Galen: In Hippocratis Aphorismos (On Hippocrates' Aphorisms)
Work
Galen, In Hippocratis Aphorismos
(Ἱπποκράτους ἀφορισμοὶ καὶ Γαληνοῦ εἰς αὐτοὺς ὑπομνήματα)
English: On Hippocrates' Aphorisms
Text information
Type: Original (Greek)
Source
Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 17/2. Leipzig (Cnobloch) 1829, 345-887
Download
gal_inhippaphor_pt1-orig-gr1.xml [1,022.17 KB]
ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ.
1. Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν.
Ὅτι μὲν οὖν οὗτος ὁ λόγος, εἴθ’ εἷς ἀφορισμός ἐστιν εἴτε δύο, προοίμιον ὑπάρχει τοῦ παντὸς συγγράμματος ὡμολόγηται σχεδὸν ἅπασι τοῖς ἐξηγησαμένοις αὐτόν. τί δὲ βουλόμενος ὁ Ἱπποκράτης ἐχρήσατο τοιούτῳ προοιμίῳ τῶν ἀπορωτάτων ἐστί. τάχα δ’ ἂν εὕροιμεν αὐτὸ, τὰ κατὰ μέρος ἅπαντα τοῦ λόγου προδιασκεψάμενοι. τὸν μὲν βίον ὅτι τῇ τέχνῃ παραβάλλων ἔφη βραχὺν ἅπασι σχεδὸν τοῖς ἐξηγησαμένοις τὸ βιβλίον πρόδηλον· τὴν τέχνην δ’ αὐτὴν διὰ τοῦτο ὑπολαμβάνω ἡγεῖσθαι μακρὰν, ὅτι τόν τε καιρὸν ὀλίγου δεῖν ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν ὀλιγοχρόνιον ἔχει καὶ κατὰ τοῦτο δύσληπτον, ὡς μακρᾶς δεῖσθαι τριβῆς, τὸν διαγνωσόμενον αὐτήν. ὀργάνοιν τε δυοῖν ὄντοιν ὑφ’ οἷν εὑρίσκεται τὰ κατὰ τὰς τέχνας τὸ μὲν ἕτερον, ἡ πεῖρα, σφαλερόν ἐστι, τὸ δ’ ἕτερον, ἡ ἐκ λόγου κρίσις, οὐκ εὐπετὲς, ἀλλ’ εἴπερ τι καὶ ἄλλο τῶν δυσκολωτάτων. ὁ μὲν οὖν καιρός ἐστιν ὀξὺς διὰ τὸ τῆς ὕλης ῥευστὸν, ἣν ἡ τέχνη μεταχειρίζεται· εὐμετάβλητον γὰρ ἡμῶν τὸ σῶμα καὶ ῥᾳδίως ἀλλοιούμενον οὐχ ὑπὸ τῶν ἔξωθεν αἰτίων μόνον,
χρησίμων τῷ νοσοῦντι παραλείποντα, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον εὐπειθῆ τε ἅμα καὶ μηδὲν ἰδίᾳ χαριζόμενον ἡδονῇ πεφυκέναι, καὶ μέντοι καὶ τοὺς ὑπηρετοῦντας ἐπιτηδείους καὶ δὴ καὶ τὰ ἔξωθεν ἅπαντα συμπαρεσκευασμένα. καὶ γὰρ δι’ ἐκεῖνα πολλάκις ἤτοι τὴν πρόγνωσιν ἢ τὴν θεραπείαν ἢ ἄμφω συνέβη διακοπῆναι, τὰ δ’ ἔξωθέν ἐστι, τά τε κατὰ τὰς οἰκήσεις ἐπιτηδείους οὔσας ἢ καὶ ἐνοχλουμένας ἢ οὐκ ἐνοχλουμένας, καὶ ἔτι τὰ προσαγγελλόμενα καὶ πραττόμενα θυμὸν ἢ λύπην, ἤ τι τοιοῦτον ἕτερον ἐργαζόμενα τῷ νοσοῦντι καὶ προσέτι τὰ νύκτωρ αὐτῷ τὸν ὕπνον διακόπτοντα μυρία ἐπὶ μυρίοις ὄντα. εἰ οὖν, φησὶν, ἅπαντα ταῦτα καλῶς καὶ ἀμέμπτως ἔχει τῶν κατὰ τοῦτο τὸ βιβλίον αὐτῷ γεγραμμένων, οὐδὲν εὑρεθήσεται ψεῦδος.
2. Ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γινομένοισιν ἢν μὲν οἶα δεῖ καθαίρεσθαι καθαίρωνται,
ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν, ἢν δὲ μὴ, τοὐναντίον. οὕτω δὲ καὶ ἡ κενεαγγείη ἢν μὲν οἵην δεῖ γίγνεσθαι, γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν, ἢν δὲ μὴ τοὐναντίον. ἐπιβλέπειν οὖν δεῖ καὶ χώρην καὶ ὥρην καὶ ἡλικίην καὶ νούσους ἐν ᾗσι δεῖ ἢ οὔ.
Οὐ περὶ ποσότητος αὐτῷ τῶν κενουμένων ἐστὶν ὁ λόγος, ὥς τινες ᾠήθησαν, ἀλλὰ περὶ τῆς ποιότητος μόνης, ὡς δηλοῖ σαφῶς ἑκάτερον τῶν ὀνομάτων, τό τε οἷα καὶ τὸ οἵη. ἐπὶ μὲν γὰρ τῶν αὐτομάτως γινομένων κενώσεων προσεῖπεν ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἐπὶ δὲ τῶν ὑπὸ τοῦ ἰατροῦ, ἢν μὲν οἶα δεῖ γίγνεσθαι, γίγνηται. καίτοι δυνάμενος εἰπεῖν, ἢν μὲν ὅσα δεῖ καθαίρεσθαι καθαίρηται, καὶ πάλιν εἰ ἢν μὲν ὅσα δεῖ γίγνεσθαι γίγνηται. δηλοῦται δὲ τοῦτο καὶ διὰ τοῦ καθαίρεσθαι ῥήματος. οὐ γὰρ ἁπλῶς εἶπεν ἢν μὲν οἷα δεῖ κενοῦσθαι, ἀλλὰ ἢν μὲν οἷα δεῖ καθαίρεσθαι
ἡμῶν σκοποὺς, οἶς προσέχοντας εὑρίσκειν προσήκει τὸ ποιὸν τῆς κενώσεως, οὐ τὸ ποσόν. ὁ γὰρ ἐφεξῆς ἀφορισμὸς ὑπὲρ τοῦ ποσοῦ διαλέγεται. κατὰ τίνα δὲ καιρὸν τοῦ νοσήματος ἐπιχειρεῖν δεῖ τῇ κενώσει καὶ τίνι τρόπῳ ποιητέον αὐτὴν ἐν ἄλλοις ἀφορισμοῖς ἑξῆς ἐρεῖ. ὅθεν οὐδ’ ἐμοὶ νῦν ἀναγκαῖόν ἐστι λέγειν περὶ αὐτῶν. οὕτω γὰρ ἂν οὐδὲν μὲν εἴην σοφώτερος διδάσκων, εἰς μῆκος δὲ λόγων οὐκ ἀναγκαῖον ἐκτείνων τὰ ὑπομνήματα.
3. Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσιν. οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ οὐδὲ ἀτρεμέειν. ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν, οὐδέ τι δύνανται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται οὖν ἐπὶ τὸ χεῖρον. τουτέων οὖν εἵνεκεν τὴν εὐεξίην λύειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λάβῃ τὸ σῶμα. μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν, σφαλερὸν
γὰρ, ἀλλ’ ὁκοίη ἂν ἡ φύσις ᾖ τοῦ μέλλοντος ὑπομένειν, ἐς τοῦτο ἄγειν. ὡσαύτως δὲ καὶ αἱ κενώσεις αἱ ἐς τὸ ἔσχατον ἄγουσαι σφαλεραί· καὶ πάλιν αἱ ἀναθρέψιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραί.
Τὸν μὲν πρὸ τούτου λόγον αὐτῷ περὶ ποιότητος εἶναι ἐδείξαμεν τῶν κενουμένων. ἐν τούτῳ δὲ καὶ τοῖς ἐφεξῆς περὶ ποσότητος βούλεται διδάσκειν καὶ ἄρχεταί γε παρὰ τῆς ἀμέτρου πληρώσεώς τε καὶ κενώσεως ἐν τῷδε τῷ νῦν ἡμῖν προκειμένῳ ἀφορισμῷ, ὁμοίως τῷ πρόσθεν ὑποθέμενός τι παράδειγμα καὶ πρὸς τοῦτο κατευθύνων τὸν λόγον, ὥσπερ ἔθος αὐτῷ. τὸ παράδειγμα δὲ αὐτῷ ἐστιν ἡ γυμναστικὴ εὐεξία. γυμναστικὴν δὲ εὐεξίαν ὀνομάζει τὴν τῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων, κατὰ τὸν βίον ἅπαντα διατριβὴν ἐν γυμνασίοις, τοῦ καταβάλλειν ἑτέρους ἕνεκα, καθάπερ οἱ ἀθληταί. ἡ μὲν γὰρ ἁπλῶς εὐεξία λεγομένη ἣν καὶ τῶν ἀγροίκων ἔχουσι πολλοὶ, σκάπτοντες καὶ θερίζοντες
καὶ μάτην ἔσται τῆς γυμναστικῆς εὐεξίας μεμνημένος. καὶ μὲν δὴ καὶ αὐτὸ τοῦτο τὸ προκείμενον ὄνομα κατὰ τὴν λέξιν, τὸ πάλιν, ἐνδείκνυσθαί μοι δοκεῖ τὴν εἰρημένην γνώμην, εἰπόντος αὐτοῦ καὶ πάλιν αἱ ἀναθρέψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραί. ὥσπερ γὰρ ὑπὲρ ἄλλου πράγματος τὸν λόγον ποιούμενος οὕτως ἐμνημόνευσε τὸ καὶ πάλιν.
4. Αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ πάθεσι καὶ ἐν τοῖσιν ὀξέσιν, οὗ μὴ ἐπιδέχεται, σφαλεραί. καὶ πάλιν αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀφιγμέναι δίαιται χαλεπαί. καὶ γὰρ αἱ πληρώσιες αἱ ἐς τὸ ἔσχατον ἀφιγμέναι χαλεπαί.
Ἐν τῷ πρόσθεν ἀφορισμῷ περὶ πάσης καθόλου διαλεχθεὶς ἀμέτρου πληρώσεώς τε καὶ κενώσεως, ἐν τούτῳ περὶ τῆς τῶν νοσούντων διαίτης διεξέρχεται, κελεύων ἡμᾶς
παντελῶς ὀλίγη λαμβάνοιτο, οὐ μὴν ἤδη γε καὶ ἁδρὰ, ὥσπερ ἡ διὰ ὠῶν καὶ χόνδρου καὶ ἰχθύων καὶ ὅσα τοιαῦτα. τὸ τοίνυν οὗ μὴ ἐπιδέχεται, προσκείμενον ἐν τῷ περὶ τῶν ὀξέων λόγῳ, διὰ τὰ κατοξέα λέγεται, περὶ τούτων γὰρ αὐτὸς ἐρεῖ. ὅκου μὲν οὖν κατοξὺ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.
5. Ἐν τῇσι λεπτῇσι διαίτῃσιν ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. πᾶν γὰρ τὸ ἁμάρτημα ὃ ἂν γίνηται μέγα γίνεται μᾶλλον ἢ ἐν τῇσιν, ἐν ᾗσι λεπτῇσι ὀλίγον ἁδροτέρῃσι διαίτῃσι, διὰ τοῦτο καὶ τοῖσιν ὑγιαίνουσιν σφαλεραὶ αἱ πάνυ λεπταὶ καὶ καθεστηκυῖαι καὶ ἀκριβέες δίαιται, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσι. διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται σφαλεραὶ ἐς τὰ πλεῖστα, τῶν σμικρῶν ἁδροτέρων.
Διχῶς γράφεται δὲ καὶ ἑτέρως ἡ ἀρχὴ τοῦδε τοῦ ἀφορισμοῦ κατὰ τόνδε τὸν τρόπον· ἐν τῇσι λεπτῇσι διαίτῃσι τὰ πολλὰ ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. καί τισιν ἀρέσκει μᾶλλον ἥδε τῆς ἑτέρας ἡγουμένοις τοῦτο βούλεσθαι λέγειν τὸν Ἱπποκράτην, ὡς ἄρα ἐν ταῖς λεπταῖς διαίταις ἁμαρτάνοντες οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. τρέφεσθαι γὰρ ἀναγκάζονται λάθρα τῶν ἰατρῶν δι’ αὐτὸ τοῦτο, διότι λεπτῶς ὑπ’ αὐτῶν διαιτῶνται, κᾀντεῦθεν μειζόνως βλάπτονται ἢ εἰ μὴ διῃτῶντο λεπτῶς. ἔτι δὲ ἁμαρτάνουσι δῆλον ὅτι καὶ ἐπ’ ἀσθενεῖ τῇ δυνάμει, ὡς ἂν ἐν ταῖς ἐνδείαις προκεκμηκυίᾳ. ἀμείνων δὲ ἡ προτέρα γραφή. περιλαμβάνει γὰρ καὶ ταύτην καὶ γενικώτερον ποιεῖται τὸν λόγον, ὑπὲρ ἁπάσης ἁμαρτίας ἐκδιδάσκουσα τῆς ἀκουσίως τε καὶ ἑκουσίως συμπιπτούσης τοῖς νοσοῦσιν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· ὅ τι ἂν ἁμάρτημα συμπέση τοῖς λεπτῶς οὕτω διαιτωμένοις, σφαλερώτερον τοῦτο καθίσταται παρόσον ἥ τε δύναμις ἄῤῥωστος ὑπὸ τῆς τοιαύτης διαίτης γέγονεν ἥ τ’ ἐπ’ αὐτὴν μετάβασις ἀήθης. μαρτυρεῖ δὲ τῇ
προειρημένῃ γραφῇ καὶ τὰ περὶ τῶν ὑγιαινόντων εἰρημένα. σφαλερὰς γὰρ ἐπ’ αὐτῶν ἔφη τὰς λεπτὰς διαίτας ὑπάρχειν, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσιν, οὐχ ὅτι διὰ τὸ λεπτὸν τῆς διαίτης ἁμαρτάνειν ἀναγκάζονται. τὰ δ’ ἐφεξῆς τοῦ ἀφορισμοῦ σαφῆ.
6. Ἐς δὲ τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι ἐς ἀκριβείην κράτισται
Ἔσχατα νοσήματα κέκληκεν ὁ Ἱπποκράτης τὰ μέγιστα, μεθ’ ἃ οὐκ ἔστιν ἄλλα. καὶ τοίνυν κελεύει τὴν θεραπείαν ὅλην ἐπ’ αὐτῶν ἀκριβεστάτην εἶναι καὶ δηλονότι καὶ τὴν δίαιταν λεπτοτάτην. εἴη δ’ ἂν πάντως ταῦτα κατόξεα καὶ διὰ τοῦτο ἐπιφέρων τὸν ἑξῆς ἀφορισμὸν ἐρεῖ·
7. Ὅκου μὲν οὖν κατοξὺ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ
διαίτῃ χρέεσθαι ἀναγκαῖον, ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρων διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρη τῶν ἐσχάτων ᾖ.
Ὥσπερ ἔσχατα νοσήματα τὰ μέγιστα προσηγόρευσεν, οὕτω καὶ νῦν ἐσχάτους πόνους τοὺς μεγίστους καλεῖ, πόνους δὲ ἤτοι τοὺς παροξυσμοὺς, ἢ ἁπλῶς ἅπαντα τὰ συμπτώματα. καὶ γὰρ τοὺς παροξυσμοὺς καὶ πάνθ’ ἁπλῶς τὰ συμπτώματα μέγιστα κέκτηται τὸ κάτοξυ νόσημα καὶ τὰς πρώτας ἡμέρας εὐθὺς τῆς νόσου. συνεμπίπτει γὰρ αὐταῖς ἡ ἀκμὴ οὐδὲν ἄλλο οὖσα ἢ τὸ μέγιστον τοῦ νοσήματος, ὡς ἐν συμπτώμασι. καὶ δὴ καὶ κάτοξυ νόσημα τοῦτο ἂν εἴη, τὸ αὐτίκα ἀκμάζον. αὐτίκα δ’ ἀκουστέον περὶ τὴν πρώτην τετράδα ἢ μικρὸν ταύτης ἐξώτερον. προσήκει δὴ διὰ τοῦτο διαιτᾷν ἐσχάτως λεπτῶς, εἴπερ γε χρὴ ἐν ταῖς ἀκμαῖς τῶν νοσημάτων λεπτότατα διαιτᾷν, ὡς ἔν τε τῷ περὶ διαίτης ὀξέων ἐδίδαξεν καὶ κατ’ αὐτὸν τοῦτον τὸν ἀφορισμόν. ἡ δ’ ἀκμὴ τοῦ κατόξεος νοσήματος εὐθὺς ἐν ταῖς πρώταις
πρὶν εἰς τὴν ἀκμὴν ἀφικέσθαι. ἐν οἷς δ’ ἂν αὐτίκα ἡ ἀκμὴ, τουτέστι κατὰ τὴν πρώτην τετράδα μέλλει γίνεσθαι, δυνατὸν ἐν τούτοις τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ χρῆσθαι, φερούσης τῆς δυνάμεως καὶ ἀσιτίαν παντελῆ καὶ μελικράτου μόνου προσφορὰν καὶ χυλὸν πτισάνης ὀλίγον παντελῶς. τοιαύτη μὲν οὖν τις ἡ λεπτοτάτη δίαιτα. ἡ δὲ ταύτης ἧσσον λεπτὴ, ἣν καὶ ἁδροτέραν ὠνόμασε, τῶν ἐξ ὑστέρου μελλόντων ἀπολήψεσθαι τὴν ἀκμὴν νοσημάτων ἐστὶν, ἐφ’ ὧν τοσοῦτον ὑποκαταβαίνειν τοῦ λεπτοῦ τῆς διαίτης κελεύει, ὅσον καὶ ἡ νοῦσος ἀπολείπεται τῶν ἐσχάτων, τουτέστι τῆς ἀκμῆς. ἐγγὺς μὲν γὰρ οὔσης τῆς ἀκμῆς ὀλίγον ἁδρότερον διαιτήσομεν, ἐξωτέρω δὲ αὐτῆς πλέον ἁδρότερον. καὶ ὅσῳ ἂν ποῤῥώτερον μᾶλλον τὴν ἀκμὴν ἔσεσθαι προσδοκήσωμεν, τοσούτῳ καὶ τὸ τῆς διαίτης ὑπαλλάξομεν σχῆμα.
8. Ὁκόταν δὲ ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.
Μόριόν ἐστιν αὐτῷ καὶ οὗτος ὁ λόγος τῆς διαιτητικῆς τέχνης, ὑπ’ ἐνίων μὲν ἰδίᾳ γραφόμενος ἐν τῇ νῦν εἰρημένῃ λέξει, προστιθέμενος δ’ ὑφ’ ἑτέρων τῷ πρόσθεν ἀφορισμῷ, καθότι προγέγραπται. διδάσκει δὲ ἡμᾶς, ὅπως ἂν ᾖ γεγραμμένος ἕν τε καὶ ταὐτὸν θεώρημα κελεύοντος τοῦ παλαιοῦ τῷ λεπτοτάτῳ τῆς διαίτης ἐν τῷ τῆς ἀκμῆς χρῆσθαι καιρῷ, διά τε τὸ μέγεθος δηλονότι τῶν συμπτωμάτων καὶ τὴν πέψιν τοῦ νοσήματος. οὐ γὰρ χρὴ περιέλκειν τὴν φύσιν εἰς ἑτέραν πέψιν πρόσφατον ἐγκειμένην ἰσχυρῶς τῇ πέψει τῶν νοσοποιῶν χυμῶν ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ μέλλουσάν γε ὅσον οὔπω κρατήσειν αὐτῶν. οὕτω γὰρ ἡμῖν ἐπιδέδεικται κἀν τῇ περὶ κρίσεων πραγματείᾳ κατ’ ἐκεῖνα δηλονότι τὰ νοσήματα τοῦ λόγου παντὸς ἀνυομένου, ἐφ’ ὧν ὅλως ἐγχειροῦμεν διαίτῃ τε καὶ θεραπείᾳ. ταῦτα δ’
ἐστὶν ἐν οἷς τὴν ἀκμὴν ἐκδέχεται παρακμὴ, ὡς ἐφ’ ὧν γε θάνατος ἀκμαζόντων ἀκολουθεῖ, τῷ προγνωστικῷ μέρει τῆς τέχνης προσχρώμεθα μόνῳ, προλέγοντες τὸ γενησόμενον, ὅπως ἀναίτιοι τῶν ἀποβησομένων εἴημεν. αὕτη μὲν οὖν σοι μία περὶ τῶν καιρῶν τοῦ νοσήματος ἔνδειξις εἰς τὸ τῆς διαίτης εἶδος· ἑτέρα δ’ ἀπὸ τῆς δυνάμεως ἣν κατὰ τὸν ἑξῆς ἀφορισμὸν διδάσκει.
9. Συντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ ἢ ἡ νοῦσος πρότερον ἀπαυδήσει καὶ ἀμβλυνεῖται.
Ἐπειδὴ κατὰ τὸν ἔμπροσθεν ἀφορισμὸν τοσοῦτον ὑποκαταβαίνειν ἐκέλευσε τῆς ἐσχάτως λεγομένης λεπτῆς διαίτης, ὁπόσον ἂν χρόνον ἡ νόσος μαλακωτέρα τῆς ἀκμῆς ᾖ, νῦν
ἐνταῦθα προστίθησιν ἕτερον σκοπὸν εἰς ἀκριβείαν τοῦ τὸ ποσὸν λαβεῖν τῆς ὑποκαταβάσεως. ἔστι δὲ ὁ σκοπὸς οὗτος ἡ δύναμις, ἧς ἕνεκα καὶ τρέφειν ἐστίν. οὐ γὰρ δὴ τοῦ νοσήματος αὐτοῦ χάριν. ὅταν μὲν γὰρ οὕτως ἔχει ῥώμης ὡς ἐλπίζειν ἡμᾶς ἐξαρκέσαι τῷ μεταξὺ χρόνῳ παντὶ μέχρι τῆς ἀκμῆς, ἐπὶ τῷ τοιῷδε σχήματι τῆς διαίτης ἔχοιμεν ἂν ἤδη τὸ ποσὸν ἀκριβῶς. ἄν δ’ ἀσθενεστέρα φαίνηται, προσθετέον τι τῇ διαίτῃ καὶ ἁδρότερον διαιτητέον εἰς τοσοῦτον εἰς ὅσον ἂν ἡ τῆς δυνάμεως ἀσθένεια κελεύῃ. διὰ τοῦτο γοῦν ποτε καὶ κατ’ αὐτὴν τὴν ἀκμὴν ἐπιγενόμενον συμπτώματος ἐκλυτικοῦ τῆς δυνάμεως ἀναγκαζόμεθα τρέφειν. μέρος δ’ ἂν εἴη καὶ οὗτος ὁ λόγος τοῦ περὶ διαίτης παντὸς καὶ εἴ τις ἕνα τὸν σύμπαντα τοῦτόν τε καὶ τὸν προειρημένον καὶ τὸν ἐφεξῆς μέλλοντα ῥηθήσεσθαι ποιήσειεν, οὐχ ἁμαρτήσεται. ἐγὼ δ’ εἰς μόρια τέμνων ἐξηγοῦμαι εἰς ὅσον δύναμαι σαφηνείας ἕνεκα.
10. Ὁκόσοισι μὲν οὖν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαιτᾷν. ὁκόσοισι δὲ ὕστερον ἡ ἀκμὴ ἐς ἐκεῖνο καὶ πρὸ ἐκείνου σμικρὸν ἀφαιρετέον. ἔμπροσθεν δὲ πιωτέρως διαιτᾷν ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων.
Καὶ οὗτος ὁ λόγος τῆς αὐτῆς ἔχεται γνώμης. εἴρηται δὲ καθολικώτερον τοῦ πρόσθεν. ἔμπροσθεν μὲν γὰρ ἐπὶ κατοξέων τῶν νοσημάτων ἔλεγεν, ὡς αὐτίκα τῇ λεπτοτάτῃ διαίτῃ χρηστέον ἐπ’ αὐτῶν. ἐν ταύτῃ δὲ ἁπλῶς ἀποφαίνεται περὶ πάντων τῶν νοσημάτων, ὧν αὐτίκα ἡ ἀκμὴ, τουτέστιν οὐ μετὰ πολὺ τῆς πρώτης εἰσβολῆς, ταύτῃ κελεύων λεπτῶς διαιτᾷν. τὰ δ’ ἐφεξῆς δῆλα τῆς αὐτῆς ἐχόμενα γνώμης.
11. Ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή. τὸ προστιθέναι
γὰρ βλάπτει. καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται, ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή.
Τὸ μὲν τῆς ὅλης διαίτης εἶδος ἐν ἑκάστῳ τῶν νοσημάτων ἀπὸ δυοῖν σκοποῖν ἐκέλευσεν ἡμᾶς λαμβάνειν, ἔκ τε τῆς μελλούσης τοῦ ὅλου νοσήματος ἀκμῆς καὶ τῆς τοῦ κάμνοντος δυνάμεως. ὡς δ’ ἄν τις καὶ τὰς κατὰ μέρος προσφορὰς ποιοῖτο προσηκόντως ἐν τῷδε λόγῳ διδάσκει, τοὺς παροξυσμοὺς ἀξιῶν φυλάττεσθαι. σαφέστερον δὲ αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων εἶπεν, ὡς ἂν μήτ’ ὄντων ἤδη μήτε ὅσον οὔπω μελλόντων ἔσεσθαι τῶν παροξυσμῶν διδῶμεν τροφὰς, ἀλλὰ δηλονότι δεῖ διδόναι παρακμαζόντων τε καὶ παυομένων.
12. Τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων
πρὸς ἀλλήλας ἀνταποδόσιες ἤν τε καθ’ ἡμέρην ἤν τε παρ’ ἡμέρην ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἷον ἐν πλευριτικοῖσι πτύελον, ἢν αὐτίκα ἐπιφαίνηται ἀρχομένου, βραχὺν, ἢν δ’ ὕστερον ἐπιφαίνηται, μηκύνει· καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ εὔκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῖ.
Εἰ τῶν ἔμπροσθεν εἰρημένων αὐτῷ περὶ διαίτης ἀναμνησθείημεν, ἐναργεστέρα ἡμῖν ἡ χρεία φανεῖται νῦν τῶν λεγομένων. τὰ δὲ προειρημένα ταῦτά ἐστιν. τὸ μὲν τῆς ὅλης διαίτης σχῆμα πρὸς δύο σκοποὺς ἀποβλέπων ἐποιεῖτο, τήν τε δύναμιν τοῦ κάμνοντος καὶ τὴν κατάστασιν τοῦ νοσήματος. τὸ γὰρ εἴτε κάτοξυ εἴτε ὀξὺ εἴτε χρόνιον ἔσοιτο τὸ νόσημα καὶ ὁπηνίκα μάλιστα τὴν ἀκμὴν ἀπολήψοιτο, τὴν κατάστασίν ἐστι τοῦ νοσήματος σκοπεῖν. τὰς δὲ κατὰ μέρος προσφαρὰς τῶν σιτίων τοῖς κατὰ μέρος παροξυσμοῖς
ἢ θατέρου κατακλίνεσθαι πλευροῦ. γέγραπται δὲ καὶ Πραξαγόρᾳ τῷ Νικάνδρου, δύο μὲν τῶν συνεδρευόντων βιβλία, τῶν δ’ ἐπιγενομένων ἓν ἕτερον, ὡς εἰ καὶ ἐπιφαινομένων ἐπεγέγραπτο. ταῦτα οὖν τὰ ἐπιφαινόμενα, φησὶν ὁ Ἱπποκράτης, εὔκριτά τε καὶ δύσκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῦν. ἐμνημόνευσε δὲ οὐ μόνον πτυέλων, ἀλλὰ καὶ οὔρων καὶ διαχωρημάτων καὶ ἱδρώτων, ἐν παραδείγματι δηλονότι τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων ἀναμιμνήσκων ἡμᾶς, ἃ νῦν ἐνταῦθα μεταφέρειν περιττόν. ἔν τε γὰρ τοῖς περὶ κρίσεων εἴρηται κἀν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν, ἐν οἶς ἔτι καὶ μᾶλλον ὑπὲρ αὐτῶν ἐξηγησάμεθα τὴν γνώμην τοῦ παλαιοῦ.
13. Γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον οἱ καθεστηκότες, ἥκιστα μειράκια πάντων δὲ μάλιστα παιδία. τούτων δὲ αὐτέων, ἅπερ ἂν τύχῃ αὐτὰ ἑωυτῶν προθυμότερα ἐόντα.
Καὶ ἡ τῶν ἡλικιῶν διαφορὰ συμβάλλεταί τι πρὸς τὰ διαιτήματα. γέροντες μὲν γὰρ εὐφόρως ἀσιτοῦσι, παῖδες δὲ δυσφόρως. ἔστι δὲ τὸ μὲν εὐφόρως κατά τε τὸ μὴ ὀρέγεσθαι καὶ μὴ βλάπτεσθαι, τὸ δὲ δυσφόρως κατὰ τὰ ἐναντία. καὶ γὰρ ὀρέγονται καὶ βλάπτονται μᾶλλον οἱ παῖδες ἐν ταῖς μακραῖς ἀσιτίαις. αἱ δὲ μεταξὺ ἡλικίαι τῆς τε τῶν παίδων καὶ τῆς τῶν γερόντων ἐφ’ ὅσον ἂν ἐγγυτέρω τῆς ἑτέρας αὐτῶν ἥκωσιν, ἐπὶ τοσοῦτον ἢ μᾶλλον ἢ ἦττον ἀνιῶνται καὶ βλάπτονται κατὰ τὰς μακρὰς ἀσιτίας. τούτου δὲ τοῦ ἀφορισμοῦ τὴν αἰτίαν αὐτὸς ἐν τῷ ἐφεξῆς διδάσκει, οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα σώματα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, ὥστε κἂν εἰ συνάπτειν τις αὐτὸν βούλοιτο καὶ μετὰ τοῦ γὰρ ἐκφέρειν συνδέσμου, γένοιτ’ ἂν ὁ λόγος εἶς τε ἅμα καὶ σαφὴς, οὕτως ἔχων, γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον οἱ καθεστηκότες, ἥκιστα μειράκια καὶ μάλιστα πάντων παιδία. τὰ γὰρ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. καθεστηκότας δὲ λέγει
εὐφορώτατα νηστείην φέρουσιν· ἐπὶ δὲ τῶν ἔσχατον ἡκόντων γῆρας οὐκ ἔτι ὀρθῶς, ὅτι μηδὲ φέρουσιν ἐκεῖνοι τὰς μακρὰς ἀσιτίας. ἢ τοίνυν προσθετέον ἐστὶ τῷ ἀφορισμῷ βραχύ τε καὶ κατὰ τόνδε τὸν τρόπον αὐτὸν λεκτέον, γέροντες εὐφορώτατα νηστείην φέρουσι, πλὴν τῶν ἐσχατογήρων, δεύτερον οἱ καθεστηκότες. ἢ τὴν νηστείην ὄνομα μεταθετέον εἰς ὀλιγοσιτίην, καὶ οὕτως ῥητέον. γέροντες εὐφορώτερον ὀλιγοσιτίην φέρουσιν, δεύτερον οἱ καθεστηκότες. εὑρεθήσονται γὰρ καὶ οἱ ἐν ἐσχάτῳ γήρᾳ, εἰ καὶ μὴ φέροντες τὴν μακρὰν ἀσιτίαν, ὀλιγοσιτίας γοῦν δεόμενοι. παραπλήσιον γάρ τοι πάσχουσι τοῖς ἀποσβεννυμένοις λύχνοις, οἳ καὶ συνεχεστέρας μὲν δέονται χορηγίας, ἀθρόας δὲ ἅμα καὶ πολλῆς οὐ δέονται. καὶ δὴ καὶ προσήκει τοῖς τοιούτοις διδόναι τὸ σύμπαν πλῆθος ὀλίγον, μερίζοντας δὲ καὶ αὐτὸ τοῦτο τὸ ὀλίγον εἰς πλείω μέρη καὶ μὴ μίαν ἀσιτίαν ἐπιφέρειν μακρὰν αὐτοῖς.
14. Τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται, ὑπὸ πολλῶν γὰρ ἀποσβέννυνται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσι οὐχ ὁμοίως ὀξέες, ψυχρὸν γὰρ τὸ σῶμα.
Εἴρηται ἡμῖν κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐπὶ πλέον ὅπως οἱ ἀκμάζοντες ἐνίοις μὲν τῶν ἰατρῶν, ἐνίοις δὲ οἱ παῖδες ἔδοξαν εἶναι θερμότεροι. ἔχουσι γὰρ οἱ μὲν δριμύτερον τὸ θερμὸν, οἱ δὲ πλέον. ἀνάγκη δὲ καὶ νῦν εἰπεῖν, ὅσον εἰς τὰ παρόντα χρήσιμον, ἐν ὀλίγοις ὡς οἷόν τε μακροὺς περιλαμβάνοντας λόγους. τὸ τοίνυν ὄνομα τουτὶ τὸ θερμὸν ἐνίοτε μὲν ἐπὶ τὴν ποιότητα φέρομεν, ἧς ἴδιον ὄνομα θερμότης ἐστίν. ἐνίοτε δὲ παρωνύμως ἀπὸ τῆς ποιότητος, ὅλον τὸ σῶμα θερμὸν προσαγορεύομεν καί ἐστιν ἡ
τὸν ἀφορισμὸν οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. ἐδόθη δέ μοι τὸ τοῦ Λύκου βιβλίον ἤδη γεγραμμένων τῶν ὑπ’ ἐμοῦ ὑπομνημάτων. ὅθεν αὐτὸς μὲν τούτοις ἐνέθηκα τήνδε τὴν ῥῆσιν οὐκ οὖσαν ἐν τοῖς προεκδοθεῖσιν· ἰδίᾳ δὲ καθ’ ἕτερον βιβλίον ἀπελογησάμην ὑπὲρ ὧν ἐνεκάλεσεν Ἱπποκράτει.
15. Αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πλεῖον ἔχουσι, τροφῆς οὖν πλείονος δέονται. σημεῖον αἱ ἡλικίαι καὶ ἀθληταί.
Αἱ ὧραι τοῦ ἔτεος συντελοῦσιν εἰς τὴν δίαιταν οὐκ ὀλίγον. ἐν μὲν γὰρ τῷ χειμῶνι καὶ ὀρέγονται πλειόνων οἱ
δὲ οἷόν περ θέρος θερμόν. ἐν μὲν οὖν τοῖς πρώτοις αὐτοῦ μέρεσι κἀπειδὰν γένηταί ποτε ψυχρὸν, ὁμοίαν τῇ χειμερινῇ ποιησόμεθα τὴν δίαιταν· ἐν δὲ τοῖς ὑστέροις μέρεσιν ἐπειδὰν γένηταί ποτε θερμότερον, ὁμοίαν τῇ θερινῇ, μέσου δ’ ὄντος τῇ κράσει καὶ τὴν δίαιταν ἀνάλογον τῇ κράσει ποιησόμεθα. ταῦτα μὲν οὖν πάντα περὶ τῆς τῶν ὑγιαινόντων εἴρηται διαίτης· ἑξῆς δὲ περὶ τῆς τῶν νοσούντων λέγει.
16. Ὑγραὶ πᾶσαι δίαιται τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι.
Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς περὶ τοῦ κατὰ τὴν δίαιταν ποσοῦ τὴν διδασκαλίαν ἐποιήσατο, νυνὶ δὲ περὶ τοῦ ποιοῦ διεξέρχεται, πολλὰ καὶ χρήσιμα τῶν κατὰ τὴν
ὥσπερ ἔμπροσθεν ἀπό τε τῆς ἡλικίας ἐῤῥέθη καὶ τοῦ νοσήματος· ὅσα μὲν ἄμεμπτα φυλαττόντων ἡμῶν αὐτὰ τοῖς ὁμοίοις τῇ κράσει διαιτήμασιν, ὅσα δὲ μεμπτὰ τοῖς ἐναντίοις ἐπανορθουμένων. εἴρηται δὲ τελεώτερον περὶ πασῶν ἐνδείξεων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι.
17. Καὶ οἷσιν ἅπαξ ἢ δὶς καὶ πλείω ἢ ἐλάσσω καὶ κατὰ μέρος. δοτέον δέ τι καὶ τῇ ὥρῃ καὶ τῇ χώρῃ, τῇ ἡλικίῃ καὶ τῷ ἔθει.
Ἐπειδὴ τὸν περὶ τῆς ποσότητος καὶ ποιότητος ἐποιήσατο λόγον, ἑξῆς ἡμᾶς διδάσκει περὶ τοῦ τρόπου τῶν προσφερομένων. οὐ γὰρ ἱκανὸν αὐτὸ τοῦτο μόνον, ὅτι τῷδε πλέον ἢ ἔλαττον δοτέον γινώσκειν ἢ ὅτι ξηραινούσῃ χρηστέον
ταῖς πληθωρικαῖς διαθέσεσιν, ὅταν ἡ δύναμις ἰσχύῃ, τὴν τροφὴν ὀλίγην τε καὶ διὰ πολλοῦ χρόνου δίδομεν, οὕτω καὶ κατὰ τὴν ἐαρινὴν ὥραν ποιητέον ἐπὶ τῶν πυρεσσόντων μάλιστα, ὑπὲρ ὧν ὁ λόγος οὗτός ἐστι τῷ Ἱπποκράτει. τὴν γὰρ τῶν ὑγιαινόντων δίαιταν ἔμπροσθεν ἐδίδαξε. τὸ δὲ φθινόπωρον τοῖς κατὰ διαφθορὰν ἐνοχλοῦσι νοσήμασιν ἔοικε, διὸ καὶ τῆς χρηστοῦ προσθέσεως συνεχοῦς οἱ τότε πυρέσσοντες δέονται, κἂν ἡ δύναμις ἰσχυρὰ εἴη, πολλάκις καὶ πολλὰ δώσομεν αὐτοῖς· εἰ δ’ ἀσθενὴς, ὀλίγα πολλάκις. παραπλησίως δ’ ἄν τις καὶ ἀπὸ τῶν ἡλικιῶν καὶ τῶν ἀπὸ ἐτῶν καὶ ἀπὸ τῶν χωρῶν λαμβάνῃ τὰς ἐνδείξεις, εἰς τοὺς πρώτους δύο σκοποὺς ἀνάγων αὐτάς. ἕκαστον γὰρ τῶν εἰρημένων ἤτοι ἰσχυρὰν ἢ ἀσθενῆ τὴν δύναμιν ἐργάζεται καὶ ἤτοι πληθωρικὸν ἢ ἐνδεὲς ἢ κακόχυμον τὸ σῶμα.
18. Θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον.
Οὐ δὶς ὑπὲρ τῶν αὐτῶν, ὡς ἄν τις οἰηθείη, διῆλθεν, ἔμπροσθεν μὲν γράψας τὸν ἀφορισμὸν ἐκεῖνον, οὖ ἡ ἀρχὴ αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει. νυνὶ δὲ πάλιν, ὡς θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. ἀλλ’ ἐπειδὴ πρός τε τὸ ποσὸν τῆς διαίτης καὶ πρὸς τὸν τρόπον χρήσεως τῶν σιτίων, ἐπὶ τε τῶν ὑγιαινόντων καὶ τῶν νοσούντων ἀπὸ τῶν ὡρῶν ἔνδειξίν τινα λαμβάνει, δεόντως ἐν ἀμφοτέροις ἐμνημόνευσεν, ἐκεῖ μὲν δείξας ὡς τὰ προσάρματα τοῖς ὑγιαίνουσι πλείω διδόναι χειμῶνος· διότι τὸ ἔμφυτον θερμὸν πλεῖον καὶ τρέφεσθαι δεῖται. νυνὶ δὲ ὅτι κἂν ἅπαξ αὐτοῖς πολλὰ δοίης οὐ βλάψεις. εὐφόρως μὲν γὰρ φέρουσιν ἅπαντες πλῆθος σιτίων ἐν χειμῶνι, δυσφόρως δ’ ἐν θέρει. κατὰ τοῦτο ἐν χειμῶνι μὲν ὀλιγάκις τε καὶ πολλὰ προσφέρεσθαι σιτία συγχωρητέον, ἐν θέρει δ’ ἐπειδὴ δυσκόλως φέρουσι τὰ σιτία, διότι τὸ πέττον αὐτὰ καὶ κατεργαζόμενον τὸ ἔμφυτον θερμὸν ὀλίγον ὑπάρχει, τὸ μὲν ἀθρόον διδόναι ἅπαντι τρόπῳ φευκτέον, ἐπιχειρητέον δὲ συνεχέστερον ὀλίγα
προσφέρειν. ἡ γὰρ τοῦ σώματος διάθεσις ὁμοία τοῖς κατ’ ἔνδειαν οὖσι νοσήμασιν προσθήκης δεῖται. χειμῶνος μὲν οὖν καὶ θέρους οὕτως ἔχουσι, τῶν δ’ ἄλλων δυοῖν ὡρῶν τὸ μὲν φθινόπωρον ἐφεξῆς θέρει, τὸ δ’ ἔαρ χειμῶνι καὶ ἡ αἰτία πρόδηλος. ἐμψύχεσθαι μὲν γὰρ ἄρχεται καὶ συνάγεσθαι καὶ πυκνοῦσθαι τὰ σώματα τῷ φθινοπώρῳ, χαλᾷσθαι δὲ καὶ ἀραιοῦσθαι τῷ ἦρι. διά γε οὖν ταῦτα δὶς οὐκ εἴρηται ταυτὸν ὑπὲρ τῶν ὡρῶν παράγγελμα ἢ καὶ ὅτι κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν ὑπὲρ τῶν ὑγιαινόντων ὁ λόγος ἦν αὐτῷ.
19. τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι μηδ’ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρισίων.
Τριῶν οὖν ὄντων κεφαλαίων διαιτητικῶν, τοῦ ποσοῦ τῶν σιτίων καὶ τοῦ ποιοῦ καὶ τοῦ τρόπου τῆς χρήσεως αὐτῶν, εἰς μὲν τὰ πρότερα δύο κεφάλαια παρὰ τῶν παροξυσμῶν οὐδὲν ἡμῖν ἐγένετο λυσιτελὲς, εἰς δὲ τὸ τρίτον ἔστι τί γε κἀκ τῶν παροξυσμῶν λαβεῖν. δεόντως οὖν καὶ ὁ Ἱπποκράτης ἐμνημόνευσεν αὐτῶν ἐν τῷ τρίτῳ κεφαλαίῳ. τοὺς καιροὺς γὰρ τῶν κατὰ μέρος τροφῶν οἱ παροξυσμοὶ μάλιστα διδάσκουσιν, ἐν οἶς γε νοσήμασι τεταγμένως ἀπαντῶσι, τουτέστι κατὰ περίοδον, καὶ διὰ τοῦτο καὶ αὐτὸς Ἱπποκράτης εἶπε τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι, εἰδὼς ὅτι καὶ ἄλλοι τινές εἰσιν, οἳ παροξύνονται μὲν ἐν νόσοις, οὐ μὴν κατὰ περιόδους, τουτέστιν οὐ τεταγμένως. ἐπ’ ἐκείνων μὲν οὖν οὐδὲ δυνατόν ἐστιν ἀκριβῶς ἐξευρεῖν τὸν καιρὸν τῆς προσφορᾶς. ἐφ’ ὧν δὲ τὰ τῶν παροξυσμῶν τέτακται, φυλακτέον ἐστὶ τὰς ἀρχὰς αὐτῶν, τουτέστιν ὅπως μήτ’ ἤδη γεγονότος μήθ’ ὅσον οὔπω γενησομένου τρέφωμεν. τὸ δὲ πρὸ τῶν κρίσεων, ἤτοι πρὸ τῶν παροξυσμῶν ἁπάντων ἁπλῶς ἢ πρὸ τῶν κυρίως λεγομένων κρίσεων,
ἀκουστέον ἐστὶν ἢ πρὸ τῶν ἀκμῶν. ἀληθῆ γὰρ τὰ τρία. μᾶλλον δ’ ἂν δόξειεν ἁρμόττειν ἐν τοῖς προκειμένοις τὸ πρὸ τῶν παροξυσμῶν ἁπλῶς. περὶ γὰρ τῆς ἀκμῆς ἔμπροσθεν εἴρηται καὶ περὶ ἐκείνης δηλονότι καὶ περὶ τῆς κρίσεως. ἐν ταῖς ἀκμαῖς γὰρ τοὐπίπαν αἱ κρίσεις.
20. Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινεῖν μηδὲ νεωτεροποιέειν μήτε φαρμακίῃσι μήτ’ ἄλλοισιν ἐρεθιμοῖσι χρῆσθαι, ἀλλ’ ἐᾷν.
Τὸν περὶ διαίτης συμπληρώσας λόγον ἐφ’ ἕτερον μεταβαίνει κεφάλαιον, ἐν ᾧ διδάσκει πότε μὲν ἐπιτρεπτέον ἐστὶ τῇ φύσει τὸ πᾶν αὐτῇ περὶ τὸν νοσοῦντα διαπράττεσθαι, μηδὲν ἡμῶν ἄλλο διαπραγματευομένων, ὅ τι μὴ τὸ κατὰ τὴν δίαιταν, πότε δὲ οὐ μόνον τῇ φύσει τὸ πᾶν
τῇ τελείᾳ κρίσει. ἀπόντος δ’ αὐτῶν τινος ἢ καὶ πλειόνων, οὐκ ἀκριβὴς οὐδ’ ἀπηρτισμένη κρίσις ἂν εἴη.
21. Ἃ δεῖ ἄγειν, ταύτῃ ἄγειν ὅκου ἂν μάλιστα ῥέπῃ ἡ φύσις, διὰ τῶν ξυμφερόντων χωρίων.
Τίνα δή ποτε ἃ δεῖ ἄγειν; δηλονότι τὰ μήτε κρινόμενα μήτε κεκριμένα ἀρτίως. ταῦτα οὖν διὰ τίνος ἐκκενοῦν χρὴ μορίου διδάσκει, σκοπὸν ἡμῖν διδοὺς διττὸν, αὐτήν τε τοῦ μορίου τὴν φύσιν καὶ τὴν ῥοπὴν τοῦ χυμοῦ. ὅπως γὰρ ἂν, φησὶ, ῥέπῃ διὰ τῶν ξυμφερόντων χωρίων, ταύτῃ ἄγειν. ξυμφέροντα δ’ ἐστὶ χωρία κενώσεσιν, ἔντερά τε καὶ γαστὴρ καὶ κύστις καὶ μήτρα καὶ σύμπαν τὸ δέρμα, τῆς πρὸς τούτοις αἵ θ’ ὑπερῶαί τε καὶ ῥῖνες, ὅταν ἤτοι τὸν ἐγκέφαλον ἐκκαθαίρωμεν ἢ καθ’ αἱμοῤῥαγίαν ἡ κρίσις γίνεται καὶ μάλιστα εἰ κατ’ ἴξιν, ὅπερ ἐστὶ κατ’ εὐθὺ τοῦ πεπονθότος
μορίου. τὰ γὰρ ἀνάπαλιν αἱμοῤῥαγέοντα κακὸν, ὡς ἀσύμφορα δὲ χωρία αἱ ῥοπαὶ τῶν λυπούντων χυμῶν γίνονται, ὅταν ἤτοι κύρια ταῦτα τὴν φύσιν ὑπάρχει καὶ μείζων ἡ ἐξ αὐτῶν ἔσεσθαι βλάβη μέλλει, τῆς τοῦ κρινομένου νοσήματος ἀξίας ἢ ὅταν μηδεμίαν ἔκκρισιν ἔχῃ. παραδείγματος δ’ ἕνεκα τῶν καθ’ ἧπαρ λυπούντων χυμῶν ἐκκενοῦσθαι χρῃζόντων ἐπιτήδειοι ῥοπαὶ διτταὶ, ἡ μὲν ἑτέρα κατὰ τὴν γαστέρα καὶ ταύτης αὐτῆς βελτίων ἡ κάτω τῆς δι’ ἐμέτων, ἡ δ’ ἑτέρα τῶν κατὰ νεφρούς τε καὶ κύστιν, οὐ μὴν ἥ γε εἰς πνεύμονα καὶ θώρακα καὶ καρδίαν ἀγαθή προσέχειν οὖν χρὴ τὸν ἰατρὸν τῇ ῥοπῇ τῆς φύσεως, εἴτ’ ἐπιτηδείως μὲν γενομένης ὑπηρετεῖν τε ἅμα καὶ συνεργεῖν εἴτ’ ἐναντίως τε ἅμα καὶ βλαβερῶς γίγνοιτο, κωλύειν τε ἅμα καὶ μετάγειν καὶ ἀντισπᾷν.
22. Πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδ’ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πολλὰ οὐκ ὀργᾷ.
Τὸ μὲν φαρμακεύειν ἔθος ἐστὶν αὐτῷ λέγειν ἀντὶ τοῦ χρῆσθαι φαρμάκῳ καθαίροντι, τὸ δ’ ὀργᾷν ἀπὸ τῶν ὀργώντων ζώων μετενήνοχεν ἐπὶ τοὺς χυμούς. καθ’ ὃν γὰρ τρόπον ἐκεῖνα ἡσυχάζειν οὐ δύνανται γαργαλιζόμενά πως καὶ κινούμενα καὶ διανιστάμενα πρὸς τοῦ πάθους, οὕτω καὶ οἱ χυμοὶ πολλάκις ἐν κινήσει σφοδροτέρᾳ καὶ μεταῤῥύσει μορίων εἰς μόρια, κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἐνοχλοῦσι τὸν ἄνθρωπον, κινοῦντες καὶ γαργαλίζοντες καὶ ἡσυχάζειν οὐκ ἐπιτρέποντες, ἀλλ’ αὐτοί τε κινούμενοι καὶ μεταῤῥέοντες, ἐνοχλοῦντές τε τῇ τοσαύτῃ φορᾷ τὸν κάμνοντα. τοὺς μὲν δὴ τοιούτους ἐκκενοῦν προσήκει, τουτέστι τοὺς ἐν κινήσει καὶ φορᾷ καὶ ῥύσει, τοὺς δ’ ἤδη καθ’ ἕν τι μόριον ἐστηριγμένους οὔτ’ ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν
τι μόριον, ἐν ᾧ καὶ πέττονται παρ’ ὅλον τοῦ νοσήματος χρόνον ἄχρι λύσεως. χρὴ δὲ γινώσκειν ὅτι ἔν τισι τῶν ἀντιγράφων ὁ ἀφορισμὸς οὗτος οὐ γέγραπται, κατὰ μέντοι τὸ περὶ χυμῶν ἐν ἅπασι γέγραπται.
23. Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ’ ὡς ἂν χωρέῃ οἷα δεῖ καὶ φέρει εὐφόρως καὶ ὅκου δεῖ μέχρι λειποθυμίης ἄγειν καὶ τοῦτο ποιεῖν, ἢν ἐξαρκέσῃ ὁ νοσέων.
Εἴθ’ ὑπὸ φύσεως εἴθ’ ὑφ’ ἡμῶν ἡ κένωσις γίνοιτο, χρὴ πάντως ὡρίσθαι τι μέτρον αὐτῆς· ὡς γὰρ τὴν ποιότητα κατὰ τὸν λυποῦντα χρὴ κενοῦσθαι χυμὸν, οὕτω δηλονότι καὶ τὴν ποσότητα τῷ πλήθει τοῦ λυποῦντος ἁρμόττειν. ἀλλὰ τῆς μὲν ποιότητος τὰς διαγνώσεις ἔμπροσθεν εἴπομεν, ἡνίκα τὸν ἀφορισμὸν ἐξηγούμεθα, οὗ ἡ ἀρχὴ, ἐν τῇσι ταραχῇσι τῆς κοιλίας καὶ τοῖσιν ἐμέτοισι. ποσότητος
πυρετοῖς ἡ μέχρι λειποθυμίας φλεβοτομία κατάψυξίν τε παραχρῆμα τῆς ὅλης ἕξεως ἐργάζεται καὶ σβέννυσι τὸν πυρετόν. καὶ δὴ καὶ ἡ γαστὴρ διαχωρεῖ τοῖς πλείστοις καὶ ἱδρῶτες προχέονται, καί τινες αὐτῶν ἐπὶ τούτων ἐπαύσαντο τελέως. ἄλλοι δὲ μεγάλως ὠφεληθέντες ἐνέκοψαν τὸ σφοδρὸν τοῦ νοσήματος. ἔν τε ταῖς μεγίσταις φλεγμοναῖς καὶ ταῖς ἰσχυροτάταις ὀδύναις οὐδὲν οἶδα μεῖζον βοήθημα τοῦ μέχρι λειποθυμίας ἐκκενῶσαι, διορισάμενος εἴτε φλεβοτομεῖν εἴτε καθαίρειν ἄχρι λειποθυμίας προσήκει, καθότι δεδήλωται ἐν τοῖς περὶ φλεβοτομίας ὑπομνήμασιν.
24. Ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι καὶ τοῦτο προεξευκρινήσαντας ποιέειν.
Ὀλίγον ἔμπροσθεν εἴρηκε, πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ, τὰ δὲ πολλὰ
γενέσθαι καὶ μηδεμίαν ἔμφραξιν ἔχοντας. ταῦτα γὰρ καὶ ἡμεῖς προπαρασκευάζομεν, ἐπειδὰν μέλλωμεν καθαίρειν τινὰ καὶ τοῦτό ἐστιν αὐτὸ τὸ ὑφ’ Ἱπποκράτους εἰρημένον ἐν ἐκείνῳ τῷ ἀφορισμῷ. τὰ σώματα χρὴ ὅκου τις βούλεται καθαίρειν, εὔροα ποιέειν. ἀλλ’ ἔν γε τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς εὐθὺς, ἤτοι περὶ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἔξω τῆς δευτέρας μελλόντων ἡμῶν χρῆσθαι ταῖς καθάρσεσιν, ὅταν ὀργᾷ, τὴν τοιαύτην παρασκευὴν οὐκ ἐγχωρεῖ γενέσθαι, πλὴν εἰ μὴ ἄρα τις σχοίη καιρὸν, μελίκρατον δοῦναι πιεῖν, ἐναφεψήσας ὑσσώπου τι ἢ ὀριγάνου, ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχωνος, ἤ τινος τῶν οὕτως λεπτυνόντων χυμοὺς, ὥστ’ εὐλόγως εἶπεν ὀλιγάκις ἐν τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς ἔσεσθαι χρείαν ἡμῖν φαρμακείας, τῷ μήτε πολλάκις ὀργᾷν ἐν ἀρχῇ τοὺς λυποῦντας χυμοὺς μήτ’, εἰ καί τι τούτων ὑπάρχει, τοῦ νοσοῦντος ἐπιτηδείου πρὸς τὴν κάθαρσιν ἔχοντος, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντος τοῦ νοσήματος, ἐπιτήδειον αὐτὸν παρασκευάσαι.
25. Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, τὰ δ’ ἐναντία δυσχερῶς.
Φανερῶς οὗτος ὁ ἀφορισμὸς ἐν ἐκείνῳ περιέχεται καθ’ ὃν ἔλεγεν· ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, ἢν δὲ μὴ, τἀναντία. ἀλλ’ ἐπειδὴ κατὰ τοῦτο τὸ χωρίον τοῦ βιβλίου περὶ τῶν ὑπὸ τοῦ ἰατροῦ γινομένων διελέγετο καθάρσεων καὶ σχεδὸν ἅπαντας εἴρηκε τοὺς ἀναγκαίους διορισμοὺς, οὐκ ὤκνησεν οὐδὲ τοῦτον προσθεῖναι τὸν ἀφορισμὸν, οὐδὲν μὲν διδάσκοντα νεώτερον, ἀναμιμνήσκοντα δὲ ὧν ἔμπροσθεν ἐν ἑτέρῳ χωρίῳ τοῦ βιβλίου, περὶ τῶν αὐτομάτων κενώσεων προειρήκει, πρὸς τῶν κᾀνταῦθα συμπεπληρῶσθαι τὸν περὶ τῶν καθάρσεων ἅπαντα λόγον.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ.
1. Ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον, ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον.
Ὅτι μὲν ὁ πόνος αὐτῷ βλάβην σημαίνει νῦν εὔδηλον ἐκ τῆς ἀντιθέσεως. φησὶ γὰρ, ἢν δ’ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον. οὔσης δὲ διττῆς τῆς ἐξ ὕπνου βλάβης τῆς
ὁ Ἱπποκράτης βούλεται τὸν μὲν ἐγρηγορότα ἔξωθεν θερμότερον εἶναι, τὸν δὲ καθεύδοντα ἐναντίον, διδάσκων ἡμᾶς ὅπερ καὶ ἄλλοις τισὶ τῶν φυσικῶν ἔδοξε, κατὰ τὰς ῥοπὰς τῆς ἐμφύτου θερμασίας ἐγρήγορσίν τε καὶ ὕπνον γίνεσθαι. καὶ τοίνυν εἰκότως, ἐπειδὰν ἐν τοῖς σπλάγχνοις ἀθροισθὲν τοῦτο μὴ περιγίνηται τῶν νοσοποιῶν αἰτιῶν, ὄλεθρον σημαίνει. περιγινόμενον μέντοι οὐδέπω βεβαίας ἐστὶν ἀσφαλείας σημεῖον, πλὴν εἴ τις ὅσον ἐπὶ τούτῳ τῷ πάθει φάσκοι σωθήσεσθαι τὸν κάμνοντα, καθ’ ἑτέραν διάθεσιν ἀπολέσθαι δυνάμενον. εἰ γὰρ δὴ φθάνοι φλεγμονή τις εἶναι καθ’ ὁτιοῦν τῶν κυρίων δύσλυτος, ἐγχωρεῖ τὸν οὕτως ἔχοντα τεθνήξεσθαι· ὥστ’ ἀσφαλέστερον μὲν εἰπεῖν, ὅταν ἐξ ὕπνου γίνηταί τις βλάβη, θανάσιμον εἶναι τὸ σημεῖον, ὅταν δ’ ὠφέλεια, οὐ θανάσιμον. ὅτι δ’ ἐξ ὕπνων γίνονταί τινες βλάβαι κἀν τοῖς τῶν ἐπιδημιῶν αὐτὸς ἐδήλωσεν εἰπών· ἐν τούτοις πολλοὶ κωματώδεες ἦσαν καὶ παράφοροι, οἱ δὲ ἐξ ὕπνου τοιοῦτοι ἐγίνοντο.
2. Ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν.
Ἐὰν ἐφεξῆς ἀλλήλων εἴπωμεν ἀμφοτέρους τοὺς ἀφορισμοὺς, τοῦτόν τε καὶ τὸν προειρημένον, ὅλος ὁ λόγος γενήσεται τοιοῦτος· ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιεῖ, θανάσιμον, ἢν δ’ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον. ὅκου γοῦν παραφροσύνην ὕπνος παύει, ἀγαθόν. ἵνα δ’ οἶον παράδειγμά τι τῶν κατὰ μέρος ἓν ἐπιφέρηται τῷ προειρημένῳ λόγῳ τῷ καθόλου, ὡς εἰ καὶ οὕτως εἶπεν· ὅκου ὀδύνην ὕπνος παύει ἀγαθόν. ὅκου πυρετὸν ὕπνος, ἀγαθόν. ἀλλ’ ἠρκέσθη τὸ κινδυνωδέστερον εἰπεῖν, νόσημα μόνον. ἐναργέστερον γὰρ ἡ τῶν καθόλου λόγων ἀλήθεια διὰ τῶν τοιούτων ἐπιδείκνυται παραδειγμάτων.
3. Ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν.
Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἡ μὲν ἀγρυπνία μᾶλλον τοῦ μετρίου γιγνομένη κακὸν εἶναι καὶ σημεῖον καὶ αἴτιον, οὐ μήν γε ὕπνος. ἀεὶ γὰρ τοῦτον ἀγαθὸν εἶναι καὶ μηδὲ γίνεσθαί ποτε μᾶλλον τοῦ μετρίου, τοὺς πολλοὺς δ’ ἐξηπατῆσθαι, τὰς κωματώδεις διαθέσεις ἀρχομένας, νομίζοντας εἶναι ὕπνον μακρόν. ἀλλὰ μαθόντες οὗτοι παρ’ ἡμῶν ὡς πρὸ τοῦ τὸ δυσδιέγερτον ἔχειν, οὔπω κῶμα προσαγορεύεσθαι συγχωρείτωσαν ὕπνον ὀρθῶς ὀνομάζεσθαι μακρὸν, ὅταν τῷ χρόνῳ μόνῳ ὑπερβάλλῃ τὴν κατὰ φύσιν συμμετρίαν, οὐδέπω τὸ δυσδιέγερτον ἔχων. γίγνεται δὲ ὁ τοιοῦτος ὕπνος ἐπὶ ψύξει τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τοῦ ἐγκεφάλου, ἥτις ψύξις, ὅταν ἰσχυρὰ γενηθῇ, μετὰ μὲν ὑγρότητος μιχθεῖσα τὰ ληθαργικὰ πάθη ποιεῖ, μετὰ δὲ ξηρότητος τὰς καλουμένας καταλήψεις. οὕτω δὲ καὶ ἀγρυπνίαι γίνονται μὲν διὰ θερμασίαν τοῦ πρώτου μορίου τῶν αἰσθητικῶν, ἀλλ’ ἤτοι κατὰ δυσκρασίαν μόνην ἢ καὶ χυμοῦ χολώδους πλεονάσαντος. αἱ δ’ ἀποδείξεις ἁπάντων τῶν τοιούτων ἐν ταῖς ἡμετέραις εἴρηνται πραγματείαις.
νυνὶ δὲ ἀρκεῖ μόνα αὐτῶν λελέχθαι τὰ κεφάλαια. καθάπερ δὲ μόνον τὸν ὕπνον διὰ παντὸς οἴονται ἔνιοι σύμμετρον γίγνεσθαι καὶ μηδέποθ’ ὑπάρχειν ὕπνον ἄμετρον, οὕτως ἔνιοι πάλιν φασὶν ἀγρυπνίαν μηδέποτε γίγνεσθαι μετρίαν, ἀλλ’ εἶναι τοὔνομα μόνης ἀμετρίας δηλωτικὸν, ἐπιλελησμένοι τῆς τοῦ βίου συνηθείας, ὅτι καὶ κατὰ μέτρια λέγομεν, ἐνίοτε τοῖς μεγάλοις ἀντιθέντες. οὕτω γοῦν καὶ ἀγρυπνίαν ἀκούειν χρὴ μετρίαν ἐν ἴσῳ τῷ μικράν.
4. Οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν ὅ τι ἂν μᾶλλον τῆς φύσεως ᾖ.
Πάλιν οὗτος ὁ λόγος, ὥσπερ ὁ προγεγραμμένος ἀφορισμὸς, ἐπὶ μιᾶς ὕλης ὁ αὐτὸς καὶ ἐπὶ πασῶν ἀποφαίνεται. τῆς γὰρ ὑγείας συμμετρίας οὔσης ἀνάγκη πάσας τὰς ἀμετρίας, ὅσαι μὲν ἐπὶ πλεῖστον ἀποκεχωρήκασι τῆς συμμετρίας,
ἤδη νοσήματα ὑπάρχειν, ὅσαι δ’ οὐδέπω τὸ μέχρι πλείστου κέκτηνται νοσημάτων ἐνδείκνυσθαι γένεσιν.
5. Κόποι αὐτόματοι φράζουσι νούσους.
Οὐ τῆς ἐκ τῶν κινήσεων ἀμετρίας ὄνομά ἐστιν ὁ κόπος, ἀλλὰ τῆς ἐγγινομένης διαθέσεως ἐν τοῖς τῶν ζώων σώμασιν· οὐ γινομένων γὰρ μνημονεύει κόπων, ἀλλὰ τῶν αὐτομάτων· ὅταν οὖν ἄνευ κινήσεως τοιαύτη γένηται διάθεσις, οὐ κόπος ἁπλῶς, ἀλλὰ κόπος αὐτόματος ὀνομάζεται. τριῶν οὖν ὄντων κόπων, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐδείξαμεν, ἑλκώδους, τονώδους καὶ φλεγμονώδους τοῦ ἐκ τούτων συντιθεμένου, ὁ μὲν πρῶτος αὐτῶν ἀπὸ κακοχυμίας, ὁ δὲ δεύτερος ὑπὸ πλησμονῆς, ὁ δὲ τρίτος ὑπ’ ἀμφοτέρων ἅμα συνελθόντων πέφυκε γίνεσθαι. ἐδείχθη γὰρ οὕτω καὶ περὶ τούτων ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. εἰκότως οὖν οἱ αὐτόματοι κόποι νόσους ἀπαγγέλλουσιν.
6. Ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων μὴ αἰσθάνονται, τουτέοισι ἡ γνώμη νοσέει.
Πόνους εἴωθεν ὀνομάζειν ἐνίοτε τὰς διαθέσεις αὐτὰς, ἐν αἷς ὀδυνώμεθα. κατὰ τοῦτο γοῦν ἔλεγεν ἐν ταῖς ἐπιδημίαις, ἐν Κρανῶνι αἱ μὲν παλαιαὶ ὀδύναι ψυχραὶ, αἱ δέ νεαραὶ θερμαί· οὐκ αὐτὰς δήπου τὰς ὀδύνας θερμὰς καὶ ψυχρὰς ὀνομάζων, ἀλλὰ τὰς διαθέσεις ἐφ’ αἷς γίνονται. καὶ νῦν οὖν ὡσαύτως εἴρηκε πόνους αὐτὰς τὰς διαθέσεις, ὅσαι μετ’ ὀδύνης γίνεσθαι πεφύκασιν, ἐρυσίπελας δηλονότι καὶ φλεγμονὴν καὶ τραῦμα καὶ θλάσμα καὶ ῥῆγμα καὶ σπάσμα καὶ πᾶν εἴ τι τοιοῦτον. ὦν ἐάν τινος ὑπάρχοντος ὁ κάμνων ἀναίσθητος ᾖ, τὴν γνώμην νοσέει, γνωμὴν δὲ λέγειν ἢ διάνοιαν οὐδὲ εἰς τὰ παρόντα διοίσει.
7. Τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπανατρέφειν δεῖ, τὰ δ’ ἐν ὀλίγῳ ὀλίγως.
Τὰ μὲν γὰρ ἐν ὀλίγῳ χρόνῳ λεπτυνόμενα σώματα κενώσει τῶν ὑγρῶν καὶ τῶν πνευμάτων, οὐ συντήξει τῶν στερεῶν πέπονθε τοῦτο. τοῖς δ’ ἐν πλείονι χρόνῳ λεπτυνθεῖσιν ἐκτήκονται μὲν αἱ σάρκες, ἰσχνὰ δὲ γίνονται καὶ τὰ ἄλλα, δι’ ὦν ἥ τε πέψις τῶν ζώων ἐπιτελεῖται καὶ ἡ ἀνάδοσις καὶ ἡ ἐξαιμάτωσις καὶ ἡ θρέψις, ὥστε οὐ δυνήσεται τοσαύτην κατεργάσασθαι τροφὴν, ὅσης δεῖται τὸ σῶμα. διὰ τοῦτ’ οὖν ἐν χρόνῳ πλείονι χρὴ τὰ τοιαῦτα ἀνατρέφειν καὶ λεπτῶς, ὅπερ ὠνόμασε νωθρῶς. ἐφ’ ὦν δὲ μόνα ἐκενώθη τὰ ὑγρὰ καὶ τὰ πνεύματα, ἐπὶ τούτων διὰ ταχέων ἀνατρέφειν ἐγχωρεῖ καὶ ἄκρως, εὐθαῤῥοῦντας τῇ τῶν στερεῶν εὐρωστίᾳ. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ διχῶς γέγραπται καὶ σημαίνει ταυτὸν, ἄν τε ὀλίγῳ κατὰ δοτικὴν
πτῶσιν γεγραμμένον ᾖ, ἅν τ’ ἐπιῤῥηματικῶς, ὀλίγως μετὰ τοῦ σ΄.
8. Ἤν ἐκ νούσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ, σημαίνει ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίνηται, χρὴ εἰδέναι ὅτι κενώσεως δεῖται.
Διὰ βραχυλογίαν καὶ συνήθειάν τινα λέξεως, ὁποῖα καὶ νῦν ἔτι παρ’ ἡμῖν ἐστιν ἐν πολλαῖς τῶν κατὰ τὴν Ἀσίαν πόλεων, ἀσαφὴς ὁ ἀφορισμὸς ἐγένετο. λέγειν γὰρ ἡμῖν ἔθος ἐστὶ μὴ λαμβάνειν μὲν τροφὴν τοὺς ἀνορέκτους, λαμβάνειν δὲ τοὺς ὀρεγομένους τε καὶ τρεφομένους ἄχρι κόρου. ὅσοι μὲν οὖν ὀρεγόμενοι καὶ τροφὴν δαψιλῆ προσφερόμενοι τὴν ὑγιεινὴν ἰσχὺν ἀδυνατοῦσιν ἀνακτήσασθαι, βαρύνονται
ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως δεῖται. τὰ γὰρ μὴ καθαρὰ σώματα, ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις. ἀλλ’ ἡμεῖς τῇ κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἑπόμενοι τάξει τὴν ἐξήγησιν αὐτῶν οὕτω ποιησόμεθα.
9. Τὰ σώματα χρὴ ὅκου ἄν τις βούληται καθαίρειν, εὔροα ποιέειν.
Οἱ μὲν οὖν πολλοὶ βούλονται εὔροα γίγνεσθαι τὰ σώματα τῶν μὲν ἐμετηρίων φαρμάκων μελλόντων κενοῦσθαι διὰ τοῦ τῶν ἐμετηρίων ἐρεθισμοῦ, τῶν δ’ ὑπηλάτων διὰ τοῦ συνεχῶς ὑπάγεσθαι τὴν γαστέρα. καὶ διὰ τοῦτο τὴν διάθεσιν πᾶσαν ἑκατέροις τοῖς μὲν εἰς ὑπαγωγὴν γαστρὸς ἐπιτήδειον παρασκευάζουσι, τοῖς δὲ εἰς ἐμέτους. ἐγὼ δ’ ἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν ἡμᾶς νῦν οὐ
οὕτω καθάρῃς· εὔρουν δ’, ὡς εἴπομεν, ἔσται, τῶν μὲν πόρων ἁπάντων ἀναστομωθέντων, τῶν δ’ ὑγρῶν τμηθέντων καὶ λεπτυνθέντων, εἴ πού τι παχὺ καὶ γλίσχρον ὑγρὸν ᾒ κατὰ τὸ σῶμα.
10. Τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεις.
Συνδιαφθείρεται γὰρ ἡ ἐπεισιοῦσα τροφὴ τῇ προϋπαρχούσῃ κατὰ τὸ σῶμα κακοχυμίᾳ, ὥστ’ αὐξάνεσθαι μὲν αὐτῆς τὴν ποσότητα, φυλάττεσθαι δὲ τὴν ποιότητα. καὶ μάλιστα γίγνεται τοῦτο, ὅταν ἡ γαστὴρ ἀναπεπλησμένη μοχθηρῶν χυμῶν ᾖ τινων, ὑφ’ ὧν καὶ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον σύμπτωμα τοῖς ἀνακομιζομένοις ἐκ τῶν νοσημάτων συμβαίνει, τὸ μὴ δύνασθαι λαμβάνειν τροφάς.
11. Ῥᾷον πληροῦσθαι ποτοῦ ἢ σιτίου.
Ἐπειδὴ περὶ τῶν ἀνατρέψεως δεομένων ὁ λόγος αὐτῷ προείρητο, διὰ τοῦτο τὸ νῦν ἔγραψε τὰς διαφορὰς τῶν ὑλῶν, ὑφ’ ὧν ἀνατρέφονται. γέγραπται δὲ καὶ ἐν τῷ περὶ τροφῆς ὡδί· ὁκόσοι ταχίστης προσθέσεως δέονται. ὑγρὸν ἴημα εἰς ἀνάληψιν δυνάμεως ἄριστον· ὅκου δὲ ἔτι ταχυτέρης δεῖ ὀσφρήσεως. ἀκούειν δ’ οὐχ ἁπλῶς χρὴ καθ’ ἑκάτερον βιβλίον οὔτ’ ἐκεῖ τὸ ὑγρὸν οὔτ’ ἐνταῦθα τὸ ποτὸν, ἀλλ’ ἐπὶ τῶν πεφυκότων τρέφειν ὑγρῶν καὶ ποτῶν. εἰ γὰρ μὴ ὁμοίως ταῦτα τοῖς στερεωτέροις τρέφει, πλεονεκτήσει τῷ πάχει, καθάπερ οἱ παχύτεροι τῶν οἴνων. οἱ μὲν γὰρ ὑδατώδεις, ὀνομάζουσι δ’ οὕτως τοὺς λευκοὺς καὶ λεπτοὺς, ἐγγὺς ὕδατος ὥσπερ τὴν ἰδέαν εἰσὶν, οὕτω καὶ τὴν δύναμιν, ὅθεν οὔρησιν μὲν κενοῦσιν, ἥκιστα δὲ τρέφουσιν. ὅσοι δὲ παχεῖς τε ἅμα καὶ τὴν χρόαν ἐρυθροὶ, τροφιμώτατοι πάντων οἴνων
εἰσὶν, ὑπάρχει δὲ τούτοις καὶ τὸ τάχιστα πληροῦν τὰ κεκενωμένα σώματα καὶ διὰ τοῦτο προσθέσεως δεόμενα. ὅτι δ’ ὑγρὰ τροφὴ, καὶ μάλισθ’ ὅταν φύσει θερμὴ ᾖ, ῥᾷον ἀνατρέφει πρόδηλον τοῖς ἐγνωκόσιν ὅπως ἀνάδοσίς τε καὶ πέψις γίνεται.
12. Τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν ὑποστροφὰς ποιέειν εἴωθεν.
Καὶ οὗτος ὁ ἀφορισμὸς συνέζευκται τοῖς προειρημένοις· εἰρηκὼς γὰρ ὁ Ἱπποκράτης, ἢν ἐκ νόσου τις τροφὴν λαμβάνων μὴ ἰσχύῃ, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῇ χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίγνεται, σημεῖον ὅτι κενώσεως δεῖται. καὶ διὰ τοῦτο περὶ τῶν κενώσεων ἐφεξῆς διελθὼν ἀπέδωκε νῦν τὴν αἰτίαν τοῦ δεῖσθαι κενώσεως τοὺς ἀνορέκτους μετὰ νόσον, ὡσεὶ καὶ
οὕτως ὁ πᾶς εἴρηται λόγος αὐτῷ· ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνεται, σημαίνει ὅτι δεῖται κενώσεως. τὰ γὰρ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα δηλονότι τὰ λείψανα τῶν μοχθηρῶν χυμῶν ἐγκαταλιμπανόμενα κέκληκεν, ἅπερ ἀνάγκη σηπόμενα τῷ χρόνῳ πυρετοὺς ἀνάπτειν. ἐπειδὴ πᾶν ὑγρὸν ἀλλότριον τῆς τοῦ περιέχοντος αὐτὸ σώματος φύσεως, οὔτε τρέφειν ἐκεῖνο πέφυκε καὶ λοιπὸν ἐξ ἀνάγκης ἔχει τὴν εἰς σηπεδόνα μεταβολήν. ὅταν δὲ καὶ θερμὸν ᾖ τὸ χωρίον, ἐν ᾧπερ ἂν ἠθροισμένον ὑπάρχῃ, τότε δὴ μάλιστά τε καὶ τάχιστα σήπεται.
13. Ὁκόσοισι ἡ κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δ’ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολύ.
Ἡ μὲν κρίσις ὀξύῤῥοπός ἐστιν ἐν νόσῳ μεταβολὴ πρὸς ὑγείαν ἢ θάνατον· γίγνεται δὲ τῆς φύσεως διακρινούσης ἀπὸ τῶν χρηστῶν τὰ μοχθηρὰ καὶ παρασκευαζούσης πρὸς τὴν ἔκκρισιν. εἰκότως οὖν ἐπὶ τῇ τοιαύτῃ ταραχῇ δυσφοροῦσι καὶ μᾶλλον κατάφωρος ἡ δυσφορία γίνεται κατὰ τὰς νύκτας, ἐν ταύταις γὰρ ἡμῖν ἔθος ἐστὶ κοιμᾶσθαι. διακοπτομένων οὖν τῶν ὕπνων ὑπὸ τῆς ταραχῆς ἐναργῶς ἡ δυσφορία διαγινώσκεται, καίτοι τῆς ἡμέρας ὁμοίαν ἐχούσης ταραχὴν, ἐπειδὰν ἡ μετ’ αὐτὴν νὺξ ἔχῃ τὴν κρίσιν. τὸ δὲ ἐπὶ τέλει τοῦ ἀφορισμοῦ γεγραμμένον, ἡ δ’ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολὺ κατὰ τὰ πολλὰ τῶν ἀντιγράφων οὐ φέρεται. βούλεται δ’ ἡμᾶς διδάσκειν ὡς ἡ μετὰ τὴν κρίσιν νὺξ εὐφορωτέρα τῆς προηγησαμένης ἐστὶν ὡς ἐπὶ τὸ πολὺ, διὰ τὸ τῶν κρίσεων τὰς πλείους εἰς ἀγαθὸν τελευτᾶν. ἴσμεν γὰρ ὡς τῶν νοσούντων οἱ σωζόμενοι πλείους εἰσὶ ἀποθνησκόντων, πλὴν εἰ μή ποτε λοιμώδης ἡ κατάστασις γενηθείη.
14. Ἐν τῇσι τῆς κοιλίης ῥύσεσιν αἱ μεταβολαὶ τῶν διαχωρημάτων ὠφελέουσιν, ἢν μὴ ἐς τὰ πονηρὰ μεταβάλλῃ.
Αἱ μεταβολαὶ τῶν διαχωρημάτων πολλὰς ἰδέας ἐκκενοῦσαι χυμῶν ἀκριβέστερον ἐκκαθαίρουσι τὸ σῶμα, πλήν εἰ μὴ συντήξεως καὶ σηπεδόνος ἔχοιεν σημεῖα. περὶ ὧν ἐν τῷ προγνωστικῷ διῆλθεν αὐτὸς, ἔνθα καὶ λιπαρῶν καὶ δυσωδῶν ἐμνημόνευσε καὶ κακόσμων.
15. Ὅκου φάρυγξ νοσέει ἢ φύματα ἐν τῷ σώματι ἐκφύεται, σκέπτεσθαι χρὴ τὰς ἐκκρίσιας. ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα ξυννοσέει· ἢν δὲ ὅμοιαι τοῖσιν ὑγιαίνουσι γίνωνται, ἀσφαλὲς τὸ σῶμα τρέφειν.
Δύο λόγους ἀλλήλοις ἀντιτιθεὶς, ἐν ἑκατέρῳ παραλέλειπται τὸ συνεμφαινόμενον τῷ λόγῳ· ὥστε τοῦ λείποντος
ἡ φύσις ὥρμησεν ἐκκαθαίρειν τὸ σῶμα, χολώδεις αὗται φανοῦνται. διότι καὶ τὰ φύματα θερμανθέντος αἵματος ὑπὸ τοῦ πικροχόλου χυμοῦ γίγνεσθαι πέφυκε καὶ δηλονότι πρότερον καθᾶραι, οὐ τρέφειν χρὴ τὰ τοιαῦτα σώματα. τὰ γὰρ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν μᾶλλον τρέφῃς μᾶλλον βλάψεις. εἰ δ’ ὅμοιαι τοῖς τῶν ὑγιαινόντων αἱ ἐκκρίσεις εἶεν, ὑγιαῖνον ἐνδείκνυνται τὸ ὅλον σῶμα καὶ κίνδυνος οὐδείς ἐστι τρέφειν αὐτό.
16. Ὅκου λιμὸς, οὐ δεῖ πονέειν.
Λιμώττειν ἐκείνους φαμὲν, ὅσοι δι’ ἀπορίαν σιτίων εἰς ἄκρον ἥκουσι πείνης. οὕτως οὖν καὶ Ἱπποκράτης αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἶπεν, ἐν Αἴνῳ ὀσπριοφαγέοντες ἐν λιμῷ, σκελέων ἀκρατέες ἐγένοντο. καὶ μέντοι καὶ πᾶσαν τὴν σφοδρὰν ἔνδειαν τῶν σιτίων, εἰ καὶ χωρὶς ἀπορίας κατὰ προαίρεσιν ἢ πρόσταγμα γένοιτο, λιμὸν ὀνομάζειν
ἁπάσαις, ὅταν ἄνευ τροφῆς γίνωνται, καταλύεσθαι πέφυκεν ἡ δύναμις, ἄν τε ὑγιαίνωσιν ἄν τε νοσῶσιν οἱ ἄνθρωποι. πεφρόντικε δ’ ἀεὶ μεγάλως ὁ Ἱπποκράτης τοῦ φυλάττειν ἐῤῥωμένην τὴν τὰ ζῶα διοικοῦσαν δύναμιν. ἐάν τε οὖν κατὰ τὸν ἑνικὸν ἀριθμὸν εἴπωμεν δύναμιν ἄν τε κατὰ τὸν πληθυντικὸν δυνάμεις οὐ διοίσει. καὶ τοῦτο κατὰ τὸ περὶ τῆς τροφῆς αὐτὸς εἶπε, δύναμις μία καὶ οὐ μία, κατὰ μὲν τὸ γένος δηλονότι ἐμφαίνων μίαν εἶναι τὴν δύναμιν, ἰδέας δὲ πλείους ἔχειν.
17. Ὅκου ἂν τροφὴ παρὰ φύσιν πλείων εἰσέλθῃ, τοῦτο νόσον ποιέει, δηλοῖ δὲ καὶ ἡ ἴησις.
Ὃ καθ’ ἕτερον ἀφορισμὸν ἔφη καθόλου, τοῦτο νῦν ἐφ’ ἑνὸς εἴδους διδάσκει. καθόλου μὲν γάρ ἐστιν ὁ τοιοῦτος λόγος, οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν ὅ τι ἂν μᾶλλον τῆς φύσεως ᾖ. ὁ δὲ νῦν ἡμῖν προκείμενος
ἂν ἐπὶ τῇ κενώσει τοῦ περιττοῦ τὸ λοιπὸν δύνηται γίνεσθαι χρηστόν. ὁποῖον γὰρ κατὰ τοὺς ὀξυνομένους οἴνους συμβέβηκε, τοιοῦτόν τι καὶ κατὰ τὴν ἀλλοίωσιν τοῦ αἵματος. ἔστι δὲ τὸ συμβαῖνον ἐπὶ τῶν οἴνων τοιόνδε. τελέως μὲν ὀξεῖς γενηθέντες οὐκέτ’ εἰς τὴν τοῦ οἴνου φύσιν ἐπανέρχονται, βραχεῖαν δέ τινα ποιησάμενοι ῥοπὴν ὡς ὀξύνεσθαι μὲν, ὄξος δ’ οὐδέπω γεγονέναι, πολλοὶ πολλάκις ἀνεκτήσαντο τὴν πρότερον φύσιν. οὕτως ἔχει κἀπὶ τοῦ αἵματος· καὶ γὰρ καὶ τοῦτο μεγάλης μὲν τῆς διαφθορᾶς γενομένης οὐκέτ’ ἐπανέρχεται πρὸς τὸ κατὰ φύσιν, ἐπὶ βραχὺ δὲ συμβάσης, ἐπειδὰν τὸ περιττὸν ἀποκενωθῇ τὸ κατάλοιπον ἀνακτᾶται τὴν ἑαυτοῦ φύσιν, καὶ δὴ καὶ καλεῖν ἔθος ἐστὶ τὴν τοιαύτην διάθεσιν οὐ διαφθορὰν, ἀλλὰ πλῆθος, ἐκείνης, ὡς ἔφην, μόνης ὀνομαζομένης διαφθορᾶς, ἥτις ἂν οὕτως ἀξιόλογον ἔχῃ τὴν τὸ παρὰ φύσιν ἐκτροπὴν, ὡς μηκέθ’ ὑπὸ φύσεως δύνασθαι πεττομένης χρηστὸς γίνεσθαι χυμός.
18. Τῶν τρεφόντων ἀθρόως καὶ ταχέως ταχεῖαι καὶ αἱ διαχωρήσιες γίνονται.
Ταχέως μὲν τρέφειν ἀκουστέον εἰρῆσθαι πρὸς αὐτοῦ τὰ μετ’ ὀλίγον χρόνον τῆς προσφορᾶς εὐθέως τρέφοντα κατά γε τὴν ἑαυτῶν φύσιν. ἐξετάζεται δ’ αὕτη κατά γε τοὺς ἀμέμπτως ὑγιαίνοντας. ἀθρόως δὲ τὰ μετὰ τὸ ἄρξασθαι τρέφειν ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τὴν ἐξ αὐτῶν τροφὴν δίδονται τῷ σώματι. τὰ τοιαῦτα οὖν, ὅσον ἐπὶ τοῦτο μόνον τῷ τρέφειν ἀθρόως καὶ διαχωρηθήσεται ταχέως. εἰ δ’ ἤτοι δριμύτης τις αὐτοῖς ἐρεθίζουσα πρὸς ἀπόκρισιν ἢ γλισχρότης ὑπάρχει, δι’ ἣν ἐπὶ πλέον κατέχεται, τὰ μὲν θᾶττον κατὰ τὴν διαχώρησιν ὁρμήσει, τὰ δὲ βραδύτερον. τάχιστα μὲν οὖν καὶ ἀθροώτατα οἶνος τρέφει, βραδύτατα δὲ καὶ κατὰ βραχὺ βόειον κρέας καὶ κοχλίαι καὶ σπόνδυλοι θαλάττιοι καὶ ἀκρίδες καὶ κάραβοι καὶ ἀστακοὶ, καὶ συνελόντι
βιβλίον, ἔνθα φησίν· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος, ὅπερ ἀληθέστατον μέν ἐστιν, οὐ μὴν οἰκείως ἀκούσεσθαί τε δοκεῖ τῇ τῆς διαχωρήσεως προσηγορίᾳ. λέγεται γὰρ αὐτὴ μᾶλλον ἐπὶ τῆς κατὰ γαστέρα μόνον, δυνατόν γε μὴν κἀπὶ τῶν καθ’ ὅλον ἀκούειν αὐτὴν τὸ σῶμα. διαφέρει γὰρ ἢ ὑποχώρησιν ἢ διαχώρησιν εἰπεῖν. ἡ μὲν οὖν ὑποχώρησις ἐπὶ τῶν κατὰ τὴν γαστέρα μόνον λέγεται, κοινὸν δ’ ἀμφοῖν τὸ τῆς διαχωρήσεως ὑπάρχειν ἐγχωρεῖ ὄνομα. τὰ μὲν οὖν χοίρεια κρέα καὶ ὅσα γλίσχρους καὶ παχεῖς ἔχει τοὺς χυμοὺς, ἐν χρόνῳ ποιεῖται τὴν ἐξ ὅλου τοῦ σώματος διαπνοήν· λάχανα δὲ καὶ τῶν ἰχθύων οἱ πετραῖοι καὶ ἁπλῶς ὅσα λεπτὸν ἔχει τὸν ἀναδιδόμενον χυμὸν, ἐν μὲν τῷ τάχει τῆς ἀναδόσεως καὶ τῆς προσθέσεως πλεονεκτεῖ, μόνιμον δ’ οὐκ ἔχει τὴν φύσιν, ἀλλὰ διαπνεῖται ῥᾳδίως.
19. Τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προσαγορεύσιες οὔτε τοῦ θανάτου οὔτε τῆς ὑγείας.
Τὰ ὀξέα νοσήματα πρὸς τὸ κρίνεσθαι ταχέως εὐθέως καὶ μέγεθος ἔχει· τοὺς γὰρ ἐφημέρους πυρετοὺς καίτοι ταχέως παυομένους οὐ καλοῦσιν ὀξέα νοσήματα. διττὴ δέ ἐστιν ἡ τῶν ὀξέων νοσημάτων φύσις· ἢ γὰρ ἐπὶ χυμοῖς μόνοις θερμοῖς οὐδένα τόπον ἐγκατειληφόσιν, ἀλλ’ ὁμοτίμως ἐν ἅπασι τοῦ ζώου τοῖς μέρεσι γίγνεσθαι πεφυκόσιν ἢ τόπου τινὸς πεπονθότος, ὡς ἐν πλευρίτιδι καὶ περιπνευμονίᾳ καὶ κυνάγχῃ. καὶ οἵ γε πυρετοὶ τοὐπίπαν οἷον συνεχεῖς εἰσιν ἐν τοῖς ὀξέσι νοσήμασι. σπάνια γὰρ τὰ χωρὶς πυρετῶν, ὁποία ἐστὶ καὶ ἡ ἀποπληξία. τὰ δὲ χρόνια νοσήματα διὰ χυμοὺς γίνεται παχεῖς καὶ γλίσχρους καὶ ψυχροὺς, οὔτε πεφθῆναι ῥᾳδίως δυναμένους, ἐμπλαττομένους τε καὶ σφηνουμένους ἐν τοῖς πεπονθόσι μορίοις, ὥστε καὶ σκιῤῥώδεις
αὐτὰ χυμῶν τῇ φύσει καὶ διὰ τὸ μεταῤῥεῖν ἐνίοτε τὸν λυποῦντα χυμὸν ἐξ ἑτέρων εἰς ἕτερα.
20. Ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται. ὁκόσοισι δὲ νέοισιν ἐοῦσιν αἱ κοιλίαι ξηραὶ εἰσι, τουτέοισιν ἀπογηράσκουσιν ὑγραίνονται.
Ὅτι μὲν ὡς τὸ πολὺ τοῦτο γίνεται καὶ οὐ διὰ παντὸς ἐδήλωσεν αὐτὸς ἐν τοῖς κατωτέρω γράψας τόνδε τὸν ἀφορισμὸν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι νέοι μὲν ἐόντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, εἰς δὲ τὸ γῆρος χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ πολὺ τοῖσιν ἀπογηράσκουσιν. ἀκουστέον δέ ἐστι ξηρᾶς καὶ ὑγρᾶς κοιλίας οὐχ ἁπλῶς, ἀλλ’ ἐπὶ τοῖς αὐτοῖς διαιτήμασιν. εἰ γάρ
τῆς ἀναδόσεως ἀφικομένης ὑγρὰ γίνεσθαι τὰ διαχωρήματα. ταῦτ’ ἐν τῷ παρόντι περὶ τῆς αἰτίας εἰρήσθω μοι τῶν ἐν ταῖς ἡλικίαις μεταβολῶν, ὅσα ἴσχουσι διὰ ξηρότητα καὶ ὑγρότητα γαστρὸς, ἀσαφῆ διὰ βραχυλογίαν ἐσόμενα τοῖς μὴ προγεγυμνασμένοις ἐν οἶς ὑπομνήμασιν· ἀλλ’ ὕστερόν ποτε δι’ ἑνὸς ὅλου βιβλίου σαφέστερον ὑπὲρ τῶν αὐτῶν εἰρήσεται. πρὸς μέντοι τὴν ἐν τῇ τέχνῃ χρείαν ἱκανὸν καὶ τοῦτο μόνον ἐπίστασθαι, τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἄνευ τοῦ προσκεῖσθαι τὴν αἰτίαν.
21. Λιμὸν θώρηξις λύει.
Θώρηξιν οἴνου πόσιν αὐτὸς εἴωθεν ὀνομάζειν. ἐν γοῦν τῷ περὶ φύσεως ἀνθρώπου καὶ διαίτης ὧδέ πως ἔγραψε· φανερὸν γὰρ δὴ ὅτι τὰ διαιτήματα ἑκάστου ἡμῶν οὐκ αἴτιά ἐστιν. ὅτι δ’ ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν
πέφυκεν ὁ εἰρημένος οἶνος, εἰκότως παύει τὰς κυνώδεις ὀρέξεις. ὅσοι δ’ ἡγοῦνται τὸν καλούμενον βούλιμον εἰρῆσθαι λιμὸν νῦν ὑφ’ Ἱπποκράτους, ἀλογώτερόν μοι δοκοῦσιν ἀκούειν τοῦ λόγου, πρῶτον μὲν ἀντὶ γενικοῦ τε καὶ καθόλου ποιοῦντες εἰδικόν τε καὶ κατὰ μέρος, εἶτα καὶ ψευδόμενοι. κατάπτωσις γάρ ἐστι δυνάμεως ὑπὸ τῆς ἔξωθεν ψύξεως ὁ βούλιμος, ἀρξάμενος μὲν ἀπὸ πείνης, οὐκ ἔτι δ’ ἔχων αὐτὴν συνοῦσαν.
22. Ἀπὸ πλησμονῆς ὁκόσα ἂν νοσήματα γένηται, κένωσις ἰῆται καὶ ὁκόσα ἀπὸ κενώσιος πλησμονὴ καὶ τῶν ἄλλων ἡ ὑπεναντίωσις.
Οὐκ εἴ τι γινόμενον ὑπὸ πλησμονῆς οὐδὲ οὐκέτι οὔσης αὐτῆς, εἴ τι μένοι, τοῦτο ἰάσεται κένωσις. ἀλλ’ ὅσα κατὰ τὸν αὐτὸν γίνεται χρόνον ἐπιχειροῦμεν ἰᾶσθαι, κενώσεως
ἐλέγοντο. ἐνίοτε δὲ οὐκ ἰάματα προσαγορεύουσιν, ἀλλὰ προφυλακτικὰ τῆς μελλούσης ἔσεσθαι λύττης.
23. Τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι.
