔλαιον τῇ γλισχρότητι, τὸ δὲ λεπτομερὲς τῷ τε διαυγεῖ καὶ καθαρῷ, καὶ τῷ πλεῖστον ἀλείφεσθαι τοῦ σώματος ὑπ’ ἐλαχίστου καὶ τῷ πρὸς τοῦ χρωτὸς ἀναπίνεσθαι ῥᾳδίως. ἐκ δὲ τῶν εἰρημένων ἔνεστί σοι καὶ περὶ τῶν ἄλλων ἐλαίων, ὁπόσα τοῖς μύροις ὁμωνύμως λέγεται, γιγνώσκειν ἤδη, λέγω δὲ ῥοδίνου τε καὶ μηλίνου καὶ κρινίνου καὶ ὅσα τοιαῦτα καρπῶν ἢ ἀνθῶν ἢ βλαστῶν ἢ φύλλων ἐναποβρεχομένων ἐν ἐλαίῳ γίγνεται. τούτων γὰρ ἕκαστον, ὅταν ἅμα τοῖς ἀρώμασι σκευασθῇ, μύρον ἀποτελεῖται. λεχθήσεται δ’ ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῆ περὶ συνθέσεως φαρμάκων πραγματείᾳ. τὸ δ’ εἰς τὸν παρόντα χρήσιμον εἰπὼν ἀπαλλάξομαι. κατὰ φύσιν ἑκάστου τῶν ἐμβληθέντων ἀλλοιωθήσεται τὸ ἔλαιον. ἐξ ὧν οὖν ὑπὲρ ἑκάστου τῶν ἐμβαλλομένων ἐν τῷδε τῷ λόγῳ παντὶ καθόλου μανθάνεις, ἐκ τούτων ἂν εἴη σοι καὶ περὶ τοῦ καθέκαστον αὐτῶν ἐλαίου γιγνώσκειν.
[ε΄. Περὶ ἐλατίνης.] Ἐλατίνη μετρίως ἐστὶ ψυκτική τε καὶ στυπτική.
[στ΄. Περὶ ἐλαφοβόσκου.] Ἐλαφόβοσκος θερμῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ ξηραντικῆς κατὰ τὴν δευτέραν που μάλιστα τῶν ἀποστάσεων.
[ζ΄. Περὶ Ἐλενίου.] Ἐλενίου τῆς πόας ἡ ῥίζα ἐστὶ μάλιστα χρήσιμος, οὐκ εὐθὺς κατὰ τὴν πρώτην προσβολὴν θερμαίνουσα, καὶ διὰ τοῦτο λεκτέον αὐτὴν οὐ θερμὴν καὶ ξηρὰν ἀκριβῶς, ὥσπερ τὸ μέλαν καὶ λευκὸν πέπερι, ἀλλὰ σὺν ὑγρότητι περιττωματικῇ, καὶ διὰ τοῦτο καὶ τοῖς ἐκλείγμασι τοῖς εἰς τὰς ἀναγωγὰς τῶν γλίσχρων καὶ τῶν παχέων ἐν θώρακι καὶ πνεύμονι χυμῶν ἐπιτηδείως μίγνυται καὶ φοινίσσουσιν αὐτῇ τὰ μόρια, ψυχροῖς καὶ χρονίοις ἐνοχλούμενα πάθεσιν, ὥσπερ ἰσχιάδες τέ τινές εἰσι καὶ ἡμικρανίαι καὶ συνεχεῖς ἄρθρων τινῶν ἐκπτώσεις δι’ ὑγρότητος.
[η΄. Περὶ ἐλελισφάκου.] Ἐλελίσφακος θερμαντικῆς ἐναργῶς ἐστι κράσεως, ὑποστυφούσης ἀτρέμα.
[θ΄. Περὶ ἐλλεβόρου.] Ἐλλέβορος ἑκάτερος, ὅ τε λευκὸς καὶ ὁ μέλας, ῥυπτικῆς τε ἅμα καὶ θερμαντικῆς εἰσι δυνάμεως. διὸ καὶ πρὸς ἀλφοὺς καὶ λειχῆνας καὶ ψώρας καὶ λέπρας ἁρμόττουσι, καὶ μὲν δὴ καὶ εἰς σύριγγα τετυλωμένην ὁ μέλας, καθιέμενος ἐν δύο που καὶ τρισὶν ἡμέραις ἀφίστησιν αὐτῆς τὸν τύλον, καὶ ὀδόντας δὲ σὺν ὄξει διακλυζόμενος ὀνίνησι. καὶ κείσθωσαν ἐν τῇ τρίτῃ τάξει τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἔστι δὲ τῇ γεύσει θερμότερος μὲν ὁ μέλας, ὑπόπικρος δὲ ὁ λευκός.
[ι΄. Περὶ ἑλξίνης.] Ἑλξίνη, ἔνιοι δὲ περδίκιον ὀνομάζουσιν, ἄλλοι δὲ παρθένιον, ἄλλοι δὲ σιδηρίτιδα, εἰσὶ δ’ οἳ Ἡρακλείαν. δύναμις δ’ αὐτῆς ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ μεθ’ ὑγρότητος ὑποψύχρου. ὅθεν ἰᾶται φλεγμονὰς ἁπάσας ἐν ἀρχῇ τε καὶ ἐν ἀναβάσει μέχρι τῆς ἀκμῆς, καὶ μάλιστα τὰς θερμάς. καὶ μὲν δὴ καὶ ἀρχομένοις φυγέθλοις ἐπιπλάττεται. καὶ ὁ χυλὸς δ’ αὐτῆς μετὰ ῥοδίνου πρὸς ὤτων ἀλγήματα φλεγμαινώδη μετρίως ἥρμοκεν. ἀνακογχυλίζονται δ’ αὐτὴν ἔνιοι καὶ πρὸς παρίσθμια, καί τινες τῶν
ἰατρῶν τοῖς χρονίως βήττουσιν ἔδοσαν αὐτήν. τοῦ ῥύπτειν δ’ ἐναργῆ πεῖραν παρέχεται καὶ ἐπὶ τῶν ὑαλίνων σκευῶν.
[ια΄. Περὶ ἑλξίνης μελαίνης.] Ἑλξίνη, ἡ καὶ κισσάμπελος ὀνομαζομένη, δυνάμεώς ἐστι διαφορητικῆς.
[ιβ΄. Περὶ ἐλύμου.] Ἔλυμος, καλεῖται δὲ καὶ μελίνη. ἔστι μὲν ἐκ τῶν ὀσπρίων, ὅμοιον κέγχρῳ τήν τε ἰδέαν καὶ τὴν δύναμιν, ὀλιγότροφόν τε καὶ ξηραντικόν. ἵστησί τέ τι καὶ τὰ κατὰ γαστέρα ῥεύματα, καθάπερ καὶ ὁ κέγχρος. εἰ δ’ ἔξωθεν ἐπιπλασθείη, ξηραίνει τε καὶ ψύχει.
[ιγ΄. Περὶ ἐμπέτρου.] Ἔμπετρον εἰς καθάρσεις μόνας δοκεῖ χρήσιμον ὑπάρχειν ἄγον φλέγμα καὶ χολήν. ἔστι δὲ ἁλυκὸν τῇ γεύσει, ὥστε καὶ εἰς ἄλλα χρήσαιτ’ ἄν τις αὐτῷ εἰς ἅπερ καὶ τὴν ἁλυκὴν οὐσίαν ἐδείκνυμεν δυναμένην· ὀνομάζεται δὲ καὶ πρασοειδές.
[ιδ΄. Περὶ ἐπιθύμου.] Ἐπίθυμον τῆς θύμου δυνάμεώς ἐστιν ἰσχυρότερον, τὰ πάντα ξηραινούσης τε καὶ θερμαινούσης κατὰ τὴν τρίτην ἀπόστασιν.
[ιε΄. Περὶ ἐπιμηδίου.] Ἐπιμηδίου ἡ δύναμις ψυκτικὴ μετρίως ἐστὶ, μεθ’ ὑγρότητος ὑδατώδους. οὐδεμίαν γοῦν ἐπίσημον ἔχει ποιότητα, δύναται δὲ καταπλαττομένη μαστοὺς ὀρθίους διαφυλάττειν, φασὶ δὲ καὶ ἀτόκιον εἶναι πινομένην.
[ιστ΄. Περὶ ἐπιμήλιδος.] Ἐπιμηλίς· στρυφνὸν τοῦτο τὸ φυτόν ἐστι καὶ ὡς ἄν εἴποι τις ἀγρία μηλέα. καλεῖται δ’ ὑπὸ τῶν κατὰ τὴν Ἰταλίαν ἀγροίκων οὐνέδων. πλεῖστον δὲ ἐν τῇ Καλαβρίᾳ γίγνεται. ὁ καρπὸς δ’ αὐτῆς στρυφνὸς μὲν, κακοστόμαχος δὲ καὶ κεφαλαλγής. ἀναμέμικται γὰρ αὐτῷ τις ἀλλόκοτος ποιότης.
[ιζ΄. Περὶ ἐρεβίνθου.] Ἐρέβινθος, ὀσπρίον φυσῶδες, τρόφιμον, εὐκοίλιον, οὐρητικὸν, γάλακτος καὶ σπέρματος γεννητικὸν, προτρέπει δὲ καὶ καταμήνια. εἰσὶ δ’ οἱ κριοὶ καλούμενοι τῶν ἄλλων οὐρητικώτεροι. τὸ δ’ ἀφέψημα αὐτῶν τοὺς λίθους τοὺς ἐν νεφροῖς θρύπτει. τὸ δ’ ἕτερον γένος τῶν ἐρεβίνθων καλοῦνται μὲν ὀροβίαι, τῆς δ’ αὐτῆς ἐστι δυνάμεως, ἐπισπαστικῆς, διαφορητικῆς, τμητικῆς, ῥυπτικῆς.
εἰσὶ γὰρ θερμοὶ μὲν καὶ μετρίως ξηροὶ, μετέχουσι δέ τι καὶ τῆς πικρότητος, δι’ ἣν καὶ σπλῆνα καὶ ἧπαρ καὶ νεφροὺς ἐκκαθαίρουσι, καὶ ψώρας καὶ λειχῆνας ἀποῤῥύπτουσι καὶ παρωτίδας, καὶ διδύμους σκιῤῥουμένους διαφοροῦσι, καὶ τὰ κακοήθη δὲ τῶν ἑλκῶν ἰῶνται μετὰ μέλιτος.
[ιη΄. Περὶ ἐρεβίνθου ἀγρίου.] Ἐρέβινθος ἄγριος ἰσχυρότερος εἰς πάντα τοῦ ἡμέρου, τοῦτ’ ἔστι θερμότερός τε καὶ ξηραντικώτερος, ὅσον περ καὶ δριμύτερός τέ ἐστι καὶ πικρότερος.
[ιθ΄. Περὶ ἐρείκης.] Ἐρείκη διαφορητικῆς ἐστι δυνάμεως. τῷ δ’ ἄνθει μάλιστα καὶ τοῖς φύλλοις αὐτῆς χρηστέον.
[κ΄. Περὶ ἑρπύλλου.] Ἕρπυλλος θερμαντικῆς εἰς τοσοῦτόν ἐστι δυνάμεως, ὡς καταμήνιά τε καὶ οὖρα κινεῖν. ἔστι δὲ καὶ πρὸς τὴν γεῦσιν ἱκανῶς δριμύς.
[κα΄. Περὶ ἐρυσίμου.] Ἐρυσίμου τὸ σπέρμα καθάπερ τῇ γεύσει παραπλήσιον φαίνεται καρδάμῳ, οὕτω καὶ τῇ δυνάμει πυρῶδές τε καὶ θερμαντικὸν ὑπάρχει. ἐπειδὰν δὲ ἐκλείγματι δέῃ χρῆσθαι αὐτῷ, βέλτιόν ἐστιν ὕδατι προβρέξαντας φῶξαι ἢ εἰς ὀθόνιον ἐνδήσαντας, εἶτα σταιτὶ περιπλάσαντας
ὀπτῆσαι. χρήσιμον δ’ ἐστὶ μετὰ τῶν ἐκλειγμάτων εἰς τὰς τῶν κατὰ θώρακα καὶ πνεύμονα. γλίσχρων τε καὶ παχέων χυμῶν ἀναπτύσεις. ἀλλὰ καὶ παρωτίδας σκιῤῥουμένας καὶ σκληρίας παλαιὰς ἐν μαστοῖς καὶ διδύμοις ὠφελεῖ. φησὶ δὲ Διοσκουρίδης ὡς καταπλαττόμενον μεθ’ ὕδατος ἢ μέλιτος ὀνίνησι τοὺς κρυπτοὺς καρκίνους.
[κβ΄. Περὶ ἐρυθροδάνου.] Ἐρυθρόδανον. ἔστι δὲ ἡ τῶν βαφέων ἐρυθρὰ ῥίζα στρυφνὴ καὶ πικρὰ τὴν γεῦσιν, ὅθεν ὅσα περ εἴρηται κατὰ τὸ πρὸ τούτου γράμμα ποιεῖν ἐς ταὐτὸν ἀλλήλαις αἱ τοιαῦται συνελθοῦσαι δυνάμεις, ἅπαντα σαφῶς ἐν τῇδε τῇ ῥίζῃ θεάσῃ. καὶ γὰρ καὶ σπλῆνα καὶ ἧπαρ διακαθαίρει, καὶ οὖρα παχέα καὶ πολλὰ καί ποτε καὶ αἱματώδη κενοῖ, καὶ δὴ καὶ καταμήνια προτρέπει καὶ ἀποῤῥύπτει συμμέτρως, ὅσα δεῖται ῥύψεως. ἀλφοὺς γοῦν λευκοὺς ὠφελεῖ μετ’ ὄξους ἐπαλειφόμενον. διδόασι δ’ αὐτήν τινες καὶ τοῖς ἰσχιαδικοῖς καὶ τοῖς παραλελυμένοις πίνειν μετὰ μελικράτου.
[κγ΄. Περὶ εὐπατορίου.] Εὐπατόριον ἡ πόα λεπτομεροῦς καὶ τμητικῆς καὶ ῥυπτικῆς ἐστι δυνάμεως, ἄνευ θερμότητος ἐπιφανοῦς, ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ἐκκαθαίρει. μετέχει δὲ καὶ στύψεως βραχείας, δι’ ἣν καὶ τόνον ἐντίθησι τῷ σπλάγχνῳ.
[κδ΄. Περὶ εὐφορβίου.] Εὐφόρβιον καυστικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ὁμοίως τοῖς ἄλλοις ὀποῖς.
[κε΄. Περὶ ἐφημέρου.] Ἐφήμερον οὐ τὸ δηλητήριον, ὃ καὶ Κολχικὸν ὀνομάζουσιν, ἀλλὰ τὸ ἕτερον, ὃ δὴ καὶ ἴρις ἀγρία καλεῖται. φύλλα μὲν καὶ καυλὸν ἔχει ὅμοιον κρίνῳ, ῥίζαν δὲ μακρὰν οὐ στρογγύλην, ὥσπερ τὸ Κολχικόν. ἔστι δὲ δακτύλου μὲν μάλιστα τὸ πάχος, στύφουσα δὲ καὶ εὐώδης. ἐξ ὧν δῆλον ὡς μικτῆς ἐστι δυνάμεώς τε καὶ κράσεως ἀποκρουστικῆς τε καὶ διαφορητικῆς. μαρτυρεῖ δὲ καὶ τὰ κατὰ μέρος ἔργα. καὶ γὰρ ὀδονταλγίας ἐστὶν οὐκ ἄπρακτον ἥ γε ῥίζα διάκλυσμα καὶ φυμάτων ἀναβάσεσί τε καὶ ἀκμαῖς ἁρμόζει
τὰ φύλλα. χρὴ δ’ ἕψοντας ἐν οἴνῳ, πρὶν ἐκπυῆσαι, καταπλάττειν.
[κστ΄. Περὶ ἐχίνου.] Ἐχίνου τῆς πόας ὁ καρπὸς στρυφνὸς καὶ διὰ τοῦτο ἀποκρουστικὸς καὶ ξηραντικός. χρῶνται δ’ αὐτῷ πρός τε τὰ τῶν ὀφθαλμῶν ῥεύματα καὶ πρὸς ὦτα.
6. [α΄. Περὶ ζειᾶς.] Ζειὰ μεταξύ πώς ἐστι τὴν δύναμιν ἅπασαν πυρῶν τε καὶ κριθῶν, ὥστ’ ἐξ ἐκείνων γινωσκέσθω.
[β΄. Περὶ ζιγγιβέρεως.] Ζιγγιβέρεως ἡ ῥίζα χρήσιμός ἐστιν, ἥνπερ δὴ κομίζουσιν ὡς ἡμᾶς ἐκ τῆς βαρβάρου. θερμαίνει μὲν οὖν ἰσχυρῶς, ἀλλὰ οὐ κατὰ τὴν πρώτην προσβολὴν ὡς τὸ πέπερι. ταύτῃ τοι καὶ λεπτομερέστερον ἧττον αὐτὸ πεπέρεως ὑποληπτέον ὑπάρχειν. ἐλύετο γὰρ ἂν εἰς λεπτὰ μόρια καὶ διὰ ταχέων ἐνεργείᾳ θερμὸν ἐγίγνετο, καθάπερ ἐκεῖνο. φαίνεται γοῦν ἀκατεργάστου τινὸς ἔτι καὶ παχυμερεστέρας οὐσίας μετέχον καὶ ταύτης οὐ ξηρᾶς καὶ γεώδους, ἀλλ’ ὑγρᾶς καὶ ὑδατώδους μᾶλλον. διὰ τοῦτό γέ τοι καὶ τιτρᾶται ῥᾳδίως, ὅτι μέτεστιν αὐτῆς περιττωματικῆς
μέλανος πεπέρεως, ἀλλ’ ἐπ’ ὀλίγον. κάρδαμον δὲ καὶ νᾶπυ καὶ θαψία καὶ ὁ τῶν ἀγρίων περιστερῶν ἀπόπατος ἐν χρόνῳ τε πλείονι τελέως ἐκπυροῦται καὶ μέχρι πλείστου παραμένει.
[γ΄. Περὶ ζύθου.] Ζύθος δριμύτερός ἐστι τῶν κριθῶν οὐ σμικρῷ, κακόχυμος, ὡς ἂν ἐκ σηπεδόνος γεγενημένος. ἔστι δὲ καὶ φυσώδης, καὶ τὸ μέν τι δριμὺ καὶ θερμαῖνον ἔχον, τὸ πλεῖστον δὲ ψυχρὸν ὑδατῶδες ὀξύ.
[δ΄. Περὶ ζύμης.] Ζύμη λεπτομερὴς μέν ἐστι καὶ μετρίως θερμή. διὰ τοῦτο τοίνυν ἀλύπως τε καὶ ἀδήκτως ἐπισπᾶταί τε ἅμα τὰ ἐκ τοῦ βάθους καὶ διαφορεῖ. μέμικται δὲ ἐξ ἐναντίων καὶ ἥδε δυνάμεων, ὥσπερ καὶ ἄλλα πολλά. καὶ γὰρ ὀξύτητος μετέχει ψυχρᾶς καὶ σηπεδονώδους θερμότητος καὶ προσέτι τῆς ἀπὸ τῶν ἁλῶν καὶ τῆς ἀπὸ τοῦ ἀλεύρου κατὰ φύσιν.
7. [α΄. Περὶ ἡδυόσμου.] Ἡδύοσμον, ἔνιοι δὲ μίνθην προσαγορεύουσιν. ἔστι γὰρ ἑτέρα τις οὐκ εὐώδης μίνθη, ἣν καὶ καλαμίνθην καλοῦσι. δριμεῖαι δ’ εἰσὶ γευομένοις
ἀμφότεραι καὶ θερμαὶ τὴν δύναμιν ἐκ τῆς τρίτης που τάξεως τῶν θερμαινόντων. ἀσθενεστέρα μὴν ἡ εὐώδης μίνθη τῆς καλαμίνθης ἐστὶ καὶ ἧττον θερμαντική. καθόλου γὰρ εἰπεῖν ἡ μὲν ὥσπερ ἀγρία τίς ἐστιν, ἡ δ’ ἥμερος, ὥστε διὰ τὴν ἐκ τοῦ κηπεύεσθαι προσοῦσαν ὑγρότητα καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετρίως. ὑπάρχει δὲ τοῦτο κοινὸν ἅπασιν οἷς μέτεστιν ὑγρότητος ἡμιπέπτου τε καὶ φυσώδους. διὰ δὲ τὴν τοιαύτην τῆς πόας κρᾶσιν καὶ κατὰ τῶν ἀποστημάτων ἐπιτιθέασιν ἔνιοι μετ’ ἀλφίτων αὐτὴν, ὅπερ ἡ καλαμίνθη ποιεῖν οὐ δύναται τῷ σφοδρότερον ἢ τὰ τοιαῦτα θερμαίνειν καὶ ξηραίνειν. ἔχει δέ τι καὶ πικρὸν καὶ στρυφνὸν ἐν ἑαυτῇ, καὶ τῷ μὲν πικρῷ τὰς ἕλμινθας ἀναιρεῖ, τῷ δὲ στρυφνῷ μετ’ ὀξυκράτου πινομένη τὰς προσφάτους αἵματος ἀναγωγὰς ἐπέχει. λεπτομερὴς δ’ ἐστὶ τὴν οὐσίαν εἴπερ τις καὶ ἄλλη πόα.
[β΄. Περὶ ἡδυσάρου.] Ἡδύσαρον ἢ πελεκῖνος. τούτου τοῦ θάμνου τὸ σπέρμα πυῤῥὸν μὲν τὴν χρόαν, ἀμφίστομον δὲ καθάπερ οἱ πελέκεις· πικρὸν καὶ ὑπόστρυφνον
φαίνεται, ὅθεν εὐστόμαχόν τ’ ἐστὶ πινόμενον, ἐκκαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις. οὕτω καὶ οἱ κλῶνες ὅλου τοῦ θάμνου δρῶσιν.
[γ΄. Περὶ ἡμεροκάλλους.] Ἡμεροκάλλους ἡ ῥίζα παραπλησία τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν οὖσα καὶ κατὰ τὴν δύναμιν ὠφελεῖ παραπλησίως ἐκείνῃ τὰ πυρίκαυτα. καὶ γὰρ διαφορητικῆς ἀτρέμα δυνάμεώς ἐστι μετὰ τοῦ καὶ ἀποκρουστικὸν ἔχειν τι.
[δ΄. Περὶ ἡμιονίτιδος.] Ἡμιονίτις στύψεως ἅμα σὺν πικρότητι μετέχει, διὸ καὶ σπληνικοὺς ὠφελεῖ σὺν ὄξει πινομένη.
[ε΄. Περὶ ἠριγέροντος.] Ἠριγέρων δύναμιν ἐπίμικτον ἔχει, ψυκτικήν τε ἅμα καὶ μετρίως διαφορητικήν.
[στ΄. Περὶ ἠρυγγίου.] Ἠρύγγιον θερμότητι μὲν ἢ βραχὺ τῶν συμμέτρων ἢ οὐδὲν ὑπερέχει, ξηρότητος δὲ λεπτομεροῦς οὐκ ὀλίγης μετέχει.
8. [α΄. Περὶ θαλιήκτρου.] Θαλίηκτρον κοριάννῳ μὲν ἔχει τὰ φύλλα παραπλήσια, τὸν καυλὸν δὲ πηγάνου τὸ
πάχος. ἡ δύναμις δ’ αὐτοῦ ξηραντικὴ χωρὶς δήξεως, ἐπουλοῖ γοῦν τὰ χρόνια τῶν ἑλκῶν.
[β΄. Περὶ θαψίας.] Θαψία δριμείας ἐστὶ καὶ ἰσχυρῶς θερμαντικῆς δυνάμεως σὺν ὑγρότητι. ἕλκεται γὰρ οὖν ἐκ βάθους βιαίως καὶ αὐτὸ διαφορεῖ τὸ ἑλχθέν. χρόνῳ δὲ ἐργάζεται πλείονι ταῦτα, διὰ τὸ περιττωματικῆς ὑγρότητος ἐμπεπλῆσθαι δαψιλοῦς, δι’ ἣν καὶ ταχέως διαφθείρεται.
[γ΄. Περὶ θέρμου.] Θέρμος, ἐσθίεται μὲν ἑψηθείς τε καὶ πολλαῖς ἡμέραις, ἐναποθέμενος ὕδατι τὴν πικρότητα, καὶ γίνεται τηνικαῦτα τροφὴ παχύχυμος. ὡς φάρμακον δὲ ὁ μὲν τοιοῦτος ἐκ τῶν ἐμπλαστικῶν ἐστιν, ὁ δὲ τὴν σύμφυτον πικρότητα ἔχων ῥυπτικός τε καὶ διαφορητικὸς ὑπάρχει. ἀναιρεῖ δὲ καὶ ἕλμινθας ἐπιπλαττόμενός τε καὶ μετὰ μέλιτος ἐκλειχόμενος ἢ μετ’ ὀξυκράτου πινόμενος, οὐ μὴν ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ τὰς ἕλμινθας ἐκβάλλειν πέφυκε. καὶ μέν γε καὶ καταντλούμενον ἔξωθεν ὀνίνησιν ἀλφοὺς, ἀχῶρας, ἐξανθήματα, ψώρας, γαγγραίνας, ἕλκη κακοήθη, τὰ μὲν τῷ ῥύπτειν, τὰ δὲ τῷ διαφορεῖν καὶ
ξηραίνειν ἀδήκτως. ἐκκαθαίρει δὲ καὶ ἧπαρ καὶ σπλῆνα, μετὰ πηγάνου καὶ πεπέρεως ἡδονῆς ἕνεκα λαμβανόμενον. ἐπισπᾶται δὲ καὶ καταμήνια καὶ ἔμβρυα, σὺν σμύρνῃ καὶ μέλιτι προστιθέμενον. ἔστι δὲ καὶ τὸ ἄλευρον τῶν θέρμων ἀδήκτως διαφορητικόν. οὐ γὰρ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα σκληρὰ θεραπεύει, ἐν ὄξει δ’ ἑψεῖν αὐτὸ χρὴ τηνικαῦτα, ἢ ὀξυμέλιτι, ἢ ὀξυκράτῳ, κατά τε τὰς κράσεις δηλονότι τῶν καμνόντων καὶ τοῦ πάθους τὴν διαφορὰν ἐξευρίσκοντα τὸ δέον. οὐκ ἔστι δὲ τῆς προκειμένης νῦν ἡμῖν πραγματείας τὰ τοιαῦτα διαιρεῖσθαι. διαφορεῖ δὲ καὶ τὰ πελιδνά· καὶ τἄλλα ὅσα πρόσθεν εἴρηται τὸ ἀφέψημα δρᾷν, πάντα καὶ τὸ ἄλευρον ἐργάζεσθαι πέφυκε. καταπλάσσουσι δ’ ἔνιοι καὶ τοὺς ἰσχιαδικοὺς αὐτῷ.
[δ΄. Περὶ θέρμου ἀγρίου.] Θέρμος ἄγριος πικρότερος καὶ ἰσχυρότερος εἰς ἅπαντα τοῦ ἡμέρου ἐστὶ, τῆς αὐτῆς ὑπάρχων αὐτῷ κατὰ γένος δυνάμεως.
[ε΄. Περὶ θλάσπεως.] Θλάσπι σπέρμα. δριμὺ καὶ τοῦτ’ ἔστι τὴν δύναμιν, ὥστε καὶ τὰ ἐντὸς ἀποστήματα ῥήσσει
ποτιζόμενον καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κτείνει καὶ δι’ ἕδραν ἐνιέμενον ἰσχιάδας ὀνίνησιν αἱματώδη κενοῦν. ἔστι γὰρ καὶ ἄλλως καθαρτικὸν ἄνω τε καὶ κάτω χολωδῶν, ὀξυβάφου πλῆθος πινόμενον.
[στ΄. Περὶ θρίδακος.] Θρίδαξ ὑγρὸν καὶ ψυχρὸν λάχανον, οὐ μὴν ἐσχάτως γε, οὐδὲ γὰρ ἂν ἐδώδιμον ἦν, ἀλλὰ κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡς ἂν εἴποι τις, μάλιστα δύναμιν ἤτοι ψυχρότητα. διὰ τοῦτο πρὸς μὲν τὰς θερμὰς φλεγμονὰς ἁρμόττει καὶ πρὸς τὰ μικρὰ καὶ κοῦφα τῶν ἐρυσιπελάτων, οὐ μὴν τοῖς γε μείζοσιν ἐπαρκεῖν ἱκανή. ἔστι δὲ καὶ ἄδιψον ἔδεσμα. τὸ δὲ σπέρμα πινόμενον ἐπέχει γονοῤῥοίας, ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται. οὕτω καὶ τὸ τῆς ἀγρίας, ἧς καὶ τὸν ὀπὸν ἀθροίζουσιν, ἄργεμά τε καὶ ἀχλῦς ἀποκαθαῖρόν τε καὶ πρὸς τὰ ἐπικαύματα, μετὰ γυναικείου γάλακτος ὑπαλειφόμενον.
[ζ΄. Περὶ θύμου.] Θύμος τέμνει καὶ θερμαίνει σαφῶς, διὰ τοῦτο καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κατασπᾷ
καὶ τὰ σπλάγχνα διακαθαίρει πινομένη, ταῖς τε ἐκ θώρακος καὶ πνεύμονος ἀναγωγαῖς συναίρεται. καὶ τοίνυν ἔν τε τῷ ξηραίνειν. καὶ θερμαίνειν ἐν τῇ τρίτῃ τάξει θετέον αὐτήν.
9. [α΄. Περὶ ἰδαίας ῥίζης.] Ἰδαία ῥίζα καὶ γευομένη μέν ἐστι σφόδρα στρυφνὴ καὶ τοῖς ἔργοις δὲ πειρωμένῳ τὴν αὐτὴν ἐπιδείκνυται δύναμιν, αἱμοῤῥαγίας τε καὶ κοιλίας ῥεύματα καὶ δυσεντερίας καὶ ῥοῦν γυναικεῖον καὶ ὅσα τἄλλα τοιαῦτα θεραπεύουσα πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη.
[β΄. Περὶ ἰξοῦ.] Ἰξὸς ἐκ πλείστης μὲν ἀερώδους τε καὶ ὑδατώδους οὐσίας θερμῆς, ἐλαχίστης δὲ γεώδους σύγκειται. τὸ γοῦν δριμὺ πλέον ἐστὶν ἐν αὐτῷ τοῦ πικροῦ καὶ τοίνυν καὶ τὰ ἔργα κατὰ τὴν οὐσίαν αὐτῷ. ἕλκει γὰρ ἐκ τοῦ βάθους ἰσχυρῶς ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον, ἀλλὰ καὶ τὰς παχυτέρας, καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ. ἔστι δὲ τῶν οὐκ εὐθὺς θερμαινόντων φαρμάκων, μετὰ τὴν πρώτην ἐπίθεσιν, ἀλλὰ χρόνου δεομένων ὥσπερ ἡ θαψία. τοῦτο δ’ εἴρηται καὶ πρόσθεν, ὡς τοῖς θερμοῖς κατὰ
δύναμιν ὑπάρχει φαρμάκοις, ὅταν ὑγρότητα περιττωματικὴν ἔχῃ δαψιλῆ.
[γ΄. Περὶ ἴου.] Ἴου τὰ φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον οὐσίαν ἐπικρατοῦσαν κέκτηται, καὶ διὰ τοῦτο καὶ καθ’ ἑαυτὰ καὶ μετὰ ἀλφίτων ἐπιπλαττόμενα, τὰς θερμὰς φλεγμονὰς παρηγορεῖ. ἐπιτίθεται δὲ καὶ κατὰ τοῦ στόματος τῆς γαστρὸς ἐκκαιομένου καὶ κατ’ ὀφθαλμῶν.
[δ΄. Περὶ ἱππούριδος.] Ἵππουρις στυπτικὴν μετὰ πικρότητος ἔχει ποιότητα, καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς τε ἅμα καὶ ἀδήκτως. τραύματα οὖν τὰ μέγιστα καταπλαττομένη κολλᾷ, κᾂν νεῦρα διατετμημένα τύχῃ καὶ τὰς καλουμένας ἐντεροκήλας, ἀλλὰ καὶ πρὸς τὰς ἀναγωγὰς τοῦ αἵματος, καὶ πρὸς ῥοῦν τὸν γυναικεῖον καὶ μάλιστα τὸν ἐρυθρὸν, ἔτι τε δυσεντερίας καὶ τἄλλα τὰ κατὰ τὴν γαστέρα ῥεύματα, γενναῖόν ἐστι φάρμακον ἡ πόα πινομένη δι’ ὕδατος ἢ οἴνου. γράφουσι δ’ ὑπὲρ αὐτῆς τινες ὡς καὶ κύστεως ἰάσατό ποτε καὶ τῶν λεπτῶν ἐντέρων τραύματα ὁ χυλὸς αὐτῆς. αἱμοῤῥαγίας τε τὰς ἐκ ῥινῶν ὠφελεῖ καὶ κατὰ
τὴν γαστέρα ῥοώδη πάθη, σύν τινι τῶν αὐστηρῶν οἴνων πινόμενος καὶ δι’ ὕδατος, ἂν πυρέττοντες τύχωσιν.
[ε΄. Περὶ ἱππομαράθρου.] Ἱππομάραθρον. ἅμα τῷ μαράθρῳ περὶ τούτου ῥηθήσεται.
[στ΄. Περὶ ἰσάτιδος.] Ἰσάτις ἡ μὲν ἥμερος, ᾗ οἱ βαφεῖς χρῶνται, ξηραντικῆς ἰσχυρῶς ἐστι δυνάμεως, οὐδέπω δακνούσης. ἔστι γὰρ πικρά τε ἅμα καὶ στυπτική. ταῦτά τοι καὶ τὰ μεγάλα τραύματα τῶν σκληρῶν σωμάτων κολλᾷ, κᾂν ἐν ταῖς τῶν μυῶν ᾖ κεφαλαῖς, καὶ κατὰ τῶν αἱμοῤῥαγούντων ὠφελίμως ἐπιπλάττεται καὶ τοὺς οἰδηματώδεις ὄγκους, θαυμαστῶς διαφορεῖ τε ἅμα καὶ προστέλλει καὶ πρὸς πάντα τὰ κακοήθη ἕλκη θαυμαστῶς ἀνθίσταται, κᾂν σήπηται κᾂν διαβιβρώσκηται. εἰ δέ ποτε τῆς τοῦ κάμνοντος φύσεως ἰσχυρότερος φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς λεανθεῖσιν ἢ ἄρτον ἢ κρίθινον ἄλευρον ἢ πύρινον ἢ ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν ἐν ἑκάστῳ διάθεσιν. ἡ δὲ ἀγρία ἰσάτις ἔχει τι δριμὺ σαφὲς ἤδη κατά τε τὴν γεῦσιν καὶ κατὰ τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο τῆς ἡμέρου ξηραντικωτέρα
γενομένη πρὸς τὰς ὑγρὰς σηπεδόνας ἰσχυροτέρως ἀνθίσταται, τὰ δ’ ἄλλα τὰ προειρημένα χείρων ἐστὶν, ἀμετροτέρως γὰρ ἤδη καὶ μετὰ τοῦ δάκνειν ξηραίνει. τὰ τοιαῦτα δ’ ἐρεθίζεται καὶ φλεγμονώδη γίνεται. διὰ δὲ τὸ ἰσχυρὸν τῆς δυνάμεως καὶ τοῖς σπληνικοῖς ὑπάρχει χρήσιμος, οὔπω τῆς ἑτέρας ὠφελούσης.
[ζ΄. Περὶ ἰσοπύρου.] Ἰσόπυρον ἢ φασίολον σπέρμα πικρὸν καὶ ὑπόστρυφνον ἔχει. ῥύπτει τοιγαροῦν καὶ τέμνει τοὺς παχεῖς χυμοὺς, μετὰ τοῦ συνάγειν καὶ σφίγγειν τὰ σώματα, καὶ διὰ τοῦτο καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσι συναίρεται, καὶ ἧπαρ ἐκκαθαίρει καὶ αἱμοπτυχϊκοῖς οὐκ ἀντιπράττειν, ἀλλ’ ἔτι καὶ προσωφελεῖν πεπίστευται. διὰ γὰρ τὸ μικτὸν τῆς κράσεως ἁρμόττειν δοκεῖ καὶ πρὸς τὰ ἐναντία.
[η΄. Περὶ ἰτέας.] Ἰτέας χρήσαιτο μὲν ἄν τις καὶ τοῖς φύλλοις εἰς τραυμάτων ἐναίμων κόλλησιν, οὐ μὴν ἀλλὰ τῷ ἄνθει μάλιστ’ αὐτῆς ἅπαντες σχεδὸν οἱ ἰατροὶ χρῶνται πρὸς ἐμπλάστρου ξηραινούσης σκευασίαν. ἔστι γὰρ ἡ δύναμις αὐτῶν ξηραντικὴ καὶ ἄδηκτος, ἔχει δὲ καὶ στύψιν. ἔνιοι δὲ
καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες, ἄδηκτον καὶ ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον. οὐδὲν γάρ ἐστι πολυχρηστότερον ἀδήκτου καὶ ξηραίνοντος φαρμάκου, στύφοντος ὀλίγον, ὡς κᾀν τοῖς περὶ συνθέσεως τῶν φαρμάκων ἀκριβέστερον δειχθήσεται. καὶ ὁ φλοιὸς δὲ τοῦ δένδρου παραπλήσιος ὑπάρχει τῇ τε τῶν ἀνθῶν καὶ τῶν φύλλων δυνάμει, πλὴν ὅσα ξηρότερός ἐστι τὴν κρᾶσιν, ὥσπερ ἀμέλει καὶ πάντες οἱ φλοιοί. ἀλλὰ τοῦτόν γε καίουσιν ἔνιοι καὶ χρῶνται τῇ τέφρᾳ πρὸς ὅσα περ ἂν ἰσχυρῶς δέωνται ξηραίνειν. τοὺς γοῦν καλουμένους ἥλους καὶ τύλους, ἔτι τε μυρμηκίας ἐξαίρουσιν αὐτὴν δεύοντες ὄξει δριμεῖ. ἔνιοι δὲ κατὰ τὸν καιρὸν τῆς ἀνθήσεως ἐντέμνοντες τὸν φλοιὸν, ὀπὸν ἀθροίζουσί τινα καὶ χρῶνται πρὸς τὰ ταῖς κόραις ἐπισκοτοῦντα, ῥυπτικῷ τε ἅμα καὶ λεπτομερεῖ φαρμάκῳ. χρήσαιτο δ’ ἄν τις καὶ εἰς ἄλλα πολλὰ τοιούτῳ γε ὄντι αὐτῷ.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ Η.
Προοίμιον. Ἕβδομον τοῦτο περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπόμνημα γράφοντες ἀναγκαῖον ἡγούμεθα προειπεῖν ὡς μόνοις ἔσοιτο σαφὲς, ὅσοι τοῖς ἔμπροσθεν ὡμίλησαν οὐκ ἐν παρέργῳ, τοὺς δ’ ἄλλους ἡγοῦμαι παρακούσεσθαι μᾶλλον ἢ μαθήσεσθαί τι τῶν ἐν αὐτῷ λεχθησομένων καὶ αὐτούς τε σφαλήσεσθαι καὶ ἡμᾶς ἴσως ἐπηρεάσειν, ὡς οὐκ ὀρθῶς τινα γράφοντας. ὅσοι μὲν οὖν
τῶν νεκρούντων. ἀνάλογον δὲ ταύταις καὶ περὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων.
10. [α΄. Περὶ καλαμίνθης.] Καλαμίνθη λεπτομερὴς τὴν οὐσίαν ἐστὶ καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶσιν, ἐκ τῆς τρίτης που τάξεως κατ’ ἀμφοτέρας τὰς ποιότητας. ἐναργῆ δὲ τούτων τὰ γνωρίσματα τά τε τῇ γεύσει φαινόμενα καὶ τὰ διὰ τῆς πείρας γιγνωσκόμενα. τῇ μὲν γὰρ γεύσει δριμεῖά τε καὶ θερμὴ σαφῶς ἐστι καὶ βραχύ τι παντελῶς ὑπόπικρον ἔχει. πειρωμένοις δ’ αὐτῆς καὶ προσάγουσι τῷ σώματι πρῶτον μὲν ἔξωθεν ἐπιτιθεμένη λίαν θερμαίνει τε καὶ δάκνει καὶ ἀμύττει τὸ δέρμα καὶ τελευτῶσα ἕλκος ἐργάζεται. λαμβανομένη δὲ εἴσω τοῦ σώματος αὐτή τε καθ’ ἑαυτὴν ξηρὰ καὶ διὰ μελικράτου, θερμαίνει τε σαφῶς καὶ ἱδρῶτας κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ πᾶν σῶμα. διὰ τοῦτο γοῦν αὐτῇ τινες ἐχρήσαντο καὶ πρὸς τὰ κατὰ περίοδον ῥίγη, ἔξωθεν μὲν ἐναφέψοντες ἐλαίῳ καὶ συναλείφοντες ὅλον τὸ σῶμα μετὰ τρίψεως γενναίως, ἔσωθεν δὲ λαμβάνοντες, ὡς εἴρηται. καὶ μέν γε καὶ κατὰ τῶν ἰσχίων
πρὸς ἔνια, διὰ τὸ συνεῖναι σφοδρᾷ θερμότητι μετὰ λεπτομεροῦς οὐσίας. οὕτω γοῦν ἀσκαρίδας τε καὶ ἕλμινθας ὁ χυλὸς αὐτῆς ἐνιέμενός τε καὶ πινόμενος ἀναιρεῖν πέφυκε. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοὺς ἐν ὠσὶ σκώληκας, ἢ εἴ που καθ’ ἕλκους σηπεδονώδους ἑτέρωθι τοῦ σώματος ἡ τοιαύτη γένοιτο διάθεσις. οὕτω δὲ καὶ τὰ κυούμενα πινομένη τε καὶ προστιθεμένη διαφθείρει τε καὶ ἐκβάλλει. ἡ μὲν οὖν τμητικὴ δύναμις ὑπάρχει διά τε τὸ θερμὸν αὐτῆς καὶ λεπτομερὲς καὶ πικρὸν, ἡ δὲ ῥυπτικὴ διὰ τὸ πικρὸν μόνον. καὶ τοίνυν ὀνίνησι τοὺς μὲν ἀσθματικοὺς διὰ πάντα τὰ εἰρημένα, τοὺς δ’ ἰκτεριώδεις διὰ τὴν πικρότητα μάλιστα, καθάπερ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ πικρὰ τῷ ῥύπτειν τε καὶ καθαίρειν τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις. ἔστι δ’ εἰς ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειος.
[β΄. Περὶ καλάμου ἀρωματικοῦ.] Κάλαμος ἀρωματικὸς καὶ στύψεως βραχείας καὶ δριμύτητος ἐλαχίστης μετέχει. τὸ δὲ πλεῖστον αὐτοῦ γεώδους οὐσίας ἐστὶ καὶ ἀερώδους, εὔκρατον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα συζυγίᾳ.
ὅθεν οὐρητικός τε μετρίως ἐστὶν καὶ ταῖς πρὸς ἧπαρ καὶ στόμαχον ἐπιτιθεμέναις μίγνυται δυνάμεσιν, εἴς τε τὰς τῆς ὑστέρας πυρίας, ὅσαι φλεγμονῆς ἕνεκεν ἢ καταμηνίων ἐρεθισμοῦ παραλαμβάνονται, χρησίμως μίγνυται. κείσθω τοίνυν δευτέρας τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων, καὶ σφοδρότερόν γε ξηραινόντων ἢ θερμαινόντων. ἔχει δέ τι καὶ λεπτομερὲς, ὥσπερ καὶ τἄλλα σύμπαντα ἀρώματα. ἀλλ’ ἐκείνων μὲν τοῖς πλείστοις πάμπολυ τὸ λεπτομερὲς ὑπάρχει, τῷ καλάμῳ δ’ οὐ πολύ.
[γ΄. Περὶ καλάμου φραγμίτου.] Καλάμου φραγμίτου τὴν ῥίζαν σὺν βολβοῖς ἀκίδας καὶ σκόλοπας ἐκ βάθους ἐπισπᾶσθαί τινες ἔγραψαν, ὡς ἂν ἑλκτικῆς τινος ὑπαρχούσης αὐτῇ δυνάμεως. οὐ μὴν ἡμεῖς γε ἐπειράθημεν, ὅσον μέντοι τῇ γεύσει τεκμήρασθαι, ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης, ἥκιστα δριμείας. τὰ μέντοι φύλλα τὰ χλωρὰ μετρίως ἐμψύχει, μετέχοντα τῆς ῥυπτικῆς καὶ ταῦτα δυνάμεως. ὁ φλοιὸς δὲ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικὸν, ὥστε καὶ ξηραίνειν
καὶ θερμαίνειν κατὰ τὴν τρίτην που τάξιν, καὶ πλέον γε ξηραίνειν ἢ θερμαίνειν. φυλάττεσθαι δ’ αὐτοῦ προσήκει τὴν καλουμένην ἀνθήλην. ἐμπίπτουσα γὰρ τοῖς ὠσὶν ἐμπλάττεται ἀναπολύτως καὶ κακοῖ τὴν ἀκοὴν, ὥστε κωφώσεις ἐργάζεσθαι πολλάκις.
[δ΄. Περὶ καγκάνου.] Καγκάνου ἡ ῥίζα δυνάμεως μέν ἐστιν ἀδήκτου τε καὶ μετρίως ξηραντικῆς, οὐσίας δὲ παχυμεροῦς ἐμπλαστικῆς. ὅθεν οἴνῳ βρεχομένη, καθάπερ ἡ τραγάκανθα καὶ ἐκλειχομένη, τὰς τῆς ἀρτηρίας ἰᾶται τραχύτητας, οὐδὲν δ’ ἧττον, εἰ καὶ διαμασήσαιτό τις αὐτὴν, ὁ παραῤῥέων χυλὸς ὀνίνησι τὴν ἀρτηρίαν ὁμοίως τῷ τῆς γλυκυρίζης.
[ε΄. Περὶ καννάβεως.] Καννάβεως ὁ καρπὸς ἄφυσός τε καὶ ξηραντικὸς εἰς τοσοῦτόν ἐστιν ὡς, εἰ πλείων βρωθείη, ξηραίνειν τὴν γονήν. ἔνιοι δὲ χλωρὸν αὐτὸν χυλίζοντες εἰς ὤτων ἀλγήματα χρῶνται τὰ κατ’ ἔμφραξιν, ὡς ἐμοὶ δοκεῖ, γινόμενα.
[στ΄. Περὶ καπνίου.] Κάπνιος οἱ δὲ καπνὸν ὀνομάζουσι, δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότητος, οὐκ ἀπήλλακται
δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς, ὅθεν οὖρά τε χολώδη προτρέπει πολλὰ καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις τε καὶ ἀτονίας ἰᾶται, καὶ ὁ χυλὸς δ’ αὐτῆς ὀξυδερκής ἐστι καὶ ἐπισπώμενος οὐκ ὀλίγον δάκρυον, ὥσπερ ὁ καπνὸς, ἐντεῦθεν δ’ αὐτῇ καὶ τοὔνομα. ἐχρῆτο δ’ αὐτῇ τις ἰδιώτης καὶ ὡς στόμαχον ῥωννυούσῃ μετὰ τοῦ καὶ γαστέρα λαπάσσειν. ἐξήραινε γὰρ τὴν πόαν πρότερον καὶ ἀπετίθετο καὶ οὕτως ἀπέπασσεν ὑπαγωγῆς μὲν ἕνεκα μελικράτῳ, ῥωννύναι δὲ βουλόμενος τὸν στόμαχον οἴνῳ κεκραμένῳ [δηλονότι].
[ζ΄. Περὶ καππάρεως.] Καππάρεως ὁ μὲν τῆς ῥίζης φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, δευτέραν δὲ τὴν δριμεῖαν, ἐφεξῆς δὲ ταύτῃ τὴν στρυφνήν. ᾧ καὶ δῆλον ὡς ἐκ διαφόρων τε καὶ μαχομένων σύγκειται δυνάμεων. ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν τε καὶ τέμνειν τῇ συνιούσῃ πικρότητι, θερμαίνειν δὲ καὶ τέμνειν καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ πιλεῖν καὶ σφίγγειν τῇ στρυφνότητι. καὶ διὰ τοῦτο σπλῆνας μὲν σκιῤῥώδεις, εἴ πέρ τι καὶ ἄλλο, καὶ τοῦτο τὸ φάρμακον ὀνίνησιν, ἔξωθεν δὲ τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω δὲ
ἔργων ἔνδειξίν τινα λαβεῖν τῶν δυνάμεων αὐτῆς, ἀναγαγόντα τὸν λόγον ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποκειμένας ἀρχάς. εὔδηλον οὖν ἐκ τῶν εἰρημένων ὡς τμητική τις ἐν αὐτῇ δύναμίς ἐστι καὶ ῥυπτικὴ καὶ διαφορητικὴ καὶ συνακτική. καὶ γὰρ δὴ καὶ ἀλφοὺς ἀφαιρεῖ σὺν ὄξει καὶ χοιράδας καὶ ὄγκους σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις μιγνυμένη. τῷ δὲ φλοιῷ τῆς ῥίζης ὁ καρπὸς ἀνάλογον ἔχει δυνάμεως, πλὴν ὅσον ἀσθενέστερός ἐστιν εἰς ἅπαντα. καὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς αὐτῶν ὁμοίας εἰσὶ δυνάμεως, καὶ ἔγωγέ ποτε τοῖς φύλλοις οἶδα διαφορήσας ἐν ὀλίγαις ἡμέραις χοιραδώδη σκληρότητα. μίγνυμεν δ’ αὐτοῖς δηλονότι τῶν ἀμβλυνόντων τι τὸ σφοδρὸν τῆς δυνάμεως. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τοὺς ἐν ὠσὶ σκώληκας ὁ χυλὸς ἀναιρεῖ διὰ τὴν πικρότητα. ἡ δ’ ἐν τοῖς θερμοῖς πάνυ χωρίοις γεννωμένη κάππαρις, ὥσπερ καὶ ἡ ἐν Ἀραβίᾳ, πολὺ τῆς παρ’ ἡμῖν ἐστι δριμυτέρα, ὥστε καὶ τῆς καυστικῆς ἐπιπλέον μετέχει δυνάμεως.
[η΄. Περὶ καρδάμου.] Καρδάμου τὸ σπέρμα καυστικῆς
μετέχει δυνάμεως, ὥσπερ τὸ νᾶπυ, καὶ διὰ τοῦτο ἰσχιάδας, κεφαλαλγίας καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν αὐτῷ, καθάπερ τῷ νάπυϊ. μίγνυται δὲ καὶ τοῖς πρὸς τοὺς ἀσθματικοὺς διδομένοις φαρμάκοις, ὡς ἂν δηλονότι τέμνειν ἰσχυρῶς τοὺς παχεῖς χυμοὺς δυνάμενον, ὥσπερ καὶ τὸ νᾶπυ· προσέοικε γὰρ ἐκείνῳ τὰ πάντα. καὶ ἡ πόα δὲ ξηρὰ μὲν γενομένη παραπλησίας ἐστὶ τῷ σπέρματι δυνάμεως, ὑγρὰ δὲ ἔτι καὶ χλωρὰ διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος ἀπολείπεται πάμπολυ καὶ οὕτως ἐστὶ μέτριος ἐν τῷ τοιῷδε τὴν δῆξιν ὥστε καὶ μετ’ ἄρτου δυνατὸν αὐτῇ χρῆσθαι καθάπερ ὄψῳ.
[θ΄. Περὶ καρδαμώμου.] Καρδάμωμον ἔστι μὲν ἀμέλει καὶ τοῦτο θερμῆς ἱκανῶς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρῶς ὡς τὸ κάρδαμον, ἀλλ’ ὅσον ἥδιόν τε καὶ ἀρωματικώτερον ὑπάρχει καρδάμου, τοσοῦτο καὶ τῆς θερμῆς δυνάμεως ἀσθενεστέρας μετείληφεν. οὐ μὴν ἑλκοῦν ἱκανόν ἐστι καὶ αὐτὸ καθ’ αὑτὸ καταπλασσόμενον, ἔχει δέ τι καὶ πικρότητος ἐμφερόμενον ἑαυτῷ, δι’ ἣν καὶ τὰς ἕλμινθας ἀναιρεῖ καὶ ψώρας ἰσχυρῶς ἀποῤῥύπτει καὶ σὺν ὄξει.
[ι΄. Περὶ κάρου.] Κάρου τὸ σπέρμα θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην που τάξιν δριμεῖαν μετρίως ἔχον τὴν ποιότητα. ταῦτά τοι καὶ ἄφυσόν ἐστι καὶ οὐρητικὸν οὐ τὸ σπέρμα μόνον, ἀλλὰ τὸ φυτὸν.
[ια΄. Περὶ κασίας.] Κασία ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τρίτην που τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς, ἐν δὲ τῇ γεύσει πλεῖστον μὲν ἐν αὐτῇ τὸ δριμὺ, βραχὺ δέ τι καὶ στῦφον, ὥστε καὶ διὰ πάντα ταῦτα τέμνει τε ἅμα καὶ διαφορεῖ τὰ κατὰ τὸ σῶμα περιττὰ, καὶ πρὸς τούτοις ἔτι ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. ἐπιτήδειος δὲ καὶ πρὸς τὰς τῶν καταμηνίων ἐπισχέσεις ἐστὶν, ὅταν ὑπὸ πλήθους τε ἅμα καὶ πάχους τῶν περιττωμάτων αὐτάρκως κενοῦσθαι κωλύηται.
[ιβ΄. Περὶ καρύων.] Κάρυα. τὸ δένδρον ἔχει μέν τι κᾀν τοῖς βλαστοῖς κᾀν τοῖς φύλλοις στυπτικὸν, ἐναργὲς δὲ καὶ πλεῖστον ἐν τῷ τοῦ καρύου λέμματι προσφάτῳ τε καὶ ξηρῷ. χρῶνται γοῦν αὐτῷ διὰ τοῦτο καὶ οἱ βαφεῖς. ἡμεῖς δὲ καὶ ἐκθλίβοντες αὐτὰ καὶ τὸν χυλὸν ὁμοίως τῷ τῶν
παραπλήσιον ὑπάρχει τῷ μεγάλῳ καρύῳ τῷ καλουμένῳ πρός τινων βασιλικῷ. προσαγορεύεται δὲ τὸ μικρὸν τοῦτο κάρυον ὑπὸ τῶν πολλῶν λεπτοκάρυον.
[ιγ΄. Περὶ καυκαλίδος.] Καυκαλίς. ἔνιοι δὲ τοῦτο δαῦκον ἄγριον ὀνομάζουσιν· ἔστι γὰρ ὅμοιον αὐτῷ καὶ κατὰ τὴν γεῦσιν καὶ κατὰ τὴν δύναμιν. θερμαίνει τε γὰρ ὡς ἐκεῖνο καὶ ξηραίνει καὶ διουρεῖται, καὶ ταριχεύεταί γε εἰς ἀπόθεσιν.
[ιδ΄. Περὶ καρπησίου.] Καρπήσιον ὅμοιον μὲν ὑπάρχει τῷ καλουμένῳ φοῦ κατά τε τὴν γεῦσιν καὶ τὴν δύναμιν, ἐπιπλέον δ’ ἐστὶ λεπτομερὲς, διὸ καὶ μᾶλλον ἐκείνου ῥύπτει τὰς τῶν σπλάγχνων ἐμφράξεις καὶ οὖρα κινεῖ καὶ νεφροὺς ἐκκαθαίρει λιθιῶντας. οὐ μὴν εἰς τοσοῦτόν γε λεπτομερές ἐστιν, ὡς ἀντὶ κινναμώμου χρῆσθαι μὴ παρόντος, ὥσπερ ὁ Κόϊντος ἔπραττεν. ἄμεινον μὲν οὖν ἐστι τὸ Ποντικὸν καρπήσιον τοῦ Λαερτικοῦ, οὐ μὴν οὐδ’ αὐτὸ πλησίον κινναμώμου τὴν δύναμιν, ἀλλὰ καὶ τῆς ἀρίστης κασίας οὐκ ὀλίγῳ λειπόμενον. ὠνόμασται δ’ ἑκάτερον ἀπό τινων ὀρῶν
τῆς Παμφυλίας, ἐν οἷς γεννᾶται καὶ πλείστων αὐτῶν εὐπορήσαις ἂν ἐν Συρίῃ.
[ιε΄. Περὶ κέγχρου.] Κέγχρος ψύχει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ ἤτοι κατὰ τὴν τρίτην ἐκλελυμένην ἢ τὴν δευτέραν ἐπιτεταμένην. ἔστι δέ περ καὶ λεπτομερὴς ἐπ’ ὀλίγον. ἐξ οὖν τῆς τοιαύτης συστάσεώς τε καὶ κράσεως ἐσθιόμενος μὲν ὡς ἔδεσμα παντελῶς ὀλιγότροφόν ἐστιν ἁπάντων σχεδόν τι τῶν σιτηρῶν ἐδεσμάτων. ἀτὰρ οὖν καὶ τὴν κοιλίαν ἐπιξηραίνει, ἔξωθεν δὲ ἐπιτιθέμενος διά τε μαρσύππων ἐπιτήδειός ἐστι πυρία τοῖς ἀδήκτως ξηρανθῆναι δεομένοις, καὶ καταπλασσόμενος δὲ ξηραίνειν πέφυκεν, ἱκανῶς μέντοι ψαθυρὸν καὶ διὰ τοῦτο δύσχρηστον γίγνεται τὸ δι’ αὐτοῦ κατάπλασμα.
[ιστ΄. Περὶ κέδρου.] Κέδρος ἐστὶ μὲν διττὴ κατ’ εἶδος, ἡ μὲν ἑτέρα θαμνώδης, ὁμοίως ταῖς ἀρκεύθοις, ἡ δ’ ἑτέρα δένδρον οὐ μικρόν. εἰσὶ δ’ ἀμφότεραι θερμῆς καὶ ξηρᾶς κράσεως, ἐκ τῆς τρίτης που τάξεως κατ’ ἄμφω. ἡ μέντοι κεδρέα, καλεῖται δ’ οὕτω τὸ ἔλαιον τὸ ἐκ τῆς κέδρου, καὶ τῆς τετάρτης ἂν ἤδη δόξειεν ἐφάπτεσθαι τάξεως,
γιγνόμενα τραύματα τοῖς κειρομένοις προβάτοις ὑπὸ τῶν ψαλίδων ἐπαλείφοντες αὐτὴν θεραπεύουσιν, ὥσπερ καὶ τὴν ὑγρὰν πίσσαν. χρῶνται δ’ αὐτῇ καὶ πρὸς τὰς ψώρας τῶν προβάτων καὶ τοὺς κρότωνας. αἱ δὲ κεδρίδες, οὕτω γὰρ ὀνομάζουσιν τὸν καρπὸν τῆς κέδρου, μετριωτέραν ἔχουσι τὴν δύναμιν, ὥστε καὶ ἐσθίεσθαι δύνασθαι. πλείους μέντοι καὶ τούτων, εἴ τις προσενέγκαιτο, τήν τε κεφαλὴν ἀλγεῖ καὶ θερμαίνεται καὶ δάκνεται κατὰ τὴν γαστέρα.
[ιζ΄. Περὶ κενταυρίου τοῦ μεγάλου.] Κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα ὥσπερ ἐν τῇ γεύσει ποιότητας ἐναντίας, οὕτω κᾀν τῇ χρείᾳ τὰς ἐνεργείας ἐπιδείκνυται. κατὰ μὲν οὖν γεῦσιν δριμεῖά τε ἅμα καὶ στύφουσα φαίνεται μετά τινος βραχείας γλυκύτητος, κατὰ δὲ τὰς ἐνεργείας ἡ μὲν δριμύτης τὰ τῆς θερμότητος ἔργα διαδείκνυται, προτρέπουσα καταμήνια καὶ ἔμβρυα νεκρὰ κατασπῶσα καὶ ζῶντα διαφθείρουσά τε καὶ ἐκβάλλουσα, ἡ δὲ στύψις τὰ τῆς παχυμεροῦς καὶ γεώδους ψυχρότητος, ἔν τε τῷ κολλᾷν τὰ τραύματα καὶ τοὺς αἷμα πτύοντας ὠφελεῖν. δίδονται δ’ αὐτοῖς δραχμαὶ
δύο, τοῖς μὲν πυρέσσουσι μεθ’ ὕδατος, τοῖς δὲ ἀπυρέτοις· μετ’ οἴνου, κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν ποιοτήτων ἐνέργειαν καὶ ῥήγμασι καὶ σπάσμασι καὶ δυσπνοίᾳ καὶ ταῖς πεπαλαιωμέναις ἁρμόττει βηξίν. οὐ γὰρ ἐκκενῶσαι χρὴ μόνον ἐπὶ τούτων τὸ παρὰ φύσιν, ἀλλὰ καὶ ῥῶσαι καὶ τονῶσαι τὰ ἐκκαθαρθέντα. εἰς μὲν οὖν τὸ κενῶσαι χρήσιμος ἡ δριμύτης, ὅταν μὴ μόνη μηδ’ εἰλικρινὴς ὑπάρχει, ἀλλ’ ἤτοι γλυκύτητί τινι μίγνυται, ἢ οὐ πάντως γε πικρότητι. τὸ γὰρ ἰσχυρὸν οὕτω γε καὶ τὸ βίαιον οὐχ ἕξει, μεμιγμένης αὐτῇ τινος οὐσίας εὐκράτου, τοιαύτη γὰρ ἡ γλυκεῖα. εἰς δὲ τὸ ῥῶσαι καὶ τὸ συναγαγεῖν τὰ κενωθέντα τῆς στύψεως ἡ χρεία. τὰ δ’ αὐτὰ τῇ ῥίζῃ καὶ ὁ χυλὸς αὐτῆς ἐργάζεται καί τινες ἀντὶ λυκίου χρῶνται τῷ φαρμάκῳ.
[ιη΄. Περὶ κενταυρίου μικροῦ.] Κενταυρίου τοῦ μικροῦ μὲν ἡ ῥίζα παντάπασιν ἄπρακτος, οἱ δὲ κλῶνές γε καὶ μᾶλλον τὰ φύλλα τὰ ἐπ’ αὐτῶν καὶ τὰ ἄνθη χρησιμώτατα. κρατεῖ δ’ ἐν αὐτοῖς ἡ πικρὰ ποιότης, ὀλίγον τι καὶ στύψεως μετέχουσα, καὶ διὰ τὴν τοιαύτην κρᾶσιν ἰσχυρῶς
καὶ μετὰ μέλιτος ὑπαλείφεται τοῖς ὀφθαλμοῖς, ἔμμηνὰ τε προστιθέμενος ἄγει καὶ ἔμβρυα. διδόασι δ’ αὐτοῦ πίνειν ἔνιοι καὶ τοῖς τὰ νεῦρα πεπονθόσιν, ὡς κενοῦντός τε καὶ ξηραίνοντος ἀλύπως τὰ ἐμπεπλασμένα. καὶ γὰρ οὖν καὶ τῶν καθ’ ἧπαρ ἐμφράξεων ἄριστόν ἐστι φάρμακον, ἀγαθὸν δὲ καὶ σπληνὶ σκιῤῥουμένῳ, καὶ ἔξωθεν μὲν ἐπιτιθέμενον, οὐδὲν δὲ ἧττον εἰ καὶ πίνειν τις ἐθέλει.
[ιθ΄. Περὶ κεράσου.] Κέρασος τὸ δένδρον καρπὸν φέρει, στύψεως οὐκ ἴσης ἐν ἅπασι τοῖς κατὰ μέρος φυτοῖς μετέχον· καὶ γὰρ καὶ τούτων, ὥσπερ καὶ τῶν ῥοιῶν καὶ τῶν μήλων, ἐν τισὶ μὲν ἡ αὐστηρὰ ποιότης, ἐν τισὶ δὲ ἡ γλυκεῖα, ἐν τισὶ δὲ ἡ ὀξεῖα κρατεῖ. καὶ μὲν δὴ καὶ αὐτῶν τῶν γλυκέων ὅσα μήπω πέπειρα τὰ μὲν ἱκανῶς στρυφνὰ τετύχηκεν ὄντα, τὰ δὲ ὀξέα τοῖς μόροις ὡσαύτως. ἀλλ’ ἐν μὲν τοῖς μόροις τοῖς ἀώροις ἡ ὀξεῖα ποιότης ἐπικρατεῖ τῆς στρυφνῆς, ἐν δὲ τοῖς κερασίοις οὐκ ἀεί. τὰ μὲν οὖν γλυκύτερα μᾶλλον μὲν ὑπάγει τὰ κατὰ τὸ ἔντερον, ἧττον δ’ ἐστὶν εὐστόμαχα, τὰ δ’ αὐστηρὰ τοὔμπαλιν. ὅσα δὲ ὀξέα φλεγματώδεσι
καὶ περιττωματικοῖς στομάχοις ἁρμόττει. ξηραίνει τε γὰρ μᾶλλον τῶν αὐστηρῶν καί τι καὶ τμητικὸν ἔχει. τὸ δὲ κόμμι τοῦ δένδρου τὴν μέν τινα· κοινὴν ἔχει δύναμιν ἅπασι τοῖς γλίσχροις τε ἅμα καὶ ἀδήκτοις φαρμάκοις, ἣ καὶ πρὸς τὰς τετραχυσμένας ἀρτηρίας ἁρμόττει, τὴν δ’ ἴδιον, εἴ γε ἀληθές ἐστιν ὃ γράφουσί τινες, ὡς μετ’ οἴνου πινόμενον ὀνίνησι λιθιῶντας. ὑπάρχοι ἂν γὰρ οὕτω γέ τις αὐτῷ λεπτομερὴς δύναμις.
[κ΄. Περὶ κερατωνίας.] Κερατωνία ξηραντικῆς ἐστι καὶ στυπτικῆς δυνάμεως, ὥσπερ καὶ ὁ καρπὸς αὐτῆς τὰ κεράτια καλούμενα, μετέχων δηλονότι καὶ γλυκύτητός τινος. πέπονθε δέ τι καὶ ταῦτα τοῖς κερασίοις παραπλήσιον. ὑγρὰ μὲν γὰρ μᾶλλον ὑπάγει τὴν γαστέρα, ξηρὰ δ’ ἵστησι μᾶλλον, ὡς ἂν ἀποπνέοντα μὲν τὴν ὑγρότητα, τὸ γεωδέστερον δὲ τῆς οὐσίας ὑπολειπόμενον ἔχοντα.
[κα΄. Περὶ κέστρου.] Κέστρον ἢ ψυχότροφον, Ῥωμαϊστὶ δὲ βετονίκη, δύναμιν ἔχει τμητικὴν, ὡς ἡ γεῦσις δηλοῖ. πικροτέρα γάρ ἐστι καὶ ὑπόδριμυς ἡ πόα, ὡς δηλοῖ καὶ ἡ κατὰ
μέρος ἐνέργεια. καὶ γὰρ τοὺς ἐν νεφροῖς λίθους διαιρεῖ καὶ πνεύμονα καὶ θώρακα καὶ ἧπαρ καθαίρει τε καὶ διαῤῥύπτει καὶ καταμήνια κινεῖ καὶ ἐπιλήπτους ὠφελεῖ καὶ ῥήγματα καὶ σπάσματα θεραπεύει, καὶ πᾶσι τοῖς τῶν θηρίων δήγμασιν ἐπιπλαττομένη τῷ ἕλκει βοηθεῖ καὶ ὀξυρεγμιῶντάς τε καὶ ἰσχιαδικοὺς ὀνίνησι πινόμενον.
