Galen: De victu attenuante (The Thinning Diet)
Work
Galen, De victu attenuante
(Περὶ λεπτονούσης διαίτης)
English: The Thinning Diet
Text information
Type: Original (Greek)
Source
Karl Kalbfleisch. Galeni De victu attenuante liber. Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana. Leipzig (B. G. Teubner) 1898, 3-37
Download
gal_devictuatt-orig-gr1.xml [96.10 KB]
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΛΕΠΤΥΝΟΥΣΗΣ ΔΙΑΙΤΗΣ
I. Ἐπειδὴ τὰ πλεῖστα τῶν χρονίων ἀρρωστημάτων λεπτυνούσης χρῄζει διαίτης, ὡς πολλάκις ἐπὶ μόνῃ ταύτῃ καταστῆναι καὶ μηδενὸς ἔτι φαρμάκου δεηθῆναι, καλῶς ἂν ἔχοι διορίσασθαι περὶ αὐτῆς ἀκριβέστερον· ἄμεινον γὰρ ἐν οἷς ἐγχωρεῖ διαίτῃ μόνον χρησάμενον ἐπιτυχεῖν τοῦ τέλους, ἐν τούτοις ἀφίστασθαι τῶν φαρμάκων. ὡς ἔγωγε καὶ νεφρίτιδας οἶδα καὶ ἀρθρίτιδας οὐκ ὀλίγας, ὅσαι γε μὴ πώρων ἀπέφηναν τὰ ἄρθρα μεστά, τὰς μὲν 〈παντελῶς〉 παυσαμένας ἐπὶ 〈τῇ〉 τοιαύτῃ διαίτῃ, τὰς δὲ μετριωτέρας ἀποδειχθείσας· οἶδα δὲ καὶ τῶν δυσπνοίᾳ συνεχῶς ἁλισκομένων οὐκ ὀλίγους
ἀλλὰ καὶ ἡ πεῖρα μαρτυρεῖ τῷ λόγῳ· φαίνεται γὰρ ἱκανῶς ὑπὸ τῶν τοιούτων ἐδεσμάτων ὀνινάμενα πάνθ’ ὅσα παχέων καὶ γλίσχρων καὶ ψυχρῶν χυμῶν ἀναπέπλησται σώματα. II. χρὴ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων ἐπιστάτην εἶναι τὸν ἰατρόν, τόν τε καιρὸν ἐξευρίσκοντα καὶ τὸ μέτρον τῆς χρήσεως, οὕτω κἀν τοῖσδε· κίνδυνος γὰρ εἰς κακοχυμίαν ἐμπεσεῖν τὸν οὐκ ὀρθῶς αὐτοῖς χρώμενον· ἀλλ’ οὐ τοῦτο νῦν πρόκειται διδάσκειν, ἀλλ’ ὑπὲρ αὐτῶν μόνον τῶν ἐδεσμάτων διελθεῖν.
Ὅτι μὲν οὖν σκόροδα καὶ κρόμμυα καὶ κάρδαμα καὶ πράσα καὶ νᾶπυ τῶν λεπτυνόντων ἐστίν, οὐδ’ ἂν οὐδ’ ἰδιώτην λάθοι διὰ τὸ σφοδρὸν τῆς ἐν αὐτοῖς δυνάμεως, ἐφεξῆς δὲ τούτων σμύρνιόν τε καὶ πύρεθρον ὀρίγανόν τε καὶ καλαμίνθη καὶ σισύμβρια καὶ γλήχων καὶ θύμβρα καὶ θύμα, χλωρὰ πάντα προσφερόμενα πρὶν ξηρανθῆναι· ἀποξηρανθέντα γὰρ ἤδη φάρμακα [τε] καὶ οὐκέτι τροφαί. καθόλου δὲ πᾶν τὸ ξηρὸν ἰσχυρότερον τοῦ τεθηλότος ἐστί, καθότι καὶ αὐτῶν τῶν μὴ ξηρῶν τὰ τελεώτερα τῶν ἀτελῶν ἐστιν ἰσχυρότερα, καὶ ὅσα κατὰ λόφους ἢ ἐν χωρίοις ἀνύδροις ηὐξήθη, τῶν ἐν πεδίοις ἢ κήποις ἢ τέλμασιν ἰσχυρότερα. ταυτὶ μὲν 〈οὖν〉 ὑπὲρ ἁπάντων χρὴ γινώσκειν κοινῇ· τοῖς δ’ εἰρημένοις ἐφεξῆς ἐστιν ὅ τε τῆς καππάρεως καὶ ὁ
τῆς τερμίνθου καρπὸς καὶ τούτων ἐφεξῆς εὔζωμά τε καὶ σία καὶ σέλινα καὶ πετροσέλινα καὶ ὤκιμα καὶ ῥαφανίδες καὶ κράμβη καὶ τεῦτλα. μαλάχη δὲ καὶ βλίτα καὶ ἀτράφαξις, εἰ καὶ ταῖς ἰδέαις ἐγγυτάτω τῶν τεύτλων εἰσίν, ἀλλὰ τήν γε δύναμιν οὐκ ἐγγύς· ὑδατώδη τε γάρ ἐστι καὶ ἀμβλέα καὶ δριμείας δυνάμεως ἥκιστα μετέχοντα παραπλησίως κολοκύνθαις τε καὶ σικύοις πέποσί τε καὶ μηλοπέποσι καὶ κοκκυμήλοις. ἅπαντα γὰρ τὰ τοιαῦθ’ ὑγρὰ καὶ ψυχρὰ καὶ φλεγματώδη, καὶ μᾶλλον ὅσα χωρὶς ἑψήσεως ἐσθίεται, μῆλα καὶ ἄπιοι καὶ σίκυοι· διὸ καί τινες ἑψοῦσι τῶν σικύων τοὺς σκληροτέρους ὁμοίως ταῖς κολοκύνθαις· καὶ τῶν μήλων δὲ καὶ τῶν ἀπίων ἧττον βλάπτουσιν αἱ ἑφθαί, καὶ τῶν ὠμῶν ἐσθιομένων αἱ εἰς ἀπόθεσιν ἐπιτηδειόταται τῶν εἰρημένων ἧττόν εἰσι μοχθηραί. ἀλλὰ γὰρ οὐ περὶ τούτων ὁ λόγος μοι νῦν.