Τὰ ὀξέα νοσήματα μεγάλα τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγόμενα διὰ ταχέων. εἰκότως οὖν ἐν ὀλίγῳ χρόνῳ καὶ τὰς μεταβολὰς ποιεῖται μεγάλας, ὅπερ ταὐτόν ἐστι τῷ κρίνεσθαι. τὰς γοῦν τοιαύτας μεταβολὰς, ὅταν ἀθρόως ἐν νόσῳ γενηθῶσιν, αὐτὸς ὁ Ἱπποκράτης ὀνομάζει κρίσεις, ἐνίοτε μὲν ἀθρόως ὑγιαζομένων τῶν νοσούντων ἢ ἀποθνησκόντων, ἐνίοτε δὲ μεταβολήν τινα μεγάλην ποιησαμένων ἐπὶ σωτηρίαν ἢ ὄλεθρον, οὐ μὴν παραχρῆμά γε σωθέντων ἢ ἀποθανόντων, ὥστ’ εἶναι δ΄ τὰς ὀξυῤῥόπους ἐν αὐτοῖς
δυοῖν ἑβδομάδοιν ὀξέως κινηθέντα, μηδέπω ἐξωτέρω προερχόμενα.
24. Τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος, ἑτέρης ἑβδομάδος ἡ ὀγδόη ἀρχὴ, θεωρητὴ δὲ ἡ ἑνδεκάτη. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρης ἑβδομάδος. θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη, αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης.
Ἐπιδήλους καὶ θεωρητὰς εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν ἡμέρας, ἐν αἷς τι σημεῖον φαίνεται δηλωτικὸν τῆς ἐσομένης κρίσεως ἐν ἑτέρᾳ τινὶ τῶν κρινουσῶν ἡμερῶν, ἅστινας αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τετράδα ἐποιήσατο τέμνων ἑκάστην τῶν ἑβδομάδων δίχα. τὴν μὲν οὖν πρώτην τετράδα τῆς ζ΄ ἡμέρας ἐπίδηλον εἶναί φησι τὴν ἀπὸ τῆς ἀρχῆς. ἑνδεκάτην δὲ τῆς ιδ΄, ὅτι καὶ αὐτὴ δίχα τμηθεῖσα
προσθέσεως τελευτῶσιν. αὕτη σαφῶς ἡ ῥῆσις ἐδίδαξεν ὅτι τὴν τρίτην ἑβδομάδα κατὰ συνάφειαν ἀριθμεῖ τῇ δευτέρᾳ καὶ ὅτι τὴν ιζ΄ ἐπίδηλον ποιεῖται τῆς κ΄.
25. Οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες. οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες.
Οὐ μόνον τεταρταῖοι βραχεῖς γίνονται τοῦ θέρους, ἀλλὰ καὶ τἄλλα νοσήματα διὰ τὸ χεῖσθαι περιττοὺς χυμοὺς καὶ πάντη τοῦ σώματος φέρεσθαι καὶ διαπνεῖσθαι. ἐφ’ ὧν μὲν οὖν ἡ δύναμις εἴη ῥωμαλέα κενωθέντων τῶν λυπούντων αἱ νοῦσοι παύονται. ἐφ’ ὧν δ’ ἀσθενὴς ἅμα τοῖς λυποῦσι χυμοῖς κενουμένοις καὶ αὕτη διαλύεται ὥστ’ εἰκότως οὐδὲν τῶν θερινῶν χρονίζει νοσημάτων. ὁ δ’ Ἱπποκράτης ἐπὶ
τοῦ χρονιωτάτου μόνου τὸν λόγον ἐποιήσατο, καθάπερ ἐπὶ παραδείγματος, ἐνδεικνύμενος ἐκ τούτου περὶ τῶν ἄλλων. ὥσπερ δ’ ἐν τῷ θέρει καὶ τοὺς χυμοὺς διαφορεῖσθαι καὶ τὴν δύναμιν διαλύεσθαι συμβέβηκεν, οὕτως ἐν τῷ χειμῶνι τἀναντία καὶ τοὺς χυμοὺς ἔνδον μένειν, ὥσπερ φωλεύοντας καὶ τὴν δύναμιν ἐῤῥωμένην διαμένειν. οὔτ’ οὖν λύεται τὰ νοσήματα, μενόντων τῶν ποιούντων αὐτὰ χυμῶν, οὔτ’ ἀποθνήσκουσιν οἱ κάμνοντες, ἐξαρκούσης αὐτῶν τῆς δυνάμεως.
26. Πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γίνεσθαι ἢ σπασμὸν ἐπὶ πυρετῷ.
Αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς ἑξῆς ἀφορισμοῖς ἐρεῖ τὸν σπασμὸν ἐπὶ πληρώσει γίνεσθαι καὶ κενώσει. ὅταν οὖν τινα τῶν ὑγιαινόντων ἐξαιφνῆς συμβῇ σπασθῆναι, τὸν τοιοῦτον σπασμὸν ἀναγκαῖον ἐπὶ πληρώσεως γεγονέναι. καὶ
τοίνυν πληροῦνται τὰ νεῦρα γλίσχρων καὶ ψυχρῶν χυμῶν, οἷσπερ καὶ τρέφεται, ὥστε σπασμὸν ὑπομένειν. τούτοις οὖν ὁ πυρετὸς ἐπιγενόμενος εἴωθεν ὡς τὰ πολλὰ θερμαίνειν θ’ ἅμα λεπτύνειν καὶ διαφορεῖν. εἰ δ’ ἐκ πυρετῶν διακαῶν ξηρανθῇ τὸ ὅλον σῶμα καὶ τὰ νεῦρα, κἄπειτα διὰ τὴν ξηρότητα σπασθείη, μέγιστόν τε τοῦτο κακόν ἐστι καὶ σχεδὸν ἀνίατον. ἐπειδὴ χρόνου μὲν δεῖται μακροῦ τὰ νεῦρα πρὸς τὴν ξηρότητος ἴασιν οὐκ ἀναμένει δὲ χρόνον ἡ συντονία τοῦ νοσήματος, ἀλλ’ ἐν τάχει καταλύει μὲν τὴν δύναμιν, ὀξὺν δὲ θάνατον ἐπιφέρει.
27. Τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον. τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια καὶ οὐ πάνυ τοι διαμένειν οὐδὲ χρονίζειν εἴωθεν.
Ὅλος μὲν ὁ λόγος ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ κρίσεων εἴρηται. νυνὶ δὲ ὅσον εἰς ἐξήγησιν προκειμένων ἱκανόν ἐστι λέγειν, λεχθήσεται. ὅταν εἰσβάλλῃ νόσημα σφοδρὸν, εἶτ’ ἐξαίφνης ῥᾳστωνήσει, μήτε δι’ ἱδρῶτος ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμοῤῥαγίας κενωθέντος τοῦ σώματος, ἀλλὰ μηδὲ πέψεως φανέντων σημείων, ἄπιστοι ἡγεῖται εἶναι τὴν τοιαύτην ῥᾳστώνην, ὥστ’ εἰ καὶ δυσπνοήσειεν ἀλόγως ἢ παραφρονήσειεν ἢ πυρέξειεν σφοδρώτερον ἢ καὶ μεγάλῳ ῥίγει καταληφθείη. καὶ γὰρ καὶ ταῦτά ἐστιν ἀβέβαια καὶ τοσοῦτον δεῖ χαλεπόν τι σημαίνειν, ὥστ’ ἐνίοτε κρίσιν ἀγαθὴν, ὅσον οὔπω γενησομένην καταγγέλλεται· ὅπως δὲ ταῦτα χρὴ διαγινώσκειν τε καὶ προγινώσκειν ἐν τοῖς περὶ κρίσεων εἴρηται.
28. Τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα ἢ καὶ συντήκεσθαι
μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν· τὸ μὲν γὰρ μῆκος νούσου σημαίνει, τὸ δὲ ἀσθένειαν.
Τὸ μὴ παντάπασιν ἐπιπολαίως διορισμοῦ χάριν ὁ Ἱπποκράτης προσέθηκε. εἰ γὰρ ἁπλῶς εἴρητο, τῶν πυρεσσόντων τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, μοχθηρὸν ὑπάρχειν, οὐκ ἂν ἦν ἀληθὴς ὁ λόγος. ἐγχωρεῖ γοῦν ἐν καταστάσει ψυχρᾷ διὰ πλῆθός τινα νοσοῦντα μὴ συμπίπτειν τὸ σῶμα, μηδ’ ἰσχνοῦσθαι, μικρῶν γινομένων αὐτῶν τῶν πυρετῶν, ἀλλ’ ὅταν γε μείζους ὦσι, πάμπολύ τι πλῆθος ἐνδείκνυται. τὸ δὲ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν ἐστι καὶ χωρὶς τοῦ προστεθεικέναι, τὸ μὴ παντάπασιν ἐπιπολαίως. ἄν τε γὰρ ἐπιπολαίως πυρέττωσιν ἄν τε καὶ μὴ, σημεῖον ἀσθενείας ἐστὶν ἡ παράλογος ἰσχνότης. οὐ γὰρ δὴ τὸ λεγόμενον κυρίως συντήκεσθαι νῦν εἰρῆσθαι πρὸς αὐτοῦ νομιστέον ἐστὶν, ἀλλὰ καταχρῆσθαι μᾶλλον αὐτὸν τῷ ῥήματι ἀντὶ τοῦ ἰσχνοῦσθαι. κάλλιστα δ’ εἶπεν
γὰρ ἐπιμένειν ἐπὶ τῇ πυκνώσει τοῦ δέρματος γίνεται καὶ τῷ πάχει χυμῶν καὶ διὰ τοῦτο μῆκος νόσου σημαίνει, τὸ δὲ συντήκεσθαι ποτὲ μὲν διὰ λεπτότητα χυμῶν καὶ μανότητα τοῦ δέρματος, ἔστι δ’ ὅτε καὶ διὰ μόνην ἀσθένειαν δυνάμεως.
29. Ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινεῖν, κίνει. ἀκμαζουσῶν δὲ ἡσυχίην ἄγειν βέλτιόν ἐστι.
Διὰ τί τοῦτο συνεβούλευσεν ὁ Ἱπποκράτης ἐδήλωσε κατὰ τὸν ἑξῆς ἀφορισμὸν, ὃν ἐὰν συνάψῃ τις τῷ προειρημένῳ, τὸν ὅλον λόγον ποιήσει τοιοῦτον. ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινέειν, κίνει. ἀκμαζουσῶν δὲ ἡσυχίαν ἔχειν βέλτιόν ἐστι. περὶ γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα. προσθεῖναι δ’ αὐτῷ χρὴ πάντα τὰ συμπτώματα· περὶ γὰρ τούτων
μὲν οὖν τὸ γίνεσθαι θᾶττον αὐτὰς ἄμεινον ἐν ἀρχῇ κενοῦν ὅπως ἐλάττονα τὴν ὕλην γινομένην ῥᾷον ἡ φύσις δυνηθῇ πέψαι, κατὰ δὲ τὰς ἀκμὰς, ὁπότ’ ἤδη πέττει, περιττὸν τὸ κενοῦν, διὰ τά τ’ ἄλλα καὶ τῆς ψυχικῆς δυνάμεως κεκμηκυίας τοὐπίπαν ἐν ταῖς ἀκμαῖς, εἰ καὶ ὅτι μάλιστα κατ’ ἐκεῖνον τὸν χρόνον ἡ ζωτική τε καὶ φυσικὴ δύναμις ἰσχυραὶ διαμένοιεν.
30. Περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα.
Τὰ συμπτώματα πάντα περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη φησὶν ὑπάρχειν ἀσθενέστερα, τοὺς παροξυσμοὺς δηλονότι τῶν πυρετῶν καὶ τὰς ἀγρυπνίας καὶ τὰ ἀλγήματα καὶ τὴν ἄσην καὶ τὸ δίψος, ὡς τάς γε διαθέσεις αὐτὰς, ἐφ’ αἷς ταῦτα γίνεται κατὰ τὰς ἀκμὰς ἀναγκαῖον εἶναι βελτίους ἐπὶ τῶν σωθήσεσθαι μελλόντων.
31. Τῷ ἐξ ἀῤῥωστίης εὐσιτέοντι μηδὲν ἐπιδιδόναι τὸ σῶμα μοχθηρόν.
Ἔδει καὶ τοῦτον τὸν ἀφορισμὸν καὶ τὸν ἑξῆς αὐτοῦ γεγραμμένον ἐζεῦχθαι τοῖς ἀνωτέρω γεγραμμένοις, ἡνίκα ἔλεγεν ἢν ἐκ νόσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ. κατ’ ἐκεῖνον μὲν οὖν τὸν ἀφορισμὸν ἀντὶ τῆς νῦν εἰρημένης λέξεως τῆς εὐσιτέοντι τροφὴν λαμβάνειν εἰπὼν, ἐδίδαξέ τι περὶ συμπτώματος τοῦ μὴ ἰσχύειν. ἐνταυθοῖ δὲ τὸ μὲν λαμβάνειν τὰ σιτία τὸ κοινὸν ἀμφοῖν ἐφύλαξε, τὸ σύμπτωμα δ’ ὑπήλλαξεν, ἀνάλογον ἐκείνῳ τι γράψας. τὸ γὰρ μηδὲν ἰσχύειν τῷ μηδὲν ἐπιδιδόναι τὸ σῶμα παραπλήσιόν πώς ἐστιν· ἐκεῖνο μὲν γὰρ τῆς δυνάμεως τῆς διοικούσης τὸ σῶμα· τοῦτο δ’ αὐτοῦ τοῦ σώματός ἐστι πάθημα καὶ γίνεται δηλονότι τὸ μηδὲν εἰς εὐτροφίαν ἐπιδιδόναι τὸ σῶμα,
ποτὲ μὲν διὰ τὴν τῆς τῆς τρεφούσης αὐτὸ δυνάμεως ἀῤῥωστίαν, ἔστι δ’ ὅτε καὶ διὰ μοχθηρῶν χυμῶν περιουσίαν.
32. Ὡς τὰ πολλὰ πάντες οἱ φαύλως ἔχοντες κατ’ ἀρχὰς μὲν εὐσιτέοντες καὶ μηδὲν ἐπιδιδόντες, πρὸς τῷ τέλει πάλιν ἀσιτέουσιν. οἱ δὲ κατ’ ἀρχὰς μὲν ἀσιτέοντες ἰσχυρῶς, ὕστερον δὲ εὐσιτέοντες, βέλτιον ἀπαλλάσσουσιν.
Ἔοικεν ἔτι καὶ οὗτος ὁ ἀφορισμὸς εἰρῆσθαι παρὰ τῶν ἀνακομιζομένων ἐκ νόσου. τὸ γὰρ μηδὲν ἐπιδιδόναι κατὰ τούτων εἰώθασι λέγειν οἵ τ’ ἄλλοι καὶ αὐτὸς ὁ Ἱπποκράτης. ἐὰν οὖν τις εὐσιτῶν ἐν ἀρχῇ μὴ ἀνατρέφηται, δι’ ἢν αἰτίαν τοῦτο πάσχει, διὰ ταύτην αὖθις ἔσται κακόσιτος. αἰτία δ’ ἐστὶ τοῦ κατ’ ἀρχὰς εὐσιτοῦντος μηδὲν ἐπιδιδόναι μοχθηρία μέν ὅλου τοῦ σώματος, εὐρωστία δὲ τῶν
ὀρεκτῶν μορίων. ἀλλ’ ἐν τῷ χρόνῳ διὰ τὸ πλῆθος τῆς τροφῆς αὐξηθείσης τῆς ἐν ὅλῳ τῷ σώματι μοχθηρίας βλαβήσεταί τι καὶ τὸ τῆς ὀρέξεως ὄργανον, ὥστ’ ἀνορέκτους γενέσθαι τοὺς πρότερον ὀρεγομένους. καλῶς οὖν εὐσιτέοντας ὠνόμασεν. εἰρήκει δὲ κἀν τοῖς ἔμπροσθεν ἀφορισμοῖς αὐτὸ τοῦτο κατὰ τοῦτον τὸν τρόπον. ἢν δὲ τροφὴν μὴ λαμβάνοντι γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται. τοὺς μέντοι κατ’ ἀρχὰς μὲν ἀποσίτους ἰσχυρῶς γενηθέντας, ὡς παντάπασιν ὀλίγον λαμβάνειν, ὕστερον δ’ εἰς τοὐναντίον μεταβάντας ἄμεινον ἀπαλλάττειν φησί. συμβαίνει δὲ τοῦτο εἰς τοὐναντίον πεψάσης τῆς φύσεως ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ’ ὃν ἂν ἐνδεῶς διῃτῶντο τὴν αἰτίαν τῆς ἀποσιτίας διάθεσιν.
33. Ἐν πάσῃ νούσῳ τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθὸν, τὸ δ’ ἐναντίον κακόν.
Οὔθ’ ὅταν ἀγαθόν τι εἴπῃ τῶν κατὰ τὸ σῶμα, πάντως ἡγητέον ἐπ’ αὐτῷ σωθήσεσθαι τὸν ἄνθρωπον, οὔθ’ ὅταν κακὸν, τεθνήξεσθαι πάντως. καὶ γὰρ ἀγαθὸν σημεῖον ὑπὸ μείζονος κακοῦ νικηθῆναι δυνατὸν καὶ κακὸν ὑπὸ μείζονος ἀγαθοῦ. κατὰ τὰς τοιαύτας οὖν ἀποφάσεις ἀκουστέον ἐστὶν ἐκείνου μόνου τοῦ λεγομένου. λέγεται δ’ ὅτι σημεῖον ἀγαθόν ἐστιν, ὅσον ἐφ’ ἑαυτῷ τόδε τι, κᾆτα σημεῖον κακὸν, ὅσον ἐφ’ ἑαυτῷ τόδε τι, περὶ δὲ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ τεθνήξεσθαι, πάντων τῶν σημείων τὰς δυνάμεις ἐκλογισαμένων οὕτω χρὴ ποιεῖσθαι τὴν ἀπόφασιν, ὡς κἀν τῷ προγνωστικῷ συνεβούλευσεν αὐτός. οὕτως οὖν καὶ νῦν τό τ’ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ τὸ τὴν ὄρεξιν διαμένειν ἀγαθὰ σημεῖα κατὰ πάσας τὰς νόσους. ἔνια γὰρ οὐκ ἐν ἁπάσαις ἐστὶν ἀγαθὰ, καθάπερ καὶ αὐτὸς εἴωθεν ἐπισημαίνεσθαι λέγων, εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην, ἐν πᾶσι τοῖς ὀξέσι νοσήμασιν. ὅτι δὲ τὸ τὴν διάνοιαν ἐῤῥῶσθαι σημεῖον ἀγαθόν ἐστιν ἐντεῦθεν γνώσῃ. τὰ περὶ τὸν ἐγκέφαλόν τε
καὶ τοὺς μήνιγγας, ἔτι δὲ νωτιαῖον μυελὸν καὶ διάφραγμα καὶ ὅλως τὰ νευρώδη μόρια καὶ μάλισθ’ ὅσα πλησίον ἐγκεφάλου ἐστὶ, πάντως ὑγιεινὰ σημαίνεται τῆς διανοίας ἐῤῥωμένης. ὥσπερ γε καὶ τὰ κατὰ γαστέρα τε καὶ ἧπαρ αὐτήν τε τὴν καρδίαν, ὅταν ἕτοιμοι πρὸς τὰς τῶν σιτίων ὦσι προσφοράς. πάντων δὲ τούτων ἐῤῥωμένων οὐ μικρὰ τῷ κάμνοντι τῆς σωτηρίας ἐλπίς.
34. Ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἶσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ τῆς ἕξιος καὶ τῆς ὥρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἶσιν ἂν μὴ οἰκειότατά τι τουτέων.
Τῆς φύσεως πολλαχῶς λεγομένης ἀκουστέον νῦν ἐστιν αὐτῆς κατ’ ἐκεῖνο τὸ σημαινόμενον, ᾧ κέχρηται αὐτὸς, ἐν ἑτέροις πολλοῖς καὶ καθ’ ὅλον γε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἐν ᾧ τὴν ἐκ τῶν πρώτων στοιχείων κρᾶσιν ὀνομάζει
καὶ τὸ μηδ’ ἁπλῶς εἰρῆσθαι τοὺς πρεσβυτέρους, ἀλλὰ μετὰ τοῦ σφόδρα, πάντα γὰρ ἐκείνοις ἐστὶ κινδυνώδη διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ τὸ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν γεγραμμένον, καὶ μάλιστα ἔθνησκον οἷς ἕῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, ἐναντιοῦται τοῖς εἰρημένοις. οὐ γὰρ τὴν ἐκ τῶν στοιχείων κρᾶσιν εἴρηκε νῦν, ἀλλὰ τὴν τοῦ σώματος ἰδέαν. ἔστιν ὅτε γὰρ ὀνομάζουσι φύσιν καὶ ταύτην. καὶ ὥσπερ ἀληθές ἐστι τὴν θερμὴν κρᾶσιν ἧττον ἐν τοῖς θερμοῖς κινδυνεύειν νοσήμασιν, οὕτως καὶ τοὺς στενοθώρακας οὐ μόνον μᾶλλον ἁλίσκεσθαι ὑπὸ φθίσεως, ἀλλὰ καὶ κινδυνεύειν ἁλόντας. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς, ὑπὸ τῶν τοιούτων πιθανῶν ἀπατηθέντες, οἰκεῖον νόσημά τι τῇ τοῦ κάμνοντος φύσει τὸ κατὰ τὴν κρᾶσιν ἐναντίον ἔφασαν, ὡς εἰ καὶ ἐπιτήδειον εἴρηται, πάμπολυ καὶ τῆς τῶν πραγμάτων ἀληθείας καὶ τῆς Ἱπποκράτους γνώμης ἁμαρτάνοντες, ὡς δέδεικται.
35. Ἐν πάσῃσι νούσοισι τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον πάχος ἔχειν βέλτιόν ἐστι. τὸ δὲ σφόδρα λεπτὸν καὶ ἐκτετηκὸς μοχθηρόν. ἐπισφαλὲς δὲ τὸ τοιοῦτον καὶ πρὸς τὰς κάτω καθάρσιας.
Ὅτι μὲν ἔξω εἶναι χρὴ πάσης διαθέσεως τῆς παρὰ φύσιν ἅπαντα τὰ κατ’ ἐπιγάστριον χωρία πρόδηλόν ἐστι. καὶ λέλεκται κατὰ τὸ προγνωστικὸν, ἔνθα φησὶν ὑποχόνδριον ἄριστον μὲν ἀνώδυνόν τε εἶναι καὶ μαλθακὸν καὶ ὁμαλόν. ἀλλὰ καὶ τούτων αὐτῶν ἐστι τὰ μὲν ἰσχνότερα, τὰ δὲ παχύτερα, περὶ ὧν νῦν τὸν λόγον ποιεῖται, ὅσα μὲν παχύτερα, βελτίω ταῦτ’ εἶναι λέγων, ὅσα δὲ ἰσχνὰ, μοχθηρὰ καὶ ὡς σημεῖα δηλονότι καὶ ὡς αἴτια. ὡς σημεῖα μὲν γάρ εἰσι τῆς ἐν τοῖς ἐκτετηκόσι μορίοις ἀσθενείας, ὡς αἴτια δὲ τοῦ μηδὲ πέττεσθαι καλῶς ἐν τῇ γαστρὶ τὰ σιτία, μηδ’ αἱματοῦσθαι κατὰ τὸ ἧπαρ. ἄμφω γὰρ ταῦτα πάντα τὰ μόρια
πρὸς τοῦ πάχους τῶν εἰρημένων σωμάτων ὠφελεῖται θαλπόμενα. τοσούτων οὖν εἰκός ἐστιν ἐκτακέντων αὐτῶν βλάπτεσθαι τὰς ἐνεργείας, ὅσον ὑγιαινόντων ὠφελοῦνται. ὅτι δὲ ἡ λεπτότης τῶν εἰρημένων μερῶν καὶ πρὸς τὰς κάτω καθάρσεις ἐπισφαλής ἐστι πρόδηλον. ἰσχυρὰ γὰρ δεῖ εἶναι πάντα τὰ κάτω τοῦ θώρακος μόρια πρὸς τῷ καλῶς ὑπηρετεῖν ταῖς καθάρσεσιν· εἰ δὲ μὴ, μεγάλαις περιπίπτειν βλάβαις. διὰ τί δὲ μόνας εἶπε τὰς κάτω καθάρσεις ἄξιον ζητῆσαι. καὶ γὰρ αἱ ἄνω, τουτέστιν αἱ δι’ ἐμέτων, ἐπισφαλεῖς εἰσι τοῖς οὕτω διακειμένοις. ἢ ταύτας μὲν ὡς σαφεῖς παρέλιπεν, ἐκείνων δ’ ὡς ἀσαφεστέρων ἐμνημόνευσεν; ἦτρον δὲ ἰδίως ὀνομάζει τὸ κάτω χωρίον τῆς γαστρὸς, ὅσον ἐστὶ μεταξὺ τοῦ αἰδοίου καὶ τοῦ ὀμφαλοῦ. ὡς εἰς τρία ταῦτα διαιρεῖσθαι τὸ σύμπαν ἐπιγάστριον, ὑποχόνδριον, τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον.
36. Οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα ἐν τῇσιν φαρμακείῃσι καθαιρόμενοι ἐκλύονται ταχέως οἱ πονηρᾷ τροφῇ χρεέμενοι.
Οἱ μὲν ὑγιεινῶς ἔχοντες τὰ σώματα δεόντως ἐν ταῖς φαρμακείαις ἐκλύονται ταχέως· συντήκονται γὰρ, οὐ καθαίρονται. οἱ πονηρᾷ δὲ τροφῇ χρώμενοι διὰ τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐκλύονται ῥᾳδίως ἐπὶ ταῖς καθάρσεσιν. εἴτε δὲ τὴν ἔξωθεν εἰσφερομένην τροφὴν τῷ σώματι, εἴτε τὴν ἐν αὐτῷ περισχομένην εἴρηκε μοχθηρίαν, ἑκάτερος ἀληθὴς ὁ λόγος, ἐπειδὴ καὶ τὰ μοχθηρὰ σιτία μοχθηρὸν εἴωθεν αἷμα γεννᾷν. οὕτως οὖν καὶ λέγεται μοχθηρὰ τῆς ἀναφορᾶς γενομένης, ἐπὶ τὸ γενηθησόμενον ἐξ αὐτοῦ αἷμα.
37. Οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες.
Οὐ τοὺς ὁτιοῦν φάρμακον προσφερομένους φαρμακεύεσθαι λέγειν εἴωθεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐπὶ μόνων τῶν καθαιρόντων τούτῳ χρῆται τῷ ῥήματι. ὁ μὲν οὖν προγεγραμμένος ἀφορισμὸς ἓν τῶν προσγινομένων αὐτοῖς ἐδήλωσε σύμπτωμα. ἐκλύεσθαι γὰρ ἔφη ταχέως ἐν ταῖς καθάρσεσι τοὺς ὑγιεινῶς ἔχοντας. ἐν τῇ δὲ γενικωτέρᾳ λέξει περὶ τῶν αὐτῶν ἀπεφῄνατο, λέγων αὐτοὺς ἐργῶδες εἶναι φαρμακεύεσθαι· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται καὶ δυσχερῶς αὐτοῖς ἡ κάθαρσις προχωρεῖ καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται. γίνεται δὲ ταῦτα πάντα καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν χυμὸν ἐφιεμένου, ἤτοι τὴν ξανθὴν ἢ τὴν μέλαιναν χολὴν ἢ τὸ φλέγμα ἢ τὸ ὑδατῶδες περίττωμα.
τῷ δ’ ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συντήκει, ἵν’ ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.
38. Τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ τῶν βελτιόνων μὲν, ἀηδεστέρων δὲ μᾶλλον αἱρετέον.
Οὐ διὰ τὸ κεχαρισμένον μόνον τῷ κάμνοντι τοῦτο ποιητέον, ἀλλὰ καὶ ὡς ὠφελιμώτερον αὐτῷ γενησόμενον. ὅσα γὰρ ἂν ἡδέως προσενεγκώμεθα, περιστέλλεσθαι τούτοις ἡ γαστὴρ εἴωθε καὶ πέττειν μᾶλλον αὐτὰ ῥᾳδίως. ἀποχωρεῖν δὲ ἀπὸ τῶν ἀηδῶν ὡς ἤτοι ναυτίας ἐπιφέρειν ἢ πνευματώσεις ἢ κλύδωνας. ὅπερ οὖν ἐπὶ τῶν πλείστων καὶ εὐχύμων ὄντων γίνεται, ὅταν ᾖ μικρῷ χεῖρον, ἐπὶ τῶν ἡδέως λαμβανόντων οὐ μόνον οὐκέτι χεῖρον, ἀλλ’ ἐνίοτε καὶ βέλτιον γίνεται.
39. Οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πολλὰ νοσέουσιν ἧσσον, ὁκόσα δ’ ἂν αὐτέοισι χρόνια νοσήματα γένηται, τὰ πολλὰ ξυναποθνήσκουσιν.
Οἱ πρεσβῦται τῶν νέων οὐ πάντες ἧσσον νοσοῦσιν, οὐδὲ γὰρ ἅπαντες ἐγκρατέστερον διαιτῶνται. ὅσοις δ’ οὐχ ὑπάρχει τοῦτο, μᾶλλον νοσοῦσιν ἀσθενέστεροι τῶν νέων ὄντες. ὅτι δ’ αὐτοῖς πάμπολλα τῶν χρονίων νοσημάτων συναποθνήσκει πρόδηλον, εἴ γε καὶ ἡ δύναμις ἀσθενὴς, ὡς μήτε πέττειν ἔτι δύνασθαι ῥᾳδίως τὰς νόσους καὶ ψυχρὰ πάντα ἐστὶ τὰ χρόνια νοσήματα, διὸ καὶ μᾶλλον γέρουσιν ἢ νεωτέροις γίνεται. τοῖς γὰρ οἰκείοις νοσήμασιν ἑαλωτότεροι πάντες.
40. Βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται.
Ἐὰν συνάψωμεν ἀλλήλοις τοὺς ἀφορισμοὺς, ἑκατέρου ὁ λόγος ἔσται τοιοῦτος. οἱ πρεσβύτεροι τῶν νέων τὰ μὲν πλεῖστα νοσοῦσιν ἧττον, ὅσα δ’ αὐτοῖς χρόνια νοσήματα γίνεται, τὰ πολλὰ συναποθνήσκει. βράγχοι γοῦν καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται, ὥστε οἷόν τι παράδειγμα τὸν ἀφορισμὸν εἶναι τοῦτον τοῦ προγεγραμμένου. συναποθνήσκει γὰρ οὐ ταῦτα μόνον τοῖς πρεσβυτέροις, ἀλλὰ καὶ νεφρῖτις καὶ ποδάγρα καὶ ἀρθρῖτις καὶ ἰσχιὰς, αἵ τε περὶ κῶλον ἢ σπλῆνα διαθέσεις ψυχραὶ καὶ πρὸς ταύταις ἄσθματα, βῆχες, κυρτώσεις, λορδώσεις, σκολιώσεις, ὅσα τ’ ἄλλα διὰ τοὺς ψυχροὺς γεννᾶται χυμοὺς, οὓς καὶ τῶν ἀκμαζόντων τισὶ, μὴ ὅτι πρεσβύταις χαλεπὸν ἐκπεφθῆναι.
41. Οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφάσιος ἐξαπίνης τελευτῶσιν.
Οὐ πάντες οἱ ἐκλυόμενοι ἐξαίφνης τελευτῶσιν, ἀλλ’ εἰ προσθείης αὐτοῖς διορισμοὺς τρεῖς, ἕνα μὲν καὶ πρῶτον, ἵνα πολλάκις τοῦτο πάσχωσι, δεύτερον δὲ ἵνα ἰσχυρῶς καὶ τρίτον ἄνευ φανερᾶς αἰτίας. ἐπεὶ γυνή τις ἐπὶ πλεῖστον ἐν τῷ βαλανείῳ διατρίβουσα χρόνον συνεχῶς ἐξελύετο, διὰ τὸ μῆκος τοῦ χρόνου καὶ ὅτι τὸ βαλανεῖον ὡς τὰ πολλὰ μοχθηροῖς ὑπεκαίετο ξύλοις. ἀλλ’ οὐ νοσήματός που τοῦτο σημεῖον, ἐπὶ φανερᾷ προφάσει γινόμενον. ἑτέρα δὲ καὶ ὑστερικοῖς ἐνοχλουμένη παθήμασιν ἔπασχε τοῦτο· καί τις ἄλλος εἰ ἐπὶ πλέον ἀσιτήσας ἔτυχεν, ἐξελύετο λυομένη. ἄλλος δὲ εἰ μὴ προὔλαβεν ἄρτου τι, τοῦτ’ ἔπασχεν, εἰ καὶ καθ’ ὥραν ἐλούετο. τοῖς τοιούτοις μὲν οὖν ἢ ἀσθενὲς ἢ αἰσθητικὸν ἱκανῶς ἐστι τὸ τῆς γαστρὸς στόμα. ὅσαι δὲ διὰ μηδὲν τούτων ἐκλύονται πολλάκις καὶ ἰσχυρῶς, οὗτοι δι’ ἀῤῥωστίαν τῆς ψυχικῆς δυνάμεως τοῦτο πάσχουσιν, ὥσπερ κἀκεῖνος, ᾧ μετὰ τῆς ἐκλύσεως παλμὸς ἐγένετο τῆς
καρδίας ἰσχυρὸς, ἀπέθανεν ἐξαίφνης ὥσπερ οἱ ταῖς ὀξυτάταις ἁλισκόμενοι καρδιακαῖς συγκοπαῖς.
42. Ἀποπληξίην ἰσχυρὴν λύειν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον.
Ἐν ταῖς ἀποπληξίαις ἐξαίφνης ἀναίσθητοί τε καὶ ἀκίνητοι γίνονται πᾶν τὸ σῶμα, πλὴν μόνης τῆς ἀναπνοῆς, ὡς εἴ γε καὶ αὕτη κωλυθῇ, ἡ μεγίστη τέ ἐστιν ἥδε καὶ ὀξυτάτη τῶν ἀποπληξιῶν. ὅσοι δ’ ἀναπνέουσι μὲν, ἀλλὰ μετὰ βίας σφοδροτάτης, ἰσχυρὰ τούτοις ἐστὶν ἡ ἀποπληξία. ἰσχυρὰ δὲ καὶ τοῖς τοιούτοις, ἀλλ’ ἧττον ὅσοι χωρὶς μὲν συντονίας καὶ βίας ἀνώμαλόν τε καὶ ἄτακτον, ἔτι δὲ διαλείπουσαν ἔχουσιν τὴν ἀναπνοήν. ὡς ἐφ’ ὧν γε διασώζει τινὰ τάξιν, ἀσθενὴς ἡ τοιαύτη, καὶ πράττων ἃ χρὴ πάντα, τάχα ἂν αὐτὴν ἰάσαιο. πᾶσαι μὲν οὖν αἱ ἀποπληξίαι γίνονται
καὶ τῶν ἄλλως ἐν πυρετῷ ἀσθενῆ τὴν δύναμιν ἐχόντων δι’ αὐτό γε τοῦτο καὶ κινεῖν ἀναγκάζονται πάντες ἑαυτοὺς εἰς ἓν ἀξιόλογον κεφάλαιον, τὴν ἐξ ἁπάντων ἐνέργειαν ἀθροίζοντες.
43. Τῶν ἀπαγχομένων καὶ καταλυομένων, μήπω δὲ τεθνηκότων οὐκ ἀναφέρουσιν οἷσιν ἂν ἀφρὸς ᾖ περὶ τὸ στόμα.
Πᾶσα μὲν ἀφροῦ γένεσις ἐκ μίξεως ἀποτελεῖται δυοῖν οὐσιῶν, τῆς μὲν ἑτέρας πνευματικῆς, ὑγρᾶς δὲ τῆς ἑτέρας. γίνεται δ’ ἡ μίξις αὐτῶν εἰς πολλὰ θραυσθείσης ἑκατέρας καὶ πολλὰς ἐν τῇ συμπλοκῇ σμικρὰς πομφόλυγας ἐργαζομένων. ὅταν δὲ ᾖ γλίσχρον τῇ συστάσει τὸ καταθραυσθὲν ὑγρὸν, οὗ περιπλεκομένου τῷ πνεύματι τὰς πομφόλυγας γενηθῆναι συμβῇ, δύσλυτός τε καὶ μόνιμος ὁ ἀφρὸς γίνεται, οἷον μάλιστα τοῖς δραμοῦσιν ἵπποις ἢ τοῖς θυμωθεῖσι
ἀναγωγαῖς. ὀλέθριον οὖν τοῦτο τὸ σημεῖόν ἐστιν, ἐπειδὴ τῆς βίας τοῦ πνεύμονός ἐστι δηλωτικὸν, ἣν πάσχει πνιγομένου τοῦ ζώου. μάλιστα δ’ εἰκὸς αὐτῷ γίνεσθαι τοῦτο διὰ τὴν ἐκ τῆς καρδίας εἰς αὐτὸν ὠθουμένην θερμασίαν, ὥστε καὶ τῇ ζέσει τοῦ θερμοῦ καὶ τῇ τοῦ πνεύματος βιαίᾳ κινήσει καὶ τῇ σφοδρᾷ τοῦ πνεύμονος συντονίᾳ, τῆς ἀναγωγῆς γενομένης τοῦ ἀφροῦ, θανατῶδες τὸ σημεῖον. ἔνιοί γε μὴν ἐν τῷ σπανίῳ τῶν ἀπαγχομένων ἀπήνεγκαν, ἀφροῦ φανέντος περὶ τὸ στόμα· καὶ ἴσως ὁ Ἱπποκράτης οὐχ ὡς διὰ παντὸς ἀπολλυμένων, ἀλλ’ ὅτι τοὐναντίον σπανιώτατα, οὕτως ἀπεφήνατο, καθάπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυτο, ἔνθα φησὶ κατὰ τὸν ἀφορισμόν· ὁκόσοισι νέοισιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται. τὸ γὰρ ὡς τὸ πολὺ παρέλιπεν ἐνταῦθα εἰπεῖν, ἐν τοῖς κατωτέρω προσθεὶς αὐτὸ, ἔνθα φησὶν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι· ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.
44. Οἱ παχέες σφόδρα κατὰ φύσιν ταχυθάνατοι μᾶλλον γίνονται τῶν ἰσχνῶν.
Τοὺς ἐκ τῆς πρώτης ἡλικίας παχεῖς καὶ ἰσχνοὺς ἀλλήλοις παραβάλλων ἀποφαίνεται περὶ τῶν παχέων, ὡς εἰσὶ ταχυθάνατοι μᾶλλον τῶν ἰσχνῶν. ἄριστον μὲν γὰρ εὔσαρκον φῦναι, τουτέστι σύμμετρον, ὥστε μήτε παχὺν εἶναι μήτ’ ἰσχνὸν, οὕτω γὰρ ἂν δυνατὸν καὶ εἰς μακρὸν ἀφικέσθαι γῆρας. εἰ δ’ ὑπερβάλλοι τὸ σύμμετρον, ἀμείνων μὲν ἰσχνότης, μοχθηρὰ δὲ ἡ εἰς πάχος ὑπερβολή. στεναὶ γάρ εἰσι τούτων αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ διὰ τοῦτο καὶ αἷμα καὶ πνεῦμα παντελῶς ὀλίγον ἔχουσιν, ὥστ’ ἐπειδὰν προέρχωνται κατὰ τὴν ἡλικίαν, ταχέως αὐτοῖς ἐπὶ μικρᾷ προφάσει ἡ ἔμφυτος θερμασία διαφθείρεται. οἱ δ’ ἰσχνοὶ ταύτῃ μὲν οὐ κινδυνεύουσι, τῷ δὲ διαχεῖσθαι τὰ κύρια μόρια μηδὲν ἔχοντα πρόβλημα, πρὸς τῶν ἔξωθεν αἰτίων ἑτοίμως βλάπτονται. ὅσοι μέντοι ἦσαν σύμμετροι, διαίτῃ
δ’ ἀγροτέρᾳ χρησάμενοι παχεῖς ἐγένοντο, τούτοις, εἰ καὶ σαρκὸς καὶ πιμελῆς ἐπετράφη πλῆθος, ἀλλ’ εὐρεῖαι αἵ τε φλέβες εἰσὶ καὶ αἱ ἀρτηρίαι καὶ διὰ τοῦτο μείζονα ἔχουσι τὴν ἔμφυτον θερμασίαν, ἧττον εὔσβεστον.
45. Τῶν ἐπιληπτικῶν τοῖσι νέοισι ἀπαλλαγὴν αἱ μεταβολαὶ τῆς ἡλικίης καὶ τῶν χωρίων καὶ τῶν βίων ποιέουσιν.
Ἐγγὺς πῶς ἐστιν ἀποπληξίας τὸ τῆς ἐπιληψίας πάθος, ὡς ἂν τὸν πάσχοντα τόπον ἐχόντων ἀμφοῖν τὸν αὐτὸν καὶ τὸν ποιοῦντα χυμόν. ἀλλ’ ἡ μὲν ἀποπληξία διὰ παντελῆ στέρησιν τῆς ἐπιῤῥεούσης δυνάμεως τοῖς νεύροις, ἡ δ’ ἐπιληψία διὰ πλημμελῆ κίνησιν γίνεται. ψυχρὸς δ’ ἐστὶν ἀμφοῖν καὶ παχὺς χυμός. καὶ διὰ τοῦθ’ ἡ τῶν νεανίσκων ἡλικία ξηρὰ καὶ θερμὴ τὴν κρᾶσιν ὑπάρχουσα μέγιστον βοήθημα γίνεται τῶν ἐπιληπτικῶν διαθέσεων, οὕτω δὲ καὶ
τῶν χωρίων αἱ ἀνάλογοι μεταβολαί. λέγω δ’ ἀνάλογον, ὅταν εἰς ξηρότητά τε καὶ θερμότητα μεθιστῶνται. κατὰ ταὐτὰ δὲ καὶ τῶν βίων. οὐδὲ γὰρ αἱ τούτων μεταβολαὶ πᾶσαι λύουσι τὴν ἐπιληψίαν, ἀλλ’ ὅσαι θερμοτέραν καὶ ξηροτέραν ἐργάζονται τὴν τοῦ σώματος ἕξιν. ἐγχωρεῖ δὲ καὶ ἁπλῶς ἀκοῦσαι τὴν μεταβολὴν τοῦ βίου τὰς ἐπιληψίας ὠφελεῖν. ἐπειδὴ τοὐπίπαν ἡ μοχθηρὰ δίαιτα γεννᾷ τὸ πάθος, ὥσθ’ ἡ μεταβολὴ πάνυ ἐπὶ τὸ βέλτιον ἄγει.
46. Δύο πόνων ἅμα γιγνομένων μὴ κατὰ τὸν αὐτὸν τόπον ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον.
Εἰ μὲν ἀκριβῶς ἀκούει τις τὸν αὐτὸν τόπον, οὐδέποτε δύο δύνανται πόνοι γίνεσθαι κατὰ τὸν αὐτόν. εἰ δ’ ἐν πλάτει, δυνατόν. λέγω δ’ ἐν πλάτει περὶ μόριον μεῖζον, οἷον ἢ περὶ βραχίονα ἢ πῆχυν ἢ μηρὸν ἢ κνήμην. ἀλλ’ οὗτοί γε οἱ πόνοι συναύξουσιν ἀλλήλοις τὴν ἀνίαν τοῦ
μορίου, μηδ’ ἑτέρου τὸν κάμνοντα διαλανθάνοντος. εἰ δ’ ἐν διαφόροις τόποις εἶεν, ὁ μὲν εἰ τύχῃ κατὰ τὸν πῆχυν, ὁ ἐν τῇ κνήμῃ. συμβαίνει τηνικαῦτα πρὸς τοῦ σφοδροτέρου τὸν ἕτερον ἀμαυροῦσθαι, τῆς αἰσθητικῆς δυνάμεως ὅλης ἐπὶ τὸ σφοδρότερον ἀπαγομένης τε καὶ περιελκομένης. τοῦτο γὰρ ἡμῖν καὶ κατὰ τὰς λύπας εἴωθε συμβαίνειν, οὔσας καὶ αὐτὰς οἷον ἀλγήματά τινα τῆς ψυχῆς ἄνευ τοῦ σώματος. κατακρύπτουσι γὰρ οὖν ἐν αὐταῖς αἱ σφοδρότεραι τὰς ἐλάσσους, ὅταν γε μὴ περὶ ἑνὸς γίνονται πράγματος· εἰ δὲ μή γε, ἀλλήλας κἀκεῖναι συναύξουσιν.
47. Περὶ τὰς γενέσιας τοῦ πύου, οἱ πόνοι καὶ οἱ πυρετοὶ ξυμβαίνουσι μᾶλλον ἢ γενομένου.
Τὸ πῦον ἐξ αἵματος γίνεται, μεταβάλλοντος εἰς ἡμιμόχθηρον, ὡς ἂν εἴπῃ τις μεταβολήν. ἡ μὲν γὰρ ἁπλῶς
μοχθηρὰ μετὰ σηπεδόνος ἀποτελεῖται δυσώδους, ὥσπερ καὶ ἡ ἁπλῶς χρηστὴ θρέψις ἐστὶ τῶν τοῦ ζώου μορίων· ἡ δὲ τὸ πῦον ἐργαζομένη μεταξὺ τούτων ἐστὶν, οὔθ’ ὑπὸ τῆς παρὰ φύσιν μόνης οὔθ’ ὑπὸ τῆς ἐμφύτου θερμασίας γινομένη. μικτὴ γάρ πως ἐξ ἀμφοῖν ἐστιν ἡ τῆς φλεγμονῆς. πόνος μὲν γίνεται τεινομένου τε ἅμα καὶ θερμαινομένου παρὰ φύσιν τοῦ φλεγμαίνοντος μορίου. πυρετοὶ δ’ ἕπονται καὶ ἀρχῆς συνεκθερμανθείσης καὶ ταῦτ’ ἄμφω συμβαίνει, κατὰ τὴν οἷον ζέσιν τε καὶ καῦσιν τοῦ αἵματος. ἐπειδὰν δὲ τελέως καυθῇ τὸ λείψανον αὐτοῦ, πῦον γίνεται, καθάπερ ἐπὶ τῶν καυθέντων ξύλων ἡ τέφρα. καὶ διὰ τοῦτο κατ’ ἐκεῖνον τὸν χρόνον οἵ τε πόνοι καὶ οἱ πυρετοὶ λωφῶσι καὶ μάλισθ’ ὅταν ἐκκριθῇ τὸ πῦον, ὡς ἂν ἤδη δεδαπανημένης μὲν τῆς ὕλης, ἐσβεσμένης δὲ τῆς φλογώδους θερμασίας.
48. Ἐν πάσῃ κινήσει τοῦ σώματος, ὅταν ἄρχηται πονέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον.
Τὸ πονεῖν σημαίνει μὲν καὶ τὸ ἀλγεῖν, σημαίνει δὲ καὶ τὸ κάμνειν καὶ καθ’ ἑκάτερόν γε ὁ λόγος αὐτῶν ἀληθής ἐστιν. ἐάν τε γὰρ ἀλγῶσιν ἤδη τὰ μόρια διὰ τὰς πλείονας κινήσεις, ἐάν τε καὶ κάμνωσιν, ὡς ἐνεργεῖν ἔτι μόγις δύνασθαι, τὸ διαναπαύειν εὐθύς ἐστιν ἄκοπον.
49. Οἱ εἰθισμένοι τοὺς συνήθεας πόνους φέρειν, κἂν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀσυνήθων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέρουσι.
Ἄλλος ἄλλῳ συνήθης πόνος ἐστὶ, τῷ μὲν δρόμος, ἤ τις ἑτέρα κίνησις διὰ τῶν σκελῶν, τῷ δὲ τὸ χειρονομεῖν, ἤ τις ἄλλη διὰ τῶν χειρῶν ἐνέργειαν, τοῖς δὲ τὸ σκάπτειν ἢ ἐρέσσειν
ἢ ἀροῦν ἡ ἁπλῶς ὁτιοῦν ἄλλο. διαφορὰ δ’ ἐν ἅπασι τοῖς τοιούτοις ἐστὶ πόνοις, παρά τε τὸ πλείοσιν ἢ ἐλάσσοσιν ἐνερεῖν μορίοις καὶ παρὰ τὸ αὐτοῖς ἢ μᾶλλον ἢ ἧττον. ἀλλὰ τό γε κοινὸν ἐπὶ πᾶσιν, εὐτονώτερα τῶν ἄλλων γίνεσθαι τὰ γυμναζόμενα μόρια, καὶ διὰ τοῦτο ῥᾷον ὑπομένει τοὺς συνήθεις πόνους.
50. Τὰ ἐκ πολλοῦ χρόνου συνήθεα, κἂν ᾖ χείρω τῶν ἀσυνήθων, ἧσσον ἐνοχλεῖν εἴωθε. δεῖ οὖν καὶ εἰς τὰ ἀσυνήθεα μεταβάλλειν.
Οὐ περὶ τῶν γυμνασιῶν ἐστι μόνον ὡς ὁ πρόσθεν, ἀλλὰ περὶ πάντων ἁπλῶς ἀποφαίνεται τῶν συνήθων ὁ ἀφορισμὸς οὗτος, ἐδεσμάτων, πομάτων, λουτρῶν, ἀλουσίας, ἀγρυπνίας, ὕπνου, θάλψεως, ψύξεως, φροντίδων. ἧττον γὰρ ἕκαστον αὐτῶν βλάπτει σύνηθες γινόμενον τοῦ
ἐπὶ τοῖς συνήθεσι διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν καὶ τῶν ἐναντίων ἀποπωρωμένων.
51. Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν. καὶ γὰρ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὸ δὲ κατ’ ὀλίγον ἀσφαλὲς καὶ ἄλλως ἢν καί τις ἐξ ἑτέρου μεταβαίνῃ ἐφ’ ἕτερον.
Διὰ τί τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁπωσοῦν κινεῖν τὸ σῶμα σφαλερόν ἐστιν αὐτὸς ἐδήλωσεν εἰπὼν ἅπαν εἶναι τὸ πολὺ τῇ φύσει πολέμιον. ἔστι γὰρ ἡ φύσις ἐν συμμετρίᾳ τῶν στοιχείων ἔχουσα τὴν οὐσίαν. εἰκότως οὖν τὸ πολὺ πᾶν, ὡς ἂν φθεῖρον, τὴν συμμετρίαν διαλυτικόν ἐστι τῆς τοῦ ζώου συστάσεως. τὸ δὲ κατὰ μικρὸν, φησὶ, πληροῦν ἢ κενοῦν
δηλονότι καὶ τἄλλα ὅσα τούτοις ἑξῆς εἶπεν ἀσφαλὲς ἄλλοτε γινόμενον καὶ μάλισθ’ ὅταν ἐξ ἑτέρου τινὸς τῶν ἐν ἔθει τὴν μεταβολὴν εἰς ἕτερον ποιώμεθα. συνεβούλευσε γὰρ ἐν τῷ πρὸ τούτου ἀφορισμῷ καὶ ἐς τὰ ἀσυνήθη μεταβαίνειν. ἐν ταῖς τοιαύταις οὖν μεταβάσεσι τὸ μὲν κατὰ πολὺ καὶ ἐξαπίνης σφαλερὸν ἱκανῶς ἐστι, τὸ δὲ κατὰ μικρὸν ἀσφαλές.
52. Πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐφ’ ἕτερον, μένοντος τοῦ δόξαντος ἔξ ἀρχῆς.
Οὐ σμικρᾶς ἐπιστήμης ἔργον ἐστὶ τὸ μὴ μεταβαίνειν ἀπὸ τῶν ὀρθῶς δοξάντων, εἰ καὶ μηδέπω φαίνηται σαφὴς ἡ ὠφέλεια, τοῖς οὕτω γινομένοις ἑπομένη. καθάπερ γὰρ ἐπὶ τοῦ πλήττοντος τὴν ὑποκειμένην πέτραν σταλαγμοῦ
παμπόλλῳ χρόνῳ μόγις αἰσθητὸν γίνεται τὸ τοῦ λίθου πάθος, οὕτω συμβαίνει κἀπὶ τῶν δυσπέπτων διαθέσεων, ἐφ’ ὧν ὁ κατὰ λόγον ὀρθὸν εὑρηκὼς τὸ συμφέρον οὐκ ἀφίσταται τοῦ δόξαντος ἐξ ἀρχῆς, οὐδ’ ἄν μηδὲν φαίνηται σαφὲς ἐπὶ τῇ χρήσει γεγενημένον.
53. Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν τὰς ξηρὰς ἐχόντων, ἐς δὲ καὶ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.
Καὶ σαφής ἐστιν ὁ ἀφορισμὸς καὶ ὅσα χρὴ λεχθῆναι περὶ αὐτοῦ, πρόσθεν εἴρηται κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν οὖ ἡ ἀρχὴ, ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται.
54. Μεγέθει δὲ σώματος ἐννεάσαι μὲν ἐλευθέριον καὶ οὐκ ἀηδές ἐστιν. ἐγγηράσαι δὲ εἶ δύσχρηστον καὶ χεῖρον τῶν ἐλασσόνων.
Μέγεθος σώματος κυρίως μὲν ὀνομάζεται τὸ κατὰ μῆκος καὶ βάθος καὶ πλάτος ὑπὲρ τὸ σύμμετρον ηὐξημένον, ἤδη δὲ καὶ τὸ κατὰ μῆκος μόνον ἐπὶ πλέον ηὐξημένων σῶμα προσαγορεύομεν ἐνίοτε μέγα, καίτοι τό γε κύριον ὄνομα τούτου τὸ μακρόν ἐστιν. ὀνομάζουσι γὰρ ἐνίοτε καὶ τὸ κατὰ πλάτος τε καὶ βάθος, ὑπὲρ τὴν ἀναλογίαν ηὐξημένον σῶμα μέγα, καίτοι καὶ τοῦτο παχὺ λέγεται κυρίως ὀνομαζόμενον. εἰ μὲν οὖν μέγεθος σώματος εἴρηκεν ὁ Ἱπποκράτης τὸ κυρίως λεγόμενον, οὐδὲν μᾶλλον τοῦ μικροτέρου χεῖρον ἐν γήρᾳ, εἰ δὲ τὸ μακρὸν ἢ παχὺ δηλοῖ, χείρω καὶ δυσχρηστότερα ταῦτα γερόντων γίνεται. ἀλλὰ τῷ γε πάγει οὐδ’ ἐννεάσαι καλὸν οὐδ’ ἐλευθέριον. ἐπὶ τοίνυν
μόνου τοῦ μακροῦ τὸ ἐννεάσαι μὲν ἐλευθέριον, ἐγγηράσαι δὲ δύσχρηστον ἀληθῶς λέγοιτο· κυφοῦται γὰρ τούτων γηρώντων καὶ μόγις δύνανται βαστάζειν, ὅπερ εἶπεν ὁ Ἱπποκράτης δύσφορον.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ.
Προοίμιον Γαληνοῦ. Ἐν τῷ τρίτῳ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων τῷδε περὶ τῶν κατὰ τὰς ὥρας τε καὶ ἡλικίας Ἱπποκράτει γεγραμμένων ἐξηγησόμεθα. μάλιστα μὲν οὖν ὅσον ἐν αὐτοῖς ἀσαφές ἐστι σαφηνίζοντες, ἔργον γὰρ τοῦτο ἴδιον ἐξηγήσεως, οὐ μὴν ἀλλὰ καὶ τὴν ἀπόδειξιν ἑκάστου τῶν ὀρθῶς εἰρημένων προστιθέντες, ἐπειδὴ καὶ τοῦτ’ ἔστιν ἔθος ἐν τοῖς ὑπομνήμασιν
γίνεσθαι. θαυμάζω δὲ κἀνταῦθα τὴν ἀνωμαλίαν τοῦ Λύκου γράφοντος μὲν, ὥς φησιν, ἐξηγήσεις Κοΐντου τοῦ διδασκάλου, μηδενὶ δὲ τῶν κατὰ τὰς ὥρας καὶ ἡλικίας εἰρημένων προσθέντος πίστιν ἀποδεικτικὴν, ἀλλ’ εἰς ἐμπειρίαν καὶ τήρησιν ἀναπέμψαντος ἅπαντα, καίτοι γ’ ἄλλους πολλοὺς ἀφορισμοὺς ἐξηγούμενος αὐτὸς ἐπισκέπτεται λογικῶς ὑπὲρ τῆς ἐν αὐτοῖς ἀληθείας, οὐκ ἀρκούμενος μόνῃ τῇ πείρᾳ. ὅτι δ’ οὐ δυνατὸν ἐστι μόνῃ τῇ πείρᾳ τοιαύτην ἀθροῖσαι θεωρίαν Ἱπποκράτης τε αὐτὸς ἐνδείκνυται τοῦτο καὶ προδόντος ἐπιδειχθήσεται τοῦ λόγου.
1. Αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νοσήματα καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος καὶ τἄλλα κατὰ λόγον οὕτως.
Μεταβολὰς ὡρῶν ἔνιοι νομίζουσι λέγεσθαι καθ’ ἃς εἰς ἀλλήλας μεταβάλλουσιν, ὡς εἰ καὶ διαδοχὰς τὰς μεταβολὰς εἰρήκει. χειμῶνος μὲν γὰρ εἰς ἔαρ μεταβάλλοντος ἡ γένεσίς ἐστι τῶν εἰρημένων νοσημάτων, ὑπὲρ ὧν αὐτὸς ἐφεξῆς ἐρεῖ. τοῦ μὲν γὰρ ἦρος τὰ πανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικά. τοῦ δ’ ἦρος πάλιν εἰς θέρος μεταβάλλοντος, ὅπερ ἐστὶν ἀρχομένου θέρους, πυρετοὶ συνεχεῖς, φησὶ, καὶ τριταῖοι καὶ καῦσοι καί τἄλλα ὅσα τούτοις ἐφεξῆς κατέλεξε. καὶ περὶ φθινοπώρου δὲ καὶ χειμῶνος ὁμοίως ἔγραψεν, ὥς φασιν οἱ τὰς μεταβολὰς ἐν ἴσῳ τῷ διαδοχὰς ἡγούμενοι λέγεσθαι. ἀλλὰ τὸ μάλιστα προκείμενον ἐν τῇ λέξει τοῦ ἀφορισμοῦ τὴν ἐξήγησιν ταύτην οὐ προσίεται. μεταβαλλουσῶν γὰρ ἐνίοτε εἰς ἀλλήλας τῶν ὡρῶν, ὥσπερ ἔνια συνίσταται νοσήματα, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύεται. καὶ τοῦτο αὐτὸς εἴρηκεν ὁ Ἱπποκράτης· ὥστε οὐδὲν μᾶλλον αἱ διαδοχαὶ τῶν ὡρῶν τίκτουσι νοσήματα, ἀλλὰ καὶ τὸ μάλιστα προσέθηκεν. ἄμεινον τοίνυν ἐστὶ διὰ τὴν προσθήκην
γραφαὶ τῆς αὐτῆς ῥήσεως, ἃς καὶ νοήσεις καὶ δοκιμάσεις, ἐξ ὧν εἶπον ὁρμώμενος.
2. Τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ κακῶς πεφύκασιν.
Φύσεις εἴρηκε νῦν ὁ Ἱπποκράτης κατὰ τὸ κυριώτατόν τε καὶ πρῶτον σημαινόμενον, ὃ καθ’ αὑτὴν μάλιστα τὴν οὐσίαν ἐστὶ τῆς φύσεως. ἐλέγομεν δ’ ἐν τοῖς ἔμπροσθεν αὐτὴν κρᾶσιν εἶναι τῶν τεσσάρων στοιχείων, ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ. καὶ μέντοι καὶ δέδεικται πρὸς ἡμῶν ἐν τοῖς περὶ κράσεων μία μὲν κρᾶσις ἡ εὔκρατός τε καὶ ἀρίστη, δύσκρατοι δὲ καὶ μοχθηραὶ τὸν ἀριθμὸν ὀκτὼ, τέσσαρες μὲν κατὰ μίαν ἐπικρατοῦσαν ποιότητα, τέσσαρες δ’ ἄλλαι κατὰ δύο· κατὰ μίαν μὲν ἡ θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, κατὰ δύο δὲ ἡ θερμὴ καὶ ξηρὰ
καὶ ὑγρὰ καὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ψυχρὰ καὶ ξηρά. πρὸς μὲν δὴ τὸ θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ φύσεις ἄριστα διάκεινται, πρὸς χειμῶνα δὲ αἱ θερμαὶ καὶ ξηραί. καθάπερ γε καὶ κακῶς αἱ μὲν θερμαὶ καὶ ξηραὶ πρὸς θέρος, αἱ δὲ ψυχραὶ καὶ ὑγραὶ πρὸς χειμῶνα. τελειότατα μὲν οὖν αἱ φύσεις αὗται πρὸς τὰς εἰρημένας ὥρας ἄριστά τε καὶ χείριστα διάκεινται, μετρίως δὲ αἱ καθ’ ὁτιοῦν ἢ ὠφελούμεναι πρὸς τὰς ὥρας ἢ βλαπτόμεναι, καθάπερ ἡ ὑγρὰ καὶ θερμὴ θέρους καὶ χειμῶνος, ἐπειδὴ κατὰ τὸ θέρος μὲν ὡς ὑγρὰ βέλτιον διατίθεται, κατὰ δὲ τὸν χειμῶνα πάλιν ὡς θερμή.
3. Τῶν νούσων ἄλλα πρὸς τὰς ἄλλας εὖ ἢ κακῶς πεφύκασι. καὶ ἡλικίαι τινὲς πρὸς ὥρας καὶ χώρας καὶ διαίτας.
Ἀτακτότερον ἡρμηνευκέναι μοι δοκεῖ τὸν ἀφορισμὸν τοῦτον ὁ Ἱπποκράτης. ἄμεινον γὰρ ἂν οὕτως εἴρητο, τῶν
αἱ δὲ ὑγρότεραι πρὸς τὰς ξηροτέρας εὖ διάκεινται, καὶ ἁπλῶς εἰπεῖν αἱ μὲν ἐναντίαι πρὸς τὰς ἐναντίας καλῶς, κακῶς δὲ αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας. πλὴν εἰ ἡ σύμμετρος ἡλικία συμμέτρῳ παραβάλλοιτο διαίτῃ τε καὶ ὥρᾳ καὶ χώρᾳ. μόνον γὰρ οὕτως ὑπὸ τῶν ὁμοίων αἱ ὅμοιαι καλῶς διακείσονται. ταῖς δ’ ἀμετρότερον ἐχούσαις ἡλικίαις κατὰ τὴν κρᾶσιν αἱ ἐναντίαι χῶραι καὶ ὥραι καὶ δίαιται συμφορώτεραι. τῶν νόσων δ’ ἀμετριῶν οὐσῶν ἁπάντων ἡ γένεσις μὲν ἐν ταῖς ὁμοίαις ὥραις καὶ χώραις, ἡ λύσις δ’ ὑπὸ τῶν ἐναντίων γίνεται.