[κβ΄. Περὶ κηκίδος.] Κηκὶς ἡ μὲν ὀμφακῖτις ὀνομαζομένη στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς τὸ πλεῖστον μετέχουσα, δι’ ἣν ξηραίνει καὶ ἀποκρούεται ῥεύματα καὶ συνάγει καὶ σφίγγει τὰ χαλαρὰ καὶ ἄῤῥωστα μόρια καὶ πᾶσι τοῖς ῥοώδεσι πάθεσι γενναίως ἀνθίσταται. καὶ κείσθω τῆς τρίτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας δὲ ἐν τῷ ψύχειν τάξεως. ἡ δ’ ἑτέρα κηκὶς, ἡ ξανθὴ καὶ χαύνη καὶ μεγάλη, ξηραίνει μὲν καὶ αὐτὴ, ἀλλ’ εἰς τοσοῦτον ἧττον, εἰς ὅσον καὶ τῆς στρυφνῆς ποιότητος ἧττον μετείληφεν. ἑψομένη τοιγαροῦν αὐτὴ καθ’ αὑτὴν, εἶτα λειουμένη, κατάπλασμα τῶν ἐν ἕδρᾳ φλεγμονῶν ἐστι καὶ προπτώσεων οὐκ ἀγεννές. ἑψεῖν δὲ χρὴ μετρίας μὲν τῆς στύψεως
δεόμενον ἐν ὕδατι, σφοδροτέρας δ’ ἐν οἴνῳ, καὶ εἰ μᾶλλον ἔτι δέοιτο παραυξῆσαι τὴν στύψιν, ἔστω σοι καὶ ὁ οἶνος αὐστηρότερος. οἰνοκηκίδα ταύτην ὀνομάζουσιν οἱ παρ’ ἡμῖν ἄγροικοι. καυθεῖσαι δὲ αἱ κηκίδες ἰσχαίμου δυνάμεως γίγνονται καὶ δηλονότι θερμότητος καὶ δριμύτητος ἐκ τῆς καύσεως μεταλαμβάνουσι, καὶ λεπτομερέστεραι τῶν ἀκαύστων εἰσὶ καὶ ξηραντικώτεραι. χρὴ δὲ ὅταν ἰσχαίμους αὐτὰς ποιῆσαι βουληθῇς, διαπύρους ἐπ’ ἀνθράκων ἐργασάμενον καὶ οἴνῳ, ἢ ὄξει σβεννύναι.
[κγ΄. Περὶ κηροῦ.] Κηρὸς ἐν τῷ μέσῳ πώς ἐστι τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων. ἔχει δέ τι καὶ παχυμερὲς καὶ ἐμπλαστικὸν, διὸ οὐ μόνον οὐ ξηραίνειν, ἀλλὰ καὶ κατὰ συμβεβηκὸς ὑγραίνειν ἂν ἴσως δόξειε κωλύων τὰς διαπνοὰς, ὅθεν καὶ ὕλη τῶν ἄλλων ἐστὶ φαρμάκων τῶν θερμαινόντων τε καὶ ψυχόντων, αὐτὸς δὲ καθ’ ἑαυτὸν ἐκ τῶν πεπτικῶν ἂν εἴη τῶν ἀσθενῶν, οὔτ’ εἴσω τοῦ σώματος λαμβανόμενον, ἀλλὰ τῶν ἔξωθεν
ἐπιτιθεμένων. ἔχει γάρ τι βραχὺ διαφορητικῆς τε καὶ θερμῆς δυνάμεως, ἧς πλείστης τὸ μέλι μετείληφε.
[κδ΄. Περὶ κίκεως.] Κίκεως ὁ καρπὸς ὥσπερ καὶ καθαίρει, ῥυπτικήν τε καὶ διαφορητικὴν ἔχει δύναμιν, οὕτω καὶ τὸ φύλλον, ἀλλὰ πάντῃ ἀσθενέστερον. τό γ’ ἔλαιον τὸ ἐκ τοῦ καρποῦ θερμότερόν τε καὶ λεπτομερέστερόν ἐστι τοῦ κοινοῦ ἐλαίου καὶ διὰ τοῦτο καὶ διαφορητικόν.
[κε΄. Περὶ κινναμώμου.] Κιννάμωμον ἄκρως ἐστὶ λεπτομερὲς, οὐ μὴν ἄκρως γε θερμὸν, ἀλλ’ ἐκ τῆς τρίτης τάξεως· οὐδὲν δ’ οὕτω ξηραίνει τῶν ἐξ ἴσου θερμαινόντων αὐτῷ διὰ τὸ λεπτομερὲς τῆς οὐσίας. ἡ μέντοι κινναμωμὶς οἷόν περ ἀσθενές τί ἐστι κιννάμωμον, ἔνιοι δ’ αὐτὴν ψευδοκιννάμωμον ὀνομάζουσιν.
[κστ΄. Περὶ κιρκέας.] Κιρκέας τῆς πόας τὴν μὲν ῥίζαν φησὶ Διοσκουρίδης σὺν οἴνῳ γλυκεῖ πινομένην ὑστέρας ἐκκαθαίρειν, οὖσαν εὐώδη τε καὶ θερμαντικὴν, τὸν δὲ καρπὸν ἐν ῥοφήματι διδόμενον εἰς γένεσιν γάλακτος συνεργεῖν.
[κζ΄. Περὶ κίστου.] Κίστος, ἢ κίσθαρος, στυπτικὸς θάμνος ἐν τῇ γεύσει καὶ ἅπασι τοῖς κατὰ μέρος ἔργοις. τὰ μέντοι φύλλα καὶ οἱ μικροὶ βλαστοὶ λειωθέντες εἰς τοσοῦτο ξηραίνουσι καὶ στύφουσι, ὡς κολλᾷν τραύματα. τὰ δ’ ἄνθη δραστικώτερα, ὡς μετ’ οἴνου πινόμενα δυσεντερίας καὶ γαστρὸς ἀτονίας καὶ ῥεύματα καὶ ὑγρότητας ἰᾶσθαι. καταπλαττόμενα δὲ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὀνίνησιν, ἔστι γὰρ ἡ δύναμις αὐτῶν οὐκ ἀγεννῶς ξηραντικὴ, σχεδόν που κατὰ τὴν δευτέραν ἀπόστασιν, ἀπὸ τῶν συμμέτρων ἤδη που συμπληρουμένων. ἔστι δὲ ψυχρὸς εἰς τοσοῦτον ὁ θάμνος, ὡς χλιαρᾶς μετέχειν θερμότητος. ἡ δὲ ὑποκιστὶς ὀνομαζομένη πολὺ δή τι καὶ τῶν φύλλων ἐστὶ στυπτικωτέρα, δραστικὸν ἱκανῶς φάρμακον εἰς ἅπαντα τὰ ῥοώδη πάθη, οἷον αἵματος ἀναγωγὰς, ῥοῦς γυναικείους, κοιλιακάς τε καὶ δυσεντερικὰς διαθέσεις. ἀλλὰ καὶ ῥωννύναι τι μόριον εἰ βουληθείης μὲν, ἔκλυτον ὑγρότητι πλείονι γεγενημένον, ἐντίθησιν αὐτῷ τόνον οὐκ ἀγεννῶς. οὕτω τοι καὶ στομαχικοῖς ἐπιθέμασι καὶ ἡπατικοῖς μίγνυται καὶ εἰς τὴν διὰ
τῶν ἐχιδνῶν ἀντίδοτον ἐμβάλλεται ῥώσεως ἕνεκα καὶ τόνου τῶν σωμάτων.
[κη΄. Περὶ κίσθου.] Κίσθος ἢ λάδανον. ἐν μὲν τοῖς θερμοτέροις χωρίοις οὗτος ὁ κίσθος γεννώμενος, οὐχ ἕτερος ὢν τῷ γένει τοῦ παρ’ ἡμῖν, ἐξαίρετον ἐκτήσατο διὰ τὸ χωρίον ἰδίαν καὶ διαφορητικὴν θερμότητα καὶ κατ’ ἄμφω τοῦ παρ’ ἡμῖν διήλλαξε, τῷ τε τὴν ψύξιν ἀποθέσθαι καὶ τῷ προσλαβεῖν θερμότητα. τὰ μὲν οὖν ἄλλα τοῦ κίσθου παραπλήσια τοῖς ἐπὶ τοῦ παρ’ ἡμῖν, τὸ δὲ καλούμενον λάδανον ἐξ αὐτοῦ γίγνεται φάρμακον θερμὸν μὲν κατὰ τὴν πρώτην ἀπόστασιν, ἤδη που συμπληρουμένην, ὡς καὶ τῆς δευτέρας ἅπτεσθαι, μετέχον δὲ καὶ στύψεώς τινος βραχείας, ἔστι δὲ καὶ λεπτομερὲς τὴν οὐσίαν καὶ διὰ ταῦτα μαλακτικόν τέ ἐστι μετρίως καὶ διαφορητικὸν ὡσαύτως καὶ δηλονότι καὶ συμπεπτικόν. οὐδὲν οὖν θαυμαστὸν τοῖς κατὰ μήτραν ἐξαιρέτως ἁρμόττειν αὐτὸ διότι πρὸς τοῖς εἰρημένοις ἔχει τι καὶ στυπτικὸν βραχὺ, διὸ καὶ τὰς ῥεούσας κρατύνει τρίχας. ὅσα μὲν γὰρ ὑγρὰ μοχθηρὰ κατὰ τὰς ῥίζας αὐτῶν ἐστιν ἐκδαπανᾷ,
συνάγει δὲ καὶ σφίγγει τῇ στύψει τοὺς πόρους, οἷς ἐμπεπήγασιν. ἀλωπεκίας δὲ καὶ ὀφιάσεις ἀδυνατόν ἐστιν ἰᾶσθαι, κᾂν διαφορητικωτέρας δυνάμεως ἢ κατὰ λάδανον χρῄζοντα παθήματα. γίγνεται γὰρ ταῦτα διὰ μοχθηροὺς χυμοὺς, γλίσχρους καὶ παχεῖς, οὓς τὰ τέμνοντα καὶ διαφοροῦντα φάρμακα μάλιστα ἐξάγει καὶ κενοῖ. λεπτομεροῦς δ’ εἶναι χρὴ δυνάμεως αὐτὰ καὶ ἥκιστα στυπτικῆς, οὐ μὴν εἰς τοσοῦτόν γε λεπτομεροῦς καὶ ξηραντικῆς, ὡς ὑπερξηραίνειν τε καὶ συνεκβόσκεσθαι τοῖς παρὰ φύσιν ἠθροισμένοις αὐτόθι χυμοῖς, τὴν φυσικὴν ὑγρότητα αὐξάνουσαν τὰς τρίχας. οὕτω γὰρ οὐκ ἀλωπεκίας ἰάσεται μᾶλλόν περ ἢ φαλάκρωσιν ἐργάσεται· τῆς θεραπευτικῆς δέ ἐστιν ἤδη ταῦτα μεθόδου.
[κθ΄. Περὶ κισσοῦ.] Κισσὸς ἐξ ἐναντίων σύγκειται δυνάμεων, ἔχει μὲν γάρ τι καὶ στυπτικῆς οὐσίας, ἣν δὴ γεώδη ψυχρὰν ἐδείκνυμεν ὑπάρχειν, ἔχει δὲ καὶ δριμείας, ἣν θερμὴν εἶναι καὶ ἡ γεῦσις μαρτυρεῖ, καὶ τρίτην δ’ ἐπὶ ταύταις ὑδατώδους οὐσίας μετέχει χλιαρᾶς, ὅ γε χλωρός. ἐν γὰρ τῷ
ξηραίνεσθαι ταύτην μὲν ἀνάγκη διαφορεῖσθαι πρώτην, ὑπολείπεσθαι δὲ τὴν γεωδεστέραν, τήν τε ψυχρὰν καὶ τὴν στύφουσαν καὶ τὴν θερμὴν τὴν δριμεῖαν. ἀλλ’ ὅ γε χλωρὸς ἑψηθέντων τῶν φύλλων σὺν οἴνῳ καὶ τῶν μεγάλων τραυμάτων ἐστὶ κολλητικὸς καὶ τῶν κακοηθευομένων ἰατικός. ἐπουλοῖ δὲ καὶ τὰς ἐκ πυρὸς ἑλκώσεις. σὺν ὄξει δ’ ἑψηθέντα τὰ φύλλα σπληνικοὺς ὠφελεῖ. τὰ δὲ ἄνθη αὐτοῦ ἰσχυρότερά πώς ἐστιν, ὡς μετὰ κηρωτῆς λειούμενα τοῖς πυρικαύτοις ἁρμόττειν. ὁ δὲ χυλός ἐστι μὲν καὶ ἔῤῥινον φάρμακον καὶ τὰ χρόνια δὲ τῶν ὤτων ἰᾶται ῥεύματα καὶ τῶν ἑλκῶν τὰ παλαιὰ κατά τε τὰ ὦτα καὶ τὰς ῥῖνας. ὡς ἂν δὲ δριμύτερος φαίνηται, ῥοδίνῳ ἢ ἐλαίῳ γλυκεῖ μίγνυται. τὸ δὲ δάκρυον αὐτοῦ φθεῖρας κτείνει καὶ τρίχας ψιλοῖ, θερμῆς εἰς τοσοῦτον ὑπάρχον δυνάμεως, ὡς καίειν ἀμυδρῶς. ἔστι γὰρ οἷον ὑδατώδης τις ὀπὸς, ὥσπερ καὶ ἄλλα δάκρυα.
[λ΄. Περὶ κλινοποδίου.] Κλινοπόδιον θερμαντικῆς ὑπάρχει δυνάμεως, οὐδέ πω καυστικῆς. ἔστι δὲ καὶ λεπτομερὲς
τὴν οὐσίαν καὶ θείη ἄν τις αὐτὸ τῆς τρίτης τάξεως ἔν τε τῷ θερμαίνειν καὶ ξηραίνειν.
[λα΄. Περὶ κληματίδος.] Κληματίδος τὰ φύλλα δριμείας τε καὶ καυστικῆς ἐστι δυνάμεως, ὥστε καὶ λέπρας ἀποδέρειν. εἴη ἂν οὖν ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων ἀρχομένης. ὀνομάζεται δὲ κληματὶς καὶ τὸ δαφνοειδὲς, ὅπερ ἔνιοι μυρσινοειδὲς, ἔνιοι δὲ πολυγονοεδὲς καλοῦσιν. ἀλλ’ οὐκ ἔστιν ἑλκωτικὸν οὐδὲ δριμὺ, καθάπερ τὸ προειρημένον, ἀλλὰ διαῤῥοίας καὶ δυσεντερίας ὠφελεῖ μετ’ οἴνου πινόμενον. ὀδόντων τε ἀλγήματα διαμασώμενον πραΰνει, καὶ τὰς τῶν ὑστερῶν ὀδύνας ἐν πεσσῷ προστιθέμενον ὠφελεῖ, τοσοῦτον ἀποδεῖ τοῦ καίειν, ἢ ἑλκοῦν, ὡς τὸ πρότερον. ἀλλ’ ὅ γε θαυμασιώτατος Πάμφιλος, ὥσπερ τὰ ἄλλα πάντα ληρεῖ, περὶ ὧν οὐκ οἶδε γράφων, οὕτω καὶ ταῦτα ἄμφω συνέχεεν ἐς ταὐτόν. Διοσκουρίδης δ’ ἀμφοῖν ἐν τῷ τετάρτῳ μέμνηται, τοῦ μὲν ἁπλῶς ὀνομαζομένου κληματοειδοῦς ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου, θατέρου δὲ κατὰ τὴν ἀρχήν. ὅθεν οὐδ’ ἐμὲ χρὴ
γράφειν ἔτι τὰς ἰδέας ἀμφοῖν, ὥσπερ οὐδ’ ἐπὶ τῶν ἄλλων ἐποίησα.
[λβ΄. Περὶ κνίκου.] Κνίκου τῷ σπέρματί πρὸς τὰς καθάρσεις μόνον χρώμεθα., τῆς τρίτης γάρ ἐστι τάξεως τῶν θερμαινόντων, εἴ τις ἔξωθεν αὐτῷ χρῆσθαι βούλοιτο.
[λγ΄. Περὶ κόκκου Κνιδίου.] Κόκκος Κνίδιος καθαίρει μὲν καὶ αὐτὸς, δριμείας δ’ ἐστὶ καὶ καυστικῆς δυνάμεως.
[λδ΄. Περὶ κόκκου βαφικοῦ.] Κόκκος βαφικὸς στυπτικὴν μὲν ἔχει καὶ πικρὰν ἅμα τὴν ποιότητα, ξηραίνει δ’ ἀμφοτέραις ἀδήκτως, καὶ διὰ τοῦτο πρός τε τὰ μεγάλα τῶν τραυμάτων ἁρμόττει καὶ πρὸς τὰς τῶν νεύρων τρώσεις. λειοῦσι δ’ αὐτὴν ἔνιοι μὲν σὺν ὄξει τηνικαῦτα, σὺν ὀξυμέλιτι δ’ ἄλλοι.
[λε΄. Περὶ κοκκυμηλέας.] Κοκκυμηλέας ὁ καρπὸς ὑπάγει γαστέρα, καὶ πρόσφατος μὲν ὑπάρχων μᾶλλον, ξηρανθεὶς δ’ ἧττον. Διοσκουρίδης δ’ οὐκ οἶδ’ ὅπως τὰ Δαμασκηνὰ κοκκύμηλα ξηρανθέντα φησὶν ὑπέχειν γαστέρα. ὑπάγει μὲν γὰρ καὶ ταῦτα σαφῶς, ἀλλ’ ἧττον τῶν ἐκ τῆς Ἰβηρίας.
ἔστι δὲ τὰ μὲν Δαμασκηνὰ στυπτικώτερα, τὰ δ’ ἐκ τῆς Ἰβηρίας γλυκύτερα, καὶ δὴ καὶ τὰ δένδρα τοῖς καρποῖς ἀνάλογον. ἧττον μὲν στυπτικὰ τὰ κατὰ τὴν Ἰβηρίαν, μᾶλλον δὲ τὰ κατὰ τὴν Δαμασκόν. ἁπλῶς δ’ εἰπεῖν ὧν ἐν τοῖς φύλλοις ἢ τοῖς βλαστοῖς ἐμφαίνεταί τις στύψις σαφὴς, ταῦτα ἀφεψόμενα διάκλυσμα γίγνεται τῶν περὶ γαργαρεῶνα καὶ παρίσθμια φλεγμονῶν. ὁ δὲ τῶν ἀγρίων καρπὸς στυπτικὸς ἐναργῶς ἐστι καὶ σταλτικὸς γαστρός. ὀνομάζεται δὲ τὸ φυτὸν τοῦτο κατὰ τὴν Ἀσίαν προῦμνον. τὸ δὲ κόμμι τοῦ δένδρου φασὶν ἔνιοι μετ’ οἴνου πινόμενον λίθων εἶναι θρυπτικὸν, σὺν ὄξει δὲ λειχῆνας ἰᾶσθαι παίδων, καὶ εἴπερ αὐτὸ ποιεῖ, δῆλον ὡς τμητικῆς τε καὶ λεπτομεροῦς μετέχει δυνάμεως.
[λστ΄. Περὶ κόλλας.] Κόλλα, ἣν εἰς τὰ βιβλία σκευάζουσιν ἐκ σεμιδάμεώς τε καὶ γύρεως, ἐμπλαστικῆς τε καὶ πεπτικῆς ἐστι δυνάμεως οἷς ἂν καταπλασθῇ μέρεσιν.
[λζ΄. Περὶ κολοκύνθης.] Κολοκύνθη ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως κατὰ τὴν δευτέραν ἐν ἀμφοῖν τάξιν, ὅθεν καὶ
τῶν ξυσμάτων αὐτοῦ ὁ χυλὸς πρὸς ὠταλγίας τὰς κατὰ φλεγμονὴν ἁρμόττει σὺν ῥοδίνῳ χρωμένοις. οὕτω δὲ καὶ ὅλη καταπλαττομένη τὰς θερμὰς φλεγμονὰς ἐμψύχει μετρίως. ἔστι δὲ καὶ ἐσθιομένη πλαδώδης καὶ ἄδιψος.
[λη΄. Περὶ κολοκυνθίδος.] Κολοκυνθὶς πικρὰ μέν ἐστι τὴν γεῦσιν, ἀλλ’ ὅσα πικρότητος ἔργα πρόσεστι πινομένῳ φαρμάκῳ, ταῦτ’ οὐ δύναται δρᾷν ἐναργῶς ἀπὸ τῆς καθαρτικῆς δυνάμεως, ἣν ἰσχυρὰν ἐν αὐτῇ κέκτηται, φθάνουσα μεθ’ ὧν καθαίρει διὰ τῆς γαστρὸς ἐκκρίνεσθαι. χλωρᾶς δ’ αὐτῆς ὁ χυλὸς ἀνατριβόμενος ἰσχιάδας ὀνίνησι.
[λθ΄. Περὶ κομάρου.] Κόμαρος. στρυφνὸν τῇ ποιότητι τὸ δένδρον ἅμα τῷ καρπῷ, μημέκυλον δὲ ὀνομάζουσιν αὐτόν. ἔστι δὲ καὶ κακοστόμαχος οὗτος καὶ κεφαλαλγής.
[μ΄. Περὶ κόμμεως.] Κόμμι δάκρυόν ἐστιν ἐπιπηγνύμενον τοῖς στελέχεσι τῶν γεννώντων αὐτὸ δένδρων ὥσπερ καὶ ἡ ῥητίνη πολλῶν, ὅσα ῥητίνην πέφυκε γεννᾷν. ἔστι δὲ
ξηραντικῆς τε καὶ ἐμπλαστικῆς δυνάμεως καὶ δῆλον ὅτι καὶ τραχυτήτων ἰατική.
[μα΄. Περὶ κονίας.] Κονία. τὸ οἷον περίπλυμα τῆς τέφρας οὕτως ὀνομάζεται. ῥυπτικωτάτη δ’ ἐστὶ καὶ ξηραντικωτάτη πασῶν ἡ ἐκ τῆς συκίνης τέφρας καὶ τῶν τιθυμάλλων καὶ σχεδὸν ἤδη τῆς καλουμένης σηπτικῆς δυνάμεως, ἣν οἵα τίς ἐστιν ἐν τῷ πέμπτῳ λόγῳ διῆλθον.
[μβ΄. Περὶ κονύζης.] Κόνυζα καὶ ἡ μείζων καὶ ἡ μικρὰ παραπλησίας εἰσὶ κράσεώς τε καὶ δυνάμεως, ἐν μὲν τῇ γεύσει δριμεῖαι καὶ πικραὶ φαινόμεναι, θερμαίνουσί τε πάνυ σαφῶς, ἄν γέ τις λειώσας τὰ φύλλα σὺν τοῖς ἁπαλοῖς κλαδίσκοις, θαμνῶδες γὰρ τὸ φυτὸν, ἐπιπλάσσῃ τι μέρος, ἄν τε καὶ ἀφεψήσας ἐν ἐλαίῳ χρήσαιτο τούτῳ. δοκεῖ γοῦν καὶ τῶν κατὰ περίοδον ῥιγῶν ἀλεξητήριον εἶναι τὸ τοιοῦτον ἔλαιον. καὶ τὰ ἄνθη δ’ αὐτῶν παραπλησίας ἐστὶ δυνάμεως, ὥστε τινὲς καὶ ταῦτα σὺν τοῖς φύλλοις τρίψαντες σὺν οἴνῳ ποτίζουσιν ὑπὲρ τοῦ καταμήνια κινῆσαι βιαίως καὶ ἔμβρυα ἐκβαλεῖν. ἔστι δὲ καὶ τρίτον εἶδος κονύζης ἐν
ὑγροτέροις χωρίοις φυόμενον, ἀμφοῖν δυσωδέστερον καὶ ἀσθενέστερον. ἀλλ’ αἵ γε πρῶται ῥηθεῖσαι τῆς τρίτης εἰσὶ τάξεως ἐν τῷ ξηραίνειν καὶ θερμαίνειν.
[μγ΄. Περὶ κοριάνου.] Κορίανον, ἢ κόριον, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, οἱ μὲν γὰρ Ἕλληνες οἱ παλαιοὶ κορίανον καλοῦσιν, οἱ νεώτεροι δ’ ἰατροὶ πάντες ὀνομάζουσιν κόριον, ὥσπερ καὶ Διοσκορίδης ψυκτικὴν λέγων εἶναι τὴν πόαν οὐκ ὀρθῶς. σύγκειται γὰρ ἐξ ἐναντίων δυνάμεων πολὺ μὲν ἔχουσα πικρᾶς οὐσίας, ἥτις ἐδείκνυτο λεπτομερὴς ὑπάρχειν καὶ γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος χλιαρᾶς κατὰ δύναμιν, ἔχει δέ τι καὶ στύψεως ὀλίγης. ἐξ ὧν ἁπάντων ἐνεργεῖ μὲν ποικίλως ὅσα περ ὁ Διοσκορίδης ἔγραψεν, οὐ μὴν τῷ ψύχειν γε μόνῳ. ἀλλ’ ἐγὼ τὴν αἰτίαν ἑκάστης τῶν κατὰ μέρος αὐτῆς ἐνεργειῶν διηγήσομαι, καίτοι προὔκειτό μοι τὴν ἐμαυτοῦ γνώμην ἐν τῷ παρόντι λόγῳ διέρχεσθαι μόνην. ἀλλ’ ἴσως οὐδὲν κωλύσει, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὠφελήσει τέ τι καὶ ἀναμνήσει τῶν ἔμπροσθεν
ψύχειν ἐστὶ κορίανον, ἔνεστί σοι κᾀξ αὐτῶν ὧν Διοσκορίδης ἔγραψε καταμαθεῖν. χοιράδας γοῦν φησι διαλύειν αὐτὸ μετ’ ἐρεγμοῦ. ὅτι δ’ οὐδὲν τῶν ψυχόντων φαρμάκων ἱκανόν ἐστι διαλύειν χοιράδας, οὐδ’ αὐτὸν οἶμαι τὸν Διοσκορίδην ἀμφισβητήσειν μυρία μὲν ἀναγράψαντα φάρμακα χοιράδων ἰατικὰ, πάντα δ’ ὁμολογοῦντα καὶ θερμὰ ταῖς κράσεσι καὶ διαφορητικὰ ταῖς ἐνεργείαις ὑπάρχειν.
[μδ΄. Περὶ κορωνόποδος.] Κορωνόποδος ἡ ῥίζα πεπίστευται κοιλιακοὺς ὠφελεῖν ἐσθιομένη.
[με΄. Περὶ κόστου.] Κόστος βραχείας μὲν πάνυ τῆς πικρᾶς, πλείστης δὲ τῆς δριμείας καὶ θερμῆς μετέχει ποιότητός τε καὶ δυνάμεως, ὡς ἤδη καὶ ἑλκοῦν, ὅθεν ἀνατρίβουσιν αὐτῷ μετ’ ἐλαίου τὸ σῶμα πρὸ τῆς καταβολῆς ἐπὶ τῶν κατὰ περίοδον ῥιγούντων. οὕτω δὲ κᾀπὶ τῶν ἰσχιαδικῶν καὶ παραλελυμένων τε καὶ ὅλως ἐφ’ ὧν ἤτοι θερμῆναί τι πρόκειται μόριον, ἢ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν ἕλξαι τινὰ χυμὸν, ἐπὶ τὸν κόστον ἔρχονται. διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐρητικός τ’ ἐστὶ καὶ ἐμμήνων ἀγωγὸν καὶ πρὸς
ῥήγματά τε καὶ σπάσματα καὶ πόνους πλευρῶν ἁρμόττει. διὰ δὲ τὴν συνοῦσαν πικρότητα καὶ πλατείας ἕλμινθας ἀναιρεῖ, δι’ ἥνπερ καὶ πρὸς τὰς ἐφήλεις αὐτῷ χρῶνται μεθ’ ὕδατος ἢ μέλιτος. ἐνυπάρχει δ’ αὐτῷ τις τῇ κράσει φυσώδης ὑγρότης, δι’ ἣν καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετ’ οἰνομέλιτος.
[μστ΄. Περὶ κοτυληδόνος.] Κοτυληδὼν μικτῆς ἐστι δυνάμεως ὑγρᾶς, ὑποψύχρου καὶ τινὸς ἀμυδρῶς ὑποστυφούσης καὶ σὺν αὐτῇ βραχείας πικρᾶς, ὅθεν ἐμψύχει καὶ ἀποκρούεται καὶ ῥύπτει καὶ διαφορεῖ. φλεγμονάς τε οὖν τὰς ἐρυσιπελατώδεις καὶ ἐρυσιπέλατα φλεγμονώδη θεραπεύει, καὶ μάλιστα στομάχου καυσουμένου χρήσιμον ἱκανῶς ἐστιν ἐπίπλασμα. πεπίστευται δὲ τὰ φύλλα σὺν τῇ ῥίζῃ ἐσθιόμενα λίθους τε θρύπτειν καὶ οὖρα κινεῖν.
[μζ΄. Περὶ κρανίας.] Κρανίας τοῦ δένδρου καὶ ὁ καρπὸς στρυφνὸς ἱκανῶς ἐστιν ἐδώδιμος ὑπάρχων, ὥστε οὐδὲν θαυμαστὸν ἕλκειν καὶ ἰσχυρῶς ἐπέχειν αὐτὸν τὴν γαστέρα, καθάπερ καὶ τὰ μέσπιλα. καὶ τὰ φύλλα δὲ καὶ οἱ
βλαστοὶ στρυφνοὶ γευόμενοί εἰσι καὶ ξηραίνουσιν ἰσχυρῶς, ὥστε καὶ τὰ μέγιστα τραύματα κολλᾷν δύνανται καὶ μάλιστα τῶν σκληρῶν σωμάτων. μικροῖς δὲ τραύμασιν ἢ μαλακοῖς σώμασιν ἐναντίοι μᾶλλόν εἰσιν, συντείνουσι γὰρ ταῦτα ξηραίνοντα ἐπιπλέον τοῦ δέοντος.
[μη΄. Περὶ κράμβης.] Κράμβη ἐδώδιμος ξηραντικῆς ἐστι δυνάμεως, ἐσθιομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη. οὐ μὴν ἤδη γέ πως δριμείας ἱκανῶς, ἀλλ’ ὥστε καὶ τραύματα κολλᾷ καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται, καὶ τὰς φλεγμονὰς τὰς ἤδη σκιῤῥουμένας τε καὶ δυσλύτους καὶ τῶν ἐρυσιπελάτων τὰ τοιαῦτα. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ἐπινυκτίδας καὶ ἕρπητας ἰᾶται. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν αὑτῇ, καθ’ ὃ καὶ λέπρας θεραπεύει. τὸ δὲ σπέρμα πινόμενον ἕλμινθας ἀναιρεῖ καὶ μάλιστα τῆς Αἰγυπτίας κράμβης, ὅσῳπερ καὶ ξηροτέρα τὴν κρᾶσίν ἐστι, καὶ δηλονότι πικρᾶς μετέχει ποιότητος τὸ σπέρμα, ὥσπερ καὶ τἄλλα πάντα φάρμακα τὰ πρὸς ἕλμινθας ἁρμόττοντα. κατὰ τὴν αὐτὴν δύναμιν ἐφήλιδάς τε καὶ φακοὺς ὅσα τε ἄλλα μετρίας δεῖται ῥύψεως ὀνίνησιν. οἵ τε καυλοὶ τῆς κράμβης καυθέντες ἰσχυρῶς
ξηραίνουσαν ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ τῆς καυστικῆς μετέχειν δυνάμεως. κατὰ τοῦτ’ οὖν αὐτῇ καὶ μιγνύντες στέαρ παλαιὸν εἴς τε τὰ τῶν πλευρῶν ἀλγήματα χρόνια κᾂν εἴπου τι τοιοῦτον ἕτερον εἴη χρῶνται. διαφορητικὸν γὰρ ἰσχυρῶς ἀποτελεῖται τὸ φάρμακον.
[μθ΄. Περὶ κράμβης ἀγρίας.] Κράμβη ἀγρία θερμοτέρα καὶ ξηροτέρα τῆς ἡμέρου τὴν κρᾶσίν ἐστιν, ὥσπερ καὶ τὰ ἄλλα σύμπαντα σχεδόν τι τὰ ἄγρια τῶν ὁμογενῶν ἡμέρων ἰσχυρότερα κατ’ ἀμφοτέρας ἐστὶ τὰς δυνάμεις. ὅθεν οὐδ’ ἐντὸς τοῦ σώματος ἀλύπως λαμβάνεται ποῤῥωτέρω τῆς ἀνθρωπίνης κράσεως ἀποκεχωρηκυῖα. δι’ αὐτὸ δὲ τοῦτο καὶ πικροτέρα γευομένοις ἐστὶ τῆς ἡμέρου. ἔχει μὲν γάρ τι καὶ ἡ ἥμερος ὑπόπικρον καὶ δριμὺ, ἀλλ’ ἰσχυρὸν ἑκάτερον ἡ ἀγρία, διὸ καὶ διαφορεῖ καὶ ἀποῤῥύπτει τῆς ἡμέρου σφοδρότερον.
[ν΄. Περὶ κράμβης θαλαττίας.] Κράμβη θαλαττία πρὸς τὸ τὴν γαστέρα λαπάττειν, ὑφάλμυρός τε καὶ ὑπόπικρος οὖσα τὴν γεῦσιν, εἴη ἂν καὶ εἰς τὰς ἔξωθεν τοῦ σώματος
χρείας, εἰς ὅσα περ αἱ τοιαῦται ποιότητες ἁρμόττουσιν ἐπιτήδειος.
[να΄. Περὶ κραταιογόνου.] Κραταιογόνου τῆς πόας ὁ καρπὸς καὶ δριμὺς γευομένοις ἐστὶ καὶ σφοδρῶς χρωμένοις, κέγχρῳ παραπλήσιος ὑπάρχων.
[νβ΄. Περὶ κρήθμου.] Κρῆθμον ἁλμυρόν πώς ἐστι γευομένοις, ἅμα βραχείᾳ πικρότητι, διὸ καὶ ἡ δύναμις αὐτοῦ ῥυπτική τε ἅμα καὶ ξηραντική. ἀσθενέστερον δ’ ἐστὶ κατ’ ἄμφω τῶν πικρῶν.
[νγ΄. Περὶ κριθῶν.] Κριθαὶ τῆς πρώτης εἰσὶ τάξεως ἐν τῷ ξηραίνειν τε καὶ ψύχειν, ἔχουσι δέ τι καὶ ῥυπτικὸν ὀλίγον. εἰσὶ δὲ τοῦ τῶν κυάμων ἀλεύρου τοῦ χωρὶς τοῦ λέμματος βραχεῖ τινι ξηραντικώτεραι. τὰ δ’ ἄλλα πάντα παραπλήσια χρωμένοις ἔξωθεν. ἐσθιόμεναι δὲ ταύτῃ πλεονεκτοῦσι κυάμων, ὅτι τὸ φυσῶδες ἀποτίθενται. κυάμῳ δὲ ὅπως ἂν ἑψηθῇ παραμένει τὸ φυσῶδες. παχυμερεστέρας γάρ ἐστιν οὐσίας ἢ κατὰ κριθὴν, διὰ τοῦτο καὶ τροφιμώτερος αὐτῆς ἐστιν. ἐπεὶ δ’ ὀλίγον ἄμφω τῆς μεσότητος ἀποκεχωρήκασι, διὰ τοῦτό εἰσι πολύχρηστοι. τὰ γὰρ τοιαῦτα
φάρμακα πολλὰ ἑτέροις μίγνυται, καθάπερ τινὲς ὗλαι, καὶ διὰ τοῦτο καὶ ὁ κηρὸς καὶ τὸ ἔλαιον οὐκ ὀλίγοις ἐπιπλέκεται φαρμάκοις. τὰ δ’ ἄλφιτα πολὺ καὶ τῶν κριθῶν αὐτῶν ἐστι ξηραντικώτερα.
[νδ΄. Περὶ κρίμνου.] Κρίμνον. τὸ παχυμερὲς οὕτως ὀνομάζεται τοῦ τε πυρίνου καὶ τοῦ ἐκ τῶν ζειῶν ἀλεύρου. ἔστι δὲ τροφιμώτερον μὲν ἀλφίτου, δυσπεπτότερον δέ. καλεῖται δὲ τὸ ἐξ αὐτοῦ ῥόφημα πολτὸς, καὶ ἔστιν ὁ ἀπὸ τῆς ζειᾶς στατικὸς ἠρέμα τῆς κοιλίας καὶ μᾶλλον εἰ φρυχθείη.
[νε΄. Περὶ κρίνου.] Κρίνου τὸ μὲν ἄνθος κράσει μικτόν ἐστιν ἐκ λεπτομεροῦς τέ τινος καὶ γεώδους οὐσίας, ἐξ ἧσπερ ἔχει καὶ τὴν ἐν τῇ γεύσει πικρότητα, καί τινος ὑδατώδους εὐκράτου. ὅθεν καὶ τοὔλαιον τὸ ἐξ αὐτοῦ καὶ τὸ μύρον ἀδήκτου διαφορητικῆς τε καὶ μαλακτικῆς ἐστι δυνάμεως, ἐξ ὧνπερ καὶ ταῖς ἐν μήτραις σκληρότησιν ἐπιτηδειότατόν ἐστιν, καὶ ἡ ῥίζα δὲ καὶ τὰ φύλλα καθ’ ἑαυτὰ λειούμενα ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίως. οὕτω γοῦν κᾀπὶ τῶν κατακαυμάτων ἁρμόττει. δεῖται γὰρ καὶ ταῦτα
ποτε καὶ τὸν τῶν φύλλων χυλὸν, ἑψήσαντες σὺν ὄξει καὶ μέλιτι. πενταπλάσιος δ’ ἦν ὁ χυλὸς ἑκατέρου καὶ ἦν εὐδόκιμον τὸ φάρμακον εἰς πάντα τὰ ξηραίνεσθαι σφοδρῶς δεόμενα χωρὶς τοῦ δάκνεσθαι, καθάπερ ὅσα τε τραύματα μεγάλα καὶ μάλιστα κατὰ τὰς κεφαλὰς γίγνεται τῶν μυῶν, ὅσα τε πλαδαρὰ καὶ χρόνια καὶ δυσεπούλωτα τῶν ἑλκῶν ἐστι. ταυτὶ μὲν οὖν ἤδη τῆς περὶ συνθέσεως φαρμάκων πραγματείας ἐστὶ, ἧς ἀπέχεσθαι μὲν ὡς οἷόν τε πειρῶμαι τό γε νῦν εἶναι, πολλάκις δ’ αὐτῆς τῶν πραγμάτων ἡ φύσις ἀναγκάζει προσάπτεσθαι, καὶ ἀποχωρεῖν τε χρὴ ταχέως αὖθις αὐτῶν ἐπανέρχεσθαί τε πρὸς τὰ νῦν ἡμῖν προκείμενα.
[νστ΄. Περὶ κροκοδειλίου.] Κροκοδειλίου τὸ σπέρμα δριμὺ μέν ἐστι καὶ ἀρωματίζον οὐρητικόν τε καὶ καταμηνίων κινητικὸν, ὥστε καὶ θερμῆς ἂν εἴη δυνάμεως καὶ διαφορητικῆς καὶ ξηραντικῆς. καὶ ὁ χυλὸς δὲ τοῦ τε καυλοῦ καὶ τοῦ σπέρματος ὁμοίας ὢν δυνάμεως μὲν ὠφελεῖ τοὺς νεφριτικούς. ἡ δὲ ῥίζα ταῖς τοῦ θώρακος ἀναπτύσεσιν ἰσχυρῶς
συνεργεῖ, δριμεῖα μὲν ἧττον ὑπάρχουσα τοῦ σπέρματος, πικρὰ δ’ οὐχ ἧττον οὖσα. ἄγει δὲ καὶ διὰ ῥινῶν αἷμα.
[νζ΄. Περὶ· κρόκου.] Κρόκος ἔχει μέν τι καὶ στῦφον ὀλίγον, ὅπερ ἐδείχθη γεῶδες ψυχρόν. ἐπικρατεῖ δ’ ἐν αὐτῷ θερμαίνουσα ποιότης τε καὶ δύναμις, ὥστε τὴν ὅλην οὐσίαν αὐτοῦ τῆς δευτέρας μὲν εἶναι τῶν θερμαινόντων τάξεως, τῆς πρώτης δὲ τῶν ξηραινόντων, καὶ διὰ τοῦτο καὶ πεπτικὸν ἔχει τι, συντιμωρούσης εἰς τοῦτο καὶ τῆς βραχείας στύψεως. οἷς γὰρ ἂν μὴ σφοδρῶς θερμαίνουσι φαρμάκοις ὀλίγη προσῇ στύψις, ἶσον δύναται ταῖς ἐμπλαστικαῖς καλουμέναις οὐσίαις, ἃς, ὅταν θερμότητι συνυπάρχωσι, μὴ σφόδρα πεπτικὰς ἐδείκνυμεν ὑπάρχειν.
[νη΄. Περὶ κρομμύου.] Κρόμμυον ἐκ τῆς τετάρτης ἐστὶ τάξεως τῶν θερμαινόντων. ἡ δ’ οὐσία παχυμερής ἐστιν αὐτοῦ μᾶλλον, ὅθεν καὶ τὰς αἱμοῤῥοΐδας ἀναστομοῖ προστιθέμενον καὶ σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ τοὺς ἀλφοὺς ἀποῤῥύπτει καὶ παρατριβόμενον ἀλωπεκίαις θᾶττον ἀλκυονίου παρορμᾷ τὰς τρίχας. εἰ δ’ ἀποχωρίσειεν αὐτοῦ τις
τὸν χυλὸν, ὅσον μὲν ὑπόλοιπον ἱκανῶς ἐστι γεώδους οὐσίας θερμῆς, αὐτὸς δ’ ὁ χυλὸς ὑδατώδους τε καὶ ἀερώδους θερμότητος. οὕτω οὖν καὶ τοὺς ὑποχεομένους καὶ ἀμβλυώττοντας ἐπὶ πάχει χυμῶν ὀνίνησιν ὑπαλειφόμενος. ἐκ δὲ τῆς τούτου κράσεως ὅλον τὸ κρόμμυον φυσῶδές ἐστιν ἐσθιόμενον, καὶ διὰ τοῦτο ὅσα ξηρότερα τὴν κρᾶσιν ἀφυσότερα.
[νθ΄. Περὶ κυάμου.] Κύαμος καθ’ ἑκάτερα τῆς μέσης κράσεώς ἐστιν, ἐγγυτάτω κατὰ τὸ ξηραίνειν καὶ κατὰ τὸ ψύχειν. μετέχει δέ τινος ἐπ’ ὀλίγον καὶ ῥυπτικῆς δυνάμεως ἡ σὰρξ αὐτοῦ, καθάπερ τὸ λέμμα τῆς στυπτικῆς, καὶ διὰ τοῦτο τῶν ἰατρῶν ἔνιοι τὸν κύαμον ὅλον ἑψήσαντες σὺν ὀξυκράτῳ τοῖς δυσεντερικοῖς καὶ τοῖς κοιλιακοῖς καὶ τοῖς ἐμετικοῖς ἔδοσαν. ἔστι δὲ ὡς ἔδεσμα μὲν εἴπερ τι καὶ ἄλλο φυσῶδές τε καὶ δύσπεπτον, ἀναπτύσεσι μέντοι ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἐπιτήδειον. ὡς φάρμακον δ’ ἔξωθεν ἐπιτιθέμενον ἀλύπως ξηραίνει. ἐπὶ μέντοι ποδαγρικοῖς ἐχρησάμεθα πολλάκις αὐτῷ δι’ ὕδατος ἑψήσαντες, εἶτα μίξαντες ὕειον στέαρ. ἐπὶ δὲ τῶν κατὰ νεῦρα θλασμάτων τε καὶ
ἑλκῶν δι’ ὀξυμέλιτος τὸ ἄλευρον ἐπεθήκαμεν· ἐπὶ δὲ τῶν ἤδη φλεγμαινόντων ἐκ πληγῆς σὺν ἀλφίτοις. καὶ διδύμων δ’ ἐστὶ καὶ μαστῶν ἀγαθὸν κατάπλασμα, φιλεῖ γὰρ ταῦτα τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα, καὶ μάλιστα, ὅταν ἐκ γάλακτος ἐν αὐτοῖς τυρωθέντος οἱ μαστοὶ φλεγμαίνωσι. τοιγαροῦν καὶ τὸ γάλα σβέννυται πρὸς τοῦ τοιούτου καταπλάσματος, ὥσπερ καὶ τὸ τῶν παίδων ἐφήβαιον ἐπιπλασσόμενον ἀλεύρῳ κυαμίνῳ μέχρι πλέονος ἄνηβον διαμένει.
[ξ΄. Περὶ κυκλαμίνου.] Κυκλάμινος ποικίλος τὴν δύναμίν ἐστι· καὶ γὰρ καὶ ῥύπτει καὶ τέμνει καὶ ἀναστομοῖ καὶ ἐπισπᾶται καὶ διαφορεῖ. δῆλον δ’ ἐκ τῶν κατὰ μέρος ἔργων. ὁ μὲν γὰρ χυλὸς αὐτῆς αἱμοῤῥοΐδας ἀναστομοῖ καὶ προκαλεῖται βιαίως εἰς ἀπόπατον, ἐν κροκύδι προστιθέμενος. οὕτω δὲ καὶ ταῖς τὰ φύματα καὶ τὰς χοιράδας ἁπάσας τε τὰς ἄλλας σκληρότητας διαφορούσαις δυνάμεσι μίγνυται καὶ τοῖς ὑποχεομένοις ἁρμόττει, μετὰ μέλιτος ὑπαλειφόμενος, καὶ πρὸς τούτοις ἔτι διὰ ῥινῶν καθαίρει. σφοδρὰ δ’ οὕτως ἐστὶν ἡ δύναμις αὐτοῦ, ὥστε καὶ τοῦ ἐπιγαστρίου καταχριομένου
καὶ τὴν κοιλίαν ὑπάγων, ἐκβάλλει δὲ καὶ τὰ χόρια καὶ τοῖς ἀσθματικοῖς ἀρήγει. ἡ ποιότης δ’ αὐτοῦ γευομένῳ δριμεῖά τε καὶ ὑπόγλισχρός ἐστι.
[ξα΄. Περὶ κυμίνου.] Κυμίνου τῷ σπέρματι μάλιστα χρώμεθα, καθάπερ ἀνίσου τε καὶ λιβυστικοῦ καὶ κάρου καὶ πετροσελίνου. ἔστι δὲ καὶ θερμαντικῆς δυνάμεως, ὥσπερ κᾀκείνων ἕκαστον, οὐρητικῆς τε καὶ ἀφύσου κατὰ τὴν τρίτην τάξιν ὑπάρχων τῶν θερμαινόντων.
[ξβ΄. Περὶ κυνοσβάτου.] Κυνόσβατος. τούτου τοῦ θάμνου ὁ μὲν καρπὸς οὐκ ἀγεννῶς στυπτικός ἐστι, τὰ δὲ φύλλα μετρίως, ὥστε καὶ ἡ κατὰ μέρος αὐτῶν χρῆσις πρόδηλος. φυλάττεσθαι δὲ τὸ ἐν τῷ καρπῷ ἐριῶδες, ὡς ἀρτηρίας κακωτικόν.
[ξγ΄. Περὶ κυπαρίσσου.] Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακὰ μεγάλων τραυμάτων ἐν σκληροῖς σώμασίν ἐστι κολλητικά. ἐξ οὗ δῆλον ὡς ξηραντικῆς ἐστι δυνάμεως, οὐδὲν ἐπιφανὲς ἐχούσης δριμὺ καὶ θερμὸν, ὥσπερ οὖν καὶ ἡ γεῦσις μαρτυρεῖ· φαίνεται γὰρ ἐν αὐτῇ βραχὺ μέν τι τὸ δριμὺ, πλεῖστον δὲ τὸ πικρὸν καὶ
πολὺ πλέον ἔτι τὸ στρυφνὸν ἐν ὅλῳ τῷ φυτῷ. τοσοῦτον δ’ ἐστὶν ἐν αὐτῇ τὸ δριμὺ καὶ τό θερμὸν, ὅσον ποδηγεῖν μὲν τὴν στρυφνότητα πρὸς τὸ βάθος, οὐδεμίαν δ’ αὐτὸ θερμότητα καὶ δῆξιν ἐργάζεσθαι τοῖς σώμασιν. διὰ τοῦτο τὰς κατὰ τὸ βάθος ὑγρότητας ἐν ταῖς πλαδαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς ἐκβόσκεται, τῶν θερμαινόντων καὶ ξηραινόντων ἐκδαπανᾷν μὲν τὰς περιεχομένας δυνάμεων, ἑτέρας δ’ ἐπισπωμένων τῇ δριμύτητι καὶ θερμότητι. οὕτω δὲ καὶ τοὺς ἐντεροκηλικοὺς ὠφελεῖ. καὶ γὰρ ξηραίνει καὶ τόνον ἐντίθησι τοῖς δι’ ὑγρότητα χαλαροῖς σώμασιν, ὡς ἂν τῆς στύψεως εἰς βάθος καταδυομένης, τῷ ποδηγεῖσθαι πρὸς τῆς μεμιγμένης αὐτῇ θερμότητος, εἰς τοσοῦτον ἡκούσης μέτρον, ὡς ποδηγεῖν μὲν δύνασθαι, δάκνειν δ’ οὐδέπω δύνασθαι. χρῶνται δ’ αὐτῇ τινες καὶ ἐπ’ ἀνθράκων καὶ ἑρπήτων, ἀλφίτοις μιγνύντες, ὡς ἐκδαπανώσῃ χωρὶς τοῦ θερμαίνειν τὰς ἐργαζομένας ὑγρότητας τὰ τοιαῦτα νοσήματα. ἔνιοι δὲ καὶ πρὸς ἐρυσιπέλατα χρῶνται, μιγνύντες ἀλφίτου μεθ’ ὕδατος ἢ ὀξυκράτου ὑδαροῦς.
[ξδ΄. Περὶ κυπέρου.] Κυπέρου χρήσιμοι μάλιστ’ εἰσὶν αἱ ῥίζαι, θερμαίνουσαι καὶ ξηραίνουσαι χωρὶς δήξεως. ὅθεν τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη δυσεπούλωτα θαυμαστῶς ὀνίνησιν. ἔχουσι γάρ τι καὶ στυπτικὸν καὶ διὰ τοῦτο καὶ τοῖς ἐν στόμασιν ἕλκεσίν εἰσιν ἐπιτήδειοι, καὶ μὴν καὶ τμητικήν τινα δύναμιν αὐταῖς μαρτυρητέον ἐστὶν, ᾗ καὶ λιθιῶσιν ἁρμόττουσιν καὶ οὖρα καὶ καταμήνια κινοῦσι.
[ξε΄. Περὶ κύπρου.] Κύπρος. τούτου τοῦ δένδρου τὰ φύλλα καὶ οἱ ἀκρέμονες εἰς χρείαν ἥκουσι, μάλιστα μικτῆς ὄντα δυνάμεώς τε καὶ κράσεως. ἔχει μὲν γάρ τι καὶ διαφορητικὸν ἐξ ὑδατώδους οὐσίας θερμῆς συμμέτρως, ἔχει δέ τι στυπτικὸν ἐκ τῆς ψυχώσεως γεώδους, ὅθεν ἀφεψοῦντες μὲν αὐτὰ καταντλοῦσι τῷ ὕδατι τὰ πυρίκαυτα. χρῶνται δὲ καὶ κατὰ τῶν πυρωδῶν φλεγμονῶν καὶ ἀνθράκων· ἔστι γὰρ ἀλύπως τε καὶ ἀδήκτως ξηραντικά. καὶ μὲν καὶ τοῖς ἐν τῷ στόματι γιγνομένοις ἕλκεσιν αὐτομάτοις καὶ μάλιστα τοῖς ἀφθώδεσιν αὐταῖς τε τῶν παίδων ταῖς ἄφθαις ἁρμόττει διαμασώμενα.
[ξστ΄. Περὶ κυτίσου.] Κυτίσου τὰ φύλλα διαφορητικῆς τ’ ἐστὶ δυνάμεως ἐπιμεμιγμένης ὑδατώδει χλιαρᾷ, καθάπερ καὶ τὰ τῆς μαλάχης.
[ξζ΄. Περὶ κωνείου.] Κώνειον ὅτι τῆς ἄκρως ψυκτικῆς ἐστι δυνάμεως ἅπαντες ἴσασι.
[ξη΄. Περὶ κώνου.] Κώνου ὁ καρπὸς, ὃν δὴ καὶ κόκαλον ὀνομάζουσι καὶ στρόβιλον, ὅλος μὲν χλωρὸς, ἔχει τι μεθ’ ὑγρότητος πικρὸν καὶ δριμὺ καὶ διὰ τοῦτο καὶ τοῖς ἐμπύοις, ὅσοι τ’ ἄλλοι δέονται τὰ κατὰ θώρακα καὶ πνεύμονα, ῥᾳδίως ἀναβήττειν τε καὶ ἀναπτύειν ἐπιτήδειός ἐστιν. ὁ δ’ ἐδώδιμος ἐξ αὐτοῦ καρπὸς ἔστι μὲν τροφὴ δύσπεπτός τε καὶ ἰσχυρὰ, ἔστι δὲ καὶ ὡς φάρμακον ἐκλεαίνειν τραχύτητας ἐπιτήδειον, καὶ μάλισθ’ ὅταν ἐν ὕδατι βρεχθεὶς ἀπόθηται κατ’ αὐτὸ πᾶν ὅσον ἔχει δριμύ. τὸ γὰρ λοιπὸν ἅπαν ἀδηκτότερόν τε καὶ ἐμπλαστικώτερον γίνεται, θερμῆς μὲν καὶ ψυχρᾶς ποιότητος ἐν τῷ μέσῳ καθεστηκὸς, ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας κεκραμένον, ἀερώδους δ’ ἥκιστα μετέχον.
11. [α΄. Περὶ λαγώποδος.] Λαγώπουν ξηραντικῆς δυνάμεώς ἐστιν, ὡς τὰ κατὰ γαστέρα ῥεύματα καλῶς ἐπιξηραίνειν.
[β΄. Περὶ λαθυρίδος.] Λαθυρίς. καὶ ταύτην τινὲς εἶδος τιθυμάλλου φασὶν, ὅτι τε παραπλησίως ἐκείνοις ὀπὸν ἔχει καὶ ὅτι καθαίρει τὸν αὐτὸν ἐκείνοις τρόπον, ὁμοία τε τὴν ὅλην δύναμιν ἐκείνοις ἐστὶ, πλὴν ὅσον τὸ σπέρμα γλυκὺ γευομένοις φαίνεται, ὃ δὴ καὶ μάλιστα τὴν καθαρτικὴν ἔχει δύναμιν.
[γ΄. Περὶ λαμψάνης.] Λαμψάνη ἐσθιομένη μὲν κακόχυμός ἐστι, καταπλασσομένη δὲ ῥυπτικὸν ἔχει τι καὶ διαφορητικόν.
[δ΄. Περὶ λαπάθου.] Λάπαθον διαφορητικῆς μετρίως ἐστὶ δυνάμεως, τὸ δὲ ὀξυλάπαθον μικτῆς. ἅμα γὰρ τῇ διαφορητικῇ καὶ ἀποκρουστικῆς τι μετέχει. τὸ δὲ σπέρμα αὐτῶν ἔχει τι σαφῶς καὶ στυπτικὸν, ὡς καὶ δυσεντερίας καὶ διαῤῥοίας ἰᾶσθαι, καὶ μάλιστα τὸ τοῦ ὀξυλαπάθου. τὸ δ’ ἱππολάπαθον ἐν ἕλεσι μὲν γεννᾶται τοὐπίπαν· ἔστι δὲ τῆς αὐτῆς μὲν τοῖς εἰρημένοις, ἀσθενεστέρας δὲ δυνάμεως.
[ε΄. Περὶ λειμωνίου.] Λειμωνίου τὸν καρπὸν αὐστηρὸν ὑπάρχοντα μετ’ οἴνου διδόασι κοιλιακοῖς τε καὶ δυσεντερικοῖς καὶ αἱμοπτυϊκοῖς. ὀνίνησι δὲ καὶ ῥοῦν γυναικεῖον. ἀρκεῖ δὲ πλῆθος ὀξυβάφου.
[στ΄. Περὶ λειχῆνος.] Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ἔστι μὲν οἷον βρύον τι, τοῦ γένους δ’ ἂν ὀρθῶς ὀνομάζοιτο τῶν φυτῶν. ὠνομάσθαι δ’ οὕτω δοκεῖ διὰ τὸ λειχῆνας θεραπεύειν. ἔστι δὲ ῥυπτικῆς τε ἅμα καὶ μετρίως ψυχούσης δυνάμεως, ξηραντικῆς μέντοι κατ’ ἄμφω. τὸ μὲν δὴ ῥυπτικόν τε καὶ ξηραντικὸν ἀπὸ τῆς πέτρας ἴσχει, τὸ δὲ ψυκτικὸν ἀπὸ τοῦ ὑδατώδους. ἐπὶ γὰρ ταῖς ὑγραῖς καὶ δροσώδεσι πέτραις φύεται. τὸ δ’ ἐκ τῶν τοιούτων οὐσιῶν συγκείμενον ἀφλέγμαντον ὑπάρχειν οὐδὲν θαυμαστόν. εἰ δὲ καὶ αἱμοῤῥαγίας ἵστησι, ὡς Διοσκορίδης φησὶν, οὐκ ἔχω φάναι.
[ζ΄. Περὶ λεοντοπετάλου.] Λεοντοπετάλου τῇ ῥίζᾳ μάλιστα χρώμεθα διαφορητικῇ καὶ ξηραντικῇ καὶ θερμαντικῇ κατὰ τὴν τρίτην ὑπαρχούσῃ τάξιν.
[η΄. Περὶ λεπιδίου.] Λεπίδιον ἐκ τῆς τετάρτης ἐστὶ τάξως τῶν θερμαινόντων, ὅμοιον τῷ καρδάμῳ κατὰ τὴν ὀσμὴν καὶ τὴν γεῦσιν καὶ τὴν δύναμιν ὑπάρχον, ἧττον δ’ αὐτοῦ ξηραίνει.
[θ΄. Περὶ λευκάδος.] Λευκὰς δριμείας ἐστὶ ποιότητος ἐπικρατούσης, κράσεως δὲ θερμῆς καὶ ξηρᾶς κατὰ τὴν τρίτην που τάξιν.
[ι΄. Περὶ λευκακάνθου.] Λευκάκανθον, οἱ δὲ πολυγόνατον, οἱ δὲ ἰσχιάδα καλοῦσι, πικρὰ ταύτης ἡ ῥίζα, καὶ διὰ τοῦτο τέμνει τε καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς πρώτης ἐστὶ τάξεως.
[ια΄. Περὶ λευκοΐου.] Λευκοΐου καὶ σύμπας μὲν ὁ θάμνος ῥυπτικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ἐπὶ μᾶλλον δ’ αὐτῆς μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα τῶν χλωρῶν μᾶλλον, ὥστε καὶ τὰς ἐπ’ ὀφθαλμοῖς οὐλὰς τὰς παχείας λεπτύνει καὶ καταμήνιά τε τὸ ἀφέψημα αὐτῶν προτρέπει καὶ χόρια καὶ ἔμβρυα τεθνεῶτα προκαλεῖται, καὶ εἰ ποθείη δὲ, φθόριόν ἐστι φάρμακον. καὶ γὰρ οὖν καὶ πικρόν
ἐστιν, εἴπερ τι καὶ ἄλλο, καὶ εἴ τις αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ὕδατος ἐπιμιξίᾳ πολλοῦ πραΰνειεν, ἤ τινι τῶν τοιούτων, ἕξει καὶ πρὸς φλεγμονὴν ἀγαθὸν φάρμακον. οὕτω γοῦν καὶ τὸ ἀφέψημα αὐτοῦ, εἰ μὴ ἄκρατον εἴη, τὰς ἐν μήτρᾳ φλεγμονὰς ἰᾶται προσαντλούμενον, καὶ μάλισθ’ ὅσαι κεχρονίκασι σκιῤῥωδῶς. οὕτω δὲ καὶ μετὰ κηρωτῆς ἕλκη δυσεπούλωτα θεραπεύει. χρῶνται δ’ αὐτῷ τινες σὺν μέλιτι καὶ πρὸς ἄφθας. ὁ δὲ καρπὸς τῆς αὐτῆς ὢν δυνάμεως ἐπιτηδειότατός ἐστι πινόμενος ὅσον δυοῖν δραχμῶν πλῆθος ἢ προστιθέμενος σὺν μέλιτι, καταμήνιά τε κινεῖν πεπίστευται καὶ ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ νεκρὰ δ’ ἐκβάλλειν. αἱ δὲ ῥίζαι παραπλησίας οὖσαι δυνάμεως, πλὴν ὅσον παχυμερέστεραί τ’ εἰσὶ καὶ γεωδέστεραι, μετ’ ὄξους ἰῶνται σπλῆνας σκιῤῥουμένους. ἔνιοι δὲ καὶ τὰς σκιῤῥουμένας φλεγμονὰς ἰῶνται δι’ αὐτοῦ.
[ιβ΄. Περὶ λεύκης.] Λεύκη τὸ δένδρον μικτόν πώς ἐστι τὴν κρᾶσιν ἐξ ὑδατώδους τε χλιαρᾶς καὶ γεώδους λελεπτυσμένης οὐσίας, ὅθεν καὶ τῆς ῥυπτικῆς μετέχει δυνάμεως.
[ιγ΄. Περὶ λιβανωτοῦ.] Λιβανωτὸς θερμαντικὸς μέν ἐστι κατὰ τὴν δευτέραν τάξιν, ξηραντικὸς δὲ κατὰ τὴν πρώτην. ἔχει δέ τι καὶ ὑποστῦφον ὀλίγον, ἥκιστα δὲ σαφὴς ἡ στύψις ἐστὶν ἐν τῷ λευκῷ κατὰ τὴν χρόαν. ὁ δὲ φλοιὸς αὐτοῦ τὴν στυπτικὴν δύναμιν ἐναργῶς κέκτηται, διὸ καὶ ξηραίνει γενναίως, ὡς ἐν τῇ δευτέρᾳ τάξει συμπληρουμένῃ τῶν ξηραινόντων ὑπάρχων. ἔστι δὲ καὶ παχυμερέστερος τοῦ λιβανωτοῦ καὶ ἥκιστα δριμύτητος μετέχων. διὰ ταύτας γοῦν αὐτοῦ τὰς ποιότητάς τε καὶ δυνάμεις ἱκανὴ χρῆσίς ἐστι παρὰ τοῖς ἰατροῖς, ἐπί τε τῶν αἱμοπτυϊκῶν καὶ στομαχικῶν καὶ κοιλιακῶν καὶ δυσεντερικῶν, οὐ τοῖς ἔξωθεν μόνοις ἐπιτιθεμένοις μιγνύντων αὐτὸν, ἀλλὰ καὶ τοῖς εἴσω τοῦ σώματος μεταλαμβανομένοις. ὁ δὲ θαλλὸς αὐτοῦ ξηροτέρας ἐστὶ καὶ θερμοτέρας ἢ κατὰ αὐτὸν τὸν λιβανωτὸν δυνάμεως, ὡς εἰς τὴν τρίτην ἀπόστασιν ἀφικνεῖσθαι. ἔχει δέ τι καὶ ῥυπτικὸν, ὥστε διὰ τοῦτο καὶ ἀνακαθαίρειν δοκεῖ καὶ πληροῦν τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη, καθάπερ καὶ ὁ ἐκ τῆς σμύρνης καὶ ὁ ἐκ τοῦ στύρακος.
[ιδ΄. Περὶ λιβανωτίδων.] Λιβανωτίδες τρεῖς εἰσι· μία
μὲν ἄκαρπος, αἱ δὲ δύο φέρουσαι καρπὸν, ὁμοίας ἅπασαι δυνάμεως μαλακτικῆς τε καὶ διαφορητικῆς. ὁ δὲ χυλὸς ὅ τε τῆς ῥίζης καὶ ὁ τῆς πόας μέλιτι μιγνύμενος ἀμβλυωπίας, ὅσαι διὰ πάχος ὑγρῶν γίνονται θεραπεύει. τῆς δὲ εἰς τοὺς στεφάνους χρησίμης λιβανωτίδος, ἣν Ῥωμαῖοι καλοῦσι ῥουσμαρῖνον, τὸ ἀφέψημα τοὺς ἰκτεριῶντας ὀνίνησι πινόμενον. μετέχουσι γὰρ αἱ λιβανωτίδες ἅπασαι ῥυπτικῆς τε καὶ τμητικῆς δυνάμεως.
[ιε΄. Περὶ λιγνύος.] Λιγνὺς ἅπασα μέν ἐστι ξηραντικὴ, διὸ καὶ γεώδους ὑπάρχει τῆς οὐσίας, ἔχουσά τι καὶ τοῦ κατακαύσαντος τὴν ὕλην πυρὸς λείψανον, ἀλλὰ τοῦτο μὲν ὀλίγον. ἡ δ’ ὅλη φύσις αὐτῆς γεώδης ἐστὶ λεπτομερής. αἱ κατ’ εἶδος δ’ ἐν αὐτῇ διαφοραὶ παρὰ τὴν καυθεῖσαν ὕλην γίγνονται, ἐκ μὲν τῆς δριμυτέρας καὶ θερμοτέρας, τοιαύτης καὶ τῆς λιγνύος ἀποτελουμένης,ἐκ δὲ τῆς γλυκυτέρας ὁμοίας κᾀνταῦθα τῆς λιγνύος γιγνομένης. αὐτίκα γέ τοι τοῦ λιβανωτοῦ τῇ λιγνύϊ χρῶνται, μιγνύντες εἰς τὰς ὀφθαλμικὰς δυνάμεις, ἔτι τὰς ἐπὶ φλεγμαινόντων ἔτι τῶν ὀφθαλμῶν ἁρμοττούσας
καὶ ῥευματιζομένων καὶ ἕλκη ἐχόντων. καὶ γὰρ ἀνακαθαίρεται ταῦτα καὶ σαρκοῦται πρὸς αὐτῶν, ἔτι τε καὶ εἰς τὰς καλλιβλεφάρους ὀνομαζομένας δυνάμεις αὐτῷ χρῶνται, καὶ ἡ τῆς τερμίνθης τε καὶ ἡ τῆς σμύρνης ἄλυπός ἐστι παραπλησίως τῇ τοῦ λιβανωτοῦ, ἡ δὲ τοῦ στύρακος ἰσχυροτέρα τούτων, ἔτι δὲ μᾶλλον ἡ τῆς ὑγρᾶς πίττης, καὶ ταύτης ἔτι μᾶλλον ἡ τῆς κέδρου. χρῶνται δὲ τοῖς δριμυτέροις μὲν ἐπί τε τῶν πτίλων ὀνομαζομένων βλεφάρων καὶ τῶν περιβεβρωμένων κανθῶν καὶ ὑγρῶν ὀφθαλμῶν ἄνευ φλεγμονῆς. ταῖς μαλακωτέραις δὲ καὶ πρὸς ταῦτα μὲν, ἀλλὰ καὶ πρὸς ἃ μικρῷ πρόσθεν εἴρηται ἁρμόττειν τοῦ λιβανωτοῦ τὴν λιγνύν.
[ιστ΄. Περὶ λιβυστικοῦ.] Λιβυστικοῦ καὶ ἡ ῥίζα καὶ τὸ σπέρμα θερμαινόντων εἰς τοσοῦτόν ἐστιν, ὡς ἔμμηνά τε κινεῖν καὶ οὖρα προτρέπειν, ἔτι δὲ καὶ ἄφυσα.