III. Αὖθις οὖν ἐπὶ τὰ λεπτύνοντα τοὺς ἐν τῷ σώματι χυμοὺς ἐδέσματα μέτειμι, τὴν ἀρχὴν ἀκριβέστερον ποιησάμενος ἀφ’ ὧν ἀπέλιπον, ἐπειδὴ διορισμοῦ δεῖταί τινος ἀκριβεστέρου. τὰ τοίνυν ἁπαλὰ καὶ νέα πάντα διὰ τὸ πλῆθος ἔτι τῆς ὑγρότητος ἣν ἔτ’ αὐξανόμενα κέκτηται, μέτρια ταῖς δυνάμεσίν ἐστιν, ὡς καὶ μικρῷ πρόσθεν εἴρηται, καὶ διὰ τὴν αἰτίαν τήνδε πολλὰ τῶν φαρμακωδῶν, ἔστ’ ἂν ἔτι φύηται καὶ αὔξηται, παραπλησίως τοῖς ἐδέσμασιν ἐσθίεται, καθάπερ οἵ
τοῖς κηπευομένοις — ἅπαντα ταῦτα δι’ ὄξους ἐσθίουσιν, ὅσα μὲν ἥδιον ὠμὰ προσφέρεσθαι, γάρου μιγνύντες, ὅσα δ’ ἑφθὰ, τοὔλαιον ἐπιχέοντες· ἔνια δὲ καὶ δι’ ὑποτριμμάτων ἐσθίουσιν ὄξος μὲν ἐχόντων ἁπάντων, ἀλλ’ ἤτοι μετὰ μέλιτος ἢ νάπους, ἄνηθον ἢ λιβυστικὸν ἢ κύμινον ἢ σέλινον ἢ τὸ τοῦ κάρου σπέρμα μιγνύντες ἤ τι τοιοῦτον ἕτερον. αὐτὴ γὰρ ἡ φύσις ἡγεῖται καὶ διδάσκει τὸ ποιητέον οὐ μόνον τούς τι σοφώτερον ἐπισταμένους ἀλλὰ καὶ τοὺς ἰδιώτας· καὶ ἔγωγε πολλάκις συνεχῶς χρῆσθαι τοῖς τοιούτοις ὑποτρίμμασιν ἐκέλευον 〈ἂν〉 οἷς μέλει λεπτυνούσης διαίτης, εἰ μὴ τῆς σαρκὸς τῶν φοινίκων ἐμίγνυον αὐτοῖς ἔνιοι τῶν ὀψοποιῶν πάμπολυ. γινώσκειν οὖν χρὴ καὶ περὶ τῶν ὑποτριμμάτων ἐν βραχεῖ· τὰ μὲν δὴ 〈διὰ〉 τῶν δριμέων τε καὶ θερμῶν πλείστων ἐμβεβλημένων, οἷάπερ ἐστὶ τά τε νῦν εἰρημένα καὶ ὅσα διὰ κρομμύων τε καὶ σκορόδων ἢ κοριάνου σκευάζουσι, ταῦτα μὲν οὖν ἅπαντα τῆς λεπτυνούσης ἐστὶ δυνάμεως, ὅσα δ’ ἧττον τούτων μὲν μετέχει πλειόνων δὲ τῶν παχυνόντων, ἐπίμικτα ταῖς δυνάμεσιν ὑπάρχει.
IV. Ἐπεὶ δ’ ἐξ ἀρχῆς ὁ λόγος ἐγένετό μοι περὶ τῶν λαχανωδῶν ἐδεσμάτων ὡς τὰ πλεῖστα τοῦ γένους τούτου λεπτύνει, ἐφεξῆς ἂν εἴη ῥητέον καὶ περὶ τῶν ἀσπαράγων καλουμένων, ἑλείου τε καὶ μυακανθίνου καὶ τοῦ τῆς χαμαιδάφνης ἔτι τε καὶ βρυωνίας καὶ
τὴν γλῶτταν, ἐν τῇ λεπτυνούσῃ σαφῶς ἰδέᾳ τίθεσθαι τούσδε.
V. Περὶ μὲν οὖν λαχανωδῶν ἐδεσμάτων ἀρκεῖ καὶ ταῦτα, σπερμάτων δ’ ἐφεξῆς μνημονεύω. καθόλου μὲν οὖν εἰπεῖν καὶ περὶ τῶνδε, τοῖς φυτοῖς ἔοικε τὰς δυνάμεις ὧν ἐστι σπέρματα, ξηρότερά γε μὴν ὑπάρχει πάντων ἐκείνων καὶ διὰ τοῦτο λεπτυντικώτερα καὶ οὐκ ἐξ ἅπαντος ἐδώδιμα, καθάπερ οὐδ’ αἱ βοτάναι τῶν ἐσθιομένων σπερμάτων ἐδώδιμοι πᾶσαι· πλὴν ὅσα γε τῶν σπερμάτων ἐσθίεται, κατὰ τὴν φύσιν ἀεὶ τῶν βοτανῶν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερμότερον ὡς εἴρηται ῥέποντα. οὕτως γοῦν καὶ τὸ τῆς μήκωνος σπέρμα πολὺ τῆς μήκωνος αὐτῆς ἐστι μετριώτερον, ὥστε καὶ τοῖς ἄρτοις ἐπιπάττουσιν αὐτὸ καὶ πολλοῖς τῶν ἄλλων πεμμάτων μιγνύουσιν ὡς οὐδεμίαν ἔχον βλάβην· ἀλλ’ ὅτι μὲν καὶ τοῦτο ψύχει, δῆλον ἐκ τοῦ καρηβαρές τ’ εἶναι καὶ ὑπνῶδες, οὐ μὴν ὁμοίως γε τῇ μήκωνι, ἀλλ’ ὅσον ὁ ὀπὸς αὐτῆς εἰς ψῦξίν ἐστιν ἰσχυρότερος, τοσοῦτον αὕτη τοῦ σπέρματος· ὑπνῶδες δὲ καὶ τὸ τῆς θριδακίνης σπέρμα· καὶ γὰρ καὶ τοῦτο τὸ λάχανον ὑγρόν τ’ ἐστὶ καὶ ψυχρόν· ὥστε χρὴ φυλάττεσθαι ταῦτα τὰ σπέρματα τὸν διαίτῃ λεπτυνούσῃ χρώμενον. καὶ τὸ τοῦ σησάμου σπέρμα παχὺν καὶ γλίσχρον ἐν τῷ σώματι γεννᾷ χυμόν· σελίνου μέντοι καὶ πετροσελίνου καὶ κυμίνου καὶ κάρου καὶ ἀνήθου σπέρμα καὶ
