Galen: De tumoribus praeter naturam (On Abnormal Swellings)
Work
Galen, De tumoribus praeter naturam
(Περὶ τῶν παρὰ φύσιν ὄγκων)
English: On Abnormal Swellings
Text information
Type: Original (Greek)
Source
Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 7. Leipzig (Cnobloch) 1824, 705-732
Download
gal_detumpraeternat-orig-gr1.xml [60.68 KB]
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΦΥΣΙΝ ΟΓΚΩΝ ΒΙΒΛΙΟΝ.
1. Ἕν τι τῶν συμβεβηκότων τοῖς σώμασιν ὑπάρχει τὸ δηλούμενον πρᾶγμα πρὸς τῆς ὄγκου φωνῆς. τὴν γὰρ εἰς μῆκος καὶ πλάτος καὶ βάθος διάστασιν οὕτως ὀνομάζουσιν Ἕλληνες. ἔστι δ’ ὅτε καὶ τὴν ὑπὲρ τὸ κατὰ φύσιν αὔξησιν ὄγκον καλοῦσιν, ὅπερ οὐ τοῖς νοσοῦσι μόνον καθ’ ὁτιοῦν μόριον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ὑπάρχει. καὶ γὰρ καὶ οἱ παχεῖς ηὔξηνται μὲν ὑπὲρ τὸ κατὰ φύσιν εἰς βάθος καὶ πλάτος, οὐ μὴν ἤδη γέ πω παρὰ φύσιν ἔχουσιν.
σωμάτων, οὐ μόνον τὴν ποσότητα πρώτην, τοῦ κατὰ φύσιν ἐξεστήκασιν, ἤδη σκοπῶμεν, ἀπὸ φλεγμονῆς ἀρξάμενοι.
2. Λέγεσθαι δὲ εἴθισται τοῖς Ἕλλησι τοὔνομα τοῦτο κατὰ τῶν ἐν ὄγκῳ μείζονι μορίων σαρκωδῶν, ἅμα τάσει καὶ ἀντιτυπίᾳ καὶ ὀδύνῃ σφυγματώδει καὶ θερμῇ καὶ μετ’ ἐρυθήματος· ἥτις δ’ ἐστὶν ἡ αἰτία, δι’ ἣν ταῦτα ἐγένετο τὰ συμπτώματα, μὴ ὅτι τοῖς πολλοῖς, ἀλλ’ οὐδ’ αὐτοῖς τοῖς ἰατροῖς ἔγνωσται πᾶσιν. οὐδὲ γὰρ ὁδῷ τινι ποιοῦνται τὴν ζήτησιν οἱ πλείους αὐτῶν, ἀλλὰ τὸ δόξαν αὐτοῖς ἁπλῶς ἀποφαίνονται. γίγνοιτο δ’ ἂν ἡ σκέψις, εἴπερ τις ὁδῷ προέρχοιτο, τοιαδί. μείζων ὄγκος οὐκ ἄν ποτε γένοιτο περὶ σῶμα οὐδὲν ἄνευ τοῦ τὴν οὐσίαν αὐτοῦ δυοῖν τούτων παθεῖν θάτερον, ἢ ὑπὸ θερμότητος πολλῆς οἷον περιζέσασαν χυθῆναι, ἢ ἔξωθέν τινα νεωτέραν οὐσίαν ἐπικτήσασθαι. χεομένη μὲν γὰρ πνευματοῦται καὶ ψυχθεῖσά γε αὕτη τὸν ἀρχαῖον ὄγκον ἀνακτᾶται ῥᾳδίως. οὔτε δὲ πνεῦμα περιεχόμενον ἐν τοῖς φλεγμαίνουσιν ὁρᾶται, καθάπερ ἐν ἄλλοις ὄγκοις πολλοῖς, καὶ ψυχόμενα πρὸς τὴν
ὑμένες οἱ κατὰ τὸ φλεγμαῖνον μέρος, ἔτι δὲ καὶ τὰ νεῦρα καὶ οἱ τένοντες ἀπολαύουσιν ἐν τῷ χρόνῳ τῆς φλεγμονῆς, ἐνίοτε μέν τοι τρωθέντων αὐτῶν ἢ καὶ ἄλλως παθόντων, ἐξ αὐτῶν ἐκείνων πρῶτον ἄρχεται τὸ κακόν. ὅλως δὲ οὐδὲν τῷ φλεγμαίνοντι μορίῳ κατὰ φύσιν ἔχον ἀκριβῶς διαμένει χρονιζούσης τῆς φλεγμονῆς, ἀλλὰ συναπολαύει τῇ σαρκὶ πάντα τοῦ ῥεύματος, ὥστ’ ἐνίοτε καὶ τῶν ὀστῶν ἅπτεται, ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ πασχόντων. ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ ἐστι τὸ δέρμα τοῖς γε μὴ παχέσιν, ἥ τ’ ἐν τῷ μεταξὺ χώρα κενὴ, καθ’ ἧς ἐπιπέπτωκεν· ὡσαύτως δὲ καὶ αἱ κατὰ τὴν σάρκα χῶραι, περὶ ὧν ἐπὶ πλέον ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέλεκται, κεναὶ πᾶσαι τυγχάνουσιν οὖσαι, καὶ μάλιστά γε αἱ περὶ τὰς ἀρτηρίας ἐν κύκλῳ ταῖς διαστολαῖς αὐτῶν ἀνακείμεναι· κατὰ δὲ τὰς φλεγμονὰς ἅπασαι πληροῦνται τοῦ αἵματος, ἐκ μὲν τῶν ἀγγείων διιδρουμένου κατὰ τοὺς χιτῶνας αὐτῶν, ἐν παντὶ δὲ μορίῳ τῆς σαρκὸς ἀναμιγνυμένου δροσοειδῶς.