[ιζ΄. Περὶ λινοσπέρμου.] Λινόσπερμον ἐσθιόμενον φυσῶδές ἐστι, κᾂν φρυχθῇ, οὕτως ἄρα περιττωματικῆς ὑγρότητος ὑπάρχει μεστόν. ἔστι δὲ καὶ θερμὸν ἐν τῇ πρώτῃ που τάξει καὶ ὑγρότητός τε καὶ ξηρότητος ἐν τῷ μέσῳ που τέτακται.
[ιη΄. Περὶ λινοζώστιδος.] Λινοζώστιδι χρῶνται μὲν ἅπαντες εἰς τὰς τῆς γαστρὸς καθάρσεις μόνον. οὐ μὴν ἀλλ’ εἰ καὶ πειραθῆναί τις βούλοιτο καταπλάττων αὐτὴν, εὑρήσει διαφορητικῆς ἱκανῶς δυνάμεως.
[ιθ΄. Περὶ λογχίτιδος.] Λογχίτιδος τῆς μὲν τὸ σπέρμα τρίγωνον ἐχούσης ἐοικὸς λόγχῃ κατὰ τὸ σχῆμα, παραπλησία μάλιστά πως ἡ ῥίζα τῇ τοῦ δαύκου τετύχηκεν οὖσα, καὶ διὰ τοῦτο καὶ οὐρητικόν ἐστι φάρμακον. τῆς δὲ τῷ σκολοπενδρίῳ παραπλησίας τὰ φύλλα χλωρὰ μὲν εἰς κόλλησιν τραύματος ἐπιτήδεια, ξηρὰ δὲ μετ’ ὄξους πινόμενα σπλῆνας ἰᾶται σκιῤῥουμένους.
[κ΄. Περὶ λυκίου.] Λύκιον ἢ πυξάκανθον ἀκανθῶδες δένδρον, ἐξ οὗ καὶ τὸ καλούμενον γίγνεται λύκιον. τοῦτο δὴ τὸ ὑγρὸν φάρμακον, ᾧ πρὸς ὑπώπιά τε χρῶνται καὶ πρὸς τὰς ἐν ἕδρᾳ καὶ στόματι φλεγμονὰς καὶ ἑλκώσεις, ἕρπητάς τε καὶ σηπεδόνας καὶ τὰ κακοήθη τῶν ἑλκῶν καὶ ὦτα πυοῤῥοοῦντα καὶ παρατρίμματα καὶ παρωνυχίας. ἔστι γὰρ ξηραντικῆς δυνάμεως ἐξ ἑτερογενῶν οὐσιῶν συγκείμενον, τῆς μὲν
ἑτέρας λεπτομεροῦς τε καὶ διαφορητικῆς καὶ θερμῆς, τῆς δ’ ἑτέρας γεώδους ψυχρᾶς, ἐξ ἧς ἔχει τὴν στύψιν. ἀλλ’ αὐτὴ μὲν ἡ ποιότης ὀλίγη παντάπασιν ὑπάρχει τῷ φαρμάκῳ, τὸ διαφορεῖν δὲ καὶ ξηραίνειν οὐκ ὀλίγον, ἀλλὰ κατὰ τὴν δευτέραν ἀπόστασιν, ἐν θερμότητι δὲ περὶ τὰ μέσα πως τέτακται καὶ σύμμετρα. διὸ καὶ πρὸς διαφέροντα πάθη χρῶνται τῷ φαρμάκῳ, ὡς ῥυπτικῷ μὲν πρὸς τὰ ἐπισκοτοῦντα τῶν κορῶν, ὡς συνακτικῷ δὲ κοιλιακοῖς τε καὶ δυσεντερικοῖς καὶ ῥῷ γυναικείῳ προσφέροντες. τοῦτο μὲν οὖν τὸ λύκιον ἐν Λυκίᾳ τε καὶ Καππαδοκίᾳ πλεῖστον γίγνεται. τὸ δ’ ἕτερον, τὸ Ἰνδικὸν, ἰσχυρότερόν ἐστιν εἰς ἅπαν.
[κα΄. Περὶ λυσιμαχίου.] Λυσιμάχιος ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν ποιότητα, δι’ ἣν καὶ τραύματα κολλᾷ καὶ τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας ἵστησιν ἐμπλασσόμενος, καὶ τῶν ἄλλων δὲ αἱμοῤῥαγιῶν ἴσχαιμόν ἐστι φάρμακον, αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἔτι καὶ μᾶλλον καὶ πινομένη δυσεντερίας τε καὶ αἵματος ἀναγωγὰς καὶ ῥοῦν γυναικεῖον ἰᾶται.
[κβ΄. Περὶ λυχνίδος.] Λυχνίδος τῆς εἰς τοὺς στεφάνους τὸ σπέρμα θερμόν ἐστι κατὰ τὴν δευτέραν που τάξιν ἢ καὶ τρίτην ἤδη, καὶ δὴ καὶ ξηρὸν κατὰ τὸν αὐτὸν τρόπον.
[κγ΄. Περὶ λωτοῦ ἡμέρου.] Λωτὸς ὁ ἥμερος, ὃν ἔνιοι τρίφυλλον ὀνομάζουσι πεπτικῆς μετρίως ἐστὶ δυνάμεως, οὕτως δὲ καὶ ξηραντικῆς. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψύξιν συζυγίᾳ μέσος πώς ἐστιν καὶ εὔκρατος. ὁ δ’ ἄγριος λωτὸς ἐν Λιβύῃ μὲν πλεῖστος γεννᾶται. τὸ σπέρμα δ’ αὐτοῦ τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ἔχει δέ τι καὶ ῥυπτικόν. τοῦ δ’ Αἰγυπτίου τὸ σπέρμα καὶ ἀρτοποιοῦται.
[κδ΄. Περὶ λωτοῦ τοῦ δένδρου.] Λωτὸς τὸ δένδρον στυπτικῆς μὲν οὐ πολλῆς μετέχει ποιότητος, ἔστι δὲ καὶ λεπτομερὲς καὶ ξηραντικόν. τὰ γοῦν ῥινήματα τῶν ξύλων αὐτῶν πρός τε ῥοῦν γυναικεῖον ἁρμόττει καὶ δυσεντερίας καὶ κοιλιακὰς διαθέσεις. ἐναφέψεται δὲ ποτὲ μὲν ὕδατι, ποτὲ δὲ οἴνῳ, ὡς ἂν καὶ ἡ χρεία κελεύῃ, καὶ οὐκ ἐνίεται μόνον, ἀλλὰ καὶ πίνεται. καὶ μὴν καὶ τὸ τὰς ῥεούσας τρίχας ἐπέχειν
αὐτὸν ὅτι στυπτικῆς τινος ἅμα τῷ μετρίως ξηραίνειν ἐστὶ δυνάμεως οὐ μικρὸν σημεῖον. ἐῤῥέθη γὰρ κᾀν τῷ περὶ λαδάνου λόγῳ τοιᾶσδε δεῖν εἶναι δυνάμεως τὸ μέλλον ἐφέξειν ῥεούσας τρίχας.
12. [α΄. Περὶ μάκερος.] Μάκερ φλοιός ἐστιν ἐκ τῆς Ἰνδικῆς κομιζόμενος, ἐν μὲν τῷ γεύεσθαι στρυφνὸς ἱκανῶς, μετά τινος βραχείας δριμύτητος ἀρωματιζούσης· ὀσμώμενος δὲ ἡδὺς ὁμοίως τοῖς πλείστοις ἀρώμασι τοῖς Ἰνδικοῖς. ἔοικεν οὖν καὶ αὐτὸς ἐκ μικτῆς οὐσίας συνεστάναι, τῆς πλείστης μὲν γεώδους ψυχρᾶς, ὀλίγης δέ τινος θερμῆς τε καὶ λεπτομεροῦς, ὅθεν ἰσχυρῶς ξηραίνει καὶ στύφει καὶ διὰ τοῦτο κοιλιακαῖς τε καὶ δυσεντερικαῖς μίγνυται δυνάμεσιν, ἐν μὲν τῇ τρίτῃ τάξει τῶν ξηραινόντων ὑπάρχων, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μηδέτερον ἐπιφανῶς ἐργαζόμενος.
[β΄. Περὶ μαλαβάθρου.] Μαλαβάθρου φύλλον νάρδου στάχυϊ παραπλήσιόν ἐστι τὴν δύναμιν.
[γ΄. Περὶ μαλάχης καὶ ἀλθαίας.] Μαλάχη ἡ μὲν ἀγρία διαφορητικῆς ἀτρέμα καὶ μαλακτικῆς ἐπὶ βραχὺ μετέχει δυνάμεως.
ἡ δὲ κηπευομένη καθ’ ὅσον ὑδατώδους ὑγρότητος μετείληφε, κατὰ τοσοῦτον καὶ ἀσθενεστέρα τὴν δύναμιν ὑπάρχει. ὁ δὲ καρπὸς αὐτῆς εἰς τοσοῦτον ἰσχυρότερός ἐστιν, εἰς ὅσον καὶ ξηρότερος. ἔστι δὲ καὶ ἡ δενδρομαλάχη καλουμένη τούτου τοῦ γένους, ἀλλὰ διαφορητικωτάτη τῶν εἰρημένων. ὀνομάζεται δὲ καὶ ἀλθαία.
[δ΄. Περὶ μανδραγόρας.] Μανδραγόρας ἐπικρατοῦσαν μὲν ἔχει τὴν ψυκτικὴν δύναμιν, ὡς τῆς τρίτης εἶναι τῶν ψυχόντων τάξεως. οὐ μὴν ἀλλὰ καὶ θερμότητός τινος μετέχει καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητος, ὅθεν καὶ κωματώδη τὴν δύναμίν ἐστι ταῦτα. τῆς ῥίζης δ’ ὁ φλοιὸς ἰσχυρότατος ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει, τὸ δ’ ἄλλο τὸ ἔνδον ἀσθενὲς ὑπάρχει.
[ε΄. Περὶ μαράθρου] Μάραθρον θερμαίνει μὲν ἰσχυρῶς, ὡς ἐκ τῆς τρίτης ἤδη δύνασθαι τάξεως εἶναι· ξηραίνει δ’ οὐχ ὁμοίως, ἀλλὰ κατὰ τὴν πρώτην ἄν τις αὐτὸ θείη ἐν τῷδε τάξιν, καὶ διὰ τοῦτο γάλακτος γεννητικόν ἐστιν, οὐκ ἂν γεννῆσαν, εἴπερ ἐξήραινεν ἰσχυρῶς, ὑποχεομένοις τε βοηθεῖ
κατὰ τὸν αὐτὸν λόγον. ἔστι δὲ καὶ οὐρητικὸν καὶ καταμηνίων ἀγωγόν. ἔστι δὲ καὶ ἕτερον μάραθρον ἄγριον, ὃ καλοῦσιν διὰ τὸ μέγεθος ἱππομάραθρον, οὗ ἡ ῥίζα καὶ τὸ σπέρμα ξηραντικωτέρας ἐστὶ δυνάμεως ἢ κατὰ τὸ ἥμερον· ὥστε μοι δοκοῦσι καὶ τὴν γαστέρα κατὰ τοῦθ’ ἱστάναι. οὐ γὰρ δὴ στύψεώς γε σαφοῦς αὐτοῖς μέτεστι. τούτου μὲν οὖν οὐχ ἡ ῥίζα μόνον, ἀλλὰ καὶ πολὺ μᾶλλον τὸ σπέρμα κάχρυϊ παραπλήσιον ὑπάρχει καὶ δύναται καὶ λίθους θρύπτειν καὶ ἰκτεριῶντας ἰᾶσθαι καὶ καταμήνια κινεῖν καὶ οὔρησιν προτρέπειν, οὐ μὴν ἀθροίζειν γάλα καθάπερ τὸ πρότερον. ἕτερον δ’ ἐστὶν ἱππομάραθρον, οὗ τὸ σπέρμα στρογγύλον ἐστὶ καὶ δριμὺ τῷ τοῦ κοριάνου παραπλήσιον, ὅμοιον μὲν τῇ δυνάμει τῷ τοῦ ἱππομαράθρου, ἀσθενέστερον δέ.
[στ΄. Περὶ μαστίχης.] Μαστίχη ἡ μὲν λευκὴ καὶ Χία συνήθως ὀνομαζομένη σύνθετός πώς ἐστιν ἐξ ἐναντίων δυνάμεων στυπτικῆς καὶ μαλακτικῆς. διὸ καὶ στομάχου καὶ κοιλίας καὶ ἐντέρων καὶ ἥπατος φλεγμοναῖς ἁρμόττει κατὰ τὴν δευτέραν ἀπόστασιν θερμαίνουσα καὶ ξηραίνουσα. ἡ δὲ
μέλαινα, ἡ Αἰγυπτία προσαγορευομένη, ξηραίνει τε μᾶλλον αὐτῆς καὶ ἧττον τῆς στυπτικῆς μετέχει δυνάμεως, ὅθεν ἐπιτηδειοτέρα πώς ἐστι πρὸς τὰ τῆς διαφορήσεως ἰσχυροτέρας δεόμενα. ταύτῃ γοῦν καὶ τῶν δοθιήνων ἀγαθόν ἐστι φάρμακον. τὸ μέντοι μαστίχινον ἔλαιόν τε καὶ μύρον ἐκ μὲν τῆς Χίας σκευάζουσιν, ἐκ δὲ τῆς Αἰγυπτίας οὐ πάνυ τι. παραπλησίας δ’ ἐστὶ καὶ αὐτὸ δηλονότι τῇ μαστίχῃ δυνάμεως.
[ζ΄. Περὶ μελανθίου.] Μελάνθιον θερμαίνει μὲν καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. ἔοικε δὲ καὶ λεπτομερὲς ὑπάρχειν, οὕτω γοῦν καὶ κατάῤῥους ἰᾶται, θερμὸν ἐν ὀθονίῳ προσφερόμενον, ὡς ὀσμᾶσθαι συνεχῶς. καὶ μὲν δὴ καὶ ἀφυσότατόν ἐστιν εἴσω τοῦ σώματος λαμβανόμενον, ᾧ δῆλον ὡς λεπτομεροῦς τέ ἐστι καὶ ἀκριβῶς ὑπὸ θερμότητος εἰργασμένης οὐσίας. διὰ τοῦτό γέ τοι καὶ πικρόν ἐστιν. ἐδείκνυτο δ’ ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ὡς εἰς ἐσχάτην λεπτότητα καὶ κατεργασίαν ἀφικνουμένης τῆς γεώδους οὐσίας ἡ πικρὰ γεννᾶται ποιότης. οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ τὰς ἕλμινθας ἀναιρεῖν πέφυκεν, οὐ μόνον ἐσθιόμενον, ἀλλὰ
καὶ κατὰ τῆς γαστρὸς ἔξωθεν ἐπιτιθέμενον. ἐδείχθη γὰρ ὡς καὶ τοῦτο πέφυκε δρᾷν ὁ πικρὸς χυμός. οὐ μὴν οὐδ’ ὅτι λέπρας καὶ ἥλους καὶ μυρμηκίας ἐκβάλλει θαυμαστόν ἐστι τῷ μεμνημένῳ τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων. οὕτω δὲ καὶ ὀρθόπνοιαν ὀνίνησι καὶ καταμήνια προτρέπει τὰ διὰ πάχος ἢ γλισχρότητα χυμῶν ἐπεσχημένα, καὶ ὅλως ἔνθα τεμεῖν καὶ ῥύψαι καὶ ξηρᾶναι καὶ θερμῆναι δεόμεθα χρηστότατον ὑπάρχει τὸ φάρμακον.
[η΄. Περὶ μελιλώτου.] Μελίλωτον μικτῆς ἐστι δυνάμεως. ἔχει μὲν γάρ τι καὶ στυπτικὸν, ἀλλὰ καὶ διαφορεῖ καὶ συμπέπτει. πλέον γὰρ ἐν αὐτῷ τὸ τῆς θερμῆς οὐσίας ἐστὶν ἤπερ τὸ τῆς ψυχρᾶς.
[θ΄. Περὶ μέλιτος.] Μέλι καὶ ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν τάξιν. ἔστι δ’ ἁπλῆς ὡς ἔνι μάλιστα δυνάμεώς τε καὶ κράσεως, τῆς ῥυπτικῆς ὀνομαζομένης ἡμῖν συνήθως ἰδέας ὑπάρχων τῶν φαρμάκων, ἑψηθὲν δὲ ἧττον γίνεται δριμὺ καὶ ῥυπτικὸν, ὅθεν εἰς τὰς τῶν κόλπων κολλήσεις αὐτῷ χρῶνται. εἰ δέ τι μέλι πικρόν ἐστιν, ὥσπερ καὶ
τὸ ἐν Σαρδόνι, πρόδηλον ὅτι καὶ τοῦτο μικτῆς ἐστι δυνάμεως, ὡς εἰ καὶ ἡμῶν τις ἀψίνθιον ἔμιξεν αὐτῷ. καὶ τὸ σάκχαρ δὲ καλούμενον, ὅπερ ἐξ Ἰνδίας τε καὶ τῆς εὐδαίμονος Ἀραβίας κομίζεται, περιπήγνυται μὲν, ὥς φασι, καλάμοις, ἔστι δέ τι καὶ αὐτὸ μέλιτος εἶδος. ἧττον μὲν οὖν ἐστιν ἢ τὸ παρ’ ἡμῖν γλυκὺ, τὴν δύναμιν δὲ παραπλήσιον αὐτῷ, καθ’ ὅσον ἀποῤῥύπτει καὶ ξηραίνει καὶ διαφορεῖ, καθ’ ὅσον οὔτε κακοστόμαχόν ἐστιν, ὡς τὸ παρ’ ἡμῖν, οὔτε διψῶδες ἀποκεχώρηκε τῆς οὐσίας αὐτοῦ.
[ι΄. Περὶ μελισσοφύλλου.] Μελισσόφυλλον πρασίῳ μέν ἐστι παραπλήσιον τὴν δύναμιν, ἀπολείπεται δ’ αὐτοῦ πάμπολυ. διὰ τοῦτο οὐδὲ κέχρηταί τις αὐτῷ. περιττὸν γὰρ πρασίου παρόντος οὕτως ἀφθόνου πανταχόθεν τῆς γῆς μελισσοφύλλῳ χρῆσθαι. εἰ μέντοι ποτὲ μὴ παρείη πράσιον, ἔνεστιν εἰς ὅσα περ ἐκείνῳ χρῆσθαι γινώσκοντι τὸ τῆς ἐνεργείας ἐλλιπές.
[ια΄. Περὶ μεσπίλου.] Μέσπιλον ἐνίοτε τρίκοκκον ὀνομάζουσιν, ὅτι τρεῖς ἔχει τοὺς πάντας κόκκους ἔνδον αὑτοῦ,
σπέρμα δέ ἐστιν ἕκαστος αὐτῶν τοῦ δένδρου, καθάπερ καὶ τὰ ἐν τοῖς μήλοις εὑρισκόμενα τῆς μηλέας καὶ τὰ γίγαρτα τῆς ἀμπέλου καὶ κεγχραμίδες τῆς συκῆς. στρυφνὸς ἱκανῶς ὁ καρπὸς τοῦ δένδρου καὶ μόγις ἐδώδιμος, ἐφεκτικὸς ἱκανῶς τῆς γαστρός. ἔστι δὲ κᾀν τοῖς βλαστοῖς αὐτοῦ κᾀν τοῖς φύλλοις ἡ στρυφνὴ ποιότης οὐκ ὀλίγη.
[ιβ΄. Περὶ μηδίου.] Μηδίου τὴν ῥίζαν πρὸς τὸν καρπὸν ὑπεναντίως κεκρᾶσθαι συμβέβηκεν. ἡ μὲν γὰρ αὐστηρά τ’ ἐστὶ καὶ ῥευμάτων ἐφεκτικὴ τῶν τε ἄλλων καὶ δὴ καὶ τοῦ καλουμένου ῥοῦ γυναικείου. τὸ δὲ σπέρμα τοσοῦτον δεῖται τοιοῦτόν τι ποιεῖν, ὥστε καὶ προτρέπει καταμήνια, λεπτομεροῦς καὶ τμητικῆς ὑπάρχον δυνάμεως.
[ιγ΄. Περὶ μήκωνος.] Μήκων ἡ μέν τις ῥοιὰς ὀνομάζεται, διότι ταχέως αὐτῆς ἀποῤῥεῖ τὸ ἄνθος, ἡ δέ τις ἥμερος, ἐπειδὴ κηπεύεται. καὶ μὴν καὶ δύο ἐπ’ αὐταῖς εἰσιν ἕτεραι μήκωνες ἄγριαι, ἡ μὲν οἷον ἐγκαθημένην ἔχουσα τὴν κωδύαν, ἡ δὲ ἐπιμηκεστέραν μὲν ταύτης, ὅλη δ’ αὐξανεστέρα
ἐσχάτης τε τάξεως τῶν ψυχόντων. ὡς δ’ ἄν τις μάλιστα μεθόδῳ ποιοῖτο τὴν μίξιν, οὐ τῆς ἐνεστώσης πραγματείας ἴδιον, ἀλλὰ τῆς περὶ συνθέσεως φαρμάκων, ἣν ἐφεξῆς τῇδε γράφομεν.
[ιδ΄. Περὶ μήκωνος κερατίτιδος.] Μήκων κερατῖτις ὠνόμασται μὲν ἀπὸ τοῦ καρποῦ βραχεῖαν ἐπιστροφὴν ἔχοντος, ὥσπερ καὶ ἡ τῆλις, ὡς ἐοικέναι βοὸς κέρατι. καλεῖται δὲ ὑπό τινων παραλία μήκων, ἐπειδὴ τὰ πολλὰ πλησίον τῆς θαλάττης φύεται. δύναμιν δ’ ἔχει τμητικὴν καὶ ῥυπτικὴν, ὥστε ἡ μὲν ῥίζα τῆς πόας ἐν ὕδατι καθεψηθεῖσα μέχρι ἡμίσεος ἡπατικὰς ὠφελεῖ διαθέσεις. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη τὰ ῥυπαρὰ σφόδρα καὶ κακοήθη τῶν ἑλκῶν ὀνίνησιν. ἀφίστασθαι δὲ αὐτῶν χρὴ καθαρῶν γενομένων τῶν ἑλκῶν. εἰς τοσοῦτον γὰρ ῥύπτειν πέφυκεν, ὥστε καὶ αὐτῆς τῆς καθαρᾶς σαρκὸς ἀποτήκειν τι. διὰ ταύτην γέ τοι τὴν ἰσχὺν οὐ τὸν ῥύπον μόνον, ἀλλὰ καὶ τὰς ἐσχάρας ἀφαιρεῖ τῶν ἑλκῶν.
[ιε΄. Περὶ μήκωνος ἡρακλείας.] Μήκων ἡρακλεία, καλεῖται δὲ καὶ ἀφρώδης, ὅτι σύμπασα λευκή τ’ ἐστὶ καὶ
ἀφρώδης οὖσα σμικρά. καθαρτικὸν δ’ ἔχει φλέγματος τὸ σπέρμα.
[ιστ΄. Περὶ μηλέας.] Μηλέα οὐ πᾶσά ἐστι μιᾶς φύσεως, ὥσπερ οὐδὲ τοῦ καρποῦ. τὰ μὲν γάρ ἐστι γλυκέα τῶν μήλων, τὰ δ’ αὐστηρὰ, τὰ δὲ στρυφνὰ, τὰ δ’ ὀξέα τὰ δὲ τελέως ἔκλυτα καὶ ὑδατώδη. καὶ δὴ καὶ κρατεῖ τὸ μὲν ὑδατῶδες ἐν τούτοις, ὡς εἶναι τὴν κρᾶσιν αὐτῶν ὑγροτέραν τε καὶ ψυχροτέραν, τὸ γεῶδες ψυχρὸν ἐν τοῖς στρυφνοῖς, ἐν δὲ τοῖς αὐστηροῖς τοῦτό τε καὶ τὸ ὑδατῶδες ψυχρὸν, ὥσπερ ἐν τοῖς γλυκέσι τὸ ὑδατῶδες εὔκρατον. οὕτω δὲ καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ τῶν δένδρων ἀλλήλων διαφέρουσιν, ὥστ’ ἔχοις αὐτοῖς μὲν αὐστηροτέροις τε καὶ ὀξυτέροις τραύματά τε κολλᾷν καὶ τῶν ἐν γενέσει φλεγμονῶν ἀναστέλλειν τὸ ἐπιῤῥέον καὶ στόμαχον ἔκλυτον καὶ γαστέρα ῥωννύναι, τοῖς δ’ ὑδατωδεστέροις τὰς μετρίας φλεγμονὰς ἀρχομένας τε καὶ ἐπιδιδούσας ἀνιέναι. τῆς θεραπευτικῆς δ’ ἐστὶν ἤδη ταῦτα μεθόδου, διὸ καὶ θᾶττον ἀπολειπτέον αὐτά. ὅτι δὲ παμπόλλη τις ἅπασι τοῖς μήλοις
ὑγρότης ἐμφέρεται περιττωματικὴ καὶ ψυχρὰ δῆλον κᾀκ τοῦ μηδενὸς αὐτῶν τὸν χυλὸν διαμένειν, ἀλλ’ ὀξύνεσθαί τε καὶ φθείρεσθαι πάντας. μόνον γὰρ τῶν κυδωνίων καὶ στρουθίων, ἃ δὴ διὰ τὴν ἐπικρατοῦσαν στύψιν ἧττόν ἐστιν ὑγρὰ τῶν ἄλλων, ὁ χυλὸς ἑψηθεὶς μετὰ μέλιτος οἷός τε διαμένειν ἐστίν. αὐτὸς δὲ καθ’ ἑαυτὸν οὐδ’ οὕτως μόνιμος.
[ιζ΄. Περὶ μηλέας Περσικῆς.] Μηλέα Περσικὴ καλεῖται συνήθως ὑπὸ πάντων ἤδη Περσικὴ μόνον, αὐτὸ δὴ τοῦτο παραλιπόντων τὸ μῆλον. τὸ δένδρον ἔν τε τοῖς βλαστοῖς καὶ τοῖς φύλλοις ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα καὶ διὰ τοῦτο αὐτοῦ τὰ φύλλα τὰς ἕλμινθας ἀποκτείνει λειωθέντα καὶ κατὰ τοῦ ὀμφαλοῦ ἐπιτεθέντα. καὶ ἄλλως δὲ διαφορητικόν ἐστι φάρμακον. ὁ δὲ καρπὸς αὐτοῦ, τοῦτο δὴ ἐδώδιμον περσικὸν, ὑγρότερόν τ’ ἐστὶ καὶ ψυχρότερον τὴν κρᾶσιν.
[ιη΄. Περὶ μηλέας Ἀρμενικῆς.] Μηλέα Ἀρμενική. ταύτης ἐκλέλειπται τὸ παλαιὸν ὄνομα. καλοῦσι· γὰρ ἅπαντες καὶ τὸν καρπὸν καὶ τὸ δένδρον πρεκόκκιον. ἔστι δὲ ὑγρός
τε καὶ ψυχρὸς ὁ καρπὸς, ἄμφω κατὰ δευτέραν που μάλιστα πεπονθὼς ἀπόστασιν.
[ιθ΄. Περὶ μηλέας Μηδικῆς.] Μηλέα Μηδική. ταύτης ὁ καρπὸς ,οὐκέτι μῆλον Μηδικὸν, ἀλλὰ κιτρίον ὑπὸ πάντων ὀνομάζεται, κατὰ μὲν τὸ σπέρμα τὴν ὀξεῖαν ποιότητα καὶ ξηραντικὴν δύναμιν ἐπικρατοῦσαν ἔχον, ὡς τῆς τρίτης εἶναι τάξεως ἀπὸ τῶν ξηραινόντων τε καὶ ψυχόντων· κατὰ δὲ τὸν φλοιὸν ξηραινούσης κᾀνταῦθα μετείληφε κράσεως, ἀλλ’ οὐκ ὀλίγον ἐχούσης τὸ δριμὺ, διὸ καὶ ξηραίνει τοῦτο κατὰ δευτέραν ἀπόστασιν. οὐ μὴν ψυχρόν γ’ ἐστὶν, ἀλλ’ ἤτοι σύμμετρον ἢ βραχύ τι κατωτέρω. ἡ δὲ σὰρξ αὐτοῦ παχύχυμός τέ ἐστι καὶ φλεγματικὴ καὶ ψυχρά· αὐτὴ μὲν γὰρ ἐσθίεται καθάπερ καὶ ὁ φλοιός. τὸ δὲ σπέρμα πᾶν ἄβρωτον, τό θ’ ὑγρὸν καὶ ὀξῶδες, ὑπὲρ οὗ πρώτου διείλεγμαι καὶ ὁ ἐν αὐτῷ πυρὴν εὑρισκόμενος, ὅσπερ ὄντως ἐστὶ σπέρμα, πικρὸς δ’ οὗτός ἐστι καὶ δηλονότι διαφορητικὸς καὶ ξηραντικὸς κατὰ τὴν δευτέραν που τάξιν ἀφεστηκὼς τῶν συμμέτρων. καὶ τὰ φύλλα δὲ ξηραντικῆς τέ ἐστι καὶ διαφορητικῆς δυνάμεως.
[κ΄. Περὶ μήου.] Μῆον. αἱ ῥίζαι τούτου χρήσιμοι, θερμαὶ μὲν κατὰ τὴν τρίτην ἀπόστασιν ὑπάρχουσαι, ξηραὶ δὲ κατὰ τὴν δευτέραν. διὰ τοῦτο γοῦν οὖρά τε κινῆσαι βουλόμενοι καὶ καταμήνια προκαλέσασθαι, χρῶνται τῷ φαρμάκῳ. κεφαλαλγές τ’ ἐστι πλεῖον λαμβανόμενον, ὡς ἂν ἐπὶ πλέον ὑπάρχον θερμὸν ἢ ξηρόν. ὑγρότητα γὰρ ἀπεπτοτέραν τε ἔτι καὶ φυσωδεστέραν ἡ ἐν αὐτῇ θερμότης ἀναφέρουσα πρὸς τὴν κεφαλὴν, οὕτως αὐτὴν ἀδικεῖ.
[κα΄. Περὶ μίλακος τραχείας.] Μῖλαξ ἡ τραχεῖα κληματώδης ἐστὶν, ὡς ἑλίττεσθαι περὶ τὰ δένδρα πολυειδῶς ἄνω καὶ κάτω. τὰ δὲ φύλλα καὶ γευσάμενα δριμύ τι ἔχει καὶ ἄλλως χρώμενα θερμαίνει.
[κβ΄. Περὶ μίλακος λείας.] Μῖλαξ ἡ λεία παραπλησία πώς ἐστι τῇ προειρημένῃ κατὰ τὴν δύναμιν.
[κγ΄. Περὶ μορέας.] Μορέας ὁ καρπὸς ὁ μὲν πέπειρος ὑπάγει γαστέρα, ὁ δ’ ἄωρος ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερίας ἁρμόττει καὶ κοιλιακὰς διαθέσεις καὶ τὰς ἄλλας ὅσαι ῥοώδεις. κόπτεται
δὲ καὶ τοῖς ὄψοις μίγνυται, καθάπερ καὶ ὁ τῆς ῥοῦ καρπὸς, ἢ εἴ τις ἐθέλει δι’ ὕδατος ἢ οἴνου πίνεται. ὅτι δὲ ὁ τῶν πεπείρων χυλὸς εἰς τὰ στοματικὰ φάρμακα χρήσιμος ὑπάρχει διὰ τὴν συνοῦσαν αὐτῷ στύψιν, οὐδεὶς ἀγνοεῖ. καὶ πρὸς ἄλλα δὲ δηλονότι πολλὰ τῶν κατὰ μέρος, ὅσα μετρίας δεῖται στύψεως, ἁρμόττει. τὰ δ’ ἄωρα πρὸς τῇ στρυφνότητι καὶ ὀξύτητος μετέχει. καὶ τὸ σύμπαν δένδρον ἐν ἅπασι τοῖς αὐτοῦ μέρεσι μικτήν τινα δύναμιν ἔοικεν ἔχειν ἐξ ἐφεκτικῆς τε καὶ καθαρτικῆς συγκείμενον. ἐπικρατεῖ δὲ ἐν μὲν τῷ φλοιῷ τῆς ῥίζης ἡ καθαρτικὴ μετά τινος πικρότητος, ὥστε καὶ πλατεῖαν ἕλμινθα κτείνει· ἐν δὲ τοῖς ἄλλοις μορίοις ἡ ἐφεκτικὴ. κατὰ δὲ τὰ φύλλα καὶ τοὺς βλαστοὺς, μέση πως ἀμφοῖν ἐστιν ἡ κρᾶσις.
[κδ΄. Περὶ μυάγρου.] Μυάγρου τὸ σπέρμα λιπαρόν ἐστιν, ὥστ’ εἰ καὶ θλασθείη, μεθείη ἐλαιῶδές τι δυνάμεως ἐμπλαστικῆς ὑπάρχον.
[κε΄. Περὶ μυκήτων.] Μύκης ψυχρὸν καὶ ὑγρὸν ἱκανῶς φυτὸν, ὅθεν καὶ δηλητηρίου δυνάμεως ἐγγὺς ἥκει. καί
τινές γε ἐξ αὐτῶν καὶ ἀναιροῦσι, καὶ μάλισθ’ ὅσοι τὴν φύσιν ἐπίμικτον ἔχουσιν σηπεδονώδει τινὶ ποιότητι.
[κστ΄. Περὶ μύλης.] Μύλης ἡ ῥίζα μικρῷ βολβῷ παραπλήσιος ὑπάρχουσα συνακτικῆς ἐστι δυνάμεως, ὥστε καὶ μετὰ αἰρίνου ἀλεύρου προστιθεμένην αὐτὴν ἀνεστομωμένην μήτραν ἰᾶσθαί φησι Διοσκορίδης.
[κζ΄. Περὶ μυὸς ὠτός.] Μυὸς ὠτίς. ἔνιοι δὲ μυὸς ὦτα. ξηραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, θερμότητα δ’ οὐδεμίαν ἐπιφανῆ κέκτηται.
[κη΄. Περὶ μυρίκης.] Μυρίκη ῥυπτικῆς καὶ τμητικῆς ἐστι δυνάμεως, ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶς, ἔχει δέ τινα καὶ στύψιν. καὶ διὰ ταύτας τὰς ποιότητάς τε καὶ δυνάμεις σπλῆνα μὲν ἱκανῶς ὀνίνησιν ἐσκιῤῥωμένον σὺν ὄξει, ἢ οἴνῳ τῶν ῥιζῶν, ἢ τῶν ἀκρεμόνων, ἢ τῶν φύλλων ἀφεψομένων. ἰᾶται δὲ καὶ ὀδονταλγίας. ὁ καρπὸς δὲ καὶ ὁ φλοιὸς οὐ βραχεῖαν στύψιν προσειλήφασιν, ὥστε καὶ κηκίδος ὀμφακίτιδος ἐγγὺς ἥκειν, πλὴν ὅσῳ μὲν ἡ στρυφνότης ἐναργής ἐστιν ἐν τῇ κηκίδι, τῷ δὲ καρπῷ τῆς μυρίκης ἡ κρᾶσις
ἀνώμαλος. ἀναμέμικται γὰρ αὐτοῦ τῇ φύσει πολὺ τὸ ῥυπτικόν τε καὶ λεπτομερὲς, ὃ μὲν οὐχ ὑπάρχει τῇ κηκίδι. χρήσασθαι μέντοι τις αὐτῷ δύναται, μὴ παρούσης κηκίδος εἰς ὅσα περ ἐκείνῃ, κατὰ τὰ αὐτὰ καὶ τῷ φλοιῷ. καὶ ἡ τέφρα δὲ καυθείσης τῆς μυρίκης ξηραντικῆς ἱκανῶς γίνεται δυνάμεως, ἐχούσης πλεῖστον μὲν τὸ ῥυπτικόν τε καὶ τμητικὸν, ὀλίγον δὲ τὸ στυπτικόν.
[κθ΄. Περὶ μυριοφύλλου.] Μυριόφυλλον ξηραντικῆς ἐστιν εἰς τοσοῦτο δυνάμεως ὡς κολλᾷν τραύματα.
[λ΄. Περὶ μύῤῥιδος.] Μύῤῥις, ἔνιοι δὲ μύῤῥαν ὀνομάζουσιν, εὐώδη καὶ γλυκεῖαν ἔχει τὴν ῥίζαν, ἐπιμηνίων τε κινητικὴ, καὶ τῶν ἐκ θώρακος καὶ πνεύμονος ἀνακαθαρτικὴ, ὥστ’ εἴη ἂν ἐκ τῆς δευτέρας τῶν θερμαινόντων τάξεως, ἔχουσά τι καὶ λεπτομερές.
[λα΄. Περὶ μυῤῥίνης.] Μυῤῥίνη. ἐξ ἐναντίων καὶ τοῦτο τὸ φυτὸν οὐσιῶν σύγκειται. ἐπικρατεῖ δ’ ὅμως ἐν αὐτῷ γεῶδες ψυχρὸν, ἔχει δὲ καὶ λεπτομερὲς θερμὸν, ὅθεν ἰσχυρῶς ξηραίνει. ἔστι δὲ καὶ τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ καρπὸς
καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στύψιν. ἡ μέντοι τῷ στελέχει τε καὶ τοῖς κλάδοις αὐτοῖς ἐπίφυσις ὀχθώδης, ἣν ἔνιοι μυρτάδα ὀνομάζουσιν, εἰς ὅσον δέ ἐστι ξηροτέρα τῶν εἰρημένων, εἰς τοσοῦτο καὶ ξηραίνει καὶ στύφει σφοδρότερον. ἀποτίθενται δ’ αὐτὴν ἔνιοι κόπτοντες, κᾄπειτ’ ἀναλαμβάνοντες οἴνῳ καὶ τροχίσκους ἀναπλάττοντες. ἔστι δὲ καὶ τὰ ξηρὰ φύλλα τῶν χλωρῶν ξηραντικώτερα, μέμικται γάρ τις ὑγρότης δηλονότι τοῖς χλωροῖς. ὁ δὲ χυλὸς οὐκ ἐκ τῶν φύλλων μόνον ἐκθλίβεται τῶν χλωρῶν, ἀλλὰ καὶ ἐκ τοῦ καρποῦ. στεγνωτικῆς δ’ ἐστὶν ἅπαντα ταῦτα δυνάμεως, ἔξωθέν τε τοῦ σώματος ἐπιτιθέμενα καὶ εἴσω λαμβανόμενα, διὰ τὸ μηδεμίαν ἀναμεμιγμένην ἔχειν ἤδη δηλητήριον ἢ καθαρτικὴν οὐσίαν.
[λβ΄. Περὶ μώλυος.] Μῶλυ. τινὲς τοῦτο πήγανον ἄγριον ὀνομάζουσιν, ἔνιοι δὲ ἅρμολαν, Σύροι δὲ βησασὰν, ὥσπερ δὴ καὶ οἱ Καππαδόκαι μῶλυ, διότι τῇ ῥίζῃ μέν ἐστι μέλαν, ἄνθος δ’ ἔχει γαλακτῶδες. ἡ δύναμις δ’ αὐτοῦ λεπτομερής τ’ ἐστὶ καὶ θερμὴ κατὰ τὴν τρίτην ἀπόστασιν, ὅθεν καὶ τέμνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ διαφορεῖ καὶ ἐπ’ οὔρησιν προτρέπει.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ Θ.
Προοίμιον. Ὅσον μὲν οὖν ὑπόλοιπον ἐστι τῆς κατὰ φυτὰ δυνάμεως ἐν τῷδε λεχθήσεται, οὐδὲ τοῦτο ἅπαν, ἀλλ’ αἱ τῶν δραστικῶν ποιοτήτων ἐνέργειαι μόναι. τὰ γὰρ ὅλης ἔργα τῆς οὐσίας τῶν φυτῶν ὕστερον αὐτὰ καθ’ αὑτὰ διέξιμεν. ἀναμνήσαντες οὖν πάλιν κατ’ αὐτὰ τοὺς ἀνεγνωκότας τὰ πρόσθεν, ὡς καθ’ ἑκάστην δύναμιν ἁπλῆν εἰς τάξεις τέτταρας ἐποιησάμεθα τὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον
διαίρεσιν, ὅτι τε σαφέσιν ὅροις ἑκάστης τάξεως τὸ πλάτος ἀφωρισάμεθα καὶ αὐτῆς τῶν δυνάμεων εὑρέσεως ἐδιδάξαμέν τινα μέθοδον, ἁπάντων τε τούτων ἀποδείξεις ἐποιησάμεθα καὶ σκοποὺς ἐθέμεθα καὶ κριτήρια καθ’ ἑκάστην δύναμιν ἴδιά τε καὶ κοινὰ, προσθήσομεν οὕτως ἤδη τὰ λείποντα, παρακαλέσαντες, εἴ τις οὐχ ὡμίλησε τοῖς ἔμπροσθεν, ἤτοι καὶ τούτων ἀφίστασθαι παντάπασιν, ἢ εἴπερ ἦν φιλόπονος ἐξ ἀρχῆς πρότερον ἀναλέξασθαι τὴν πραγματείαν. ἀσαφῆ τε γὰρ ἅμα καὶ ἀναπόδεικτα πάντ’ αὐτῷ φανεῖται τὰ λεχθησόμενα, πρὶν ἐν ἐκείνοις γυμνάσασθαι.
13. [α΄. Περὶ νάρδου στάχυος.] Νάρδου στάχυς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν συμπληρουμένην. σύγκειται δὲ ἔκ τε στυφούσης αὐτάρκως οὐσίας καὶ δριμείας θερμῆς οὐ πολλῆς καί τινος ὑποπίκρου βραχείας. ἐκ τοιούτων δ’ ἡ ῥίζα συγκειμένη δυνάμεων καὶ πρὸς ἧπαρ καὶ πρὸς στόμαχον εὐλόγως ἁρμόζει. πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ οὖρα κινεῖ καὶ δήξεις ἰᾶται στομάχου καὶ τὰ κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα ῥεύματα ξηραίνει καὶ πρὸς τούτοις ἔτι τὰ
κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα. ἰσχυροτέρα δ’ ἐστὶν ἡ Ἰνδικὴ προσαγορευομένη, μελαντέρα τῆς Συριακῆς καλουμένης ὑπάρχουσα.
[β΄. Περὶ νάρδου Κελτικῆς.] Νάρδος Κελτικὴ παραπλησίας πώς ἐστι κατὰ γένος δυνάμεως ταῖς προειρημέναις, ἀσθενεστέρα δ’ εἰς ἅπαντα πλὴν εἰς οὖρα. θερμοτέρα μὲν γὰρ ἐκείνων ἐστὶν, ἧττον δὲ στύφει.
[γ΄. Περὶ πάρδου ὀρείας.] Νάρδος ὀρεία, ἥτις καὶ θυλακῖτις καὶ πυρῖτις ὀνομάζεται, γεννᾶται μὲν ἐν Κιλικίᾳ πλείστη, ἔστι δ’ ἀσθενεστέρα τῶν προειρημένων.
[δ΄. Περὶ νάρθηκος.] Νάρθηκος τὸ μὲν σπέρμα θερμαίνει καὶ λεπτύνει, τὸ δ’ ἐντὸς ἔτι χλωρὸν, τὸ λεγόμενον ἐντεριώνη, στυπτικῆς τινος μετέχει ποιότητος, δι’ ἣν αἱμοπτυϊκοῖς τε καὶ κοιλιακοῖς ἁρμόττει.
[ε΄. Περὶ νάπυος.] Νᾶπυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην τάξιν.
[στ΄. Περὶ ναρκίσσου.] Ναρκίσσου ἡ ῥίζα ξηραντικῆς ἐστι δυνάμεως εἰς τοσοῦτον ὡς κολλᾷν τραύματα μέγιστα,
μέχρι καὶ τῶν περὶ τοὺς τένοντας διακοπῶν. ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπισπαστικόν.
[ζ΄. Περὶ νευράδος.] Νευρὰς, ἔνιοι δὲ ποτήριον ὀνομάζουσι, ξηραντικῆς ἀδήκτου δυνάμεώς ἐστιν, ὡς καὶ νεῦρα διακοπέντα πιστεύεσθαι κολλᾷν. αἱ ῥίζαι δ’ αὐτῆς μάλιστα τοιαῦται. καὶ μὲν δὴ καὶ τὸ ἀφέψημά τινες αὐτῶν διδόασι τοῖς τὰ νεῦρα πεπονθόσιν.
[η΄. Περὶ νηρίου.] Νήριον, ἢ ῥοδοδάφνη, γνώριμος ἅπασι θάμνος. ἔξωθεν μὲν τοῦ σώματος εἰ καταπλασθείη, διαφορητικῆς ἐστι δυνάμεως, εἴσω δὲ λαμβανομένη ὀλέθριός τε καὶ δηλητήριος οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν βοσκημάτων.
[θ΄. Περὶ νυμφαίας.] Νυμφαίας ἥ τε ῥίζα καὶ τὸ σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἄδηκτον. ἐπέχει τοιγαροῦν καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ σπέρμα κατά τε τοὺς ὀνειρωγμοὺς καὶ ἄλλως ἀμετρότερον φερόμενον, ὀνίνησι δὲ καὶ δυσεντερικούς. ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν νυμφαία σφοδροτέρας ἐστὶ δυνάμεως, ὥστε ῥοῦν γυναικεῖον ἰᾶσθαι. πίνεται
δὲ καὶ αὕτη καὶ ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν ἐν οἴνῳ μέλανι αὐστηρῷ. μετέχουσι δέ τι καὶ ῥυπτικῆς δυνάμεως, ὥστε καὶ ἀλφοὺς ἰῶνται καὶ ἀλωπεκίας. ἀναδεύονται δὲ πρὸς μὲν τοὺς ἀλφοὺς ὕδατι, πρὸς δὲ τὰς ἀλωπεκίας ὑγρᾷ πίττῃ. κρείττων δ’ εἰς ταῦτα ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν, ὥσπερ ἐς θάτερα ἡ τὴν λευκήν.
14. [α΄. Περὶ ξανθίου.] Ξανθίον. καλεῖται δὲ καὶ φασγάνιον, ὁ καρπὸς διαφορητικῆς ἐστι δυνάμεως.
[β΄. Περὶ ξυρίδος.] Ξυρὶς, ἔνιοι δὲ ξυρίδα, λεπτομεροῦς, ἑλκτικῆς τε καὶ διαφορητικῆς καὶ δηλονότι καὶ ξηραντικῆς ἐστι δυνάμεως, ἥ τε ῥίζα καὶ πολὺ μᾶλλον αὐτῆς ὁ καρπὸς, ὅς γε καὶ οὐρητικός τε καὶ σπληνῶν σκιῤῥουμένων ἐστὶν ἰατικός.
[γ΄. Περὶ ξιφίου.] Ξιφίου ἡ ῥίζα, καὶ μάλιστα ἡ ἑτέρα ἡ ἄνωθεν, ἑλκτικῆς τ’ ἐστὶ καὶ διαφορητικῆς καὶ δηλονότι καὶ ξηραντικῆς δυνάμεως.
15. [α΄. Περὶ ὄης.] Ὄη τὸ δένδρον, ἧς ὁ καρπὸς ὄα καλεῖται, ὑπὸ δὲ τῶν πολλῶν οὖα μετὰ τοῦ υ,
στυπτικῆς μετέχει ποιότητος, ἀλλ’ ἀσθενεστέρας πολὺ μεσπίλου. διὸ δὴ καὶ ἡδὺς ἐσθιομένη ἐστὶ καὶ ἧττον ἢ κατὰ μέσπιλον στεγνωτικὴ τῆς γαστρός.
[β΄. Περὶ οἴνου.] Οἶνος ἐκ τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ὁ δ’ ἱκανῶς παλαιὸς τῆς τρίτης, ὥσπερ ὁ γλεῦκος ὀνομαζόμενος τῆς πρώτης τάξεως. ἀνάλογον δὲ ταῖς θερμότησιν καὶ αἱ ξηρότητες αὐτοῦ.
[γ΄. Περὶ ὀλύνθων.] Ὄλυνθοι δριμείας εἰσὶ καὶ διαφορητικῆς δυνάμεως, διὰ τὸν ἐμφερόμενον αὐτοῖς ὀπὸν, παντὸς τοῦ δένδρου κοινόν. ἑψηθέντες μὲν οὖν τοὺς σκληροὺς ὄγκους διαφοροῦσιν, ὠμοὶ δὲ καὶ μυρμηκίας καὶ θύμους ἐκβάλλουσιν.
[δ΄. Περὶ ὀλοστίου.] Ὀλόστιον ξηραντικῆς ἐστι δυνάμεως μετὰ τοῦ στύφειν, ὅθεν αὐτὸ καὶ πρὸς τὰ ῥήγματα ποτίζουσιν
[ε΄. Περὶ ὀλύρων.] Ὀλύρα μεταξὺ πυροῦ τε καὶ κριθῆς φύσεώς ἐστι καὶ ὡς τροφὴ καὶ ὡς φάρμακον. ἐξ ἐκείνων οὖν καὶ περὶ τῆσδε λογίζου.
[στ΄. Περὶ ὀνάγρου.] Ὄναγρον ἢ ὀνόθηρα ἢ ὀνοθουρίς. τούτου ἡ ῥίζα ξηραινομένη οἰνῶδές τι ὄζει. ἔστι δὲ καὶ τῇ δυνάμει κατ’ οἶνον μάλιστα.
[ζ΄. Περὶ ὀνόσματος.] Ὄνοσμα ἢ ὀσμὰς ἢ φλονῖτις ἢ ὄνωνις ἐκ δριμείας καὶ πικρᾶς οὐσίας σύγκειται. διὸ καὶ πεπίστευται κτείνειν τε καὶ ἐκβάλλειν ἔμβρυα, τῶν φύλλων αὐτοῦ σὺν οἴνῳ πινομένων.
[η΄. Περὶ ὀνοβρυχίδος.] Ὀνοβρυχὶς ἀραιωτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως. ταῦτ’ ἄρα καὶ χλωρᾶς μὲν αὐτῆς τὰ φύλλα καταπλασσόμενα διαφορεῖ φύματα· ξηρᾶς δὲ μετ’ οἴνου πινόμενα στραγγουρίας ἰᾶται. καὶ μὲν δὴ καὶ ἱδρῶτας προκαλεῖται σὺν ἐλαίῳ ἀλειφομένη.
[θ΄. Περὶ ὀνώνιδος.] Ὄνωνις ῥίζαν ἔχει θερμαντικὴν ἤδη που κατὰ τὴν τρίτην τάξιν. ὁ δὲ φλοιὸς αὐτῆς μάλιστ’ ἐστὶ χρήσιμος, ἔχων τι καὶ ῥυπτικὸν καὶ τμητικὸν, ὅθεν οὐκ οὐρητικὸς μόνον ἐστὶν, ἀλλὰ καὶ λίθων θρυπτικός. τῇ δ’ αὐτῇ δυνάμει καὶ τὰς ἐσχάρας ταχέως ἀφίστησιν. χρῶνται
δ’ αὐτῷ καὶ πρὸς ὀδόντων ἀλγήματα καθέψοντες ἐν ὀξυκράτῳ καὶ διακλύζεσθαι κελεύοντες.
[ι΄. Περὶ ὄξους.] Ὄξος ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων δέδεικται μικτῆς οὐσίας ὑπάρχον ψυχρᾶς καὶ θερμῆς ἀμφοῖν λεπτομερῶν. ἐπικρατεῖ δὲ τῆς θερμῆς ἡ ψυχρά. ξηραντικὸν δ’ ἱκανῶς ἐστι τὸ φάρμακον, ὡς τρίτης εἶναι τάξεως ἤδη συμπληρουμένης, ὅτ’ ἂν δ’ ἰσχυρὸν ὑπάρχῃ.
[ια΄. Περὶ ὀξυακάνθου.] Ὀξυάκανθος. τοῦτο γὰρ τὸ δένδρον, ὥσπερ ἀχράδι παραπλήσιόν ἐστι τὴν ἰδέαν, οὕτω καὶ τὴν δύναμιν. καὶ μέν γε καὶ οἱ καρποὶ, ὁ μὲν τῆς ἀχράδος ἁπλῶς στρυφνὸς, ὁ δὲ τῆς ὀξυακάνθης καὶ λεπτομερής ἐστι καὶ τμητικὸν ὀλίγον ἔχει. ὁ δὲ καρπὸς τοῦ δένδρου τῷ μὲν τῆς ἀχράδος οὐκ ἔοικεν, ὅμοιος δ’ ἐστὶ τοῖς μύρτοις, ἐρυθρός τε καὶ ἀραιὸς ὑπάρχων. ἔχει δὲ καὶ πυρῆνας. οὐ μόνον δ’ ἐσθιόμενος, ἀλλὰ καὶ πινόμενος ἐφεκτικός ἐστιν ἁπάντων τῶν ῥοωδῶν παθῶν.
[ιβ΄. Περὶ ὀποῦ.] Ὀπὸς, ὁ μὲν Κυρηναῖος ἁπάντων
ἐστὶ θερμότατός τε καὶ λεπτομερέστατος καὶ διὰ τοῦτο καὶ διαφορητικώτατος. οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοί τ’ εἰσὶν ἱκανῶς καὶ πνευματώδεις. τὸ πλεῖστον γὰρ ἐν αὐτοῖς ἀερώδους τε καὶ πυρώδους οὐσίας ἐστὶν. εἰσὶ δὲ πάμπολλοι μὲν ὀποί. ῥίζης γὰρ ἡστινοσοῦν ἢ καυλοῦ τμηθέντος τὸ ῥέον ἐκ τῆς τομῆς παχὺ καὶ γλίσχρον ὀπός ἐστιν. εἰδικώτερον δὲ οἷον καθ’ ὑπεροχήν τινα τὸν Κυρηναῖον οὕτως ὀνομάζουσιν καὶ τὸν Μηδικὸν καὶ τὸν Συριακόν.
[ιγ΄. Περὶ ὀριγάνου.] Ὀρίγανος ἡ μὲν Ἡρακλεωτικὴ δραστικωτέρα τῆς ὀνίτιδος, ἀμφοῖν δὲ ἀγρία, ἣν πάνακες Ἡράκλειον, οἱ δὲ κονύλην καλοῦσιν. ἅπασαι δὲ τμητικῆς τε καὶ λεπτυντικῆς καὶ θερμαντικῆς εἰσι δυνάμεως κατὰ τὴν τρίτην ἀπόστασιν ἔχουσαι ταῦτα. ἡ δὲ τραγορίγανος ὀνομαζομένη προσείληφέ τι καὶ στύψεως.
[ιδ΄. Περὶ ὀρόβου.] Ὄροβος ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόστασιν ἐπιτεταμένην, θερμαίνει δὲ κατὰ τὴν πρώτην, εἰς ὅσον δὲ πικρότητος μετείληφεν, εἰς τοσοῦτον τέμνει
καὶ ῥύπτει καὶ ἐκφράττει. πλέον δὲ ληφθεὶς αἷμα δι’ οὔρων ἄγει.
[ιε΄. Περὶ ὀροβάκχης.] Ὀροβάκχη ξηρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως κατὰ τὴν πρώτην τάξιν.
[ιστ΄. Περὶ ὀρύζης.] Ὄρυζα ἔχει τι στυπτικὸν, διὸ καὶ τὴν γαστέρα μετρίως ἐπέχει.
[ιζ΄. Περὶ ὄρχεως τοῦ κυνός.] Ὄρχις. ὀνομάζεται καὶ κυνὸς ὄρχις ἡ αὐτὴ βοτάνη. δύναμις δὲ τῆς ῥίζης αὐτοῦ βολβοειδοῦς οὔσης καὶ διπλῆς ὑγρὰ καὶ θερμή. διὸ καὶ γευομένοις γλυκύτερος φαίνεται. ἀλλ’ ἡ μὲν μείζων ῥίζα πολλὴν ἔοικεν ἔχειν ὑγρότητα περιττωματικήν τε καὶ φυσώδη, διὰ τοῦτο καὶ πρὸς ἀφροδίσια πινομένη προτρέπει. ἡ δ’ ἑτέρα ἡ ἐλάττων ἔμπαλιν κατειργασμένη ἱκανῶς, ὡς εἶναι τὴν κρᾶσιν αὐτῆς ἐπὶ τὸ θερμότερόν τε καὶ ξηρότερον ῥέπουσαν, ὅθεν οὐ μόνον οὐ προτρέπει τὰς πρὸς συνουσίας ὁρμὰς ἥδε ἡ ῥίζα, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ἐπέχει τε καὶ καταστέλλει. ἐσθίονται δὲ δίκην βολβῶν ὀπτώμεναι.
[ιη΄. Περὶ ὄρχεως τοῦ σεραπιάδος.] Ὄρχις, ὃν καὶ σεραπιάδα καλοῦσιν, ξηροτέρας δυνάμεώς ἐστιν ἢ κατὰ τὴν προτέραν, ὅθεν εἰς τὰ ἀφροδίσια μὲν οὐχ ὁμοίως ἐπιτήδειός ἐστιν. οἰδήματα δὲ καταπλασσόμενος διαφορεῖ καὶ ἕλκη ῥυπαρὰ καθαίρει καὶ ἕρπητας ἰᾶται. ξηρανθεῖσα δὲ πολὺ δὴ μᾶλλον ἔτι ξηραίνει, ὥστε καὶ τὰ σηπεδονώδη καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται. καὶ γάρ τι καὶ ὑποστῦφον ἔχει καὶ διὰ τοῦτο κοιλίαν ἐπέχει μετ’ οἴνου πινομένη.
[ιθ΄. Περὶ ὀσίριδος.] Ὀσίριδος τῆς πόας, ἐξ ἧς καὶ τὰ κορήματα γίνεται, πικρὰ μὲν ἡ ποιότης, ἐκφρακτικὴ δὲ ἡ δύναμις, ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ὠφελεῖ.
16. [α΄. Περὶ παγκρατίου.] Παγκράτιον. ἡ ῥίζα τούτου σκίλλῃ κατά τε τὴν γεῦσιν ἔοικεν καὶ κατὰ τὴν δύναμιν, ὥστε καὶ χρῶνταί. τινες αὐτῷ μὴ παρούσης σκίλλης. ἐνεργεῖ γὰρ ἅπαντα κατὰ γένος μὲν ὡσαύτως, ἀσθενεστέρα δὲ μακρῷ.
[β΄. Περὶ παλιούρου.] Παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα στυπτικῆς μὲν οὐκ ἀσαφῶς μετείληφε δυνάμεως, ὡς καὶ
τὴν ῥέουσαν ἐπέχειν γαστέρα, διαφορητικῆς δ’ εἰς τοσοῦτον, ὡς καὶ τὰ φύματα θεραπεύειν, ὅσα γε μὴ λίαν ὑπάρχει φλεγμονώδη τε καὶ θερμά. ὁ δὲ καρπὸς τμητικῆς ἐπὶ τοσοῦτο μετέχει δυνάμεως, ὡς καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναπτύσεσι βοηθεῖν.
[γ΄. Περὶ παπύρου.] Πάπυρος αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐδ’ εἰς χρείαν ἰατρικὴν ἥκει. βραχεῖσα δὲ ἢ καυθεῖσα χρησίμη γίνεται. ὀξυκράτῳ μὲν οὖν ἢ οἴνῳ βραχεῖσα κολλᾷ τὰ πρόσφατα τῶν ἑλκῶν καὶ μάλιστα ἐν κύκλῳ περικειμένη. ἀλλ’ ἐνταῦθα μὲν οἷον ὕλη τίς ἐστι δεκτικὴ τῶν ἰωμένων φαρμάκων. ἐπειδὰν δὲ καυθῇ, φάρμακον ἤδη γίνεται ξηραντικὸν, ὥσπερ καὶ ἡ τέφρα τοῦ κεκαυμένου χάρτου, πλὴν ὅσον ἀσθενεστέρα ἐστὶν ἡ τῆς παπύρου.
[δ΄. Περὶ πάνακος τοῦ Ἡρακλείου.] Πάνακες Ἡράκλειον· ἐκ τούτου καὶ ὁ καλούμενος ὀποπάναξ γίνεται τῶν ῥιζῶν αὐτοῦ καὶ τῶν καυλῶν ἐκτεμνομένων. ἔστι δὲ ὁ μὲν ὀποπάναξ αὐτὸς πολυχρηστότατος, θερμαίνων καὶ μαλάττων καὶ διαφορῶν. καὶ θείη ἄν τις αὐτὸν κατὰ μὲν τὸ
θερμαίνειν ἐκ τῆς τρίτης τάξεως, κατὰ δὲ τὸ ξηραίνειν ἐκ τῆς δευτέρας. ὁ δὲ φλοιὸς τῆς ῥίζης ξηραντικόν τε ἅμα καὶ θερμαντικόν ἐστι φάρμακον, ἀλλ’ ἧττον τοῦ ὀποῦ. καὶ μέντοι τι καὶ ῥυπτικὸν ἔχει. διὸ καὶ χρώμεθ’ αὐτῷ πρός τε τὰ γυμνὰ τῶν ὀστῶν καὶ τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ἱκανῶς γάρ ἐστι τὰ τοιαῦτα σαρκοῦντα, κᾀν τῷ ῥύπτειν τε ἅμα καὶ ξηραίνειν καὶ μὴ πάνυ σφοδρῶς θερμαίνειν, ὧν ἁπάντων δεῖ τῷ μέλλοντι σαρκοῦν, ὡς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἐπιδείκνυμεν. ὁ δὲ καρπὸς αὐτοῦ, θερμὸς ὢν καὶ αὐτὸς, ἐμμήνων ἀγωγόν ἐστι φάρμακον. εἴθισται δ’ οὐκ οἶδ’ ὅπως ἤδη σχεδὸν ἅπασιν οὐ πάνακες, ἀλλὰ πάνακα προσαγορεύειν τὴν πόαν ταύτην.
[ε΄. Περὶ πάνακος τοῦ Ἀσκληπείου.] Πάνακες Ἀσκλήπειον. ἧττόν ἐστι τοῦτο θερμὸν τοῦ προγεγραμμένου πάνακος, ὅθεν αὐτῷ καὶ τοῖς ἄνθεσι καὶ τῷ καρπῷ πρὸς ἕλκη καὶ φύματα καὶ φαγεδαίνας χρῶνται μέλιτι μιγνύντες.
[στ΄. Περὶ πάνακος τοῦ χειρωνείου.] Πάνακες χειρώνειον. καὶ τοῦτο παραπλησίας ἐστὶ τῷ προγεγραμμένῳ δυνάμεως.
[ζ΄. Περὶ παρωνυχίας.] Παρωνυχία ὠνόμασται μὲν ἀπὸ τῆς ἐνεργείας, ἰᾶται γὰρ παρωνυχίας· ὡς δὲ Διοσκορίδης φησὶ, καὶ κηρία. δύναμις δ’ αὐτοῦ λεπτομερής τ’ ἐστὶ καὶ ξηραντικὴ καὶ ἄδηκτος. τοιαῦτα γὰρ εἶναι χρὴ ταὶ τὰ τῆς παρωνυχίας φάρμακα. δῆλον δ’ ὅτι τό γε τοιοῦτον καὶ διαφορεῖν ἱκανόν ἐστιν ἅπανθ’ ὅσα παθήματα διαφορεῖσθαι δεῖται. τοιαῦτα γάρ ἐστιν ὅσα τῆς τρίτης τάξεως ὑπάρχοντα κατά τε τὸ θερμαίνειν καὶ ξηραίνειν, ὥσπερ καὶ τοῦτο λεπτομεροῦς οὐσίας ἐστίν.
[η΄. Περὶ πενταφύλλου.] Πεντάφυλλον. ἡ ῥίζα ξηραίνει μὲν ἰσχυρῶς, ἥκιστα δ’ ἐστὶ δριμεῖα. διὸ καὶ πολύχρηστος ὑπάρχει, καθάπερ καὶ τἄλλα πάνθ’ ὅσα λεπτομεροῦς ὄντα ξηραίνει χωρὶς δήξεως. ἔστι γὰρ καὶ ἥδε ἡ ῥίζα ξηραντικὴ μὲν ἐκ τῆς τρίτης ἤδη που τάξεως, ἥκιστα δὲ θερμότητος ἐπιφανοῦς μετέχουσα.
[θ΄. Περὶ πέπλου.] Πέπλος, ἔνιοι δὲ μήκωνα ἀφρώδη. καὶ οὗτος ὁ θαμνίσκος ὀπὸν ἔχει παραπλησίως τοῖς τιθυμάλλοις, τῇ τε ἄλλῃ καὶ ὅτι καθαίρει, καθάπερ ἐκεῖνοι.
[ι΄. Περὶ πεπλίου.] Πέπλιον. ὀπὸν ἔχει καὶ οὗτος ὁ θαμνίσκος, ὥσπερ καὶ οἱ τιθύμαλλοι, καὶ φύεται τὰ πολλὰ παρὰ τῇ θαλάττῃ, τὴν μὲν ῥίζαν ἄχρηστον ἔχων ὥσπερ καὶ ἡ πέπλος. ὀπὸν δὲ ἰσχυρὸν, οὐ πάνυ τι χρήσιμον οὐδ’ αὐτόν, ἀλλὰ τό γε σπέρμα χρήσιμον καὶ φυσῶδες ὁμοίως τῷ τοῦ πέπλου σπέρματι καθαῖρον.
[ια΄. Περὶ πεπέρεως.] Πεπέρεως ἡ μὲν ῥίζα κόστῳ μάλιστα κατὰ τὴν δύναμιν ἔοικεν. ὁ δὲ καρπὸς ὁ μὲν ἄρτι βλαστάνοντος αὐτοῦ τὸ μακρόν ἐστι πέπερι, διὸ καὶ ὑγρότερον ὑπάρχει τοῦ πεπείρου. σημεῖον δὲ τῆς ὑγρότητος αὐτοῦ τό τε ῥᾳδίως ἀποτιθέμενον τιτρῶσθαι καὶ τὸ μὴ παραχρῆμα δάκνειν, ἀλλὰ μετ’ ὀλίγον μὲν ἄρχεσθαι, παραμένειν δὲ ἐπιπλέον. ὁ δ’ οἷον ὄμφαξ καρπὸς τὸ λευκόν ἐστι πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος. ἐκεῖνο γὰρ οἷον ὑπερωπτημένον ἐστὶν ἤδη καὶ ὑπερεξηραμμένον. ἀμφότερα δὲ ἰσχυρῶς θερμαίνει τε καὶ ξηραίνει.
[ιβ΄. Περὶ περσέας.] Περσέας τὰ φύλλα στυπτικῆς μετείληφε συμμέτρως δυνάμεως, ὡς δύνασθαί ποτε καὶ τοῖς αἱμοῤῥαγοῦσι μορίοις ἐπιτίθεσθαι συμφερόντως.
[ιγ΄. Περὶ περικλυμένου.] Περικλυμένου χρήσιμος ὅ τε καρπός ἐστι καὶ τὰ φύλλα, τμητικῆς τε ἅμα καὶ θερμαινούσης ὑπάρχοντα δυνάμεως εἰς τοσοῦτον, ὥστε καὶ τὸ οὖρον αἱματῶδες ἐργάζεσθαι, πινόμενα μέχρι πλείονος. ἐν ἀρχῇ μέντοι οὐρητικὸν μόνον ἐστὶν, ἔξωθεν δὲ μετ’ ἐλαίου συναλειφόμενον θερμαίνει. ὠφελεῖ δὲ καὶ σπληνώδεις καὶ δυσπνοοῦντας. ἡ δὲ συμμετρία τῆς πόσεως δραχμῆς μιᾶς πλῆθος σὺν οἴνῳ. ξηραίνει δὲ καὶ σπέρμα, καί τινές φασιν εἰ ἐπὶ πλέον πίνοιτο, παντάπασιν ἀγόνους γίνεσθαι τοὺς πίνοντας. ὁρίζουσι δ’ ἔνιοι καὶ προθεσμίαν ἡμερῶν ἐπὶ τῇ τοιαύτῃ πόσει, καθάπερ καὶ Διοσκορίδης ἑπτὰ καὶ τριάκοντα λέγων ἱστορεῖσθαι αὐτάς. οὗτος δὲ καὶ τὸ οὖρον αἱματῶδες γίνεσθαί φησιν ἀπὸ τῆς ἕκτης τῶν ἡμερῶν.
