ΕΚ ΤΩΝ ΓΑΛΗΝΟΥ ΥΠΟΜΝΗΜΑΤΩΝ
ΠΕΡΙ ΕΠΙΔΕΣΜΩΝ
ΒΙΒΛΙΟΝ.
Σκοποὶ πάσης ἐπιδέσεώς εἰσι πρῶτοι καὶ μέγιστοι
τῆς γε δι’ ἑαυτὴν παραλαμβανομένης οὐχ ὑπηρεσίας ἕνεκα
τῶν ἐπικειμένων τῷ πάσχοντι μορίῳ, τό τε κατέχειν ἀκίνητον,
ὡς διεπλάσθη τὸ πεπονθὸς ἀφλέγμαντόν τε
φυλάττειν. ἐπεὶ δ’ οὐ δύναται ταῦτα ποιεῖν ἡ ἐπίδεσις
ἄνευ τοῦ διεμμένειν αὐτὴν καὶ μὴ μετακινεῖσθαι πρὸς τὰ
κάτω τοῦ σώματος ἢ ἄνω· διὰ τοῦτο τοῖς ἀπαθέσι μορίοις
ἀναγκαζόμεθα προσπεριβάλλειν τοὺς ἐπιδέσμους, ὅπως ἔνθα
μὲν εἰκὸς ἀναδραμεῖν ἐστιν ὅλην τὴν ἐπίδεσιν, ἀντίληψις
αὐτῆς γίγνοιτο ἐπὶ τῶν ταπεινοτέρων, ἔνθα δὲ καταδραμεῖν
ἐπὶ τῶν ὑψηλοτέρων, ἐπ’ ἐνίων δὲ μορίων ἡ διὰ τῶν ἀντικειμένων
ἀντίληψις ὠφελιμωτέρα, καθάπερ ἐπ’ ὤμου καὶ
βουβῶνος, ἀκριβῶς δ’ εἰπεῖν ἐπ’ ὤμου μὲν οὐ περὶ τὸν
ἕτερον ὦμον, ἀλλὰ τὴν μασχάλην, ἐπὶ βουβῶνος δὲ κατὰ
τὸν κενεῶνα περιβάλλεσθαι δεῖ τὸν ἐπίδεσμον. οὔτε γὰρ ὁ
ὦμος, οὔθ’ ὁ γλουτὸς ἀσφαλῶς φυλάττειν δύναται τὰς περιβολὰς,
ἀλλ’ ἡ μασχάλη καὶ ὁ κενεών. ὡσαύτως δὲ καὶ
τῆς κνήμης εὐαπόῤῥυτον ἐχούσης τὴν ἐπίδεσιν διὰ τὴν κυρτότητα
τῆς γαστροκνημίας ἡ ἄνω περιβολὴ χρησίμη κατ’
ἐκείνας δηλονότι τὰς ἐπιδέσεις καθ’ ἃς ἀναγκαῖόν ἐστι τὸ
κυρτὸν τῆς γαστροκνημίας περιλαμβάνειν. ἐπεί τοι τὰ κατὰ
τὰ σφυρὰ χωρία τὸ μόνιμον τῆς ἐπιδέσεως ἐξ ἑαυτῶν ἔχει
μεταξὺ δυοῖν ἐξοχῶν κείμενα. οἷς δὲ μορίοις οὐκ ἔστιν οὔτε
παρακείμενόν τι τοιοῦτον ἕτερον μόριον οἷον ἐπὶ κνήμης οὔτ’
ἀντικείμενον ὡς ἐπ’ ὤμου καὶ βουβῶνος, ἐπὶ τούτων τοιαύτην
χρὴ ποιεῖσθαι τὴν ἐπίδεσιν ὡς ἐν τῷ ὁμαλωτάτῳ τὰς
καταλήψεις γίγνεσθαι, καθάπερ κἀπὶ τῆς κεφαλῆς. εἰ δ’
οὐ δέχεται τὴν κεφαλὴν οὕτω καθάπερ τὰ κῶλα περιλαβεῖν
ἐν κύκλῳ· κωλύει γὰρ ὁ τράχηλος συμφυὴς ὢν αὐτῇ,
διὰ τοῦτ’ ἐπ’ αὐτῆς ἐάν τε κατὰ τὸ δεξιὸν μέρος, ἐάν τε
κατὰ τὸ ἀριστερὸν ᾖ τὸ τῆς ἐπιδέσεως δεόμενον πάθος τὴν
κατ’ ἰθυωρίαν ἐπίδεσιν αἱρούμεθα διὰ μὲν τῆς κορυφῆς
ἀγομένου τοῦ ἐπιδέσμου, καταγομένου δ’ ἐντεῦθεν ἐπ’ ἄκραν
τὴν κάτω γένυν· εἶτα ἀναγομένου πάλιν ἐπὶ τὸ πεπονθὸς,
εἶτ’ αὖθις ὁμοίως εἴτε δὶς εἴτε τρὶς αὔταρκες εἶναι νομίζομεν,
ἑλιττομένου μέχρι τῆς τελευτῆς, αὐτὴ δὲ πάντως κατὰ
τῆς κορυφῆς γιγνέσθω, μονιμώτατον γὰρ τὸ χωρίον τοῦτο.