3. Ὅταν δὲ ἐν τῷ χρόνῳ κρατήσῃ μὲν ἡ φύσις, πεφθῇ δὲ σύμπαν τὸ ῥεῦμα, καὶ γένηται πύον, ἐκτὸς ὠθεῖται τῆς σαρκὸς, ὑπὸ τῆς ἐν αὐτῇ δυνάμεως ἀποκριτικῆς τῶν ἀλλοτρίων. ἔνθα μὲν οὖν ἤτοι πόρος ἐστὶ φυσικὸς ἀξιόλογος, οἷον ὀχετός τις ἐκροῆς περιττωμάτων παρεσκευασμένος, ἢ αὐτὸ τὸ χωρίον ἐνταῦθα ἀραιὸν, τοῦ πύου τὸ μέν τι διαπνεῖται, τὸ δὲ αἰσθητῶς ἐκρεῖ· ἔνθα δὲ περίκειται τὸ δέρμα πυκνὸν καὶ σκληρὸν, οἷον τὸ ἔξωθεν ἡμῶν ἐστιν, ἴσχεται ἐνταῦθα τὸ πύον, ἀφίστησί τε τῆς ὑποκειμένης αὐτῷ σαρκὸς, εἶτα καὶ διαβιβρώσκει τῇ δριμύτητι καὶ διεξέρχεται πρὸς τοὐκτὸς, εἰ μή τις φθάσῃ σχάσας αὐτό. κρατηθείσης δὲ τῆς φύσεως ὑπὸ τοῦ ῥεύματος, οὐκέτι εἰς πύον, ἀλλ’ εἰς ἀλλόκοτόν τινα μεταβολὴν ἄλλοτε ἀλλοίαν ἀφικνεῖται τὸ αἷμα. καλεῖται δὲ κοινῇ μὲν σύμπαντα τὰ τοιαῦτα πρὸς τῶν πλείστων ἰατρῶν ἀποστήματα, καὶ μάλισθ’ ὅσα διὰ βάθους ἔνδον ἐστίν· ἔνιοι δὲ οὐχ ἅπαντα προσαγορεύειν οὕτω δικαιοῦσιν, ἀλλ’ ἐκεῖνα μόνον, ὅσα τὴν ἀλλοίωσιν εἰς διαφθορὰν ἑτέραν τινὰ, οὐκ εἰς τὸ συνηθές τε καὶ χρηστὸν ἴσχει πύον. ὡς τά γε
ἐκπυΐσκοντα ἅπαντα τινὲς μὲν ἐμπυήματα προσαγορεύουσιν, ἔνιοι δὲ διαπυήματα, καθάπερ καὶ αὐτὸ ἐκπυΐσκειν, καὶ διαπυΐσκειν· ἔνιοι δὲ οὐχ οὕτως, ἀλλ’ ὅταν ἐν σπλάγχνῳ γένηταί τι τοιοῦτον, ἐκεῖνο μόνον ἐμπύημα προσαγορεύουσι, καὶ τοὺς οὕτω πάσχοντας ἐμπύους· ἄλλοι δ’ αὖ τινες ἰατροὶ μόνους ἐκείνους ὀνομάζειν ἐμπύους δικαιοῦσιν, οἷς ἤθροισται πύον ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ. τῶν μὲν οὖν ὀνομάτων, ὅπερ ἀεί μοι λέλεκται, φροντίζειν χρὴ τοσοῦτον, ὡς ἑρμηνεύεσθαι σαφῶς τὸ δηλούμενον· αὐτὰ δὲ τὰ πράγματα, περὶ ὧν ὁ λόγος, εὑρίσκειν οὕτως σπουδαστέον, ὡς μηδὲν ἐξ αὐτῶν διαλάθοι. σύμπαντα γὰρ ταῦτα παρασκευαστικὰ πρὸς τὴν θεραπευτικήν εἰσι μέθοδον, ἐν ᾗ τὰς διαθέσεις, οὐ τὰς προσηγορίας αὐτῶν ἰώμεθα. τούτων τοίνυν ἀεὶ μεμνημένους ἐπὶ τὰ λείποντα αὖθις τῶν πραγμάτων ἰτέον.