4. Ἐν τῇσιν ὥρῃσιν, ὅταν τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέει, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή.
Δεόντως, οὐ γὰρ αἱ προσηγορίαι τῶν ὡρῶν αἰτίαι τῶν νοσημάτων, ἀλλ’ αἱ κράσεις εἰσίν. ὅταν οὖν αὗται μεταπέσωσιν,
ἀναγκαῖόν ἐστι συμμεταπίπτειν καὶ τὰ νοσήματα.
5. Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσι. ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι, φρικώδεες, ὀδύναι πλευρέων, στηθέων. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσι ἀῤῥωστίῃσι προσδέχεσθαι χρή.
Τὸ μὲν οὖν γινόμενον ἐδήλωσεν εἰπὼν ὅτι νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. τὴν δ’ αἰτίαν προσγράψας, ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσιν. ἀεὶ γὰρ χρὴ τὸν ἰατρὸν ἀποχωρίζειν τε καὶ διακρίνειν τὸ διά τι τῶν ἔξωθεν, οὐ διὰ
τοῦ θώρακος ὀδύνας ἐργάζεται τῇ κοινῇ πρὸς τἄλλα μόρια βλάβῃ καὶ τὴν ἐκ τῆς ἀναπνοῆς αὐτοῦ προσειληφότος, ἥτις οὐχ ὁμοίως ἅπτεται πνεύμονός τε καὶ καρδίας, διὰ τὸ πλῆθος τῆς ἐν αὐτοῖς θερμασίας. τὸ δὲ φρικώδεις γίνεσθαι τοὺς ἀνθρώπους ἐν ταῖς βορείαις καταστάσεσι, πρόδηλον ὡς διὰ τὴν τοῦ περιέχοντος ἀκόλουθον κρᾶσιν.
6. Ὁκόταν θέρος γένηται ἦρι ὅμοιον, ἐν τοῖσι πυρετοῖσιν ἱδρῶτας πολλοὺς προσδέχεσθαι χρή.
Ὥσπερ ὀλίγοι ἔμπροσθεν ἔλεγεν, ὅταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα δεῖ προσδέχεσθαι, οὕτω νῦν πάλιν, ὅταν θέρος ὅμοιον γένηται ἦρι, τουτέστι σύμμετρον τῇ κράσει, προδέχεσθαί φησι χρῆναι πολλοὺς ἱδρῶτας ἐν τοῖς πυρετοῖς· εἰκότως. οὔτε γὰρ ἄνευ τοῦ θερμὸν εἶναι τὸ περιέχον ἱδρῶτες δύνανται γίνεσθαι πολλοὶ οὔτ’ ἄνευ τοῦ περιέχεσθαί
τινα ὑγρότητα περιττὴν ἐν τῷ σώματι. τούτων δὲ τὸ μὲν ἕτερόν ἐστιν ἐν τῷ θέρει, τὸ δ’ ἕτερον ἐν τῷ χειμῶνι. κατὰ δὲ τὸ φθινόπωρον οὐδέτερον, ἄμφω δ’ ἐν τῷ ἦρι. δεόντως οὖν τὸ μὲν αὐχμηρὸν ἱκανῶς θέρος δαπανᾷ τε καὶ διαφορεῖ τὴν ὑγρότητα, τὸ δ’ ὅμοιον ἦρι διὰ μὲν τὴν θερμασίαν ἕλκει πρὸς τὸ δέρμα, διὰ δὲ τὴν ὑγρότητα διαφορεῖν ἀτμοειδῶς οὐ δύναται. ἀθρόως οὖν ἐν ταῖς τῶν νούσων κρίσεσι τὸ ὑγρὸν ἅπαν ἐκκρινόμενον, ἱδρῶτας πολλοὺς ἐργάζεται.
7. Ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται, καὶ ἢν μὲν ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιοῦτον ἐὸν, ὁκοίην καὶ τὴν κατάστασιν ἐποίησεν, ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ νοσήματα τοιαῦτα δεῖ προσδέχεσθαι.
Οὐ πολλοὺς πυρετοὺς ἐν τοῖς αὐχμοῖς γίνεσθαί φησιν, ἀλλ’ ὀξεῖς, ἐπεί τοί γε μετ’ ὀλίγον ἐρεῖ· τῶν δὲ καταστάσεων
τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων μᾶλλόν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες καὶ τοῦτο ἐφεξῆς συνάπτων πάλιν ἐρεῖ· νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ δεόντως. ἡ μὲν γὰρ ὑγρότης τοῦ περιέχοντος τούς τε φλεγματώδεις ἀθροίζει χυμοὺς καὶ τῶν ὑδατωδῶν περιττωμάτων οὐκ ὀλίγα, ἡ δὲ ξηρότης ἐνδεεστέρους μὲν τῷ πλήθει τοὺς χυμοὺς ἐργάζεται, χολωδεστέρους δὲ τῇ ποιότητι καὶ διὰ τοῦτο οἱ πυρετοὶ τὸν ἀριθμὸν μέν εἰσιν ἐλάττους τῶν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ γίνονται. τὰ δ’ ἑξῆς τούτων εἰρημένα κατὰ τὸν ἀφορισμὸν εὔδηλα.
8. Ἐν τοῖσι καθεστεῶσι καιροῖσι, ἢν ὡραίως τὰ ὡραῖα ἀποδίδωσιν, εὐσταθέες καὶ εὐκρινέστατοι γίνονται αἱ νοῦσοι. ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι.
Καθεστῶτας καλεῖται καιροὺς τὰς ὥρας τὰς ἐν τάξει τὴν οἰκείαν κράσιν ἀπειληφυίας. τίνα δὲ καθεστῶτα καλεῖ τῶν ἐτῶν ἔνεστί σοι μαθεῖν παρ’ αὐτοῦ λέγοντος ἐν τοῖς περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ὧδε· ἢν μὲν κατὰ λόγον γένηται τὰ σημεῖα ταῦτ’ ἐπὶ τοῖσι ἄστροις δύνουσί τε καὶ ἐπιτέλλουσι, ἔν τε τῷ μετοπώρῳ, ἢν ὕδατα γένηται καὶ ὁ χειμὼν μέτριος καὶ μήτε λίαν εὔδιος, μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι γένηται ὕδατα ὡραῖα καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς ὑπάρχειν. ὁπότ’ οὖν ἤδη μεμάθηκας ὁποῖόν τι τὸ καθεστὸς ἔτος εἶναι βούλεται, ῥᾷστόν σοι νοῆσαι τὸ ἀκατάστατον. ἅπαντα γὰρ ὅσα μὴ φυλάττῃ κατά τι τὴν τοῦ καθεστῶτος ἔτους ἀγωγὴν, αὐτά τε καλεῖ νῦν καὶ Ἱπποκράτης ἀκατάστατα καὶ τὰς ἐν αὐτοῖς νόσους ὁμοίως προσαγορεύει. φησὶ δ’ αὐτὰς καὶ δυσκρίτους εἶναι, τουτέστι κακοκρίτους. ἢ γὰρ μετὰ κινδυνωδῶν συμπτωμάτων αἱ κρίσεις γίνονται τοῖς τοιούτοις νοσήμασιν ἢ αὐτίκα ὀλέθριοι ἢ πάντως ὑποτροπιάζουσιν.
9. Ἐν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι καὶ θανατωδέστατοι ὡς ἐπίπαν. ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες.
Ὁπόταν αἱ ὧραι τὴν προσήκουσαν ἅπασαν φυλάττωσι κρᾶσιν, ὑγιεινότατον μὲν ἐν αὐταῖς ἔσται τὸ ἔαρ, ὡς ἂν εὔκρατον ὄν. ὀξυτάτας δὲ νόσους καὶ θανατώδεις, ὡς ἐν ὥραις, οἴσει τὸ φθινόπωρον, ἐπειδὴ τὸ μὲν ἔαρ εὔκρατόν ἐστι, τὸ δὲ φθινοπώρῳ πρῶτον μὲν ὑπάρχει, τὸ τῆς αὐτῆς ἡμέρας, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ἴσχει. εἶτα διαδέχεται τὴν θερινὴν ὥραν, ἐν ᾗ πολλοῖς μὲν οἱ χυμοὶ κατωπτήθησαν, ἐνίοις δὲ καὶ ἡ δύναμις ἔκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο μοχθηρόν ἐστι τὸ φθινόπωρον, ἀλλὰ καὶ ὅτι πρῶτον μὲν οἱ χυμοὶ τὴν ὑπὸ τὸ δέρμα κίνησιν ἐκινοῦντο καὶ διεπνέοντο. κατὰ δὲ τὸ φθινόπωρον εἰς τὸ βάθος, ὑπὸ τῆς τοῦ περιέχοντος ψύξεως, ὠθοῦνταί τε καὶ συνελαύνονται. ταῦτα μὲν οὖν ἅπασιν ἀνθρώποις κοινὰ, τοῖς δ’ οὐκ ὀρθῶς διαιτωμένοις ἐξ ἐπιμέτρου προσέρχεται τὸ κατὰ
τὰς ὁπώρας, ὧν ἀφθόνως ἐμπιπλάμενοι κακοχυμίας πληροῦνται.
10. Τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν.
Ἐμέμφετο μὲν καὶ ἄλλως τὸ φθινόπωρον ἐν τῷ πρόσθεν ἀφορισμῷ, νυνὶ δ’ ὡς ἐξαιρέτως αὐτοὺς βλάπτον τοὺς φθίνοντας αὖθις μέμφεται. πότερον δὲ τοὺς φθόην νοσοῦντας μόνους ὀνομάζει φθίνοντας, οἷς ἥλκωται δηλονότι ὁ πνεύμων, ἢ πάντας τοὺς ὁπωσοῦν συντηκομένους, οὐχ οἷόν τε ἀμφιβάλλειν. ὅτι δ’ ἀμφοτέροις κακὸν τὸ φθινόπωρον εὔδηλον, ἐπειδὴ ξηρόν τέ ἐστι ἅμα καὶ ψυχρὸν καὶ ἀνώμαλον.
11. Περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ
θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι, μάλιστα δὲ τῇσι γυναιξὶ καὶ ἀνδράσι τοῖσιν ὑγρὰς ἔχουσι τὰς φύσιας.
Περὶ τῆς ἐν ταῖς ὥραις ἀλλοιώσεως ἐν τούτοις διδάσκει, τὴν ἀρχὴν ἀπὸ χειμῶνος αὐχμηροῦ καὶ βορείου ποιησάμενος, ἦρος δ’ ἐπόμβρου καὶ νοτίου. μικραὶ μὲν οὖν αἱ τοιαῦται μεταβολαὶ, παρὰ φύσιν δ’ ὅμως εἰσί· διὸ καὶ εἰς τὸ θέρος ἔσεσθαί φησι νοσήματα, πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας. τὴν δ’ αἰτίαν τοῦ πλεονάζειν ἐπὶ τῇ προειρημένῃ καταστάσει τοιαῦτα νοσήματα διῆλθεν αὐτὸς ἐν τῷ περὶ ὑδάτων τόπων καὶ ἀέρων. ἔχει δ’ ἡ ῥῆσις ὧδε· ἢν δὲ ὁ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες εἶναι καὶ ὀφθαλμίας ἐγγίνεσθαι. ὅταν γὰρ τοῦ θέρους ἐπιγίνεται, πνῖγος ἐξαίφνης τῆς τε γῆς ὑγρᾶς οὔσης ὑπὸ τῶν ὀμβρίων τῶν ἠρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη διπλοῦν τὸ καῦμα εἶναι, ἀπό τε τῆς γῆς διαβρόχου οὔσης
βιβλίον ἐξηγησώμεθα, διασκεψόμεθα, περὶ δὲ τῶν κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν αὐτάρκως εἴρηται, πλὴν μιᾶς λέξεως τῆς ἐξ ἀνάγκης, ἣν οὐ μόνον ἐν τοῖς ἀφορισμοῖς προσέθηκεν, ἀλλὰ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ἐνδεικνύμενος ὅτι τῇ φύσει τοῦ πράγματος πεπιστευκὼς, οὐ τηρήσει τινὶ γράφεν ταῦτα. ποσάκις οὖν εἰκός ἐστιν ἑωρακέναι τοιαύτην αὐτὸν κατάστασιν ἢ ἐν πόσοις χωρίοις, ἆρά γε δὶς ἢ τρὶς ἔσται ἢ τετράκις, ἀλλ’ οὐδ’ εἰ πλεονάκις εἴπῃς, δυνατόν ἐστιν ἤδη εἰπεῖν ὅτι διὰ παντὸς οὕτως ἔσται, καθάπερ οὐδ’ εἰ κεκαθαρμένους ὑπὸ φαρμάκου τινὸς ἴδῃς ἀνθρώπους στ΄ ἢ ζ΄ δυνήσῃ διατεταγμένως εἰπεῖν, ὅτι πάντες οἱ μετὰ ταῦτα ἐξ ἀνάγκης καθαρθήσονται. δῆλον οὖν ἐστιν ὅτι τῇ φύσει τοῦ πράγματος ὁ Ἱπποκράτης ἑπόμενος οὐ τηρήσει τινὶ προσέγραψεν εἰπὼν, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι.
12. Ἢν δὲ νότιος ὁ χειμὼν καὶ ἔπομβρος καὶ εὔδιος γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, αἱ μὲν γυναῖκες ᾖσιν οἱ τόκοι πρὸς τὸ ἦρ ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσιν. αἳ δ’ ἂν τέκωσιν, ἀκρατέα καὶ νοσώδεα τὰ παιδία τίκτουσιν, ὥστε ἢ παραυτίκα ἀπόλλυσθαι ἢ λεπτὰ καὶ νοσώδεα ζῇν ἐόντα. τοῖσι δὲ ἄλλοισι δυσεντερίαι καὶ ὀφθαλμίαι ξηραὶ γίνονται, τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοι συντόμως ἀπολλύντες.
Ἔμπαλιν ἡ κρᾶσις ἔχει ταῖς κατὰ τὸν πρότερον ἀφορισμὸν εἰρημέναις ὥραις δύο πρὸς τὰς νῦν λεγομένας. οἶος μὲν γὰρ πρότερος ὁ χειμὼν ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστι τὸ ἔαρ, ὁποῖον δὲ τὸ ἔαρ ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστιν ὁ χειμών. ὅτι μὲν οὖν ἐπ’ ἐκείνων οὐκ ἦν ἀναγκαῖον ἐν τῷ ἦρι νόσους ἐπιδημῆσαι σφοδρὰς αὐτάρκως ἐδείχθη. νυνὶ δὲ ὅτι τοῦ χειμῶνος μὲν ὑγροῦ καὶ θερμοῦ γινομένου, τοῦ δ’ ἦρος ξηροῦ καὶ ψυχροῦ, νοσεῖν ἀναγκαῖόν ἐστι τοὺς ἀνθρώπους
τῶν φλεβῶν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι, τοὺς δὲ παραπλῆγας γίνεσθαι τὰ δεξιὰ ἢ τὰ ἀριστερά. διὰ τούτων ἔοικεν ὁ Ἱπποκράτης οὐ τοὺς πάνυ συνήθεις λεγομένους κατάῤῥους δηλοῦν, τοὺς ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα διὰ τῆς τραχείας ἀρτηρίας γιγνομένους, ἀλλὰ πάντα καταφερόμενα ῥεύματα διὰ τῶν φλεβῶν ἀπὸ τῆς κεφαλῆς εἰς τὰ κάτω μόρια. διὸ καὶ τὸ συντόμως ἀπολλύντες καλῶς δοκεῖ προσκεῖσθαι, διότι ταχεῖαν τὴν κρίσιν οὗτοι ποιοῦνται τῶν ἄλλων χρονιζόντων. ἔνιοι δὲ τῶν ἐξηγητῶν κατάῤῥους ἀκούσαντες τοὺς ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα γιγνομένους διὰ φάρυγγος καὶ ἀρτηρίας, μετὰ τῆς ἀποφάσεως τῆς οὐ γράφουσι τὴν λέξιν. κατάῤῥους γίγνεσθαι τοῖς πρεσβυτέροισι, οὐ συντόμως ἀπολλύντας, εἰκότως φάσκοντες. οὐ γὰρ πέττεται τὰ ψυχρὰ τῶν ῥευμάτων αὐτοῖς διὰ τὴν ἡλικίαν. ἔν τισι δὲ τῶν ἀντιγράφων γέγραπται συντόμως ἀπολλύντες, ἐπειδὴ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων αὐτὸς εἶπεν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι.
13. Ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται τὸ δὲ φθινόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίαι ἰσχυραὶ ἐς τὸν χειμῶνα γίνονται καὶ βῆχες καὶ βράγχοι καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ φθίσιες.
Τὴν αὐτὴν κρᾶσιν ἀνατέθεικε νῦν θέρει καὶ φθινοπώρῳ, τὴν μικρὸν ἔμπροσθεν εἰρημένην περί τε χειμῶνος καὶ ἦρος ἡνίκα ἔλεγεν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον. ἀλλ’ ἐκεῖ μὲν ἐπὶ ταύτῃ τῇ καταστάσει τοῦ θέρους ἔφησε τοὺς πυρετοὺς ὀξεῖς, ὀφθαλμίας καὶ δυσεντερίας γίγνεσθαι. νυνὶ δὲ ἐν τῷ χειμῶνι κεφαλαλγίας καὶ βῆχας καὶ βράγχους καὶ κορύζας· προσέγραψε δὲ οὔτε ἐκεῖ τὴν τοῦ θέρους κατάστασιν, οὔτε ἐνταῦθα τὴν τοῦ χειμῶνος ὡς ἐν τῇ κατὰ φύσιν ἀξιῶν φυλάττεσθαι κράσει τὰς ὥρας ἀμφοτέρας. ἐὰν γὰρ ἔτι καὶ κατὰ ταύτας ἑτέρα τις γένηται δυσκρασία τοῦ περιέχοντος,
κεφαλῆς ἰέναι χωρία. τοῦτο μὲν οὖν οἷον κάθαρσίς ἐστι καὶ κένωσις τῆς κεφαλῆς. ἐφ’ ὧν δὲ διὰ τὸ βαρυνθῆναι τῷ πλήθει προκαμοῦσα τὸ τοῦ χειμῶνος οὐκ ἤνεγκε κρύος, ἐπὶ τούτων ψυχθεῖσα κατὰ δυσκρασίαν ἤδη μειζόνων ῥευμάτων αἰτία τοῖς κάτω μέρεσιν ἑαυτῆς γίνεται.
14. Ἢν δὲ βόρειον ᾖ καὶ ἄνυδρον, τοῖσι μὲν ὑγροῖσιν ἐοῦσι τὰς φύσιας καὶ τῇσι γυναιξὶ ξύμφορον, τοῖσι δὲ λοιποῖσιν ὀφθαλμίαι ἔσονται ξηραὶ καὶ πυρετοὶ ὀξέες καὶ κόρυζαι χρόνιαι, ἐνίοισι δὲ καὶ μελαγχολίαι.
Οὗτος ὁ λόγος ὁ νῦν εἰρημένος εὔδηλον ὡς οὐκ ἔστι τέλειος ἀφορισμὸς, ἀλλ’ ἑνὸς ἀφορισμοῦ μέρος δεύτερον, οὗ τὸ πρότερον μέρος ἄρτι πεπαύμεθα διεξερχόμενοι. μενούσης γὰρ κοινῆς τῆς κατὰ τὸ θέρος ὑποθέσεως ἀμφοτέροις
ἀρχὴ θέρους ἐστὶ, μεθ’ ἣν κυνὸς ἐπιτολὴ τῆς καλουμένης ὁπώρας, ἣν δὴ καὶ αὐτὴν τὸ δεύτερον μέρος τοῦ θέρους τίθενται, μεθ’ ἣν ἀρκτοῦρος ἐπιτέλλων ἀρχὴν ποιεῖται φθινοπώρου, κᾄπειτα δύσις πλειάδων χειμῶνος ἀρχὴ γίνεται, εἶτα μετὰ τὸν χειμῶνα ἰσημερία τὴν ἀρχὴν ἔχει τοῦ ἦρος.
15. Τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες.
Ὅτι βέλτιον ἦν τῶν προειρημένων ἀφορισμῶν, ἐν οἶς διδάσκει περὶ τῆς ἐν ταῖς ὥραις καταστάσεως γεγράφθαι τοῦτον πρῶτον τὸν ἀφορισμὸν, ὃν νῦν προκεχειρίσμεθα, δι’ αὐτῶν τῶν πραγμάτων ἐμάθομεν. ἐπειδὴ πρότερόν ἐστι καὶ τῇ φύσει καὶ τῇ διδασκαλίᾳ τὸ ἁπλοῦν τοῦ συνθέτου·
ἢ κατὰ φαρμάκου καθαίροντος ἐνέργειαν. εἰ δὲ καὶ βουληθείη τις αὐταῖς χρῆσθαι δὶς τοῦ μηνὸς ἢ πάντως γε ἅπαξ εὐλαβούμενος ἀθροισθῆναι πολλὰ τῶν περιττωμάτων, κακώσει τὸ σῶμα, μετὰ καὶ τοῦ μοχθηρῷ περιβάλλειν ἔθει. τῆς γάρ τοι τροφῆς τὸ μὲν οἷον ὀῤῥῶδές ἐστι καὶ ὑγρὸν, ὃ χάριν τῆς ἀναδόσεως αὐτῇ μέμικται, τὸ δὲ οἷον λιγνυῶδες περίττωμα κατὰ πλεῖστά γε τῶν σιτίων ὅσα μοχθηρότερα καὶ διαφεύγει τὴν ἐργασίαν τῆς φύσεως, ὡς μήθ’ ὁμοιωθῆναι τῷ τρεφομένῳ σώματι μήτε προσφῦναι. ταῦτα οὖν πάντα κενοῦσθαι μὲν ἐφ’ ἡμέρᾳ δεῖται, κενοῦται δὲ μᾶλλον ἐν ταῖς ξηραῖς καταστάσεσιν ἤπερ ἐν ταῖς ὑγραῖς καὶ διὰ τοῦτο ταύτας ὑγιεινοτέρας εἶπεν.
16. Νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες
καὶ ἐπίληπτοι καὶ ἀπόπληκτοι καὶ κυνάγχαι. ἐν δὲ τοῖσιν αὐχμοῖσι φθινώδεες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι καὶ δυσεντερίαι.
Τὸ μὲν τοὺς μακροὺς πυρετοὺς ὑγρότητος ἕπεσθαι πλήθει θαυμαστὸν οὐδὲν, εἴ γε δέονται μὲν τῆς πέψεως οἱ κάμνοντες εἰς λύσιν τῶν νοσημάτων, τὰς πλείονας δὲ ὑγρότητας εἰκὸς ἐν πλείονι χρόνῳ πέττεσθαι. προσέτι δὲ καὶ τὸ ψυχροτέρους καὶ φλεγματικωτέρους ἐν ταῖς ἐπομβρίαις γίνεσθαι τοὺς χυμοὺς, ὥσπερ αὖ πάλιν ἐν τοῖς αὐχμοῖς χολωδεστέρους, ὥστε καὶ κατὰ τοῦτο χρονιοῦσι μὲν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ ἐν τοῖς αὐχμοῖς πυρετοὶ γενήσονται, τὸ δὲ καὶ τὰς ῥύσεις τῆς κοιλίας εἰκότως ἐν ταῖς ἐπομβρίαις γίνεσθαι, τῆς ἐν τοῖς χυμοῖς περιουσίας ἐκκαθαιρομένης διὰ τῆς γαστρὸς οὐκ ἄδηλον, ὥσπερ γε οὐδὲ τὰς σηπεδόνας· ἀσηπτότερα γὰρ ἐναργῶς ὁρᾶται τὰ ξηρὰ τῶν ὑγρῶν. εἰσὶ δὲ δήπου καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἐπιληψίαι φλεγματικὰ νοσήματα. κυνάγχη δὲ γίνεται μὲν ἔστιν ὅτε
ὑπεθέμην ἄρτι διαρθρώσασθαι καὶ πᾶσαν ἐξεργάσασθαι παντελῶς ὠλιγώρησαν. ἀλλ’ ἡμεῖς αὐτὸ πειρασόμεθα ποιῆσαι, γράψαντες ἑτέραν ἰδίαν πραγματείαν ὅλην περὶ τούτων. ταῦθ’ ἡμῖν πρότερον ὅσα μετὰ χεῖρας ἔχομεν συντελεσθῇ.
17. Αἱ δὲ καθ’ ἡμέρην καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα ξυνιστῶσι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι καὶ τὰς κοιλίας ξηραίνουσι καὶ τὰ ὄμματα δάκνουσι καὶ περὶ τὸν θώρηκα ἄλγημα ἤν τι προϋπάρχῃ, πονέουσι μᾶλλον. αἱ δὲ νότειοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι καὶ καρηβαρίας καὶ βαρυηκοΐας καὶ ἰλίγγους ποιέουσιν, ἔν τε τοῖσιν ὀφθαλμοῖσι καὶ ἐν τοῖσι σώμασι δυσκινησίην καὶ τὰς κοιλίας ὑγραίνουσιν.
Ξηρὸς καὶ ψυχρὸς ἄνεμος ὑπάρχων ὁ βοῤῥᾶς, ἀναλίσκει μὲν ἅπαντα τὰ ἐκ τοῦ σώματος περιττὰ, τόνον
μόρια. βαρύνεται δὲ ταῦτα καὶ διὰ τοῦτ’ ἐνεργεῖ χεῖρον ὑπὸ πλήθους τῶν ὑγρῶν.
18. Κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τουτέων ἐχόμενοι τῇσιν ἡλικίῃσιν, ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα. τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσι.
Οὐ μόνον ἐπὶ τῶν ἡλικιῶν, ἀλλὰ κἀπὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ κρᾶσιν ἤτοι συμμέτρως ἢ ἀμέτρως ἔχει τὸν εἰρημένον νῦν ὑπὸ Ἱπποκράτους λόγον ἐξετάζων εὑρήσεις ἀληθῆ. ταῖς μὲν γὰρ εὐκράτοις φύσεσι καὶ ἡλικίαις καὶ χώραις ἀρίστη τῶν ὡρῶν ἐστιν ἡ εὐκρατοτάτη, δεομέναις γε οὐ μεταβολῆς ἧς ἔχωσιν ἕξεως, ἀλλὰ φυλακῆς, ἐπειδὴ
ἐκ τῶν εἰρημένων ἔνεστιν εὑρεῖν. ἐναντιώταται γάρ εἰσι ταῖς ἀρίσταις αἱ κάκισται. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τάς μέσας τῶν ἀρίστων τε καὶ χειρίστων εὑρήσεις. ἔτι δὲ κἀκείνῳ χρὴ προσέχειν ἀκριβῶς τὸν νοῦν ὡς τὸ μὲν ἔαρ ἄριστον εἴρηται εἶναι τοῖς μειρακίοις, ἅπασι δὲ τοῖς ἄλλοις ἐστὶ μέσον. οὔτε γὰρ ἄριστον ὑπάρχει οὔτε χείριστον. οὕτω δὴ καὶ πρὸς τὰς φύσεις ἔχει καὶ τὰς χώρας. τό γε μὴν φθινόπωρον ἁπάσαις καὶ ἡλικίαις κακὸν καὶ φύσεσι καὶ χώραις. ἧττον δ’ ἐν αὐταῖς τῶν ἄλλων αἱ ὑγραὶ καὶ θερμαὶ βλάπτονται κατὰ τὸ φθινόπωρον.
19. Νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι γίνονται, μᾶλλον δ’ ἔνια κατ’ ἐνίας αὐτέων καὶ γίνεται καὶ παροξύνεται.
Εἰ μὲν ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις ἦν αἰτία μόνη τῶν νοσημάτων, ἅπαντες ἂν ἐνοσοῦμεν ἐν ἑκάστῃ τῶν ὡρῶν, ἐκείνας τὰς νόσους ὅσαι τῶν ὡρῶν εἰσιν οἰκεῖαι. νυνὶ δὲ ἐπειδὴ καὶ διὰ τὰς ἐν τῷ βίῳ πλημμελείας αἱ νόσοι γίνονται, πᾶσαι μὲν ἐν ἁπάσαις ἔσονται ταῖς ὥραις, πλείους δὲ καθ’ ἑκάστην αὐτῶν αἱ οἰκεῖαι. συμβάλλεται μὲν οὐ μικρὸν εἰς τοῦτο καὶ ἡ τῶν φύσεων διαφορά. οὐ γὰρ ὁμοίως ὑπὸ τῆς αὐτῆς αἰτίας ὁ θερμὸς τῷ ψυχρῷ βλάπτεσθαι πέφυκεν ἢ ὁ ὑγρὸς τῷ ξηρῷ. καθάπερ οὐδὲ ὁ εὔκρατος ἑκάστῳ τούτων, οὔτε τοῖς κατὰ συζυγίαν τινὰ δυσκράτοις, ὡς ἔμπροσθεν εἴρηται.
20. Τοῦ μὲν ἦρος τὰ μανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικὰ καὶ αἵματος ῥύσιες καὶ κυνάγχαι καὶ κόρυζαι καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι καὶ λειχῆνες καὶ ἀλφοὶ καὶ ἐξανθήσιες, ἑλκώδεες πλεῖσται καὶ φύματα καὶ ἀρθριτικά.