[ιδ΄. Περὶ περιστερεῶνος.] Περιστερεὼν, ὠνόμασται μὲν ἀπὸ τοῦ τὰς περιστερὰς διατρίβειν ἐν αὐτῷ. δύναμιν δ’ εἰς τοσοῦτον ἔχει ξηραντικὴν, ὡς κολλᾷν τραύματα.
[ιε΄. Περὶ πετασίτου.] Πετασίτης ἐκ τῆς τρίτης τάξεώς
ἐστι τῶν ξηραινόντων, ὅθεν ἐπί τε τῶν κακοήθων καὶ φαγεδαινικῶν ἑλκῶν αὐτῇ χρῶνται.
[ιστ΄. Περὶ πετροσελίνου.] Πετροσελίνου τὸ σπέρμα μάλιστ’ ἐστὶ χρήσιμον, οὔσης καὶ ὅλης τῆς πόας ἅμα ταῖς ῥίζαις ὁμοίας μὲν, ἀσθενεστέρας δὲ δυνάμεως. ἔστι δ’ ὥσπερ ἐν τῇ γεύσει δριμὺ μετὰ πικρότητος, οὕτω κᾀν τοῖς ἔργοις θερμὸν ἅμα τῷ τέμνειν, καὶ διὰ ταῦτα καταμήνιά τε καὶ οὖρα προτρέπει δαψιλῶς. ἔστι δὲ καὶ ἄφυσον. εἴη ἂν οὖν καὶ αὐτὸ τῆς τρίτης τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων. οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον μόνον ὀνομάζουσιν τὸ ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι δὲ σμύρνιον μᾶλλον ἢ πετροσέλινον, οὐ μὴν παραλλάττει γε πολὺ τὴν πετροσελίνου δύναμιν.
[ιζ΄. Περὶ πευκεδάνου.] Πευκεδάνου τῇ ῥίζῃ μὲν μάλιστα, χρώμεθα δὲ καὶ τῷ ὀπῷ καὶ τῷ χυλῷ. ἔστι δὲ πάντα μὲν ταῦτα τῆς αὐτῆς τῷ εἴδει δυνάμεως. ἰσχυρότερος δ’ αὐτῶν ὁ ὀπὸς ἱκανῶς θερμαίνων καὶ διαφορῶν, ὅθεν καὶ τοῖς κατὰ τὰ νεῦρα πάθεσιν ἅπασιν ἁρμόττειν πεπίστευται. καὶ
τὰ κατὰ πνεύμονά τε καὶ θώρακα νοσήματα τὰ διὰ πάχος ἢ γλισχρότητα χυμῶν γινόμενα. καὶ εἴσω μὲν τοῦ σώματος λαμβανόμενος, ἀλλὰ καὶ ὀσμώμενος ὠφελεῖ. τῷ δὲ λεπτύνειν καὶ τέμνειν καὶ ὀδόντων τετρημένων ἐνίοτε παραχρῆμα τὰς ὀδύνας ἔπαυσεν, ἐντεθεὶς τῷ βρώματι, διότι λεπτομερής τ’ ἐστὶ καὶ θερμαντικός. καὶ μὲν δὴ καὶ σπλῆνας ἐσκιῤῥωμένους ὠφελεῖ τῷ τέμνειν καὶ διαφορεῖν καὶ λεπτύνειν τοὺς παχεῖς χυμούς. τῇ δὲ ῥίζῃ πρὸς ταῦτα μὲν ἔστι χρῆσθαι. καὶ λεπίδας δὲ ὀστῶν ἀφίστησι τάχιστα, διότι ξηραίνει σφοδρῶς, ἔλαττον δὲ ἢ κατὰ τὸν ὀπὸν θερμαίνουσα. καὶ τοῖς κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπλαττομένη ξηρά. αὐτὴ γὰρ καθαίρει καὶ σαρκοῖ καὶ μέχρι τῶν ἐπουλώσεων ἄγει, θερμαίνουσα μὲν κατὰ τὴν δευτέραν τάξιν ἤδη που συμπληρουμένην, ξηραίνουσα δὲ κατὰ τὴν τρίτην ἀρχομένην.
[ιη΄. Περὶ πηγάνου.] Πήγανον τὸ μὲν ἄγριον ἐκ τῆς τετάρτης ἐστὶν ἤδη τάξεως τῶν θερμαινόντων, τὸ δ’ ἥμερον ἐκ τῆς τρίτης. ἔστι δ’ οὐ μόνον δριμὺ γευόμενον, ἀλλὰ καὶ
πικρὸν, ᾧ καὶ τὸ τέμνειν τε καὶ διαφορεῖν ἔχει τοὺς παχεῖς καὶ γλίσχρους χυμούς. διὰ δὲ τὴν αὐτὴν δύναμιν καὶ δι’ οὔρων κινεῖ. καὶ μὲν δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον, καὶ διὰ τοῦτο πρός τε τὰς ἐμπνευματώσεις ἁρμόττει καὶ τὰς πρὸς ἀφροδίσια προθυμίας ἐπέχει καὶ διαφορεῖ καὶ ξηραίνει γενναίως. ἔστι γὰρ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων. ὃ δ’ ἐν τοῖς ἔμπροσθεν λόγοις μῶλυ καὶ βήσασαν ἔφαμεν ὀνομάζεσθαι, εἴη ἂν καὶ αὐτὸ πήγανον ἄγριον.
[ιθ΄. Περὶ πίσσης.] Πίσσα ἡ μὲν ξηρὰ ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν ἀπὸ τῶν συμμέτρων καὶ πλέον γε ξηραίνειν πέφυκεν ἢ θερμαίνειν. ἡ δ’ ὑγρὰ τοὔμπαλιν θερμαίνει πλέον ἢ ξηραίνει. ἔχει δέ τι καὶ λεπτομερὲς, ᾧ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἐμπυϊκοὺς ὠφελεῖ. πλῆθος δ’ ἐκλαβεῖν ἀρκεῖ κύαθον μέλιτος μιγνύντας, ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμπεπτικὸν καὶ διαφορητικὸν, ὥσπερ γε καὶ κατὰ τὴν γεῦσιν ὑπόπικρόν τε καὶ δριμύ. οὕτως γέ τοι καὶ λεπροὺς ὄνυχας ἐξάγουσιν μιγνύμεναι κηρῷ καὶ λειχῆνας ἀποῤῥύπτουσι. συμπέπτουσι δὲ
καὶ τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐπεμβαλλόμεναι τοῖς καταπλάσμασιν, ἰσχυρότερα δ’ εἰς ἅπαντα τὰ τοιαῦτα ἡ ὑγρά. ἡ δὲ ξηρὰ πίττα πρὸς μὲν ταῦτα χείρων, εἰς δὲ τὰς κολλήσεις τῶν τραυμάτων ἐπιτηδειοτέρα. δῆλον οὖν ἐκ τούτων ὡς ὑγρότητος θερμῆς ἀναμέμικταί τι δαψιλὲς τῇ ὑγρᾷ πίττῃ.
[κ΄. Περὶ πισσελαίου.] Πισσέλαιον ἐκ τῆς ὑγρᾶς γίνεται πίττης, ὅμοιον μὲν ὑπάρχον αὐτῇ τῷ γένει, λεπτομερέστερον δὲ κατὰ τὴν οὐσίαν.
[κα΄. Περὶ πιστακίου.] Πιστάκιον. ἐν Συρίᾳ πλεῖστον γεννᾶται τοῦτο τὸ φυτόν. ὁ καρπὸς δ’ αὐτοῦ λεπτομερεστέρας πώς ἐστιν οὐσίας, ὑπόπικρόν τι καὶ ἀρωματίζον ἐχούσης. ἐκφράττει τοιγαροῦν καὶ διακαθαίρει μάλιστα μὲν τὰ καθ’ ἧπαρ, ἤδη δὲ καὶ τὰ κατὰ τὸν θώρακα καὶ πνεύμονα.
[κβ΄. Περὶ πιτυΐδων.] Πιτυΐδες. ὀνομάζεται δ’ οὕτως ὁ καρπὸς τῶν πιτύων. ἔνιοι δὲ καταχρώμενοι καὶ τὸν τῆς πεύκης ὡσαύτως προσαγορεύουσιν, μικτῆς εἰσι δυνάμεως ὡς
ἂν καὶ στύφουσαι καὶ δριμύτητά τινα κεκτημέναι μετὰ πικρότητος. ὅθεν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν συναίρονται.
[κγ΄. Περὶ πίτυος.] Πίτυος ὁ φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν δύναμιν εἰς τοσοῦτον ὡς παρατρίμματά τε καταπλαττόμενα ἰᾶσθαι κάλλιστα καὶ κοιλίαν ἐπέχειν, εἰ ποθείη. καὶ τὰ κατακαύματα δὲ ἐπουλοῖ. καὶ ὁ τῆς πεύκης δὲ φλοιὸς ὅμοιος μὲν αὐτῷ, μετριώτερος δὲ κατὰ τὴν δύναμιν. ἐν δὲ τοῖς φύλλοις ἀμφοτέρων τῶν δένδρων ὡς ἂν ὑγροτέροις οὖσι πολὺ τοῦ φλοιοῦ δύναμίς ἐστι κολλητικὴ τραυμάτων. ἐν μέντοι τῷ κώνῳ, κᾂν εἰ παραπλησία τούτοις, ἀλλ’ ἰσχυροτέρα τε ἡ δύναμίς ἐστιν, ἔν τε τῷ φλοιῷ καὶ τοῖς φύλλοις, ὡς μηδὲν ἔτι τῶν προειρημένων καλῶς δύνασθαι ποιεῖν, ἀλλ’ ἤδη τι δακνῶδες ἔχειν ἀνιαρόν. ἡ δὲ λιγνὺς ἡ ἐκ τῶν εἰρημένων πρὸς πτίλα βλέφαρα καὶ μυδρῶντας κανθοὺς καὶ περιβεβρωμένους καὶ δακρύοντάς ἐστι χρήσιμος.
[κδ΄. Περὶ πιτυούσης.] Πιτυοῦσα. καὶ ταύτην τινὲς εἶδος εἶναι τιθυμάλλου νομίζουσιν, ὅτι τὸν ὀπὸν ἔχει καθάπερ
ἐκεῖνοι καὶ ὅτι καθαίρει παραπλησίως ἐκείνοις καὶ τὰ ἄλλα πάντα κατὰ τὴν δύναμιν ἔοικεν αὐτοῖς.
[κε΄. Περὶ πλατάνου.]΄ Πλάτανος ὑγροτέρας ἐστὶ καὶ ψυχροτέρας οὐσίας οὐ πολλῷ τινι τῶν συμμέτρων. διὰ τοῦτο καὶ τὰ φύλλα τὰ χλωρὰ λειωθέντα καὶ καταπλασθέντα τὰς ἐν γενέσει φλεγμονὰς ὀνίνησιν οὐκ ἀσαφῶς. ὁ δὲ φλοιὸς αὐτοῦ καὶ τὰ σφαιρία ξηραντικωτέρας ἤδη δυνάμεώς ἐστιν, ὡς τὸν μὲν ἐν ὄξει καθεψόμενον εἰς ὀδόντων ἀλγήματα παραλαμβάνεσθαι, τὰ δὲ σφαιρία μετὰ στέατος ἐπὶ τῶν πυρικαύτων ἑλκῶν. εἰσὶ δ’ οἳ καὶ καύσαντες τὸν φλοιὸν ξηραντικόν τε καὶ ῥυπτικὸν ἀπεργάζονται φάρμακον, ὡς μεθ’ ὕδατος μὲν ἰᾶσθαι λέπρας, αὐτὸ δὲ καθ’ ἑαυτὸ ἐπιπλαττόμενον τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη παλαιὰ καὶ ῥυπαρά. φυλάττεσθαι δὲ τὸν ἐπὶ τοῖς φύλλοις τοῦ δένδρου χνοῦν· καὶ γὰρ τὴν ἀρτηρίαν εἰσπνευσθεὶς ἀδικεῖ, ξηραίνων τε καὶ τραχύνων σφοδρῶς, καὶ κακοῖ τὴν φωνὴν, ὥσπερ γε καὶ τὴν ὄψιν καὶ τὴν ἀκοὴν ὀφθαλμοῖς καὶ ὠσὶν ἐμπεσών.
[κστ΄. Περὶ πολυγόνου.] Πολύγονον ἔχει μέν τι καὶ στῦφον, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ὑδατῶδες ψυχρὸν, ὡς εἶναι
κατὰ τὴν δευτέραν τάξιν ἐν τοῖς ψύχουσι φαρμάκοις, ἢ καὶ τῆς τρίτης που κατὰ τὴν ἀρχήν. ὀνίνησι γοῦν τοὺς ἐγκαιομένους τὸν στόμαχον ἔξωθεν ἐπιπλασσόμενον ψυχρὸν, ὥσπερ καὶ τὰ ἐρυσιπέλατα καὶ τὰς θερμὰς φλεγμονάς. ἅτε δὲ τοιοῦτον ὑπάρχον καὶ ἀποκρούεται ῥεύματα καὶ ταύτῃ δοκεῖ ξηραντικὸν ὑπάρχειν. διὸ καὶ τῶν ἑρπήτων ἀγαθόν ἐστιν φάρμακον, ἑλκῶν τε καὶ τῶν ἄλλων, ἐναργέστατα δὲ τῶν φλεγμονωδῶν τε καὶ ῥευματικῶν. ἔστι δὲ καὶ τῶν ἐναίμων τραυμάτων κολλητικόν. ὀνίνησι δὲ καὶ τὰ ἐν τοῖς ὠσὶν ἕλκη, κᾂν πῦον ἱκανὸν ἐν αὐτοῖς ᾖ, καὶ τοῦτο ξηραίνει. διὰ δὲ τὰς αὐτὰς δυνάμεις καὶ ῥοῦν γυναικεῖον ἵστησι καὶ δυσεντερίαν καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς καὶ ὁποθενοῦν ἑτέρωθεν ἀμετροτέρας φοράς. φησὶ δὲ Διοσκορίδης καὶ οὖρα προκαλεῖσθαι αὐτὸ τοῖς στραγγουριῶσιν διδόμενον, οὐ μὴν διαιρεῖταί γε τὴν διάθεσιν ἀκριβῶς ἐφ’ ἧς χρὴ διδόναι. ἔστι δὲ εἰς ἅπαντα τὰ εἰρημένα τὸ ἄῤῥεν τοῦ θήλεος ἰσχυρότερον.
[κζ΄. Περὶ πολυγάλου.] Πολύγαλον αὐστηρὰ μετρίως
ἔχει τὰ φύλλα. δοκεῖ δὲ πινόμενα γάλα γεννᾷν, ὥστ’ ἐπικρατοίη ἂν ἐν αὐτῷ τὸ θερμὸν καὶ ὑγρόν.
[κη΄. Περὶ πολυγονάτου.] Πολυγόνατον μικτῆς ἐστι δυνάμεώς τε καὶ ποιότητος. ἔχει γάρ τι καὶ στύψεως καὶ δριμύτητος καὶ πικρότητος καί τινος ἀηδίας ἀῤῥήτου. ταῦτ’ ἄρα οὐδὲ πολύχρηστόν ἐστιν ἀλλ’ ἢ μόνον ὅτι τὴν ῥίζαν ἐπιπλάττουσι τραύμασιν ἔνιοι. εἰσὶ δ’ οἳ τοὺς ἐν προσώπῳ σπίλους ἀποῤῥύπτουσιν δι’ αὐτοῦ.
[κθ΄. Περὶ πολεμωνίου.] Πολεμώνιον, οἱ δὲ φιλεταίριον, ἔνιοι δὲ ὥσπερ καὶ Καππαδόκαι χιλιοδύναμιν, λεπτομεροῦς τ’ ἐστὶ καὶ ξηραντικῆς δυνάμεως, ὅθεν ἔνιοι πρὸς ἰσχιάδας καὶ δυσεντερίαν καὶ σκιῤῥούμενον σπλῆνα διδόασι πίνειν τὴν ῥίζαν αὐτοῦ μετ’ οἴνου.
[λ΄. Περὶ πολίου.] Πόλιον πικρὸν γευομένοις ἐστὶ καὶ μετρίως δριμύ. ἐκφράττει τοιγαροῦν ἅπαντα τὰ σπλάγχνα καὶ οὖρα καὶ ἔμμηνα κινεῖ, καὶ χλωρὸν μὲν ὑπάρχον ἔτι κολλᾷ τὰ μεγάλα τραύματα καὶ μάλιστα τὸ θαμνῶδες εἶδος αὐτοῦ. ξηρὸν δὲ γενόμενον ἰᾶται τὰ κακοήθη
τῶν ἑλκῶν ἐπιπαττόμενον καὶ μᾶλλον τοῦτο δρᾷ τὸ μικρότερον.
[λα΄. Περὶ πολίου μικροῦ.] Πόλιον τὸ μικρὸν, ᾧ καὶ εἰς τὰς ἀντιδότους χρώμεθα· καὶ γὰρ καὶ δριμύτερον καὶ πικρότερόν ἐστι τοῦτο τοῦ μείζονος, ὡς ἐκ μὲν τῆς τρίτης τάξεως εἶναι τῶν ξηραινόντων, ἐκ δὲ τῆς δευτέρας συμπεπληρωμένης τῶν θερμαινόντων.
[λβ΄. Περὶ πολυκνήμου.] Πολύκνημον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, ὥστε καὶ διὰ τοῦτο τραυμάτων ἐστὶ κολλητικόν.
[λγ΄. Περὶ ποταμογείτονος.] Ποταμογείτων στύφει καὶ ψύχει παραπλησίως πολυγόνῳ. παχυμερεστέρα δ’ ἐστὶν ἡ οὐσία αὐτοῦ τῆς πολυγόνου.
[λδ΄. Περὶ πολυποδίου.] Πολυπόδιον τὴν γλυκεῖαν ἅμα καὶ αὐστηρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα, ὡς εἶναι δυνάμεως ξηραντικῆς ἱκανῶς ἀδήκτου.
[λε΄. Περὶ πρασίου.] Πράσιον ὥσπερ τῇ γεύσει πικρόν ἐστιν, οὕτω καὶ χρωμένοις ὁμολογοῦσαν ἔχει τῷ τοιούτῳ
χυμῷ τὴν ἐνέργειαν, ἐκφράττον καὶ ἧπαρ καὶ σπλῆνα καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαῖρον, ἔμμηνά τε προτρέπον. ἀλλὰ καὶ καταπλασσόμενον ῥύπτει τε καὶ διαφορεῖ. καὶ θείη ἄν τις αὐτὸ κατὰ μὲν τὴν θερμότητα τῆς δευτέρας που τάξεως ἤδη συμπληρουμένης, κατὰ δὲ τὴν ξηρότητα τῆς τρίτης, ἤτοι μεσούσης καὶ συμπληρουμένης. τῷ χυλῷ δ’ αὐτοῦ καὶ πρὸς ὀξυδερκίαν μὲν χρῶνται μετὰ μέλιτος, οὐ μὴν ἀλλὰ καὶ διὰ ῥινῶν ἰκτέρους καθαίρουσι, καὶ πρὸς ὤτων ὀδύνας ἤδη κεχρονισμένας αὐτὸ παραλαμβάνουσι, ἐφ’ ὅσον ἐκφράξαι καὶ διακαθῆραι τόν τε πόρον αὐτὸν καὶ τὰς τῶν μηνίγγων ἀποφύσεις ἐστὶ χρεία.
[λστ΄. Περὶ προπόλεως.] Πρόπολις ῥυπτικῆς μέν ἐστιν οὐκ ἰσχυρᾶς δυνάμεως, ἑλκτικῆς δ’ ἱκανῶς ἰσχυρᾶς. ἔστι γὰρ λεπτομερὴς τὴν οὐσίαν. θερμαίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν ἤδη συμπληρουμένην καὶ τρίτην ἀρχομένην.
[λζ΄. Περὶ πταρμικῆς.] Πταρμικῆς τὰ μὲν ἄνθη πταρμικῆς ἐστι δυνάμεως, ὅθεν περ καὶ τῇ πόᾳ τοὔνομα. ὅλον τὸ θαμνίον ὑπώπιά τε καὶ τὰς ἄλλας ἐκχυμώσεις διαφορεῖ.
ἔστι γὰρ ἡ κρᾶσις αὐτοῦ θερμὴ καὶ ξηρὰ, χλωρὰ μὲν ἔτι κατὰ τὴν δευτέραν τάξιν, εἰ δὲ ξηρανθείη, κατὰ τὴν τρίτην.
[λη΄. Περὶ πτελέας.] Πτελέας τοῖς φύλλοις ἐκολλήσαμέν ποτε πρόσφατον τραῦμα, θαῤῥήσαντες τῷ στυπτικήν τε ἅμα καὶ ῥυπτικὴν δύναμιν ἐμφέρεσθαι αὐτοῖς. ὁ δὲ φλοιὸς ἔτι καὶ μᾶλλον ὑπόπικρός τέ ἐστι καὶ στυπτικὸς, ὥστε καὶ λέπραν ἰᾶται σὺν ὄξει καὶ χλωρὸς δὲ ὢν ἔτι καὶ πρόσφατος, ἐὰν ὡς ἐπίδεσμος περιελιχθῇ τοῖς τραύμασιν, κολλᾷν αὐτὰ δύναται. καὶ αἱ ῥίζαι δὲ τῆς αὐτῆς εἰσι δυνάμεως, ὥστε καὶ τῷ ἀφεψήματι καταντλοῦσίν τινες, ὅσα πωρώσεως δεῖται κατάγματα.
[λθ΄. Περὶ πτέριδος καὶ θηλυπτερίδος.] Πτέρις ῥίζαν μάλιστ’ ἔχει χρήσιμον. ἀναιρεῖ γὰρ ἕλμινθα πλατεῖαν, εἰ τεσσάρων δραχμῶν ὁλκήν τις αὐτῆς ἐν μελικράτῳ λάβοι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ νεκρὰ δ’ ἐκβάλλειν οὐδὲν θαυμαστόν. ἔστι γὰρ πικρὰ βραχύ τι στύψεως μετέχουσα. διὸ καὶ κατὰ τῶν ἑλκῶν ἐπιτιθεμένη
δυνάμεώς ἐστιν ἰσχυρῶς ξηραντικῆς, οὐ μέντοι δακνώδης. ὁμοίαν δ’ αὐτῇ καὶ ἡ θηλυπτερὶς ὀνομαζομένη τὴν δύναμιν ἔχει.
[μ΄. Περὶ πυκνοκόμου.] Πυκνοκόμου καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς ἐστι καὶ ἑλκτικῆς δυνάμεως, ὄντα καὶ πρὸς τὴν γεῦσιν δριμέα. τὰ μὲν οὖν φύλλα φύματά τε καὶ δοθιῆνας διαφορεῖ, ὁ δὲ καρπὸς ἰσχυρότερος ὑπάρχει, καὶ ταῦτα μὲν ἐργάζεσθαι πέφυκε, μιγνύμενός τινι τῶν διαφορητικῶν καταπλάσματι, οἷόν πέρ ἐστι καὶ τὸ διὰ τοῦ κριθίνου· καὶ σκόλοπας δὲ καὶ ὅσα τοιαῦτα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπισπᾶται. ἡ δὲ ῥίζα πρὸς τὰ μὲν προειρημένα χείρων ἐστὶ καὶ ἀσθενεστέρα, χολῆς μέντοι τῆς ξανθῆς καθαρτική.
[μα΄. Περὶ πυρέθρου.] Πυρέθρου τῇ ῥίζῃ χρώμεθα μάλιστα καυστικὴν ἐχούσῃ δύναμιν, καθ’ ἣν ὀδόντων τε ἐψυγμένων ὀδύνας πραΰνει καὶ πρὸ τῶν κατὰ περίοδον ῥιγῶν ἀνατρίβεται μετ’ ἐλαίου καὶ τοὺς ναρκώδεις καὶ παρειμένους ὠφελεῖ.
[μβ΄. Περὶ πυροῦ.] Πυρὸς ὡς τροφὴ μὲν ὁποίας ἐστὶ φύσεως οὐ τῆς νῦν ἔνεστι πραγματείας, ὡς φάρμακον δ’ ἔξωθεν ἐπιτιθέμενος ἐκ τῆς πρώτης ἐστὶ τάξεως τῶν θερμαινόντων, οὐ μὴν οὔτε ξηραίνειν οὔθ’ ὑγραίνειν ἐπιφανῶς πέφυκεν. ἔχει δέ τι καὶ γλίσχρον καὶ ἐμφρακτικόν. τὸ δ’ ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν, ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προειληφότος τοῦ ἄρτου. δυνάμεως γὰρ ἐπισπαστικῆς τε καὶ διαφορητικῆς τῶν ἐκ τοῦ βάθους ἐστὶν ἡ ζύμη.
17. [α΄. Περὶ ῥάμνου.] Ῥάμνος ξηραίνει μὲν καὶ διαφορεῖ κατὰ τὴν δευτέραν ἀπόστασιν, ψύχει δὲ κατὰ τὴν πρώτην συμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην. διὰ τοῦτο καὶ ἕρπητας ἰᾶται καὶ ἐρυσιπέλατα μὴ σφόδρα θερμά. χρηστέον δ’ αὐτῆς τοῖς ἁπαλοῖς φύλλοις εἰς ταῦτα.
[β΄. Περὶ ῥαφανῖδος.] Ῥαφανὶς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν. ἡ δ’
ἀγρία δραστικωτέρα κατ’ ἄμφω· καὶ μὲν δὴ καὶ τὸ σπέρμα δραστικώτερον αὐτοῦ τοῦ φυτοῦ. διαφορητικὴ δ’ ἐστὶν ἐν αὐτῷ ἡ δύναμις, ὥστε καὶ πρὸς ὑπώπια καὶ τἄλλα τὰ πελιδνὰ διὰ τὴν τοιαύτην δύναμιν ὠφέλιμα τετύχηκεν ὄντα.
[γ΄. Περὶ ῥήου.] Ῥῆον, ἔνιοι δὲ προσαγορεύουσιν αὐτὸ ῥᾶ, μικτῆς ἐστι κράσεώς τε καὶ δυνάμεως. ἔχει μὲν γάρ τι καὶ γεῶδες ψυχρὸν, ὡς ἡ στύψις δηλοῦ σύνεστι δέ τις αὐτῷ καὶ θερμότης, ὑπόδριμυ γὰρ ἐπιπλέον διαμασώμενον φαίνεται. καὶ μὴν ὡς ἀερώδους τινὸς οὐσίας μετέχει λεπτομεροῦς δηλοῖ μὲν καὶ ἡ χαυνότης τε καὶ ἡ κουφότης, ἀτὰρ οὐχ ἥκιστα καὶ τὰ ἔργα. δι’ αὐτὸ γάρ τοι τοῦτο καί τοι στῦφον ὅμως οὐ σπάσματα μόνον, ἀλλὰ καὶ ῥήγματα καὶ ὀρθόπνοιαν ὠφελεῖ. οὕτω δὴ καὶ πελιώματα καὶ λειχῆνας ἰᾶται μετ’ ὄξους ἐπαλειφόμενον. ὅτι δὲ καὶ τὰ τῆς στύψεως ἔργα γενναῖα, καταμαθεῖν ἔστιν ἐξ ὧν ὀνίνησιν αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς καὶ δυσεντερικούς. οὐ γὰρ ἀντιπράττει τῷ γεώδει ψυχρῷ τὸ λεπτομερὲς ἀερῶδες. ἀλλ’ οὖν τὸ ποδηγοῦν τε καὶ πρὸς βάθος ἄγον αἴτιον ἰσχυροτέρας ἐνεργείας γίνεται.
[δ΄. Περὶ ῥητινῶν.] Ῥητίναι πᾶσαι ξηραίνουσι καὶ θερμαίνουσι. διαφέρουσι δ’ ἀλλήλων τῷ τε πλέον ἢ ἔλαττον ἔχειν ἔν τε τῇ γεύσει δριμὺ κᾀν τῇ δυνάμει θερμαῖνον καὶ τῷ τὰς μὲν ἧττον αὐτῶν εἶναι λεπτομερεῖς, τὰς δὲ μᾶλλον, καὶ τῷ τὰς μὲν στύψεως μετέχειν, τὰς δ’ οὔ. προκέκριται δ’ εἰκότως ἐξ ἁπασῶν ἡ σχινίνη, μαστίχην δ’ αὐτὴν ὀνομάζουσι. πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν, ὡς καὶ ταῖς κατὰ τὸν στόμαχον καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ ἀτονίαις καὶ φλεγμοναῖς ἁρμόττειν, ἔτι καὶ τὸ ξηραίνειν καὶ ἀλύπως αὐτῇ πάρεστιν. ἥκιστα γάρ ἐστι δριμεῖα καὶ μάλιστα λεπτομερής. τῶν δ’ ἄλλων ἡ τερμινθίνη πρωτεύει, σαφῆ μὲν οὐχ ὁμοίως τῇ μαστίχῃ τὴν στύψιν ἔχουσα, πικρότητα δέ τινα κεκτημένη, δι’ ἣν καὶ μᾶλλον τῆς μαστίχης διαφορεῖ. διὰ δὲ τὴν αὐτὴν ταύτην ποιότητα καὶ τὸ ῥύπτειν αὐτῇ πάρεστιν ἐπὶ τοσοῦτον, ὥστε καὶ ψώρας ἰᾶσθαι. καὶ μὲν δὴ καὶ τὰ ἐκ βάθους ἕλκει μᾶλλον τῶν ἄλλων ῥητινῶν, ὅτι καὶ λεπτομερὴς ἐκείνων μᾶλλόν ἐστι. ἥ γέ
τοι πευκίνη, καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη, δριμύτεραι μὲν αὐτῆς εἰσιν, οὐ μὴν οὔτε διαφοροῦσι μᾶλλον οὔτ’ ἐπισπῶνται. μέσαι δ’ αὐτῶν εἰσιν ἡ πιτυΐνη καὶ ἐλατίνη, δριμύτεραι μὲν οὖσαι τῆς τερμινθίνης, ἧττον δὲ δριμεῖαι τῆς πευκίνης τε καὶ στροβιλίνης. ἔχει δὲ καὶ μαλακτικὸν ἡ τερμινθίνη ῥητίνη. δευτέρα δ’ ἐστὶν ἐν τῷ μαλάσσειν ἡ σχινίνη, καθάπερ ἡ κυπαρισσίνη δριμεῖα.
[ε΄. Περὶ ῥόδου.] Ῥόδων ἡ δύναμις ἐν τοῖς ἔμπροσθεν εἴρηται διὰ πλειόνων, ὡς ἐξ ὑδατώδους οὐσίας θερμῆς ἀναμεμιγμένης δύο ποιότησιν ἑτέραις, τῇ τε στυφούσῃ καὶ τῇ πικρᾷ, σύγκειται. καὶ μὲν δὴ καὶ ὁποία τις ἑκατέρα τὴν φύσιν ἐστὶν, ἥ τε πικρὰ καὶ ἡ στύφουσα, λέλεκταί μοι κατὰ τὸ τέταρτον τῶνδε τῶν ὑπομνημάτων. τὸ δὲ ἄνθος αὐτῶν ἔτι καὶ μᾶλλον αὐτῶν τῶν ῥόδων στυπτικόν ἐστι καὶ δηλονότι διὰ τοῦτο ξηραντικόν.
[στ΄. Περὶ ῥοδίας ῥίζης.] Ῥοδία ῥίζα ἡ ἐν Μακεδονίᾳ γεννωμένη λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως. ἐν δὲ τῷ θερμαίνειν κατὰ τὴν δευτέραν που θετέον ἀπόστασιν αὐτὴν, ἢ καὶ τὴν τρίτην ἀρχομένην.
[ζ΄. Περὶ ῥοδοδάφνης.] Ῥοδοδάφνη κατὰ μὲν τὴν ὅλην οὐσίαν δηλητήριός ἐστιν οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν πλείστων βοσκημάτων, κατὰ δὲ τὴν κρᾶσιν τῆς τρίτης μέν ἐστι κράσεως τῶν θερμαινόντων ἀρχομένης, τῆς πρώτης δὲ τῶν ξηραινόντων.
[η΄. Περὶ ῥοιῶν.] Ῥοιὰ πᾶσα τῆς στυφούσης μετέχει ποιότητος, οὐ μὴν ἐπικρατούσης γε πάντων. ἔνιαι μὲν γὰρ αὐτῶν εἰσιν ὀξεῖαι, τινὲς δὲ γλυκεῖαι πλέον ἢ αὐστηραί. καὶ δὴ καὶ τὰς ὠφελείας ἑκάστης αὐτῶν κατὰ τὴν ἐπικρατοῦσαν ἀνάγκη γίνεσθαι ποιότητα. λέλεκται δ’ ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ὑπὲρ τοῦ γλυκέος χυμοῦ καὶ αὐστηροῦ καὶ ὀξέος, ὥστ’ ἐξ ἐκείνων ἔστι σοι καὶ περὶ τῆς τῶν ῥοιῶν διαφορᾶς συλλογίσασθαι. ἔστι δὲ τὰ μὲν γίγαρτα τοῦ χυλοῦ στυπτικώτερα καὶ ξηραντικώτερα. τούτων δ’ ἔτι τὰ λέμματα, καλεῖται δὲ σίδια. παραπλησίας δ’ αὐτοῖς εἰσι δυνάμεως οἱ κυτῖνοι.
[θ΄. Περὶ ῥοός.] Ῥοῦς τὸ θαμνῶδες Φυτὸν στύφει καὶ ξηραίνει, ὥσπερ καὶ οἱ βυρσοδέψαι πρὸς τὸ ξηρᾶναι
καὶ στῦψαι τὰ δέρματα χρῶνται τῷ φυτῷ, καὶ διὰ τοῦτο ὀνομάζεται βυρσοδεψικὴ τοῖς ἰατροῖς. ὅ τε καρπὸς αὐτῆς μάλιστα καὶ ὁ χυλὸς εἰς χρείαν ἥκουσιν, ἱκανῶς αὐστηρᾶς ὄντες ποιότητος. ὁμολογεῖ δὲ καὶ ἡ κατὰ μέρος ἅπασα χρῆσις τῇ κατὰ τὴν γεῦσιν αἰσθήσει. εἴη ἂν οὖν καὶ τοῦτο τὸ φάρμακον ξηραντικὸν μὲν ἐκ τῆς τρίτης τάξεως, ψυκτικὸν δὲ ἐκ τῆς δευτέρας.
[ι΄. Περὶ ῥύπου.] Ῥύπος ὁ μὲν ἀπὸ τῶν ἐν τοῖς γυμνασίοις ἀνδριάντων, ἐν οἷς ἂν ἄφθονον ἔλαιον κεῖται, διαφορητικός τέ ἐστι καὶ μαλακτικός. ὁ δ’ ἐν ταῖς παλαίστραις ἐφ’ ὅσον τῆς κόνεως μετείληφε, ἐπὶ τοσοῦτον διενήνοχεν. ὀνομάζουσι δὲ τοῦτον τὸν ῥύπον πάτον. ὁ μὲν δὴ πρότερος ἀπέπτων φυμάτων ἐστὶ διαφορητικὸς, ὁ δὲ δεύτερος ἄριστον ἴαμα φλεγμονῆς τιτθῶν ἐστι. καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιῤῥέον ἀναστέλλει καὶ τὸ περιεχόμενον διαφορεῖ· σύγκειται γὰρ ἐκ κόνεως καὶ ἐλαίου καὶ ἀνθρωπείου ῥύπου καὶ ἱδρῶτος. ἡ μὲν οὖν κόνις ἐμπλαστικόν τέ ἐστι καὶ ψυκτικὸν καὶ ἀποκρουστικὸν, τὸ δ’ ἔλαιον μαλακτικὸν, ὁ δ’ ἱδρὼς καὶ ὁ ῥύπος διαφορητικά.
ὁ δ’ ἀπὸ τῶν ἀνδριάντων οὔτε τὴν κόνιν ἔχων καὶ τοῦ χαλκοῦ τινα προσειληφὼς ἰὸν εἰκότως δριμύτερός ἐστιν. ἐμνημονεύσαμεν δὲ τούτου καὶ νῦν, ὅτι τὸ πλεῖστον ἐν αὐτῷ τῆς ἐλαιώδους οὐσίας ἐστὶν, ἐκ φυτοῦ τὴν γένεσιν ἐχούσης. ἀναγκαῖον δ’ ἔσται κᾀν τοῖς ἀπὸ ζώων αὐτοῦ μνημονεῦσαι διὰ τὸν ἱδρῶτα.
18. [α΄. Περὶ σαγαπηνοῦ.] Σαγαπηνὸν ὀπός ἐστι θερμὸς καὶ λεπτομερὴς, ὡσαύτως τοῖς ἄλλοις ὀποῖς. ἔχει δέ τι καὶ ῥυπτικὸν, ᾧ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ἀποκαθαίρει τε καὶ λεπτύνει. οὐ μὴν ἀλλὰ καὶ ὑποχύσεσι καὶ ἀμβλυωπίαις ταῖς διὰ πάχος ὑγρῶν γινομέναις ἀγαθόν ἐστι φάρμακον. αὐτὸ δὲ τὸ φυτὸν ἐξ οὗ γίνεται νάρθηκι παραπλήσιον ὑπάρχον ἀσθενές τε καὶ ἄχρηστόν ἐστιν, ὀνομάζεται δὲ δηλονότι πρότερον ἐκεῖνο σαγαπηνόν. ὁ γὰρ ὀπὸς αὐτοῦ καταχρωμένοις οὕτω προσαγορεύεται, καθάπερ καὶ ἄλλα πολλὰ δι’ ἐλλιποῦς λέξεως ὀνομάζομεν ἐκ καταχρήσεως. τελεώτερον γὰρ ἦν λέγειν αὐτὸν οὐ σαγαπηνὸν, ἀλλ’ ὀπὸν σαγαπηνοῦ.
[β΄. Περὶ σαμψύχου.] Σάμψυχον λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως. ξηραίνει τε γὰρ καὶ θερμαίνει κατὰ τὴν τρίτην τάξιν.
[γ΄ Περὶ σαπρότητος τῶν ξύλων.] Σαπρότης ξύλων, καὶ μάλιστα ὅσα μετέχει στύψεώς τε ἅμα καὶ ῥύψεως, ὥσπερ καὶ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ ὑγρὰ τῶν ἑλκῶν.
[δ΄. Περὶ σαρκοκόλλης.] Σαρκοκόλλα δάκρυόν ἐστι δένδρου περσικοῦ, μικτὴν ἔχουσα δύναμιν ἐξ ἐμπλαστικῆς τέ τινος οὐσίας καὶ βραχείας πικρᾶς, ὅθεν ἀδήκτως ξηραίνει καὶ διὰ τοῦτο τραύματα δύναται κολλᾷν.
[ε΄. Περὶ σατυρίου.] Σατύριον ἢ τρίφυλλον ὑγρόν ἐστι καὶ θερμὸν τὴν κρᾶσιν, διὸ καὶ γευόμενον φαίνεται γλυκύ. περιττωματικὴν μέντοι καὶ φυσώδη τὴν ὑγρότητα κέκτηται καὶ διὰ τοῦτο παρορμᾷ πρὸς ἀφροδίσια. ταῦτα δὲ καὶ ἡ ῥίζα τῆς βοτάνης δρᾷν πέφυκεν. ὡς δέ τινες γράφουσι, καὶ ὀπισθότονον ἰᾶται, μετ’ οἴνου μέλανος αὐστηροῦ πινόμενον.
[στ΄. Περὶ σελίνου.] Σέλινον εἰς τοσοῦτον θερμόν ἐστιν, ὡς οὖρά τε καὶ καταμήνια κινεῖν. ἔστι δὲ καὶ ἄφυσον καὶ
μᾶλλον τῆς πόας τὸ σπέρμα. καὶ τοῦ ὀρεοσελίνου δὲ καὶ τοῦ ἱπποσελίνου παραπλήσιος ἡ δύναμις. ἀσθενέστερον δὲ τὸ ἱπποσέλινον, ὥσπερ ἰσχυρότερον τὸ ὀρεοσέλινον.
[ζ΄. Περὶ σέρεως.] Σέρις ὑπόπικρόν ἐστι λάχανον καὶ μᾶλλον τὸ ἄγριον. ὅπερ καὶ δι’ αὐτὸ τοῦτο πικρίδα προσαγορεύουσιν ἔνιοι, τινὲς δὲ κιχώριον ὀνομάζουσιν. ἔστι δ’ αὐτὴ ξηρᾶς μὲν καὶ ψυχρᾶς κράσεως ἀμφότερα κατὰ τὴν πρώτην ἀπόστασιν ἔχουσα. ἡ δ’ ἥμερος ἐπὶ μᾶλλον μὲν ψύχει τῆς ἀγρίας, ἐπιμιξίᾳ δὲ πολλῆς ὀθνίας ὑγρότητος ἀπόλλυσι τὸ ξηραίνειν. ἀμφότεραι δὲ μετέχουσι τῆς στυφούσης ποιότητος, ὥσπερ καὶ ἡ χονδρίλη· καὶ γὰρ αὐτὸ σέρεως εἶδός ἐστιν.
[η΄. Περὶ σερίφου.] Σέριφον. εἴρηται μὲν περὶ τούτου κατὰ τὸ ἕκτον βιβλίον ἐν τῷ περὶ ἀψινθίου λόγῳ. παραπλήσιον μὲν γάρ ἐστιν ἀψινθίῳ κατὰ τὴν ἰδέαν καὶ τὴν γεῦσιν, ὅμως μὴν διαλλάττει, κατὰ μὲν τὴν γεῦσιν τῷ μήθ’ ὁμοίως ἐκείνῳ στύφειν καὶ μᾶλλον θερμαίνειν τε καὶ πικράζειν μετά τινος ἁλυκότητος· ἐν δὲ τῇ δυνάμει τῷ κακοστόμαχον
εἶναι καὶ μᾶλλον ἀψινθίου κτείνειν ἕλμινθας, ἔξωθέν τε ἐπιτιθέμενον καὶ εἴσω τοῦ σώματος λαμβανόμενον. καὶ δὴ καὶ θερμαίνειν μὲν ἐκ τῆς δευτέρας τάξεως ἐπιτεταμένης θετέον αὐτὸ, ξηραίνειν δὲ κατὰ τὴν τρίτην.
[θ΄. Περὶ σεσέλεως.] Σέσελι. καὶ ἡ ῥίζα μὲν, ἔτι δὲ καὶ ὁ καρπὸς τῶν θερμαινόντων εἰς τοσοῦτόν ἐστιν ὡς ἱκανῶς οὐρητικὸν ὑπάρχειν φάρμακον. ἔστι δὲ καὶ λεπτομερὲς, ὡς καὶ πρὸς ἐπιληψίας τε καὶ ὀρθοπνοίας ἁρμόττειν.
[ι΄. Περὶ σησάμου.] Σήσαμον οὐκ ὀλίγον ἔχει τὸ γλίσχρον ἐν αὑτῷ καὶ λιπαρὸν, ὅθεν ἐμπλαστικόν τ’ ἐστὶν ἅμα καὶ μαλακτικὸν καὶ μετρίως θερμόν. τῆς δ’ αὐτῆς δυνάμεώς ἐστι καὶ τὸ ἔλαιον τὸ ἐξ αὐτοῦ. καὶ τῆς πόας δὲ τὸ ἀφέψημα παραπλησίας ἐστὶ δυνάμεως.
[ια΄. Περὶ σησαμοειδοῦς.] Σηταμοειδὲς τὸ μέγα, ὅπερ καὶ Ἀντικυρικὸς ἐλλέβορος ὠνόμασται διὰ τὸ καθαίρειν αὐτοῦ τὸ σπέρμα παραπλησίως ἐλλεβόρῳ. τοῦτο καὶ τῇ ἄλλῃ δυνάμει παραπλήσιόν ἐστιν ἐλλεβόρῳ. καὶ μέντοι καὶ κατὰ τὸ ῥύπτειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν ὅμοιον ἐκείνῳ τὴν δύναμίν ἐστιν.
[ιβ΄. Περὶ σησαμοειδοῦς τοῦ λευκοῦ.] Σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα μετέχει μέν τινος καὶ δριμείας ποιότητος. πικρὸν δ’ ἱκανῶς ἐστι. θερμαίνει τοιγαροῦν καὶ ῥήσσει καὶ ῥύπτει.
[ιγ΄. Περὶ σιδηρίτιδος.] Σιδηρῖτις ἔχει μέν τι καὶ ῥυπτικὸν, ἀλλὰ τό γε πλέον αὐτῆς ὑγρόν ἐστι καὶ μετρίως ψυχρὸν, ὀλίγης δέ τινος μετείληφε στύψεως, ὅθεν ἀφλέγμαντός τ’ ἐστὶ καὶ κολλητικός. καλοῦσι δ’ ἔνιοι καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν ἐμφερῆ μὲν τῇ προειρημένῃ κατὰ τὴν δύναμιν οὖσαν, εἴς γε τὰ νῦν εἰρημένα, πλεονεκτούσης δ’ αὐτῆς τῇ στύψει. διὸ καὶ πρὸς αἱμοῤῥαγίας τε καὶ δυσεντερίας καὶ τοὺς γυναικείους ἁρμόττει ῥοῦς.
[ιδ΄. Περὶ σικύου ἐδωδίμου.] Σίκυος ἐδώδιμος ὁ μὲν ἤδη πέπων λεπτομερεστέρας ἐστὶν οὐσίας, ὁ δὲ μὴ τοιοῦτος παχυμερεστέρας. οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆς τε καὶ τμητικῆς μετειλήφασι δυνάμεως, ὅθεν οὐρητικοί τ’ εἰσὶ καὶ λαμπρύνουσι τὸ σῶμα, καὶ μᾶλλον εἰ ξηράνας τις τὸ σπέρμα, κᾄπειτα κόψας τε καὶ σήσας ῥύμματι χρῷτο. κρατεῖ δ’ ἐν αὐτοῖς
ὑγρὰ καὶ ψυχρὰ κρᾶσις, οὐ μὴν ἰσχυρῶς, ἀλλ’ ὡς ἐν τῇ δευτέρᾳ που τάξει τίθεται. εἰ μέντοι τις τὸ σπέρμα ξηραίνειεν ἢ τὴν ῥίζαν, οὐκέτ’ οὐδὲ τῆς ὑγρᾶς ἐστι φύσεως, ἀλλ’ ἤδη τῆς ξηραινούσης κατὰ τὴν πρώτην που τάξιν, ἢ καὶ τὴν δευτέραν ἀρχομένην. ἔστι δὲ καὶ τὸ ῥυπτικὸν ἐν τούτοις πλέον ἢ ἐν τῇ σαρκὶ τοῦ καρποῦ.
[ιε΄. Περὶ σικύου ἀγρίου.] Σικύου ἀγρίου καὶ ὁ τοῦ καρποῦ χυλὸς, ὃν ἐλατήριον ὀνομάζουσιν, οὐχ ἥκιστα δὲ καὶ ὁ τῆς ῥίζης τε καὶ τῶν φύλλων, ἐπιτήδειοι τυγχάνουσιν ὄντες εἰς τὰς ἰάσεις. τὸ μὲν οὖν ἐλατήριον ἔμμηνα προκαλεῖται καὶ τὰ κυούμενα διαφθείρει προστιθέμενον, ὥσπερ καὶ τὰ ἄλλα τὰ πικρά τε ἅμα καὶ λεπτομερῆ, μάλιστα εἰ καὶ θερμότητός τινος μετέχει, καθάπερ οὖν καὶ τὸ ἐλατήριον. ἄκρως μὲν γάρ ἐστι πικρὸν, ἐπ’ ὀλίγον δὲ θερμὸν, ὡς ἐκ τῆς δευτέρας τάξεως εἶναι κατὰ θερμότητα. εὐθὺς δὲ τὸ τοιοῦτον καὶ διαφορητικῆς ἐστι δυνάμεως· οὕτω γοῦν αὐτῷ καὶ συναγχικοὺς διαχρίουσιν ἔνιοι μετὰ μέλιτος, ἢ ἐλαίου παλαιοῦ. ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον μετὰ γάλακτος ταῖς ῥισίν. οὕτω δὲ χρώμενον καὶ κεφαλαλγίας ἰᾶται.
τὸ μὲν οὖν ἐλατήριον τοιοῦτον, ὁ δὲ τῆς ῥίζης χυλὸς, ὥσπερ γε καὶ ὁ τῶν φύλλων, ὅμοιοι μὲν ἐλατηρίῳ τὴν δύναμιν, ἀσθενέστεροι δέ. καὶ αὐτὴ δὲ ἡ ῥίζα παραπλησίας ἐστὶ δυνάμεως. καὶ γὰρ ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει, ξηραντικώτερος δ’ αὐτῆς ἐστιν ὁ φλοιός.
[ιστ΄. Περὶ σιλφίου.] Σιλφίου θερμότατος μέν ἐστιν ὁ ὀπὸς, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς καὶ ἡ ῥίζα θερμαίνει γενναίως. ἔστι δὲ φυσωδεστέρας οὐσίας ἅπαντα καὶ κατὰ τοῦτο δύσπεπτα. ἔξωθεν μέντοι κατὰ τοῦ σώματος ἐπιτιθέμενα δραστηριωδέστερα, καὶ μάλιστα πάντων ὁ ὀπὸς ἑλκτικῆς ἱκανῶς ὑπάρχων δυνάμεως. καὶ μὲν δὴ καὶ καθαιρετικὸν καὶ ἀποτηκτικόν τι ἔχει διὰ τὴν προειρημένην αὐτοῦ κρᾶσιν.
[ιζ΄. Περὶ σίσωνος.] Σίσων θερμὸς καὶ ὑπόπικρός ἐστι τὴν γεῦσιν. ὅθεν οὐρητικός τ’ ἐστὶ καὶ πεπτικὸς, ἐμμήνων τε προκλητικὸς ἐκφρακτικός τε τῶν κατὰ τὰ σπλάγχνα πασῶν ἐμφράξεων.
[ιη΄. Περὶ σίου.] Σίον, εἰς ὅσον ἀρωματίζει πως κατὰ τὴν γεῦσιν, εἰς τοσοῦτον καὶ θερμαινούσης πως μετείληφε
δυνάμεως. ἔστι δὲ διαφορητικόν τε καὶ διουρητικὸν καὶ λίθων τῶν ἐν νεφροῖς θρυπτικὸν καὶ ἐμμήνων ἀγωγόν.
[ιθ΄. Περὶ σισάρου ῥίζης.] Σισάρου ἡ ῥίζα ἑφθεῖσα εὐστόμαχός τέ ἐστι καὶ οὐρητικὴ, θερμαίνουσα κατὰ τὴν δευτέραν τάξιν, ἔχουσα δέ τι καὶ πικρότητος καί τι στύψεως βραχείας.
[κ΄. Περὶ σισυμβρίου.] Σισύμβριον λεπτομεροῦς διαφορητικῆς, θερμαινούσης καὶ ξηραινούσης κατὰ τὴν τρίτην τάξιν ἐστὶ δυνάμεώς τε καὶ κράσεως. καὶ τὸ σπέρμα δ’ αὐτοῦ λεπτομερές τε καὶ θερμόν ἐστιν, ὅθεν σὺν οἴνῳ τινὲς αὐτὴν διδόασι τοῖς τε λύζουσιν καὶ τοῖς στροφουμένοις.
[κα΄. Περὶ σισυμβρίου.] Σισύμβριον, ὅπερ ἔνιοι καρδαμίνην ὀνομάζουσιν, ἐπειδὴ καρδαμώμου τι παραπλήσιον ἔχει κατὰ τὴν γεῦσιν, ὅταν μὲν ξηρὸν ᾖ, τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων τε ἅμα καὶ θερμαινόντων, ὅταν δ’ ὑγρόν τε καὶ χλωρὸν, τῆς δευτέρας.
[κβ΄. Περὶ σκάνδικος.] Σκάνδιξ τῶν ἀγρίων ἐστὶ λαχάνων, ὑπόδριμύ τε καὶ πικρὸν, ὡς εἶναι ἐν τῷ ξηραίνειν τε
καὶ τῷ θερμαίνειν ἤτοι τῆς δευτέρας τάξεως ἐπιτεταμένης ἢ τρίτης ἀρχομένης. οὐρητικὸν δ’ ἱκανῶς ἐστι καὶ τῶν σπλάγχνων ἐκφρακτικὸν, ἐκ τῶν εἰρημένων ποιοτήτων συγκείμενον.
[κγ΄. Περὶ σκίλλας] Σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε θερμῆς, ἀλλὰ κατά γε τοῦτο θείη ἄν τις αὐτὴν ἐν τῇ δευτέρᾳ τάξει τῶν θερμαινόντων. ἄμεινον δ’ ὀπτῶντας ἢ ἑψοῦντας λαμβάνειν· ἐκλύεται γὰρ οὕτως αὐτῆς τὸ σφοδρὸν τῆς δυνάμεως.
[κδ΄. Περὶ σκολύμου ῥίζης.] Σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι. καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν τε μασχαλῶν καὶ ὅλου τοῦ σώματος. τοῦτο μὲν οὖν ὡς καθαρτικῷ τοιούτου χυμοῦ τῷ φαρμάκῳ καθ’ ὅλην ὑπάρχει τὴν οὐσίαν. ἡ δὲ κατὰ τὰς ποιότητας ἐνέργεια θερμὸν μὲν κατὰ τὴν δευτέραν τάξιν ἤδη πληρουμένην ἢ τρίτην ἀρχομένην ἐνδείκνυται τὸ φάρμακον, ξηρὸν δὲ κατὰ τὴν δευτέραν.
[κε΄. Περὶ σκορδίου.] Σκόρδιον. ἐκ πολυειδῶν τοῦτο καὶ χυμῶν καὶ δυνάμεων σύγκειται. καὶ γὰρ καὶ πικρὸν ἔχει
τι καὶ στρυφνὸν καὶ δριμὺ, καὶ μάλιστά γε σκορόδῳ προσέοικεν αὐτοῦ τὸ δριμὺ, ὅθεν, οἶμαι, καὶ τὴν προσηγορίαν ἀπηνέγκατο. διακαθαίρει τοιγαροῦν ἅμα καὶ θερμαίνει τὰ σπλάγχνα καὶ καταμήνια καὶ οὖρα κινεῖ καὶ σπάσματα καὶ ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατ’ ἔμφραξιν καὶ ψύξιν ἰᾶται πινόμενον, κολλᾷ μὲν τὰ μεγάλα τραύματα χλωρὸν ἐπιπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ, καὶ εἰς οὐλὴν ἄγει τὰ κακοήθη ξηρὸν ἐπιπασσόμενον.
[κστ΄. Περὶ σκορόδου.] Σκόροδον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τετάρτην ἀπόστασιν. τὸ δ’ ὀφιοσκόροδον ὀνομαζόμενον ἄγριόν ἐστι σκόροδον ἰσχυρότερον τοῦ ἡμέρου, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἄγρια.
[κζ΄. Περὶ σκορδοπράσου.] Σκορδόπρασον ὥσπερ ἐν τῇ γεύσει τε καὶ τῇ ὀσμῇ μικτὴν σκόρδου τε καὶ πράσου κέκτηται ποιότητα, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τῇ δυνάμει.
[κη΄. Περὶ σκορπιοειδοῦς.] Σκορπιοειδὲς θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν.
[κθ΄. Περὶ σμίλακος.] Σμῖλαξ ἢ τάξος δένδρον ἐστὶ δηλητηρίου δυνάμεως.
[λ΄. Περὶ σμύρνης.] Σμύρνα τῆς δευτέρας ἐστὶ τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἐπιπλαττομένη γοῦν τοῖς ἐν κεφαλῇ τραύμασιν κολλᾷν αὐτὰ δύναται. μετέχει δὲ καὶ πικρότητος οὐκ ὀλίγης, δι’ ἣν ἔμβρυα καὶ ἕλμινθας κτείνει τε καὶ ἐκβάλλει. ὑπάρχει δ’ αὐτῇ καὶ τὸ ῥυπτικὸν ἐντεῦθεν. οὕτω γοῦν καὶ ταῖς ὀφθαλμικαῖς μίγνυται δυνάμεσιν, ὅσαι πρὸς ἕλκη καὶ οὐλὰς παχείας συντίθενται. κατὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐπιμίγνυται τοῖς πρὸς βῆχα χρονίαν καὶ ἆσθμα διδομένοις φαρμάκοις, οὐ μὴν τραχύνει γε τὴν ἀρτηρίαν ὡς ἔνια τῶν ῥυπτόντων, ἀλλ’ οὕτως ἔχει μετρίαν τὴν ῥύψιν, ὥστ’ ἔνιοι καὶ τοῖς ἀρτηριακοῖς ὀνομαζομένοις φαρμάκοις μιγνύουσιν αὐτὴν ὡς θερμαῖνόν τε καὶ ξηραῖνον αὐτάρκως φάρμακον, οὐδὲν εὐλαβούμενοι· τὴν ἐκ τῆς πικρότητος ῥύψιν.
[λα΄. Περὶ σμύρνης βοϊκῆς.] Σμύρνα βοϊκὴ δύναμιν ἔχει θερμαντικὴν, διαχυτικὴν, μαλακτικήν.
[λβ΄. Περὶ σμυρνίου.] Σμύρνιον, οἱ δ’ ἱπποσέλινον ὀνομάζουσιν ἄγριον, ἐκ ταὐτοῦ γένους ἐστὶ καὶ τοῦτο τῷ σελίνῳ τε καὶ πετροσελίνῳ. καὶ εἴη ἂν σελίνου μὲν ἰσχυρότερον, πετροσελίνου δὲ ἀσθενέστερον. ἐμμήνων τε οὖν ἀγωγόν ἐστι καὶ οὐρητικὸν καὶ θερμὸν καὶ ξηρὸν κατὰ τὴν τρίτην τάξιν. οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον ὀνομάζουσιν ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι μέντοι καὶ αὐτὸ σμύρνιον, ἧττον δ’ ἐστὶν δριμὺ πετροσελίνου καὶ σμυρνίου, καὶ διὰ τοῦτο καὶ κατὰ τραυμάτων ἐπιτίθεσθαι δύναται τῷ ξηραίνειν ἀλύπως. ἀλλὰ καὶ διαφορητικόν ἐστι τῶν ἐσκληρυσμένων. ἡ δ’ ἄλλη δύναμις αὐτοῦ παραπλησία σελίνῳ τ’ ἐστὶ καὶ πετροσελίνῳ, διὸ καὶ τῷ σπέρματι χρώμεθα πρὸς τὰ καταμήνιά τε καὶ οὖρα καὶ ἄσθματα.
[λγ΄. Περὶ σόγχου.] Σόγχος ἐπειδὰν μὲν τελειωθῇ, τῶν ἀκανθωδῶν ἐστιν φυτῶν, χλωρὸς δ’ ἔτι καὶ ἁπαλὸς ἐσθίεται τοῖς ἄλλοις ἀγρίοις λαχάνοις ὡσαύτως. ἡ κρᾶσις δ’ αὐτοῦ μικτή πώς ἐστι, σύγκειται γὰρ ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας, ἀμφοῖν ἀτρέμα ψυχρῶν. καὶ γὰρ στύψεώς τι μετέχει καὶ σαφῶς ἐμψύχει, καταπλασσόμενός τε
καὶ ἐσθιόμενος. ἐπειδὴ δὲ τελέως ξηρανθῇ, γεώδης ἡ κρᾶσις αὐτοῦ γίνεται μετρίως θερμότητα ἔχουσα.
[λδ΄. Περὶ σπαργανίου.] Σπαργάνιον ξηραντικῆς καὶ τοῦτο δυνάμεώς ἐστι.
[λε΄. Περὶ σπάρτης.] Σπάρτη, ᾧ τὰς ἀμπέλους παρ’ ἡμῖν δεσμοῦσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς ἑλκτικῆς οὐκ ἀγεννῶς ἐστι δυνάμεως.
[λστ΄. Περὶ σταφυλίνου.] Σταφυλῖνος ὁ μὲν ἥμερος ἀσθενέστερος, ὁ δ’ ἄγριος ἰσχυρότερος εἰς ἅπαντα. οὖρα δὲ κινεῖ καὶ καταμήνια προτρέπει καὶ σύμπασα μὲν ἡ πόα, μάλιστα δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν ἑαυτῷ, διὸ καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἔνιοι τοῖς φύλλοις αὐτοῦ χλωροῖς μετὰ μέλιτος καταπλάττουσι ὑπὲρ τοῦ καθαρὰ ποιῆσαι.
[λζ΄. Περὶ στάχυος.] Στάχυς, ὁ παραπλήσιος τῷ πρασίῳ θάμνος, δριμὺς γευόμενός ἐστι καὶ πικρὸς τῆς τρίτης τάξεως ὑπάρχων τῶν θερμαινόντων, ὥστ’ εὐλόγως οὐ καταμήνια
κινεῖ μόνον, ἀλλὰ καὶ ἀμβλωθρίδιόν ἐστι φάρμακον, ἐκβάλλει τε χόρια.
[λη΄. Περὶ στοιβῆς.] Στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα μάλιστ’ ἐστὶ χρήσιμα, στυπτικὴν ἔχοντα δύναμιν ἄδηκτον. ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐναργῶς κατὰ τὴν τρίτην που τάξιν ἀρχομένην, ὅθεν αὐτῶν τὸ ἀφέψημα καὶ δυσεντερικοῖς ἐνίεται καὶ ὠσὶ πυοροῦσι καὶ κολλητικὸς ὑπάρχει μεγάλων τραυμάτων. ἐναργέστερον δὲ ταῦτα ποιεῖ μετ’ οἴνου μέλανος αὐστηροῦ, ξηραίνει γὰρ ἰσχυρῶς ἁπάσας τὰς παρὰ φύσιν ὑγρότητας. ἔτι δὲ χλωρὰ τὰ φύλλα καταπλασσόμενα δύναμιν ἐφεκτικὴν αἱμοῤῥαγίας ἔχει καὶ τὰς ἐκ πληγῆς δὲ συγχύσεις τῶν ὀφθαλμῶν ὀνίνησι καταπλασσόμενος.
[λθ΄. Περὶ στοιχάδος.] Στοιχάδος ἡ μὲν πρὸς τὴν γεῦσιν ποιότης πικρά τ’ ἐστὶ καὶ ὑποστύφουσα μετρίως. ἡ δὲ κρᾶσις σύνθετος ἔκ τε ψυχρᾶς γεώδους οὐσίας ὀλίγης, ἀφ’ ἧς στύφει, καὶ λελεπτυσμένης ἑτέρας γεώδους πλείονος, ἀφ’ ἧς πικράζει. διὰ δὲ τὴν ἀμφοτέρων σύνοδον ἐκφράττειν καὶ λεπτύνειν καὶ ἀποῤῥύπτειν καὶ ῥωννύναι πέφυκε τά τε
σπλάγχνα πάντα καὶ ὅλου τοῦ ζώου τὴν ἕξιν. ἐδείχθη γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ὅσα σύγκειται φάρμακα πρὸς τῶν τοιούτων οὐσιῶν τὰς εἰρημένας ἐνεργείας ἐνεργεῖ.
[μ΄. Περὶ στρατιώτητος.] Στρατιώτης ὁ μὲν ἔνυδρος ὑγρὸς καὶ ψυχρὸς τὴν δύναμιν, ὁ δὲ χερσαῖος ἔχει τι καὶ στύψεως, ὥστε διὰ τοῦτο καὶ τραύματα δύνασθαι κολλᾷν καὶ τοῖς ἕλκεσιν εἶναι χρήσιμος. ἔνιοι δ’ αὐτῷ καὶ πρὸς αἱμοῤῥαγίαν χρῶνται καὶ πρὸς σύριγγας.
[μα΄. Περὶ στρουθίου.] Στρουθίου τῇ ῥίζῃ μάλιστα χρώμεθα δριμείᾳ μὲν οὔσῃ κατὰ τὴν γεῦσιν, θερμῇ δὲ καὶ ξηρᾷ κατὰ τὴν κρᾶσιν, ἐκ τῆς τετάρτης δήπου τάξεως. ἔστι δὲ καὶ ῥυπτικὴ καὶ ἐρεθιστικὴ, διὰ τοῦτο καὶ πταρμοὺς κινεῖ τοῖς ἄλλοις ὡσαύτως, ὅσα δριμέα τ’ ἐστὶ γευόμενα καὶ θερμὰ ταῖς κράσεσιν.
[μβ΄. Περὶ στύρακος.] Στύραξ θερμαίνει, μαλάττει, συμπέπτει, διὸ καὶ βῆχας καὶ κατάῤῥους καὶ κορύζας καὶ βράγχους ὀνίνησιν, ἔμμηνά τε προτρέπει πινόμενόν τε
καὶ προστιθέμενον, ἡ δὲ λιγνὺς καυθέντος αὐτοῦ παραπλησία πώς ἐστι τῇ τοῦ λιβάνου.
[μγ΄. Περὶ σύκων.] Σῦκα τὰ μὲν ξηρὰ θερμὰ τὴν δύναμίν ἐστι, κατὰ τὴν πρώτην που τάξιν ἤδη συμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην, ἔχει δέ τι καὶ λεπτομερές. ἐξ ἀμφοῖν τούτων ἱκανὰ συμπέπτειν ἐστὶ τοὺς σκληροὺς τῶν ὄγκων, εὐθὺς δ’ αὐτοὺς διαφορεῖ. καὶ αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ καταπλασσόμενα τοιαύτης ἐστὶ δυνάμεως. καὶ τὸ ἀφέψημα δ’ αὐτῶν ὁμοίας ὑπάρχει φύσεως. χρὴ δὲ ὅπου καὶ συμπέψαι βούλει μᾶλλον, πύρινον ἄλευρον μιγνύειν, ὅπου δὲ διαφορῆσαι, κρίθινον. ὁ δὲ ἄρτος ἐν τῷ μέσῳ τούτων ἐστίν. ἀλλὰ μὲν τοιαῦτα τῆς περὶ φαρμάκων συνθέσεώς ἐστι καὶ τῆς θεραπευτικῆς οἰκειότερα μεθόδου. πρὸς δὲ τὸ παρὸν ἀρκεῖ καὶ ταῦτα γινώσκειν ὑπὲρ ἰσχάδων. εἰδέναι δὲ καὶ ὡς αἱ μὲν ῥυπαρώτεραι πέπτειν μᾶλλον, αἱ δριμύτεραι δ’ ἐν τῷ γεύεσθαι ῥύπτειν τε καὶ διαφορεῖν πεφύκασι, τὸ δ’ ἐπιπλεῖστον αὐτῶν ἑψηθεισῶν ἐν ὕδατι γιγνόμενον ὅμοιόν ἐστιν οὐ τὴν σύστασιν μόνον, ἀλλὰ καὶ τὴν
δύναμιν. μέλιτι. τὰ δὲ χλωρὰ σῦκα ἐσθιόμενα διὰ τὴν ἐπιμιξίαν τῆς ὑγρότητος ἀσθενεστέρας ἐστὶ δυνάμεως, ὑπάγει μέντοι κοιλίαν ἄμφω, καὶ τὰ ὑγρὰ καὶ τὰ ξηρά. τὰ δὲ τῶν ἐρινεῶν σῦκα δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως. οὕτω δὲ καὶ τῶν ἡμέρων οἱ ὄλυνθοι, μετέχουσι γὰρ ἔτι τοῦ τῆς συκῆς ὀποῦ.