4. Ὅταν ἀποδείρῃ τὰ σώματα τὸ πύον, ἀποστήσῃ τε καὶ διαστήσῃ τῶν ὑποκειμένων τὰ περιέχοντα, κᾄπειτα κενωθέντος αὐτοῦ καθ’ ὁντιναοῦν τρόπον, ἀδυνατήσει τὰ διαστάντα τὴν ἀρχαίαν ἀπολαβεῖν κατάστασιν, ὀνομάζεται
ἄλλον χυμὸν ὁντιναοῦν ἀποδέροντα τῷ χρόνῳ καὶ ἀφιστάντα τῶν ὑποκειμένων τὰ περιέχοντα. καὶ τοίνυν καὶ τμηθέντων, παντοίαν ἰδέαν ὑγρῶν τε καὶ στερεῶν σωμάτων ἐντὸς ἔχοντα φαίνεται. καὶ γὰρ βορβόρῳ, καὶ οὔρῳ, καὶ θρόμβῳ καὶ χυλῷ μελιτώδει, καὶ μυξώδει, καὶ ὀστοῖς, καὶ λίθοις, καὶ πώροις, ὄνυξί τε καὶ θριξὶν, ἐν ἀποστήμασιν εὑρίσκεται παραπλήσια σώματα, καὶ μὴν καὶ ζῶα πολλάκις εὕρηνται, σχεδὸν ἅπασι τοῖς ἐκ σηπεδόνος ἔχουσι τὴν γένεσιν ὁμοιότατα.
5. Ἔστι δὲ καὶ ἡ σύριγξ ὀνομαζομένη στενὸς καὶ προμήκης κόλπος, ὁμοίως τοῖς ἄλλοις κόλποις προστελλομένη τε καὶ αὖθις ἀφισταμένη δι’ ἐπιῤῥοὴν περιττωμάτων, ὥσπερ ἐκεῖνοι. ἀθερώματα δὲ καὶ στεατώματα καὶ μελικηρίδας, ὅσα τε ἄλλα τοιαῦτα, τινὲς μὲν ἐν τοῖς ἀποστήμασι τίθενται, τινὲς δὲ εἰς ἕτερον γένος. εὔδηλος δὲ καὶ ἡ τούτων φύσις ἐκ τῶν ὀνομάτων. ἀθέρᾳ μὲν γάρ τι παραπλήσιον ἐν τοῖς ἀθερώμασιν εὑρίσκεται· μέλιτι δὲ ἐν τοῖς μελικηρίσι· στέατι δὲ ἐν τοῖς στεατώμασιν. ὡς τὸ πολὺ δὲ χιτών
τις ὑμενώδης ἅπαντα τὰ τοιαῦτα περιέχει. ταῦτά τε οὖν ἅπαντα παρὰ φύσιν ὄγκοι, καὶ πρὸς τούτοις ἄνθρακες, καὶ γάγγραιναι, καὶ ἕρπητες, ἐρυσιπέλατά τε καὶ σκίῤῥοι, καὶ οἰδήματα, καὶ καρκῖνοι, καὶ πνευματώσεις, ὑπὲρ ὧν οὐδ’ αὐτῶν ἀγνοεῖν χρὴ τὸν ἰατρὸν, ἀλλ’ ἀκριβῶς ἐπισκέπτεσθαι τήν τε γένεσιν ἑκάστου καὶ τὴν οὐσίαν.