λοιπῶν δὲ ὄντων τῆς κεφαλῆς ἑτέρων μερῶν ἐναντίων ἀλλήλοις,
ὧν τὸ μὲν ὀπίσω τε καὶ κατ’ ἰνίον ἐστὶ, τὸ δὲ
πρόσω τε καὶ κατὰ τὸ μέτωπον ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖν
χρή. ἔστι δὲ ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσις, ὅταν τὸ μέσον
ὅλον τοῦ ἐπιδέσμου κατὰ τοῦ πεπονθότος ἐρείσαντες ἰσοῤῥόπως
ἑκάτερον αὐτῶν τῶν μερῶν ἐπὶ τὸν ἀντικείμενον ἄγομεν
τόπον. ὅσαι δὲ τελευταὶ τῶν οὕτως ἐπιδουμένων ἐπὶ τὸ
μέτωπον ἄγονται, μονιμώτεραι· τοῦτο γὰρ τὸ χωρίον τοῦ
ἰνίου μονιμώτερον, πεπονθότων ὁμοίως τῶν ἀντικειμένων
μερῶν, ὡς ἐπειδὰν τὰ καλούμενα καυληδὸν γένηται τὰ κατάγματα,
τὴν ἐπίδεσιν ἀπὸ δυοῖν ἀρχῶν ποιήσῃ, καθάπερ
ἐπὶ τῶν σκεπαρνηδὸν περιβαλλομένων σπληνῶν. ἐὰν δὲ
ἀπὸ μιᾶς ἀρχῆς ἐπιδέῃς τὰ τοιαῦτα, κατὰ τὴν ὁμοιότητα
τῆς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεως ἑλίττων τὸν ἐπίδεσμον, οὕτως
ἄξεις ἐπὶ τὸ μόνιμον χωρίον, ὡς ἐνταῦθα τελευτῆσαι·
ἥκιστα δὲ λοξῷ τῷ ἐπιδέσμῳ δεῖ χρῆσθαι, διότι τὸ χρησιμώτατον
τῆς ἐπιδέσεώς ἐστι, τὴν τελευτὴν αὐτῆς ἀπαρέγκλιτον
φυλάττειν, εὐθύτατα περατουμένην· ἤτοι γὰρ ἐπὶ
τὸ μέτωπον ἢ τὸ μέσον ὅλης τῆς κεφαλῆς ἔνθα τὸ καλούμενον
βρέγμα. τῆς μὲν γὰρ κατ’ ἐπανθερεῶνα καταγομένης
τῆς ἐπιδέσεως ἡ τελευτὴ, προσηκόντως ἂν
ἐπὶ τὸ μέσον ἀνάγοιτο τῆς κεφαλῆς ἀπαρεγκλίτως ἀνατεινομένη.