προσέτι λιβυστικοῦ καὶ σίνωνος καὶ ἄμμεώς τε καὶ σεσέλεως καὶ δαύκου καὶ τορδύλου καὶ πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς ἁρμόζει τοῖς λεπτυνούσῃ διαίτῃ χρωμένοις. ἔνια δὲ τῶν τοιούτων οὕτως ἐστὶν ἰσχυρὰ ταῖς δυνάμεσιν ὥστ’ οὐδὲν ἀπολείπεται τῶν γενναιοτάτων φαρμάκων, ὁποῖόν τι καὶ τὸ τοῦ πηγάνου σπέρμα τετύχηκεν ὄν, ἰσχυρὸν ἐν τοῖς μάλιστα καὶ λεπτυντικὸν ἱκανῶς· οὕτω δὲ καὶ 〈τὸ〉 τῆς λύγου σπέρμα καὶ τὸ τῆς καννάβεως οὐ φαρμακῶδες μόνον ἀλλὰ καὶ κεφαλαλγές· καὶ χρήσαιτ’ ἄν τις αὐτοῖς εἰς ἓν μόνον ἐπιτηδείως, ἐπειδὰν δι’ οὔρων καθᾶραι τὸ αἷμα προαιρῆται. ἀλλὰ γὰρ οὐ περὶ φαρμάκων πρόκειται λέγειν ὅτι μὴ πάρεργον, ὥστ’ οὐ χρὴ μηκύνειν ἐν τούτοις.
VI. Ἀλλ’ αὖθις ἐπὶ τὸ τῶν ἄλλων σπερμάτων ἐπάνειμι γένος, ἃ δὴ καὶ Δημήτριά τινες ὀνομάζουσι· συνηθεστέρα μέντοι κλῆσίς ἐστι τοῖς Ἕλλησιν ἐπὶ τοῦ γένους αὐτῶν ἅπαντος ἡ τῶν ὀσπρίων· ἔνιοι μέντοι χεδροπὰ ταῦτα καλοῦσιν· εἰσὶ δ’ οἳ τὸ μὲν σύμπαν γένος ὄσπρια, μόνα δ’ ἐξ αὐτῶν ὅσα τῇ χειρὶ δρέπονται, χεδροπὰ προσαγορεύουσι, τὰ δ’ ἄλλα πάντα τὰ διὰ τῶν δρεπάνων θεριζόμενα σῖτον· ἔνιοι δὲ τὸν πυρὸν μόνον σῖτον· οἱ δὲ καὶ τὰς κριθὰς αὐτῷ προστιθέασιν. ὀνομαζέτω μὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ, περὶ δὲ τῆς τῶν ὀσπρίων δυνάμεως ἐφεξῆς ἐγὼ διηγήσομαι.
μάλιστα δύναμιν, καὶ πολλοῖς δὲ τῶν ἄλλων ἐδεσμάτων ἐπιμιγνύντας καὶ μάλιστα τῷ τριπτῷ τεύτλῳ καὶ τοῖς ὀρνιθείοις ζωμοῖς. εἰ δέ τις ἔτνος ἢ ῥόφημα σκευάζειν ἐκ χόνδρου βούλοιτο, μὴ μόνον ἀνήθου μιγνύειν, ἀλλὰ καὶ πράσου τι προσεπεμβάλλειν ἢ γλήχωνος ἢ καλαμίνθης ἢ ὑσσώπου· καὶ μὲν δὴ καὶ ἡ τῆς πεπέρεως μῖξις οὐκ ἐπὶ τοῖς τοιούτοις ἐδέσμασι μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασιν οὐ σμικρὰ τῇ λεπτυνούσῃ διαίτῃ συντελεῖ. πτισάνη δὲ καὶ αὐτὴ καθ’ ἑαυτὴν ἔχει τι ῥυπτικόν, ὡς μηδ’ ὑσσώπου δεῖσθαι· καὶ εἴ ποτε δὲ βουληθείης αὐτῆς ἐπιτεῖναι τὴν δύναμιν, ἀρκεῖ πεπέρεως μιγνύναι αὐτῇ· μέλιτος δ’ οὐδὲν δεῖται πτισάνη πλὴν εἰ μὴ τὰ κατὰ θώρακά τε καὶ πνεύμονά τις ἐκκαθαίρειν ἐθέλοι, τοῖς μέντοι καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν οὐκ ἐπιτήδειος ἡ μῖξις μᾶλλον γὰρ ἐξαίρεται ταῦτα τὰ σπλάγχνα πρὸς τῶν ἐκ τοῦ χόνδρου ῥοφημάτων καὶ αὐτῶν καθ’ ἑαυτὰ καὶ πολὺ μᾶλλον εἰ σὺν μέλιτι σκευάσαις. ἀλλὰ περὶ μὲν τῆς τοῦ μέλιτος χρήσεως ἁπάσης ὀλίγον ὕστερον εἰρήσεται.