6. Αἱ μὲν δὴ γάγγραιναι καὶ οἱ ἄνθρακες, ἐπειδὰν οἷον ζέσαν τὸ αἷμα ἐγγύς τε τῆς φλεγμονῆς διακαύσῃ τὸ δέρμα. ταῦτ’ ἄρα καὶ σὺν ἐσχάρᾳ γίγνονται, καὶ φλύκταιναι προηγοῦνται τοῦ ἕλκους, ὥσπερ ἐν τοῖς πυρικαύστοις, ὀξύτατόν τε πυρετὸν ἐπιφέρουσι, καὶ κίνδυνον ὑπόγυιον ἀμφὶ τῇ ζωῇ. μέλαινα δὲ τοὐπίπαν καὶ τεφρώδης ἡ ἐσχάρα φαίνεται τοῦ τῶν ἀνθράκων ἕλκους, οὐ μὴν οὐδ’ ἡ χροιὰ τῆς πέριξ φλεγμονῆς ὁμοίως ταῖς ἄλλαις ἐρυθρά ἐστιν, ἀλλ’ ἐπὶ τὸ μελάντερον ῥέπει, τρόπον ἕτερον τῶν ἐκχυμωθέντων, ἢ ὑπὸ κρύους καταψυχθέντων· οὐ σφοδρῶς γὰρ πελιδνὸς, ὥσπερ ἐπ’ ἐκείνοις ὁ ὄγκος, ἀλλ’ ἔχει τι καὶ στίλβον, οἷον ἡ ἄσφαλτός τε καὶ ἡ πίττα. τοιαύτη δέ ἐστι καὶ ἀκριβὴς
μέλαινα χολή. καὶ τοίνυν καὶ ἡ κακοήθεια τῶν ἐν τοῖς ἄνθραξιν ἑλκῶν ἐντεῦθέν ἐστιν. ἔοικε γὰρ ἤτοι γε ἐξ ἀρχῆς εὐθέως, ἢ ὑπεροπτώμενον ἐν τῇ ζέσει τὸ αἷμα μελαγχολικὸν γίνεσθαι.
7. Χωρὶς δὲ τοῦ ζεῖν ἡ μέλαινα χολὴ τοὺς καρκίνους ἐργάζεται, καὶ ἢν δριμυτέρα τύχῃ, μεθ’ ἕλκους. ταῦτ’ ἄρα καὶ μελάντεροι τῇ χροιᾷ τῶν φλεγμαινόντων εἰσὶ, καὶ ἥκιστα θερμοί. πληροῦνται δὲ αἱ φλεβὲς ἐπ’ αὐτῶν καὶ τείνονται μᾶλλον ἢ ἐν ταῖς φλεγμοναῖς. ἧττον γὰρ ἐκπίπτει τῶν ἀγγείων εἰς τὴν πέριξ σάρκα διὰ πάχος ὁ γεννῶν τοὺς καρκίνους χυμός. οὐ μὴν οὐδὲ ἐρυθραὶ καθάπερ ἐν ταῖς φλεγμοναῖς αἱ φλέβες εἰσὶν, ἀλλὰ καὶ αὐταὶ κατὰ τὸν λυποῦντα χυμόν.
8. Ἕπεται δὲ ταῖς μεγάλαις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νέκρωσίς τε οὖσα τοῦ πάσχοντος μορίου. κᾂν μὴ διὰ ταχέων τις αὐτὴν ἰάσηται, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτω μόριον, ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. ἐπειδὰν γὰρ ἰσχυρῶς φραχθῇ κατὰ τὰς μεγίστας φλεγμονὰς τά τε στόματα
πληττομένη διπλασιάζει τὴν ὀδύνην. περὶ μὲν δὴ τούτων αὐτάρκως εἴρηται.