τῆς δὲ κυκλοτερῶς περιβαλλομένης ἐπὶ τὸ μέτωπον,
ὁμοίως καὶ αὐτὴ κατὰ μηδὲν ἐγκεκλιμένη. περιαγομένη γὰρ
οὕτως ἑλιχθήσεται καὶ τοῖς ὀπίσω μέρεσι περὶ τὸ καλούμενον
ἰνίον ὁ μεταξὺ τοῦ τραχήλου καὶ ὀπίσω τῆς κυρτότητός
ἐστι τοῦ κρανίου. διὰ τοῦτο δέ φησιν Ἱπποκράτης
τὴν ἐσχάτην περιβολὴν τῶν ἐπιδέσμων ἥκιστα λοξὴν εἶναι
προσήκει, ὅτι τὰς πρὸ αὐτῆς ἤδη πολλάκις ἐξ ἀνάγκης γιγνομένας
λοξὰς, ἕνεκα τοῦ περιλαμβάνεσθαι τὸ πεπονθὸς
ἄλλοτε κατ’ ἄλλο μέρος ὑπάρχον. ἀλλὰ τάς γε διὰ τὸ πάθος
λοξὰς γεγονυίας περιβολὰς ἡ ὑστάτη κατέχει μηδαμόθι
λοξουμένη. δῆλον οὖν ὅτι τῇ αὐτῇ ἀφελείᾳ κἀκεῖναι συνδιαμένουσιν
ἀμετακίνητοι· ὡς οὖν ἐπὶ τῆς κεφαλῆς, οὕτω
κἀπὶ τῆς ἄνω τοῦ γόνατος ἢ κάτω γιγνομένης ἐσχάτης περιβολῆς
ἀκριβῶς φυλάττεσθαι χρὴ τὸ ἀπαρέγκλιτον. ἐπὶ
μὲν τῶν κατὰ βουβῶνα καὶ ὦμον ἐπιδέσεων, ἐν αἷς ἀναγκαζόμεθα
κατὰ τῶν ἀντικειμένων τι μορίων συγκαταλαμβάνειν
αἱ ἐσχάται περιβολαὶ κυκλοτερεῖς ἀπαρέγκλιτοι γίγνεσθαι
δέονται. κατὰ τοὺς κενεῶνας μὲν ἀμφοτέρους, ἔνθα
τὸν βουβῶνα δεσμεῖν προαιρούμεθα, κατὰ δὲ τὸ στέρνον ἐφ’
ὧν τὸν ὦμον. ἀνάλογον δὲ τούτοις ἥ τε τῆς κατὰ τὸν καρπὸν
καὶ τῆς κατὰ τὸν ἀστράγαλον διαρθρώσεως. τῇ μύλῃ
δὲ τῇ καλουμένῃ πρός τινων ἐπιγουνατίδι πλατὺν χρὴ περιτετάσθαι
τὸν ἐπίδεσμον, ὡς ὅλην αὐτὴν περιλαμβάνειν. ὁ
γὰρ μὴ περικείμενος οὕτως ἢ πρὸς τὴν ἄνω χώραν ἐνεχθήσεται
ῥᾳδίως ἢ πρὸς τὴν κάτω περισφαλλόμενος ἐφ’ ἑκάτερα
διὰ τὴν κυρτότητα τῆς μύλης, τῇ δ’ ἰγνύῃ συνεσταλμένον
τὸν ἐπίδεσμον χρὴ περιβάλλειν, οὔτε γὰρ ὑποδέξασθαι δύναται
τὸν εἰς πλάτος ἐκτεταμένον, οὔτε φυλάξαι. οἶδα δέ
τινα πάθη μὴ φέροντα τὴν ἐπίδεσιν· ταῦτα δ’ ἐστὶν ἐφ’
ὧν εἰ καὶ βραχὺ κινηθῇ τὸ πεπονθὸς μόριον, ὀδύνη μεγίστη
γίνεται καθάπερ ἐκ καταπτώσεως. οὐ πρὸ πολλοῦ τις
οὕτως ἔπεσε κατὰ τὴν ῥάχιν, ὡς μηδὲ βραχύτατον εἰ κινηθείη
δύνασθαι φέρειν τὸ μέγεθος τῆς ὀδύνης· ἠναγκάσθημεν
οὖν αὐτοῦ τὸν χιτωνίσκον ἀφελεῖν οὐκ ἀποδύσαντες, ἀλλὰ
διαῤῥήξαντες μὲν πρῶτον ἁπάσας τὰς ῥαφὰς, μετὰ δὲ ταῦτα
παμπολλοῖς τοῖς διακρατοῦσιν ὅλον τὸ σῶμα, χρησάμενοι
πρὸς τὸ μετεωρίσαι τὸν ἄνθρωπον ἰσοῤῥόπως. ἡτοιμάσθω
δ’ ἡμῖν ἐπὶ βάθρου πλατέος ἐκτεταμένον ῥάκος ἐπιβεβλημένην
ἔχον ἐρίου πλάκα. ταῦτα μὲν οὖν ἐκελεύσαμεν, ἐπειδὰν
ὁ κάμνων ὑπὸ τῶν διακρατούντων ἀπὸ τῆς στρωμνῆς ὑψωθῇ.