Νυνὶ δ’ ἐπὶ τὰς κριθὰς αὖθις ἐπανίωμεν· οὐ γὰρ ἔν γε πτισάνῃ μόνῃ ἡ χρῆσις αὐτῶν ἐδώδιμος,
ταύτῃ κατὰ τοὺς αὐτοὺς τρόπους. ζειᾶς δὲ μὴ ζητεῖν ἕτερον παρὰ τὰς ὀλύρας καὶ τίφας ἐδώδιμον Ἕλλησιν· ἀκριβῶς μὲν γὰρ οὐκ οἶδα καθ’ ὁποτέρου τούτων οἱ παλαιοὶ τὸ τῆς ζειᾶς ἔφερον ὄνομα, τρίτον δ’ οὐδέν ἐστι τούτοις ὅμοιον γένος, ἀλλ’ ἤτοι τὰς τίφας ἢ τὰς ὀλύρας οὕτως ὠνόμαζον· Μνησίθεος δὲ κατὰ μὲν ταὐτοῦ σπέρματος ἄμφω τὰ ὀνόματα φέρει τίφας καὶ ὀλύρας ὀνομάζων, τὰς ζειὰς δ’ ὡς ἕτερόν τι τούτου μοχθηρότερον ὑπείληφεν ἔδεσμα, καί μοι δοκεῖ τὰς νῦν ὑφ’ ἡμῶν ὀνομαζομένας τίφας αὐτὸς ζειὰς προσαγορεύειν ἤ τι καὶ τῶνδε μοχθηρότερον. ἔστι δὲ τὸ σπέρμα πτισθῆναι μὲν δεόμενον ὥσπερ ἡ κριθὴ καὶ ἡ ὄλυρα καὶ ὁ βρόμος, ἐπειδὰν δὲ γυμνωθῇ, πολὺ καὶ πυροῦ καὶ κριθῆς καὶ ὀλύρας ἰσχνότερόν τε καὶ μικρότερον γίνεται· ἔστι δὲ καὶ ξανθὸν ὁμοίως τοῖς πυροῖς, οὐχ ὥσπερ ἡ κριθὴ λευκόν. γίνεται δ’ ἔν τισιν ἔθνεσι κριθὴ γυμνή, καθάπερ ἐν Καππαδοκίᾳ, καὶ καλεῖται οὕτως πρὸς αὐτῶν ἐκείνων ὡς ἐμοὶ νῦν εἴρηται καὶ ἔστι τά τ’ ἄλλα καλλίστη καὶ ἐξ ὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσα σύν τινι τῶν γλυκέων οἴνων ἐπιτηδειοτάτη ληφθῆναι.
VII. Κύαμοι δὲ ῥυπτικὸν μὲν ἔχουσί τι καὶ αὐτοὶ κριθῶν [δὲ] οὐδὲν ἧττον, ἀλλ’ οὔτε πέττονται ῥᾳδίως καὶ φυσώδεις ἱκανῶς εἰσιν, ὥστε πολὺ βέλτιον τοὺς πισσοὺς ἐσθίειν· ἀμείνους γὰρ εἰς ἅπαντα κυάμων.
οἱ τῶν κογχαρίων ἁπάντων ζωμοὶ καὶ οἱ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουσί θ’ ἅμα γαστέρα καὶ εἰς οὐδὲν βλάπτουσι τὸν λεπτυνούσῃ διαίτῃ χρῆσθαι προῃρημένον. μελίνη δὲ καὶ κέγχρος ἔλυμός τε καὶ εἴ τι τοιοῦτον ἕτερον οὔτ’ εὔχυμα καὶ δυσώδη καὶ δύσπεπτα, ξηραίνει δ’ ἱκανῶς καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ σύμπαν οὐχ ἥκιστα τὸ σῶμα. σκευάζεται δὲ κἀκ τῶν καλουμένων λοβῶν ἔτνος, οἵπερ δὴ καὶ κηπεύονται, παραπλησίως τῷ κυαμίνῳ· καὶ χρὴ καὶ τοῦτο γινώσκειν παχύχυμόν τε καὶ φλεγματικὸν ὑπάρχον, ἧττον μέντοι κυάμων εἰσὶ φυσώδεις οἱ λοβοὶ καὶ τὸ ῥυπτικὸν ὅπερ τούτοις ὑπάρχει τοῖς λοβοῖς οὐ πρόσεστι. τί δ’ ἂν ἔτι περὶ τῶν ἄλλων σπερμάτων λέγοιμι τῶν μοχθηρῶν, ἃ καὶ πρὸ τῆς ἡμετέρας παραινέσεως ἅπαντες ἤδη φεύγουσιν; ἀρκεῖ γὰρ κατὰ πάντων εἰπεῖν ὡς κριθαὶ μὲν εἰς λεπτύνουσαν δίαιταν ἄλυποι παρὰ πάντα τὰ σιτηρὰ ἐδέσματα, δεύτεροι δ’ οἱ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δ’ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ μὴ διὰ μακροῦ πισσῶν ἢ φακῆς γεύεσθαι δή τις ἐθέλοι ἢ χόνδρου.
VIII. Πλείστην δ’ ἂν ἔχοις εἰ βούλοιο καὶ ἄφθονον ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπὸ τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· οἱ μὲν γὰρ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὑγρότεροί τ’ εἰσὶ καὶ περιττωματικώτεροι,
μὴ παρόντων πετραίων, σκευάζειν δ’ ἄμεινον ἅμα τεύτλοις τριπτοῖς ἢ τοῖς λευκοῖς ζωμοῖς ἀφθονώτερον ἐπεμβάλλοντα πράσου καί τι καὶ πεπέρεως προσεπιπάττοντα· πλησίον δὲ τῆς τούτων δυνάμεώς εἰσι τά τε βούγλωττα καὶ αἱ ψῆτται.