9. Λεκτέον δὲ ἐφεξῆς τὰ χολώδη ῥεύματα. νενίκηκε γὰρ οὐκ οἶδ’ ὅπως τὸ τῶν ἰατρῶν ἔθος, ἄν τε χολὴν ὀνομάσωμεν ἁπλῶς ἄν τε χολώδη χυμὸν, ἀκούειν ἡμᾶς τὴν ὠχρὰν καὶ πικρὰν, οὐ τὴν ὀξεῖαν καὶ μέλαιναν. ἐκείνην γὰρ ἀεὶ μετὰ προσθήκης ὀνομάζουσι, συνάπτοντες τῇ προσηγορίᾳ τοῦ χυμοῦ τὴν χρόαν. ὅταν οὖν κατασκήψῃ χολῶδες ῥεῦμα, τὸ μὲν ἀκριβὲς ἑλκοῖ τὸ δέρμα, τὸ δὲ ὑδατώδεσιν ἰχῶρσιν ἢ αἵματι συμμιγὲς ἧττόν ἐστι δριμὺ καὶ μᾶλλον εἰς ὄγκον αἴρει τὸ μέρος ἢ ἑλκοῖ. τουτὶ μὲν οὖν ἐρυσίπελας ὀνομάζεται, θάτερος δὲ ἕρπης. ἐνδείκνυται δὲ τὸν ἐργασάμενον χυμὸν ἥ τε χρόα καὶ ἡ θερμότης τῶν παθῶν. ἐπεὶ δὲ αὖ καὶ τοῦ δριμέος ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ὑπάρχει τοιοῦτος, ἰστέον ἐπὶ μὲν τοῦ δριμυτέρου τὸν ἐσθιόμενον ἕρπητα συνίστασθαι, οὕτω γὰρ αὐτὸν ὠνόμασεν Ἱπποκράτης, ὑπὸ δὲ θατέρου τὸν ἕτερον, ᾧ καὶ κεγχρίαν ἔνιοι τῶν μεθ’ Ἱπποκράτην
ὥσπέρ γε παχέος καὶ γλίσχρου τὸ ἕτερον εἶδος τῶν σκίῤῥων· τὸν γὰρ ἕτερον ἡ ἰλὺς τοῦ αἵματος ἀπεργάζεται. ἔστι δὲ δήπου καὶ αὐτὴ διττὴ, τὸ μὲν ἕτερον εἶδος, ὅπερ Ἱπποκράτης ὀνομάζει μέλαιναν· τὸ δ’ ἕτερόν ἐστι μὲν καὶ τοῦτο μέλαν, ἰδίαν δὲ ἔχει τὴν προσηγορίαν· ὀνομάζεται γὰρ μέλαινα χολή. ταύτης μὲν οἱ καρκῖνοι, θατέρου δὲ τοῦ μέλανος ἕν τι τῶν σκίῤῥων εἶδος ἔγγονον ὑπάρχει. διορίζεται δὲ ἀπὸ θατέρου τοῦ φλεγματικοῦ τῇ χρόᾳ. κοινὰ δ’ ἀμφοῖν ὁ μείζων τοῦ κατὰ φύσιν ὄγκος ἀνώδυνός τε καὶ σκληρὸς, ἥ τε γένεσις ἀμφοτέρων ἐνίοτε μὲν ἐξ ἀρχῆς, ἔστιν ὅτε δὲ ἐκ μεταπτώσεως ἤτοι φλεγμονῆς, ἢ ἐρυσιπελάτων, ἢ οἰδήματος, ἐμψυχθέντων ἀμετρότερον.
10. Ἐγγὺς δ’ ἐστὶ σκίῤῥου τά τε ἐκχυμώματα καλούμενα καὶ τὰ μελάσματα, πρεσβύταις μάλιστα συμβαίνοντα θλασθεισῶν τῶν φλεβῶν. ἔστι δὲ καὶ τούτων ἔνια μὲν, ὡς εἴρηται, μέλανα, καὶ μάλιστα γέρουσι γίγνεται ταῦτα, διὰ σμικρὰς προφάσεις· ἔνιοι δὲ καὶ ἐρυθροὶ καὶ μέλανες ἐν τῷ μεταξὺ, τὰ καλούμενα πελιδνά.
γίγνεται δ’ ἅπαντα τὰ τοιαῦτα ἐκ τῶν φλεβῶν αἵματος ἐκχεομένου, ποτὲ μὲν διὰ τῶν χιτώνων θλασθέντων, ἔστι δ’ ὅτε ἀναστομωθέντων κατὰ τὸ πέρας.