[μδ΄. Περὶ συκῆς.] Συκῆ θερμῆς καὶ λεπτομεροῦς ἐστι κράσεως, ὡς ὅ τε ὀπὸς αὐτῆς δηλοῖ καὶ τῶν φύλλων ὁ χυλός. ἰσχυρῶς γὰρ ἑκάτερον αὐτῶν ἐστι θερμὸν, ὥστε οὐδὲ δάκνει μόνον ἢ ῥύπτει σφοδρῶς, ἀλλὰ καὶ ἑλκοῖ καὶ ἀναστομοῖ καὶ μυρμηκίας ἐκβάλλει. ἔστι δὲ καὶ καθαρτικόν. ὁ δὲ τῆς ἀγρίας συκῆς, ἣν ἐρινεὸν ὀνομάζουσιν, ὀπός τε καὶ χυλὸς ἰσχυρότερος εἰς ἅπαντα τοῦ τῆς ἡμέρου. καὶ αἱ κράδαι δ’ αὐτῶν οὕτως εἰσὶ θερμαὶ καὶ λεπτομερεῖς τὴν κρᾶσιν ὥστε καὶ τοῖς βοείοις κρέασι τοῖς σκληροῖς ἑψομένοις ἐμβαλλόμεναι τακερὰ ποιοῦσιν αὐτά.
[με΄. Περὶ συμφύτου πετραίου.] Σύμφυτον πετραῖον ἐξ ἐναντίων σύγκειται δυνάμεων. ἔχει μὲν γάρ τι καὶ
τμητικὸν, ᾧ καὶ τὸ περιεχόμενον ἐν θώρακι καὶ πνεύμονι πῦον ἐκκαθαίρειν πέφυκεν. ἔχει δέ τι καὶ συνακτικὸν, ᾧ καὶ πρὸς τὰς τοῦ αἵματος ἀναγωγὰς ἐπιβοηθεῖ, καὶ τρίτην ἐπ’ αὐτοῖς ὑγρότητά τινα θερμὴν οὐκ ἀμέτρως, δι’ ἣν καὶ γλυκὺ φαίνεται γευομένοις καὶ ἡδὺ πρὸς τὴν ὄσφρησιν. ἄδιψον δ’ ἐστὶ διαμασώμενον καὶ τὰς ἐν ἀρτηρίᾳ τραχύτητας ἰᾶται. κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν εἰρημένων δυνάμεων μίξιν ἅμα τε καὶ διαφορεῖν ἱκανόν ἐστιν καὶ συνάγειν καὶ σφίγγειν τὰ σώματα. καὶ διὰ τοῦτο καὶ ταῖς ἐντεροκήλαις ἐπιτίθεται καὶ πρὸς σπάσματα καὶ ῥήγματα σὺν ὀξυμέλιτι πίνεται. ὅσοι δ’ αὐτὸ καὶ πρὸς δυσεντερίαν καὶ ῥοῦν ἐρυθρὸν, ἕψοντες ἐν οἴνῳ διδόασιν, ὡς ξηραίνοντί τε καὶ συνάγοντι χρῶνται, καὶ ὅσοι πρὸς νεφρῖτιν, ὡς ἐκκαθαίροντι καὶ τέμνοντι.
[μστ΄. Περὶ συμφύτου τοῦ μεγάλου.] Σύμφυτον ἕτερον τὸ μέγα παραπλησίας ἐστὶ τῷ προειρημένῳ δυνάμεως, οὐ μὴν γλυκὺ γευομένοις οὐδὲ εὐῶδες ὀσμωμένοις φαίνεται, ἀλλὰ κατὰ ταῦτα μὲν ἀποκεχώρηκεν τοῦ προγεγραμμένου·
καθὸ δὲ γλίσχρον τι καὶ δακνῶδες ἔχει, σκίλλῃ παραπλήσιον ὑπάρχει. χρῶνται δ’ αὐτῷ πρὸς ὅσα τῷ προειρημένῳ.
[μζ΄. Περὶ σφονδύλου.] Σφονδύλου ὁ μὲν καρπὸς δριμείας ἐστὶ καὶ τμητικῆς δυνάμεως, ὥστε καὶ πρὸς ἆσθμα καὶ πρὸς ἐπίληψιν ἀγαθόν ἐστι φάρμακον. ὀνίνησι δὲ καὶ τοὺς ἰκτερικούς. καὶ ἡ ῥίζα δὲ παραπλησίας ὑπάρχουσα δυνάμεως ἐπὶ τῶν αὐτῶν ἁρμόττει, προσέτι δὲ καὶ τοὺς ἐκ συρίγγων τύλους ἀφαιρεῖ. χρὴ δὲ περιξύσαντας ἐντιθέναι. καὶ τοῦ ἄνθους δὲ ὁ χυλὸς ἀποτίθεται, τοῖς κατὰ τὰ ὦτα χρονιωτέροις ἕλκεσιν ἁρμόττων.
[μη΄. Περὶ σχίνου.] Σχῖνος, ὁ θάμνος οὗτος ἐξ ὑδατώδους οὐσίας ἀτρέμα θερμῆς τῇ δυνάμει καὶ γεώδους ψυχρᾶς, οὐ πολλῆς σύγκειται, δι’ ἣν καὶ στύφει μετρίως. ξηραίνει μὲν οὖν κατὰ τὴν δευτέραν τάξιν ἤδη συμπληρουμένην, ἢ τὴν τρίτην ἀρχομένην. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μέσος πώς ἐστι καὶ σύμμετρος. ὁμοίαν δὲ ἐν ἅπασιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι· τὴν στύψιν, ἐν ῥίζαις, ἐν κλάδοις, ἐν ἀκρέμοσιν, ἐν βλαστοῖς, ἐν φύλλοις, ἔτι δὲ καρπῷ τε καὶ φλοιῷ. καὶ εἰ χυλὸν δ’ ἐκ τῶν φύλλων αὐτοῦ
χλωρῶν ἐκθλίψαις, ὁμοίας μὲν καὶ οὗτός ἐστι τάξεως στύφων μετρίως, ὅθεν καὶ πίνεται καθ’ ἑαυτήν τε καὶ σὺν τοῖς ἄλλοις φαρμάκοις, ὅσα δυσεντερίας τε καὶ κοιλιακὰς διαθέσεις ἰᾶται. καὶ μὲν δὴ καὶ πρὸς τὰς τοῦ αἵματος πτύσεις καὶ τὰς ἐκ μήτρας αἱμοῤῥαγίας καὶ προπτώσεις ἕδρας τε καὶ ὑστέρας ἐπιτήδειός ἐστιν ἐγγύς τι τῆς ὑποκυστίδος ὑπάρχων.
[μθ΄. Περὶ σχίνου ἄνθους.] Σχίνου ἄνθος θερμαίνει μετρίως καὶ στύφει μετρίως ἔτι καὶ τῆς λεπτομεροῦς φύσεως οὐκ ἀπήλλακται. τοιγάρτοι διὰ ταῦτα καὶ οὐρητικόν ἐστι τὸ φάρμακον καὶ καταμηνίων ἀγωγὸν, ἐν πυρίαις τε καὶ πόμασι παραλαμβανόμενον. ὠφελεῖ δὲ καὶ τὰς καθ’ ἧπαρ καὶ στόμαχον καὶ κοιλίαν φλεγμονάς. ἔστι δ’ αὐτοῦ στυπτικωτέρα μὲν ἡ ῥίζα, τὸ δὲ καλούμενον ἄνθος θερμότερον. ἐν ἅπασι δὲ τοῖς μορίοις αὐτοῦ, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον, ἐμφαίνεταί τι γευόμενον στύψεως, δι’ ἣν καὶ πρὸς τοῖς αἱμοπτυϊκοῖς διδομένοις μίγνυται φαρμάκοις.
[ν΄. Περὶ σχοίνου λείας, ὀξυσχοίνου καὶ ὁλοσχοίνου.] Σχοίνου ἡ μὲν λεία, ἡ δ’ ὀξύσχοινος, ἡ δ’ ὁλόσχοινος ὀνομάζεται.
ἰσχνοτέρα μὲν καὶ σκληροτέρα ἡ ὀξύσχοινος, παχυτέρα δὲ καὶ χαυνοτέρα ἡ ὁλόσχοινος. ὁ καρπὸς δὲ τῆς ὁλοσχοίνου μὲν ὑπνωτικὸς, τῆς δ’ ὀξυσχοίνου δύο εἰσὶν εἴδη· τὸ μὲν ἄκαρπον, οὗ χρῆσις οὐδεμία πρὸς τὰς ἰάσεις, τὸ δ’ ἕτερον καρποφόρον· ὑπνώδης δὲ καὶ ταύτης ὁ καρπὸς, ἀλλ’ ἧττον ἢ τῆς ὁλοσχοίνου. ἔστι μὴν οὗτος καὶ κεφαλαλγής. ἀμφότεροι δὲ εἰ φρυγέντες μετ’ οἴνου πίνοιντο, τὰ κατὰ τὴν γαστέρα ξηραίνουσι ῥεύματα καὶ ῥοῦν τὸν ἐρυθρὸν ἐπέχουσιν. ἐξ ὧν δῆλον ὡς ἡ κρᾶσις αὐτῶν ἐστι σύνθετος ἐκ γεώδους οὐσίας ἀτρέμα ψυχρᾶς καὶ ὑδατώδους ἀτρέμα θερμῆς, ἵνα ξηραίνειν τε τὰ κάτω δύνωνται καὶ πρὸς τὴν κεφαλὴν ἀτμοὺς ἀναπέμπειν ἠρέμα ψυχροὺς, οἷς καὶ ὑπνώδεις ἐργάζονται.
19. [α΄. Περὶ τερμίνθου.] Τερμίνθου καὶ ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν. ἀλλὰ καὶ θερμαίνουσι κατὰ τὴν δευτέραν τάξιν, ὥστ’ ἤδη δῆλον ὡς καὶ ξηραίνουσι πρόσφατοι μὲν ὑπάρχοντες ἔτι καὶ ὑγροὶ μετρίως, ξηρανθέντες δὲ κατὰ τὴν δευτέραν τάξιν. ὁ
δὲ καρπὸς ὁ ξηρὸς ἐγγὺς καὶ τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων. ἔστι γὰρ οὕτω θερμὸς ὡς καὶ τοῖς μασωμένοις εὐθὺς εὔδηλον γίνεσθαι τὴν θερμότητα. ταῦτ’ ἄρα καὶ οὐρητικά ἐστι καὶ σπλῆνας ὀνίνησι.
[β΄. Περὶ τεύτλου.] Τεῦτλον νιτρώδους τινὸς μετείληφε δυνάμεως, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ ῥινῶν καθαίρει. ἑψηθὲν δὲ τὸ μὲν νιτρῶδές τε καὶ δριμὺ πᾶν ἀποτίθεται, γίγνεται δ’ ἀφλεγμάντου δυνάμεως καὶ ἀτρέμα διαφορητικῆς. ἰσχυρότερον δ’ εἴς τε τὸ ῥύπτειν καὶ διαφορεῖν ἐστι τὸ λευκὸν τεῦτλον, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως καὶ μᾶλλον κατὰ τὴν ῥίζαν ἤπερ τὰ ἄλλα μόρια.
[γ΄. Περὶ τευκρίου.] Τεύκριον τμητικῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως, ὅθεν καὶ σπλῆνας ἰᾶται. καὶ θείη ἄν τις αὐτὴν ἐν τρίτῃ μὲν τάξει τῶν ξηραινόντων, τῇ δευτέρᾳ δὲ τῶν θερμαινόντων.
[δ΄. Περὶ τέφρας.] Τέφρα. τῶν κεκαυμένων ξύλων τὸ λείψανον οὕτω προσαγορεύεται, σύνθετον ὑπάρχον ἐξ ἐναντίων οὐσιῶν τε καὶ ποιοτήτων. ἔχει γὰρ ἐν αὑτῷ
ἔχει τῷ ῥυπτικῷ μεμιγμένον καὶ κατ’ ἄμφω διενήνοχε τῆς ἐκ τῶν δρυΐνων ξύλων, ὅτι τε τὸ αἰθαλῶδες ἐν αὐτῇ πολλῷ δριμύτερόν ἐστι καὶ ὅτι τὸ οἷον γεῶδες, ἐν ἐκείναις μὲν ὑποστῦφόν πώς ἐστιν, ἐν ταύτῃ δὲ ῥυπτικὸν, ὥσπερ ἐν τῇ τῶν τιθυμάλλων. ἔστι δὲ καὶ ἡ τίτανος εἶδός τι τέφρας, λεπτομερεστέρα μὲν οὖσα τῆς ἐκ τῶν ξύλων, παρ’ ὅσον ἀκριβέστερον οἱ λίθοι κατοπτᾶσθαι δέονται πρὸς τὸ γενέσθαι τέφραν, ὅμως μὴν ἔχουσα καὶ αὐτὴ τὸ οἷον ἐμπύρευμα πολύ. καὶ διὰ τοῦτο πλυθεῖσα ξηραντικὸν ἀδήκτως γίνεται φάρμακον, καὶ μᾶλλον, εἰ δὶς ἢ καὶ τρὶς πλυθείη. διαφορητικὴ δ’ ἱκανῶς γίνεται θαλάσσῃ πλυθεῖσα. λεχθήσεται δὲ ὑπὲρ αὐτῆς κᾀπειδὰν περὶ τῶν μεταλλευομένων ὁ λόγος ἡμῖν γίγνηται.
[ε΄. Περὶ τηλεφίου.] Τηλέφιον ξηραντικῆς ἐστι καὶ ῥυπτικῆς δυνάμεως, οὐ μὴν ἐπιφανῶς γε θερμῆς, ἀλλὰ κατὰ τοῦτ’ ἄν τις ἴσως αὐτὸ θείη τῆς πρώτης τάξεως. ξηραίνει μέντοι κατὰ τὴν δευτέραν ἐπιτεταμένην, ἢ τὰ πρῶτα τῆς
τρίτης. καὶ διὰ τοῦτο πρός τε τὰ σηπεδονώδη τῶν ἑλκῶν ἁρμόττει καὶ λεύκας καὶ ἀλφοὺς ἰᾶται σὺν ὄξει.
[στ΄. Περὶ τήλεως.] Τῆλις θερμὴ μέν ἐστιν ἐκ τῆς δευτέρας τάξεως, ξηρὰ δ’ ἐκ τῆς πρώτης, καὶ διὰ τοῦτο τὰς μὲν ζεούσας φλεγμονὰς παροξύνει, τὰς δ’ ἧττον θερμὰς καὶ ὅσαι σκιῤῥωδέστεραι διαφοροῦσα θεραπεύει.
[ζ΄. Περὶ τιθυμάλλων.] Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν μὲν ἔχουσι τὴν δριμεῖαν καὶ θερμὴν δύναμιν. ὑπάρχει δ’ αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν αὐτῆς ὁ ὀπὸς, ἐφεξῆς δὲ ὅ τε καρπὸς καὶ τὰ φύλλα. μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων, ἀλλ’ οὐκ ἐπίσης. αὐτὴ μὲν οὖν ἑψομένη σὺν ὄξει τὰ τῶν ὀδόντων ἀλγήματα καὶ μάλισθ’ ὅσα βεβρωμένοις αὐτοῖς γίνεται θεραπεύει. οἱ δὲ ὀποὶ σφοδροτέραν ἔχοντες δύναμιν εἰς μὲν τὸ τρῆμα τῶν ὀδόντων ἐντίθενται· τῶν δ’ ἄλλων τοῦ σώματος εἰ ἅψαιντο μορίων εὐθὺς ἐπικαίουσί τε καὶ ἕλκουσι, διόπερ ἔξωθεν αὐτοῖς περιπλάσσεται κηρός. εἰσὶ γὰρ ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων, ἣν δὴ τῶν καυστικῶν ἔφαμεν ὑπάρχειν. οὕτως
ἄῤῥενα προσαγορεύουσιν ἔνιοι καὶ ὁ θῆλυς ὁ μυρσινίτης καλούμενος καὶ ὁ ἐν ταῖς πέτραις ὁ δενδροειδής. ἐφεξῆς δὲ ὅ τε τῇ φλόμῳ προσεοικὼς καὶ ὁ κυπαρισσίας, εἶθ’ οὕτως ὁ παράλιος, εἶτα ὁ ἡλιοσκόπος. κατὰ ἀναλογίαν δὲ τῆς εἰρημένης αὐτῶν δυνάμεως ἡ τέφρα καὶ ἡ ἀπ’ αὐτῆς κονία.
[η΄. Περὶ τραγακάνθης.] Τραγάκανθα παραπλησίαν ἔχει τῷ κόμμι δύναμιν, ἐμπλαστικήν τέ τινα καὶ δριμύτητα ἀμβλυωτέραν. καὶ δὴ καὶ ξηραίνει παραπλησίως ἐκείνῳ.
[θ΄. Περὶ τραγίου.] Τραγίου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον ἑλκτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως. ἔστι δὲ καὶ λεπτομερὲς καὶ θερμὸν τὴν δύναμιν ἐκ τῆς τρίτης ἤδη που τάξεως κατ’ ἀρχάς. σκόλοπάς τε συνάγει καὶ λίθους θρύπτει καὶ καταμήνια κινεῖ δραχμῆς ὁλκῇ πινόμενον. γεννᾶται δ’ ἐν Κρήτῃ μόνῃ τοῦτο τὸ τράγιον ἐοικὸς σχίνῳ. τὸ δ’ ἕτερον τράγιον τὸ τούτου μικρότερον, οὗ τὰ φύλλα τῷ σκολοπενδρίῳ προσέοικε, φαίνεται μὲν πολλαχόθι, στυπτικῆς δ’ οὐκ ὀλίγης μετέχον δυνάμεως, ὡς καὶ πρὸς τὰ ῥοώδη τῶν παθημάτων ἁρμόττειν.
[ι΄. Περὶ τραγοριγάνου.] Τραγορίγανος. ἐν τῷ περὶ ὀριγάνου λόγῳ πρόσθεν εἴρηται.
[ια΄. Περὶ τριβόλου.] Τρίβολος ἐξ ὑγρᾶς οὐσίας μετρίως ψυχρᾶς καὶ ξηρᾶς, οὐ μετρίως καὶ ταύτης ψυχρᾶς συνέστηκεν. ἐπικρατεῖ δ’ ἐν μὲν τῷ χερσαίῳ τὸ γεῶδες ψυχρὸν, ὅπερ καὶ στῦφον ἐδείξαμεν, ἐν δὲ τῷ ἐνύγρῳ, τὸ ὑδατῶδες καὶ διὰ τοῦτο ἀμφότερον καὶ πρὸς τὰς γενέσεις τῶν φλεγμονῶν καὶ ὅλως πρὸς ἁπάσας τὰς ἐπιῤῥοὰς ἁρμόττουσι. τοῦ δὲ χερσαίου λεπτομερὴς ὁ καρπὸς ὑπάρχων, τοὺς ἐν νεφροῖς λίθους θρύπτει πινόμενος.
[ιβ΄. Περὶ τριπολίου.] Τριπόλιον. ἡ ῥίζα δριμεῖα γευομένῳ καὶ θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην ἀπόστασιν.
[ιγ΄. Περὶ τριφύλλου.] Τρίφυλλον, οἱ δὲ ἀσφάλτιον, οἱ δ’ ὀξύφυλλον, ἔνιοι δὲ μινυανθὲς, εἰσὶ δ’ οἳ κνίκιον ὀνομάζουσιν· ἀπὸ μὲν τῶν συμβεβηκότων τῷ θάμνῳ τὰ πρῶτα τρία, τὰ δὲ ὑπόλοιπα δύο οὐκ οἶδ’ ὁπόθεν. ἔστι δὲ ἡ δύναμις τοῦ φυτοῦ θερμὴ καὶ ξηρὰ κατὰ τὴν ἄσφαλτον, ᾗ παραπλήσιόν ἐστι κατὰ τὴν ὀσμὴν, τῆς τρίτης τάξεως κατ’
ἄμφω. καὶ διὰ τοῦτο πινόμενον καὶ πλευρῶν ἀλγήματα ἐπ’ ἐμφράξεσιν ὀνίνησι καὶ οὖρα κινεῖ καὶ καταμήνια.
[ιδ΄. Περὶ τριχομανοῦς.] Τριχομανὲς ὅσα περ ἀδίαντον δύναται.
[ιε΄. Περὶ τρύχνου ἢ στρύχνου.] Τρύχνον, ἔνιοι δὲ μετὰ τοῦ σίγμα στρύχνον ὀνομάζουσι. τὸ μὲν ἐδώδιμον ἐν τοῖς κήποις φυόμενον ἅπαντες γινώσκουσι καὶ χρῶνται πρὸς ὅσα ψῦξαί τε καὶ στῦψαι δέονται. δύναται γὰρ ἄμφω ταῦτα κατὰ τὴν δευτέραν τάξιν. τῶν δ’ ἄλλων τῶν οὐκ ἐδωδίμων τὸ μὲν ἁλικάκαβον ὀνομάζεται, πυῤῥὸν ἔχον τὸν καρπὸν ἐοικότα ῥαγὶ σταφυλῆς κατὰ τὸ σχῆμα καὶ τὸ μέγεθος, ᾧ καὶ πρὸς τοὺς στεφάνους χρῶνται. τὸ δ’ ἕτερον τὸ θαμνῶδες τὸ ὑπνωτικὸν καὶ τρίτον ἐστὶν ἐπ’ αὐτοῖς τὸ μανικόν. τὸ μὲν οὖν ἁλικάκαβον ἐν τῇ τῶν φύλλων δυνάμει παραπλήσιον ὑπάρχει τῷ κηπευομένῳ τρύχνῳ, τὸν καρπὸν οὐρητικὸν ἔχον. διὸ καὶ πολλαῖς τῶν συνθέτων δυνάμεων, ὅσαι πρὸς ἧπαρ ἢ κύστιν ἢ νεφροὺς ἁρμόττουσι, μίγνυται. τοῦ δ’ ὑπνωτικοῦ στρύχνου τῆς ῥίζης ὁ φλοιὸς μετ’ οἴνου πινόμενος
ὑπνωτικὸς ὑπάρχει, δραχμῆς σταθμῷ λαμβανόμενος. ἔστι δὲ καὶ εἰς τὰ ἄλλα τῷ τοῦ μήκωνος ὀπῷ παραπλήσιος, ἀσθενέστερος δ’ εἰς τοσοῦτον ὡς τῆς τρίτης εἶναι τάξεως τῶν ψυχόντων, ἐκείνου κατὰ τὴν τετάρτην τεταγμένου. τὸ σπέρμα τούτου τοῦ τρύχνου δύναμιν οὐρητικὴν ἔχει. μανιῶδες δ’ ἐστὶ, πλέον τῶν δώδεκα κορύμβων πινόμενον. τὸ δ’ ὑπόλοιπον τῶν εἰρημένων τρύχνων ἄχρηστόν ἐστιν εἰς τὰς τῶν ἔνδον ἰάσεις. εἰ μὲν γὰρ τέτταρες δραχμαὶ ληφθεῖεν αὐτῶν, θάνατον ἐπιφέρουσιν, εἰ δ’ ἐλάττους, μανίαν. ἄλυπος δ’ ἡ μία, πλὴν οὐδ’ αὐτή τι χρηστὸν ἔχουσα. ἔξωθεν δὲ τοῦ σώματος ἐπιπλασσομένου ἕλκη κακοήθη καὶ νομώδη θεραπεύει. ἄριστος δ’ εἰς τοσοῦτον τῆς ῥίζης ὁ φλοιὸς, ξηραίνων μὲν κατὰ τὴν δευτέραν που τάξιν ἤδη συμπληρουμένην καὶ τρίτην ἀρχομένην, ψύχων δὲ κατὰ τὴν δευτέραν ἀρχομένην.
20. [α΄. Περὶ ὑακίνθου.] Ὑακίνθου ἡ μὲν ῥίζα βολβοειδὴς ὑπάρχουσα τάξεώς ἐστι τῆς πρώτης μὲν ἐν τῷ ξηραίνειν, δευτέρας δὲ ἐν τῷ ψύχειν ἤδη που συμπληρουμένης ἢ καὶ τρίτης ἀρχομένης. ἀνήβους γοῦν ἐπιπλεῖστον
πεπίστευται διαφυλάττειν τοὺς παῖδας ἐν οἴνῳ καταπλασσομένη. ὁ δὲ καρπὸς ἀτρέμα τε ῥύπτει καὶ στύφει, καὶ διὰ τοῦτο καὶ αὐτὸς ἰκτερικοῖς δίδοται σὺν οἴνῳ, ξηραίνων μὲν ἤδη που κατὰ τὴν τρίτην τάξιν, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθέστηκε.
[β΄. Περὶ ὕδνου.] Ὕδνα πᾶσι γνώριμα γεωδεστέραν οὐσίαν ἐπικρατοῦσαν, ἐν τῇ συστάσει κέκτηται βραχέος τινὸς αὐτῇ μεμιγμένου τοῦ λεπτομεροῦς.
[γ΄. Περὶ ὑδροπεπέρεως.] Ὑδροπέπερι κέκληται μὲν ἀπὸ τῶν χωρίων ἐν οἷς φύεται καὶ τῆς κατὰ τὴν γεῦσιν ὁμοιότητος πρὸς τὸ πέπερι. ἔστι δὲ θερμὸν, ἀλλ’ οὐκ εἰς ὅσον πέπερι καὶ μέντοι καὶ χλωρὸν ἔτι τὸ βοτάνιον, ἅμα τῷ καρπῷ καταπλασθὲν, ὑπώπιά τε καὶ τοὺς σκιῤῥουμένους ὄγκους διαφορεῖ.
[δ΄. Περὶ ὑοσκυάμου.] Ὑοσκύαμος, ὁ μὲν τὸ μέλαν ἔχων σπέρμα μανιώδης τε καὶ καρωτικὸς ὑπάρχων. πλησίον δ’ αὐτοῦ τὴν δύναμίν ἐστι καὶ οὗ τὸ σπέρμα μετρίως ξανθόν
ἐστι, φεύγειν δ’ ἀμφοτέρους ὡς ἀχρήστους τε καὶ δηλητηρίους. ἐπιτηδειότατος δὲ πρὸς τὰς ἰάσεις οὗ καὶ τὸ σπέρμα καὶ τὸ ἄνθος λευκὸν, ἐκ τῆς τρίτης που τάξεως ὑπάρχων τῶν ψυχόντων. ἄνθος δὲ τοῦ μὲν τὸ μέλαν ἔχοντος σπέρμα μετρίως πορφυρίζον, τοῦ δὲ τὸ ὑπόξανθον ἀτρέμα μηλίζον.
[ε΄. Περὶ ὑπερικοῦ.] Ὑπερικὸν θερμαίνει καὶ ξηραίνει λεπτομεροῦς οὐσίας ὑπάρχον, ὡς καταμήνιά τε καὶ οὖρα προκαλεῖσθαι. χρὴ δὲ ὅλον εἰς ταῦτα λαμβάνειν τὸν καρπὸν οὐ τὸ σπέρμα μόνον, ἀλλὰ μετὰ τῶν φύλλων ἐπιπλασσόμενος χλωρὸς, εἰς οὐλὴν ἄγειν δύναται τά τ’ ἄλλα καὶ πυρίκαυτα. ξηρανθέντα δ’ εἰ κόψας ἐπιπάττοις, ἰάσῃ τὰ πλαδαρὰ καὶ σηπεδονώδη τῶν ἑλκῶν. ἔνιοι δὲ καὶ τοῖς ἰσχιαδικοῖς πίνειν αὐτὴν διδόασιν.
[στ΄. Περὶ ὑπηκόου.] Ὑπήκοον ψυκτικῆς ἐστι δυνάμεώς, ἐκ τῆς τρίτης που τάξεως τῶν ψυχόντων, ὡς μήκωνος ὀλίγον ἀποδεῖν.
[ζ΄. Περὶ ὑπογλώσσου.] Ὑπόγλωσσον ὠνόμασται μὲν οὕτως, ὅτι παραφύσεις ὑπ’ ἄκροις τοῖς κορύμβοις ποιεῖται
γλωσσαρίων. ἔστι δ’ ἡ ῥίζα καὶ ὁ χυλὸς τοῦ θαμνίσκου μαλακτικῆς δυνάμεως.
[η΄. Περὶ ὑσσώπου.] Ὕσσωπον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔστι δὲ καὶ λεπτομερές.
21. [α΄. Περὶ φακῶν.] Φακοὶ στύφουσι μὲν ἰσχυρῶς, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθεστήκασι. καὶ μέντοι καὶ ξηραίνουσι κατὰ τὴν δευτέραν τάξιν. αὐτὸ μὲν οὖν αὐτῶν τὸ σῶμα ξηραίνει καὶ ἵστησι γαστέρα, τὸ δ’ ἀφέψημα προτρέπει, διὸ καὶ ἀποχεῖται τὸ πρότερον ὕδωρ, ὅταν ἐπισχέσεως ἕνεκα λαμβάνωνται.
[β΄. Περὶ φακοῦ.] Φακὸς ὁ ἐπὶ τῶν τελμάτων ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως, ἐκ τῆς δευτέρας που τάξεως ὑπάρχων κατ’ ἄμφω.
[γ΄. Περὶ φαληρίδος.] Φαληρίδος τῆς πόας καὶ ὁ χυλὸς καὶ τὸ σπέρμα καὶ τὰ φύλλα πινόμενα πρὸς τὰ τῆς κύστεως ἀλγήματα πεπίστευται βοηθεῖν, ὡς ἐχούσης τι λεπτομερὲς καὶ θερμόν.
[δ΄. Περὶ φαλαγγίτου.] Φαλαγγίτης. ὠνόμασται μὲν οὕτως ἐκ τοῦ βοηθεῖν τοῖς ὑπὸ φαλαγγίων δακνομένοις. ἔστι δὲ λεπτομεροῦς δυνάμεως ξηραντικῆς, ὅθεν καὶ στροφουμένοις ἀρήγειν δοκεῖ.
[ε΄. Περὶ φλόμου.] Φλόμος, ἔνιοι δὲ διὰ τοῦ π γράφουσί τε καὶ λέγουσιν. ἡ μέν τίς ἐστι τοῖς φύλλοις λευκὴ, ἡ δὲ μέλαινα. καὶ τῆς λευκῆς ἡ μὲν ἄῤῥην, ἧς τὰ φύλλα στενώτερα, ἡ δὲ θῆλυς, ἧς μείζω. καὶ πρὸς ταύταις ἑτέρα φλόμος ἀγρία προσαγορευομένη, χρυσοειδὴς δ’ ἐστὶ καὶ μηλίζουσα τοῖς ἄνθεσιν. ἄλλη δέ τις ἐπὶ ταύταις, ἣν ἰδίως φλομίδα καὶ θρυαλλίδα προσαγορεύουσι. τῶν μὲν οὖν πρώτων δυοῖν ἡ ῥίζα στρυφνὴ γευομένη οὖσα τοῖς ῥοώδεσι πάθεσιν ἀρήγει. διακλύζονται δ’ αὐτὴν ἔνιοι καὶ πρὸς ὀδόντων ἀλγήματα. τὰ μέντοι φύλλα διαφορητικῆς ἐστι δυνάμεως. οὕτω δὲ καὶ τὰ τῶν ἄλλων φύλλα καὶ μάλιστα τῆς χρυσιζούσης τοῖς ἄνθεσιν, ᾗ καὶ τὰς τρίχας ξανθίζουσιν. ἁπασῶν γὰρ τὰ φύλλα ξηραντικῆς τε καὶ μετρίως ῥυπτικῆς ἐστι δυνάμεως.
[στ΄. Περὶ φοίνικος.] Φοῖνιξ τὸ δένδρον στυπτικῆς μετέχει δυνάμεως ἐν ἅπασι τοῖς ἑαυτοῦ μέρεσιν. ὁ μὲν οὖν τῶν κλάδων χυλὸς αὐστηρός ἐστιν ἐξ ὑδατώδους οὐσίας χλιαρᾶς καὶ γεώδους ψυχρᾶς συγκείμενος. ὁμοίας δὲ τούτου· φύσεώς ἐστι καὶ ὁ καλούμενος ἐγκέφαλος ἐδώδιμος ὑπάρχων. ὁ δὲ καρπὸς αὐτοῦ καὶ μάλισθ’ ὁ γλυκὺς οὐκ ὀλίγης μετείληφε θερμότητος. ἐδώδιμος δ’ ὢν εἰς πολλὴν ἔρχεται χρῆσιν, οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἵνα τονῶσαί τι καὶ ξηρᾶναι καὶ συναγαγεῖν καὶ πιλῆσαι καὶ πυκνῶσαι χρῄζομεν, ἀλλὰ καὶ ὡς σιτίον λαμβανόμενος ἅμα τε τοῖς ἄλλοις καὶ αὐτὸς καθ’ ἑαυτόν. ὃ δὲ καλοῦσιν ἐλάτην, τὸ ἁπαλὸν ἐκβλάστημα τοῦ φοίνικος, τὴν αὐτὴν τῷ κατ’ αὐτὴν ἐγκεφάλῳ δύναμιν ἔχει. τὸ δ’ οἷον ἀμφίεσμα αὐτοῦ στυπτικὴν μὲν καὶ αὐτὸ κέκτηται ποιότητα, ξηραίνει δ’ ἐπὶ πλέον ἁπάντων τῶν εἰρημένων, ὡς ἂν καὶ τῇ τῆς οὐσίας συστάσει ξηρότερον αὐτῶν ὑπάρχον καὶ ἥκιστα μετέχον ὑγρότητος, ὥστε δεόντως ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν αὐτῷ χρῶνται. καὶ τοῖς συνάγουσι τὰ κεχαλασμένα τῶν ἄρθρων φαρμάκοις μιγνύουσι καὶ ταῖς
ἡπατικαῖς τε καὶ στομαχικαῖς δυνάμεσιν, ἔξωθέν τε καὶ ἔσωθεν. ἔστι δὲ καὶ ἡ ῥίζα τοῦ φυτοῦ ξηραντικῆς ἀδήκτως δυνάμεως, ἔχουσά τι καὶ αὐτὴ στύψεως.
[ζ΄. Περὶ φορβίου.] Φορβίου τῷ σπέρματι πρὸς λευκώματα χρῶνται μετὰ μέλιτος, ἀλλὰ καὶ σκόλοπας ἐξάγειν πεπίστευται. καὶ ἡ πόα δὲ ταὐτὸν τούτῳ δοκεῖ δύνασθαι, ἐξ ὧν δῆλον ὡς λεπτομεροῦς τε καὶ ἑλκτικῆς καὶ ῥυπτικῆς μετέχει δυνάμεως.
[η΄. Περὶ φοῦ.] Φοῦ. ἀρωματώδης πώς ἐστιν ἡ τῆσδε τῆς πόας ῥίζα, νάρδῳ παραπλησία τὴν δύναμιν, ἀλλ’ εἰς μὲν τὰ πλεῖστα καταδεεστέρα, προτρέπει δ’ οὖρα τῆς μὲν Ἰνδικῆς καὶ Συριακῆς νάρδου μᾶλλον, ὁμοίως δὲ τῇ Κελτικῇ.
[θ΄. Περὶ φύκου.] Φῦκος ὑγρὸν ἔτι καὶ χλωρὸν ἐξαιρούμενον τῆς θαλάττης, καὶ ψύχει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν, ἔχει γάρ τι καὶ στρυφνὸν μετρίως.
[ι΄. Περὶ φυλλίτιδος.] Φυλλῖτις, στρυφνῆς οὖσα ποιότητος, οὐκ ἀπὸ τρόπου διαῤῥοίας τε καὶ δυσεντερίας ὀνίνησι πινομένη.
[ια΄. Περὶ φύλλου μαλαβάθρου.] Φύλλον μαλαβάθρου νάρδῳ παραπλήσιόν ἐστι τὴν δύναμιν.
22. [α΄. Περὶ χαλβάνης.] Χαλβάνη ὀπός ἐστι ναρθηκώδους φυτοῦ, μαλακτικῆς τε καὶ διαφορητικῆς ὑπάρχουσα δυνάμεως. καὶ εἴη ἂν ἐν μὲν τῷ θερμαίνειν ἐκ τῆς τρίτης που τάξεως ἀρχομένης ἢ τῆς δευτέρας συμπληρουμένης, ἐν δὲ τῷ ξηραίνειν ἐκ τῆς δευτέρας ἀρχομένης.
[β΄. Περὶ χαμαίδρυος.] Χαμαίδρυς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, ἔστι δὲ καὶ δριμεῖά πως. ἐξ ὧν δηλονότι δεόντως σπλῆνα τήκει καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ πάχος χυμῶν τέμνει, καὶ τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις ἐκκαθαίρει. καὶ θείη ἄν τις αὐτὴν ἐν τῇ τρίτῃ τάξει κατὰ τὸ ξηραίνειν καὶ θερμαίνειν, καὶ πλέον γε κατὰ τὸ ξηραίνειν ἢ θερμαίνειν.
[γ΄. Περὶ χαμαικισσοῦ.] Χαμαικισσοῦ τὸ ἄνθος πικρὸν ἱκανῶς ὑπάρχον ἐκφράττει τὰ καθ’ ἧπαρ. ἔνιοι δὲ καὶ τοῖς ἰσχιαδικοῖς αὐτὸ διδόασιν.
[δ΄. Περὶ χαμελαίας.] Χαμελαίας τὴν πικρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα. διὸ καὶ τὰ ῥυπαρὰ λίαν ἕλκη καὶ ὅσα μεγίστας ἐσχάρας ἔχει, μετὰ μέλιτος ἀνακαθαίρειν δύναται.
[ε΄. Περὶ χαμαιλεύκης.] Χαμαιλεύκη θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην που τάξιν καὶ ξηρὰ κατὰ τὴν πρώτην.
[στ΄. Περὶ χαμαιλέοντος.] Χαμαιλέοντος ἡ ῥίζα τοῦ μὲν μέλανος, ἔχει τι δηλητήριον, ὅθεν ἔξωθεν ἡ χρῆσις αὐτοῦ πρὸς ψώρας καὶ λειχῆνας καὶ ἀλφοὺς καὶ ὅλως ὅσα ῥύψεως δεῖται καὶ τοῖς μαλακτικοῖς καὶ διαφορητικοῖς μίγνυται φαρμάκοις. καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἰᾶται καταπλασθεῖσα. ἔστι γὰρ ξηρὰ κατὰ τὴν τρίτην ἤδη που τάξιν. ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς δευτέρας συμπληρουμένης. ἡ δὲ τοῦ λευκοῦ χαμαιλέοντος ῥίζα πρὸς ἕλμινθας πλατείας δίδοται πλῆθος ὀξυβάφου μετ’ οἴνου αὐστηροῦ. προσφέρουσι δ’ αὐτὴν καὶ τοῖς ὑδερικοῖς παραπλησίαν οὖσαν καὶ αὐτὴν τῇ κράσει τῇ τοῦ μέλανος ῥίζῃ, πλὴν ὅσα πικροτέρα ἐκείνης ἐστίν.
[ζ΄. Περὶ χαμαιπίτυος.] Χαμαιπίτυς κατὰ τὴν γεῦσιν μὲν ἰσχυρότερον ἔχει τὸν πικρὸν χυμὸν τοῦ δριμέος, κατὰ τὴν ἐνέργειαν δὲ διακαθαίρει καὶ ῥύπτει τὰ σπλάγχνα πλέον ἢ θερμαίνει. διὰ τοῦτο καὶ τοῖς ἰκτεριῶσι καὶ ὅλως οἷς ἐμφράττεται ῥᾳδίως τὸ ἧπαρ ἀγαθόν ἐστι φάρμακον. ἄγει δὲ καὶ καταμήνια πινομένη τε καὶ μετὰ μέλιτος προστιθεμένη. ἔστι δὲ καὶ οὐρητικὸν φάρμακον. ἔνιοι δὲ καὶ ἰσχιαδικοῖς αὐτὴν διδόασιν, ἀφέψοντες ἐν μελικράτῳ. χλωρὰ δ’ ἡ πόα καὶ τὰ μεγάλα τραύματα κολλᾷν δύναται καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ἰᾶται καὶ τὰς ἐν μαστοῖς σκληρότητας διαφορεῖ. ἔστι γὰρ ἐν τῷ ξηραίνειν τῆς τρίτης τάξεως, ἐν δὲ τῷ θερμαίνειν τῆς δευτέρας.
[η΄. Περὶ χαμαισύκης.] Χαμαισύκη ῥυπτικήν τε ἅμα καὶ δριμεῖαν ἔχει δύναμιν, ὥστε καὶ ἀκροχορδόνας καὶ μυρμηκίας, οἵ τε κλῶνες αὐτῆς καταπλαττόμενοι καὶ ὁ ἐξ αὐτῶν ὀπὸς ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ σὺν μέλιτι καὶ τὰς ἐν ὀφθαλμοῖς παχείας οὐλάς. ὠφελοῦσι δὲ καὶ τὰς διὰ πάχος ἀμβλυωπίας, ὥσπερ οὖν καὶ ἀρχὰς ὑποχύσεων.
[θ΄. Περὶ χελιδονίου.] Χελιδόνιον ῥυπτικῆς ἰσχυρῶς ἐστι καὶ θερμῆς δυνάμεως· καὶ μέντοι καὶ ὁ χυλὸς αὐτῆς εἰς ὀξυωπίας ἐστὶ χρήσιμος ἐφ’ ὧν ἀθροίζεται παχύ τι κατὰ τὴν κόρην, διαψορεῖσθαι δεόμενον. ἐχρήσαντο δ’ ἔνιοι τῇ ῥίζῃ καὶ πρὸς τοὺς ὑπ’ ἐμφράξεως ἥπατος ἰκτεριῶντας, ἐν οἴνῳ λευκῷ διδόντες πίνειν σὺν ἀνίσῳ. διαμασωμένη χρήσιμός ἐστιν ὀδόντων ἀλγήμασι. τὸ δὲ μικρότερον χελιδόνιον, δριμύτερον ὑπάρχον τοῦ μείζονος, ἑλκοῖ ταχέως τὸ δέρμα καταπλασσόμενον, ὄνυχάς τε λεπροὺς ἐκβάλλει. καθαίρει δ’ ὁ χυλὸς αὐτοῦ διὰ ῥινῶν ἰσχυρῶς ὑπάρχων δριμὺς, ὥστε εἴη ἂν καὶ ἥδε ἡ πόα τῆς τετάρτης ἤδη που τάξεως συμπληρουμένης ἤδη καὶ κατὰ τὸ θερμαίνειν καὶ ξηραίνειν.
[ι΄. Περὶ χονδρίλης.] Χονδρίλη. καὶ ταύτην ἔνιοι σέριν ὀνομάζουσιν. ἔστι γάρ πω τῆς αὐτῆς ἐκείνης δυνάμεως, πλὴν ὅσον πλέον ἔχει τὸ ὑπόπικρον ἐν τῇ γεύσει, καὶ διὰ τοῦτο ξηροτέρα τὴν δύναμίν ἐστιν.
[ια΄. Περὶ χόνδρου.] Χόνδρος ἐστὶ μὲν δήπου καὶ τροφὴ βελτίστη, καθάπερ καὶ πυρὸς, ἀλλ’ οὐ τῆς νῦν πραγματείας ἐστὶ περὶ τροφῆς διαιρεῖσθαι, ὡς φάρμακον δὲ τῆς ἐμπλαστικῆς ἐστι δυνάμεως. ἐν δὲ τῇ κράσει παραπλήσιός ἐστι πυρῷ, πλέον ἐκείνου τὸ γλίσχρον ἔχων, ᾧ καὶ τρόφιμος αὐτοῦ μᾶλλόν ἐστι καὶ οἷον ὕλη τις εἰς ὑποδοχὴν ἐπιτήδειος ὄξους τε γίγνεται καὶ θαλάττης καὶ ἅλμης, ὅσα τ’ ἄλλα τοιαῦτα σφοδρῶς ξηραίνοντα· καὶ διὰ τοῦτό τινες ἐκ τῶν ἱκανῶς ξηραινόντων ἐνόμισαν εἶναι καὶ τοῦτο τὸ σπέρμα. ἔστι δ’ αὐτὸς ὁ χόνδρος ἐκ τῶν συμπέττειν δυναμένων μᾶλλον, ὥσπερ καὶ ὁ πυρὸς, ἅπερ ἥκιστα ξηραίνει. διὰ δὲ τὴν τῶν ξηραινόντων φαρμάκων μίξιν τὸ σύνθετον ἐξ αὐτῶν ξηραντικὸν γινόμενον ἐξαπατᾷ τοὺς πολλοὺς τῶν ἰατρῶν, ὡς αὐτῷ τῷ χόνδρῳ τὴν τοῦ ξηραίνειν αἰτίαν ἀνατιθέναι παρέντας τὰ μιγνύμενα.
[ιβ΄. Περὶ χρυσοκόμης.] Χρυσοκόμη, καλεῖται δὲ καὶ χρυσίτης· τὴν δριμεῖαν ἅμα καὶ στύφουσαν ἐπικρατούσας ἔχει ποιότητας ἡ ῥίζα, διὸ μηδὲ πολύχρηστός ἐστιν. ἥ γε μὴν
χρῆσις αὐτῆς ἐν μελικράτῳ καθεψηθείσης ἐν περιπνευμονίαις τε καὶ ἡπατικοῖς νοσήμασιν. ἔχει δέ τι καὶ τῆς ἐμμήνου καθάρσεως προτρεπτικόν.
23. [α΄. Περὶ ψευδοδικτάμνου.] Ψευδοδίκταμνον ἀσθενοῦς δικτάμνου δύναμιν ἔχει.
[β΄. Περὶ ψυλλίου.] Ψυλλίου τὸ σπέρμα μάλιστ’ ἐστὶ χρήσιμον, ἐκ τῆς δευτέρας ὑπάρχον τάξεως τῶν ψυχόντων· ἐκ τῆς κατὰ τὸ ξηραίνειν καὶ ὑγραίνειν συζυγίας μέσον πώς ἐστι καὶ σύμμετρον.
24. [α΄. Περὶ ὠκίμου.] Ὤκιμον ἐκ τῆς δευτέρας μέν ἐστι τάξεως τῶν θερμαινόντων, ἔχει δ’ ὑγρότητα περιττωματικήν. ὅθεν οὔτε χρήσιμόν ἐστιν εἴσω τοῦ σώματος λαμβανόμενον, καταπλασσόμενον δ’ ἔξωθεν εἰς τὸ διαφορεῖν καὶ συμπέπτειν ἐστὶ χρήσιμον.
[β΄. Περὶ ὠκιμοειδοῦς.] Ὠκιμοειδές· ἔνιοι δὲ φιλεταίριον ὀνομάζουσιν· ἄχρηστος μὲν ἡ ῥίζα, τὸ δὲ σπέρμα λεπτομεροῦς τε καὶ ξηραντικῆς ἀδήκτως ὑπάρχει δυνάμεως.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ Ι.
Προοίμιον. Ὅσα μὲν τῶν φυτῶν ἐστι μόρια καὶ καρποὶ καὶ χυλοὶ καὶ ὀποὶ πρόσθεν εἴρηται· νυνὶ δὲ τῶν ὑπολοίπων φαρμάκων ὅσα μεταλλεύεται καὶ ὅσα τῆς γῆς αὐτῆς ἐστιν εἴδη πρόκειται διελθεῖν. ἐφεξῆς δ’ αὐτῷ εἰρήσεταί τι καὶ περὶ τῶν ἐν τοῖς ζώοις μορίων, οἷς ἐν λόγῳ φαρμάκων χρώμεθα πρὸς τὰς ἰάσεις. κοινὸν δὲ τινα περὶ πάντων αὐτῶν λόγον ἄμεινον εἶναί μοι δοκεῖ προτάξαι
ὑπόγυον ἐσχηκὼς τὴν ἀνάμνησιν αὐτῶν ἕπηται τοῖς λεχθησομένοις ἀκριβέστερον.
1. Περὶ τῶν γῶν. [α΄. Περὶ τῶν τῆς γῆς διαφορῶν.] Δυοῖν σημαινομένων πραγμάτων ἐκ τοῦ τῆς γῆς ὀνόματος ἀναγκαῖόν ἐστιν διαστεῖλαι πρότερον αὐτὰ σαφηνείας ἕνεκα τῶν λεχθησομένων. τὸ μὲν οὖν ἕτερον αὐτῶν σύνηθές ἐστιν ἅπασι τοῖς Ἕλλησιν. ὅταν τε γὰρ σπείρουσιν πυροὺς ἢ κριθὰς ἤ τι τῶν ἄλλων σπερμάτων, ἃ δημήτρια καλεῖται, μετρίως ὑγρὰν εἶναι χρῆναί φασι τὴν γῆν. ὅταν τε φυτεύουσιν ἀμπέλους ἢ συκὰς ἢ ἐλαίας ἤ τι τῶν ἄλλων δένδρων, φυλάττεσθαι κελεύουσι τήν τ’ ἄνικμον ἐσχάτως καὶ ξηρὰν τήν θ’ ὑγρὰν καὶ πηλώδη. καὶ γὰρ οὖν ὀνομάζουσι πηλὸν τὴν γῆν ὑγρῷ φυραθεῖσαν, οἵ τε τὰ γεωργικὰ γράψαντες ἐν ταῖς τῶν χωρίων διαφοραῖς τά τε μελάγγαια καὶ ἀργιλώδη καὶ ψαμμώδη διαστελλόμενα λέγουσιν. καλοῦσι δὲ καὶ λιπαρὰν γῆν, ἐξ ἧς ὁ πηλὸς γίνεται γλίσχρος. ἑτέραν τε κατὰ τοὐναντίον τῇδε διακειμένην, ἀλιπῆ καὶ ψαθυρὸν, ὡς ἂν εἴποι τις, ἐργαζομένη τὸν πηλόν. ἓν μὲν δὴ τοῦτο σημαινόμενόν
καλεῖν μὲν γὰρ ἔξεστί σοι καὶ διαφορὰς αὐτὰ καὶ εἴδη καὶ γένη. λέγω δὴ ταῦτα λίθους τε καὶ τὰ μεταλλευτὰ σώματα, καὶ τὴν εἰς πηλὸν λυομένην γῆν, καὶ πρῶτόν γε τὰς διαφορὰς ἐρῶ τῆς ὑπὸ πάντων Ἑλλήνων ὀνομαζομένης γῆς, ἥτις ἔχει κοινὸν ὕδατι πλησιάσασα, διαλύεσθαι παραχρῆμα καὶ πηλὸν γίνεσθαι. τὸ γὰρ τῆς παρὰ τοῖς φιλοσόφοις οὕτω καλούμενον οὐ κοινὸν ἅπασιν, ἀλλ’ ἐκείνοις μόνοις σύνηθες ἔχει τοὶ σημαινόμενον.
[β΄. Περὶ τῶν διαφορῶν τῆς συνήθως ὀνομαζομένης γῆς.] Γῆν ἔφην ὀνομάζεσθαι σύνηθες ἅπασιν Ἕλλησιν, ἥτις ἂν εἰς τὸ ὑγρὸν ἐμβληθεῖσα παραχρῆμα διαλύεταί τε καὶ πηλὸς γίνεται. ταύτης οὖν ἡ μέν τίς ἐστιν ἣν γεωργοῦσιν οἱ ἄνθρωποι, διαφορὰς ἔχουσά τινας μὲν κατὰ τὸν ἴδιον λόγον ἐν τῷ λιπαρά τε εἶναι καὶ γλίσχρος, ἥτις πάντως ἐστὶ καὶ μέλαινα τὴν χρόαν. ἡ δὲ ψαθυρωτέρα τε καὶ ἀλιπὴς, ἣν καλοῦσιν ἄργιλον, οὖσα καὶ ἥδε λευκοτέρα πως. ἐναντιώταται μὲν αὗται διαφοραί· αἱ δ’ ἄλλαι μεταξὺ τούτων, ἤτοι τῇ ἑτέρᾳ πλησιάζουσαι μᾶλλον ἢ τῇ ἑτέρᾳ, τινὲς δὲ κᾀν τῷ
οὐσίας, ἀδηκτότατα ξηραίνει, συντελεῖ δὲ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι.
[γ΄. Περὶ πλύσεως γῆς.] Πλύνεται δὲ κατὰ τὸν αὐτὸν τρόπον ἅπασα γῆ τῷ προειρημένῳ περὶ τῆς Λημνίας, ὕδατι μὲν πρῶτον ἀναφυραθεῖσα μηδεμιᾶς φαρμακώδους ποιότητος ἔμφασιν ἔχοντι. καταστάντος δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντος ἄνωθεν τοῦ ὕδατος, εἶτα τοῦ μετ’ αὐτὸ χωρισθέντος ἀπὸ τῶν ὑφισταμένων κάτω λιθωδῶν τε καὶ ψαμμωδῶν. εἰ δὲ καὶ γεγυμνασμένην ἔχεις τὴν γευστικὴν αἴσθησιν, αὐτὸς ἔσῃ κριτὴς ἀκριβὴς ἧς τε δεῖ πλύνειν γῆς ἧς τε μή. τίνες μὲν γὰρ οὐ δέονται πλύσεως, τινὲς δὲ δὶς ἢ τρὶς δέονται πλυθῆναι. τὴν μὲν οὖν Λημνίαν ἑτοίμην λαμβάνεις ἅπαξ πεπλυμένην ὑπὸ τῆς ἱερείας, ἐκ δευτέρου δὲ πλυθῆναι μὴ δεομένην.
[δ΄. Περὶ Σαμίας γῆς.] Ἡ Σαμία δ’ οὐδὲ δεῖται πλυθῆναι. χρώμεθα δ’ αὐτῆς θατέρῳ τῶν εἰδῶν μᾶλλον, ὃ δὴ καὶ Σάμιον ἀστέρα καλοῦσιν, εἰς τὰς τοῦ αἵματος πτύσεις,
Ἀρμενικὴ βῶλος αὕτη; καλεῖν δ’ ἔξεστί σοι, καθάπερ ἔφην, καὶ λίθον αὐτὴν, ὡς ὁ δοὺς ὠνόμαζεν, καὶ γῆν, ὡς ἂν ἐγὼ φαίην, ἐπειδὴ καὶ τέγγεται τοῖς ὑγροῖς.
2. Περὶ λίθων. [α΄. Περὶ ἐνεργουσῶν ποιοτήτων τῶν λίθων.] Τῶν αὐτοφυῶν σωμάτων εἰσὶ καὶ αἱ λίθοι, διαφέρουσαι τῆς συνήθως ὀνομαζομένης γῆς τῷ μὴ τέγγεσθαι. δυνάμεις δ’ ἔχουσι τὰς μὲν κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας, τὰς δὲ κατὰ τὰς δραστικὰς ποιότητας. ὅπως δ’ ἀλλήλων διαφέρει ταῦτα πρόσθεν εἴρηται. νῦν οὖν ὁ λόγος ἡμῖν ἔστω περὶ τῶν κατὰ τὰς δραστικὰς ποιότητας ἐνεργουσῶν, ἐν αἷς ἐστι καὶ ἡ τῆς χρήσεως αὐτῆς μέθοδος. ἐδείκνυντο γὰρ αἱ κατὰ τὴν ἰδιότητα τῆς ὅλης. οὐσίας δυνάμεις ἀμέθοδοί τ’ εἶναι καὶ ἄλογοι καὶ δι’ ἐμπειρίας μόνης γινωσκόμεναι. διὰ τί γὰρ ἥδε ἡ λίθος ἁψαμένη τραύματος αἱμοῤῥαγοῦντος ἐπέχει τὴν φορὰν οὐκ ἴσμεν· διὰ τὶ μέντοι τὸν αἱματίτην καλούμενον λίθον ἐμβάλλουσιν ὀφθαλμικαῖς δυνάμεσιν ἴσμεν, ἔστι γὰρ εὕρημα λόγου τὸ τοιοῦτον. ἐὰν
ἐκτρέπεσθαι. περὶ πρώτων οὖν ἐρῶ λίθων ὅσοι παρατριβόμενοι θυίαις ἢ ἀκόναις εἰς χυλὸν ἀναλύονται.
[β΄. Περὶ αἱματίτου, γαλακτίτου καὶ μελιτίτου.] εἷς δέ τίς ἐστι τῶν τοιούτων καὶ ὁ καλούμενος αἱματίτης, ἀπὸ τῆς κατὰ τὴν χρόαν ὁμοιότητος οὕτως ὠνομασμένος, ὥσπερ γε καὶ ὁ γαλακτίτης, ἐπειδὴ κᾀκεῖνος εἰς χυλὸν λυθεὶς ὅμοιος φαίνεται γάλακτι. παραπλήσιον δ’ αὐτῷ κατὰ τὴν χρόαν τὸν χυλὸν ἐργαζόμενος ὁ μελιτίτης, ἀπὸ τῆς κατὰ τὴν γεῦσιν ὁμοιότητος οὕτως ὠνόμασται. δέδεικται δ’ ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ὁ μὲν γλυκὺς ἅπας χυλὸς ὑπὸ συμμέτρου θερμασίας τοιοῦτος γινόμενος, ὁ δὲ στύφων ὑπὸ ψύξεως. ἕξει τοιγαροῦν ὁ μὲν αἱματίτης λίθος τοσοῦτον τῆς ψύξεως, ὅσον καὶ τῆς στύψεως, ὁ δὲ μελιτίτης σύμμετρον θερμότητα, μέσην δ’ ἀμφοῖν κρᾶσιν ὁ γαλακτίτης. εἰκότως οὖν ἐτόλμησαν οἱ ἰατροὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν μιγνύναι τὸν αἱματίτην λίθον. καὶ μόνῳ δ’ ἂν αὐτῷ χρήσαιο τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμονὴ τοιαῦτ’ εἴη γεγονότα, δι’ ὠοῦ τὴν ἄνεσιν ποιούμενος, ἢ μᾶλλον
ἔτι διὰ τήλεως ἀφεψήματος· εἰ δὲ χωρὶς φλεγμονῆς, δι’ ὕδατος. ἄρχου δ’ ἀεὶ μὲν ἀπὸ μετρίως ὑγροῦ διὰ τῆς μήλης ἐγχέων, ὅταν δ’ ὅτι φέρει τὴν δύναμιν αὐτοῦ θεάσῃ, παχύτερον ἀεὶ καὶ μᾶλλον ἐργάζου. καὶ τελευτῶν οὕτω παχὺ ποιήσεις ὡς διὰ μήλης πυρῆνος ὑπαλείφεν καθ’ ὑποβολὴν ἢ ἐκτροπὴν τοῦ βλεφάρου. ὁ δ’ αὐτὸς οὗτος λίθος ὁμοίως ἐπ’ ἀκόνης ἀποτριβόμενος αἵματος πτύσεσιν ἁρμόττει καὶ πᾶσιν ἕλκεσιν. ξηρὸς δὲ λειωθεὶς ὡς χνοώδης γενέσθαι καταστέλλει τὰ ὑπερσαρκοῦντα. χρῆται μὲν οὖν οὐδεὶς αὐτῷ μόνῳ καθ’ αὑτόν. ἐγὼ δ’ ἐφ’ ὧν εἶπον ἐχρησάμην, ἐκ τῆς κατὰ τὴν γεῦσιν ποιότητος εὑρὼν τὴν δύναμιν, εἶτα τῇ πείρᾳ βασανίσαι βουληθεὶς εἰ καλῶς ἐτεκμηράμην. καὶ αὐτὰ δὲ τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη συνουλοῖ μόνος αὐτὸς, ἀποτριβόμενος μὲν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἤτοι δ’ ἐγχυματιζόμενος ἢ ὑπαλειφόμενος. ἐβασάνισα γὰρ καὶ τοῦτο τῇ πείρᾳ.
[γ΄. Περὶ σχιστοῦ καὶ ἄλλων πολλῶν λίθων.] Τούτῳ δὲ τῷ λίθῳ παραπλησίαν μὲν, ἀσθενεστέραν δὲ τὴν δύναμιν
εἰς χυλὸν ἀναλύονται, παρατριβόμενοι, καθάπερ εἶπον, ἀκόναις τε καὶ θυίαις, ὄντων καὶ ἄλλων εἰς χυλὸν λυομένων λίθων, ὥσπερ οὗτος ὁ κατ’ Αἴγυπτον γεννώμενος, ᾧ χρῶνται στιλπνοῦντες τὰς ὀθόνας. ἔστι δ’ ἀποιότερος τῶν εἰρημένων, οὔτε στύψιν οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων. ὅθεν αὐτὸ δὴ τοῦτο μόνον ὑπάρχει τῷ λίθῳ τούτῳ τὸ ξηραίνειν, καὶ διὰ τοῦτο κηρωτῇ μιγνύντες αὐτὸν εἰς ἐπούλωσιν ἑλκῶν ἐπὶ τῶν μαλακῶν σωμάτων χρῶνται. μίγνυνται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν ὁμοίως τοῖς προειρημένοις. ὅσῳ δ’ ἐστὶ μαλακτικώτερος αὐτῶν διὰ τὸ μηδεμίαν ἔχειν δραστικὴν ποιότητα, τοσούτῳ μετριώτερός τε καὶ ἀναισθητότερος ὑπάρχει. τοῦτον τὸν λίθον ἔνιοι μὲν μόροξον, ἔνιοι δὲ γραφίδα καλοῦσιν.
[δ΄. Περὶ τοῦ Διοσκουρίδου θυΐτου.] Ἁπάντων δὲ τῶν εἰρημένων λίθων ἰσχυροτέραν ἔχει δύναμιν ὁ ἐκ τῆς Αἰθιοπίας κομιζόμενος, ὑπόχλωρός πως, ὡς ἴασπις ὀνομαζόμενος. ἀνιέμενος οὗτος ὁ λίθος εἰς χυλὸν γαλακτώδη κατὰ τὴν χρόαν δακνώδη τοῖς γενομένοις, καὶ διὰ τοῦτ’ αὐτὴν οὐδεὶς ἔμιξεν
ὀφθαλμικαῖς δυνάμεσιν, οὔτ’ ἀποκρουστικαῖς ῥευμάτων οὔθ’ ἑλκῶν ἰατικαῖς, ἀλλὰ μόνον εἰς τὸ καθῆραί τε καὶ ῥύψαι τὰ χωρὶς φλεγμονῆς ἐπισκοτοῦντα ταῖς κόραις, ἐξ ὧν εἰσι καὶ αἱ πρόσφατοι τῶν οὐλῶν, ἃς λεπτύνειν πέφυκεν. ἀποῤῥύπτει δὲ καὶ τὰ μὴ πάνυ σκληρὰ τῶν πτερυγίων.
[ε΄. Περὶ Ἰουδαϊκοῦ.] Ἔστι δὲ καὶ ἄλλος λίθος ἰσχυρότερος τὴν δύναμιν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ γινόμενος, λευκὸς μὲν τὴν χρόαν, εὔρυθμος δὲ κατὰ τὸ σχῆμα καὶ γραμμὰς ἔχων ὡς ἀπὸ τόρνου γεγονυίας. ὀνομάζουσι δ’ αὐτὸν ἀπὸ τῆς χώρας ἐν ᾗ γεννᾶσθαι πέφυκεν Ἰουδαϊκὸν, καὶ χρῶνται πρὸς τοὺς ἐν τῇ κύστει λίθους, ἀνιέντες μὲν ἐπ’ ἀκόνης, ποτίζοντες δὲ δι’ ὕδατος θερμοῦ κυάθων τριῶν. ἡμεῖς δ’ ἐφ’ ὧν ἐπειράθημεν οὐδὲν ἤνυσεν ὡς πρὸς τοὺς ἐν κύστει λίθους, ἐπὶ δὲ τῶν ἐν νεφροῖς συνιμένων ἐστὶ δραστήριος.
[στ΄. Περὶ πυρίτου.] Εἷς τῶν ἰσχυρὰν δύναμιν ἐχόντων ἐστὶν καὶ ὁ πυρίτης ὀνομαζόμενος, ᾧ χρώμεθα μιγνύντες ἐμπλάστρῳ διαφορητικῷ. προσεμβάλλεται δ’ αὐτῇ καὶ ὁ
καὶ ἀφελεῖν, λεπτῦναί τε καὶ διαφορῆσαι καὶ σφοδρῶς ξηρᾶναι καὶ τῆξαι.
[ζ΄. Περὶ φρυγίου.] Ταύτης τῆς δυνάμεως ἔχεται καὶ ὁ φρύγιος καλούμενος. ἀεὶ δ’ αὐτῷ κεκαυμένῳ κέχρημαι, καὶ πρὸς μὲν τὰ σηπεδονώδη τῶν ἑλκῶν ἢ αὐτὸν καθ’ ἑαυτὸν ἢ δι’ ὄξους ἢ δι’ οἰνομέλιτος ἢ δι’ ὀξυκράτου. πρὸς ὀφθαλμοὺς δὲ ξηρὸν ποιῶν φάρμακον, ὃ πολλοὶ λαβόντες ἔχουσιν ἤδη παρ’ ἐμοῦ. μίγνυμι δὲ αὐτῷ καὶ ἄλλα τινά. λεχθήσεται δὲ περὶ αὐτοῦ κατὰ τὴν περὶ συνθέσεως τῶν φαρμάκων πραγματείαν. νυνὶ δ’ ἀρκεῖ περὶ τῆς καθόλου δεδηλῶσθαι δυνάμεως αὐτοῦ. ξηραίνει γὰρ ἰσχυρῶς, ἔχων τι καὶ στύψεως ἅμα καὶ δήξεως. εἴρηται δέ μοι κᾀν τοῖς ἔμπροσθεν ἄριστά τε καὶ πολύχρηστα φάρμακα εἶναι πάντα τὰ μεμιγμένα, ἐν αὑτοῖς ἔχοντα τὰς δύο δυνάμεις, τήν τε ἀποκρουστικὴν καὶ διαφορητικήν.
[η΄. Περὶ ἀγηράτου.] Ἔστι δὲ καὶ ὁ ἀγήρατος καλούμενος λίθος, ᾧ τοὺς σκυτοτόμους ὁρῶμεν χρωμένους, μικτῆς δ’ ἐστὶ δυνάμεως στυπτικῆς τε καὶ διαφορητικῆς, ἀλλὰ περὶ μόνης τῆς στυπτικῆς σκεπτέον. ὠφελεῖ μὲν ἐναργῶς γαργαρεῶνας
φλεγμαίνοντας, οὐ μὴν γευομένοις γε σαφῆ στύψιν ἔχων ἢ δριμύτητα φαίνεται.