Τῶν δ’ ἄλλων ζῴων τῶν πεζῶν κριοὶ μὲν καὶ τράγοι καὶ σύμπαν δὲ τὸ τῶν προβάτων καὶ τῶν αἰγῶν γένος οὐ χρηστὴ τροφή· μόνοις δὲ τοῖς ἐρίφοις εἰκότως ἄν τις χρῷτο· τὴν δὲ τῶν ἀρνῶν ἐδωδὴν φυλακτέον δι’ ὑπερβάλλουσαν ὑγρότητα. τοὺς δ’ ἵππους καὶ τοὺς ὄνους ὀνώδεσιν ἀνθρώποις ἐπιτρεπτέον ἐσθίειν, ὥσπερ δὴ καὶ παρδάλεις καὶ ἄρκτους καὶ λέοντας τοῖς θηριώδεσιν· ἐγγὺς δὲ τῆς τῶν ὄνων ἐδωδῆς εἰσι καὶ οἱ ἔλαφοι, ὥστε καὶ τούτων ἀφεκτέον. ἡ δὲ τοῦ λαγωοῦ σὰρξ εἰς μὲν τὴν ἄλλην τὴν ξηραίνουσαν δίαιταν ἐπιτήδειος, εἰς δὲ τὴν νῦν προκειμένην οὐ πάνυ χρηστή ἐστι· παχὺ γὰρ ἱκανῶς αἷμα γεννᾷ· καὶ μὲν δὴ καὶ ἡ τοῦ αἵματος ἐδωδὴ ἁπάντων τῶν ζῴων φευκτέα καὶ πολὺ μᾶλλον εἰς τὴν λεπτύνουσαν δίαιταν ἡ τοῦ τῶν λαγωῶν, οὕτω δὲ καὶ τὰ σπλάγχνα πάντα· καὶ γὰρ καὶ περιττωματικὰ καὶ δύσπεπτα καὶ κακόχυμα. κυνῶν δὲ καὶ ἀλωπέκων σαρκὸς ἐγὼ μὲν οὐδ’ ἐγευσάμην ποτὲ διὰ τὸ μὴ εἰθίσθαι τὴν ἐδωδὴν αὐτῶν μήτ’ ἐπὶ τῆς 〈Ἀσίας μήτ’ ἐπὶ τῆς〉 Ἑλλάδος, ἀλλὰ μηδὲ κατὰ τὴν Ἰταλίαν· ἀκούω δὲ καὶ ταῦτα πολλαχόθι ἐσθίεσθαι καὶ
καὶ γίνονται ψαθυραὶ καὶ εὔπεπτοι πάντῃ· καὶ γὰρ χρηστὴν τροφὴν διδόασι τῷ σώματι καὶ γλίσχρον ἥκιστα γεννῶσιν αἷμα καὶ πάχους καὶ λεπτότητος ἐν τῷ μέσῳ καθεστηκός, ὅπερ οἶμαι τοῖς ὑγιεινοῖς ἐδέσμασι προσήκειν μάλιστα.
IX. Περὶ μὲν δὴ τούτων αὐτάρκως εἴρηται· περὶ δὲ τῶν ὑπολοίπων αὖθις ῥητέον. αἱ ῥίζαι τῶν λαχάνων ἅπασαι μὲν ὡς οὕτω φάναι περιττωματικαί τ’ εἰσὶ καὶ δύσπεπτοι, πρὸς μέντοι τὰ παρόντα καὶ αἱ τοῦ δαύκου καὶ αἱ τῆς καροῦς οὐδὲν ἔχουσι βλαβερὸν ὥσπερ οὐδ’ ἐπιτήδειον· ἐναντιώταται δ’ αἱ γογγυλίδες ὁμοίως ὀλίγου δεῖν τοῖς βολβοῖς, ἁπάντων δὲ χείριστοι μύκητες. οὕτω δὲ καὶ τὰς ῥίζας ὑποπτεύειν ἁπάντων δεῖ, ὅσαι γε τὸ δακνῶδες οὐκ ἔχουσι καὶ δριμὺ καὶ θερμὸν ἐν τῇ γεύσει, ὥστε καὶ τὰς τῶν τεύτλων φυλάττεσθαι προσήκει· καὶ τοῦτο δὲ τὸ λάχανον ἥκιστα φλεγματῶδες, ἀλλ’ ὅμως καὶ τὰς τούτων ῥίζας φευκτέον. τί δεῖ λέγειν περὶ μαλαχῶν; ὧν οὐχ αἱ ῥίζαι μόνον οὐδ’ ὁ καυλὸς ἀλλὰ καὶ τὰ φύλλα φλεγματώδη γεννᾷ χυμόν, ἧττον δ’ εἰσὶ βλαβεραί· πρὸς γοῦν τὴν λεπτύνουσαν δίαιταν αἱ ἄγριαι τῶν κηπευομένων εἰσὶ καλλίους. ἔστι δ’ ἐκ ταὐτοῦ γένους καὶ τὰ ὕδνα τούτοις, πλὴν ὅσον ἐν ψαμμώδει τε καὶ ἧττον ὑγρᾷ συνίσταται γῇ καὶ ταύτῃ τῶν μυκήτων ἀπολείπεται τῆς κακίας. ἑνὶ δὲ λόγῳ συμπάσας μὲν τὰς ῥίζας
δυσπέπτους ὑποπτεύειν, γεύεσθαι δὲ μόνων τῶν θερμῶν τε καὶ δριμέων, ὥσπερ σκορόδου τε καὶ κρομμύου καὶ ῥαφανίδος, καὶ τούτων ὡς φαρμάκου μᾶλλον ἢ ὡς ἐδέσματος.