11. Ἀρτηρίας δ’ ἀναστομωθείσης τὸ πάθος ἀνεύρυσμα καλεῖται. γίγνεται δὲ τρωθείσης αὐτῆς, ἐπειδὰν εἰς οὐλὴν μὲν ἀφίκηται τὸ προσκείμενον αὐτῇ δέρμα, μένῃ δὲ τῆς ἀρτηρίας ἕλκος μήτε συμφυθείσης μήτε συνουλωθείσης μήτε σαρκὶ φραχθείσης. διαγινώσκεται δὲ τὰ τοιαῦτα παθήματα τῶν σφυγμῶν τῶν ἐργασαμένων ἀρτηριῶν, ἀλλὰ καὶ θλιβομένων ἀφανίζεται πᾶς ὁ ὄγκος, παλινδρομούσης εἰς τὰς ἀρτηρίας τῆς ἐργαζομένης αὐτὸν οὐσίας, ἣν ἐδείξαμεν ἐν ἄλλοις ἅμα λεπτὸν καὶ ξανθὸν εἶναι αἷμά τι πνεύματι λεπτῷ καὶ πολλῷ συμμιγές. εὐθὺς δὲ καὶ θερμότερόν ἐστι τὸ αἷμα τοῦτο τοῦ κατὰ τὰς φλέβας καὶ τρωθέντος τοῦ ἀνευρύσματος ἐξακοντίζεται δυσεπισχέτως. ὑποχωρεῖ μὲν οὖν κᾀν τοῖς οἰδήμασιν ἡ ὕλη θλιψάντων τῶν δακτύλων, καὶ βοθροῦται τὸ μέρος, ἀλλ’ οὔτε σφυγμός ἐστιν ἐν τούτῳ τῷ πάθει, καὶ ἡ χροιὰ λευκοτέρα, καὶ τὸ οἴδημα πολλῷ πλατύτερόν τε
καὶ μεῖζον ἀνευρύσματος, πλὴν εἴποτε θρόμβος τις ἐγγενόμενος ἐξ ἀνευρύσματος σφάκελον ἐργάζοιτο. καλῶ δ’ οὕτω τὴν φθορὰν τῶν στερεῶν σωμάτων ἅπασαν, ὡς καὶ τοῖς ὀστοῖς ἐγγίνεσθαι, μήτοι γε δὴ σαρξὶν, ἢ ἀγγείοις. ἡ δὲ γάγγραινα νέκρωσις καὶ αὕτη τῶν στερεῶν σωμάτων, ἀλλ’ οὔτ’ ὀστοῖς ἐπιγίγνεται καὶ ταῖς μεγίσταις ἕπεται φλεγμοναῖς, εἶδος μέν τι τῶν σφακελῶν ὑπάρχουσα, προσηγορίαν δὲ ἰδίαν ἐξαίρετον ἐπὶ τῇ κοινῇ κεκτημένη. ταῦτ’ οὖν αὐτάρκως διώρισται, καὶ λέγειν ἤδη καιρὸς περὶ τῶν μελαγχολικῶν ῥευμάτων.
12. Ὅταν δὲ εἰς σάρκα μέλαινα κατασκήψῃ χολὴ, δακνώδης μὲν οὖσα διαβιβρώσκει τὸ περικείμενον δέρμα, καὶ ἕλκος ἐργάζεται· μετριωτέρα δὲ ὑπάρχουσα, τὸν χωρὶς ἑλκώσεως ἀποτελεῖ καρκῖνον. εἴρηται δὲ ἔμπροσθεν ὅτι καὶ τὰς φλέβας ἐξαίρει μειζόνως τῶν φλεγμονῶν, ὁποῖόν τε τὸ εἶδος αὐτῶν τῆς χρόας ἐστίν. οὐ μόνον δὲ τὸ καρκινῶδες ἕλκος, ἀλλὰ καὶ ἄλλα πολλὰ σὺν ὄγκοις τῶν περιεχόντων αὐτὰ συνίσταται σωμάτων, ἔγγονα σύμπαντα κακοχυμίας,
ἤτοι πικροχολίας τινὸς, ἢ μελαγχολικῆς, ἢ καί πως ἄλλως ἰώδους τε καὶ μοχθηρᾶς ἐκ διαφθορᾶς μείζονος ὑποτραφείσης.
13. Ὅσα δὲ ἐν αὐτοῖς ἐπινέμεται καὶ τῶν πέριξ ἅπτεται διαβιβρώσκοντα τὸ περιέχον ὑγιὲς σῶμα, ταῦτα σύμπαντα φαγεδαινικὰ προσαγορεύεται· τὰ δ’ ἐξ ἀμφοῖν σύνθετα, τοῦ τε ἕλκους αὐτοῦ καὶ τοῦ πέριξ ὄγκου, φαγέδαιναν ὀνομάζουσιν. ἐπινέμεται μὲν οὖν καὶ ὁ ἕρπης ἀναβιβρώσκων τὰ πέριξ, ἀλλ’ ἔστι μόνον τοῦ δέρματος ἕλκωσις, ἡ φαγέδαινα δὲ σὺν τῷ δέρματι καὶ τῶν ὑποκειμένων ἅπτεται. Χειρώνεια δὲ καὶ Τηλέφεια καλεῖν ἕλκη περιττόν· ἀρκεῖ γὰρ ἅπαντα κοινῇ κακοήθη προσαγορεύειν. ἔστι δὲ καὶ ἡ ψώρα καὶ ἡ λέπρα μελαγχολικὰ πάθη μόνου τοῦ δέρματος, ὡς εἴγε κᾀν ταῖς φλεψὶ καὶ τῇ σαρκὶ γίγνοιτο, καρκῖνος ὀνομάζεται.