διὰ ταχέων ἐπιβάλλειν μὲν ἐκείνῃ κατὰ πλάτος, ὑποβάλλειν
δὲ τῇ ῥάχει τοῦ μετεωρισθέντος, αὐτοὶ δὲ ἑτέραν ἐρίου
πλάκα διαβεβρεγμένην ἔχοντες ἐλαίῳ θερμῷ μετὰ τὴν ἀφαίρεσιν
τοῦ χιτωνίσκου ταχέως περιβάλλοντες τῇ ῥάχει κατεκλίναμεν
ὑποκειμένης πλακὸς ἅμα τῷ ῥάχει· καὶ οὕτω
πρῶτα μὲν ἀνηγάγομεν ἐπὶ τὰ πρόσω τοῦ σώματος τὰ πέρατα
τῆς διαβρόχου πλακὸς ἓν ἑκατέρωθεν. ἐπ’ αὐτῇ τὰ
τῆς ξηρᾶς καὶ μετ’ ἐκεῖνα τὰ τοῦ ῥάκους, ἃ καὶ πρὸς ἄλληλα
διὰ ῥαχῶν ἑνώσαμεν. ὡσαύτως δὲ κἀπὶ τῶν κατ’ ἰσχίον
μερῶν ἐπράξαμέν ποτε καὶ τῶν κατὰ μηρὸν ἐπ’ ἄλλου καὶ
κατὰ βραχίονά γέ ποτε καὶ τοῦ τραχήλου τὴν ὀπίσω χώραν,
μετὰ δὲ τὴν ἐπίδεσιν ὑποκειμένοις αὐτοῦ μέρεσιν,
ἐφ’ ὧν μὲν ἐπιδέσεως οὐ δεόμεθα τῶν ἀντικειμένων
μορίων, ὡς ἐπὶ πήχεως καὶ μηροῦ καὶ κνήμης· ἐπὶ τούτων
ἀναγκαῖόν ἐστιν, ἤτοι γε ἀπὸ τῶν ἀριστερῶν μερῶν ἐπὶ τὰ
δεξιὰ διείρειν τὴν βελόνην ἢ ἀνάπαλιν. ἑκατέρως δὲ πειρᾶσθαι
τὴν φορὰν αὐτῆς ἐκκλίνοντα πρὸς τὸ ἄνω συῤῥάπτειν
οὕτω τὸ πέρας τῆς ὀθόνης ταῖς ὑποβεβλημέναις περιβολαῖς.
ἐφ’ ὧν δ’ ἐστὶ χρεία καὶ τῶν ἀντικειμένων μορίων,
ὡς ἐπ’ ὤμου καὶ ἰσχίου πειρᾶσθαι τὴν τελευτὴν τοῦ ἐπιδέσμου
ποιεῖσθαι κατὰ τὴν ἄνω φοράν· εἶτ’ ἐνταῦθα τὴν
βελόνην διείροντα κάτωθεν ἄνω τὴν συῤῥαφὴν οὕτω ποιεῖσθαι
μὴ κατασπῶντα τὸ ὑψηλὸν μέρος τῆς ἐπιδέσεως, ἀλλ’
ἀνασπῶντα τὸ ταπεινόν. ἐγχωρεῖ μὲν γὰρ ἑκάτερον ποιεῖν
ἐν τῇ συῤῥαφῇ τῶν ὀθονίων, ἀλλὰ μετὰ τὸ διεκβάλλειν τὸ
ῥάμμα κατὰ τῆς βελόνης ἀνατείνειν χρὴ τὸ κάτωθεν αὐτοῦ
μέρος πρὸς τὸ ἄνω καὶ μὴ κατατείνειν τὸ ἄνωθεν εἰς τὸ κάτω,
σκοπὸν ἔχοντα διὰ τῶν ἄνω μερῶν τῆς ἐπιδέσεως ἀνέλκεσθαι τὰ
κάτω. ὡς γὰρ σχῆμα ταὐτὸν φυλάττεσθαι δεῖ τῶν ἐπιδεδεμένων
μορίων, οὕτω καὶ τὴν νομὴν τοῦ ἅμματός τε καὶ ῥάμματος,
ἀλλὰ τὴν ἀνάτασιν ἴσχειν ἄνω, πρῶτον μὲν τοῦ πέρατος
τῆς ἐπιδέσεως ἀσφαλῶς ἀνατεινομένου τε καὶ κρατουμένου, δι’
ἐκείνου δὲ καὶ ὅλης αὐτῆς. χρὴ δὲ μήτε κατ’ ἐκεῖνο τὸ
μέρος τὰς ἀρχὰς τοῦ ῥάμματος, ἐν ᾧ τὸ ἕλκος ἐστὶ, μήτε
τὸ ἅμμα κατὰ τὸ ἕλκος γίνεσθαι. θλιφθήσεται γὰρ οὐ μόνον
ὑπ’ αὐτοῦ τοῦ ἅμματος, ἀλλὰ καὶ τοῦ ἐπιδέσμου πιλουμένου
σφοδρότερον ὑπ’ αὐτοῦ, δεομένου τοῦ ἅμματος
ἐσφίγχθαι βιαιότερον, εἰ μέλλοι κρατήσειεν τὸν ἐπίδεσμον.