X. Ἀλλὰ γὰρ καὶ περὶ τῶν ῥιζῶν ἀρκεῖ τοσαῦτα· μετιέναι δ’ ἤδη καιρὸς ἐπὶ τοὺς τῶν δένδρων καρπούς· εἰσὶ δ’ οὐκ ὀλίγοι τούτων ὑγροὶ καὶ ψυχροὶ καὶ μάλισθ’ ὅσους οὐδ’ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν· ἥκιστα δ’ ἂν λυποῖτό τις ὑπὸ τῶν λαπαττόντων τὴν κοιλίαν, ὥσπερ τὰ μόρα λαπάττει καὶ τούτων ἐφεξῆς τὰ κοκκύμηλα καὶ τὰ κεράσια καὶ τὰ σῦκα· τὰ δὲ βραδύπορα χείρω πάντων καὶ μᾶλλον εἰ καὶ σκληρὰ τοῖς σώμασιν ὑπάρχει. ἀλλὰ τούτων μὲν μὴ γεύεσθαι μηδενὸς πλὴν τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων, οἷάπερ ἐστὶν ἀπίων τε καὶ μήλων καὶ σταφυλῶν οὐκ ὀλίγα γένη, τὰ δὲ μαλακώτερα μᾶλλον ἐσθίειν τῶν σκληροτέρων, οὐ μὴν εἰς κόρον γ’ οὐδενὸς τούτων, οὔτε τῶν μήλων τῶν Περσικῶν οὔτε τῶν Ἀρμενίων ἃ δὴ πρεκόκια καλοῦσι Ῥωμαῖοι, ἔτι δὲ μᾶλλον καὶ τῶν ὀνομαζομένων Σηρικῶν. καὶ μὴν καὶ τὰ μύρτα καὶ τὰ διόσπυρα καὶ τἆλλ’ ὅσα τούτοις ἔοικεν οὐκ ἐπιτήδεια· καὶ τοῖς οὔοις δὲ καὶ τοῖς μεσπίλοις εἰς ἄλλα μὲν ὀρθῶς ἄν τις χρῷτο, πρὸς δὲ τὴν λεπτύνουσαν δίαιταν οὐκ ἐπιτήδεια, καὶ μάλιστα τὰ μέσπιλα· τὸ καθόλου δ’ εἰπεῖν ὅσα σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ διαίτῃ ταύτῃ, συμφέρει δὲ
οἱ μὲν γὰρ σκληροὶ καὶ στρυφνοὶ πάντες εἰσὶ μοχθηροί, τῶν δ’ ἄλλων γεύεσθαι τὰ μέτρια, ὥστε κἂν εἰ διαφερούσας τι ποιότητας ἔχῃ κατὰ τὰ μόρια, τὰ μὲν ὀξεά τε καὶ δριμέα τῶν μερῶν αὐτοῦ προσφέρεσθαι χρή, τὰ δ’ ἄλλα φυλάττεσθαι· πολλὰ δ’ ἂν εὕροις τοιαῦτα, καθάπερ καὶ τὸ Μηδικὸν μῆλον, ὃ κίτρον ὀνομάζομεν· ἔστι γὰρ αὐτοῦ δριμὺς μὲν ὁ φλοιός, ὀξὺ δὲ τὸ ἔνδον, παχύχυμος δὲ καὶ φλεγματώδης ἡ σάρξ.
XI. Τῶν δ’ ἐν ὄξει καὶ ἅλμῃ δυναμένων ἀποτίθεσθαι τοσοῦτον ὑπηλλάχθαι χρὴ νομίζειν τὴν ἀρχαίαν δύναμιν ὅσον ἐκ τῆς σκευασίας ἠλλοιώθησαν· ὅτι δ’ ὄξος καὶ ἅλμη τῶν τεμνόντων καὶ λεπτυνόντων, οὐδεὶς ἀγνοεῖ. ταῦτ’ ἄρα καὶ τῶν ἰχθύων οἱ ταριχευθέντες ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσι τοὺς παχεῖς χυμοὺς καὶ γλίσχρους· ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσοι φύσει μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάττεσθαι καὶ πολὺ δὴ τούτων ἔτι μᾶλλον αὐτὰ δὴ τὰ κήτη· γεύεσθαι δ’ εἰ βούλοιτό τις καὶ τούτων ἀπορίᾳ τῶν βελτιόνων ἢ καὶ ἄλλως ὀρεχθείς, ἤτοι δι’ ὑποτρίμματος δριμέος οἷον καὶ τὸ τοῦ νάπυός ἐστι〈ν ἢ καὶ〉 δι’ ἐλαίου καὶ ὄξους μόνον ἁρμόττει. καθόλου δὲ περὶ πάντων ἐδεσμάτων τοῦτ’ ἐπίστασθαι χρὴ κοινόν, ὡς εἴτ’ ἀποτεθείη διά τινος τῶν εἰρημένων εἴτε σκευασθείη, μέγιστον αὐτοῖς τοῦθ’ ὑπάρχει πρὸς τὸ λεπτύνειν· ὥστε καὶ αὐτὸν ἕκαστον ὅτῳ πρόκειται τοιαύτης διαίτης σκοπὸς ἐπιτεχνᾶσθαι 〈δεῖ〉 δι’ ὄξους καὶ ὀξυμέλιτος
ἐσκευασμένα προσφέρεσθαι τῶν ἐδεσμάτων τὰ πλεῖστα καὶ προταριχεύειν αὐτῶν ὅσα δυνατόν· ταριχευθέντων δή τοι καὶ τῶν χοιρείων 〈κρεῶν〉 γένοιτ’ ἄν τις ἀσφαλῶς, ἄλλως δὲ φυλάττεσθαι χρὴ καὶ ταῦτα παχὺν καὶ γλίσχρον γεννῶντα χυμόν.