[θ΄. Περὶ Ἀσσίου.] Ἔστι δὲ καὶ ἄλλος λίθος ἐν Ἀσσῷ γεννώμενος, ὃν καὶ δι’ αὐτὸ τοῦτο καλοῦσιν Ἄσσιον, οὐ σκληρὸς ὡς αἱ πέτραι· πωροειδὴς γάρ ἐστι κατά τε χρόαν καὶ σύστασιν, εὔθρυπτός τε καὶ χαῦνος, ἐπιτρέφεται δ’ αὐτῷ παραπλήσιόν τι ἀλεύρῳ λεπτοτάτῳ, τῷ προσιζάνοντι τοῖς τοίχοις τῶν ἐν τοῖς μύλωσι διαττομένων ἀλεύρων. καλοῦσι μὲν οὖν τὸ φάρμακον τοῦτο πέτρας Ἀσίας ἄνθος. ἔστι δὲ λεπτομερὲς, ὡς ἀδήκτως τὰς πλαδαρὰς σάρκας ἐκτήκειν. ὁμοίαν δ’ αὐτῷ δύναμιν ἔχουσα καὶ ἡ πέτρα καθ’ ἣν γεννᾶται τῷ σφοδρῷ τῆς ἐνεργείας ἀπολείπεται. πλεονεκτεῖ γὰρ αὐτῆς τὸ ἄνθος οὐ μόνον τῷ μᾶλλον ἐκτήκειν καὶ διαφορεῖν καὶ ταριχεύειν, ἀλλὰ καὶ τῷ χωρὶς δήξεως ἰσχυρῶς ταῦτα ποιεῖν. ἔχει δέ τι καὶ ἁλμυρὸν ἐν τῇ γεύσει τουτὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος, ὡς εἰκάσαι τὴν γένεσιν ἴσχειν αὐτὸ, δρόσου τινὸς ἐκ θαλάττης ἐφιζούσης τῇ πέτρᾳ, κᾄπειτα ξηραινομένης ὑπὸ τοῦ ἡλίου.
[ι΄. Περὶ γαγάτου καὶ θρᾳκίου.] Ἔστι δὲ καὶ ἄλλος λίθος μέλας τὴν χρόαν, ὅταν ὁμιλήσῃ πυρὶ, παραπλησίαν ὀσμὴν ἀσφάλτου ποιῶν, ὃν ὁ Διοσκορίδης καὶ ἄλλοι τινὲς ἐν Λυκίᾳ φασὶν εὑρίσκεσθαι, κατὰ τὸν ποταμὸν ὄνομα Γαγάτην, ὅθεν περ καὶ αὐτῷ τῷ λίθῳ τὴν προσηγορίαν εἶναι φαμέν. οὐ μὴν ἐγὼ εἶδον ἐκεῖνον τὸν ποταμὸν, καίτοι παραπλεύσας ὅλην Λυκίαν μικρῷ πλοίῳ τῆς ἱστορίας ἕνεκα τῶν ἐν αὐτῇ. πλακώδεις δὲ λίθους μελαίνας, εἰ κατὰ πυρὸς ἐπιτεθεῖεν, ἀσθενῆ φλόγα γεννῶντας ἐκόμισα πολλὰς ἐκ τῆς κοίλης Συρίας, ἐν τῷ λόφῳ γεννωμένας τῷ περιέχοντι τὴν νεκρὰν ὀνομαζομένην θάλασσαν, ἐν τοῖς ἀνατολικοῖς αὐτῆς μέρεσιν, ἔνθα καὶ ἡ ἄσφαλτος γίνεται. καὶ ἦν ἡ ὀσμὴ τῶν λίθων τῇ ἀσφάλτῳ παραπλησία. ἐχρησάμην δ’ αὐτοῖς εἰς ἐμφυσήματα χρόνια κατὰ γόνυ γινόμενα δυσθεράπευτα, μιγνὺς ταῖς πρὸς τοῦτο τὸ σύμπτωμα πεπειρασμέναις δυνάμεσιν, καὶ σαφῶς ἔδοξεν ἡμῖν ἐναργεστέραν αὐτῶν πεποιηκέναι τὴν δύναμιν. ἔμιξα δ’ αὐτὸν καὶ τῇ βαρβάρῳ καλουμένῃ καὶ σαφῶς ἐγένετο ξηραντικώτερον τὸ φάρμακον, ὡς καὶ κόλπους προστέλλειν, οὐ μόνον ἔναιμα τραύματα κολλᾷν
ἐφ’ ὧν ἡρμοκέναι μάλιστα πεπίστευται. ἔστι δὲ καὶ ἄλλη τις λίθος, ἧς καὶ Νίκανδρος μέμνηται γράφων οὕτως.
Ἠέ σύ γε Θρήϊσσαν ἐνὶ φλέξαις πυρὶ λίαν· Εἶθ’ ὕδατι ῥανθεῖσα ἐλάσεται, ἔσβεσε δ’ αὐτὴν Τυτθὸν, ὅτ’ ὀσμήσηται, ἐπιῤῥανθέντος ἐλαίου, Τὴν ἀπὸ Θρηϊκίου νομέες ποταμοῖο φέρουσιν, Ὃν Πόντον καλέουσιν.
Ἀλλ’ οὐδὲν ἐξ αὐτῆς ὤφελος ἐς ἰατρικὴν οὐδ’ ὁ Νίκανδρος γράφει παρὰ τὴν δυσωδίαν, ἣ τὰ θηρία θυμιώμενα διώκει.
[ια΄. Περὶ μαγνίτιδός τε καὶ ἡρακλείας.] Τῶν λίθων δ’ ἐστὶ μία καὶ ἡ μαγνῖτις τε καὶ Ἡρακλεία καλουμένη, παραπλησίαν ἔχουσα τῷ αἱματίτῃ τὴν δύναμιν.
[ιβ΄. Περὶ Ἀραβίου.] Ὅ γε μὴν Ἀράβιος καλούμενος λίθος, ἐοικὼς ἐλέφαντι, ξηραντικῆς τε καὶ ῥυπτικῆς ἐστι δυνάμεως.
[ιγ΄. Περὶ ἀλαβαστρίτου.] Καὶ ὁ ἀλαβαστρίτης δὲ καλούμενος
ὄνυξ εἰς χρείαν ἰατρικὴν ἔρχεται καυθείς. ἔνιοι δὲ καὶ ποτίζουσι τοὺς στομαχικοὺς αὐτήν.
[ιδ΄. Περὶ σμυρίδος.] Καὶ ἡ καλουμένη δὲ σμυρὶς, ὅτι μὲν ἱκανῶς ῥυπτικῆς ἐστι δυνάμεως, δῆλόν ἐστιν κᾀκ τῶν χρωμένων αὐτῇ δακτυλιογλύφων, εἰς τὴν τοιαύτην χρείαν, ἀλλ’ ὅτι καὶ τοὺς ὀδόντας ἐργάζεται καθαροὺς ἐπειράθημεν.
[ιε΄. Περὶ κισσήρεως.] Εἰ δὲ καὶ ἡ κίσσηρις ἐν τοῖς λίθοις ἀριθμεῖτο καὶ αὕτη τῆς αὐτῆς ἐστι δυνάμεως ὅσον ἐπὶ τῷ ῥύπτειν, ὥσπερ γε καὶ τὸ ἐκ τῶν κεραμίδων ὄστρακον, ἔτι τε μᾶλλον αὐτοῦ τὸ ἐκ τῶν κλιβάνων, ἀλλ’ ἥ γε σμυρὶς ἔχει τι δριμὺ, καὶ διὰ τοῦτο τινὲς αὐτὴν μιγνύουσιν καυστικαῖς τε καὶ ξηραντικαῖς δυνάμεσιν καὶ ταῖς θεραπευούσαις οὖλα πλαδαρά. καυθεῖσα δ’ ἡ κίσσηρις οὐκ ἀπολείπεται σμίρεως εἰς τὰς αὐτὰς χρείας.
[ιστ΄. Περὶ λίθων τῶν ἐν τοῖς σπόγγοις.] Εἰσὶ δὲ καὶ οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι λίθοι θρυπτικῆς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρᾶς ὥστε τοὺς ἐν τῇ κύστει λίθους θρύπτειν,
ἀλλ’ οἱ τοῦτο γράψαντες ἐψεύσαντο, τοὺς δ’ ἐν νεφροῖς ὄντας θρύπτουσιν, ὥσπερ καὶ οἱ ἐκ τῆς Καππαδόκης, οὓς ἐν τῷ Ἀργαίῳ φασὶ γεννᾶσθαι. λύονται δ’ εἰς χυλὸν οὗτοι γαλακτώδη κατὰ τὴν χρόαν, ὥστ’ εὔδηλον ὅτι λεπτυντικῆς εἰσι δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς.
[ιζ΄. Περὶ ὀστρακίτου.] Τὸν δὲ ὀστρακίτην ὀνομαζόμενον λίθον ἐπαινούντων ἀκούω τινῶν ὡς ξηραντικὴν ἱκανῶς ἔχοντα δύναμιν ἐκ στύψεώς τε καὶ δριμύτητος ἐπιμεμιγμένην, ὥσπερ γε καὶ τὸν γεώδη καλούμενον ἀποκαθαίρειν τε τὰς κόρας καὶ τιτθῶν καὶ ὄρχεων ἰᾶσθαι φλεγμονὰς, ἐνιέμενοι ὕδατι. τό γε μὴν τῆς Ναξίας ἀκόνης ἀπότριμμα καὶ τιτθοὺς παρθένων κωλύει πρὸς ὥρας ἐμφυσᾶσθαι καὶ παίδων ὄρχεις, ὡς μετέχον δηλονότι καὶ καὶ ψυκτικῆς δυνάμεως.
[ιη΄. Περὶ ὀφίτου.] Καὶ ὀφίτης δὲ καλούμενος λίθος καυθεὶς ῥυπτικῆς τε καὶ θρυπτικῆς ἐστι δυνάμεως, ὥσπερ γε καὶ ἡ ὕαλος. ἱκανῶς γὰρ καὶ αὐτὴ θρύπτει πινομένη μετ’ οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει λίθους, ἀλλ’ οὐκ ἄν τις αὐτὴν ἐν τοῖς λίθους ἀριθμοίη.
[ιη΄. Περὶ χλωροῦ ἰάσπεώς τε καὶ ὀμφατίτεως καὶ ἱερακίτου καὶ Ἰνδικοῦ.] Ἰδιότητα δέ τινες ἐνίοις λίθους μαρτυροῦσι τοιαύτην, οἵαν ὄντως ἔχει καὶ ὁ χλωρὸς ἴασπις, ὠφελῶν τόν τε στόμαχον καὶ τὸ τῆς γαστρὸς στόμα περιαπτόμενον. ἐντιθέασί τε καὶ δακτυλίῳ αὐτὸν ἔνιοι καὶ γλύφουσιν ἐν αὐτῷ τὸν τὰς ἀκτῖνας ἔχοντα δράκοντα, καθάπερ καὶ ὁ βασιλεὺς Νεχεψὼς ἔγραψεν ἐν τῇ τεσσαρακαιδεκάτῃ βίβλῳ. τούτου μὲν οὖν τοῦ λίθου κᾀγὼ πεῖραν ἱκανὴν ἔχω, καὶ ὁρμάθιόν γέ τι ποιήσας ἐκ λιθιδίων τοιούτων ἐξῆπτον τοῦ τραχήλου σύμμετρον οὕτως, ὡς ψαύειν τοὺς λίθους τοῦ στόματος τῆς γαστρός. ἐφαίνοντο δὲ μηδὲν ἧττον ὠφελοῦντες ἢ εἰ τὴν γλυφὴν οὐκ ἔχοιεν, ἣν ὁ Νεχεψὼς ἔγραψε. τὸν δ’ ὀμφατίτην λίθον ἀνὴρ ἀξιόπιστος ὄντως ἔφη τοὺς ἐχεοδήκτους ὠφελεῖν περιαπτόμενον. ἀλλ’ ἔξω τῆς κατὰ μέθοδον χρήσεως αἱ τοιαῦται δυνάμεις εἰσὶν, ὥσπερ γε καὶ τοῦ ἱερακίτου τε καὶ Ἰνδικοῦ τὸ ἐκ τῶν αἱμοῤῥοΐδων ἱστῶντος αἷμα.
[κ΄. Περὶ σαπφύρου.] Καὶ γὰρ οὖν καὶ ὁ σάπφυρος πεπίστευται πινόμενος ὠφελεῖν τοὺς ὑπὸ σκορπίου πληγέντας.
[κα΄. Περὶ ἀφροσελίνου.] Καὶ ὁ ἀφροσέλινος καλούμενος καὶ τοὺς ἐπιλήπτους, οὐ μὴν ἡμεῖς ἐπειράθημεν. εἰσὶ δὲ καὶ ἄλλοι τινὲς λίθοι περιαπτόμενοι πρός τινων, ἔνιοι δὲ καὶ χαρακτῆράς τινας ἐγγραφομένους ἔχοντες καὶ γράμματα, καθάπερ καὶ ὁ πρὸς τὰς αἱμοῤῥοΐδας ἥρμοκεν ἱερακίτης, οὗ καὶ ἡμεῖς ἐπειράθημεν. ἀλλ’ οὐ νῦν περὶ τῶν τοιούτων λέγειν καιρὸς ἐξ ἐμπειρίας μόνης ἐχόντων τὴν πίστιν, οὐ κατὰ μέθοδόν τινα λογικὴν εἰς χρῆσιν ἠγμένων. ἄλλος οὖν ὁ περὶ τούτων ἔσται καιρός τε καὶ τόπος. νυνὶ δ’ ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς ἡμῖν ἐν ὅλῃ τῇ πραγματείᾳ πάλιν ἀνέλθωμεν.
3. Περὶ τῶν μεταλλικῶν φαρμάκων. [α΄. Περὶ κοινῶν τῶν μετάλλων λόγων τε καὶ συστάσεων καὶ δυνάμεων.] Μεταλλικὰ φάρμακα προσαγορεύειν ἔθος ἐστὶν τοῖς ἰατροῖς ὧν ἡ γένεσις ἐν τοῖς μετάλλοις ἐστὶν, ἤτοι γε αὐτοφυὴς ἢ διὰ καμίνου γινομένη. καὶ τρίτα γε πρὸς αὐτοῖς ἐστιν ὅσα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι συσκευάζουσιν καθ’ ὁντιναοῦν τρόπον, οἷον ψιμμύθιον, ψωρικὸν, σάνδικα, φύκον. ἐφεξῆς οὖν ὑπὲρ ἁπάντων εἰρήσεται
ὀλίγη δὲ ἡ τοῦ ἀερώδους, οὕτως ἐν τοῖς μεταλλευτοῖς πολὺ τῆς πυρώδους ἐγκέκραται. μεταξὺ δ’ αὐτῶν εἰσιν αἱ λίθοι, διὸ καὶ τὰ πλεῖστα τῶν μεταλλικῶν φαρμάκων πλυνόμενα τὰ μὲν ἅπαξ ἢ δὶς, τὰ δὲ πλεονάκις, εἰς τὰς ἀδήκτως ξηραινούσας δυνάμεις γίγνεται χρήσιμα. οὕτω μὲν οὖν οἱ κοινοὶ λόγοι, οὓς περὶ πάντων αὐτῶν ἀναγκαῖον προεγνῶσθαι· λεχθήσονται δ’ ἐφεξῆς οἱ καθ’ ἕκαστον ἴδιον κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφ’ ὧν αἱ προσηγορίαι τῶν φαρμάκων ἄρχονται.
[β΄. Περὶ ἁλῶν.] Ἅλες. εἰσὶ μὲν καὶ οὗτοι ἐκ τῆς θαλάσσης γενόμενοι κατὰ τὰς καλουμένας ἅλας, ὧν κᾀν τοῖς θαλαττίοις φαρμάκοις μνημονεύσομεν. εἰσὶ δὲ καὶ οἱ ὀρυκτοὶ καλούμενοι τῷ τῶν μεταλλικῶν φαρμάκων περιλαμβανόμενοι γένει. δύναμιν δ’ ἔχουσι παραπλησίαν ἀλλήλοις ἅπαντες οἵ τ’ ὀρυκτοὶ καὶ οἱ ἀπὸ τῆς θαλάττης, ὑπὲρ ὧν εἴρηται μὲν πρόσθεν ἐν τῷ τετάρτῳ γράμματι κατ’ ἐκεῖνον τὸν λόγον ἡνίκα τὸν ἁλυκόν τε καὶ ἁλμυρὸν χυμὸν ἀπὸ πικροῦ διωρίζομεν. εἰρήσεται δὲ καὶ νῦν ὡς ὁ μὲν ἐν τοῖς ἀφρονίτροις πικρός τέ ἐστι καὶ ῥυπτικὸς, ὁ δ’ ἐν τοῖς ἁλσὶ
τοσοῦτον ἀπολείπεται κατὰ τὸ ῥύπτειν, ὅσον πλεονεκτεῖ κατὰ τὴν στύψιν. ἔστι γὰρ μικτὸς ἐκ δυοῖν ποιοτήτων, ῥυπτικῆς τε καὶ στυπτικῆς. ὅτι δ’ ἱκανῶς ἀμφότεροι ξηραίνουσιν ἐδέδεικτο καὶ πρόσθεν. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν ὁ τοῦ λίτρου.
[γ΄. Περὶ ἀρμενιακοῦ.] Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. μίγνυται τοιγαροῦν ὡς τοιοῦτο καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειώσαντες καὶ χνοῶδες ἐργασάμενοι χρῶνται ξηρῷ πρὸς αὔξησιν τῶν ἐν τοῖς βλεφάροις τριχῶν, ὅταν ὑπὸ δριμύτητος χυμῶν τινὲς μὲν ἐκπίπτοντες αὐτῶν, τινὲς δὲ ἀναυξεῖς καὶ ἄτροφοι γίγνωνται. τὰς γὰρ δριμύτητας ταύτας ἐπιδαπανῆσαν εἰς τὴν κατὰ φύσιν εὐεξίαν ἐπανάγειν τὸ μόριον, οὗ τά τ’ ἄλλα καὶ τὸ φύειν καὶ αὔξειν καὶ ῥωννύναι τὰς τρίχας τῶν βλεφάρων ὑπάρχει. τινὰ μὲν γὰρ αὐτῶν ἐστιν ἄντικρυς τῶν φαρμάκων ἔργα, τινὰ δὲ διὰ μέσης τῆς τῶν ζώων σωμάτων διοικούσης φύσεως, καθάπερ καὶ τὰ τούτων αὐτῶν καλλιβλέφαρα προσαγορεύουσιν· αὐτὰ μὲν
γὰρ ξηραίνει μετρίως τὰ μετρίως βεβλαμμένα μόρια, τὴν φθείρουσαν τὰς τρίχας ὑγρότητα δαπανῶντα. ταύτης δὲ ἀπολομένης ἡ φύσις ἐπὶ τὰς ἰδίας ἐνεργείας ἀφικνεῖται τῶν τέως αὐτὴν ἐμποδιζόντων οὐκέτ’ ἐνόντων.
[δ΄. Περὶ ἀῤῥενικοῦ.] Ἀῤῥενικὴ ἢ ἀῤῥενικὸν, ἑκατέρως γὰρ ὀνομάζεται, καυστικῆς ἐστι δυνάμεως, ἄκαυτόν τε καὶ κεκαυμένον. εὔδηλον δ’ ὅτι καὶ λεπτομερέστερον γίγνεται καυθέν. χρῶνται δ’ αὐτῷ καὶ εἰς τὰς ψιλώσεις τῶν τριχῶν ὡς ἀποκαίοντι· εἰ χρονίσειέ γε, καὶ αὐτοῦ τοῦ δέρματος ἅπτεται.
[ε΄. Περὶ ἀφρολίτρου.] Ἀφρόλιτρον ἀφρονίτρου διαφέρει. νίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι. καὶ γὰρ καὶ λευκός ἐστιν, οὐχ ὥσπερ τὸ τῆς Ἀσίας πέτρας ἄνθος τεφρώδης. ἀφρόνιτρον δ’ οὐκ ἀλευρῶδες οὐδὲ διαλελυμένον, ἀλλὰ πεπηγός ἐστιν καὶ συνεστὸς, ᾧ πάντες οἱ ῥυπῶντες ἐν τοῖς βαλανείοις ὁσημέραι χρῶνται, ῥυπτικὴν ἔχοντι δύναμιν, ὡς μὴ μόνον ἀποσμῆξαι ῥύπον, ἀλλὰ καὶ κνησμὸν ἰάσασθαι, διαφορουμένων ὑπ’ αὐτοῦ τῶν ἐργαζομένων αὐτὸν ἰχώρων.
εἰκότως οὖν δι’ αὐτοῦ σκευάζουσιν ἰατροὶ πολλὰ τῶν διαφορούντων φαρμάκων. ὁ δ’ ἀφρὸς τοῦ νίτρου τῆς αὐτῆς μέν ἐστι φύσεως καὶ δυνάμεως τῷ νίτρῳ, λεπτομερεστέραν δ’ ἔχει τὴν οὐσίαν. ἐῤῥέθη γε μὴν ὀλίγον ἔμπροσθεν ἐν τῷ μεταξὺ κατὰ τὴν δύναμιν εἶναι τὸ ἀφρόλιτρον ἀφρονίτρου τε καὶ ἁλῶν. ἀφρολίτρῳ μὲν γὰρ ἡ ῥυπτικὴ δύναμις ὑπάρχει μόνη, τοῖς δ’ ἁλσὶ καὶ ἡ στυπτικὴ, πολὺ πλείων δὲ ἡ ῥυπτική.
[στ΄. Περὶ γύψου.] Γύψος καὶ αὐτὴ πρὸς τῇ κοινῇ πάντων τῶν γεωδῶν σωμάτων καὶ λιθωδῶν δυνάμει, καθ’ ἣν ἐλέγετο ξηραίνειν, ἔτι καὶ τοῦτο προσείληφεν, ὅτι ἐμπλαστικῆς τ’ ἐστὶ δυνάμεως. ἑνοῦται γὰρ αὐτὴ πρὸς αὑτὴν καὶ πήγνυται καὶ λιθοῦται βρεχεῖσα, διὸ καὶ τοῖς πρὸς αἱμοῤῥαγίαν ἁρμόττουσι φαρμάκοις ξηροῖς μίγνυται χρησίμως. αὐτὴ γὰρ μόνη καθ’ αὑτὴν λιθώδης γίγνεται καὶ σκληρὰ πηγνυμένη, καὶ διὰ τοῦτο ἐπενόησα δεύειν αὐτὴν ὠοῦ τῷ λεπτῷ καὶ λευκῷ, τῷ πρὸς τὰς ὀφθαλμίας χρησίμῳ, μιγνὺς ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, ὃ προσίζει τοῖς τοίχοις
κατὰ τοὺς μύλωνας. ἀναλαμβάνειν δὲ χρὴ τὸ οὕτως φυραθὲν ἁπαλαῖς ταῖς θριξὶν λαγῴαις, ἢ καί τισι τῶν ὁμοίως μαλακῶν.
[ζ΄. Περὶ γύψου κεκαυμένης.] Καυθεῖσα δὲ γύψος τὸ μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτομερεστέρα δὲ καὶ ξηραντικωτέρα γίγνεται, καὶ μέντοι καὶ ἀποκρουστικὴ, καὶ μάλισθ’ ὅταν ὀξυκράτῳ δευθῇ.
[η΄. Περὶ διφρυγοῦς.] Διφρυγὲς μικτῆς ἐστι ποιότητος καὶ δυνάμεως. ἔχει γάρ τι καὶ μετρίως στῦφον ἐν αὑτῷ καὶ δριμὺ μετρίως, διὸ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν ἐστι φάρμακον. ἐκόμισα δὲ καὶ τούτου τοῦ φαρμάκου πολύ τι πλῆθος ἐκ τῶν ἐν Κύπρῳ Σόλων, ἔνθα τὸ μέταλλόν ἐστιν, ὡς ἀπὸ σταδίων τῆς πόλεως τριάκοντα. ἔῤῥιπτο γὰρ ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε προκειμένου κατὰ τὸ μέταλλον οἴκου καὶ τῆς ὑποκειμένης αὐτῷ κώμης. ὁ δὲ προεστὼς ἐπίτροπος τοῦ μετάλλου τὸ μετὰ τὴν. καδμείαν εὑρισκόμενον ἄχρηστον ἔλεγεν ὑπάρχειν αὐτὸ, διὸ καὶ ῥίπτεσθαι παραπλησίως τῇ κατὰ τὰς ἑστίας τέφρᾳ τῶν καόντων ξύλων. πολύχρηστον
γινώσκειν, μηδέν γε συντελούσας εἰς τὴν διάγνωσιν αὐτῶν. ἐβουλόμην δ’ ἂν, εἴ μοι δυνατὸν ἦν, καὶ τὰς παρὰ τοῖς ἐμοῦ πρεσβυτέροις τῶν παραπεποιημένων φαρμάκων σκευασίας ἀπαλεῖψαι.
[θ΄. Περὶ θείου.] Ἅπαν μὲν θεῖον ἑλκτικῆς ἐστι δυνάμεως, θερμὸν μὲν τῇ κράσει, λεπτομερὲς δὲ κατὰ τὴν οὐσίαν ὑπάρχον, ὡς καὶ πρὸς πολλὰ τῶν ἰοβόλων ἀνθίστασθαι. ἔγωγ’ οὖν ἐπί τε τρυγόνος θαλασσίας καὶ δράκοντος ἐχρησάμην αὐτῷ πολλάκις, ἁλιεῖς τέ τινας διδάξας ἤκουσα μετὰ χρόνον αὐτῶν ἐπαινούντων μεγάλα τὸ φάρμακον. ἡ δὲ χρῆσις γίνεται καὶ ξηροῦ κατὰ τοῦ νύγματος ἐπιπαττομένου τοῦ φαρμάκου καὶ σιάλου μεμιγμένου. καὶ γὰρ καὶ τοῦτο ἐπινοήσας εὗρον ὑπὸ τῆς πείρας μαρτυρούμενον, ἐπενόησα δὲ καὶ δι’ οὔρου δευθὲν αὐτὸ ποιήσειν. εὐπόριστα γὰρ ἁλιεῖς ὅλως ἐδίδασκον φάρμακα, καὶ σὺν ἐλαίῳ δὲ παλαιῷ καὶ σὺν μέλιτι καὶ σὺν ῥητίνῃ τερμινθίνῃ καλῶς ἂν ἔφην αὐτοὺς χρήσασθαι. καὶ μέντοι καὶ πάντων τούτων ἡ πεῖρα τὴν κρίσιν ἐποιήσατο. καὶ ψώρας δὲ καὶ λειχῆνας καὶ
λέπρας οὐκ ὀλιγάκις ἰασάμην τῷ φαρμάκῳ τῷδε, μετὰ ῥητίνῃ τερμινθίνῃ. ἀποῤῥύπτει γὰρ τὰ τοιαῦτα πάντα πάθη χωρὶς τοῦ πρὸς τὸ βάθος ἀποκρούεσθαι, πολλῶν ἄλλων φαρμάκων τῶν ἰωμένων αὐτὰ μικτὴν ἐχόντων δύναμιν ὡς διαφορεῖν τε καὶ ἀποκρούεσθαι.
[ι΄. Περὶ ἰοῦ.] Ἰὸς δριμεῖαν ἔχει γευομένοις ποιότητα διαφορητικός τε καὶ καθαιρετικὸς καὶ τηκτικὸς ὢν οὐχ ἁπαλῆς μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ὡς ἔνιοι πολλὰ τῶν τοιούτων φαρμάκων ἐπουλωτικὰ καλοῦσιν, ἐπειδὴ λειώσαντες αὐτὸν καὶ χνοώδη ποιήσαντες, ἅπτονται τῶν ὑπερσαρκούντων ἑλκῶν διὰ μήλης πυρῆνος. εἶτα καὶ τὴν ὑστεραίαν εὑρίσκουσιν προσεσταλμένα, καίτοι γε γινώσκοντες ὡς εἰ βραχεῖ πλέον ἐπιθεῖεν, οὐ κατεσταλμένον, ἀλλὰ καὶ καταβιβρωσκόμενον εὑρήσουσι τὸ ἕλκος· τήκει γὰρ καὶ διαφορεῖ τὴν σάρκα, τῶν ἐπουλωτικῶν φαρμάκων συναγόντων τε καὶ πιλούντων καὶ σφιγγόντων καὶ τυλούντων αὐτήν. ἔστι δὲ καὶ τῇ γεύσει δακνώδης, οὐ μόνον τοῖς ἕλκεσιν ὁ ἰός. εἰ δέ τις μίξειεν ὀλίγον κηρωτῇ
πολλῇ, ῥυπτικὸν ἀδήκτως γίνεται τὸ μικτὸν ἐξ ἀμφοῖν. εἴρηται δ’ ἔμπροσθεν ὑπὲρ τῆς φύσεως τῶν τοιούτων φαρμάκων, ὅπως τε παραλογίζονταί τινες ἑαυτοὺς ἐκ τῶν τοιούτων συνθέσεων, ἤτοι σαρκωτικὴν ἢ ἐπουλωτικὴν δύναμιν οἷς οὐ χρὴ προσάπτοντες φαρμάκοις, οὐκ αὐτοῖς τοῦτο ποιεῖν πεφυκόσιν, ἀλλὰ τοῖς ἐξ αὐτῶν συντελοῦσιν συγκειμένοις.
[ια΄. Περὶ καδμείας.] Καδμεία γίνεται μὲν καὶ κατὰ τὴν ἐν ταῖς καμίνοις γένεσιν τοῦ χαλκοῦ, τῆς γῆς ὅλης ἐκείνης ἐξ ἧς ὁ χαλκὸς γεννᾶται κατὰ τὴν καμινείαν ἀναπεμπούσης εἰς ὕψος οἷον αἴθαλόν τινα ἢ ἄσβολον, ἢ αἰθάλην γε καὶ ἀσβόλην, ὡς ἂν ἐθέλῃ τις καλεῖν. εἰ δ’ οὐ γῆν, ἀλλὰ λίθον ἐθέλεις καλεῖν, ἐξ οὗ διακρινομένου κατὰ τὰς καμίνους τὸ μέν τι χαλκὸς γίνεται, τὸ δὲ καδμεία, τὸ δὲ διφρυγὲς, διαφερέτω μηδέν. γίγνεται δὲ καὶ ἐν τοῖς ἀργυρίοις μετάλλοις κατὰ τὴν ὁμοίαν διάκρισιν ἢ γένεσιν ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν. ἀλλὰ καὶ τοῦ πυρίτου λίθου καμινευομένου γίγνεται καδμεία. καὶ χωρὶς δὲ καμίνου καδμεία κατὰ Κύπρον εὑρίσκεται, καὶ δικαίως ἄν τις τὴν τοιαύτην ὀνομάζοι
μετρίως ἄνευ δήξεως ὡς εἰς τὰ πληρώσεως ἕλκη δεόμενα κατά τε τοὺς ὀφθαλμοὺς καὶ τὸ πᾶν σῶμα χρήσιμον. τὰ δὲ λίαν ὑγρὰ τῶν ἑλκῶν ἢ σηπεδονώδη κατὰ μὲν τὰ πάνυ μαλακὰ τῶν σωμάτων, οἷα τὰ τῶν εὐνούχων τε καὶ παίδων καὶ γυναικῶν ἐστιν, ὀνίνησιν ἡ τοιαύτη καδμεία· κατὰ δὲ τὰ σκληρὰ καὶ σύντονα τῶν εὐτονώτερον ξηραινόντων ἐστὶ χρεία φαρμάκων. ἀεὶ τοίνυν χρὴ μεμνῆσθαι πρὸς τὴν εὔκρατόν τε καὶ μέσην τῶν ὑπερβολῶν φύσιν ἀναφέρεσθαι τὸν λόγον ἐν ἅπασι τοῖς ἁπλῶς λεγομένοις, οἷον ὅτε εἴπωμεν ἤτοι πληρωτικὸν ἑλκῶν ἢ ἐπουλωτικὸν εἶναι φάρμακον, ἢ ἄλλο ὁτιοῦν ἄλλο ποιοῦν, πρὸς ἣν καὶ ἡμεῖς νῦν ἀναφέροντες ξηραντικὴν καὶ βραχέως ῥυπτικὴν τῇ καδμείᾳ τὴν δύναμιν εἶναί φαμεν, ἐν δὲ τῇ κατὰ θερμότητά τε καὶ ψύξιν διαφορᾷ σύμμετρός πώς ἐστιν οὐδέτερον ἐπιφανῶς ἐργαζομένη.
[ιβ΄. Περὶ κινναβάρεως.] Κιννάβαρι δριμείας μετρίως δυνάμεώς ἐστιν, ἔχει δέ τι καὶ στύψεως.
[ιγ΄. Περὶ κισσήρεως.] Κίσσηρις ἐάν τ’ ἐν τοῖς μεταλλευτοῖς
τάξῃς αὐτὴν, ἐγκαλέσουσιν οἱ φιλεγκλήμονες, ἄν τ’ ἐν τοῖς λίθοις, οὐ συγχωρήσουσι λίθον εἶναι, πολὺ δὲ μᾶλλον οὐδὲ γῆν, οὐδὲ τῶν ἐκ θαλάττης τι. καὶ μὴν δεῖ ποτε περὶ αὐτῆς εἰπεῖν, ἐμβαλλομένης εἴς τε τὰ σαρκωτικὰ φάρμακα καὶ τὰ τῶν ὀδόντων ῥυπτικά. τοῦτο μὲν οὖν ἀκαύτου, τοῦτο δὲ κεκαυμένης, ἡνίκα καὶ λεπτομερεστέρα γίνεται τοῖς ἄλλοις τοῖς κεκαυμένοις ἅπασι παραπλησίως, ἀλλ’ ἐν τῇ καύσει προσλαμβάνει τι δριμὺ, καὶ ἀποτίθεταί γε πάλιν αὐτὸ πλυνομένη. δόξειε δ’ ἂν τοὺς ὀδόντας λαμπρύνειν οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῇ τραχύτητι, καθάπερ εἰ καὶ σμύριν ἢ ὄστρακον ἤ τι τοιοῦτον λειώσας προσφέροις, ἅτινα καὶ αὐτὰ λαμπρύνει τάχα κατ’ ἄμφω, διότι τε ῥυπτικὸν ἔχει τι καὶ τῇ τραχύτητι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ κεκαυμένα κέρατα λαμπρυντικὰ τῶν ὀδόντων ἐστίν.
[ιδ΄. Περὶ κονίας τῆς ἐκ τῆς τέφρας.] Κονία. τῆς τέφρας πλυθείσης ἡ κονία γίνεται, τέφραν δὲ τὸ ὑπόλειμμα τῶν κεκαυμένων σωμάτων ὀνομάζουσιν οἱ Ἕλληνες, ἐάν τε λιθώδη τὴν φύσιν, ἐάν τε δένδρων ἢ ζώων ᾖ μόρια. κατὰ
τὴν φύσιν οὖν τοῦ πλυνομένου καὶ ἡ κονία γίνεται, τοῦ μὲν ἐμπύρευμα δριμύτατον ἔχοντος δριμυτάτη, τοῦ δὲ μὴ τοιούτου μετριωτέρα, διὸ καὶ ταῖς σηπταῖς λεγομέναις δυνάμεσι μίγνυται καυστικὴν ἔχουσα θερμότητα, τῷ λεπτομερεῖ τῆς οὐσίας ἀνωδύνως κάουσα.
[ιε΄. Περὶ κυανοῦ.] Κυανὸς εἴτ’ ἀρσενικῶς εἴτε θηλυκῶς ἐθέλεις ὀνομάζειν τὸ φάρμακον τοῦτο, δριμείας ἐστὶν δυνάμεως, καθαιρετικῆς τε καὶ διαφορητικῆς πλέονος ἢ κατὰ τὸ κιννάβαρι· μετέχει δὲ καὶ στύψεως.
[ιστ΄. Περὶ λεπίδος τῆς ἀπὸ χαλκοῦ καὶ σιδήρου καὶ στομώματος.] Λεπὶς ἡ μέν τίς ἐστι. χαλκοῦ πολύχρηστον φάρμακον, ἡ δέ τις σιδήρου τε καὶ στομώματος. ὀνομάζουσι δέ τινες καὶ ἡλῖτιν λεπίδα. ξηραίνουσι μὲν οὖν ἰσχυρῶς ἅπασαι, διαφέρουσι δ’ ἀλλήλων αὐτῷ τε τῷ ξηραίνειν ἧττόν τε καὶ μᾶλλον καὶ τῷ παχυμερεστέρας ἢ λεπτομερεστέρας οὐσίας εἶναι καὶ τῷ στύψεως μετέχειν ἧττόν τε καὶ μᾶλλον. ἡ μὲν οὖν ἡλῖτις ἐν τῷ ξηραίνειν πρωτεύει. καὶ
γὰρ καὶ λεπτομερεστέρα τῶν ἄλλων ἐστὶν, προσειληφυῖά τι καὶ ἰοῦ, στύψεως δὲ πλείονος ἡ τοῦ σιδήρου μετέχει λεπὶς, καὶ ταῦτ’ ἔτι μᾶλλον ἡ τοῦ στομώματος, διὸ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἀμείνους εἰσὶ τῆς τοῦ χαλκοῦ. καθαιρεῖ δὲ καὶ τήκει σάρκα μᾶλλον ἡ τοῦ χαλκοῦ, ταύτης δ’ ἔτι μᾶλλον ἡ ἡλῖτις. ἅπασαι δὲ λεπίδες δακνώδεις εἰσὶν οὐκ ἀγγεννῶς, ᾧ καὶ δῆλον ὡς ἡ τῆς οὐσίας αὐτῶν σύστασις οὐ πάνυ τι λεπτομερής ἐστιν, ἀλλὰ παχυμερὴς μᾶλλον. ἀδηκτότερον γὰρ ἀεὶ τῶν τὴν αὐτὴν δύναμιν ἐχόντων ἐστὶ τὸ λεπτομερέστερον, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐδείχθη.
[ιζ΄. Περὶ λιθαργύρου.] Λιθάργυρος ξηραίνει μὲν ὥσπερ καὶ τἄλλα πάντα τὰ μεταλλικά τε καὶ γεώδη καὶ λιθώδη φάρμακα, μετριώτατά γε μὴν τοῦτο ποιεῖ. καὶ κατὰ τὰς ἄλλας δὲ ποιότητάς τε καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς ἐστιν, οὔτε θερμαίνουσα σαφῶς οὔτε ψύχουσα καὶ τοῦ στύφειν τε καὶ ἀποῤῥύπτειν μετρίως μετέχει. διὸ καὶ τῶν σαρκωτικῶν φαρμάκων, ἃ μετρίως ἐδείχθη ῥυπτικὰ, λείπεται καὶ
τῶν συναγόντων δὲ καὶ στυφόντων. πρὸς δὲ τὰ κατὰ μηροὺς παρατρίμματα χρήσιμόν ἐστι φάρμακον, ἐπειδὴ βραχέως ἀμφοτέρων τῶν εἰρημένων μετέχει δυνάμεων. τῆς μέσης οὖν τάξεως εἰκότως ἂν ἐν τοῖς μεταλλικοῖς νομίζοιτο. διὸ καὶ ὡς ὕλῃ χρώμεθα πολλάκις αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν ἔχουσι δύναμιν ἢ δάκνουσαν ἢ στύφουσαν ἢ ὅ τι ἄλλο ποιοῦσαν, ὥσπερ κᾀν τοῖς τηκτοῖς τῷ κηρῷ χρώμεθα πρὸς τὰ πλεῖστα τῶν φαρμάκων ὥσπερ ὕλῃ τινί. διότι καὶ αὐτὸς ἐν τῷ μέσῳ πως τέτακται τῶν ἰσχυρὰν ἐχόντων δύναμιν.
[ιη΄. Περὶ νίτρου.] Νίτρον εἴρηται καὶ πρόσθεν ἐν τῷ μεταξὺ τοῦ ἀφρονίτρου τε καὶ ἁλῶν δυνάμεως εἶναι, καυθὲν δ’ ἐγγυτέρω γίγνεται τῷ ἀφρονίτρῳ, λεπτομερέστερον δ’ ἐκ τῆς καύσεως ἀποτελούμενον. ξηραίνει τοιγαροῦν καὶ διαφορεῖ καὶ, εἰ εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς πολὺ μᾶλλον τῶν ἁλῶν. ἀφρόνιτρον δ’ εἰ μὴ μεγάλης ἀνάγκης οὔσης οὐδὲ καταπίνει τις ὡς ἂν κακοστόμαχον ὂν, ἐπεί τοι μᾶλλόν ἐστι νίτρου τμητικόν. ἐπὶ γοῦν μυκήτων πνιγόντων ἐχρῆτό τις
ἀγροῖκος αὐτῷ καὶ διὰ παντὸς εὐδοκίμει. νίτρῳ δὲ κεκαυμένῳ τε καὶ ἀκαύστῳ καὶ ἔτι μᾶλλον αὐτοῦ τῷ ἀφρῷ καὶ ἡμεῖς ἐπὶ τοιούτων χρώμεθα.
[ιθ΄. Περὶ μελαντηρίας.] Μελαντηρία τῶν στυφόντων ἱκανῶς ἐστι φαρμάκων, μετὰ τοῦ καὶ λεπτομερὴς εἶναι σχεδὸν ἁπάντων τῶν στυφόντων μάλιστα.
[κ΄. Περὶ μέλανος γραφικοῦ.] Μέλαν ᾧ γράφομεν, ἱκανῶς καὶ τοῦτο ξηραίνει λυόμενον ὕδατι. καὶ τὰ πυρίκαυτα δὲ τῶν ἑλκῶν παραχρῆμα καταχριόμενον ὀνίνησιν. εἰ δὲ καὶ ὄξους ἔχει, πολὺ μᾶλλον.
[κα΄. Περὶ μίσυος.] Μίσυ. κατὰ τὸ μέταλλον ἐν Κύπρῳ τὸ προειρημένον ἐν τοῖς τῶν Σόλων ὄρεσι μέγας τις ἦν οἶκος, οὗ κατὰ τὸν δεξιὸν τοῖχον, ὡς πρὸς ἡμᾶς δὲ τοὺς εἰσιόντας ἀριστερὸν, εἴσοδος ἦν εἰς αὐτὸ τὸ μέταλλον, ἐν ᾧ τινας ἐθεασάμην ἐπὶ πλεῖστον ἐκτεταμένας οἷον ζώνας ἐπ’ ἀλλήλαις τρεῖς, ταπεινοτάτην μὲν τὴν τοῦ σώρεως, ἐπ’ αὐτῇ δὲ τὴν τῆς χαλκίτεως, εἶτα τοῦ μίσυος. ὁ δὲ κατ’ ἐκεῖνον
σαρξὶ δάκνει τὸ μίσυ τῆς χαλκίτεως, καίτοι γε οὐχ ἧττον αὐτῆς ὂν θερμὸν, ἀλλ’ ἐκ τοῦ κατὰ τὴν οὐσίαν λεπτομεροῦς ἔχει τοῦτο. χυτῶν δ’ ὄντων ἀμφοτέρων ἐν ταῖς ἑψήσεσιν, καὶ μᾶλλόν γε τῆς χαλκίτεως ἢ τοῦ μίσυος, οὐ τήκεται τὸ σῶρυ, διὰ τὸ λιθωδεστέραν τε καὶ σφοδροτέραν ἔχειν τὴν πῆξιν, ὥσπερ αὖ πάλιν τὸ μίσυ τῷ κατειργάσθαι διὰ τῆς συμφύτου θερμότητος, ξηρότερον ὂν τῆς χαλκίτεως, εἰκότως δὲ καὶ δυστηκτότερόν ἐστιν.
[κβ΄. Περὶ μολυβδαίνης.] Μολύβδαινα λιθαργύρῳ παραπλησίαν ἔχει δύναμιν, ἀποκεχωρηκυῖα βραχύ τι τῆς μέσης κράσεως ἐπὶ τὸ ψυχρότερον, ἀλλ’ οὐδὲ ῥυπτικῆς μετέχει δυνάμεως, ἔστι δ’ ἄμφω τὰ φάρμακα τηκτὰ καὶ οὐχ ὥσπερ οἱ λίθοι καὶ ἡ καδμεία καὶ ἡ ψάμμος ἄτηκτα. ταχίστη δ’ αὐτῶν ἡ τῆξις γίνεται προσλαβόντος ὄξους τοῦ ἐλαίου. τήκεταί γε μὴν καὶ εἰ ὕδωρ μίξας ἐπιπλεῖστον ἑψήσαις. ὥσπερ δ’ ἐν Κύπρῳ τὴν ἐν τοῖς ὄρεσιν καὶ ῥύαξι γεννωμένην καδμείαν ἔλαβον οὖσαν, ὡς ἔφην, εἶδός τι λίθου, κατὰ τὸν αὐτὸν τρόπον καὶ μολύβδαιναν, ἐῤῥιμμένην
παμπόλλοις ἅμα τοῖς ἄλλοις λίθοις ἐθεασάμην κατὰ τὴν εἰς Ἐργαστήρια φέρουσαν ὁδὸν ἀπὸ Περγάμου. καλεῖται δ’ Ἐργαστήρια κώμη τις, ἐν ᾗ καὶ μέταλλά ἐστι, μεταξὺ Περγάμου καὶ Κυζίκου, σταδίους ἀπέχουσα Περγάμου τετρακοσίους τεσσαράκοντα.
[κγ΄. Περὶ μολύβδου.] Μόλυβδος δυνάμεώς ἐστι ψυκτικῆς. ἔχει γὰρ οὐ μόνον ὑγρὰν οὐσίαν πολλὴν ὑπὸ ψύξεως πεπηγυῖαν, ἀλλὰ καὶ ἀερώδη, τῆς γεώδους ὀλίγης μετέχων. ὅτι μὲν οὖν ὑγρὰν οὐσίαν ἔχει πλείστην ὑπὸ ψύξεως πεπηγυῖαν ἡ γινομένη διὰ ταχέων, ἐπειδὰν ὁμιλήσῃ πυρὶ, χύσις τε καὶ ῥύσις αὐτῷ γινέσθω σοι τεκμήριον. ὅτι δὲ καὶ ἀερώδη, σημεῖον τόδ’ ἐστίν. μόλυβδος μόνος μόνος ὧν ἴσμεν αὐξάνεται καὶ ὄγκῳ καὶ σταθμῷ, κατατιθέμενος ἐν οἴκοις καταγείοις ἀέρα θολερὸν ἔχουσιν, ὡς εὐρῶτος πληροῦσθαι ταχέως τὰ κατ’ αὐτοὺς κείμενα· καὶ οἱ τοὺς πόδας δὲ τῶν ἀνδριάντων συνδοῦντες τοῖς λίθοις μόλυβδοι πολλάκις ὤφθησαν ηὐξημένοι. καί τινες εἰς τοσοῦτον ᾔρθησαν ὄγκον, ὡς. ἀποκρεμάννυσθαι τῶν λίθων ὁμοίως κρυστάλλῳ. ταῦτα
τὸν κεκαυμένον μόλυβδον, ὅταν πλυθῇ, ψυκτικῆς γίνεσθαι δυνάμεως, πρὸ πλυθῆναι δὲ μικτῆς ἐστιν δηλονότι. καὶ τοῦτο μὲν οὖν αὐτὸ τὸ φάρμακον ὁ κεκαυμένος μόλυβδος ἀγαθόν ἐστιν πρὸς τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ὅταν δὲ πλυθῇ, πολὺ μᾶλλον εἴς τε πλήρωσιν αὐτῶν καὶ συνούλωσιν ἄριστον γίνεται φάρμακον. ἁρμόττει δὲ καὶ τοῖς χειρωνείοις καλουμένοις καὶ καρκινώδεσιν ἅπασιν αὐτός τε καθ’ ἑαυτὸν καί τισι τῶν ἀπουλωτικῶν φαρμάκων μιγνύμενος, οἷόν ἐστι καὶ τὸ διὰ τῆς καδμείας. χρὴ δὲ λύειν μὲν ἐν ἀρχῇ, εἰ πολὺς ὁ ἰχὼρ εἴη, καθ’ ἑκάστην ἡμέραν· εἰ δὲ μὴ, διὰ τρίτης ἢ καὶ διὰ τετάρτης. ἐπικείσθω δὲ ἔξωθεν ἐξ ὕδατος ψυχροῦ σπόγγος, ὃς ὅταν ξηραίνηται, βρεχέσθω. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἢ κατὰ τὴν προκειμένην πραγματείαν εἴρηται, διὰ τὴν οἰκειότητα τοῦ λόγου προαχθέντος μου. καιρὸς δ’ ἤδη πρὸς τὰ συνεχῆ μετιέναι.
[κδ΄. Περὶ ὀστράκου.] Ὄστρακον ξηραντικῆς τ’ ἐστὶ καὶ ῥυπτικῆς δυνάμεως, μάλιστα δὲ τὸ ἐκ τῶν κλιβάνων, τῷ κατωπτῆσθαι. διὸ καὶ τῶν ἐμπλάστρων ἣν ὀνομάζουσιν
ἡφαιστιάδα, διὰ τούτου σκευαζομένη κάλλιστον ἐπουλωτικὸν γίνεται φάρμακον.
[κε΄. Περὶ πομφόλυγος καὶ σποδίου.] Πομφόλυξ γίνεται μὲν καὶ κατὰ τὴν τοῦ χαλκοῦ καμινείαν, ὥσπερ καὶ ἡ καδμεία. γίνεται δὲ καὶ αὐτῆς τῆς καδμείας καμινευομένης καὶ κατά τε τὴν Κύπρον, ἐπειδὴ τὴν παρασκευὴν οὐκ εἶχεν εἰς τὴν τοῦ χαλκοῦ καμινείαν ὁ ἐπίτροπος, ἐκέλευσεν ἐξ αὐτῆς τῆς καδμείας σκευασθῆναι παρόντι καὶ θεωμένῳ πομφόλυγα, κατὰ σμικρὰ θραύματα τῆς καδμείας ἐπιβαλλομένης τῷ πυρὶ, προσκειμένῳ αὐτῷ δηλονότι χαλκευτικῆς φύσεως. ὄροφος δ’ ἦν τις στεγανὸς ὑποδεχόμενος τὸν ἀναφερόμενον αἴθαλον, καμινευομένης τῆς καδμείας, ὃν ἀθροίσας ἔσχον πομφόλυγα. τὸ δ’ ἀντικαταφερόμενον κάτω καὶ πῖπτον ἐπὶ τοὔδαφος ἡ καλουμένη σποδός ἐστι, πλείων ἀθροιζομένη κατὰ τὰς τοῦ χαλκοῦ καμινείας. ἔνιοι δὲ σπόδιον οὐδετέρως αὐτὴν ὀνομάζουσιν, ᾧ δοκεῖ παραπλησίαν δύναμιν ἔχειν τὸ καλούμενον ἀντισπόδιον. ἐγὼ δ’ οὐδέποτε ἐχρησάμην αὐτῷ διὰ τὸ δαψιλῆ ἔχειν ἀεί τις πομφόλυγα. ταύτην γὰρ ἔχων τις οὐδ’
ἂν τῷ σποδίῳ χρήσαιτο, μήτοι γε τῷ ἀντισποδίῳ. φάρμακον δ’ ἔστιν ὁ πομφόλυξ, εἰ πλυθείη, σχεδὸν ἁπάντων ὅσα ξηραίνειν ἀδήκτως πέφυκε προφερέστατον, ὅθεν εἴς τε τὰ καρκινώδη τῶν ἑλκῶν ἐστιν ἐπιτήδειος καὶ τἄλλα τὰ κακοήθη πάντα. μίγνυται τοιγαροῦν εἴς τε τὰ κατὰ τοὺς ὀφθαλμοὺς ῥεύματα συντιθέμενα κολλύρια καὶ ὅσα φλυκταίνας τὰς ἐν αὐτοῖς ἢ ἕλκη θεραπεύει, καὶ πρὸς τὰ κατὰ τὴν ἕδραν τε καὶ αἰδοῖον ἕλκη. καὶ κάλλιστόν ἐστι φάρμακον ἀδήκτως, ὡς ἔφην, ξηραῖνον. ἀλλ’ οὐ τῇς προκειμένης πραγματείας τὸ χρονίζειν ἐν τούτοις.
[κστ΄. Περὶ σανδαράκης.] Σανδαράκη καυστικῆς ἐστι δυνάμεως, ὥσπερ τὸ ἀῤῥενικὸν ὀνομαζόμενον. εἰκότως οὖν εἴς τε τὰς διαφορητικὰς δυνάμεις αὐτὴν μιγνύουσιν καὶ τὰς ῥυπτικάς.
[κζ΄. Περὶ σάνδικος.] Σάνδιξ ὁποίας ἐστὶν δυνάμεως τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.
[κη΄. Περὶ σκωρίας.] Σκωρία πᾶσα ξηραντικὸν ἱκανῶς ἐστι φάρμακον, ἡ δὲ τοῦ σιδήρου μάλιστα. καὶ λειοτάτην γε
ποιῶν αὐτὴν ἐν ὄξει δριμυτάτῳ, καὶ μετὰ ταῦθ’ ἑψῶν εἴς τε τὰ πυοῤῥοῦντα τῶν ὤτων χρονίως χρῶμαι φαρμάκῳ ξηραντικωτάτῳ, ὥστε θαυμάζειν τοὺς ἰδόντας σκευαζόμενον αὐτὸ καὶ ἀπιστεῖν αὐτῷ πρὸ τῆς πείρας, εἰ ἀναδέχεσθαι δύναται τὰ ὦτα τοιούτου φαρμάκου. τὴν δὲ τοῦ ἀργυρίου σκωρίαν ἰδίως προσαγορεύουσιν ἕλκυσμα, καὶ μίγνυται δὲ καὶ ἐμπλάστροις τισὶ ξηραντικῆς δηλονότι δυνάμεως οὖσιν.
[κθ΄. Περὶ στίμμεως.] Στίμμι. πρὸς τῇ δυνάμει τῇ ξηραντικῇ καὶ στύψιν ἔχει τὸ φάρμακον τοῦτο, διὸ καὶ τοῖς ὀφθαλμικοῖς φαρμάκοις μίγνυται τοῖς τ’ ἀναπλαττομένοις εἰς τὰ καλούμενα κολλύρια καὶ τοῖς ξηροῖς, ἃ δὴ ξηρὰ κολλύρια προσαγορεύουσιν.
[λ΄. Περὶ στυπτηρίας σχιστῆς καὶ στρογγύλης καὶ ὑγρᾶς.] Στυπτηρία. τούτου τοῦ φαρμάκου καὶ τοὔνομα παρωνόμασται τῇ στύψει, σφοδροτάτην γὰρ αὐτὴν ἔχει. παχυμεροῦς δ’ ὄντος αὐτοῦ, λεπτομερεστέρα πώς ἐστιν τῶν ἄλλων στυπτηριῶν ἡ σχιστὴ καλουμένη. μετ’ αὐτὴν δ’ ἡ
στρογγύλη καὶ ἀστραγαλωτή. παχυμερὴς δ’ ἱκανῶς ἥ θ’ ὑγρὰ καὶ ἡ πλακῖτίς τε καὶ ἡ πλινθῖτις ὀνομαζομένη.
[λα΄. Περὶ τιτάνου.] Τίτανος, ἡ μὲν ἄσβεστος καίει σφοδρῶς, ὡς ἐσχάραν ποιεῖν, ἡ σβεσθεῖσα δὲ παραχρῆμα μὲν ἐσχαροῖ καὶ αὐτὴ, μεθ’ ἡμέραν δὲ μίαν ἢ δευτέραν ἧττον καίει καὶ ἧττον ἐσχαροῖ, μετὰ δὲ χρόνον οὐδ’ ὅλως ἐσχάρας ἐργάζεται. θερμαίνει δ’ ἔτι καὶ διατήκει τὰς σάρκας. εἰ δὲ πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ τὴν καλουμένην κονίαν, αὐτὴ δ’ ἀδήκτως ξηραίνει. καὶ εἰ δίς γε ἢ τρὶς ἢ πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίγνεται καὶ ξηραίνει γενναίως ἄνευ δήξεως.
[λβ΄. Περὶ ὑδραργύρου.] Ὑδράργυρος οὐκ ἔστι τῶν αὐτοφυῶν φαρμάκων, ἀλλὰ τῶν σκευαζομένων, ὥσπερ ψιμμύθιόν τε καὶ ὁ ἰὸς καὶ ψωρικὸν καὶ λιθάργυρος. ἔχω δ’ αὐτῆς οὐδεμίαν πεῖραν οὔθ’ ὡς ἀναιρούσης, εἰ καταποθείη, οὔτ’ ἔξωθεν ἐπιτιθεμένης.
[λγ΄. Περὶ φύκους.] Φῦκος ὁποίας ἐστὶ δυνάμεως ἐν τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.
[λδ΄. Περὶ χαλκάνθου.] Χάλκανθος. ἱστόρηταί μοι καὶ περὶ χαλκάνθου κατὰ τύχην εἰς χαλκῖτιν μεταβάλλοντι. ἐκόμισα γὰρ καὶ τοῦτο τὸ φάρμακον ἐκ τῆς Κύπρου πάμπολυ. τὸ δ’ ἔξωθεν αὐτοῦ πᾶν, ὡς μετὰ ἔτη σχεδὸν κ΄ χαλκῖτις ἐγένετο, τοῦ ἔνδον ὄντος ἔτι χαλκάνθου. διὸ καὶ φυλάττω μέχρι νῦν ἔτι τὸ μεταβάλλον οὕτως ἐπιτηρῶν, ὅπως ἄχρι τοῦ βάθους ἡ μεταβολὴ προσέρχηται καθ’ ἕκαστον ἔτος, ὥσπερ τῆς χαλκίτεως εἰς τὸ μίσυ, ὡς προείρηται. θαυμάσαι δ’ ἔστιν ἐπὶ τοῦ φαρμάκου τούτου πῶς ἰσχυροτάτῃ στύψει μέμικται θερμότης οὐκ ἀγεννής. δῆλον οὖν ὅτι ταριχεῦσαι μάλιστα πάντων δύναται τὰς ὑγρὰς σάρκας ἐκδαπανῶν μὲν τῇ θερμότητι τὴν ὑγρότητα, τῇ στύψει δὲ συνάγον καὶ πιλοῦν τὴν οὐσίαν. ἐν τούτῳ γάρ τοι τῷ ἔργῳ προσεκθλίβει μέν τι καὶ αὐτῆς τῆς ὑγρότητος, σφίγγει δὲ καὶ ξηραίνει καὶ συνάγει πρὸς ἑαυτὴν ὅλης τῆς σαρκὸς τὴν
ὅταν οὖν τοῦτο γένηται, πάλιν ἄλλην ὀπὴν ποιησάμενοι διορύττουσιν, ἄχρις ἂν ὑπακούσῃ τὸ ὕδωρ. ταῦτά σοι περὶ χαλκάνθου λέγειν εἶχον, ἴσως μὲν οὖν οὐκ ἀναγκαῖα, γινώσκεσθαι μέντοι μᾶλλον ἢ ἀγνοεῖσθαι βελτίω. μέμνησο δ’ ὅτι κατὰ τὴν ἀριστερὰν εἰσιόντων χεῖρα τὸ τοῦ σώρεως καὶ χαλκίτεως καὶ μίσυος ἔφην ἑωρᾶσθαί μοι μέταλλον, ὥστ’ ἐκ τούτων ἐπινοῆσαί μοι δύνασθαι τὸ διηθούμενον ὕδωρ ὄμβριον ἐν τῷ λόφῳ περικλύζειν τε καὶ περιπλύνειν ὅλην ἐκείνην τὴν γῆν, ἐξ ἧς αὐτοφυῶς μὲν ἐγένετο τὸ σῶρυ καὶ μίσυ καὶ χαλκῖτις καὶ καμινευόμενος δὲ χαλκὸς καὶ καδμεία καὶ πομφόλυξ καὶ, σπόδιον καὶ διφρυγές.
[λε΄. Περὶ χαλκίτεως.] Χαλκῖτις, εἴρηται περὶ αὐτῆς ἐν τῷ περὶ μίσυος λόγῳ, νῦν οὖν ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς μεμιγμένας ἔχει τήν τε στυπτικὴν καὶ δριμεῖαν δύναμιν. ἐπικρατεῖ δ’ ἡ δριμεῖα σφοδρά τις οὖσα μέχρι τοῦ καίειν τε τὴν σάρκα καὶ τὴν καλουμένην ἐσχάραν ἐργάζεσθαι. καυθὲν δὲ τὸ φάρμακον τοῦτο δάκνει μὲν ἧττον, ξηραίνει δ’ οὐχ ἧττον, ἀποτίθεται δὲ καὶ τῆς στύψεως οὐκ ὀλίγον, ὥστε πάντῃ
κρείττων ἐστὶν ἡ κεκαυμένη χαλκῖτις τῆς ἀκαύστου, λεπτομερεστέρα μὲν, ὥσπερ καὶ τἄλλα τὰ κεκαυμένα, γιγνομένη, δριμύτητα δ’ οὐ προσλαμβάνουσα, καθάπερ ἄλλα πολλά. μεμάθηκας δὲ καὶ ὅτι πάντα τὰ κεκαυμένα πλυνόμενα μετριώτερά τε καὶ ἀδηκτότερα γίγνεται.
[λστ΄. Περὶ χαλκοῦ κεκαυμένου.] Χαλκὸς κεκαυμένος ἔχει μέν τι καὶ δριμὺ, καὶ στύψεως δὲ μετέχει, καὶ διὰ τοῦτο, εἰ πλυθείη, κάλλιστόν ἐστι φάρμακον εἰς συνούλωσιν ἑλκῶν, ἐργάζεσθαι δὲ τοῦτο δύναται καὶ πρὶν πλυθῆναι, καὶ μάλιστ’. ἐπὶ τῶν σκληροτέρων σαρκῶν. ταῖς δ’ ἁπαλαῖς ὁ πεπλυμένος χρησιμώτερος.
[λζ΄. Περὶ χαλκοῦ ἄνθους.] Χαλκοῦ ἄνθος λεπτομερεστέρας ἐστὶ τοῦτο δυνάμεως τοῦ τε κεκαυμένου χαλκοῦ καὶ τῆς λεπίδος. εἰκότως οὖν δι’ αὐτοῦ σκευάζοντες κολλύρια ῥύπτουσί τε καὶ ἀφαιροῦσιν τῶν βλεφάρων τὰς μεγάλας τραχύτητας, ἃς συκώσεις ὀνομάζουσιν.
[λη΄. Περὶ χρυσοκόλλης.] Χρυσοκόλλα. καὶ τοῦτο τὸ φάρμακον ἐκ τῶν τηκόντων σάρκας ἐστὶν, οὐ μὴν ἰσχυρῶς
γε δάκνει, διαφορητική γε μὴν ἱκανῶς ἐστιν καὶ ξηραντική. ἔνιοι μὲν οὖν τὸ μεταλλευόμενον μόνον οὕτως ὀνομάζουσιν, ἔνιοι δὲ τὸ σκευαζόμενον ἐν θυίᾳ χαλκῇ καὶ δοίδυκι χαλκῷ δι’ οὔρου παιδὸς, ὅπερ ἔνιοι κατὰ τὰς διαφορὰς τῶν ἰῶν ἀριθμοῦσιν. ἄμεινον δὲ θέρους αὐτὸ σκευάζειν, ἢ πάντως γε ἐν ἀέρι θερμῷ, τρίβοντας τὸ οὖρον ἐν τῇ θυίᾳ. κάλλιον δὲ ἐρυθρὸν εἶναι τὸ χαλκὸν, ἐξ οὗ κατασκευάζεις αὐτήν τε τὴν θυίαν καὶ τὸν δοίδυκα. πλέον γὰρ ἀποτρίβεται περιαγομένου τοῦ δοίδυκος, ὅταν ἁπαλώτερος ὁ χαλκὸς ᾖ. τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστι κακοήθεσιν ἕλκεσιν, αὐτό τε καθ’ ἑαυτὸ καὶ μιγνύμενον ἑτέροις, ὡς ἐν τοῖς περὶ συνθέσεως φαρμάκων εἰρήσεται. νυνὶ δὲ ἀρκεῖ τό γε γινώσκειν ὡς τῆς μεταλλευτῆς χρυσοκόλλης ὅσον τοι μᾶλλον ξηραίνει ἧττον δάκνει, τοσοῦτον αὐτῆς ὑπερέχει τῇ λεπτομερείᾳ. καὶ αὐτὴν μέντοι αὐτὴν χρυσοκόλλην ἐκείνην καύσας πολὺ λεπτομερεστέραν ἐργάσῃ.
[λθ΄. Περὶ ψιμμυθίου.] Ψιμμύθιον. καὶ τοῦτο τὸ φάρμακον μαρτυρεῖ τῇ προειρημένῃ πρὸ τούτου δυνάμει. ὑπὸ
γοῦν ὄξους δριμέος αὐτὸ διαλυόμενον γευόμενον ὅμως οὔτε δριμὺ οὔτε δακνῶδές ἐστιν οὔτε διαφορητικὸν, ἀλλ’ ἐμπλαστικόν τε καὶ ἐμψυκτικὸν, ἐναντιωτάτης ὂν ἰῷ δυνάμεως. καίτοι κᾀκεῖνος ὄξους διαλύοντος τὸν χαλκὸν γίγνεται. καιόμενον δὲ τὸ ψιμμύθιον εἰς τὴν καλουμένην σάνδικα μεταβαλὸν λεπτομερέστερόν γε αὐτοῦ φάρμακον, οὐ μὴν ἤδη γέ πω θερμαῖνον. τὸ δέ γε φῦκος, τὴν ψύξιν τοῦ ψιμμυθίου φυλάττον, λεπτομέρειαν προσείληφε, ὡς δύνασθαι δι’ αὐτὴν εἰς τὸ βάθος καταδύεσθαι τῶν ὁμιλούντων σωμάτων τὴν δύναμιν αὐτοῦ.
[μ΄. Περὶ ψωρικοῦ.] Ψωρικόν. λιθαργύρῳ μιγνυμένης διπλασίας χαλκίτεως γίνεται τὸ φάρμακον, ὄξει μὲν πρῶτα δριμυτάτῳ λειωθέντων ἀμφοῖν, εἶτ’ εἰς καινὴν χύτραν ἐμβληθέντων, ἣν καταχώσεις ἡμέρας μ΄. μέσου θέρους ἐν κοπρίᾳ τοῦτο τὸ φάρμακον ξηραντικώτερόν τε ἅμα καὶ ἀδηκτότερον γίνεται χαλκίτεως καὶ δηλονότι καὶ λεπτομερέστερον.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ Κ.
1. Οὐδὲν τῶν νῦν λεχθησομένων τοῖς ἀγνοοῦσι τὰ κατὰ τὴν ἀρχὴν τῆς πραγματείας ἐν τοῖς πρώτοις πέντε βιβλίοις εἰρημένα μεγάλην ὠφέλειαν οἴσει, τινὰ δ’ ἴσως καὶ βλάψει τὸν χρησόμενον τοῖς ἐν αὐτῷ γεγραμμένοις φαρμάκοις, οὐκ ἔχοντα μέθοδον. ὡς οὖν ἐκεῖνα μεμαθηκότι σοι διαλέξομαι, τὸ κεφάλαιον ἀναμνήσας ὅλης τῆς πραγματείας. ἐδείχθη τὰ φάρμακα κατὰ μὲν τὰς δραστικὰς ὀνομαζομένας
ἰατρῶν οὐδέτερος ἐσώθη. τὰ τοιαῦτ’ οὖν ἅπαντα τῶν πραξάντων τοὺς γράψαντας οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἄξιον μισεῖν, ὅσῳ καὶ μεῖόν ἐστιν ἀδίκημα μόνον τι ποιῆσαι κακὸν ἢ μετὰ πολλῶν. καὶ τῷ μὲν πράξαντι συναπέθανεν ἡ τῶν κακῶν θεωρημάτων ἐμπειρία, τῶν δὲ γραψάντων πάντων ἀθάνατός ἐστιν τοῖς πονηροῖς ὅπλα τῆς κακουργίας παρασκευάζουσα. λέγωμεν οὖν ἡμεῖς ἤδη περὶ τῶν χρησίμων ἀνθρώποις πραγμάτων, ὅσων πεῖραν ἔχομεν.