οὗτος δὲ κἂν χωρὶς ῥάμματος ἅμμα γίγνηται, τῶν τοῦ ἐπιδέσμου
περάτων ἐπιπλεκομένων ἀλλήλοις ἤ τινος ἔξωθεν κατακλείμματος
οὐ χρὴ βάλλεσθαι κατὰ τὸ ἕλκος αὐτά. τότε
οὖν ἅμμα τίθεσο μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθα δυνήσει τὴν
νομὴν αὐτοῦ πρὸς τὴν ἄνω χώραν ποιεῖσθαι, φυλαττόμενος,
ὥς φησιν Ἱπποκράτης, τρίβον καὶ ἔργον. τρίβον μὲν οὖν
καλεῖ, καθ’ ὃ τρίβεταί τι μέρος τοῦ σώματος, ἔργον δὲ καθ’
ὃ τὴν ἐνέργειαν ἔχει καμπτομένην ἐκτεινόμενον ἢ εἰς τὰ
πλάγια παραγενόμενον. ἔστι δὲ τρίβος τῷ μὲν βαδίζοντι
τὸ ἴχνος τοῦ ποδὸς, τῷ δὲ κατακειμένῳ τὸ ἰνίον ἅπαν καὶ
μάλιστ’ αὐτοῦ τὰ ἐξέχοντα τῆς κεφαλῆς ὀπίσω, τῷ δὲ καθημένῳ
τὰ κατὰ τὰς πυγὰς, εἰ δὲ καὶ διὰ τῶν χειρῶν ἐνεργεῖν
τις ἐπιδεδεμένος μέλλοι, σκέψαι τίνα τε τὴν ἐνέργειαν
ἐνεργήσει καὶ περὶ τί τῶν ἔξωθεν. οὕτω γὰρ δυνήσει καὶ
τὴν ἐν αὐτῇ τρίβον ἐξευρεῖν, αἱ δ’ ἐνέργειαι δῆλον ὅτι κατὰ
τὰς διαρθρώσεις γίνονται. φυλάξει τοίνυν αὐτὰς ἀεὶ καὶ
μάλιστα τὰς μελλούσας ἐνεργεῖν ἐπιδεδεμένου τοῦ κάμνοντος.
εἰ γὰρ τὸ συνέχον ὅλον τὸ ἅμμα τεθείη κατὰ τῶν
μάλιστα σχηματιζομένων μορίων ἐν ταῖς κινήσεσιν ἀναγκαῖον
ἔσται ποτὲ μὲν χαλαρὰ περαιτέρω τοῦ προσήκοντος, αὖθις
δὲ θλίβοντα γίγνεσθαι τὰ ἅμματα, καθ’ ἡντινοῦν ἐπιβεβλημένα
διάρθρωσιν. τῶν δ’ ἐπιδέσμων ἁπλαὶ τρεῖς εἰσιν ἐπιβολαὶ,
ἔγκυκλος μὲν ἡ κατὰ κύκλον ἀπαρέγκλιτος, περιλαμβάνουσα
τὸ πεπονθὸς μέρος, ἐφ’ ἧς τὰ τῆς δευτέρας καὶ
τρίτης ἐπιβολῆς τῶν ὀθονίων τοῦ πλάτους πέρατα κατ’ ἀλλήλων
ἐπικείσεται, μήτ’ ὑπερέχοντός τινος, μήτ’ ἐνδέοντος.
τὴν δ’ ἐπ’ ὀλίγον ἐγκεκλιμένην σκέπαρνον ὀνομάζομεν, ὥσπερ
γε τὴν ἐπὶ πολὺ σιμήν. τὸ δὲ τῆς ἐπιδέσεως εἶδος
ὃ καλοῦμεν ὀφθαλμὸν, ἐπ’ ὀφθαλμοῦ παραλαμβάνομεν, ἤτοι
προπεσεῖν κινδυνεύοντος ἢ κρατήματος ἕνεκα τῶν ἐπικειμένων
αὐτῷ, τὸν δὲ ῥόμβον ἐπὶ κεφαλῆς, ἤτοι ῥαφὰς κεχαλασμένας
βουλόμενοι συναγαγεῖν ἢ ἕλκους ἐκπεπταμένα χείλη,
καί ποτε καὶ προστεῖλαι καὶ κολλῆσαι τὸ δέρμα μέχρι πλείονος
ἀποσεσυρμένον. ἀνάλογον δὲ τοῖσδε καὶ ἡ τοῦ ἡμιῤῥομβίου
γίνεται χρεία.