XII. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως διῄρηται, λείποιτ’ ἄν ἔτι καὶ περὶ μέλιτος καὶ οἴνου καὶ γάλακτος διελθεῖν, καὶ πρῶτόν γε περὶ μέλιτος, ἐπειδὴ μόνον ὡς ἔπος εἰπεῖν τῶν γλυκέων [καὶ] οὐκ ἐδεσμάτων μόνον ἀλλὰ καὶ πομάτων ἀκριβῶς λεπτοῦ τὴν σύστασιν χυμοῦ γεννητικὸν ὑπάρχει. τῶν γὰρ οἴνων οἳ ἂν ὦσι γλυκεῖς ἱκανῶς ἅπαντες παχέος αἵματός εἰσι γεννητικοί· καὶ γὰρ μέλανές εἰσιν οὗτοι καὶ παχεῖς τὴν σύστασιν· ἔτι δὲ μᾶλλον τῶν οἴνων τὸ σίραιον ὀνομαζόμενον· ἔστι δὲ τοῦτο γλεῦκος ἐπὶ πλεῖστον ἑψημένον. οἶδα δέ τινας οὕτως ὀνομάζοντας καὶ τὸ τῶν ἰσχάδων ἀφέψημα· ἔστι δὲ καὶ τοῦτο παραπλήσιον μοχθηρῷ μέλιτι καὶ αὐτό τινα δύναμιν ἔχει τμητικήν, ἀλλ’ ἀπολείπεται μέλιτος οὐκ ὀλίγον, καὶ πολὺ δὴ μᾶλλον αἱ ἰσχάδες αὐταί, τὰ δὲ σῦκα πολὺ καὶ τούτων ἔτι μᾶλλον, ὥστ’ ἐκπεπτωκέναι τῆς λεπτυνούσης ἰδέας. ὅσα μὲν οὖν πέπονα σῦκα, τῆς μέσης ὕλης τῶν ἐδεσμάτων ἐστίν, ἣν οὔτε λεπτύνειν οὔτε παχύνειν ἱκανῶς
τοὺς χυμοὺς εἰπεῖν ἐγχωρεῖ· τὰ δ’ ἄλλα πάντα τῆς μέσης ἐστὶ κατωτέρω· παχύχυμά τε γάρ ἐστι καὶ ψυχρὰ καὶ δύσπεπτα καὶ φυσώδη τὰ μηδέπω καλῶς πέπειρα, καθάπερ ὁ γλεύκινος οἶνος· ἓν δ’ αὐτοῖς ἀγαθὸν ὑπάρχει τὸ ταχέως διεξιέναι καὶ ταύτῃ σμικρὰ βλάπτειν. καὶ μὲν δὴ καὶ σταφυλαὶ γλυκεῖαι τῆς αὐτῆς εἰσι φύσεως, καὶ μᾶλλον ἔτι τούτων αὐτῶν φοινίκων βάλανοι· αἱ μὲν γὰρ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κύπρον καὶ Φοινίκην καὶ Λυκίαν καὶ Κιλικίαν οὐδὲ τὴν ἀπόθεσιν ὑπομένουσιν, ἀλλ’ ὡς ὀπῶραι μᾶλλον ἐσθίονται διὰ περιττὴν ὑγρότητα σηπόμεναι ῥᾳδίως· τῶν δ’ ἄλλων τῶν εἰς ἀπόθεσιν ἐσκευασμένων ἐλάττων μὲν ἡ βλάβη, παχὺς δ’ οὐδὲν ἧττον καὶ τούτων ὁ χυμός, ὥστε φυλάττεσθαι χρὴ τὴν ἐδωδὴν αὐτῶν ἐν τοῖς εἰρημένοις πάθεσιν.
Ἥκιστα δ’ ἂν ὑπίδοιτό τις οἴνους παχεῖς ὅσοι καθαροὶ καὶ διαυγεῖς εἰσι καὶ τὴν χροιὰν ὠχροὶ καὶ ξανθοί· λευκὸν δ’ οὐδ’ ἂν εὕροις οἶνον ἅμα καὶ γλυκύν, ὥσπερ οὐδὲ τῶν ξανθῶν αὐτῶν σφόδρα γλυκύν. εἰσὶ δὲ σύμπαντες οἱ τοιοῦτοι οἶνοι μέσου τὴν σύστασιν χυμοῦ γεννητικοί. οἱ μὲν γὰρ παχεῖς θ’ ἅμα καὶ μέλανες καὶ γλυκεῖς παχέος αἵματος πληροῦσι τὰς
νεανίσκων τῶν ἀμφὶ παλαίστραν ἐχόντων εἰς εὐεξίαν αὐτοῖς προσχρωμένους οὐδὲν ἧττον χοιρείων κρεῶν ἐδωδῆς.
Ἀλλὰ γὰρ οὗτοι ἐναντιώτατοι τῇδε τῇ διαίτῃ, καὶ οὐ χρὴ μέμφεσθαι τὸν λόγον ὡς ἄλλα μὲν ἐπαγγειλάμενον, ἄλλα δὲ διδάσκειν ἐπιχειροῦντα· χρὴ γὰρ οὐ τὰ λεπτύνοντα μεταδιώκειν μόνον ἀλλὰ καὶ φεύγειν τὰ παχύνοντα τὸν λεπτυνούσῃ διαίτῃ καλῶς χρήσασθαι προαιρούμενον. οὕτω τοι καὶ αὐτὴν ὅλην τὴν ἰατρικὴν οὐχ ὑγιεινῶν μόνον ἀλλὰ καὶ νοσωδῶν ἐπιστήμην εἶναί φαμεν, καὶ οὐχ ἧττόν γε νοσωδῶν ἢ ὑγιεινῶν· καὶ γὰρ οὐδ’ 〈ἂν〉 βλάπτοιτό τις ἧττον ἐκ τοῦ περιπίπτειν τοῖς νοσώδεσιν ἢ ἀπέχεσθαι τῶν ὑγιεινῶν. ἁπάντων οὖν ἐπιστήμην ἔχειν προσήκει τὸν καλῶς θατέρῳ γένει προσχρησόμενον, ἀλλὰ τῶν μὲν πρώτων τε καὶ δι’ † αὐτὴν 〈*****〉 αἱρετὴν· ἔστι δὲ καὶ τρίτον τι γένος 〈μέσον〉 ἀμφοῖν, ὃ μήτ’ ὠφελεῖ μήτε βλάπτει, καὶ χρὴ τοῦτο γινώσκειν οὔτ’ εἰς αἵρεσιν ὑγιεινὸν οὔτ’ εἰς βλάβην νοσῶδες· ἀλλ’ εἰ μὲν παρείη ποτέ, [καὶ] 〈μὴ〉 μάτην αὐτὸ φύγωμεν ὡς βλάπτον, εἰ δ’ ἀπείη, μὴ μάτην αὐτὸ ζητῶμεν ὡς ὠφελοῦν. ἐν τούτῳ τῷ γένει καὶ πρὸς τοὺς κάμνοντάς εἰσι χάριτες τοῖς ἰατροῖς· τὸ μὲν γὰρ βλαβερὸν αἰτοῦσιν αὐτοῖς οὐκ ἄν τις συγχωρήσειεν, ὥσπερ οὐδ’ εἰ φύγοιεν τὸ συμφέρον, τὰ δ’ οὐδέτερα καὶ φεύγουσι καὶ διώκουσι τοῖς
κάμνουσι συγχωρητέον σκοπὸν ἐν αὐτοῖς οὐ τὴν ὠφέλειαν ἢ τὴν βλάβην ὥσπερ ἐν τοῖς ὑγιεινοῖς τε καὶ νοσώδεσιν, ἀλλὰ τὴν ἐπιθυμίαν τοῦ κάμνοντος ποιούμενον. ἔστι δ’ οὐχ ἁπλῶς μία φύσις ἐδεσμάτων ἢ πομάτων ἢ ὅλως διαιτημάτων ὑγιεινὴ καὶ νοσώδης καὶ οὐδετέρα, ἀλλ’ ἐν τῷ πρός τι πάντα τὰ τοιαῦτα λέγεται· ὧν οὖν ἐμνημόνευσα κατ’ ἀρχὰς τοῦδε τοῦ λόγου νοσημάτων, ὑγιεινὴ μὲν ἡ λεπτύνουσα δίαιτα, νοσώδης δ’ ἡ παχύνουσα, μέση δ’ ἀμφοῖν ᾗ μηδέτερον ὑπάρχει σαφῶς, ἀλλ’ ὡς ἂν διακείμενα παραλάβῃ τὰ ἐν τῷ σώματι, τοιαῦτα φυλάττει.