2. Περὶ τῶν ἐν τοῖς ζώοις ὑγρῶν. [α. Περὶ αἵματος.] Αἷμα, προσυπακούειν δηλονότι χρὴ τοῦ κατὰ φύσιν ἔχοντος ζώου, τοῦτο γὰρ καὶ ὄντως ἐστὶν αἷμα. τὸ δὲ μελαγχολικὸν ἢ πικρόχολον ἢ φλεγματῶδες ἢ ὀῤῥῶδες ἢ σηπεδονῶδες αἷμα μικτόν ἐστιν ἔκ τε τοῦ κατ’ ἀλήθειαν αἵματος καὶ τοῦ μεμιγμένου χυμοῦ τε καὶ ἰχῶρος αὐτῷ. καὶ αὐτοῦ δὲ τοῦ κατὰ φύσιν αἵματος ἐν ἑκάστῳ ζώῳ τὸ μὲν ὑγρότερόν ἐστι, τὸ δὲ ξηρότερον, καὶ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον θερμὸν, ψυχρὸν γὰρ οὐδέν ἐστιν αἷμα.
[β΄. Περὶ ὑείου αἵματος.] Ὕειον μὲν οὖν ὑγρόν ἐστιν καὶ ἧττον θερμὸν, ἀνθρωπείῳ μάλιστα κατὰ τὴν κρᾶσιν ἐοικὸς, εἵπερ γε καὶ σάρκες τῶν ὑῶν ἐοίκασι ταῖς τῶν ἀνθρώπων. ἴσμεν γοῦν ἤδη πολλοὺς ἁλόντας πανδοκέας τε καὶ μαγείρους ἐν τῷ πιπράσκειν ὡς ὕεια τὰ τῶν ἀνθρώπων κρέα, καίτοι τῶν ἐσθιόντων αὐτὰ διαφορᾶς οὐδεμιᾶς οὐδεὶς ᾐσθάνετο. ἀλλὰ καὶ διηγουμένων τινῶν ἤκουσα πιστῶν ἀνθρώπων ἐδηδοκέναι μὲν ἔν τινι πανδοχείῳ ζωμὸν δαψιλῆ μετὰ κρεῶν ἡδίστων, ἤδη δὲ ἐμπεπλησμένων, εὑρεῖν ἐν αὐτῷ δακτύλου μέρος τὸ πρόσω κατ’ αὐτὸν τὸν ὄνυχα, φοβηθέντες δὲ τοὺς ἐν τῷ πανδοχείῳ μὴ καὶ αὐτοὺς φάγωσιν ὡς εἰθισμένοι τοῦ πράγματος, αὐτίκα μὲν ἐξελθεῖν, ἐμέσαντες δὲ τὰ ἐδηδεσμένα τῆς ὁδοιπορίας ἔχεσθαι. καὶ μέντοι καὶ φωραθῆναι τοὺς κατὰ τὸ πανδοχεῖον οὐ μετὰ πολὺν χρόνον ἔφασαν ἐφ’ οἷς ἔσφαττον ἀνθρώπους, ὥστ’ εἰκότως ἄν τις ὑπολάβοι καὶ τὸ αἷμα τῶν ὑῶν ὁμοιότατον εἶναι τῷ τῶν ἀνθρώπων. ἐκ γὰρ τοιούτου αἵματος ἥ τε πρώτη γένεσίς ἐστι καἰ ἡ μετὰ ταῦτα τροφὴ ταῖς σαρξὶν, ὥστε καὶ
ὅστις ἀνθρώπειον αἷμά φησιν εἶναι πρός τι νόσημα χρήσιμον, ἐν ὑείῳ πρότερον ἐπιδειξάσθω, καὶ εἰ μὴ τὴν αὐτὴν, ἀλλ’ ὁμοίαν ἐνέργειαν. εἰ γὰρ καὶ κατά τι τῆς δυνάμεως ἀπολείποιτο ἀνθρωπείου αἵματος, παραπλήσιον γοῦν τι δράσει, δι’ οὗ γνωσθέντος ἐλπίσομεν ὑπ’ ἀνθρωπείου τελεώτερον ἔσεσθαι τὴν ὠφέλειαν. ὡς ἐάν γε μηδὲ μικρόν τι φαίνηται τῆς ἐπαγγελίας διασῶζον, οὐδ’ ἐπ’ ἀνθρωπείου λόγον ἔχει πειρᾶσθαι. τὰ μὲν γὰρ ὅμοια τῶν ὁμοίων εἶναι ποιητικὰ πεπειράμεθα. περιστερᾶς γοῦν αἷμα παρ’ ἡμῖν ἐν Περγάμῳ, σχεδὸν δὲ καὶ καθ’ ὅλην τὴν Ἀσίαν, εἰώθασιν οἱ ἀνατρήσαντες ὀστᾶ κεφαλῆς κατεαγότα κατασχεῖν τῆς παχείας μήνιγγος. εἶτά τις ἔχων μὲν κατὰ τύχην φάτταν, οὐκ ἔχων δὲ περιστερὰν, ἐχρήσατο τῷ τῆς φάττης αἵματι καὶ ὅμως ὁ ἄνθρωπος ἐσώθη. καὶ ἄλλος δὲ τρυγόνος ἐπ’ ἄλλῳ χρησάμενος, οὐδὲν ἔβλαψε τὸν ἄνθρωπον. τοῖς γὰρ ὁμοίοις ἐπὶ τῶν αὐτῶν χρῆσθαι παθῶν μὴ παρόντων τῶν προπεπειρασμένων ἕν τι τῶν ὁμολογουμένων ἐστὶ καὶ μαρτυρουμένων ὑπὸ τῆς ἐμπειρίας. καὶ τά γε πλεῖστα τοῦ τῶν ἀνθρώπων βίου κατὰ τοῦτον περαίνεται τὸν τρόπον.
[γ΄. Περὶ αἵματος περιστερᾶς.] Ἐπεὶ δ’ ὡς παραδείγματος ἐμνημόνευσα τοῦ τῶν περιστερῶν αἵματος, οὐδὲν ἂν εἴη χεῖρον ἤδη καὶ τοῦτο προχειρίσασθαι τῷ λόγῳ. καὶ γὰρ καὶ πρὸς ὑποσφάγματα κατὰ τοὺς ὀφθαλμοὺς γινόμενα χρῶνταί τινες αὐτῷ, παραχρῆμα δηλονότι λαμβάνοντες τὸ ἐκρέον τοῦ σφαττομένου ζώου. θερμὸν μὲν γὰρ κατὰ τῶν ὑποσφαγμάτων ἐγχέων αὐτὸ, τὰς κατὰ τὴν ἔκφυσιν τῶν πτερύγων διῄρει φλέβας, ὅπως ἐξαρκέσειεν αὐτὸ τὸ ζῶον εἰς πολλὰς χρήσεις. ἕτερος δὲ τῶν ἁπαλῶν νεοττῶν ἐξαίρων τὰ πτερὰ, μαλακὰ δ’ ἐστὶ ταῦτα καὶ τὰς σύριγγας ὑγροῦ πλήρεις ἔχει, τοῦτ’ αὐτὸ τὸ ὑγρὸν ἐκθλίβων, ἐνέσταξε τοῖς ὀφθαλμοῖς. ἑτέροις δὲ ἰατροῖς ἀμφισβήτησις ἐγένετο πότερον νεοττοῦ χρὴ τὸ αἷμα κατὰ τῆς μήνιγγος ἐπιστάζειν ἢ τελείας περιστερᾶς, καὶ πότερον ἄῤῥενος ἢ θήλεος. ἐγὼ δ’ ἐν Ῥώμῃ μυρίους οἶδα τῶν ἀνατρηθέντων ὀστᾶ κεφαλῆς οὐδὲν βλαβέντας ἐπὶ τῇ τοῦ ῥοδίνου χρήσει, χωρὶς αἵματος περιστερᾶς, εἶναι δὲ αὐτὸ χρὴ θερμὸν οὕτως ὡς τὸ τῆς περιστερᾶς αἷμα. καὶ ἴσως γε τῷ συμμέτρῳ τῆς κατὰ τὴν θίξιν θερμασίας ὠφέλιμόν ἐστιν, οὐκ ἐξαιρέτῳ τινὶ καὶ ἀγνώστῳ δυνάμει.
διδόασιν, καί τις ὑπερεπῄνει τὸ αἷμα τοῦτο παρὰ γυναικὶ συνεχῶς δυσπνοούσῃ, πυθομένου δέ μου ποίαν οἶδε δύσπνοιαν ὑπ’ αὐτοῦ τεθεραπευμένην, οὐδ’ ὅτι πλείους εἰσὶν ἠπίστατο. καὶ τοίνυν ἐχρήσατο μὲν ἐπὶ τῆς γυναικὸς, οὐδὲν δὲ ὤνησεν,
[δ΄. Περὶ αἵματος νυκτερίδος τε καὶ λαγωοῦ καὶ ἀλεκτορίδων καὶ αἰγῶν καὶ ἀρνῶν καὶ ἐρίφων ἄρκτων τε καὶ ταύρων καὶ τράγων.] καθάπερ οὐδὲ τὸ τῆς νυκτερίδος, ὃ γεγράφασιν ἔνιοι, καταχριόμενον τοῖς τιτθοῖς τῶν παρθένων ἄχρι πλείστου προσεσταλμένους αὐτοὺς διαφυλάττει. ἔστι δὲ καὶ τοῦτο ψεῦδος, ὥσπερ γε καὶ τὸ μὴ φύεσθαι τρίχας ἐν ταῖς μασχάλαις, ὃ καλῶς ποιῶν ὁ Ξενοκράτης διέβαλεν ὡς οὐκ ἀληθές. αὐτὸς δ’ ἀξιοῖ μετὰ τὴν ἐκείνου χρῆσιν ἢ χάλκανθον ἐπιπάττειν ἢ σπέρμα κωνείου. καί φησιν οὕτω πραξάντων ἢ μηδ’ ὅλως φύεσθαι τὰς τρίχας ἢ χνοώδεις φύεσθαι, ὥσπερ μικρόν τι φάρμακον προσφέρων τὸ σπέρμα τοῦ κωνείου καὶ οὐχ ἱκανὸν αὐτὸ καθ’ αὑτὸ καταψῦξαι γενναίως οἷς ἂν ἐπιτεθῇ μορίοις. ἔνιοι δὲ καὶ τοῖς
τό γε μὴν τῆς ἄρκτου κατὰ τῶν ἀποστημάτων θερμὸν ἐπιτιθέμενον ἐγχωρεῖ πεπαίνειν αὐτά. προσθήσω δὲ τῷ λόγῳ καὶ τὸ τῆς αἰγός τε καὶ τράγου καὶ ταύρου. καί σοι πάρεστιν, εἰ βούλει, παρελθόντι μυρία τῶν εὐπορίστων φαρμάκων οἷς ἀποστήματα πεπαίνομεν ἄρκτους καὶ ταύρους καὶ τράγους καταθύειν ἐφ’ ἑκάστῃ δηλονότι χρήσει. οὐ γὰρ δὴ ἅπαξ γέ τις ἐπιθεὶς κατὰ τοῦ πεπονθότος μορίου τὴν ἐπαγγελίαν ἀπαιτήσει τοῦ φαρμάκου, οὐ μὴν οὐδὲ ψυχρὸν ἤδη γεγονὸς ὡς πεπηγέναι.
[ε΄. Περὶ αἵματος τῶν χλωρῶν βατράχων.] Τοῦ δὲ τῶν χλωρῶν βατράχων τῶν μικρῶν, οὓς βρέξαντάς τινες ὀνομάζουσι, τὸ αἷμα διαβεβαιουμένου τινὸς, ἐπειδὰν τῶν βλεφάρων ἐκτίλας τὰς τρίχας ἐπαλείψῃς, οὐκέτ’ ἀναφύεσθαι, ψεῦδος εὗρον ὑποβαλὼν τῇ πείρᾳ. μετὰ ταῦτα δὲ καὶ γεγραμμένον ὑπό τινων εὗρον αὐτὸ, καθάπερ γε καὶ τὸ τῶν κροτώνων, οὓς κυνοραίστας μᾶλλον ὀνομάζουσιν οἱ παλαιοί. ἀλλ’ οὐδὲ τοῦτο τὴν ἐπαγγελίαν ἔσωσεν εἰς πεῖραν ἀχθέν.
[στ΄. Περὶ αἵματος κροκοδείλου καὶ τῶν λοιπῶν.] Εἰ δὲ τὸ τοῦ χερσαίου κροκοδείλου ποιητικὸν ὀξυδορκίας ἐστὶν, οὐδὲ πειράζειν ἔμελλον, ἔχων ὀξυδερκῆ φάρμακα δόκιμα, καθάπερ οὐδ’ εἰ τὸ τῶν ὀχευόντων ἵππων, ἐσχαρωτικόν τε καὶ σηπτικὸν, οὐδ’ εἰ τὸ τῶν κατοικιδίων μυῶν ἀποπίπτειν ποιεῖ ἀκροχορδόνας. ἕτερα γὰρ ἦν μοι πολλὰ καὶ πρὸς τοῦτό γε τὸ πάθημα, καθάπερ γε καὶ πρὸς τὸ δυσιατότερον αὐτοῦ τὴν μυρμηκίαν ὀνομαζομένην, ἐφυλαττόμην τε γοητείας δόξαν ἀπενέγκασθαι, φθανόντων ἤδη τῶν βασκάνων ἰατρῶν λέγειν ἐκ μαντικῆς τινος, οὐκ ἰατρικῆς θεωρίας τὰς προῤῥήσεις ἐπὶ τῶν νοσούντων με ποιεῖσθαι.
[ζ΄. Περὶ γάλακτος.] Γάλα. διττὴν ἔχει τοῦτο χρείαν, τὴν μὲν ἑτέραν ὡς τροφὴν, τὴν δὲ ἑτέραν ὡς φάρμακον. ἀλλ’ ὡς μὲν τροφή τι δύναται διά τε τῆς θεραπευτικῆς μεθόδου καὶ κατὰ τὰ ἄλλα δεδήλωται. τὴν δ’ ὡς φαρμάκου δύναμιν αὐτὴν νῦν ἐρῶ, πρότερόν γε ἀναμνήσας κᾀπὶ τοῦδε, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ αἵματος, ὡς οὐ περὶ τοῦ νοσώδους γάλακτος, ἀλλὰ τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ
τῇ συστάσει τὸ τῆς αἰγὸς, ἄπεπτον δὲ καὶ ὑδατῶδες ὗς ἔχει τὸ γάλα. σύγκειται δ’ ἐκ τριῶν οὐσιῶν ἅπαν γάλα, τυρώδους, ὀῤῥώδους, λιπαρᾶς, ἣν πλείστην ἔχειν φαίνεται τὸ βόειον, ἐξ ἧς καὶ τὸ καλούμενον βούτυρον ποιοῦσι, πεπτικῆς τε καὶ χαλαστικῆς ὂν δυνάμεως, διὸ καὶ μάλιστα αὐτῷ χρῶνται ἐπί τε παρωτίδων καὶ βουβώνων.
[η΄. Περὶ ὀῤῥοῦ γάλακτος.] Ὁ δὲ ὀῤῥὸς, ὡς εἴρηται, ῥυπτικὴν ἔχει δύναμιν, ὑπαγωγῆς τε γαστρὸς ἕνεκα λαμβάνεται καὶ διὰ κλυστήρων ἐνίεται, περιῤῥύπτων τε καὶ περιπλύνων ἀδήκτως τὰς ἐν τοῖς ἐντέροις δριμύτητας. ἕλκη τε τὰ δριμεῖς ἰχῶρας ἔχοντα κατακλύζων ἄν τις ἀνθ’ ὕδατος ὀῤῥῷ κάλλιστα ποιήσειεν. ὅσα τε διαφορητικὰ φάρμακα τῶν ἐκχυμωμάτων τε καὶ μελασμάτων ἐστὶν καὶ ταῦτα δι’ ὀῤῥοῦ περιπλύνειν ἄμεινον, οὐ δι’ ὕδατος. οὕτως οὖν αὐτῷ καὶ πρὸς ὑπώπια καὶ ὑποσφάγματα χρώμεθα, μιγνύντες τοῖς οἰκείοις πρὸς ταῦτα φαρμάκοις. τὸ δὲ τυρῶδες καὶ παχὺ τοῦ γάλακτος ἐμπλάττεται μᾶλλον, καὶ κατὰ τοῦτο τὰς δριμύτητας ἀμβλύνει. ὅταν δὲ προσλάβῃ τινὸς ἑτέρας ξηραντικῆς
καὶ πρὸς τὰ κατὰ διάβρωσιν ἀναιροῦντα θανάσιμα φάρμακα, προτραπῆναι διδόναι τὸ γάλα, καθάπερ ὅ τε θαλάττιος λαγωὸς ἀναιρεῖ καὶ ἡ κανθαρίς. ἔνιοι δὲ καὶ τοῖς ἀκόνιτον ἢ θαψίαν εἰληφόσι διδόασιν. ἀλλὰ ταῦτα μὲν εὐλόγως ἐπενόησαν, ἕτερα δ’ ἐψεύσαντο φανερῶς, ὥσπερ καὶ τὸ περὶ τὸ τῆς κυνὸς γάλακτος ὡς κωλύοντος ἀνιέναι τρίχα ἐκ τῶν βλεφάρων, εἰ ἐξαιρεθεισῶν αὐτῶν ἐπιχρισθείη τῷ τόπῳ, ὅθεν αἱ ῥίζαι τῶν τριχῶν ἀνεσπάσθησαν. κατὰ δὲ τὸν αὐτὸν λόγον οἱ γράψαντες εἴργειν αὐτὸ τῆς ἐπὶ τῶν αἰδοίων ἐκφύσεως ταχείας τὰς τρίχας, εἰ περιχρισθείη πρὶν ἡβᾷν, ἐκβάλλειν τε τὰ νεκρὰ τῶν ἐμβρύων ποθὲν, οὐκ ἀληθεύουσιν. ἕτερα δέ τινα γοητείας ἐχόμενα γράφουσιν περί τε τούτων καὶ ἄλλων τινῶν ζώων γάλακτος, ἃ καταρχὰς εὐθέως ἠρνησάμην αὐτὸς ἐρεῖν, εἰ καὶ πεῖραν αὐτῶν εἶχον ὡς ἀληθῶς λεγομένων.
[θ΄. Περὶ τυροῦ.] Τυρός. τῷ περὶ γάλακτος λόγῳ καὶ περὶ τυροῦ προσθεῖναι προσήκει, διότι γάλα πεπηγός ἐστιν. οὐ μὴν ἥ γε οὐσία πᾶσα τοῦ γάλακτος πήγνυται κατὰ τοὺς
καὶ τεύτλου καὶ θριδακίνης ἐπιβάλλεσθαι. αὐτὸς μὲν οὖν ὁ τυρὸς ἐκόλλησε τὸ τραῦμα ἁπαλός τις ὤν. ἕτερος δὲ ὁ καλούμενος ἐν Περγάμῳ τε παρ’ ἐμοὶ καὶ κατὰ τὴν ὑπερκειμένην Ἀσίαν ὀξυγαλάκτινος, ἀγροίκου μέγα τραῦμα σχόντος ἐκόλλησεν ὁμοίως ἐπιτεθείς. ἀποκρουστικὴν γὰρ ὁ μαλακός τε καὶ νεοπαγὴς τυρὸς ἔχει δύναμιν ἐμψύχων ἀτρέμα. ὁ δ’ ὀξυγαλάκτινος καὶ πρὸς ταῦτα καὶ διαφορητικὴν ἐπικτᾶται βραχεῖαν.
[ι΄. Περὶ βουτύρου.] Βούτυρος ἢ βούτυρον, ὅπως ἂν ἐθέλῃς ἀῥῥενικῶς τε καὶ οὐδετέρως ὀνομάζειν αὐτόν. γίνεται μὲν οὖν ἐκ τοῦ λιπαρωτάτου κατὰ τὸ γάλα, καθότι προείρηται. θαυμάζω δ’ ὅπως ὁ Διοσκορίδης ἐκ προβατείου φησὶν αὐτὸν καὶ αὐγείου τὴν γένεσιν ἔχειν. ἐγὼ γὰρ ἐκ τοῦ βοείου τὸ φάρμακον τοῦτο γιγνόμενον οἶδα, καὶ διὰ τοῦτο νομίζω καὶ βούτυρον καλεῖσθαι, πεπτικῆς τ’ ἐστὶ δυνάμεως, ἔχον ὀλίγον τι τῆς διαφορητικῆς, ἐπί τε τῶν μέσων κατά τε τὴν μαλακότητα καὶ σκληρότητα σώματος. ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ τὰς ἁπλᾶς καὶ ἄνευ προσθήκης καὶ διορισμοῦ τινος ἀποφάνσεις ἐπὶ τῶν μέσων τῇ κράσει λέγεσθαι
σωμάτων. τῶν μὲν γὰρ σκληρῶν τελέως σωμάτων τοὺς παρὰ φύσιν ὄγκους διαφορεῖν ἀδύνατόν ἐστι τὸ φάρμακον τοῦτο, τὰ δὲ μαλακὰ φλεγμαίνοντα καὶ πέττει καὶ διαφορεῖ ῥᾳδίως, ὥστε καὶ παρωτίδας καὶ βουβῶνας καὶ τὰς ἐν τῷ στόματι φλεγμονὰς καὶ ἄλλα δὲ μυρία πολλὰ τελέως αὐτῷ μόνῳ ἰασάμεθα παιδικῶν σωμάτων καὶ γυναικείων πασχόντων. ἀλλὰ κᾀπὶ τῶν φυόντων ὀδόντας παιδίων διαχριόμενον συνεχῶς οὐδὲν ἧττον μέλιτος λεπτύνει τὰ οὖλα, δι’ ὧν ἡ διέξοδος αὐτοῖς γίνεται. καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸ στόμα φλεγμονώδη πάθη μετὰ τὸ παύσασθαι τὸ ἐπιῤῥέον διαφορεῖ τε καὶ πέττει. διὸ καὶ τοῖς καταπλάσμασι μίγνυται τοῖς ἔξωθεν ἐπιτιθεμένοις, κατὰ παρωτίδων τε καὶ ὑποχονδρίων καὶ βουβώνων. καὶ μέντοι καὶ καταποθὲν εἰς τὴν γαστέρα καὶ δι’ αὐτῆς ἀναδοθὲν συντελεῖ μεγάλα ταῖς ἐκ πνεύμονος ἀναπτύσεσιν ἐν πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς πάθεσιν, μετὰ καὶ τοῦ πέττειν αὐτά. μόνον μὲν οὖν ἐκλειχόμενον πέπτει μὲν μᾶλλον, ἀνάγει δὲ ἧττον, ἅμα δὲ μέλιτι καὶ ἀμυγδάλοις πικροῖς ἀνάγει μὲν μᾶλλον, ἧττον δὲ πέττει.
[ια΄. Περὶ πιτύας.] Πιτύα πᾶσα δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως καὶ δηλονότι ξηραντικῆς· ἕπεται γὰρ τοῖς εἰρημένοις ἐξ ἀνάγκης τοῦτο. ἀλλὰ τὴν μὲν τῶν λαγωῶν ἐπιλήπτους θεραπεύειν ἔγραψαν, εἰ μετ’ ὄξους πίνοιτο, καὶ ῥοῦν γυναικεῖον ἰᾶσθαι καὶ γάλα τεθρομβωμένον ἐν κοιλίᾳ διαλύειν, οὗ καὶ ἡμεῖς ἐπειράθημεν οὐκ ἐπὶ λαγώας μόνης, ἀλλὰ καὶ τῶν ἄλλων ζώων πιτύας. ἀμείνω δ’ ἁπάντων αὐτῶν ἐστιν ἡ λαγώα. διαλύει δὲ καὶ τὸ θρομβούμενον αἷμα κατὰ κοιλίαν ὁμοίως ποθεῖσα, μᾶλλον μὲν ἴσως τῶν ἄλλων ἡ λαγώα, οὐ μὴν μόνη γε, ὥς τινες ἔγραψαν, ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάσης ἐστὶ πιτύας, ἔνιοι δὲ τὰς ἐκ θώρακος πτύσεις αἵματος ἐπέχειν φασὶν πινομένην πιτύαν λαγώαν, ἀλλ’ οὔτ’ ἄλλον χρησάμενον εἶδον οὔτ’ αὐτὸς ἐτόλμησα χρήσασθαι δριμεῖ φαρμάκῳ πρὸς πάθος δεόμενον στύψεως. ἱππείαν δὲ πιτύαν ἐπί τε δυσεντερικῶν καὶ κοιλιακῶν ἔγραψαν ἰδίως ἁρμόττειν.
[ιβ΄. Περὶ πιτύας τῆς φώκης.] Τὴν δὲ τῆς φώκης ἁρμόττειν
ἐξαιρέτως ἐπαινοῦσιν ὡς καστορίου δύναμιν ἔχουσαν. ὅσα δὲ διὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργεῖν ἔγραψαν ἑκάστην τῶν πιτύων, οὐ νῦν λέγειν καιρός.
[ιγ΄. Περὶ χολῆς.] Οὗτος ὁ χυμὸς ἀποδέδεικται θερμότατος εἶναι τῶν ἐν ἑκάστῳ ζώῳ χυμῶν. ὥσπερ οὖν τὸ αἷμα καὶ τὰς σάρκας ἀνομοίας ἔχει κεκραμένα τὰ ζῶα, κατὰ τὸν αὐτὸν λόγον καὶ τὴν χολήν. ἐν μὲν γὰρ τοῖς θερμοτάτοις ἀναγκαῖόν ἐστι καὶ τὴν χολὴν ὑπὲρ τὰς τῶν ἄλλων ζώων χολὰς εἶναι, ἐν δὲ τοῖς ἧττον ἐκείνων θερμοῖς ἀνάλογον ἀπολείπεσθαι καὶ τὸν χυμὸν τοῦτον, ὅσον ἀπολείπεται κᾀν τοῖς ἄλλοις. ἔμαθες γὰρ εἶναι τοὺς πάντας ἐν ἑκάστῳ τῶν ἐναίμων ζώων χυμοὺς τέσσαρας, αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. ἔμαθες δὲ καὶ ὡς ἔθος ἐστὶν οὐ μόνον τοῖς ἰατροῖς, ἀλλὰ καὶ τοῖς Ἕλλησιν ἅπασιν τὴν μὲν ξανθὴν χολὴν ἁπλῶς ὀνομάζειν χολὴν, ὡς ὑπακουσομένων τῶν ἀκουσάντων τὸ τῆς χρόας ὄνομα, τὴν μέλαιναν δ’ οὐχ ἁπλῶς ὀνομάζειν χολὴν, ἀλλὰ μετὰ προσθήκης ὅλου τούτου μέλαιναν χολήν. ἀλλὰ καὶ ὡς τὴν ξανθὴν
στοχασμῷ κειμένης τῆς καθ’ ἑκάστην δύναμιν σφοδρότητος, ἀπό τινος ὡρισμένης ἀρχῆς ἐπὶ τὴν ἀπείραστον ὕλην μεταβαίνειν σε χρὴ, παρὰ τοῦ προπεπειραμένου μαθόντα τὰς ἐν αὐτοῖς ὑπεροχάς. ἐγὼ δὲ καὶ γνωρίσματά σοι σαφῆ διῆλθον ἀπὸ τῆς χρόας τῶν χολῶν καὶ τῆς κράσεως τῶν ζώων.
[ιδ΄. Περὶ ἱδρῶτος.] Ἱδρώς. ἕν τι καὶ τοῦτο τῶν ἐν σώματι τοῦ ζώου γεννωμένων ὑγρῶν, ὕλην τε τὴν αὐτὴν ἔχον καὶ τρόπον γενέσεως τὸν αὐτὸν τοῖς οὔροις. ἐκ γὰρ τῆς πινομένης ὑγρότητος ἡ γένεσις ἀμφοτέρων ἐστὶ, θερμαινομένης τε ἅμα κατὰ τὸ σῶμα καί τι χολώδους οὐσίας προσλαμβανούσης. ἐπὶ πλέον δ’ ὁ ἱδρὼς κατείργασται, διεξεληλυθὼς ἄχρι τοῦ δέρματος ἅπαντα τὰ μεταξὺ μόρια. διαφέρειν γε μὴν ἀναγκαῖον ἀλλήλων ἐστὶ καὶ τοὺς ἱδρῶτας καὶ τὰ οὖρα παρά τε τὰς τῶν ζώων κράσεις, φύσει τε καὶ κατὰ τὰς ἡλικίας ὑπηλλαγμένας ἀλλήλων, οὐ σμικρὰ καὶ κατὰ τὴν προηγουμένην δίαιταν. εὔδηλον δὲ, κᾂν παραλείπηταί ποτε τὸ κατὰ τὰς ὥρας τοῦ ἔτους καὶ τὴν παροῦσαν κατάστασιν, ἔτι δὲ καὶ τὰς χώρας, διαφορὰν οὐ σμικρὰν ἐργάζεσθαι τοῖς
σοι φάνηται, κύπρινον ἐπαλείφειν, κᾂν πάνυ σφόδρα ξηρὸς ᾖ, καὶ ἀναμάλαττε τῷ κυπρίνῳ. κάλλιον δὲ μὴ τὸν ξηρὸν, ἀλλὰ τὸν μαλακὸν αἱρεῖσθαι. μὴ παρόντος δὲ τοῦ κυπρίνου ῥόδινον καλὸν ἀρκεῖ μιγνύειν. τοῦτο τὸ φάρμακον καὶ πρὸς τὰς ἐκ τόκων σβέσαι τὸ γάλα προαιρουμένας, ὅταν οἷον τυρωθῇ κατὰ τοὺς μαστοὺς, χρήσιμον ἱκανῶς ἐστιν. ἐξ αὐτοῦ δὲ ὁρμώμενος καὶ πρὸς ἄλλα παραπλήσια παθήματα χρῆσθαι δύνασαι. ἐγὼ γοῦν ποτε καὶ κατὰ βουβῶνος αὐτῷ χρησάμενος ἐν τάχει παυόμενον ἐθεασάμην τὸν ὄγκον.
[ιε΄. Περὶ οὔρου.] Οὖρον. εἴρηται μὲν οὖν ἤδη περὶ τῆς ὅλης φύσεως αὐτοῦ κατὰ τὸν περὶ τῶν ἱδρώτων λόγον. εἰρήσεται δὲ καὶ νῦν ὅση ταῖς χολαῖς ἐστι διαφορὰ κατὰ τὰ ζῶα, τοσαύτην καὶ τοῖς οὔροις εἶναι. θερμὰ μὲν ἅπαντα ταῖς δυνάμεσίν ἐστιν, ἀλλὰ μᾶλλον μὲν τὸ τῶν θερμοτέρων ζώων, ἧττον δὲ τὸ τῶν ψυχροτέρων. περὶ ἀνθρωπείου οὔρου. ἀνθρώπου δὲ οὖρον ἁπάντων τῶν ἄλλων οὔρων σχεδόν ἐστιν ἀσθενέστατον, ὅτι μὴ τῶν ἡμέρων ὑῶν, ὧν ἐκτέμνουσι τοὺς ὄρχεις. ἐκείνων γὰρ ἥ τε κρᾶσις ὅλου τοῦ σώματος ὁμοία τῇ τῶν ἀνθρώπων ἐστὶν τό τ’ οὖρον ὡσαύτως ἀσθενές.
μὴ περὶ πρόσωπον ἢ ἐγγὺς τούτου συστάντος ἐρυσιπέλατος, ἀλλ’ ἤτοι κατά τι τῶν κώλων ἢ κατὰ τὸν νῶτον ἢ τὴν γαστέρα. πιεῖν δ’ οὔρου παιδὸς ἕνεκα τῆς καλουμένης ὀρθοπνοίας οὐκ ἀναγκαῖον, ὄντων γε καὶ ἄλλων φαρμάκων ἃ βοηθεῖ τῷ πάθει τούτῳ. καὶ μέντοι καὶ πιών τις οὐκ ἀπηλλάγη τοῦ πάθους, ὥστ’ οὐδ’ ἐξαίρετον ἔχει τι παρὰ τἄλλα.
[ιστ΄. Περὶ σιέλου.] Σίελον, εἴτε σίαλον, εἴτε πτύελον ὀνομάζειν θέλει τις, οὔ μοι διαφέρει. γινώσκειν δὲ αὐτοῦ χρὴ τὴν δύναμιν εἶναι διάφορον ἔν τε τοῖς ζώων εἴδεσι καὶ καθ’ ἕκαστον αὐτῶν ὑγιαῖνον ἢ νοσοῦν ἐδηδοκότος ἢ πεπωκότος ἢ ἀπότου τε καὶ νενηστευκότος. ὡς γὰρ τὰ οὖρα καὶ αἱ χολαὶ καὶ ὁ ἱδρὼς, οὕτως καὶ τὸ πτύελον ἀσθενὲς μὲν ἐδηδοκότων ἐστὶν, ἰσχυρὸν δὲ καὶ δριμὺ τὸ τῶν ὑπερδιψάντων καὶ ὑπερπεινησάντων. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν τὸ τῶν εὐπεπτηκότων μὲν, οὐδέπω δ’ ἐδηδοκότων ἢ πεπωκότων. τούτῳ τοιγαροῦν τῷ σιέλῳ καὶ αἱ τροφαὶ τῶν παίδων τοὺς λειχῆνας ἰῶνται, βρέχουσαι τὸν μικρὸν δάκτυλον, εἶτα ἀνατρίβουσαι τὸ πεπονθὸς δέρμα. καὶ τοῦτο ποιοῦσι πολλάκις, ὡς διασώζεσθαι
τῶν πεινώντων τε καὶ διψώντων πτυέλου, βραδέως δὲ ἐπὶ τῶν ἐμπεπλησμένων ἐδεσμάτων τε καὶ πομάτων, ἐπὶ δὲ τῶν ἄλλων ἀνάλογον.
[ιζ΄. Περὶ τῶν ἐν τῷ σώματι γεννωμένων.] Γεννᾶται μὲν ἐν τῷ σώματι καὶ ἄλλα παρὰ φύσιν, ὧν οὐ καλὸν μεμνῆσθαι, γεννᾶται δὲ καὶ ὁ ἐν κύστει λίθος, ὑπὲρ οὗ τινες ἔγραψαν, ὡς εἰπεῖν ὅτι θρύπτει λίθους τοὺς ἐν κύστει. τοῦτο μὲν οὖν ψεῦδός ἐστι κεκριμένον τῇ πείρᾳ. εἰ δὲ καὶ τοὺς ἐν νεφροῖς λίθους θρύπτει τὴν ἀρχὴν, οὐδ’ ἐπειράθην μὲν, ἔχων ἕτερα δόκιμα φάρμακα πρὸς τὸ σύμπτωμα τοῦτο. περὶ δὲ τοῦ πύου καὶ ὅσα τοιαῦτα παρίημι λέγειν τοῖς τὰ τοιαῦτα δεινοῖς ἅμα γοητείαις τισίν. ἡ μέντοι κόπρος ἕν τι τῶν ἐν τῷ σώματι γεννωμένων ἐστὶ, κατὰ φύσιν ἐχόντων τῶν ζώων, ὥσπερ καὶ ὁ ἐν τοῖς ὠσὶ ῥύπος· ὑπὲρ ἑκατέρου τοίνυν ἐφεξῆς δίειμι.
[ιη΄. Περὶ κόπρου.] Κόπρος εἴτε κόπρον εἴτ’ ἀποπάτημα καλεῖν ἐθέλοις οὐ διοίσει. γίγνωσκε δὲ τὴν οὐσίαν ταύτην διαφορητικωτάτην ἔχειν δύναμιν. ἔστι δ’ ἡ τῶν ἀνθρώπων
διὰ τὴν δυσωδίαν βδελυρά. βοῶν δὲ καὶ αἰγῶν καὶ χερσαίων κροκοδείλων καὶ κυνῶν, ὅταν ὀστᾶ φάγωσιν, οὔτε δυσώδης ἐστὶ καὶ πεῖραν ἱκανὴν οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις τῶν ἔμπροσθεν ἰατρῶν ἔδωκεν. Ἀσκληπιάδης μέν γε ὁ ἐπικληθεὶς φαρμακείων καὶ τἄλλα μὲν ἅπαντα σύνθετα φάρμακα συνήθροισεν, ὡς πολλὰς βίβλους πληρῶσαι. καὶ κόπρῳ δὲ χρῆται πολλάκις ἐπὶ πολλῶν παθῶν ἀναμιγνὺς, οὐ μόνον τοῖς ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ἀλλὰ καὶ τοῖς εἴσω τοῦ στόματος λαμβανομένοις.
[ιθ΄. Περὶ κυνείας πόπρου.] Ἐγὼ γοῦν οἶδα καὶ αὐτὸς θαυμαστῆς δυνάμεως πειραθεὶς ἀνθρωπείας τε καὶ κυνὸς κόπρου. λέξω δέ σοι περὶ προτέρας τῆς κυνείας, ᾗ συνεχῶς ἐχρῆτό τις τῶν ἡμετέρων διδασκάλων, ὀστᾶ διδοὺς ἐσθίειν κυνὶ μόνα δυεῖν ἐφεξῆς ἡμερῶν, ἐξ ὧν σκληρὰ καὶ λευκὴ καὶ ἥκιστα δυσώδης ἡ κόπρος γίγνεται. ταύτην οὖν λαμβάνων ἐξήραινεν, ὡς ὕστερον ὁπότε βούληται χρῆσθαι λειοῦσθαι ῥᾳδίως. ἐχρῆτο δ’ αὐτῇ πρός τε συνάγχας καὶ δυσεντερίας
καὶ τὰ παλαιότατα τῶν ἑλκῶν. πρὸς μὲν οὖν συνάγχας, ἀναμιγνὺς τοῖς καὶ ἄλλως ἁρμόττουσιν πρὸς τὸ πάθος τοῦτο φαρμάκοις· ἐπὶ δὲ δυσεντερικῶν τῷ ἀφεψημένῳ γάλακτι, τῶν καλουμένων καχλήκων διαπύρων ἐμβεβλημένων, ἢ ὡς ὕστερον ἐγὼ διὰ τὸ εὐπόριστον ἐπὶ τὸν σίδηρον ἧκον, ἐμβάλλων τοῦτον διάπυρον τῷ γάλακτι καλῶς προαφεψημένῳ. καλοῦσι δ’ ἔνιοι τῶν ἰατρῶν οὐκ οἶδ’ ὅπως τὸ τοιοῦτον γάλα σχιστόν. ἐχρῆν γὰρ οὐ τοῦτο καλεῖν οὕτως, ἀλλ’ ἐφ’ ὧν χωρίζομέν τε καὶ σχίζομεν ἀπὸ τοῦ τυρώδους τὸν ὀῤῥόν. ἀλλὰ τῆς κυνείας κόπρου ξηρᾶς λειώσας ὁ ἰατρὸς ἐνέβαλλε τῷ τοὺς κάχληκας ἐναπεσβεσμένους ἔχοντι γάλακτι λανθανόντως καὶ μόνους τοὺς γνησιωτάτους μαθητὰς ἐδίδαξε τοῦτο. τούτων μὲν οὖν τῶν δύο χρήσεων τῆς κυνείας κόπρου πάνυ πολλὴν ἔχω πεῖραν ὡς θαυμαστοῦ φαρμάκου, καθάπερ καὶ τῆς ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν. ἐμίγνυε γὰρ οὖν κᾀπ’ ἐκείνων τοῖς δοκίμοις φαρμάκοις τῆς κυνείας κόπρου βραχὺ, καὶ σαφῶς ἰσχυρότερον ἑαυτοῦ τὸ φάρμακον ἐγίγνετο, καὶ εἴ που διαφορῆσαί τι καὶ ξηράναι, κἀκείνοις τοῖς φαρμάκοις ἐμίγνυεν.
[κ΄. Περὶ ἀνθρωπείας κόπρου.] Τῆς ἀνθρωπείας κόπρου τοιάνδε τινὰ πεῖραν ἔχω. συνεχῶς τις ὑπὸ τῶν κατὰ τὴν φάρυγγα φλεγμονῶν ἠνωχλεῖτο σφοδρῶς, ὡς κινδυνεύειν ἀποπνιγῆναι, καὶ δὴ φλεβοτομεῖσθαι διὰ τὸν κίνδυνον τοῦτον ἠναγκάζετο. τούτῳ τις ἐντυχὼν ἐπηγγείλατο πεῖραν δώσειν φαρμάκου καὶ καλεῖν ἑαυτὸν ἠξίου πρὸ τῆς φλεβοτομίας, ὅταν αὖθίς ποτε φλεγμήνῃ τι τῶν κατὰ τὴν φάρυγγα μορίων αὐτοῦ. καὶ τοίνυν κληθεὶς, εἶτα διαχρίσας φαρμάκῳ ταχέως ἐθεράπευσε τὸν ἄνθρωπον. ὡς δὲ καὶ αὖθις ἤδη ἐνήργησεν, οὐκ ἐπὶ αὐτοῦ μόνου, ἀλλὰ καὶ ἐπ’ ἄλλων τῶν ὁμοίως πασχόντων ἠξίου δοὺς μισθὸν ὁ συνεχῶς κινδυνεύων πνιγῆναι μαθεῖν τὸ φάρμακον. ἦν δ’ ἅμα τε πλούσιος καὶ περὶ χρημάτων δαπάνην ἐλευθέριος. ὡς δὲ περὶ τοῦ μισθοῦ συνέβησαν, ὁ πιπράσκων τὴν γραφὴν ἀντιπαθείᾳ τινὶ τὴν ὠφέλειαν ἔφη τὸ φάρμακον ἔχειν. εἶναι δὲ τὴν ἀντιπάθειαν τὸ μὴ γνῶναι τὸν θεραπευόμενον ἐξ ὧν σύγκειται. ἐκέλευσεν οὖν ἄλλον ἀνθ’ ἑαυτοῦ μαθησόμενον, ὅστις ἂν αὐτῷ πιστότατος εἶναι δοκῇ, καὶ τοῦτο αὐτὸν ὀμόσαι βουλόμενον
αἱρεῖσθαι, ἑαυτὸν δὲ ἕνεκα πείρας ὀρνιθείου κρέως καὶ περδικείου δι’ ὕδατος ἢ λιτοῦ ζωμοῦ καλῶς ἑψημένου ἐδηδοκέναι πολλάκις, ἐνηργηκέναι δὲ τὸ φάρμακον οὐδὲν ἧττον. ἐγὼ μὲν δή σοι ταῦτα λέγειν ἔχω περὶ κυνείας τε καὶ ἀνθρωπείας κόπρου.
[κα΄. Περὶ λυκείας κόπρου.] Τὴν δὲ τῶν λύκων ἐπότιζέ τις κωλικοὺς οὐ μόνον ἐν τοῖς παροξυσμοῖς, ἀλλὰ καὶ τοῖς διαλείμμασιν, ὅσοι γε χωρὶς φλεγμονῆς ἔπασχον. εἶδον δέ τινας αὐτῶν οὐκέθ’ ἁλόντας τῷ παθήματι καὶ τοὺς ἁλόντας οὐκέτ’ οὐδέποτ’ αὖθις ἰσχυρῶς παθόντας, ἀλλ’ οὐδὲ μετ’ ὀλίγον χρόνον. ἐλάμβανε δὲ κᾀκεῖνος τὴν λευκοτέραν κόπρον τῶν λύκων μᾶλλον, ἥτις ὀστᾶ φαγόντων αὐτῶν ἀποκρίνεται. ἐθαύμασα δ’ ἐπ’ αὐτῷ, ὅτι καὶ περιαπτόμενον πολλάκις ἐναργῶς ὠφέλησεν. ἐλάμβανεν οὖν οὗτος τὴν κόπρον οὐδὲ πεπτωκυῖαν ἐπὶ τὴν γῆν, οὐ χαλεπῶς δὲ γίνεται τοῦτο. φύσιν γὰρ ἔχει ἐκεῖνο τὸ ζῶον, καθάπερ ὁ κύων, ἐπαίρων τὸ ἕτερον τῶν ὀπισθίων σκελῶν ἐνουρεῖν καὶ ἀποπατεῖν πρὸς τι τῶν ἐξεχόντων τῆς γῆς. ἐπ’ ἀκάνθαις τε οὖν
τε φανερῶς ὠφεληθέντας ἰδόντες τοὺς πλείστους αὐτῶν. ἐποιοῦμεν δὲ τῷ χυτριδίῳ δύο τινὰ καθάπερ ὦτα, δι’ ὧν ὅ ἱμὰς διεβάλετο. τοῦτο μὲν δὴ κατὰ τὸ πάρεργον, εἰ μέλλει τις καὶ τοῖς οὕτω περιαπτομένοις πιστεύειν, λέγω δ’ οὕτως, ὥστ’ οὐσίαν εἶναι τὴν περιαπτομένην, οὐκ ὀνόματα βάρβαρα, καθάπερ εἰώθασιν ἔνιοι τῶν γοήτων, ἐπείτοι καὶ ἄλλων οὐσιῶν ἐπειράθην ὁμοίως ἐνεργουσῶν ἐπ’ ἄλλων παθῶν. ἀλλ’ οὐ νῦν καιρὸς ὑπὲρ αὐτῶν λέγειν, ἴωμεν οὖν αὖθις ἐπὶ τὸ προκείμενον.
[κβ΄. Περὶ αἰγείας κόπρου.] Ἀνθρωπείας μὲν γὰρ καὶ κυνείας καὶ λυκείας ἐμνημόνευσα κόπρου, τῶν δ’ ἄλλων οὐδέπω, καίτοι πλείους ἔτι τῶν εἰρημένων ὑπολείπονται, τινὲς μὲν καὶ πάνυ συνεχῆ τὴν χρείαν παρέχουσαι, τινὲς δὲ σπανιωτέραν. συνεχέστατα μὲν οὖν χρώμεθα ταῖς τῶν αἰγῶν κόπροις, σπύραθοι δ’ ἰδίως ὀνομάζονται δριμείας καὶ διαφορητικῆς οὖσαι δυνάμεως, ὡς καὶ τοῖς σκιῤῥουμένοις ὄγκοις ἁρμόττειν οὐ σπληνὸς μόνον, ἐφ’ ὧν συνεχέστατα χρῶνται πολλοὶ τῶν ἰατρῶν ταῖς τοιαύταις κόπροις,
οὔρων τε καὶ χολῶν καὶ σιάλων ἐῤῥέθη, τοῦτο καὶ νῦν μέμνησο, τὴν μὲν καθόλου καὶ κοινὴν δύναμιν ἁπάσαις εἶναι τὴν αὐτὴν, ἐξηλλάχθαι δὲ κατὰ τὰς τῶν ζώων κράσεις. τῶν μὲν γὰρ ξηροτέρων τῇ κράσει ζώων καὶ ἡ κόπρος ἐστὶ ξηραντικωτέρα, καθάπερ γε καὶ τῶν θερμοτέρων θερμαντικωτέρα, ψύχει δ’ οὐδεμία, καθάπερ οὐδ’ ὑγραίνει. πολλὰ δ’ ἂν εἴη καὶ παρὰ τὴν φύσιν τῶν ἐδηδεσμένων αὐτῶν ἡ διαφορὰ, καὶ διὰ τοῦτ’ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν ἄλλων ζώων μείζων ἐστὶν, ὅτι ποικιλωτάτης τῆς τροφῆς χρῆται τὸ ζῶον τοῦτο. τί γὰρ ὅμοιον ἔχει σκόροδά τε καὶ κρόμμυα φαγόντες ἢ κολοκύνθην, εἰ οὕτως ἔτυχεν; αἰγὸς δὲ σπύραθοι βραχὺ μὲν ἄν τι διαφέροιεν ἀλλήλων παρὰ τὰς νομὰς, οὐ μὴν τοσοῦτόν γε ὅσον αἱ τῶν ἀνθρώπων.
[κγ΄. Περὶ βοείας κόπρου.] Ὡσαύτως δὲ καὶ τῶν βοῶν αἱ κόπροι βραχεῖαν ἔχουσι διαφορὰν, οὖσαί γε καὶ αὗται ξηραντικῆς δυνάμεως. ἔχουσι δὲ καὶ τὴν ἑλκτικὴν, ὡς δηλοῦσιν, ὠφελοῦσαι τὰ τῶν μελιττῶν τε καὶ σφηκῶν δήγματα.
ταῦτα μὲν οὖν ἐνδέχεται καὶ κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελεῖσθαι. τοὺς ὑδερικοὺς δέ τις ἐν Μυσίᾳ τῇ ἐν Ἑλλησπόντῳ βολβίτῳ καταχρίων ἐν ἡλίῳ κατέκλινε φαρμάκων ἔμπειρος ἰατρός. ὁ δ’ αὐτὸς οὗτος ἐπετίθει καὶ τοῖς φλεγμαίνουσι μέρεσι τῶν ἀγροίκων ὑγρὰν λαμβάνων ἦρος, ὅτε νέμονται τὴν πόαν οἱ βόες. εὔδηλον δ’ ὅτι τῆς ἄλλης ἥδε πολλῷ μετριωτέρα τὴν δύναμίν ἐστιν. ἄλλην δὲ λέγω τὴν ἐπὶ τῇ τῶν ἀχύρων ἐδωδῇ. μέση γὰρ αὕτη τῆς τε εἰρημένης ἐστὶ καὶ τῆς ἐπὶ τῇ τῶν ὀρόβων προσφορᾷ. πρόδηλον οὖν ὅτι καθάπερ ἡ ἐκ τῆς βοτανώδους νομῆς ἐπὶ τῶν φλεγμονῶν, οὕτως ἥδε τοῖς ὑδερικοῖς ἐστιν ἐπιτήδειος. εἰδέναι μέντοι χρὴ πάντα τὰ τοιαῦτα φάρμακα σκληροῖς σώμασιν ἀγροίκων ἀνθρώπων ἁρμόττειν, σκαπανέων τε καὶ θεριστῶν καὶ τῶν ἰσχυρὸν οὕτως ἔργον διαπραττομένων, ἐφ’ ᾧ καὶ πρὸς χοιράδας ὁ κατὰ τὴν Μυσίαν ἰατρὸς ἐχρῆτο καὶ τῶν σκιῤῥωδῶν ὄγκων ἁπάντων σὺν ὄξει καταπλάττων.
[κδ΄. Περὶ προβατείου κόπρου.] Ὁ δ’ αὐτὸς οὗτος καὶ τῇ
τῶν προβάτων κόπρῳ πρὸς ἀκροχορδόνας ἐχρῆτο καὶ μυρμηκίας καὶ θύμους καὶ δοθιῆνας σκληροὺς τοὺς καλουμένους ἥλους, ὄξει δεύων αὐτήν. ἀλλὰ καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν εἰς οὐλὴν ἦγε, μιγνὺς τῆς κόπρου ταύτης κηρωτῇ ῥοδίνῳ. καὶ μέντοι καὶ διὰ τῶν αἰγῶν κεκαυμένους ὁμοίως ἐθεράπευε, μιγνὺς καὶ ταῦτα ὀλίγον τι πάνυ πολλαπλασίῳ τῆς κηρωτῆς ὄγκῳ. καὶ ὅλως ἦν αὐτῷ σπούδασμα διὰ τῶν ἐν τοῖς ἀγροῖς εὐπορίστων ἅπαντα θεραπεύειν, ἐν οἷσι δηλονότι καὶ αἱ βοτάναι καὶ οἱ θάμνοι καὶ τῶν δένδρων εἰσὶν οἱ ἀκρέμονες καὶ τὰ βλαστήματα καὶ τὰ μαλακὰ φύλλα καὶ οἱ καρποὶ καὶ οἱ φλοιοὶ, περὶ ὧν ἐν τοῖς εὐπορίστοις ἐπιπλέον εἰρήσεται.
[κε΄. Περὶ κόπρου περιστερᾶς.] Τῇ γοῦν κόπρῳ τῶν νομάδων περιστερῶν, οὕτως γὰρ αὐτὰς ἔνιοι καλοῦσι διαστέλλοντες ἀπὸ τῶν κατοικιδίων, ὡς θερμαίνοντι φαρμάκῳ καὶ αὐτὸς ἐγὼ πάνυ συνεχῶς εἰς πολλὰ χρῶμαι, μετὰ μὲν καρδάμου σπέρματος κεκομμένην τε καὶ διηθημένην ξηρὰν ἀντὶ νάπυος ἐπὶ τῶν φοινιγμοῦ δεομένων προσφέρων. εὔδηλον
δ’ ὅτι τοὺς κεχρονικότας ἅπαντας ἐν τοῖς τοιοῖσδε λέγω πάθεσιν ὁποῖόν ἐστιν ἰσχιὰς, ἡμικρανία, σκοτώματά τε καὶ σκοτόδινοι καὶ κεφαλαῖαι καὶ τὰ κατὰ πλευρὰς ἢ ὠμοπλάτας ἢ τένοντα ἢ ψόας ἀλγήματα χρόνια, καὶ πρὸς τούτοις ἔτι νεφρίτιδές τε καὶ κοιλιακαὶ διαθέσεις καὶ ποδαγρικαὶ ἀρθρίτιδες, ὅταν γε μηδέπω σύστασις ᾖ πώρων ἐν τοῖς ἄρθροις αὐτῶν. αὕτη μὲν οὖν ἡ κόπρος οὐδὲν ἔχει δυσῶδες καὶ μάλιστα ξηρανθεῖσα. διὸ καὶ κατὰ πόλεις αὐτῇ χρώμεθα πολυειδῶς, ἀναμιγνύντες ἄλλοτε ἄλλῳ φαρμάκῳ.
[κστ΄. Περὶ ἀλεκτορίδος κόπρου.] Τῇ δὲ τῶν ἀλεκτορίδων ἑωρακὼς τὸν ἐν τῇ Μυσίᾳ χρώμενον ἐπὶ τῶν ὑπὸ τῆς μυκήτων ἐδωδῆς πνιγομένων ἐχρησάμην καὶ αὐτὸς ἐπί τινων ἐν τῇ πόλει προσενηνεγμένων αὐτὴν, ἐπὶ πάντων λειουμένην κυάθοις τρισὶν ἢ τέτρασιν ὀξυκράτου τε καὶ ὀξυμέλιτος, καὶ προφανῶς ὠφέλησεν διὰ ταχέων. ἤμεσαν γὰρ ὀλίγον ὕστερον οἱ πνιγόμενοι φλεγματώδη παχύτατον χυμὸν, ἐφ’ ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος. ἔστι δὲ τῆς τῶν περιστερῶν ἧττον ἡ κόπρος αὕτη θερμή. ὁ δ’ ἐπὶ τῆς Μυσίας
ἰατρὸς καὶ τοῖς χρονίοις κωλικοῖς ἐδίδου πίνειν τῆς τῶν ἀλεκτορίδων κόπρου δι’ οἰνομέλιτος· εἰ δὲ μὴ παρείη τοῦτο, δι’ ὄξους ἢ οἴνου κεκραμένου ὕδατι. μεμνῆσθαι δέ σε χρὴ τοῦ κοινοῦ περὶ πάντων ζώων λόγου, κατά τε τὰ περιεχόμενα κατὰ τὰ σώματα αὐτῶν, ὑγρά τε καὶ στερεὰ, καὶ κατὰ τὰ μόρια παμπόλλην εἶναι τὴν διαφορὰν τῶν ὀρείων καλουμένων, παρά τε τὰ κατὰ πεδία καὶ ἕλη καὶ λίμνας καὶ κατὰ τὴν οἰκίαν. ἀεὶ γὰρ τὰ γυμναζόμενα τῶν ἀγυμνάστων ἐστὶ ξηρότερα καὶ τὰ τροφαῖς χρώμενα ξηροτέραις τε καὶ θερμοτέραις τῶν ὑγροτέραις τε καὶ ψυχροτέραις χρωμένων. ἐπὶ γοῦν τῶν περιστερῶν διὰ τὸ συνεχῶς χρῆσθαι τῇ κόπρῳ πάμπολυ λειπομένην εὗρον ἀεὶ τῶν ἐπὶ ταῖς οἰκίαις τρεφομένων τῆς τῶν ὀρείων νομάδων. εὗρον δὲ καὶ τὴν τῶν ἀλεκτορίδων ἀσθενεστέραν πολὺ τῶν ἐγκεκλεισμένων τε καὶ πιτύροις τρεφομένων, ἰσχυρότερον δ’ οὐκ ὀλίγῳ τῶν ἐν τοῖς ἀγροῖς κατὰ τὰς αὐλάς τε καὶ τούτων ἔξωθεν νεμομένων.
[κζ΄. Περὶ κόπρου χηνῶν τε καὶ πελαργῶν.] Ἡ δὲ τῶν χηνῶν κόπρος ἄχρηστός ἐστι διὰ πολλὴν δριμύτητα. λογίζομαι δὲ καὶ τὴν ἱεράκων τε καὶ ἀετῶν. ἀλλὰ καὶ τὸ δυσπόριστον ἁπάσης τῆς τοιαύτης ὕλης φευκτέον. ἐξ οὗ καὶ μᾶλλον ὁρμώμενοί τινες ἰσχυρὰς δυνάμεις μαρτυροῦσι ταῖς τοιαύταις ὕλαις, ὡς οὐ ῥᾳδίως ἐλεγχθησόμενοι, καθάπερ οἱ τὴν τῶν πελαργῶν κόπρον ἐπιλήπτους ἰᾶσθαι γράψαντες. ἀλλ’ αὕτη μέντοι πολλῶν ὄντων ἄλλων ὧν γράφουσιν εὐποριστωτέρα κατὰ πολὺ τυγχάνουσα περίεργον ὅμως τ’ ἐστὶ πρὸς τῷ μηδ’ ἀληθὲς εἶναι τὸ γεγραμμένον ὑπ’ αὐτῆς. πεισθεὶς γοῦν τις ὑπὸ τῶν γραφόντων τὰ τοιαῦτα καὶ πιὼν τῆς κόπρου ταύτης οὐδὲν ὤνηται. δηλοῦσι γοῦν καὶ πρὸ τῆς πείρας οἱ γράφοντες αὐτὰ τὸ μοχθηρὸν ὧν ἐπαγγέλλονται. κατὰ πολλοὺς γὰρ τρόπους δυσπνοούντων ἀνθρώπων οὔθ’ ὅ τι πᾶσιν ἁρμόττει προστιθέασι κατὰ τὸν λόγον οὔθ’ ὅ τι τοῖσδέ τισιν ἢ τῷδε. τινές γε μὴν τῶν γραψάντων οὐ δυσπνοίας ἁπλῶς, ἀλλ’ ὀρθοπνοίας λέγουσιν ἰάματα εἶναι τὰ τοιαῦτα, κόπρον πελαργοῦ καὶ γλαυκὸς αἷμα καὶ οὖρον
διαφορητικὸν ἐχούσης παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἑτέραν ἑτέρας τὴν τοιαύτην ἔχειν δύναμιν, αἳ κατὰ μέρος ἐν αὐταῖς γίνονται διαφοραὶ, καὶ διὰ τοῦτο τινὰς μὲν τόδε τι τὸ πάθημα, τινὰς δὲ τόδε τι θεραπεύειν μᾶλλον.
[κη΄. Περὶ μυῶν κόπρου.] Οὕτω γοῦν καὶ τὰ τῶν μυῶν ἀποπατήματα γεγράφασιν ἀλωπεκίας θεραπεύειν, καὶ ἦν τις ἰατρὸς ὃς ἐχρῆτο τῷ συνθέτῳ φαρμάκῳ διὰ μυῶν κόπρου κατεσκευασμένῳ πρὸς τὸ πάθημα τοῦτο. καί τις ἄλλος βαλάνιον προσθεῖναι παιδίῳ δεομένῳ τῶν οἰκείων ἐκέλευσεν παρασκευασθῆναι μυῶν κόπρῳ, ἐφ’ ὧν πάντες οἱ ἀκούσαντες ἐγέλασαν, εἰ τοσούτων ὄντων, ἃ προστιθέμενα τῇ ἕδρᾳ πρὸς ἔκκρισιν ἐπεγείρει τὸ ἔντερον, ἅπανθ’ ὑπερβὰς ἐκεῖνος ἐπὶ τὴν τῶν μυῶν ἧκε κόπρον. ἔστι γὰρ ὄντως αἰδεθῆναι τὰ τοιαῦτα καὶ εἰς πεῖραν ἄγειν ἁπάντων καταγινωσκόντων ὡς περιέργου τε καὶ γόητος ὃς ἂν ταῦτα πράττῃ τε καὶ λέγῃ. περὶ μὲν οὖν τῆς τῶν μυῶν κόπρου καὶ ταῦθ’ ἱκανά.
[κθ΄. Περὶ κόπρου τῶν χερσαίων κροκοδείλων καὶ
ψάρων.] Τὴν δὲ τῶν χερσαίων κροκοδείλων τούτων τῶν μικρῶν τε καὶ χαμαιρεπῶν κόπρον ἔντιμον αἱ τρυφῶσαι πεποιήκασι γυναῖκες, αἷς οὐκ ἀρκέσει τοῖς ἄλλοις φαρμάκοις τοσούτοις οὖσιν λαμπρόν τε καὶ τετανὸν ἐργάσασθαι τὸ περὶ τὸ πρόσωπον δέρμα, προστιθέασι δ’ αὐτοῖς καὶ τὴν τῶν κροκοδείλων κόπρον. ὁμοία δ’ αὐτῇ γίνεται καὶ ἡ τῶν ψάρων, ὅταν ὄρυζαν μόνην ἐσθίωσιν. εὔδηλον οὖν ὅτι ῥυπτικήν τε καὶ ξηραντικὴν δύναμιν ἔχουσιν αἱ τοιαῦται κόπροι μετρίαν ἑκατέραν καὶ πολὺ μετριώτεραί τε καὶ ἀμυδρότεραι αἱ τῶν ψάρων. ἡ δέ γε τῶν κροκοδείλων κόπρος ὥσπερ τῶν προσώπων τὴν ἔφηλιν ἀφαιρεῖν πέφυκεν, οὕτω καὶ ἑλεῖν ἀλφοὺς καὶ λειχῆνας.
[λ΄. Περὶ ῥύπου τῶν ἀνθρώπων.] Ῥύπος γεννᾶται μὲν οὐ μόνον ἐπὶ παντὸς τοῦ κατὰ τὸ σῶμα δέρματος, ἀλλὰ κᾀν τοῖς ὠσὶ, διὰ δὲ βραχύτητα δυσπόριστός ἐστι καὶ κατὰ τοῦτο περὶ αὐτοῦ γεγράφασιν οὐδὲν, ὅτι μὴ παρωνυχίαις ἁρμόττειν τὸν ἐκ τοῦ ὠτὸς ῥύπον, ὅνπερ δὴ καὶ μόνον οἷόν τε λαβεῖν ἐστι καθ’ ἑαυτόν. ὁ γὰρ ἐπιτρεφόμενος ἅπαντι τῷ δέρματι κατά τε τὰ βαλανεῖα καὶ τὰς παλαίστρας ἀποῤῥύπτεται,
συντελῶν τι καὶ αὐτὸς τῷ καλουμένῳ πάτῳ, περὶ οὗ προείρηται. δηλοῖ δ’ αὐτοῦ καὶ ἡ γένεσις τὴν φύσιν. εἰ γὰρ τοῦ κατὰ τὴν ἄδηλον διαπνοὴν ἐκκενουμένου τὸ παχυμερὲς καὶ γεῶδες ὑπόλειμμα ῥύπος γίγνεται, ξηραντικῆς ἐστι δυνάμεως, ἔχον τι καὶ θερμότητος. ὅ γε μὴν ἐπιτρεφόμενος τοῖς τῶν προβάτων ἐρίοις ῥύπος, ἐξ οὗ τὸν καλούμενον οἴσυπον ποιοῦσιν, πεπτικῆς ἐστι δυνάμεως παραπλησίως τῷ βουτύρῳ; βραχύ τι δὲ καὶ διαφορητικὸν ἔχει.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΚΡΑΣΕΩΕ ΚΑΙ ΣΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ Λ.
Προοίμιον. Τὰ πλεῖστα τῶν ἐν τοῖς ζώοις μορίων κοινὰ πᾶσιν αὐτοῖς ἐστιν, οὐδὲν μὴν οὕτω κοινὸν ὡς ἡ σάρξ. πᾶν γὰρ ζῶον ἔχει ταύτην. ἔναιμον μὲν ἄνθρωπός τε καὶ τετράποδα πάντα καὶ ὄρνιθες, ὄφεις τε καὶ σαῦροι καὶ χελῶναι καὶ ἄλλα τοιαῦτα· χωρὶς δ’ αἵματος τά τ’ ὄστρεα πάντα καὶ τῶν ἐνύδρων οὐκ ὀλίγα, καθάπερ καὶ τῶν
ἐν αὐτῇ τῇ γῇ. καὶ τὸ ἐσθιόμενον τῶν ζώων ἡ σάρξ ἐστι μάλιστα. καὶ γὰρ καὶ τῶν σπλάγχνων ὁ πλεῖστος ὄγκος ἐκ τῶν κατ’ αὐτὰς γίνεται σαρκῶν. ἔνιοι δὲ τῶν ἰατρῶν τὴν μὲν ἐν τούτοις σάρκα παρέγχυμα καλοῦσιν, διότι τῶν φλεβῶν ἐκχεόμενον τὸ αἷμα περιπήγνυται πᾶσι τοῖς ἀγγείοις, ὡς ἐκεῖνοι νομίζουσιν, τὴν δ’ ἐν τοῖς μυσὶ μόνην ὀνομάζουσι σάρκα. περὶ μὲν δὴ τῶν ὀνομάτων, ὡς ἀεί φαμεν, ἐρίζειν οὐ χρὴ, τὴν δὲ τῶν πραγμάτων αὐτῶν ἐπιστήμην ἀσκητέον, ἧς καὶ ἡμεῖς ἀντιποιούμενοι διὰ παντὸς, ὅσα περὶ τῶν καθ’ ἕκαστον ζῶον μορίων ἰδίων καὶ κοινῶν ἐπιστάμεθα, τὰ μὲν ἐκ τῆς πείρας, τὰ δ’ ἐκ τοῦ λόγου διδαχθέντες, ἐφεξῆς ἐροῦμεν ἅπαντα τὴν ἀρχὴν ἀπὸ τῆς ἰδίως ὀνομαζομένης σαρκὸς ποιησάμενοι.
1. [α΄. Περὶ σαρκὸς ἐχίδνης.] Οὐχ ἅπασαι τῶν ζώων αἱ σάρκες ἄνθρωπον τρέφουσιν, ἀλλ’ ἐνίων εἰσὶ καὶ θανάσιμοι τῶν φαρμακωδῶν οὐδὲν ἧττον, ἃ καλοῦσι δηλητήρια, καὶ τῶν τρεφουσῶν δὲ ἡμᾶς σαρκῶν ἔνιαι μὲν αὐτὸ τοῦτο μόνον εἰσὶ τροφαὶ, τινὲς δὲ πρὸς τῷ τρέφειν
λειώσας, καὶ τό τε τραῦμα καλῶς ἐκολλήθη καὶ τὸ νεῦρον οὐκ ἐφλέγμηνε. ἦν δὲ σκληρὸς καὶ ἀγροῖκος ἄνθρωπος, ἔμιξά γε μὴν λειουμέναις αὐταῖς ἄχνην ἀλεύρου, λαβὼν ἀπὸ τοῦ πλησιάζοντος τῇ μύλῃ τοίχου. γεγράφασι δέ τινες τῶν πρὸ ἡμῶν ἰατρῶν σμύρναν ἢ λιβανωτὸν μιγνύειν αὐτοῖς δεῖν ἐπὶ τῆς τοιαύτης χρήσεως, ἀλλ’ οὐδετέραν εἶχον τούτων ἔξωθεν τῆς πόλεως ἐπὶ τῆς ἀγροικίας. δύναιτο δ’ ἄν τις καὶ ῥητίνης φρικτῆς λείας μιγνύειν εἰ παρείη. ὁπόταν μέντοι πολὺ τῆς μύξης τῶν κοχλιῶν ἐθέλεις λαβεῖν μόνης, κατακέντησον αὐτῶν τὴν σάρκα γραφείῳ. χρὴ δὲ μὴ πρὸ πολλῶν ἡμερῶν αὐτοὺς θηρεῦσαι, καταξηραίνονται γὰρ ἐν τῷ χρόνῳ. πρόσφατοι δ’ ὄντες πολὺ τῆς γλίσχρας ὑγρότητος ἔχουσιν, ἣν κατακεντούμενοι τῷ γραφείῳ προϊᾶσιν. ἡ δ’ ὑγρότης αὕτη καὶ τῶν ἐν τοῖς βλεφάροις τριχῶν παρὰ φύσιν ἀνακόλλημα γίνεται.