14. Μελαγχολικὸν δὲ πάθος καὶ ὁ ἐλέφας ἐστὶ, τὴν μὲν πρώτην γένεσιν ἐξ αἵματος ἴσχων μελαγχολικοῦ, τῷ χρόνῳ δὲ πλείων ἡ μέλαινα γίνεται τοῦ αἵματος, ἡνίκα δυσώδεις εἰσὶ καὶ ἀπεχθεῖς ἰδεῖν, ἐνίοις δὲ αὐτῶν καὶ ἕλκη συμπίπτει.
τοῦτο τὸ πάθος ἀρχόμενον ὀνομάζουσι σατυριασμὸν, ἐπειδὴ τοῖς σατύροις ὅμοιοι γίγνονται τὸ πρόσωπον. ἔνιοι δὲ τὰς κατὰ τοὺς κροτάφους ἐξοχὰς ὀστώδεις οὕτω καλοῦσι. γίγνονται δὲ καὶ κατ’ ἄλλα μόρια τοιαῦται τῶν ὀστῶν ἐξοχαὶ, καὶ καλοῦσιν αὐτὰς ἐξοστώσεις ἔνιοι, καθάπερ καὶ τὰς κατὰ φύσιν ἐντάσεις τῶν αἰδοίων μὴ καθισταμένας τινὲς ὀνομάζουσι σατυριασμὸν, τινὲς δὲ πριαπισμόν.
15. Ἔστι δὲ καὶ ὁ ἀχὼρ ἕλκος μικρὸν ἐν τῷ δέρματι τῆς κεφαλῆς, εἰκάσαις δὲ αὐτὸ φλέγματος ἁλμυροῦ καὶ νιτρώδους ἔκγονον ὑπάρχειν. ἐκρεῖ γοῦν αὐτοῦ τις ἰχὼρ οὔθ’ ὑδατώδης ἁπλῶς οὔτ’ ἤδη παχὺς ὥσπερ τὸ μέλι, καθάπερ ἐν τοῖς κηρίοις ὀνομαζομένοις. καὶ γὰρ καὶ ταῦτα σὺν ὄγκῳ τινὶ καὶ κατατρήσεσι πλείοσι γίγνεται, μελιτώδους ἐκρέοντος ὑγροῦ. μικρὸς δὲ καὶ τούτων ὁ ὄγκος, ἀλλ’ οὐκ εἰς τοσοῦτον εἰς ὅσον ἀχῶρος. ἔτι δὲ καὶ τούτων ὄγκοι μικρότεροι παρὰ φύσιν ἐπὶ τοῦ δέρματος γεννῶνται, μυρμηκίαι τε καὶ ἀκροχορδόνες τε καὶ ψύδρακες, ἐπικνυκτίδες τε, ἅπασι γνώριμα πάθη. γνώριμος δ’ οὐχ ἥκιστα καὶ ὁ δοθιήν
ἐνδείκνυται τοῦ μέρους τὸ νόσημα καθ’ οὗ λέγεται, οὕτω καὶ ἡ κιρσοκήλη νεώτερον ὄνομα δηλοῖ τὸ πάθος ἐφ’ οὗ λέλεκται.
16. Κιρσοὺς δὲ καὶ τὰς ἄλλας ἁπάσας φλέβας εὐρυνομένας ὀνομάζουσιν οἱ παλαιοί. κιρσοὺς δὲ καὶ ταύτας οἱ νεώτεροι καλοῦσιν ἰατροὶ, τὸ ι΄ στοιχεῖον μετὰ τοῦ κ΄ στοιχείου τιθέντες, οὐ καθάπερ οἱ Ἀθηναῖοι. γίνονται δὲ καὶ κατὰ τὰ σκέλη κιρσοὶ διὰ ἀῤῥωστίαν τῶν τῇδε φλεβῶν, καὶ μᾶλλον ὅταν αἷμα παχὺ πλεονάζῃ κατὰ τὸ σῶμα. περιτοναίου δὲ τρωθέντος, ἢ ῥαγέντος, εἶτα μὴ συμφύντος, ὄγκος μαλακὸς γίνεται κατὰ τὸ χωρίον. εἰ δὲ καὶ κατὰ τὸν βουβῶνα γένοιτο, καλοῦσι βουβωνοκήλην. εἰ δὲ κατὰ τὸν ὀμφαλὸν συμβαίη τοῦτο, καλοῦσιν ἐξομφάλους ἔνιοι τῶν ἰατρῶν τοὺς ᾧδε πάσχοντας. ἔστι δ’ οὐ τοῦ περιτοναίου μόνου οὐδὲν τῶν παθῶν τούτων, ἀλλὰ χρὴ πάντως καὶ τὴν τοῦ μυὸς ἀπονεύρωσιν παθεῖν, ἣν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ὁποία τίς ἐστιν ἐδήλωσα. ταυτὶ μὲν οὖν τὰ πάθη τῶν ἐγκαρσίων μυῶν ἐστιν, αἱ δ’ ἐν τῷ βουβῶνι κῆλαι τῶν λοξῶν, ἤτοι ῥηγνυμένης, ἢ ἀνευρυσμένης αὐτῶν τῆς κατὰ τοῦτο τὸ χωρίον ἀπονευρώσεως