Καὶ δὴ τούτων οὕτως ἐχόντων αὖθις ἐπὶ τὸ προκείμενον ἰτέον. ἐν δὲ τῷ καθόλου γνωστέον, ὥσπερ ἐπὶ θώρακός τε καὶ πνεύμονος οἱ γλυκεῖς τῶν οἴνων ἅμα τινὶ τῶν λεπτυνόντων φαρμάκων ἐκκαθαίρουσι τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ φλεγματώδεις, οὕτως ἐν οἷς ἧπαρ ἢ σπλὴν μέγας ὑπάρχει, μείζονα τὴν ἀπ’ αὐτῶν βλάβην τῆς ὠφελείας γίνεσθαι· ἀθρόα γὰρ ἐπὶ τῶν σπλάγχνων τούτων ὁλκὴ τῶν εἰς τὴν κοιλίαν καταποθέντων γίνεται, καὶ ταύτῃ σφηνοῦται ταχέως ἐν τοῖς πέρασι τῶν ἀγγείων καὶ μᾶλλον καθ’ ἧπαρ, ἔνθα συνάπτουσιν αἱ ἀπὸ τῶν πυλῶν φλέβες ταῖς ἀπὸ τῆς κοίλης. οὔτ’ οὖν φλεγμαίνουσιν οὔτε σκιρρουμένοις οὔτ’ ἐμπεφραγμένοις τὰ στενὰ στόματα τῶν ἀγγείων τοῖς σπλάγχνοις οὐδὲν τῶν γλυκέων ἐπιτήδειον, οὐδ’ οὖν οὐδ’ αὐτὸ τὸ μέλι καίτοι τμητικῆς ὑπάρχον δυνάμεως, ἀλλὰ καὶ τούτου τὸ σφοδρὸν τῆς γλυκύτητος
ὄξους ἐπιμιξίᾳ κολάζουσι. καὶ οὕτως ἂν εἴη σοι καὶ λόγῳ καὶ πείρᾳ βασανίζοντι τῶν εἰς λεπτύνουσαν δίαιταν ἐπιτηδειότατον τὸ ὀξύμελι· τό τε γοῦν φαρμακῶδες ὅ τισιν ὑπάρχει τῶν λυσιτελούντων τούτῳ οὐ πρόσεστιν οὔτε κακόχυμόν ἐστιν οὔτε κακοστόμαχον οὔτ’ ἄλλην ἀτοπίαν ἔχον οὐδεμίαν. εἰ δὲ καὶ σκιλλητικὸν εἴη τὸ ὄξος, οὕτω μὲν ἂν οὐ διαιτημάτων μόνον ἀλλὰ καὶ φαρμάκων ἁπάντων ὑπάρχοι τμητικώτερον, καὶ προσήκει τοιούτῳ οἴνῳ χρῆσθαι καὶ ὄξει τοὺς ἄκρως τέμνειν καὶ λεπτύνειν βουλομένους ὅσον ἐν τῷ σώματι παχὺ καὶ γλίσχρον καὶ φλεγματῶδες ὑποτρέφεται περίττωμα, ὡς ἔγωγε μυρίους οἶδα τἆλλα μὴ πάνυ καλῶς διαιτωμένους ὑγιεῖς εἰς τέλος γενομένους ἐπὶ τῷ διὰ τῆς σκίλλης ὄξει τε καὶ οἴνῳ. οὐ μὴν τούτου γ’ ἕνεκα καὶ αὐτὸν χρὴ τῶν ἄλλων ἁπάντων ἀμελεῖν, ἀλλὰ γυμνασίοις τε χρῆσθαι τοῖς προσήκουσι καὶ τὰς τῶν εἰρημένων ἐδεσμάτων ποιότητάς τε καὶ ποσότητας ἀκριβῶς παραφυλάττειν· ἄμεινον γὰρ οἶμαι διὰ πάντων τῶν ὠφελούντων ἰόντα θᾶττον ἐπιτυχεῖν τοῦ τέλους ἢ τοῖς χρηστοῖς τὰ πονηρὰ μιγνύντα μέχρι τέλους νοσηλεύεσθαι.
Καὶ μὲν δὴ καὶ ὁ τοῦ γάλακτος ὀρρὸς ἐκ τῶν λεπτυνόντων ἐστὶ πρὸς τῷ ὑπάγειν τὴν γαστέρα· χρῆσθαι τοίνυν αὐτῷ πολλάκις ἔκ τινων διαστημάτων
πολὺ δὴ μᾶλλον ἔτι λεπτότερον ἔσται. ἐξ οὖν τῶν εἰρημένων εὔδηλον ὡς ὄνειον μὲν ὠμὸν γάλα προσλαβὸν ἁλῶν ἤ μέλιτος ἥκιστ’ ἄν εἴη παχύχυμον, ὥστ’ οὐδὲ βλάψει τι τοὺς λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένους· τὰ δ’ ἄλλα πάντα φυλάττεσθαι προσήκει.