[β΄. Περὶ πιμελῆς καὶ στέατος.] Πιμελὴ καὶ στέαρ. κοινότατα καὶ ταῦτα τῶν ἐν τοῖς ζώοις μορίων ἐστί. τὰ γὰρ εὐτροφοῦντα πάντα πιμελὴν ἢ στέαρ ἴσχει, τὰ δὲ
τε καὶ βαλαύστιον, οὐκ ἀληθῆ φήσομεν εἶναι τὸν λόγον. ἐπειδὴ δὲ καὶ τὸ τῶν ἐχιδνῶν στέαρ, ὅταν ἐκ ῥιζῶν τις ἀνασπάσας τὰς ἐν ταῖς μασχάλαις τρίχας ἐπαλείφῃ, φασὶ μὴ καὶ ταύτας φύεσθαι, κάλλιον ἔδοξέ μοι καὶ τούτου πειραθῆναι, καὶ πράξας ὡς ἐκέλευσαν εὗρον ψευδομένους αὐτοὺς, ὥσπερ καὶ ὅτι τὰς ἀρχὰς τῶν ὑποχύσεων ἰᾶται. τὸ δὲ τῶν ἄρκτων στέαρ ἀλωπεκίαις ἁρμόττείν ἀληθῶς ἔγραψαν, ἔχομεν δ’ αὐτοῦ δοκιμώτερα φάρμακα πρὸς τὸ πάθος. ἀλλὰ τό γε μὴν τῶν ἀλωπέκων ὅταν ὠταλγίας φῶσι θεραπεύειν, ἄνευ τοῦ διορίσασθαι ποίας λέγουσιν ὠταλγίας, ὡς οὐδὲ γινώσκουσιν διηρθρωμένως αὐτοῖς ἃ λέγουσιν, οὐδ’ ὅλως χρὴ προσέχειν τὸν νοῦν. ἄλλοι δὲ ἰχθύων ἐπαινοῦσι στέαρ, ὡς πρὸς τὰς ὑποχύσεις ἢ ὅπερ ἂν ἐθέλωσι πάθος ὀνομάζειν. ἕτεροι δ’ οὐχ ἁπλῶς ἰχθύων, ἀλλὰ ποταμίων γράφουσιν, ἄλλοι δὲ μᾶλλον θαλαττίων, ἵνα δοκῶσί τι πλέον ἐπίστασθαι τῶν πολλῶν.
[γ΄. Περὶ μυελοῦ.] Μυελὸς μαλακτικῆς τῶν σκληρυνομένων τε καὶ σκιῤῥουμένων σωμάτων ἐστὶ δυνάμεως, εἴτε
καὶ τὸ στέαρ, εἶτ’ ἐν οἴκῳ ξηραίνων ὑπερώῳ τε καὶ ἀνίκμῳ μετὰ φύλλων δάφνης ξηρῶν ἀποτίθεμαι. τὰ γὰρ ὑγρὰ καὶ πρόσφατα φύλλα πολὺ τῆς ἑαυτῶν μεταδίδωσι ποιότητος, ὥστε δριμυτέρους γενέσθαι τοὺς μυελούς. εἰ δέ ποτε καὶ θερμοῦ καὶ νοτίου τοῦ περιέχοντος ὄντος ἀποθέσθαι βουληθείης μυελοὺς ἢ στέαρ, ἔστω σοι παρεσκευασμένος οἶκος μήτε θερμὸς, οἷοι μάλιστά εἰσιν οἱ πρὸς μεσημβρίαν ἐστραμμένοι, σήπεται γὰρ ἐν τοῖς τοιούτοις μήτε κατάγειος ὑγρὸς, εὐρωτιᾷ γὰρ ἐν τοῖς τοιούτοις, ἀλλ’ ὑπερῶός τε καὶ πρὸς ἄρκτον ἐστραμμένος, ἀναπεπταμένας ἔχων μικρὰς θυρίδας ὡς δέχεσθαι τοὺς ἀρκτικοὺς ἀνέμους δι’ ἡμέρας τε καὶ νυκτός.
[δ΄. Περὶ κεφαλῶν μαινίδων.] Κεφαλῶν μαινίδων ταριχηρῶν καίων τις ἐχρῆτο πρὸς τὰς ἐν ἕδρᾳ ῥαγάδας, ὁ δ’ αὐτὸς οὗτος καὶ πρὸς γαργαρεῶνα χρονίως ἐσκιῤῥωμένον. ἔοικεν οὖν ἡ δύναμις αὐτῶν ξηραντική τις εἶναι, μὴ πάνυ δριμεῖα. τοῦτο γὰρ ἐνίοις ὑπάρχει τῶν κεκαυμένων, ὡς τό γε ξηραίνειν κοινὸν ἅπασιν.
[ε΄. Περὶ κεφαλῆς λαγωῶν.] Ἕτερος δὲ κεφαλὴν ὅλην λαγωοῦ καίων ἐχρῆτο πρὸς ἀλωπεκίας μετὰ στέατος ἀρκτείου.
[στ΄. Περὶ κεφαλῆς σαύρων.] Τὴν δὲ τῆς σαύρας κεφαλὴν λειωθεῖσαν ἔνιοι γράφουσι σκόλοπας ἐξάγειν καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἥλους.
[ζ΄. Περὶ ἐγκεφάλου λαγωοῦ.] Ἐγκέφαλον λαγωοῦ παρατριβόμενόν τε καὶ ἐσθιόμενον ἐπὶ τῶν ὀδοντιώντων παίδων ἐμάθομεν ὠφέλιμον ὑπάρχειν, ἡψημένης δηλονότι τῆς κεφαλῆς ὅλης ὥσπερ εἴωθα, οὐ μὴν ἐξαίρετός γε ἡ δύναμις αὐτοῦ, ἀλλὰ παραπλησία μέλιτι καὶ βουτύρῳ καὶ τοῖς ἄλλοις, ὅσα πρὸς ὀδόντας φυομένων παιδίων ἁρμόττει. τινὲς δὲ καὶ φόβοις βοηθεῖν ἐσθιόμενον τὸν ἐγκέφαλον τοῦτον ἔγραψαν.
[η΄. Περὶ κεράτων ἐλάφου καὶ αἰγῶν.] Κέρασιν ἐλάφου καὶ αἰγὸς κεκαυμένοις μάλιστα χρῶνται, καθάπερ καὶ ἡμεῖς ἐχρησάμεθα πολλάκις εἴς τε τὸ λαμπρύνειν τοὺς ὀδόντας καὶ προστέλλειν τὰ οὖλα τὰ πλαδαρά. τὸ δὲ τῆς ἐλάφου τινὲς τῶν γραψάντων τὰ τοιαῦτα μάλιστ’ ἐπαινοῦσιν, ὡς εἰ μετὰ τὸ καυθῆναι πλυθείη καὶ δυσεντερίαν καὶ πτύσιν
αἵματος, ἔτι τε τὰς καλουμένας κοιλιακὰς διαθέσεις ἐκθεραπεύειν, ἰκτερικοῖς τε διδόμενον ὠφέλιμον, ἐπὶ πάντων δὲ τούτων κελεύουσι διδόναι κοχλιάρια δύο, μεμίχασι δὲ αὐτό τινες, ὡς εἴρηται, κεκαυμένον τε καὶ πεπλυμένον καὶ τοῖς ξηραίνουσι κολλυρίοις τὰ ἐν ὀφθαλμοῖς ῥεύματα. ἔστι γὰρ δηλονότι πάντων τῶν τοιούτων ἡ δύναμις ξηραντικὴ, καθάπερ καὶ εἴρηται.
[θ΄. Περὶ πνεύμονος ἀρνείου καὶ χοιρείου καὶ ἀλώπεκος.] Πνεύμων ἄρνειός τε καὶ χοίρειος τὰ ἐξ ὑποδημάτων παρατρίμματα θεραπεύειν πεπίστευται. ὁ δὲ τῆς ἀλώπεκος σκελετευθεὶς εἰ πίνοιτο, τοὺς ἀσθματικοὺς ὠφελεῖ.
[ι΄. Περὶ ἥπατος κυνὸς λυττῶντος.] Ἧπαρ τὸ μὲν λυττῶντος κυνὸς ἔγραψάν τινες, εἰ ὀπτηθὲν βρωθείη, τοῖς ὑπ’ αὐτοῦ δεδηγμένοις γίγνεσθαι βοήθημα, καί τινας μὲν οἶδα τῶν προσενεγκαμένων αὐτὸ ζῇν, ἀλλ’ οὐκ ἐκείνῳ μόνῳ, χρησαμένους δ’ ἐφεξῆς καὶ τοῖς ἄλλοις φαρμάκοις, ὧν πεῖραν ἔχομεν ἐπὶ τῶν λυσσοδήκτων. ἤκουσα δέ τινας αὐτῷ μόνῳ πιστεύσαντας ὕστερον ἀποθανόντας.
[ια΄. Περὶ ἥπατος αἰγὸς καὶ τράγου.] Τὸ δὲ τῆς αἰγὸς ἧπαρ ὀπτῶντές τινες, εἶτα λαμβάνοντες τὸν ἀποῤῥέοντα ἰχῶρα πρὸς νυκτάλωπας χρῶνται, καὶ τὸν ἀτμὸν δ’ αὐτοῦ δέχεσθαι τοῖς ὀφθαλμοῖς ἀνεῳγόσι κελεύουσιν ἑψομένου. καὶ μέντοι καὶ ὀπτὸν ἐσθιόμενον πρὸς ταῦτα τὰ παθήματά φασιν ἁρμόττειν, ἐλέγχειν τε τοὺς ἐπιλήπτους, εἰ βρωθείη. ταὐτὸ δὲ δύνασθαι καὶ τὸ τράγειον ἧπαρ.
[ιβ΄. Περὶ ἥπατος σαύρας.] Ἧπαρ σαύρας ἐντεθὲν ὀδοῦσι βεβρωμένοις ἔγραψάν τινες ἀνωδυνίαν ἐργάζεσθαι.
[ιγ΄. Περὶ κοιλίας αἰθυίας.] Κοιλίαν αἰθυίας ἐπαινοῦσί τινες ὡς πεπτικὸν φάρμακον, εἴ τις ἢ παραχρῆμα λαμβάνων ἑφθὴν ἢ σκελετεύων προσφέροιτο. πειραθέντες δ’ ἡμεῖς αὐτοῦ ματαίαν εὕρομεν τὴν ὑπόσχεσιν, ὥσπερ καὶ τοῦ τῶν ἀλεκτορίδων ἔνδον χιτῶνος, ὃν καὶ αὐτὸν ἔνιοι σκελετεύοντες ὠφελεῖν φασιν, εἰ ποθείη τοὺς στομαχικούς.
[ιδ΄. Περὶ ἥπατος λύκου.] Τὸ δὲ ἧπαρ τοῦ λύκου πολλάκις μὲν ἔβαλλον εἰς τὸ δι’ εὐπατορίου φάρμακον ἡπατικὸν,
οὐ μὴν ὑπεροχῆς τινος ἐπειράθην ἀξιολόγου, παραβάλλων αὐτῷ τὸ χωρὶς τούτου σκευαζόμενον.
[ιε΄. Περὶ καστορίου.] Ὄρχεις κάστορος ὀνομάζουσι καστόριον. ἔνδοξον δὲ καὶ πολύχρηστον φάρμακον, ὡς καὶ βιβλίον ὅλον Ἀρχιγένει γεγράφθαι περὶ καστορίου χρήσεως. ἐκεῖνος μὲν οὖν τὰς κατὰ μέρος αὐτοῦ δυνάμεις διῆλθεν, ἐγὼ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων φαρμάκων, οὕτω κᾀπὶ τούτου τὴν καθόλου δύναμιν ἐρῶ, πρὸς ἣν ἀποβλέπων τις εὑρίσκειν ἑαυτῷ δυνήσεται τὰς κατὰ μέρος. ὅτι μὲν δὴ θερμαίνει πρόδηλον. εἰ γὰρ ἐθελήσαις λεῖον ἀκριβῶς ἐργασάμενος αὐτὸ, δεύσας ἐλαίῳ, χρῖσαί τε καὶ ἀνατρῖψαι τι αὐτῷ μόριον, ἐναργῶς αἰσθήσῃ θερμαινόμενον αὐτό. τὰ δὲ θερμαίνοντα πάντα διαφοροῦντά τι τῆς πλησιαζούσης οὐσίας εὐθέως αὐτὴν καὶ ξηραίνει, πλὴν εἰ μή τι φύσει ὑγρὸν εἴη, καθάπερ ἔλαιόν τε καὶ ὕδωρ, ἐπίκτητόν τε ποιότητα θερμὴν, οὐ δύναμιν, προσλάβοι, καθάπερ αὐτὰ ταῦτα πυρὶ πλησιάσαντα καὶ ἡλίῳ θερινῷ. τοῦ τοίνυν καστορίου καὶ ἡ
ἐπ’ ἄνθραξιν αὐτὸ θυμιῶν ἀρύῃ διὰ τῆς εἰσπνοῆς, καὶ μάλιστα τὰ κατὰ τὸν πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ πάθη. τά γε μὴν ληθαργικὰ καὶ καταφορικὰ πάντα πάθη μετὰ πυρετῶν ἄμεινον οὐ τῶν εἰρημένων ἐλαίων τινὶ δεύοντας θεραπεύειν, ἀλλὰ διὰ ῥοδίνου μᾶλλον ἐπιτιθέναι τῇ κεφαλῇ καὶ τῷ αὐχένι.
[ιστ΄. Περὶ νεφρῶν σκίγκων.] Τὰ περὶ τοὺς νεφροὺς τῶν σκίγκων ὡς ἐντατικὰ αἰδοίων πίνεται καὶ ἀντιπεπονθέναι γε αὐτοῖς δοκεῖ, μάλιστα θρίδακος σπέρμα μεθ’ ὕδατος πινόμενον. ἔνιοι δὲ καὶ τὸ τῶν φακῶν ἀφέψημα μετὰ μέλιτος πινόμενον παύειν φασὶ τὰς ἐντάσεις.
[ιζ΄. Περὶ ὀνύχων αἰγείων καὶ ὀνείων.] Ὄνυχας αἰγῶν ἔνιοι καυθέντας, εἶτα τὴν τέφραν ὄξει δεύοντες ἀλωπεκίας καταχρίουσιν, ὥστ’ εἴη ἂν καὶ ἡ τοιαύτη τέφρα λεπτυντικῆς δυνάμιως. ἔνιοι τοὺς τῶν ὄνων ὄνυχας καυθέντας ἐπιλήπτους φασὶ θεραπεύειν, εἰ πίνοιντο συνεχῶς, ἐλαίῳ δὲ φυραθέντας χοιράδας διαφορεῖν· ἐπιπαττομένην δὲ τὴν αὐτὴν τέφραν ξηρὰν ἰᾶσθαι τὰ χίμεθλα.
[ιη΄. Περὶ ὀστῶν κεκαυμένων.] Ὀστᾶ κεκαυμένα διαφορητικῆς καὶ ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, μάλιστα δέ φασιν ἔνιοι τὰ τῶν ἀνθρώπων δύνασθαι τοῦτο. τόν γε μὴν ὕειον ἀστράγαλον κεκαυμένον, εἶτα πινόμενον, ἐμπνευματώσεις καὶ στρόφους ἔφασαν θεραπεύειν. ἔγνων δέ τινας τῶν καθ’ ἡμᾶς ἀνθρώπων ὀστᾶ κεκαυμένα ποτίζοντας, μὴ γινωσκόντων τῶν πινόντων ὅ τι πίνοιεν, ὅπως μὴ μυσάττοιντο, πολλῶν ἐπιληψίαν τε καὶ ἀρθρῖτιν ἐκτεθεραπευκέναι.
[ιθ΄. Περὶ γήρως ὄφεως.] Γῆρας ὄφεως ἔγραψάν τινες ἀναζεσθὲν ἐν ὄξει θεραπεύειν ὀδονταλγίας.
[κ΄. Περὶ δέρματος προβάτου.] Δέρμα προβάτου νεωστὶ ἐκδεδαρμένου περιτεθὲν τοῖς μεμαστιγωμένοις ὁπωσοῦν ἐναργῶς ὠφελεῖ πάντων ἑτέρων μᾶλλον, ὡς ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτὶ θεραπεύειν αὐτούς· συμπέπτει τε γὰρ καὶ διαφορεῖ τὰ ὕφαιμα.
[κα΄. Περὶ ἵππων λειχήνων.] Λειχῆνας ἵππων λειωθέντας σὺν ὄξει γεγράφασί τινες ἐπιληψίας θεραπεύειν, ἔνιοι δὲ καὶ πρὸς παντὸς θηρίου δῆγμα συμβουλεύουσι χρῆσθαι.
[κβ΄. Περὶ ἀράχνης ὑφάσματος.] Ἀράχνης ὕφασμα γράφουσί τινες ἀφλέγμαντα φυλάττειν τὰ ἐπιπολῆς ἕλκη.
[κγ΄. Περὶ δερμάτων παλαιῶν.] Δέρματα παλαιὰ τὰ ἀπὸ τῶν καττυμάτων καυθέντα πρὸς τὰ ἐκ τῶν ὑποδημάτων ἐκθλίμματα γεγράφασιν ἁρμόττειν, ὡς δῆθεν ἀντιπαθείᾳ τινὶ τοῦτο ποιοῦντα. φλεγμαίνοντα μὲν οὖν οὐκ ὠφελεῖται, παυσαμένης δὲ τῆς φλεγμονῆς εἰκότως ὠφελεῖται ξηραινόμενα· ξηραντικὴ γὰρ ἡ τοιαύτη τέφρα. καὶ ἡμεῖς ἐχρησάμεθά ποτε κατὰ ἀγρὸν αὐτῇ πρός τι τοιοῦτον ἐκ παρατρίμματος ἕλκος. θεραπεύει δ’ εἰκότως ἡ τοιαύτη τέφρα καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν καὶ τὰ καλούμενα παρατρίμματα κατὰ τοὺς μηροὺς γινόμενα.
[κδ΄. Περὶ ὀστρείων.] Ὄστρεια καλοῦσιν ἔνιοι πάντα τὰ ὀστρακόδερμα πρὸς Ἀριστοτέλους ὀνομασθέντα. τὸ δ’ ὑπὸ τῶν πολλῶν ὄστρεον ὀνομαζόμενον, ἐν τῇ δευτέρᾳ συλλαβῇ χωρὶς τοῦ ι λεγόμενον, εἶδος ἕν τι τῶν ὀστρείων τίθενται, περιλαμβάνοντες ἐν τῷ παντὶ γένει καὶ κήρυκας καὶ
πορφύρας καὶ χήμας καὶ πίνας ἅπαντά τε τὰ παραπλήσια, ἐφ’ ὧν ἐφεξῆς ἐρῶ.
[κε΄. Περὶ κηρύκων καὶ πορφυρῶν.] Κηρύκων καὶ πορφυρῶν τὸ ὄστρακον, ἐπειδὴ σκληρότατόν ἐστιν, οὐδέποτ’ αὐτῷ χωρὶς καύσεως κέχρημαι. καυθὲν μέντοι ξηραντικῆς ἐστι δυνάμεως, ἀκριβῶς δ’ αὐτὸ χρὴ λειοῦν, ὡς χνοῶδες γίνεσθαι, κόψαντα δηλονότι τι καὶ σήσαντα πρότερον. ἔστω δέ σοι τοῦτο κοινὸν ἐπὶ πάντων τῶν λιθώδη καὶ ὀστρακώδη τὴν οὐσίαν ἐχόντων. εἰ μὴ γὰρ ἀκριβῶς λειωθείη, παραπλήσια ταῖς ψάμμοις ἐστί. καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειωθέντων αὐτῶν τὸ γινόμενον ἄλευρον ἕλκεσι κακοήθεσιν ἁρμόττει. κοινὸν δὲ καὶ τοῦτ’ αὐτὸ πάντων ἐστὶ τῶν ξηραινόντων ἰσχυρῶς, ἄνευ τοῦ δάκνειν ἐπιφανῶς· ἐρεθίζοντα γὰρ ἐκεῖνα ῥευμάτων αἴτια γίνεται. καὶ ἄλλο δέ τι κοινὸν ὑπάρχει τοῖς τοιούτοις ἅπασι, μετ’ ὀξυκράτου γὰρ ἢ ὄξους ἢ οἰνομέλιτος ἢ ὀξυμέλιτος ἐπιτήδεια τοῖς σηπεδονώδεσιν ἕλκεσι γίγνεται. διὰ τοῦτο καὶ οἱ λίθοι πάντες εἰς τοιαύτην ἀγόμενοι χρείαν οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, ἅπαντες δ’ αὖ ὠφελοῦσι.
[κστ΄. Περὶ ὀστρέων.] Ὀστρέων τὸ ὄστρακον καυθὲν ὁμοίας ἐστὶ δυνάμεως τῷ τῶν κηρύκων ὀστράκῳ, καὶ μᾶλλον ἔτι λεπτομερεστέρας, ἀσφαλέστερον δ’ εἰπεῖν, ἧττον παχυμεροῦς. ἅπαντα γὰρ γεώδη καὶ σκληρὰν τὴν τοῦ σώματος ἔχοντα σύστασίν τε καὶ πῆξιν ἱκανῶς ἐστι παχυμερῆ, διὸ καὶ λειοῦν ἐπιμελῶς αὐτὰ προσήκει. ὅταν οὖν ποτ’ εἴπωμεν ἕτερον ἑτέρου τούτων εἶναι λεπτομερέστερον, οὕτως ἀκούειν χρὴ τῆς λέξεως, ὡς εἰ καὶ τὸν Ὀδυσσέα φαίημεν εἶναι τοῦ Θερσίτου μείζονα, μικρῶν ἀμφοτέρων ὄντων, ἢ τὸν Αἴαντα τοῦ Ἀχιλλέως μικρότερον, ἀμφοῖν καὶ τούτων μεγάλων ὄντων. ἔχει δ’, ὡς εἴρηται καὶ πρόσθεν, ἅπαντα τὰ τοιαῦτα τῆς συνακτικῆς τι δυνάμεως ἐν ἑαυτοῖς, δι’ ἣν καὶ πιληθείσης αὐτῶν τῆς οὐσίας σκληρὰ καὶ γεώδη γέγονεν, ὃ διὰ τῆς καύσεως ἀποβαλόντα τὴν ἐναντίαν ἐπικτᾶται δύναμιν, ἣν διαφορητικὴν ὀνομάζομεν. εἰ δὲ πλύναις αὐτὰ καὶ καύσαις, τὸ μὲν οἷον ἐμπύρευμα πᾶν ἐναποτίθεται τῷ ὕδατι, καὶ τοῦτό γ’ ἐργάζεται θερμαῖνον λεπτομερῶς, ὡς καὶ σήπειν ἐνίοτε. τὸ δὲ ὑπόλοιπον ἄδηκτον γίγνεται γεῶδες, ὃ
μόνῳ τῷ ῥυπτικῷ τῆς δυνάμεως, ἀλλὰ καὶ τῷ τῆς οὐσίας τραχεῖ, καθάπερ ἡ κίσσηρίς τε καὶ τὸ τῶν κλιβάνων ὄστρακον. ἐν μὲν οὖν τῇ τοιαύτῃ χρήσει πάνυ σφόδρα λειοῦν οὐκ ἀναγκαῖόν ἐστι τὰ οὕτω καυθέντα, τοῖς δὲ κακοήθεσιν ἕλκεσιν ἐπὶ πάντων ἀκριβῶς προλειώσεις. καὶ τὰ ὑπερσαρκοῦντα δὲ μετρίως καθαιρεῖ καὶ προστέλλει. μετά γε μὴν ἁλῶν πάντα τὰ τοιαῦτα καυθέντα ποιεῖ μὲν καὶ τὸ τῶν ὀδόντων σμῆγμα δραστικώτερον, ὡς τὰ πλαδαρὰ τῶν οὔλων ξηραίνειν, ἀλλὰ καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὠφελεῖ.
[κζ΄. Περὶ σηπίας.] Ἱκανῶς τὸ σηπίας ὄστρακον χαῦνόν ἐστιν, οὐχ ὥσπερ τὰ τῶν ὀστρείων λιθώδη. τὸ μὲν οὖν ῥύπτειν, ὥσπερ καὶ τἄλλα τῶν ὀστρακοδέρμων ὄστρακα, κοινὸν αὐτῷ πρὸς ἐκεῖνα, καθάπερ γε καὶ τὸ ξηραίνειν. τὸ δὲ τῆς οὐσίας λεπτομερὲς ἐξαίρετον αὐτῷ παρὰ τἄλλα ὑπάρχει, διὸ καὶ καυθέντι χρώμεθα πρὸς ἀλφοὺς ἔφηλίν τε καὶ φακοὺς καὶ ψώρας. ἀλλὰ καὶ τοῖς ὀρυκτοῖς ἁλσὶ μιχθὲν ἀποτήκει τὰ κατ’ ὀφθαλμοὺς γινόμενα πτερύγια. καὶ πρὶν καυθῆναι δὲ ὀπτώμενόν τε καὶ λειούμενον ὀδόντας τε λαμπρύνει
καὶ ξηραίνει τὰ ἕλκη. τῷ συμμέτρῳ αὐτοῦ τῆς τραχύτητος καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μεγάλας τραχύτητας, ἃς καλοῦσιν συκώσεις, εἰώθαμεν χρῆσθαι, διαγλύφοντες ἐξ αὐτοῦ παραπλήσιόν τι κολλυρίῳ κατὰ τὸ σχῆμα καὶ ἀνατρίβοντες αὐτὰς ὡς αἱμάξαι. τούτου γὰρ γενομένου καὶ τὰ καθαιρετικὰ τῶν κολλυρίων ἄμεινον ἐπ’ αὐτῶν ἐνεργεῖ.
[κη΄. Περὶ πωμάτων πορφυρῶν.] Πώματα πορφυρῶν δι’ ὄξους ποθέντα σπλῆνας οἰδαλέους ἔγραψάν τινες ἰᾶσθαι, θυμιώμενα δὲ τὰς πνιγομένας ὑστερικῶς ὠφελεῖν ἐκβάλλειν τε τὰ κατεχόμενα χόρια.
[κθ΄. Περὶ ἐρίων οἰσυπηρῶν.] Ἔρια τὰ μὲν ἔτι ῥυπαρὰ, καὶ διὰ τοῦτο καλούμενα πρός τινων οἰσυπηρὰ, χρησίμως δέχεται τὰς κατὰ τῶν τεθλασμένων ἢ ὁπωσοῦν πεπληγότων μορίων ἐπιβροχὰς, συνεργαζόμενα πρὸς τὴν ἐξ αὐτῶν ὠφέλειαν διὰ τὸν οἴσυπον. τὰ δὲ πεπλυμένα καὶ μηκέτι ἔχοντα τὸν οἴσυπον ὕλη τις ἐπιτήδειος γίνεται πρὸς τὸ δέξασθαι τὰς ἐπιβρεχομένας ὑγρότητας. καυθέντα δὲ δύναμιν
ἔχει δριμεῖάν τε καὶ θερμὴν ἅμα λεπτομερείᾳ, ὥστε καὶ τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκειν τάχιστα. βάλλεται δὲ καὶ εἰς φάρμακον ξηραντικὸν, καῖε δ’ αὐτὰ καθάπερ καὶ τῶν ἄλλων τὰ πλεῖστα, χύτραν καινὴν πληρῶν, εἶτα πωμάζων ὀπὰς πλέονας ἔχοντι πώματι.
[λ΄. Περὶ τριχῶν κεκαυμένων.] Τρίχες κεκαυμέναι παραπλησίως τοῖς κεκαυμένοις ἐρίοις θερμαντικῆς τε καὶ ξηραντικῆς ἱκανῶς εἰσι δυνάμεως.
[λα΄. Περὶ τῆς τῶν ὠῶν δυνάμεως.] Ἀκόλουθον ἂν εἴη τῇ περὶ τῶν μορίων διδασκαλίᾳ καὶ περὶ τῶν ὠῶν εἰπεῖν, ἀλλαχόθι γὰρ αὐτῶν οὐκ ἔχω μνημονεῦσαι. μέρη μὲν οὖν τῶν ζώων οὐκ ἔστι τὰ ὠὰ, καθάπερ οὐδὲ τῶν δένδρων ὁ καρπὸς, οὐδὲ τῶν κυουσῶν τὰ ἔμβρυα, τοῖς δ’ ἐπιφυομένοις ἀνάλογον ἔχει. φαίνεται δὲ τῶν ἐπιφυομένων τὰ μὲν οἰκεῖα πάντῃ ταῖς φύσεσιν τῶν φυτῶν ἢ ζώων εἶναι, τὰ δ’ οὐ πάντῃ τοιαῦτα, καθάπερ ὁ ἰξὸς ὁ ἐπιφυόμενος ταῖς δρυσὶν, οὐδ’ ἁπλῶς εἴ τι τοῖς δένδροις ἑτερογενὲς ἐπιφύεται δένδρον ἢ θάμνος ἢ καρπὸς ἢ πόα ἢ ὅλως ἐκβλάστημά τι,
κατὰ τὸν στόμαχον καὶ γαστέρα καὶ ἔντερα καὶ κύστιν ἰᾶται τραχύτητας.
[λβ΄. Περὶ ἐχίνων κεκαυμένων.] Ἐχίνων ἀμφοτέρων, τοῦ τε θαλαττίου καὶ τοῦ χερσαίου, τὸ σῶμα πᾶν καιόμενον ἐργάζεται τέφραν, ῥυπτικῆς τε καὶ διαφορητικῆς καὶ καθαιρετικῆς δυνάμεως. ἔνιοι γοῦν αὐτῷ πρός τε τὰ ὑπερσαρκήσαντα καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν ἐχρήσαντο.
[λγ΄. Περὶ κοχλιῶν.] Κοχλίαι δὲ ὅλοι, μετὰ τῶν ὀστράκων καιόμενοι μιγνυμένης αὐτοῖς κηκίδος ὀμφακίτιδος καὶ πεπέρεως λευκοῦ, μεγάλα ὠφελοῦσι δυσεντερίας, ἐφ’ ὧν οὐδέπω σηπεδονώδη τὰ ἕλκη. προσήκει δ’ εἶναι τοῦ μὲν πεπέρεως ἓν μέρος, τῆς δὲ κηκίδος δύο, τέσσαρα δὲ τῆς τέφρας τῶν κοχλιῶν. ἀκριβῶς λεῖα ποιήσας ταῦτα, τοῖς τ’ ὄψοις ἐπίπαττε καὶ δίδου πίνειν δι’ ὕδατος ἢ οἴνου λευκοῦ τε καὶ αὐστηροῦ. χωρὶς δὲ τοῦ μιχθῆναι κηκίδι, κοχλιῶν ἡ τέφρα ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, ἐχούσης τι διὰ τὴν καῦσιν καὶ θερμοῦ. ἄκαυστοι δ’ οἱ κοχλίαι λειωθέντες ἅμα τοῖς ὀστράκοις ἐπιτίθενται κατά τε τῆς γαστρὸς ὅλης ἐπὶ τῶν
ὑδερικῶν, κατά τε τῶν ἐν τοῖς ἄρθροις ὄγκων ἐπὶ τῶν ἀρθριτικῶν. καὶ γίνεται μὲν ἡ πρόθεσις αὐτῶν δυσαφαίρετος, ἱκανῶς δὲ ξηραίνει. καὶ μέντοι καὶ προσκεῖσθαι διὰ παντὸς ἐᾷν αὐτοὺς προσῆκεν, ἄχρις ἂν ἀποπέσωσιν αὐτόματα. τοῦτο δὲ ποιητέον κᾀπὶ τῶν δυσλύτων ἐκ πληγῆς ὄγκων καὶ περὶ θλάσεως γενομένης ἐν ὠσί. ξηραίνουσι γὰρ ἱκανῶς ἅπαντας αὐτοὺς, κᾂν γλίσχρον καὶ παχὺ κατὰ βάθους ὑγρὸν περιέχηται.
[λδ΄. Περὶ καρκίνων κεκαυμένων.] Ἥ γε μὴν τῶν ποταμίων καρκίνων τέφρα ξηραντικὴ μέν ἐστιν ὁμοίως τοῖς προειρημένοις, ἰδιότητι δὲ τῆς ὅλης οὐσίας θαυμαστῶς ἐπὶ τῶν λυσσοδήκτων ἐνεργεῖ, καὶ μόνη μὲν, ἀλλὰ καὶ μετὰ γεντιανῆς τε καὶ λιβανωτοῦ πολὺ μᾶλλον. εἶναι δὲ χρὴ τοῦ μὲν λιβανωτοῦ μοῖραν μίαν, πέντε δὲ τῆς γεντιανῆς καὶ τῶν καρκίνων δέκα. καὶ ἄλλως μὲν οὖν καυθεῖσιν αὐτοῖς ἐχρησάμεθά ποτε σπανίως, ὡς τὸ πολὺ δὲ καθ’ ὃν Αἰσχρίων ὁ ἐμπειρικὸς ἐχρήσατο φαρμάκων ἐμπειρικώτατος γέρων, πολίτης τε καὶ διδάσκαλος ἡμέτερος. ἦν δὲ λοπὰς ἐρυθροῦ
τοῖς καρκίνοις οὐ δύναται δέξασθαι. τούτων γὰρ καυθέντων τὴν τέφραν, ξηραντικὴν γινομένην, ἐκδαπανᾷν τε ἅμα καὶ διαφορεῖν τὸν ἰὸν τῶν δακνόντων κυνῶν. ταῦτα μὲν οὖν ὁ Πέλοψ ἔλεγεν, ἐπαγγελλόμενός τε καὶ φιλοτιμούμενος ἐπίστασθαι τὰς αἰτίας αὐτῶν ἁπάντων. ἐγὼ δὲ ἐὰν μὴ πρότερον ἐμαυτὸν πείσω γινώσκειν ἀκριβῶς τι, τοὺς πέλας οὐκ ἐπιχειρῶ πείθειν. οὐκοῦν οὐδὲ τὸν τοῦ Πέλοπος λόγον ὡς ἀληθῆ προσηκάμην, ἀντιλογίας ἔχοντα συχνὰς, ἀλλὰ καὶ τοὺς καρκίνους ἡγοῦμαι κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελεῖν. διὰ δὲ τὸ μηδένα τεθνάναι τῶν χρησαμένων αὐτοῖς, τοῖς γε μὴν σώμασιν ὅλοις ἐβουλήθην ἤδη δεδηλῶσθαί μοι τοῦτο, κᾂν μὴ τῆς ἐνεστώσης πραγματείας οἰκεῖον ᾖ. τοῦτο γὰρ οὐκ ἦν τὸ προκείμενον.
[λε΄. Περὶ χελιδόνων κεκαυμένων.] Οὐδ’ ἐφ’ ὧν εἶπον μόνων ζώων, ἀλλὰ καὶ τῶν χελιδόνων ἐχρήσαντο πολλοὶ καίοντες καὶ τῇ τέφρᾳ μέλι μιγνύντες, εἶτα διαχρίοντες τοὺς συναγχικούς. καὶ ὅλως ὅσα κατὰ φάρυγγα καὶ γαργαρεῶνα σὺν ὄγκοις γίγνεται πάθη. χρῶνται δ’ ἔνιοι καὶ πρὸς ὀξυδερκίαν
τῇ τέφρᾳ ταύτῃ. σκελετεύοντες δὲ αὐτὰς ἄλλοι διδόασι πίνειν δραχμῆς πλῆθος.
[λστ΄. Περὶ τεττίγων.] Καὶ τοῖς τέττιξι δὲ ξηροῖς χρῶνταί τινες ἐπὶ τῶν κωλικῶν διαθέσεων, μετὰ πεπέρεως ἴσων τὸν ἀριθμὸν κόκκων, καὶ διδόασιν ἢ τρεῖς ἢ πέντε ἢ ἑπτὰ, κατά τε τὰ διαλείμματα καὶ τοὺς παροξυσμούς. ὀπτῶντες δ’ αὐτοὺς ἄλλοι διδόασιν ἐσθίειν τοῖς πεπονθόσι κύστιν.
[λζ΄. Περὶ κορύδων.] Ὅ γε μὴν κόρυδος τὸ πτηνὸν ζῶον τουτὶ τὸ μικρὸν, ὃ καὶ κατὰ τὰς ὁδοὺς πολλάκις ὁρῶμεν, ἑψόμενον ἐν τῷ ζωμῷ τοὺς κωλικοὺς ὠφελεῖ. χρὴ δὲ συνεχῶς καὶ πολλάκις ἐσθίειν αὐτὸ μετὰ τοῦ ζωμοῦ. ἔχει δὲ ἐπὶ τῆς κεφαλῆς τοῦτο τὸ ζῶον ὥσπερ τινὰ λόφον ἐκ τῶν τριχῶν αὐτοφυῆ, δι’ ὃν καὶ ὁ μῦθος ὃν Ἀριστοφάνης ὁ κωμικὸς ἔγραψεν ἐπλάσθη. λέγει δὲ περὶ αὐτοῦ τόνδε τὸν τρόπον· ἀμαθὴς γὰρ ἔφυς καὶ πολυπράγμων, οὐδ’ Αἴσωπον μεμάθηκας, ὃς ἔφασκε λέγων κόρυδον πρώτην πάντων ὀρνίθων γενέσθαι, πρότερον τῆς γῆς, κᾄπειτα νόσῳ τὸν πατέρα αὐτῆς ἀποθνήσκειν, γῆν δ’ οὐκ εἶναι, αὐτὸν δὲ προκεῖσθαι
πεμπταῖον, τὴν δ’ ἀποροῦσαν ὑπ’ ἀμηχανίας τὸν πατέρα αὐτῆς ἐν τῇ κεφαλῇ κατορύξαι. τοῦτο δέ φασι καὶ τὸν Θεόκριτον αἰνίττεσθαι λέγοντα,
Οὐδ’ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι.
δηλοῦν γὰρ αὐτὸν τὰς τὸν τύμβον ἐπὶ τῆς κεφαλῆς ἐχούσας. προσέθηκα δὲ ταῦτα τῷ λόγῳ, διὰ τὸ βούλεσθαι σαφῶς δηλῶσαι τὸ ζῶον τὸν κόρυδον, ὁποίαν τινὰ τὴν ἐπὶ τῆς κεφαλῆς ἀνάστασιν ἔχει τῶν τριχῶν, ἐπειδὴ τῆς ὠφελείας αὐτοῦ πρὸς τοὺς κωλικοὺς ἐπειράθην, καὶ βούλομαι καλῶς γνωρίσαι τοῖς οὐκ εἰδόσιν αὐτὸ, ἐπειδὴ τοῖς πυργήτοις ὀνομαζομένοις ἔοικεν, ἀλλὰ τῷ τε λόφῳ διακρίνεται καὶ βραχύ τι μείζων ἐστὶν αὐτοῦ. καὶ γάρ τοι καὶ ἡ κορυδαλὶς καλουμένη βοτάνη καὶ αὐτοῖς κωλικοῖς ἁρμόττει. καί σοι καὶ τοῦτο κατὰ τὸ πάρεργον ἐγνώσθω.
[λη΄. Περὶ ἀλεκτορίδων.] Ὅ γε μὴν τῶν ἀλεκτορίδων ἁπλοῦς ζωμὸς ἐπικεραστικῆς ἐστι δυνάμεως, ὥσπερ ὁ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπακτικῆς. ἕψειν δὲ αὐτοὺς χρὴ μεθ’ ἁλῶν ἐπὶ πλεῖστον. ἀλλὰ τούτων μὲν αὐτοὶ πεῖραν ἔχομεν.
[λθ΄. Περὶ γαλῆς.] Γαλῆν δὲ οὐδέποτε ἐκαύσαμεν, ἐφ’ ἧς γεγράφασι τὴν τέφραν καταχριομένην μετ’ ὄξους ὠφελεῖν ποδαγρικούς τε καὶ ἀρθριτικοὺς, ὡς ἱκανῶς διαφορεῖν πεφυκυῖαν, σκελετευθεῖσαν δὲ πινομένην ἐπιλήπτους, κατὰ τὴν αὐτὴν δηλονότι δύναμιν. ἔνιοι δὲ καὶ πάντως ἀλεξιφάρμακον εἶναι θηρίου, καὶ μάλιστα τὴν κοιλίαν αὐτῆς.
[μ΄. Περὶ κεκαυμένων βατράχων.] Τῶν γε μὴν κεκαυμένων βατράχων τὴν τέφραν αἱμοῤῥαγίας ἴαμά φασιν ὑπάρχειν ἐπιπαττομένην, ἀλωπεκίας δὲ ἰᾶσθαι μετὰ πίττης ὑγρᾶς.
[μα΄. Περὶ ἱπποκάμπου.] Καὶ τὸν ἱππόκαμπον δὲ τὸ θαλάττιον ζῶον ὅλον καυθὲν ἔγραψάν τινες ἀλωπεκίας ὠφελεῖν, καὶ αὐτὸ δηλονότι ξηραντικῆς τε καὶ λεπτομεροῦς δυνάμεως ὑπάρχειν ἢ τὴν τέφραν αὐτοῦ. μιγνύουσι δ’ αὐτὴν τινὲς μὲν ἀμαρακίνῳ μύρῳ, τινὲς δ’ ὑγρᾷ πίττῃ, τινὲς δὲ παλαιῷ στέατι ὑός.
[μβ΄. Περὶ ταριχηρῶν τελλινῶν.] Καὶ τὰς ταριχηρὰς δὲ τελλίνας καυθείσας καυστικὴν ἐργάζεσθαι τέφραν εἰς τοσοῦτόν φασιν, ὥστε μετὰ κεδρίας μιγνυμένην αὐτὴν,
ὅταν ἐκ τῶν ῥιζῶν ἐξέλωμεν τὰς τρίχας τῶν βλεφάρων, ἐνσταζομένην τῷ χωρίῳ κωλύειν αὖθις αὐτὰς ἀναφύεσθαι. Περὶ γῆς ἐντέρων. Χωρὶς δὲ καύσεως ἢ ἑψήσεως ὅλων τῶν ζώων ἐπιτιθεμένων τοῖς πεπονθόσι μορίοις ἢ εἴσω τοῦ σώματος λαμβανομένων ἐπειράθησαν, ἢ ὡς πεπειραμένοι γεγράφασιν ἔνιοι τῶν ἰατρῶν γῆς μὲν ἔντερα λειωθέντα, νεύροις διῃρημένοις ἐπιτιθέμενα, παραχρῆμα θαυμαστῶς ὀνινάναι, τὰ δ’ αὐτὰ ταῦτα πάντα σὺν γλυκεῖ πινόμενα φάρμακον οὐρητικὸν εἶναι.
[μγ΄. Περὶ κόρεων.] Γεγράφασι δὲ καὶ περὶ κόρεων, ὡς εἰ μετ’ ὄξους ποθεῖεν, ἐκβαλλόντων βδέλλας καταπεπομένας. ἀλλ’ ἡμεῖς γε διὰ σκορόδων ἐδωδῆς ἐκβάλλοντες αὐτὰς ἀεὶ κόρεων οὐκ ἐδεήθημεν.
[μδ΄. Περὶ κανθαρίδων.] Κανθαρίδων γε μὴν ἱκανὴν πεῖραν ἔχομεν ἐπὶ τῶν ψωρωδῶν ὀνύχων, οἷς ἐπιτιθέμεναι μετὰ τῶν ἐπιτηδείων κηρωτῶν ἢ ἐμπλαστῶν φαρμάκων ἐξάγουσιν αὐτοὺς, ὡς ἐκπίπτειν ὅλους. ἐμίξαμεν δὲ καὶ ταῖς πρὸς ψώρας καὶ λέπρας ἁρμοζούσαις δυνάμεσι καί τισι τῶν
σηπτῶν, ἐνίοτε δὲ καὶ τῶν τοὺς καλουμένους ἥλους ἐκβαλλόντων. εἷς δέ τις τῶν ἡμετέρων διδασκάλων ἐνέβαλλεν αὐτῶν ὀλίγον εἰς οὐρητικὸν φάρμακον. ἔνιοι δὲ μόνα τὰ πτερὰ καὶ τοὺς πόδας ἐμβάλλουσιν, ἃ δὴ καὶ ἀλεξητήριά φασιν εἶναι τοῖς τὰ τώματα πιοῦσιν αὐτῶν. ἔνιοι δὲ ἔμπαλιν, ἡμεῖς δὲ ὅλας ἐμβάλλομεν. ἐπιτηδειότεραι δ’ εἰσὶ πρὸς ἅπερ ἔφην λέγων πεπειράσθαι τῶν κανθαρίδων ἐκ τῶν πυρῶν ὅσαι μηλίνας ἐγκαρσίας ζώνας ἔχουσιν ἐν τοῖς πτεροῖς, καὶ μᾶλλον, ἐὰν ἐμβαλὼν αὐτὰς εἰς ἀγγεῖον καινὸν κεράμιον, εἶτα περιτιθεὶς τῷ στόματι τοῦ ἀγγείου τῶν ἀραιῶν ὀθονίων τι κρατῇς οὕτω τὸ ἀγγεῖον, ὡς ἐστράφθαι τὴν ὀθόνην κάτω, δεχομένην τὸν ἀναφερόμενον ἀτμὸν τοῦ ὄξους ἄχρις ἂν ἀποθάνωσιν αἱ κανθαρίδες.
[με΄. Περὶ βουπρήστεως.] Οὕτω δὲ καὶ τὰς βουπρήστεις ἀποτίθεσθαι προσῆκεν. εἰσὶ δὲ καὶ αὗται γένος τι ζώου, παραπλήσιον κανθαρίσι κατὰ τὴν ἰδέαν καὶ τὴν δύναμιν.
[μστ΄. Περὶ πιτυοκάμπης.] Καὶ μὴν καὶ ἐπὶ ταῖς πίτυσι κάμπαι, καλούμεναι δὲ εἰκότως πιτυοκάμπαι, τοιαύτης εἰσὶ δυνάμεως.
[μζ΄. Περὶ σαλαμάνδρας.] Καὶ τῆς σαλαμάνδρας δὲ καυθείσης τὴν τέφραν ἔνιοι μιγνύουσι σηπταῖς τε καὶ λεπρικαῖς καὶ ψωρικαῖς δυνάμεσι.
[μη΄. Περὶ νάρκης.] Καὶ τὴν νάρκην δ’ ὅλην, λέγω δὲ δηλονότι τὸ θαλάττιον ζῶον, ἔγραψαν ἔνιοι κεφαλαλγίας ἰᾶσθαι προσφερομένην τῇ κεφαλῇ καὶ τὴν ἐξεστραμμένην ἕδραν ἐντρέπειν. ἀλλ’ ἐγὼ πειραθεὶς ἀμφοῖν οὐδέτερον ἐργαζομένην εὗρον. ἐννοήσας οὖν αὐτὴν ἔτι ζῶσαν προστιθέναι τινὶ κεφαλὴν ὀδυνωμένῳ, δύνασθαι γὰρ ἀνώδυνον εἶναι φάρμακον, ὁμοίως τοῖς ἄλλοις ὅσα ναρκοῖ τὴν αἴσθησιν εὗρον οὕτως ἔχειν. οἴομαι δὲ καὶ τὸν πρῶτον χρησάμενον ἔκ τινος τοιαύτης ἐπινοίας ὁρμηθέντα χρῆσθαι.
[μθ΄. Περὶ δράκοντος θαλαττίου καὶ τρίγλης.] Ζῶντα δ’ ἀναπτυχθέντα καὶ παραχρῆμα προσενεχθέντα τοῖς πεπονθόσι μορίοις ὠφελεῖν ἔγραψαν ζῶα ταυτὶ, δράκοντα μὲν θαλάττιον ἐπὶ τῆς ἰδίας πληγῆς ἐπιτιθέμενον, ὡσαύτως δὲ καὶ τρίγλην ἐπὶ τὴν τοῦ δράκοντος, μῦς δὲ τοὺς κατ’ οἶκον ἐπὶ τὴν τοῦ σκορπίου, καθάπερ καὶ τὴν σαῦραν, μυγαλὴν δ’ ἐπὶ
κυάμους, ἐπειδὴ παραπλήσιοι τοῖς ἐδωδίμοις κυάμοις εἰσὶν, ὅταν ἑαυτοὺς σφαιρώσωσι φαιοὶ κατὰ τὴν χρόαν ὄντες. ἐπὶ δὲ τῆς ἀγροικίας ἔστιν ἰδεῖν πλείστους τούτους γεννωμένους ὑπὸ ταῖς ὑδρίαις, αἷς ἀπὸ τῶν κρηνῶν κομίζουσι τὸ ὕδωρ οἱ ἀγροῖκοι, κατατίθενται δ’ αὐτὰς πλησίον τῆς ἑστίας, καί τινας τῶν κατὰ ἀγρὸν ἰατρευόντων εἶδον ἀεὶ χρωμένους τῷ ἐξ αὐτῶν ἐλαίῳ πρὸς τὰ τῶν ὤτων ἀλγήματα πάντα, μὴ διοριζομένους κατὰ τίνα γέγονε διάθεσιν· ὅθεν εἰκότως ἐνίοτε μὲν ἐπιτυγχάνουσιν, ἐνίοτε δὲ καὶ βλάπτουσι. καὶ τί θαυμαστὸν, ὅπου καὶ τῶν ἐνδόξων ἰατρῶν ἔνιοι χωρὶς διορισμοῦ περὶ τῶν τοιούτων ἔγραψαν; τοιαῦτα γοῦν ἐστι καὶ τὰ τῶν εὐπορίστων φαρμάκων Ἀπολλωνίου βιβλία. οὗτος τοίνυν καὶ τὰ τῆς γῆς ἔντερα γέγραφεν ἐν ἐλαίῳ καθεψηθέντα τῶν ὤτων ἀλγήματα πραΰνειν, ἔνιοι δὲ στέατι χηνὸς ἀξιοῦσι μίξαντας οὕτω χρῆσθαι.
[ν΄. Περὶ ἀλωπέκων καὶ ὑαινῶν.] Περὶ δὲ τῶν ὅλων ἐν ἐλαίῳ καθεψομένων ἀλωπέκων, οὕτως γάρ τινες ἀρθριτικοὺς θεραπεύουσιν, οἱ μὲν ζώσας ἐμβάλλοντες μεγίστῳ λέβητι τὰς ἀλώπεκας, οἱ δὲ καὶ τεθνεώσας, ἀναγκαῖον εἰπεῖν
τε συνέβαινεν οὐ μόνον τοὺς περὶ τοῖς ἄρθροις ὄγκους αὐτῶν, ἀλλὰ καὶ τὸ σύμπαν σῶμα κενοῦσθαι. πληθωρικῶς οὖν ὅλου τοῦ σώματος αὐτοῖς προδιακειμένου θαυμαστὸν οὐδὲν ἦν ὠφέλειαν τῇ κενώσει γενέσθαι, μηδενὸς μὴν ἐπιῤῥέοντος τοῖς πεπονθόσι μέρεσι διὰ τὸ κενοῦσθαι τὸ σύμπαν σῶμα, τῶν ἐν αὐτοῖς περιεχομένων χυμῶν διαφορουμένων. ὥσπερ δ’ ἔμπροσθεν ἀπαθοῦς ὄντος αὐτοῖς τοῦ σώματος ἡ μοχθηρὰ δίαιτα τὸ πάθος εἰργάσατο, κατὰ τὸν αὐτὸν τρόπον ἢ καὶ μᾶλλον ἔτι διὰ τῆς ὁμοίας διαίτης εἰκὸς ἦν αὖθις αὐτοὺς ὡσαύτως διατεθήσεσθαι τοῖς πεπονηκόσιν ἄρθροις.
2. [α΄. Περὶ τῶν ἐν θαλάττῃ καὶ ἁλμυροῖς ὕδασι γεννωμένων.] Μόνα ταῦτα ἔτι λείποντα τῇ συμπάσῃ πραγματείᾳ καιρὸν ἐπιτήδειον ἔχει τόνδε. τὰ μὲν γὰρ ἐν θαλάττῃ τε καὶ ὕδατι γεννώμενα ζῶα κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον περὶ τῶν ζώων. ὅσα δὲ γεννᾶται μὲν ἐν ὕδασιν ἢ ἐξ ὑδάτων, οὐκ ἔστι δὲ ταῦτα ζῶα, νῦν εἰρήσεται.
[β΄. Περὶ ἀδαρκίου.] Ἀδάρκιον, ἔνιοι δὲ ἀῤῥενικῶς ἄδαρκόν, ἄλλοι δὲ θηλυκῶς ἀδάρκην καλοῦσι κατὰ μὲν τὴν οὐσίαν οἷος ἀφρός τίς ἐστι πεπηγὼς, ὕδατος ἁλμυροῦ περιπηγνύμενος φορυτῷ τε καὶ καλάμοις. δριμύτατον δ’ ἐστὶ καὶ θερμαντικώτατον τοῦτο, διὸ καὶ καθ’ αὑτὸ μὲν ἄχρηστόν ἐστι, μίγνυται δὲ τοῖς ἀμβλύνουσι τὴν δύναμιν αὐτοῦ καὶ οὕτω γίγνεται πολύχρηστον ἐπὶ τῶν θερμανθῆναι δεομένων διαθέσεων ἔξωθεν προσαγόμενον. εἴσω γὰρ τοῦ σώματος οὐχ οἷόν τε λαβεῖν αὐτὸ διὰ τὸ σφοδρὸν τῆς δυνάμεως.
[γ΄. Περὶ ἀλκυονίων.] Ἀλκυόνια ῥύπτει μὲν ἅπαντα καὶ διαφορεῖ, δριμεῖαν ἔχοντα ποιότητα καὶ θερμὴν δύναμιν, ἀλλὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς ἐστιν οὐκ ὀλίγον, ἔν τε τούτοις αὐτοῖς οἷς εἴρηκα καὶ προσέτι κατὰ τὸ λεπτομερὲς τῆς ὅλης οὐσίας. ἔστι δ’ αὐτῶν ἓν μὲν πυκνὸν καὶ βαρὺ καὶ μοχθηρὸν κατὰ τὴν ὀσμὴν, ὄζει γὰρ ἰχθύων σαπρῶν, ἐοικὸς κατὰ σχῆμα σπόγγῳ. δεύτερον δ’ ἄλλο προμηκέστερον τῷ σχήματι κοῦφον καὶ ἀραιὸν, ὀσμὴν φυκίοις ὁμοίαν ἔχον. ἄλλο δὲ τρίτον σκώληκι μέν ἐστι τὸ
σχῆμα παραπλήσιον, πορφυρίζει δὲ τῇ χρόᾳ καὶ τῇ συστάσει μαλακόν ἐστιν. ὀνομάζουσι δ’ αὐτὸ Μιλήσιον. ἐφ’ οἷς ἄλλο τέταρτον, ὁμοίως μὲν τῷ δευτέρῳ λελεγμένῳ κοῦφόν τε καὶ ἀραιὸν, ἐοικὸς δὲ ἐρίοις οἰσυπηροῖς. τὸ δὲ πέμπτον ἔξωθεν μὲν ἐπιφανείᾳ λείᾳ περιγράφεται, τὴν δ’ ἐντὸς οὐσίαν ἔχει τραχεῖαν, οὐδεμίαν μὲν ἔχον ὀσμὴν, ἐν τῇ γεύσει δὲ δριμὺ φαινόμενον· ἔστι γὰρ δήπου καὶ θερμότατον ἁπάντων τῶν ἀλκυονίων, ὡς τρίχας ἀποκάειν δύνασθαι. διὸ τῶν μὲν πρώτων δύο λειχῆνας καὶ ἀλφοὺς καὶ μέντοι καὶ ψώρας καὶ λέπρας ὠφελούντων, ἔτι τε λαμπρυνόντων τὸ δέρμα διὰ τὸ σύμμετρον τῆς δυνάμεως, δύναται ταὐτὸ ποιεῖν τουτὶ τὸ ἔσχατον εἰρημένον. οὐ γὰρ ἀποῤῥύπτει μόνον ἐκεῖνα, ὥσπερ τὴν ἔξωθεν ἐπιφάνειαν, ἀλλ’ ἀποδέρει τε καὶ ἐκδέρει προσερχόμενον εἰς τὸ βάθος τοῦ δέρματος ὡς ἕλκη ποιεῖν. τὸ δὲ τρίτον εἰρημένον ἁπάντων ἐστὶ λεπτομερέστατον, διὸ καὶ καυθὲν ἀλωπεκίας ἰᾶται μετ’ οἴνου καταχριόμενον πυῤῥοῦ μὲν τὴν χρόαν, λεπτοῦ δὲ τῇ συστάσει. τὸ τέταρτον δὲ τούτων ἐστὶν ὁμοειδὲς κατὰ τὴν δύναμιν, ἀσθενέστερον δ’ οὐκ ὀλίγον.
[δ΄. Περὶ ἁλῶν.] Ἅλες τῆς αὐτῆς κατὰ γένος δυνάμεως οἴ τ’ ὀρυκτοὶ καὶ οἱ θαλάττιοι. διαφέρουσι δὲ τῷ μᾶλλον πεπιλῆσθαι τὴν οὐσίαν τῶν ἐκ τῆς γῆς ἁλῶν, διὸ καὶ τὸ παχυμερές τε καὶ στῦφον ἐν τούτοις μᾶλλόν ἐστιν. οἱ μὲν οὖν θαλάττιοι τήκονται παραχρῆμα περιχυθέντος ὕδατος αὐτοῖς, οἱ δ’ ἐκ τῆς γῆς οὐ πάσχουσι τοῦτο. τοῖς θαλαττίοις δ’ ὁμοειδεῖς εἰσι καὶ οἱ κατὰ λίμνας τινὰς, ἐχούσας ἁλμυρίδα, γεννώμενοι τοῦ θέρους, ἐξοπτωμένου τοῦ ὕδατος ἐξ αὐτῶν, ὥσπερ καὶ οἱ Τραγάσιοι πλησίον Σμινθίου. συνίσταται γὰρ ἐνταῦθα πρὸς τῶν αὐτοφυῶν ὑδάτων θερμῶν ἱκανῶς ὄντων ὕδωρ δαψιλὲς λιμνάζον οὐκ ἐν πολλῷ χωρίῳ, καὶ τοῦτο τοῦ θέρους ὅλον ἐκδαπανᾶται ξηραινόμενον ὑπὸ τοῦ ἡλίου, τοῦ τόπου δ’ ἁλμυρίδα σύμφυτον ἔχοντος, τὸ ὑπολειπόμενον αὐτοῦ πᾶν ἅλες γίνονται, τὴν ἐπωνυμίαν ἀπό τε τοῦ χωρίου καὶ τῶν ὑδάτων λαμβάνοντες. καὶ γὰρ αὐτὰ τὰ αὐτοφυῆ κατ’ ἐκεῖνον τὸν τόπον ὕδατα Τραγάσια καλεῖται, ξηραντικωτάτης ὄντα δυνάμεως, καὶ χρῶνταί γε πρὸς τοῦτ’ αὐτοῖς οἱ κατ’ ἐκεῖνον τὸν τόπον ἰατροί.
διόπερ καὶ ἡ τῶν ἁλῶν χρῆσις οὐκ ἐπὶ τούτων εὐδόκιμος, ἀλλ’ ὑφ’ ὧν ὕποπτος ἡ σῆψις.
[ε΄. Περὶ ἁλῶν κεκαυμένων.] Ἅλες κεκαυμένοι τὸ μὲν διαφορητικὸν μᾶλλον ἔχουσι τῶν ἀκαύστων, εἰς ὅσον αὐτῶν λεπτομερέστερον γίγνεται τὸ σῶμα, τὴν ἀπὸ τοῦ πυρὸς λαμβάνον δύναμιν, ὡς κᾀπὶ τῶν ἄλλων ἐδείχθη τῶν κεκαυμένων συμβαίνειν, οὐ μὴν ὁμοίως γε τοῖς ἀκαύστοις συνάγειν καὶ πιλοῦν τὴν στερεὰν οὐσίαν ἔτι δύνανται.
[στ΄. Περὶ νίτρου.] Νίτρον. ἐδείχθη καὶ τοῦτο τὸ φάρμακον ἐν τῷ μεταξὺ δύναμιν ἔχον ἁλῶν τε καὶ ἀφρονίτρου.
[ζ΄. Περὶ ἁλὸς ἄνθους.] Ἁλὸς ἄνθος, ἔνιοι μὲν ὡς ἓν ὄνομα τὸ ἁλόσανθον, ἔνιοι δὲ καὶ διαιροῦντες ἁλὸς ἄνθος ὀνομάζουσιν. ἔστι δ’ ὑγρὸν τοῦτο τὸ φάρμακον λεπτομερέστερον καὶ τῶν κεκαυμένων ἁλῶν, δριμύ τε τῇ ποιότητι καὶ διαφορητικὸν ἱκανῶς τῇ δυνάμει.
[η΄. Περὶ ἁλὸς ἄχνης.] Ἁλὸς ἄχνη, ἀφρῶδές ἐστιν ἐπάνθισμα τῶν ἁλῶν λεπτομερεστέρας πολὺ φύσεως ὑπάρχον
αὐτῶν τῶν ἁλῶν, ὥστε καὶ λεπτύνειν καὶ διαφορεῖν πολὺ μᾶλλον αὐτῶν δύναται, τὸ δ’ ὑπόλοιπον τῆς οὐσίας συνάγειν καθάπερ οἱ ἅλες οὐ δύναται.
[θ΄. Περὶ ἀσφάλτου.] Ἄσφαλτον. ἕν τι καὶ τοῦτο τῶν ἐν ὕδατι θαλαττίῳ γεννωμένων καὶ ἄλλῳ τινὶ τῶν ὁμοίων θαλάττῃ, καθάπερ ἐν Ἀπολλωνίᾳ τε τῇ κατ’ Ἤπειρον καὶ τἄλλα χωρία τοιαῦτα, πολλοῖς ὕδασιν αὐτοφυέσιν οἷον ἀφρὸς, ἐποχούμενον εὑρίσκεται τὸ φάρμακον τοῦτο μαλακὸν μὲν ὄν, ὁπότ’ ἐπινήχεται, μετὰ δὲ ταῦτα ξηραινόμενον, ὡς σκληρὸν γίνεσθαι μᾶλλον τῆς ξηρᾶς πίττης.
[ι΄. Περὶ ἀσφάλτου γεννωμένου ἐν τῇ νεκρᾷ θαλάσσῃ.] Καλλίστη δ’ ἄσφαλτος γεννᾶται κατὰ τὴν νεκρὰν ὀνομαζομένην θάλασσαν. ἔστι δ’ αὐτὴ λίμνη τις ἁλμυρὰ κατὰ τὴν κοίλην Συρίαν. ἡ δὲ δύναμις τοῦ φαρμάκου ξηραντική τ’ ἐστὶ καὶ θερμαντικὴ κατὰ τὴν δευτέραν που τάξιν. εἰκότως οὖν αὐτῷ χρῶνται πρός γε τὰς κολλήσεις τῶν ἐναίμων τραυμάτων πρὸς τἄλλα, ὅσα ξηραίνειν δεόμενα μετὰ τοῦ θερμῆναι μετρίως.
[ια΄. Περὶ σπόγγου.] Σπόγγος ὁ μὲν κεκαυμένος δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως. ἐχρῆτο δ’ αὐτῷ τις τῶν ἡμετέρων διδασκάλων καὶ πρὸς τὰς ἐν ταῖς χειρουργίαις αἱμοῤῥαγίας, ἕτοιμον ἔχων ξηρὸν μὲν καὶ ἄνικμον, δεδευμένον δὲ μάλιστα μὲν ἀσφάλτῳ, μὴ παρούσης δὲ ταύτης πίττῃ, προσετίθει δ’ αὐτὸν τοῖς αἱμοῤῥαγοῦσι χωρίοις, ἔτι καιόμενον, ὡς ἐσχαροῦσθαί τε ἅμα τὸ μόριον καὶ οἷον πῶμά τι λαμβάνειν αὐτὸ τὸ σῶμα τοῦ καυθέντος σπόγγου. καινὸς δ’ ὁ σπόγγος αὐτὸς καθ’ ἑαυτὸν οὐχ ὡς ἔριον ἢ μοτὸς τιλτὸς, ὕλη μόνον ἐστὶ τῶν ἐπιβρεχομένων ὑγρῶν, ἀλλὰ καὶ ξηραίνει σαφῶς. εἴσῃ δὲ χρησάμενος ἐπὶ τραύματος αὐτῷ μόνῳ μεθ’ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου κατὰ τὰς τῶν σωμάτων διαφορὰς, ὡς προείρηται, κολλήσει γὰρ αὐτὰ παραπλησίως τοῖς ἐναίμοις ὀνομαζομένοις φαρμάκοις. εἰ δὲ μὴ καινὸς, ἀλλ’ ἀπὸ χρήσεως εἴη, γνώσῃ σαφῶς ὅσον ἀπολείπεται τοῦ καινοῦ κατὰ τραυμάτων ἐπιτιθέμενος εἴτ’ οὖν ὕδατι βεβρεγμένος εἴτ’ οἴνῳ εἴτ’ ὀξυκράτῳ. καὶ οὐδὲν θαυμαστὸν ἐπὶ τοῦ καινοῦ σπόγγου, διασωζομένης ἔτι τῆς δυνάμεως
ἣν ἐκ τῆς θαλάττης εἶχε, ξηραίνεσθαι μετρίως τὰ σώματα. ταῦτα δὲ δύναται ποιεῖν, ὅταν ἔτι διασώζῃ τὴν ἀπὸ τῆς θαλάττης ὀσμὴν, ὡς ἔν γε τῷ χρόνῳ, κᾂν μηδέπω πρὸς χρῆσιν ἠγμένος ᾖ, τήν τ’ ὀσμὴν ἀπόλλυσι καὶ ξηραίνειν ὁμοίως οὐ δύναται.
[ιβ΄. Περὶ γάρου.] Γάρος δυνάμεώς ἐστι θερμῆς ἱκανῶς καὶ ξηρᾶς, καὶ διὰ τοῦτο πρὸς τὰ σηπεδονώδη τῶν ἑλκῶν ἐχρήσαντό τινες αὐτῷ τῶν ἰατρῶν, ἐνιᾶσί τε τοῖς δυσεντερικοῖς τε καὶ ἰσχιαδικοῖς.
[ιγ΄. Περὶ ἅλμης.] Ἅλμη τῶν ταριχηρῶν ἰχθύων ὁμοίως τῷ γάρῳ πρός τε τὰς σηπεδόνας ἁρμόζει καὶ πρὸς ἰσχιάδας καὶ δυσεντερίαν ἐνιεμένη, τῇ δὲ δριμύτητι τοὺς μὲν τὸ ἰσχίον ἐνοχλοῦντας χυμοὺς ἐπισπᾶται καὶ διὰ τῶν ἐντέρων ἐκκενοῖ, τὰ δὲ σηπεδονώδη τῶν ἑλκῶν ἐν τῇ δυσεντερίᾳ περικλύζει τε καὶ ξηραίνει. μάλιστα δὲ τῇ τῶν ταριχηρῶν σιλούρων καὶ τῇ τῶν μαινίδων ἅλμῃ πρὸς τὰ τοιαῦτα κέχρηνταί τινες ἰατροὶ, καὶ ἡμεῖς δ’ ἐπὶ τῶν ἐν στόματι σηπεδονωδῶν ἑλκῶν ἐχρησάμεθα.