ἅμα τῷ περιτοναίῳ χιτῶνι. γίγνονται δὲ καὶ ἄλλοι τῶν ταύτῃ χωρίων ὄγκοι, διά τι τῶν ὑποκειμένων σπλάγχνων ἐξαιρόμενον. εἴρηται δὲ καὶ τὰ πάθη τὰ τοὺς ὄγκους αὐτῶν ἐργαζόμενα. φλεγμοναὶ γάρ εἰσι καὶ σκίῤῥοι καὶ ἀποστήματα καὶ ὅσα τοιαῦτα. κατὰ δὲ τοὺς ὑδερικοὺς ἀθροίζεται ταύτῃ πλῆθος, ὑδατῶδες μὲν ἐν τοῖς ἀσκίταις, πνευματῶδες δὲ ἐν τοῖς τυμπανίταις, φλεγματῶδες δὲ ἐν τοῖς ἀνὰ σάρκα καὶ λευκοφλεγματίαις ὀνομαζομένοις.
17. Ἤδη δὲ καὶ ἄλλοι τινὲς ὄγκοι τετυχήκασιν ἰδίων ὀνομάτων, οὐδὲν ἐξαίρετον ἔχοντες, οἷον ἐπουλίδες τε καὶ παρουλίδες, καὶ θύμοι, καὶ τἄλλα ὅσα τοιαῦτα σαρκώδη βλαστήματα. καθάπερ γε πάλιν αἱ σταφυλαὶ καὶ τὰ παρίσθμια καὶ αἱ ἀντιάδες οὐκ ἄλλό τι ἢ φλεγμοναί εἰσιν, αἱ μὲν σταφυλαὶ τοῦ γαργαρεῶνος, αἱ δὲ ἀντιάδες τῶν ἐν ἀρχῇ τῆς φάρυγγος ἀντικειμένων ἀλλήλοις ἀδένων, ὥσπερ τὰ παρίσθμια τῶν κατ’ αὐτὴν τὴν φάρυγγα σωμάτων. Ἱπποκράτης δ’ ἔοικεν οὐχ ἅπασαν φλεγμονὴν τοῦ κίονος ὀνομάζειν σταφυλὴν, ἀλλ’ ἓν μόνον εἶδος, ἐν ᾧ τὸ πέρας τοῦ γαργαρεῶνος
ὁμοιοῦται σταφυλῆς ῥαγί. ἀλλὰ καὶ οἱ πολύποδες, ἤτοι φλεγμονῆς, ἢ φύματος, ἤ τινος βλαστήματος, ἢ ὅπως ἂν ἐθελήσῃ τις ὀνομάζειν, ἐν μυκτῆρσι συνισταμένου ἀποτελοῦνται, φλεγμονώδεις δ’ εἰσὶ καὶ ὑγροὶ διὰ τὸ χωρίον. ἐγκανθὶς δὲ καὶ αὕτη παρὰ φύσιν μέν τις ὄγκος ἐν τοῖς μεγάλοις γίνεται κανθοῖς, ἔστι δ’ οὐ τῷ παντὶ γένει παρὰ φύσιν. τὰ δὲ πτερύγια βλαστήματά ἐστι τοῦ ἐπιπεφυκότος ἔξωθεν ὑμένος τοῖς ὀφθαλμοῖς, ὃς ἀπὸ τοῦ περιοστίου καταφερόμενος ἐπὶ τὴν στεφάνην ἀφικνεῖται. τὰ δὲ σταφυλώματα καλούμενα, τὰ μὲν τῇ θέσει μόνῃ, τὰ δὲ τῇ διαθέσει παρὰ φύσιν ἐστὶν, εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων, ὅσα κατὰ τοὺς ὀφθαλμοὺς συνίσταται πάθη, δι’ ἑτέρου. καιρὸς οὖν ἤδη παύειν ἐν τῷδε τὸν λόγον, οὐδὲ μιᾶς ἔτι τῶν παρὰ φύσιν ὄγκων ἰδέας ἀῤῥήτου καταλελειμμένης.