Καὶ πῶς ἂν ἔτι δόξειεν ὀρθῶς εἰρῆσθαι πρόσθεν, ἔαρ δ’ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες, παμπόλλων παθῶν ἐν αὐτῷ γιγνομένων; ἔοικε γὰρ μᾶλλον ἁπάσῃ ὥρᾳ ἐξισοῦσθαι κατὰ τὴν ποικιλίαν ὦν γεννᾷ νοσημάτων. αἱ μὲν γὰρ μανίαι καὶ αἱ μελαγχολίαι, ἐπιληψίαι τε καὶ κυνάγχαι φθινοπωρινὰ νοσήματα. κόρυζαι δὲ καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι χειμερινά. περὶ δὲ τοῦ θέρους αὐτὸς ἐφεξῆς ἐρεῖ, τὴν κοινωνίαν ἐνδεικνύμενος αὐτοῦ τὴν πρὸς τὸ ἔαρ· τοῦ δὲ θέρεος ἔνια τουτέων, τουτέστι τῶν προειρημένων κατὰ τὸ ἔαρ. ἔξ ἐπιμέτρου δὲ παρὰ τὰς ἄλλας τὸ ἔαρ, αἵματός τε ῥύσεις καὶ λέπρας καὶ λειχῆνας καὶ ἀλωοὺς καὶ ἐξανθήσεις ἑλκώδεις πλείστας ἐργάζεται καὶ φύματα ἀρθριτικά. ταῦτα μὲν οὖν ὅσα τῆς ἐαρινῆς ὥρας ἴδια, διὰ πάντ’ ἐστὶν ἀκίνδυνα καὶ τοσοῦτον δεῖ τὸν ἀφορισμὸν ἐκεῖνον ἀναφαίνειν ψευδῆ, καθ’ ὃν εἶπεν αὐτὸς, ἔαρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες, ὥστε μαρτυρεῖν αὐτῷ μᾶλλον ἔοικεν. ἐκκαθαίρεσθαι γὰρ ἐν αὐτῇ τῇ ὥρᾳ τὸ βάθος τοῦ σώματος ἀπὸ τῶν κυρίων μερῶν, ἐπὶ τὸ δέρμα τῶν
γυμνάζειν, ἤτοι γε ἐπίπληκτον αὐτὸν ἢ ἀπόπληκτον ἐργάσῃ τοῖς γυμνασίοις. ἢ εἰ μὴ ταῦτα κινδυνεύει, ῥαγέντος ἀγγείου κατὰ τὸν πνεύμονα περιπεσεῖν ἀνηκέστῳ κακῷ. πολλοὶ δὲ πυρέττειν ἀρξάμενοι διὰ τὰ γυμνάσια νόσοις ὀξυτάταις ἑάλωσαν. ὅσοις δ’ ἀντὶ καθάρσεως τῶν ἐν τῷ βάθει χυμῶν γένηται τὸ γυμνάσιον εἰς τὸ δέρμα τὴν κακοχυμίαν ἐκτεῖνον, ἕλκη καὶ ψώρας ἐργάζεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔλεγεν, ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ. καὶ δὴ καὶ κατὰ τὸ ἔαρ ἡ ἐκ τοῦ περιέχοντος θερμασία, χέουσα τοὺς χυμοὺς, ἐξάγει πρὸς τὸ δέρμα καὶ τοῦτο τὸ ἔργον αὐτοῦ τοῖς γυμνασίοις ἐστὶ παραπλήσιον. οὐ μόνον δὲ τοῖς τούτων ἔργοις ἔοικε τὰ τοῦ ἦρος, ἀλλὰ καὶ τοῖς τῆς φύσεως αὐτῆς. ταύτης γοῦν ἐστὶν ἔργα τήν τε ἄδηλον διαπνοὴν ἐργάζεσθαι καθ’ ὅλον τὸ σῶμα, δι’ ἦς ἐκκρίνεται τὰ περιττὰ, καθαίρειν τε τὸ σῶμα πολυειδῶς ἐν ταῖς νόσοις.
21. Τοῦ δὲ θέρεος ἔνιά τε τουτέων καὶ πυρετοὶ ξυνεχέες καὶ καῦσοι καὶ τριταῖοι πλεῖστοι καὶ τεταρταῖοι, ἔμετοι καὶ διάῤῥοιαι καὶ ὀφθαλμίαι καὶ ὤτων πόνοι καὶ στομάτων ἑλκώσιες καὶ σηπεδόνες αἰδοίων καὶ ἵδρωα.
Τοῦ θέρους φησὶν ἔνια μὲν καὶ τῶν ἠρινῶν γενέσθαι νοσημάτων, κατὰ τὴν ἀρχὴν δηλονότι αὐτοῦ. τὰ γὰρ συνάπτοντα τῷ τέλει τοῦ ἦρος, ὥσπερ ὁμοιότητα τῆς κράσεως ἔπει πρὸς τὸ θέρος, οὕτω καὶ τῆς τῶν παθῶν γενέσεως. γενέσθαι μὲν γάρ φησι καὶ ἄλλα τινὰ τοῦ θέρους ἴδια πυρετοὺς συνεχεῖς καὶ καύσους καὶ τριταίους καὶ ἁπλῶς εἰπεῖν ὅσα διὰ τὴν ξανθὴν χολὴν συμβαίνει πάσχειν τὰ σώματα. καὶ γὰρ οὖν καὶ οἱ ἔμετοι ταύτης ἐπιπολαζούσης καὶ διάῤῥοιαι κάτω χωρούσης γίγνονται, καὶ ὀφθαλμίαι δὲ τοῦ θέρους πολλαὶ, ὡς ἂν τῆς κεφαλῆς πληρουμένης. οὕτω δὲ καὶ ὤτων πόνοι καὶ τὰ ἄλλα τὰ ὅμοια πάσχει τῷ θέρει
πως ἢ ὅλως δακνωδέστεροι τυγχάνουσιν ὄντες. ὀδαξοῦσι γὰρ οὗτοι τὸ δέρμα καὶ κνησμῶδες ἐργάζονται καὶ τραχύνουσιν ἑλκωδῶς.
22. Τοῦ δὲ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ καὶ πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες καὶ ὕδρωπες, φθίσιες καὶ στραγγουρίαι, λειεντερίαι καὶ δυσεντερίαι καὶ ἰσχιάδες καὶ κυνάγχοι καὶ ἄσθματα καὶ εἰλεοὶ καὶ ἐπιληψίαι καὶ τὰ μανικὰ καὶ τὰ μελαγχολικά.
Ἐν τῷ φθινοπώρῳ, φησὶ, καὶ τῶν θερινῶν νοσημάτων γίνονται πολλὰ, μένοντος ἔτι κατ’ αὐτὸ τοῦ θερινοῦ χυμοῦ δηλονότι τῆς ξανθῆς χολῆς. οὐ γὰρ ὥσπερ ἐπὶ τῷ ἦρι τὸ θέρος γιγνόμενον ἐκκενοῖ τοὺς χυμοὺς, οὕτω καὶ τὸ φθινόπωρον ἐκκενοῖ τοὺς θερινοὺς, ἀλλὰ τοὐναντίον ἅπαν ἀπὸ τῶν ἐκτὸς μερῶν εἰς τὸ βάθος ἄγει. δεόντως οὖν τὸ μὲν
λὰ μέρους τινὸς ἐντέρων γίγνονται. μάλιστα δὲ εἰκὸς ἐν ψυχρῷ καὶ ξηρῷ καὶ ἀνωμάλῳ καὶ κακοχύμῳ καιρῷ βλάπτεσθαι τὰ κατὰ γαστέρα τε καὶ τὰ ἔντερα. λεπτοὺς γὰρ καὶ εὐκινήτους ἐν τῷ θέρει τοὺς χυμοὺς γιγνομένους διαδεχόμενον τὸ φθινόπωρον ψυχρόν τε ἅμα καὶ ἀνώμαλον ὑπάρχον εἰς τὸ βάθος ἄγει τοῦ σώματος. ἐν τῷ βάθει δ’ ἐστὶ καὶ ἡ τῶν ἐντέρων θέσις. αἱ δ’ ἐπιληψίαι γίγνονται τοῖς ἐπιτηδείως ἔχουσι πάσχειν τὸ πάθος τοῦτο, διὰ τὴν ἐξαιφνίδιον ἐπὶ τἀναντία μεταβολήν. θάλπος μὲν γὰρ ἐν τοῖς μέσοις τῆς ἡμέρας, ψῦχος δ’ ἐν τοῖς πρώτοις καὶ τελευταίοις γίγνεσθαι, οὐδὲν δ’ οὕτω τοὺς ἐπιληπτικοὺς, ὡς ἡ τοιαύτη μεταβολὴ γεννᾷν πέφυκε. τὰ δὲ μανικὰ πάθη διὰ τὴν ἐν τοῖς λεπτοῖς χολώδεσι χυμοῖς κακοήθειαν γίγνεται, καθάπερ γε καὶ τὰ μελαγχολικὰ διὰ τὴν μέλαιναν, ὑπὲρ ἧς ὀλίγον ἔμπροσθεν εἴρηται.
23. Τοῦ δὲ χειμῶνος πλευρίτιδες, περιπνευμονίαι, λήθαργοι, κόρυζαι, βράγχοι, βῆχες, πόνοι στηθέων καὶ πλευρέων καὶ ὀσφύος καὶ κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι.
Τὰ χειμερινὰ νοσήματα ἐξηγούμενος ἐφεξῆς τῶν φθινοπωρινῶν, οὐκέθ’ ὁμοίως ὡς ἔμπροσθεν εἶπεν, οὔθ’ ὅτι τοῦ χειμῶνος τὰ πολλὰ τῶν φθινοπωρινῶν, καίτοι γ’ ἔμπροσθεν ἐπὶ μὲν τῶν θερινῶν εἰρήκει, παραβάλλων αὐτὰ τοῖς ἠρινοῖς, τοῦ δὲ θέρεος ἔνιά τε τουτέων. ἐπὶ δὲ τῶν φθινοπωρινῶν τοῦ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλά. νυνὶ δὲ τοῦ χειμῶνος ἁπλῶς τὸν κατάλογον ἐποιήσατο τῶν νοσημάτων, ἤτοι γὰρ ἀπὸ κοινοῦ βουλόμενος ἡμᾶς κἀνταῦθα προσυπακοῦσαί τι τῶν εἰρημένων ἢ ἁπλῶς ἀποφαινόμενος μὴ κατὰ μηδὲν κοινωνούσης τῆς φθινοπωρινῆς ὥρας τῇ χειμερινῇ. καίτοι τά γε πρῶτα τοῦ χειμῶνος εὔλογόν τε ἅμα καὶ διὰ τῆς πείρας φαίνεται κοινωνοῦντα τῷ φθινοπώρῳ.
καὶ γὰρ αὐτὸς εἶπεν· οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. εἰ μὴ λέγῃ τὸν αὐτὸν τῶν ἐν τῷ φθινοπώρου ἐσχάτῳ γινομένων μνημονεύειν. ἀλλὰ τά γε τοῦ χειμῶνος ἴδια ταῦτ’ εἶναι βούλεται, πλευρίτιδας καὶ περιπνευμονίας, διὰ τὸ κρύος βλαπτομένων τῶν ἀναπνευστικῶν ὀργάνων, ἐπεὶ τὰ μὲν ἄλλα καὶ σκεπάσαι δυνατὸν οὕτως ἀκριβῶς, ὡς ἤτοι μηδὲν ἢ ὡς ἤκιστα αἰσθάνεσθαι τῆς τοῦ περιέχοντος ψυχρότητος· τῆς δ’ ἀναπνοῆς οὔτ’ εἶρξαί τινα δυνατὸν οὔτ’ ἀναπνεῖν ἑτέρωθεν ἐγχωρεῖ. διά τε οὖν ταύτην αὐτὴν τὴν ψύξιν αἵ τε βῆχες ἐν χειμῶνι γίνονται μάλιστα καὶ οἱ τῶν πλευρῶν πόνοι. διὰ δὲ τὴν αὐτὴν ταύτην ψύξιν καὶ ἡ κεφαλὴ βλαπτομένη κορύζας τε καὶ βῆχας καὶ βράγχους ἐργάζεται. γίγνονται δ’ ὥσπερ τῶν πλευρῶν οἴ πόνοι διὰ τὴν ψύξιν, οὕτω καὶ τῆς κεφαλῆς καὶ τῆς ὀσφύος καὶ ἁπλῶς τῶν νευρωδῶν. καὶ οἱ ἴλιγγοι δὲ ταῖς τῆς κεφαλῆς ἕπονται βλάβαις, ὥσπερ γε καὶ ἀποπληξίαι. καὶ γὰρ καὶ τοῦτο τὸ πάθος, ὅταν ὁ ἐγκέφαλος ἐμπλησθῇ φλέγματος, γίνεται.
24. Ἐν δὲ τῇσι ἡλικίῃσι τοιάδε συμβαίνει, τοῖσι μὲν μικροῖσι καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες.
Ἐπιμελέστερον ἐξείργασται τὰ κατὰ τὰς ἡλικίας τῶν κατὰ τὰς ὤρας, εἰς μικρὰ μόρια τέμνων αὐτάς. ἐπὶ οὖν τῶν παιδίων τῶν νεογνῶν ἄφθας φησὶ γίγνεσθαι. καλοῦσι δὲ οὕτως τὰς ἐπιπολῆς ἑλκώσεις κατὰ τὸ στόμα, διὰ μαλακότητα μάλιστα τῶν ὀργάνων γιγνομένας, μὴ φερόντων μήτε τὴν ποιότητα τοῦ γάλακτος ἔχοντος οὐκ ὀλίγον ὀῤῥῶδες ἐν αὐτῷ. ῥυπτικὸν δ’ ἐστὶ τοῦτο τὴν φύσιν, ὥστ’ οὐδὲν θαυμαστὸν ἐν μαλακοῖς σώμασιν ἐργάζεσθαί τινας ἐπιπολῆς ἑλκώσεις. τοὺς δ’ ἐμέτους τηνικαῦτα εἰκὸς γίνεσθαι τούτοις διὰ τὸ πλῆθος οὗ προσφέρονται γάλακτος. ἀγρυπνίαι δ’ αὐτοῖς οὐδαμῶς συνήθεις εἰσὶ, κοιμᾶται γὰρ τὸ πλέον τοῦ χρόνου, πλὴν εἰ δι’ αὐτὸ τὸ πάθος νομίζει
ἀλλὰ τοῖς γε βρέφεσι καὶ διὰ τούτων ὁ ἐγκέφαλος καὶ ἐκκαθαίρεται καὶ καλῶς ὁ Ἱπποκράτης ἐν τοῖς ἰδίοις τῆς ἡλικίας ἔγραψε καὶ τὰς τῶν ὤτων ὑγρότητας. ἔστι μὲν οὖν καὶ ὅλον τὸ σῶμα τοῖς νεογενέσι παιδίοις ἐσχάτως ὑγρὸν, ὡς καὶ τὴν τῶν ὀστῶν φύσιν ἐν αὐτοῖς οἷον κηρώδη μᾶλλον ὑπάρχειν ἢ λιθώδη. πολὺ δὲ μᾶλλον τῶν ἄλλων μορίων ὁ ἐγκέφαλος ὑγρός ἐστιν, ὡς ἂν καὶ τοῖς τελείοις ὑπάρχων τοιοῦτος, ὥστε εὐλόγως αὐτοῖς ἐπειδὴ πλῆθός ἐστι τῶν περιττῶν διὰ πάντων ἐκκρίνεσθαι τῶν πόρων.
25. Πρὸς δὲ τὸ ὀδοντοφυεῖν προσάγουσιν οὔλων ὀδαξησμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας καὶ τοῖσι παχυτάτοισι τῶν παιδίων καὶ τοῖσι τὰς κοιλίας σκληρὰς ἔχουσι.
Τὸ μὲν ὀδαξησμούς τινας γίνεσθαι τῶν οὔλων, ὅταν οἱ ὀδόντες φύειν μέλλωσι τοῖς παιδίοις, οὐδὲν θαυμαστόν. ὁ
σκληρὰς ἔχουσιν ἐπὶ τοὺς σπασμοὺς ἀναφέρεται. τούτοις μάλιστα λέγοντος αὐτοῦ τῶν παιδίων γίγνεσθαι σπασμοὺς, ἅπερ ἂν ᾖ παχύτατα καὶ κοιλίας ἔχοντα σκληράς. πληθωρικὰ γὰρ ἐστι τὰ τοιαῦτα καὶ περιττωματικὰ καὶ διὰ τοῦτο σπασμοῖς εὐάλωτα, μάλιστα δὲ σπασμοὶ τὰς τοιαύτας καταλαμβάνουσι φύσεις.
26. Πρεσβυτέροισι δὲ γενομένοισι παρίσθμια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθος στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριασμοὶ, χοιράδες καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ προειρημένα.
Πρῶτον μὲν ἔγραψε τῶν νεογνῶν παιδίων, εἶθ’ ἑξῆς τῶν ὀδοντοφυούντων, εἶτα νῦν περὶ τῶν μεταξὺ κατὰ τὴν ἡλικίαν ἤδη, τῶν πεπαυμένων τοὺς ὀδόντας φύειν καὶ τῶν
ἑαυτοὺς ἑτοίμως δέχεσθαι τὰ περιττά. τούτων τῶν ἀδένων ἐστὶ πάθημα καὶ ἡ χοιρὰς οὐχ ὑπὸ θερμῆς ὕλης, οὐδ’ εἰς ἐκπύησιν ἐπειγομένης, μάλιστα δὲ ψυχροτέρας τε καὶ φλεγματικωτέρας.
27. Τοῖσι δὲ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προάγουσι, τουτέων τε τὰ πολλὰ καὶ πυρετοὶ χρόνιοι μᾶλλον καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες.
Ἄρχονται μὲν ἡβάσκειν μετὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος οἱ παῖδες. ὅσοι δὲ πλησίον ἥκουσι τῆς ἡλικίας ἐκείνης, εἶεν ἄν ποτε ἐτῶν δυοκαίδεκα ἢ τρισκαίδεκα, καὶ μέντοι καὶ τεσσαρεσκαίδεκά τινες αὐτῶν. οὐ γὰρ ἁπάντων ἀκριβὴς μία προθεσμία τῆς ἥβης ἐστὶ, διὰ τὴν θερμότητα καὶ ψυχρότητα τῆς κράσεως. οἱ μὲν γὰρ θερμοὶ πρωϊαίτερον, οἱ ψυχροὶ δὲ ὀψιαίτερον ἡβάσκουσι. νοσοῦσι δ’ οἱ παῖδες
οὗτοι πολλὰ μὲν καὶ τῶν ἤδη προειρημένων τῇ τῆς κράσεως ὁμοιότητι καὶ μέντοι καὶ πυρετοὺς χρονιωτέρους τῶν ἔμπροσθεν. οὐ μὴν εἴρηκέ τι περὶ τῶν ἐν ἐκείνῃ τῇ ἡλικίᾳ πλεοναζόντων πυρετῶν, ἀλλ’ ἐκ τοῦ νῦν εἰρημένου δῆλός ἐστιν ἐνδεικνύμενος ὀξεῖς αὐτοὺς γίγνεσθαι. ἀλλοιοῦνται γὰρ αἱ διαθέσεις τῶν παίδων τάχιστα, διὰ τὴν ὑγρότητα τοῦ σώματος καὶ τὴν τῆς φυσικῆς δυνάμεως ἀῤῥωστίαν. αἵματος δὲ ῥύσεις ἐκ τῶν ῥινῶν γίνονται τοῖς τηλικούτοις, ἐπειδὴ πλεονάζειν ἄρχεται κατὰ τὴν ἡλικίαν ἐκείνην ὁ χυμὸς οὗτος, οὐχ ὅτι πλείων γεννᾶται ἢ προσθὲν, ἀλλ’ ὅτι νῦν ἦττον ἀναλίσκεται, διὰ τὸ καὶ τὴν αὔξησιν, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ σώματος, ἦττον κατὰ τὴν ἡλικίαν ταύτην γίνεσθαι τῆς ἔμπροσθεν.
28. Τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δ’ ἐν ἑπτὰ μησὶ, τὰ δ’ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προάγουσιν. ὅσα δ’
ἂν διαμένῃ τοῖσι παιδίοισι πάθεα καὶ μὴ ἀπολυθῇ παρὰ τὸ ἡβάσκειν ἢ ταῖσι θήλεσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθεν.
Εἰ προσέκειτο τῷ λόγῳ τὰ χρόνια, κάλλιον ἂν ἦν. ὅθεν ἔνιοι τὸ τοῦ πάθους ὄνομα κατὰ τῶν χρονίων μόνων οἴονται λέγειν αὐτόν. ἀλλ’ ἐναντιοῦταί γε αὐτοῖς τὰ τοιαῦτα κατὰ τοὺς ἀφορισμοὺς εἰρημένα, ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι, τῇσι φαρμακείῃσι χρέεσθαι καὶ αἱ λεπταὶ δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ πάθεσι καὶ ἐν τοῖσιν ὀξέσι. δῆλον οὖν ἐκ τούτων ἐστὶν ὡς οὐ μόνον ἐπὶ τῶν χρονίων, ἀλλὰ καὶ ἐπὶ ὀξέων λέγειν εἴωθεν ὁ Ἱπποκράτης τὸ τοῦ πάθους ὄνομα. φαίνεταί γε μὴν νῦν ἤτοι κατὰ τῶν χρονίων αὐτὸ φέρων ἢ τὸν λόγον ἐλλιπῆ πεποιημένος. ἀλλ’ ἡμεῖς γε ἀναπληρώσαντες αὐτὸν φήσομεν οὕτως· τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθη χρόνια κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν
ἑπτὰ ἔτεσι. τῶν μὲν οὖν ἡμερῶν ἡ τεσσαρακοστὴ πρώτη μὲν τῶν χρονιζόντων ἐστὶ κρίσιμος, ἐσχάτη δὲ τῶν ἐκ μεταπτώσεως ὀξέων, ὡς καὶ πρόσθεν εἶπον. ὅσα δὲ τὸν ἀριθμὸν τούτων ὑπερβαίνει, κατὰ τὸν τῆς ἑβδομάδος λόγον ἴσχει τὴν κρίσιν, οὐκέθ’ ἡμερῶν ἑπτὰ συναριθμουμένων, ἀλλὰ πρότερον μὲν μηνῶν, εἶθ’ ἑξῆς ἐτῶν. καὶ μὲν δὴ καὶ ὅτι κατὰ τοῦτον ὑπερβάντα τὸν χρόνον εἰς τὴν τετάρτην ἡλικίαν ἀφικνεῖται πρόδηλον. δευτέρα τε γὰρ ἑβδομὰς ἐν τούτῳ τῷ χρόνῳ συμπληροῦται. καὶ ἄλλως αἱ μεταβολαὶ τοῦ σώματος μεγάλαι γίνονται κατὰ τὴν ἥβην καὶ μάλιστα ἐπὶ τῶν θηλειῶν, διὰ τὴν τῶν καταμηνίων φορὰν, ὥσθ’ ὅσα γε νοσήματα μηδὲ κατὰ ταύτην τὴν ἡλικίαν ἐλύθη μέχρι πολλοῦ χρόνου παραμένειν εἴωθεν.
29. Τοῖσι δὲ νεανίσκοισιν αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι καὶ τἄλλα νοσήματα, μάλιστα δὲ τὰ προειρημένα.
Λεπτομερῶς πάνυ διελθὼν τὰς πρώτας ἡλικίας ἄχρι τῆς τῶν ἡβώντων οὐκ οἶδ’ ὅπως ὑπερέβη τὴν τῶν μειρακίων, ἐν τῷ μεταξὺ τῆς τῶν ἡβώντων καὶ τῶν ἀκμαζόντων οὖσαν. ἀλλ’ ἐκ τῶν εἰρημένων ἔνεστί σοί τι καὶ περὶ ταύτης τεκμήρασθαι, κοινωνούσης μὲν κατὰ πολλὰ ταῖς περιεχούσαις αὐτὴν ἑκατέρωθεν ἡλικίαις, ἴδιον δ’ ἐξαίρετον ἐχούσης ἐπὶ τῶν ἀῤῥένων τὴν ἐκ ῥινῶν αἱμοῤῥαγίαν, ἧς ἐμνημόνευσεν ἐπὶ τῶν ἐγγὺς τῆς ἥβης. ἄρχεται μὲν γὰρ ἐπιφαίνεσθαι κατ’ ἐκείνην τὴν ἡλικίαν τοῦτο τὸ σύμπτωμα, μάλιστα δ’ ἀκμάζει τοῖς μειρακίοις, εἶθ’ ὑφίησιν ἀνδρουμένους. ἀλλὰ ταύτην τὴν ἡλικίαν ὑπερβὰς ὁ Ἱπποκράτης ἐπὶ τὴν τῶν νεανίσκων ἀφικνεῖται, καὶ πρῶτον μὲν αἵματος πτύσιν καὶ φθίσιν ἔγραψεν, εἶθ’ ἑξῆς πυρετοὺς ὀξεῖς καὶ μετ’ αὐτοὺς ἐπιληψίαν. εἶτ’ ἐπὶ τούτοις ἔφη καὶ τὰ ἄλλα νοσήματα, μάλιστα δὲ τὰ προειρημένα, καλῶς μὲν τοῦτο προσγράψας, ὁρᾶται γὰρ οὕτως ἔχον, ἐλλιπῶς δὲ περὶ τῶν ὀξέων πυρετῶν διελθών. οὐ γὰρ ἁπλῶς ἐχρῆν εἰπεῖν ὀξεῖς καὶ οἵ γε τοῖς παισὶν οὐδὲν ἧττον ὁρῶνται γιγνόμενοι, ἀλλὰ
αὐτὸς ἐν ἑτέροις, οὐ μόνον ὅτι πλεονάζουσι τοῖς παισὶν εἰπὼν, ἀλλὰ καὶ ὅτι διὰ τοῦτο παιδικὸν ὀνομάζεται τὸ πάθημα καὶ ὅτι κατὰ τὴν μεταβολὴν τῆς ἡλικίας παύονται. γίνονται μὲν οὖν τισι καὶ τῶν νεανίσκων ἐπιληψίαι πρότερον οὐκ οὖσαι, διὰ τὴν ἐν τῇ διαίτῃ πλημμέλειαν ἣν ἔν τε τοῖς προσφερομένοις ποιοῦνται καὶ ἣν ἐν τοῖς διαπραττομένοις ὑπ’ αὐτῶν ἔργοις, ἔν τε χαμευνίαις καὶ ἡλιώσεσι καὶ χειμῶσι καὶ τοιούτοις. ἀλλ’ αὗταί γε οὐ πολλαί τινές εἰσι καὶ γίγνεται δὲ καὶ ἄλλα τινὰ νοσήματα κατὰ τὸν αὐτὸν λόγον, ὥστε κάλλιον ἦν ὧδέ πως εἰρῆσθαι τὸν ἀφορισμόν. τοῖς δὲ νεανίσκοις γίνεται μὲν καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ ῥητὰ κατὰ τὰς ἄλλας ἡλικίας, ἐξαιρέτως δὲ οἵ τε καῦσοι καὶ οἱ τριταῖοι πυρετοί. ἰστέον δὲ ὅτι ἡ ἀκμαστικὴ ἡλικία λε΄ ἔτεσι περιγράφεται, ἡ δὲ παρακμαστικὴ μθ΄.
30. Τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην ἄσθματα, πλευρίτιδες,
περιπνευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, χολεραὶ, διάῤῥοιαι χρόνιαι, δυσεντερίαι, αἱμοῤῥοΐδες.
Τῶν νεανίσκων ἡλικία κατὰ τὴν πέμπτην ἑβδομάδα περιγράφεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς ἔλεγεν ἐν τῷ προγνωστικῷ. μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ μὲν αἵματος τὴν ῥύσιν τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων. ἡ γὰρ ἐχομένη τῶν νεανίσκων ἡλικία ταῖς ἐφεξῆς ἑβδομάσι δύο παρεκτείνεται, πάντα μὲν ἔτι πράττειν ἐπιχειρούντων αὐτῶν τὰ κατὰ τὸν βίον, παραπλησίως τοῖς ἀκμάζουσιν, οὐ μὴν ὁμοίως γε ἐξαρκούντων τοῖς πόνοις. ὑπό τε γὰρ ἐγκαύσεως καὶ ψύξεως καὶ χαμευνίας, ἀγρυπνίας τε καὶ πλησμονῆς μᾶλλον ἐκείνων βλάπτονται. καὶ μὲν δὴ καὶ ἡ κρᾶσις αὕτη τῶν τοιούτων μελαγχολικωτέρα πως ἔστι. καὶ διὰ τοῦτο ἐν αὐτῇ μελαγχολῶσι πολλοὶ, καθάπερ τῶν ὡρῶν ἐν φθινοπώρῳ. ὡς γὰρ ἐκεῖνο τὴν ἐν τῷ θέρει κατοπτηθεῖσαν ὠχρὰν χολὴν διαδέχεται ψυχρὸν ὂν, οὕτω καὶ ἡ παρακμαζόντων
ἐστιν, ἀλλὰ διὰ τὸ ψυχρὸν τῆς ἡλικίας οὐκ ἐξάπτει πυρετούς. ἐπὶ δὲ τῆς τῶν ἀκμαζόντων καὶ περιττεύει ὁ τοιοῦτος χυμὸς καὶ ψυχρὸν οὐδέπω τὸ σῶμά ἐστιν. αἱ λειεντερίαι δὲ ἐδείχθησαν αἱ μὲν ὑπὸ τοῦ ψυχροῦ φλέγματος, αἱ δὲ ὑπὸ δυσκρασίας μόνης ἄῤῥωστον ἐργαζομένης τὴν καθεκτικὴν τῆς γαστρὸς δύναμιν, αἱ δ’ ὑπό τινος ἑλκώδους διαθέσεως γιγνόμεναι, καὶ ταῦτα πάντα πλεονάζει τοῖς παρακμάζουσιν. αἱ δ’ αἱμοῤῥοΐδες οἰκεῖον ὄντως εἰσὶ τῆς ἡλικίας ταύτης πάθος, ὥσπερ αἱ μελαγχολίαι. γίνονται γὰρ ὑπὸ μελαίνης χολῆς, ἐπειδὰν εἰς τὰς κατὰ τὴν ἕδραν φλέβας ἀθροώτερον κατασκήψῃ. ἐμοὶ μὲν οὖν εἴρηται τῶν κατειλεγμένων ἁπάντων παθῶν ἡ αἰτία. τὸ δ’ ἐπιστημονικὸν τῆς πίστεως αὐτῶν, ὑπάρχει τοῖς ἀναλεξαμένοις τὰς περὶ τούτων ἀποδείξεις, ἃς ἐν ταῖς ἡμετέραις πραγματείαις πεποιήμεθα. καταμαθήσεται δ’ αὐτὰς ὁ βουλόμενος ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι καὶ ἥντινα θεωρίαν διδάσκουσα ἑκάστη τὸ περὶ τῆς τάξεως τῶν ἡμετέρων ὑπομνημάτων ἀναγνοὺς βιβλίον. ἐκ τούτων γὰρ ὁρμηθεὶς εἴσεται πῶς ἑκάστην αὐτῶν ἀναγνωστέον ἐστί.
31. Τοῖσι δὲ πρεσβύτῃσι δύσπνοιαι καὶ κατάῤῥοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμὸς τοῦ σώματος ὅλου, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι.
Τοὺς πρεσβύτας τῶν γερόντων ἔνιοι τῶν ὑπὸ Ἱπποκράτους διορίζουσιν, ἐπὶ μὲν τῆς τελευταίας ἡλικίας τὸ τῶν γερόντων ὄνομα διορίζοντές τε καὶ διὰ παντὸς ἡγούμενοι λέγεσθαι, τὸ δὲ τῶν πρεσβύτων ἐπὶ τῆς πρὸ αὐτῆς, ἥτις ἐστὶ μέση τῆς τε τῶν νεανίσκων καὶ τῆς τῶν γερόντων. ἀλλὰ νῦν γε σαφῶς ἐνεδείξατο πρεσβύτας ὀνομάζων τοὺς τὴν ἐσχάτην ἄγοντας ἡλικίαν· ἐν αὐτοῖς γοῦν καταπαύει τὸν λόγον ὡς ἁπάσας ἤδη διεληλυθώς. ἁλίσκονται δ’ οὗτοι συνεχέστατα κατάῤῥοις βηχώδεσι, διά τε τὸ ῥᾳδίως ψύχεσθαι τὰ περὶ τὴν κεφαλὴν καὶ διὰ τὸ πολλὰ γεννᾶσθαι
ὑγιεινῶς διάγωσι χρόνον, ὅθεν καὶ μάλιστα πάθος ἴδιον δοκεῖ γεροντικῆς ἡλικίας ἀγρυπνία. αἱ δ’ ὑγρότητες αὐτοῖς αἵ τε τῶν ὀφθαλμῶν καὶ τῶν ῥινῶν εὔδηλον ὅτι διὰ τὰ τοῦ ἐγκεφάλου περιττώματα γίγνεται. τῶν δ’ αὐτῶν τούτων καταῤῥεόντων εἰς τὴν γαστέρα καὶ αὐτὴ πολλάκις ὑγραίνεται. αἱ δ’ ἀμβλυωπίαι καὶ αἱ βαρυηκοΐαι διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀμαύρωσιν αὐτοῖς γίγνονται. γλαυκώσεις δὲ διὰ τὴν τῶν ὀργάνων ἄμετρον ξηρότητα καὶ διὰ τὸ τὴν ἰδέαν τοῦ ὑποχύματος ἔχειν.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ.
1. Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι χρή.
Αἱ πρὸς τὰς μήτρας συμφύσεις τῶν ἐμβρύων ἀνάλογον ἔχουσι ταῖς τῶν καρπῶν πρὸς τὰ φυτά. ταυτὶ
ἄλλο τι σημαίνεσθαι πρὸς τῆς φαρμακεύειν φωνῆς, ὡς ὀλίγον ὕστερον ἔσται δῆλον.
2. Ἐν τῇσι φαρμακεύῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος, ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναντίως ἰόντα παύειν.
Αὐτόματα κενοῦσθαι λέγομεν ἐκ τοῦ σώματος ὅσα χωρὶς τοῦ πρᾶξαί τι τὸν ἰατρὸν ἐκκρίνεται, ποτὲ μὲν τῆς διοικούσης τὸ σῶμα φύσεως ἐκκαθαιρούσης αὐτὰ, ποτὲ δὲ δι’ ἐρεθισμὸν ἢ τὸ μὴ στέγεσθαι πρὸς τῶν ἀγγείων. ὅτε μὲν οὖν ἡ φύσις ἐκκενοῖ τὸ περιττὸν, ὠφελεῖται τὸ ζῶον, ὅταν δ’ ἄλλως ἀποκρίνηται, λόγῳ συμπτώματος οὔτ’ ὠφέλειά τις ἕπεται καὶ σημεῖόν ἐστιν ἡ τοιαύτη κένωσις μοχθηρᾶς διαθέσεως. εἰκότως οὖν ὁ Ἱπποκράτης συμβουλεύει μιμεῖσθαι τὴν φύσιν. ἡ μίμησις δ’ ἐστὶν ἐν τῷ πειρᾶσθαι
ἡ εὐφορία. παραδείγματα δ’ αὐτὸς εἴρηκε τῶν αὐτομάτως γιγνομένων κενώσεων ἐπ’ ἀγαθῷ, πάμπολλα μὲν ἐν τοῖς τῶν ἐπιδημίων, ὀλίγα δὲ καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον τὸ τῶν ἀφορισμῶν, ὁποῖα καὶ ταῦτά ἐστιν, ὑπὸ ὕδρωπος ἐχομένῳ κατὰ τὰς φλέβας εἰς τὴν κοιλίαν ὕδατος ῥυέντος λύσις. ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίας ληφθῆναι ἀγαθόν. οἷσι χολώδεα διαχωρήματα κωφώσιος γενομένης παύεται. καὶ ὁκόσοισι κώφωσις, χολωδέων γινομένων παύεται.
3. Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, συμφέρει τε καὶ εὐφόρως φέρουσι. τὰ δ’ ἐναντία δυσχερῶς.
Προεξήγημαι τοῦτον ἐν τῇ κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν ἐξηγήσει, γεγραμμένον κἀν τοῖς ἀνωτέρω τοῦ βιβλίου κατὰ τὴν αὐτὴν λέξιν, ὅθεν ἔνιοι καὶ περιαίρουσιν αὐτὸν ἐντεῦθεν.
4. Φαρμακεύειν θέρεος μὲν τὰς ἄνω μᾶλλον, χειμῶνος δὲ τὰς κάτω.
Προϋπακοῦσαι χρὴ δηλονότι κοιλίας. εἰκότως δὲ θέρους μὲν ἄνω καθαίρει. καὶ γὰρ ὁ πλεονάζων τηνικαῦτα χυμὸς ἡ ξανθὴ χολὴ καὶ ὅλως ἡ φύσις ἅπασα τοῦ ζώου, διὰ τὴν περιέχουσαν θερμασίαν ἄνω κινεῖται μᾶλλον. ἀκτέον δέ ἐστιν ἕκαστον τῶν περιττῶν ᾗ ῥέπει διὰ τῶν συμφερόντων, ὡς αὐτὸς ἐν τῷ περὶ χυμῶν ἔγραψε. προσέθηκε δὲ τῷ κατὰ τὸν ἀφορισμὸν λόγῳ μᾶλλον. καὶ οὐχ ἁπλῶς εἶπε φαρμακεύειν θέρεος τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω. καὶ γὰρ εἰ μὴ πολλάκις, ἀλλὰ σπανίως γοῦν ποτε θέρους ὥρᾳ φλεγματικὸς ὤφθη τινὶ πλεονάζων χυμὸς, ὥσπερ ἐνίοτε τῆς ὠχρᾶς χολῆς χειμῶνος.
5. Ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι.
Ἐκπεπυρωμένη τε γὰρ ἡμῶν ἡ φύσις οὖσα τηνικαῦτα τὴν ἀπὸ τῶν καθαρκτικῶν οὐκ οἴσει δριμύτητα, διὸ καὶ πυρέττουσι πολλοὶ τῶν ἐν τούτῳ τῷ καιρῷ καθαρθέντων, ἀσθενής τε οὖσα ἡ δύναμις διὰ τὸ καῦμα προσκαταλυθήσεται τῇ καθάρσει. καὶ μέντοι καὶ ἡ κάθαρσις αὕτη γενήσεται μοχθηρὰ, ἀντισπώσης τῷ καθαρτικῷ φαρμάκῳ τῆς τοῦ περιέχοντος ἀλέας πρὸς τοὐκτὸς τοὺς χυμούς. ὥσπερ γὰρ τὰ θερμὰ λουτρὰ ταῖς καθάρσεσιν ἀντιπράττειν πέφυκεν, οὕτω καὶ ἡ κατὰ τὸ θέρος θερμασία, καὶ μάλισθ’ ὅταν ᾖ σφοδρότερον ἑαυτοῦ.
6. Τοὺς ἰσχνοὺς καὶ εὐεμέας ἄνω φαρμακεύειν, ὑποστελλομένους χειμῶνα.
Προσθεῖναι κἀνταῦθα χρὴ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον τὸ μᾶλλον, ὡς τὸ πολὺ γὰρ οἱ ἰσχνοὶ χολώδεις εἰσίν. ἐὰν οὖν αὐτοῖς ὑπάρχῃ καὶ εὐεμέσιν εἶναι, φαρμακευτέον ἄνω, πλὴν εἰ μὴ χειμὼν ἐναντιῷτο. προειρήκει γὰρ ὡς θέρους μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω φαρμακευτέον ἐστί.
7. Τοὺς δὲ δυσεμέας καὶ μέσας εὐσάρκους κάτω, ὑποστελλομένους θέρος.
Εἰ μὲν εὐεμής τε εἴη καὶ ἰσχνὸς, ἄνω φαρμακεύειν αὐτὸν, πλὴν εἰ μὴ χειμὼν εἴη, τουτέστι καὶ θέρους καὶ φθινοπώρου καὶ ἦρος. ἢν δὲ δυσεμὴς εἴη καὶ μέσος εὔσαρκος, κάτω φαρμακευτέον, ἐὰν ἐπείγῃ μόνον τοῦ θέρους φυλαττόμενον. ἐν ἄλλῃ δ’ ὥρᾳ οὐ φυλακτέον.
8. Τοὺς δὲ φθινώδεας ἀποστελλομένους τὰς ἄνω φαρμακείας.
Ἐπὶ τὰς ἄνω, φησὶ, φαρμακείας οὐδέποτ’ ἄξεις, εὐλαβούμενος δηλονότι τὴν ἐν τοῖς ἀναπνευστικοῖς αὐτῶν ὀργάνοις ἀσθένειαν. ἀκουστέον δὲ φθινώδεις ἤτοι τοὺς φθίσει τῇ νόσῳ ἑαλωκότας ἢ τοὺς ἐπιτηδείως ἔχοντας πρὸς τὴν φθίσιν, ὑπὲρ ὧν εἴρηκεν αὐτὸς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν· καὶ μάλιστα ἔθνησκον οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, στενὸς δὲ τούτοις ἐστὶν ὁ θώραξ καὶ ὁ περιεχόμενος ἐν αὐτῷ πνεύμων.
9. Τοὺς δὲ μελαγχολικοὺς ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθείς.
Φαρμακεύειν τὰς κοιλίας δηλονότι τὰς κάτω τῶν μελαγχολικῶν ἁδροτέρως χρή. ἁδροτέρως δὲ εἴρηκεν ἀντὶ τοῦ σφοδρῶς. ὅτι δὲ κάτω ῥέπει ὁ χυμὸς οὗτος, εἰκότως αὐτὸν ἐκκενοῦν διὰ τῆς κάτω κελεύει γαστρὸς, ὥσπερ τὴν ξανθὴν χολὴν διὰ τῆς ἄνω, κοῦφον ὄντα χυμὸν ἐπιπολάζοντά τε συνεχῶς αὐτόματον. ἐν ἀμφοτέροις μὲν οὖν κοινὸν τὸ ἄγειν ἢ ῥέπειν διὰ τῶν ξυμφερόντων χωρίων. ἴδιον δὲ τοῦ μὲν ἑτέρου τῶν χυμῶν ἄνω ποιεῖσθαι τὴν κένωσιν, ὅτι ταύτῃ ῥέπει, τοῦ δ’ ἑτέρου κάτω, διότι καὶ οὗτος ῥέπει ταύτῃ. ἐναντίον οἶν τὸ ἄνω κενοῦν τῷ κάτω, ὃ καθ’ ἕνα γίγνεται λογισμὸν κοινὸν, διὸ καὶ προσηκόντως εἶπεν ὁ Ἱπποκράτης, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθείς.
10. Φαρμακεύειν ἐν τῇσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν· χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν.
Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ὀργᾷ φωνὴν ὁ Ἱπποκράτης ἀπὸ τῶν ζώων μετενήνοχε τῶν ἐπειγομένων χρῆσθαι συνουσίᾳ, φυσικήν τινα ταύτην ἐπιθυμίαν ἰσχόντων αὐτῶν εἰς τὴν τοῦ σπέρματος ἀπόκρισιν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ σπέρματος λόγοις καὶ τὸ θῆλυ κατὰ τὰς συνουσίας σπερμαῖνον. ὅταν οὖν ἤτοι γε ἐν ὅλῳ τῷ σώματι παραπλησία τῇδε γένηται τῆς φύσεως ὁρμὴ πρὸς ἀπόκρισιν τῶν περιττῶν ἢ εἰ καὶ μὴ καθ’ ὅλον, ἀλλά γε κατὰ τὰ κυριώτατα μέρη, τὸ τοιοῦτον ὁ Ἱπποκράτης ὀργᾷν ὀνομάζειν εἴωθεν. ἀξιοῖ τε διὰ φαρμάκου κενοῦν αὐτίκα, πρὶν ἤτοι κακωθῆναι τὴν δύναμιν ἢ αὐξηθῆναι τὴν τοῦ πυρετοῦ θερμασίαν ἢ εἰς κύριόν τι κατασκῆψαι μόριον τοὺς ἁλωμένους κατὰ τὸ σῶμα χυμούς. ὅτι δὲ λίαν ὀξέα κέκληκε νῦν ἃ πρόσθεν ὠνόμασε κατόξεα δῆλον παντί καὶ μέντοι καὶ ὅτι τῆς τούτων κρίσεως ὅρος ἐστὶν ἡ ἑβδομὰς ἡ πρώτη λέλεκταί μοι καὶ τοῦτο πρόσθεν.
11. Ὁκόσοισι στρόφοι καὶ περὶ τὸν ὀμφαλὸν πόνοι καὶ ὀσφύος ἄλγημα μὴ λυόμενον μήτε ὑπὸ φαρμακίης μήτ’ ἄλλως εἰς ὕδρωπα ξηρὸν ἰδρύεται.
Οἱ μὲν στρόφοι γίγνονται διά τε δῆξιν ἰσχυρὰν καὶ πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον, ἀλλ’ ἐν ταῖς ἐντέρων ἕλιξιν ἐναπειλημμένον, οἱ πόνοι δὲ ὅτι ταῖς τοιαύταις διαθέσεσιν ἕπονται πρόδηλον. ἀλλ’ ὅταν μὲν κατὰ τὸν ὀμφαλὸν ἐρείδωσι καὶ τὴν ὀσφὺν, εἶτα μήθ’ ὑπὸ φαρμακείας μήθ’ ὑπὸ τῶν ἄλλων βοηθημάτων λύονται, δυσκρασία τίς ἐστιν ἑκτικὴ τῶν αὐτῶν μορίων, ἥτις ὡς τὰ πολλὰ χρονίζοντα τὸν ὑφ’ Ἱπποκράτους ὀνομαζόμενον ξηρὸν ὕδρωπα ἐργάζεται. ὀνομάζεται δ’ ὑπὸ τῶν μετ’ αὐτὸν ἰατρῶν ὁ τοιοῦτος ὕδερος τυμπανίας, ὅτι κρουόμενον τὸ ὑπογάστριον ἀποτελεῖ ψόφον οἶόν περ τὰ τύμπανα. καὶ γὰρ οὖν καὶ κατ’ ἐκεῖνα διὰ τοῦ περιτεταμένου δέρματος ὁ ἀὴρ
πλήττεται, καθάπερ ὁ ἐν τῷ βάθει τῶν τοιούτων ὑδρῶν. ὅτι δὲ ἀπὸ τῆς κατὰ τὸν ὄγκον ὁμοιότητος ὕδρωπα καὶ τοῦτον ὁ Ἱπποκράτης ὠνόμασεν εὔδηλον. οὐ μὴν ὑγρόν γε καθάπερ τὴν ἀσκίτην, ἐφ’ ᾧ τὸ συνειλεγμένον οὐκ ἀήρ ἐστι φυσώδης, ἀλλ’ ὑγρὸν ὑδατῶδες. ἔοικε δὲ μείζονος μὲν τῆς ψύξεως ἔκγονος ὑπάρχειν ὁ ὑδατώδης ὕδερος, ὃν ἀσκίτην ὀνομάζουσιν, ὅτι καθάπερ ἐν ἀσκῷ τινι τῷ περιτονίῳ κατακέκλεισται τὸ ὑγρὸν, ἐλάττονος δ’ ὁ τυμπανίας. οὐδὲ γὰρ οὐδὲ μεταβάλλειν ἡ ὑγρότης εἰς ἀέρα φυσώδη δύναται χωρὶς θερμασίας τινός.
12. Ὁκόσοισι κοιλίαι λειεντεριώδεις, χειμῶνος φαρμακεύειν ἄνω κακόν.
Ὅταν ἐν τάχει τῶν ἐσθιομένων ἡ διαχώρησις γίγνηται τοιούτων, οἶα κατεπόθη, λειεντερίαν ὀνομάζουσι τὸ νόσημα.
τὴν γαστέρα. τῶν δ’ ἐν τοῖς ἐντέροις περιεχομένων οὐδὲν οἷόν τε δι’ ἐμέτου κενῶσαι.
13. Πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ ῥᾳδίως καθαιρομένοισι πρὸ τῆς πόσιος ὑγραίνειν τὰ σώματα πλείονι τροφῇ καὶ ἀναπαύσει.
Προπειρᾶσθαι χρὴ τῆς τοῦ μέλλοντος τὸν ἐλλέβορον λήψεσθαι φύσεως ὅπως ἔχει πρὸς τὰς ἄνω καθάρσεις, τουτέστι τὰς δι’ ἐμέτων. γιγνέσθω δ’ ἡ πεῖρά σοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅσα μέτρια. ἐὰν οὖν φαίνηται μὴ ῥᾳδίως καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν, ἄνευ τοῦ προπαρασκευάσασθαι. γίγνοιτο δ’ ἂν τοῦτο καὶ διὰ τῶν συνεχῶν μὲν ἐμέτων ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον. ἀλλ’ ὡς μικρὸν τοῦτο γνώριμον ἅπασιν ὁ Ἱπποκράτης παρέλιπε. γένοιτο
δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προυγραίνειν τὰ σώματα, προνγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει. τὸ μὲν οὖν τῆς ἀναπαύσεως δῆλον. ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν πέφυκε, οὕτως καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχία τε καὶ ἀγυμνασία φυλάττει τὰς ὑγρότητας. ἡ τροφὴ δ’ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν, ἀλλ’ εἴ τις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνῆς μήτε δριμείας μήθ’ ἁλυκῆς μήτε πικρᾶς. τάχα δ’ οὐδὲ τροφὴν ἁπλῶς φατέον εἶναι τὴν τοιαύτην, ἀλλ’ οἷον φαρμακώδη τροφὴν, ὡς τῇ γε ἁπλῶς τροφῇ μόνῃ τῶν ἁπάντων ὑπάρχειν κατὰ τὴν ἑαυτῆς φύσιν, οὐ κατά τι συμβεβηκὸς ὑγραίνειν τὰ στερεὰ τοῦ ζώου μόρια τῆς ἀναπαύσεως οὐ καθ’ αὑτὴν, ἀλλὰ κατά τι συμβεβηκὸς τοῦτο ποιούσης. ὅτι γὰρ οὐ ξηραίνει τὴν ἐκ τῆς τροφῆς ὑγρότητα, διὰ τοῦτο ὑγραίνειν λέγεται. τὸ δ’ ὕδωρ οὔτε πινόμενον οὔτ’ ἔξω προσπῖπτον ὑγραίνειν πέφυκεν αὐτὰ τὰ στερεὰ τοῦ ζώου μόρια. μαθεῖν δ’ ἐστί σοι τελεώτερον ὑπὲρ τῶν τοιούτων τῇ τῶν φυσικῶν δυνάμεων ἐντυχόντι πραγματείᾳ τῇ ἡμετέρᾳ καὶ τῷ περὶ μαρασμοῦ βιβλίῳ.
14. Ἐπὴν πίῃ τις ἐλλέβορον πρὸς μὲν τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ μὴ κινήσιας ἧσσον. δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει.
Ὁ αὐτὸς εἶπε τὴν αἰτίαν δι’ ἣν κινεῖσθαι κελεύει τὰ σώματα τῶν τὸν ἐλλέβορον εἰληφότων. ἡσυχία μὲν γὰρ ἐπὶ τῆς καταστάσεως φυλάττει, μεταβάλλει δὲ καὶ ἀλλοιοῖ τὸ σῶμα κίνησις, ὡς δηλοῖ καὶ ναυτιλία, κίνησις μὲν οὖσα, ταράσσουσα δὲ τὰ σώματα μέχρι τοῦ καὶ πρὸς ἔμετον ὁρμᾷν. ὁπότ’ οὖν ἡ τοιαύτη κίνησις ἱκανὴ καὶ μόνη παρασκευάσαι τὸ σῶμα πρὸς ἔμετον, εἰκὸς δήπου συνελθοῦσαν αὐτὴν ἐμετηρίῳ φαρμάκῳ μικρῷ τινι γενέσθαι δραστικωτέραν. ἔνιοι δὲ ἀντὶ τοῦ ναυτιλίη ναυτίη γράφουσιν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· δηλοῖ δὲ καὶ ἡ ναυτίη ταῖς σφοδραῖς τοῦ σώματος κινήσεσιν ἐπιγιγνομένη ὅτι κίνησις αὐτὰ ταράσσει.
πρόδηλον δὲ ὡς καὶ οὗτος ὁ λόγος ὁ αὐτός ἐστι τῇ δυνάμει τῷ προειρημένῳ.
15. Ἐπὴν βούλει μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα. ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει καὶ μὴ κίνει.
Ὁ μὲν πρότερος ἀφορισμὸς ὅπως χρὴ παρασκευάσαι τὸν ἐλλέβορον εἰληφότα πρὸς τὴν κάθαρσιν ἐδίδαξεν, ὁ δὲ νῦν ὅπως χρὴ παύειν τοὺς καθαιρομένους. εὔλογον δὲ τἀναντία τοῖς ποιοῦσι τὸν ἔμετον παύειν τὴν κάθαρσιν. ὅπερ οὖν αἱ κινήσεις ποιοῦσιν, αἱ ἡσυχίαι παύουσι. καὶ πολὺ δὴ μᾶλλον ὁ ὕπνος ἠρεμίαν ἐργαζόμενος τῶν ψυχικῶν ἐνεργειῶν, ὅσαι διὰ τῶν αἰσθήσεων γίνονται καὶ προσέτι διὰ τῶν μυῶν ἐν ταῖς καθ’ ὁρμὴν κινήσεσιν.
16. Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι· σπασμὸν γὰρ ἐμποιέει.
Ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐπὶ πασῶν τῶν καθάρσεων εἶπε, τοῦτο νῦν ἐπὶ μόνης τῆς δι’ ἐλλεβόρου, ὥστε καὶ συναφθῆναι δύνασθαι τοὺς ἀφορισμοὺς τρόπῳ τοιῷδε· οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες. οὕτω γοῦν καὶ ὁ ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι· σπασμοὺς γὰρ ἐμποιέει· ἐξαίρετον γάρ τοι πρόσεστι τῷ ἐλλεβόρῳ τὸ τοῦ σπασμοῦ, διὰ τὸ σφοδρὸν τῆς ἐνεργείας.
17. Ἀπυρέτῳ ἐόντι ἀποσιτίη καὶ καρδιωγμὸς καὶ σκοτόδινος καὶ στόμα ἐκπικρούμενον, ἄνω Φαρμακείης δεῖσθαι σημαίνει.
Ἡ μὲν ἀσιτία τὸ αὐτὸ δηλοῖ τῇ ἀνορεξίᾳ, ὁ δὲ καρδιωγμὸς δῆξίς ἐστι καρδίας, τουτέστι τοῦ στόματος τῆς γαστρός. ὠνόμαζον γὰρ οἱ παλαιοὶ καὶ τοῦτο καρδίαν. σκοτόδινος δ’ ἐστὶν, ἐπειδὰν ἅμα περιδινεῖσθαι δοκῇ τὰ βλεπόμενα, ἥ τε διὰ τῆς ὄψεως αἴσθησις ἐξαίφνης ἀπολεῖται, δοκούντων αὐτῶν σκότος περικεχύσθαι. γίγνεται δὲ τοῦτο τοῦ στόματος τῆς κοιλίας ὑπὸ μοχθηρῶν χυμῶν δακνομένου. διὰ γὰρ τὸ μέγεθος τῶν νεύρων τῶν ἐξ ἐγκεφάλου καθηκόντων εἰς αὐτὸ βλάπτεται τὰ τῆς ψυχῆς ἔργα κακοπραγοῦντος τοῦ μορίου. τὰ μὲν τοιαῦτα συμπτώματα κοινὰ πάντων ἐστὶ τῶν δάκνειν δυναμένων χυμῶν. τὸ δ’ ἐκπικροῦσθαι τὸ στόμα μόνης τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης χολῆς. διὸ καὶ καλῶς τοῖς εἰρημένοις συμπτώμασιν ὁ Ἱπποκράτης εἶπεν ἄνω φαρμακεύειν σημαίνειν, ὅπερ ἐξαπλωθὲν οὕτως ἑρμηνευθήσεται. τὰ εἰρημένα συμπτώματα σημαίνει τῷ ἰατρῷ τὸν ἄνθρωπον τῆς ἄνω δεῖσθαι φαρμακείης, τουτέστι τῆς δι’ ἐμέτων.
18. Τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα, ὁκόσα καθάρσεως δέονται, ἄνω φαρμακείας σημαίνει δεῖσθαι, ὁκόσα δὲ κάτω, κάτω.
Οὗτος ὁ ἀφορισμὸς ὅπερ ὁ πρόσθεν ἐφ’ ἑνὸς ἀλγήματος ἐδίδαξε, τοῦ κατὰ τὸ στόμα τῆς κοιλίας, τοῦτ’ ἐπὶ πάσας ἐκτείνει τὰς ὀδύνας. ὅσαι μὲν ἄνω τῶν φρενῶν συνίστανται καθάρσεως δεόμεναι, δηλονότι συμβουλεύει ἄνω φαρμακεύειν. ὅσαι δὲ κάτω τῶν φρενῶν εὔδηλον ὅτι καὶ ταύτας κάτω. προσέθηκε δὲ τῷ λόγῳ τὸ καθάρσεως δεόμεναι, χάριν τοῦ μὴ δόξαι τινὶ πάσας ἁπλῶς τὰς ὀδύνας τὸν Ἱπποκράτην διὰ καθάρσεως ἰᾶσθαι. νυνὶ γὰρ οὐ τοῦτ’ εἶπεν, ἀλλ’ ὅτι κατὰ τὰς ῥοπὰς τῶν λυπούντων χυμῶν χρὴ τὰς κενώσεις ποιεῖσθαι καὶ μήτε τὰς ἄνω τῶν φρενῶν ὀδύνας διὰ τῶν ὑπηλάτων ἐκκενοῦν μήτε τὰς κάτω διὰ τῶν ἐμετικῶν.
19. Ὁκόσοι ἐν τῇσι φαρμακοπωσίῃσι μὴ διψῶσι καθαιρόμενοι, οὐ παύονται πρὶν ἢ διψήσωσιν.
Τῶν καθαιρομένων τινὲς μὲν εὐθέως διψῶσι, τινὲς δ’ ὕστερον. καὶ γίνεται τοῦτο διά τε τὴν αὐτῆς τῆς κοιλίας διάθεσιν καὶ τὸ δοθὲν φάρμακον καὶ τὴν ἰδέαν τοῦ κενουμένου χυμοῦ. διὰ μὲν τὴν κοιλίαν ὑπὸ θερμότητος ἢ ξηρότητος ἢ ἀμφοῖν ἑτοίμως εἰς τὸ διψῇν ἀγομένην, ἐάν τε φύσει τοῦθ’ ὑπάρχῃ τῷ πεπωκότι τὸ φάρμακον ἐάν τε κατ’ ἐκεῖνον μόνον τὸν καιρόν. διὰ δὲ αὐτὸ τὸ φάρμακον δριμὺ καὶ θερμὸν καὶ δηκτικὸν ὑπάρχει. διὰ δὲ τὸν κενούμενον χυμὸν, ὅταν πικρόχολος ᾖ. ἐπὶ μὲν δὴ τοῖς τοιούτοις αἰτίοις διψῶσιν, ἐπὶ δὲ τοῖς ἐναντίοις ἄδιψοι μέχρι πλείστου διατελοῦσιν, ὅταν ἤτοι ψυχροτέραν καὶ ὑγροτέραν ἔχῃ ὁ καθαιρόμενος τὴν κοιλίαν, ἤτοι γε ἐξ ἀρχῆς ἢ κατὰ τὸν τῆς φαρμακοπωσίας χρόνον ἢ ὅταν αὐτὸ τὸ φάρμακον ἄδηκτον ᾖ καὶ τρίτον, ὅταν ἤτοι φλεγματικὸς
ὁ κενούμενος ὑπάρχῃ χυμὸς ἢ ὑδατώδης. ἀλλά τι κἀπὶ τούτων, ὅταν δαψιλῶς κενωθῶσιν, ἕπεται δίψος. ἱκανὴ μὲν γὰρ ἡ ἐπὶ τῇ κενώσει ξηρότης ἐργάζεσθαι τοῦτο. προσέτι δὲ καὶ ἡ ἀπὸ τοῦ καθαίροντος φαρμάκου δύναμις ἔχοντός τινα κᾂν εἰ μὴ φανερὰν μηδ’ αἰσθητὴν, ἀλλὰ λεληθυῖαν δριμύτητα καὶ θερμασίαν.
20. Ἀπυρέτοισιν ἐοῦσιν, ἢν γένηται στρόφος καὶ γονάτων βάρος καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακίης δεῖσθαι σημαίνει.
Ὥσπερ ὀλίγον ἔμπροσθεν ἐδίδαξε τὰ σημεῖα τῶν δεομένων τῆς ἄνω φαρμακείας, οὕτω νῦν διδάσκει δι’ ὧν ἄν τις γνοίη τοὺς δεομένους τῆς κάτω. κοινὸς δ’ ἀμφοῖν ἐστιν ὁ λογισμὸς ἐπὶ διαφέρουσι συμπτώμασι. κατὰ γὰρ τὰς ῥοπὰς τῶν λυπούντων καὶ τὰς κενώσεις χρὴ ποιεῖσθαι.
21. Ὑποχωρήματα μέλανα, ὁκοῖον αἷμα μέλαν ἀπὸ ταὐτομάτου ἰόντα καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ κάκιστα καὶ ὁκόσῳ ἂν χρώματα πλείω πονηρότερα ᾖ μᾶλλον κακόν. ξὺν φαρμάκῳ δὲ ἄμεινον καὶ ὁκόσῳ ἂν χρώματα πλείω ᾖ, οὐ πονηρόν.
Περὶ τῶν διαχωρημάτων αὐτῷ νῦν ὁ λόγος ἐστὶν, ἅπερ ὀνομάζεται μὲν ὑπὸ τῶν παλαιῶν ἰατρῶν μέλανα. μέλαινα δ’ ἀκριβῶς οὐκ ἔστι χολὴ, τὸ γὰρ δριμὺ καὶ διαβρωτικὸν καὶ ὀξῶδες οὐκ ἔχει. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ ζυμοῖ τὴν γῆν ἐκχεόμενα κατ’ αὐτῆς, ἀλλ’ ἔστιν ὥσπερ ἂν εἴ τις εἰκάζων εἴποι σαφῶς, οἷον ἰλύς τις αἵματος, οἷα καὶ τοῖς παχέσιν οἴνοις καθισταμένοις ὑφίστασθαι πέφυκεν, ἢν ὀνομάζουσι τρύγα. χρονιζούσης δ’ αὐτῆς ἐν τῷ σώματι καὶ μήτε ἐκκρινομένης κατά τινα τῶν αἰσθητῶν ἐκροῶν, μήτε κατὰ τὸ ἄδηλον, ἀλλὰ μεταβαλλομένης τε καὶ σηπομένης ἀκριβῶς, μέλαινα γεννᾶται χολή. πρὶν δὲ γεννηθῆναι
κάτω ὑπέλθῃ, θανάσιμον. μή τι τοίνυν ἔδοξεν αὐτάρκως δεδηλωκέναι τὴν ἑαυτοῦ γνώμην ἰόντα φάμενος. ἐνδείκνυται γὰρ τοῦτο τοὔνομα χρόνου μῆκος, ὡς ἤτοι δι’ ὅλου τοῦ νοσήματος ἢ κατὰ πολὺν χρόνον αὐτοῦ, ἰόντων τοιούτων ὑποχωρημάτων. εἰ γὰρ ἕνα τινὰ καιρὸν ἐβούλετο δηλῶσαι, πάντως ἂν ἢ ἐπιφανέντα ἢ ἐλθόντα εἶπεν, οὐκ ἀπὸ ταὐτομάτου ἰόντα· τουτὶ γὰρ τὸ ἰόντα τῷ ἐρχόμενα ταὐτὸν, οὐ τῷ ἐλθόντα δηλοῖ. φαρμάκου μέντοι ληφθέντος, ὑφ’ οὗ κενοῦται μέλανα, διαχωρῆσαι τὰ τοιαῦτα θαυμαστὸν οὐδέν. οὕτω δὴ καὶ τὰ πλείω τῶν διαχωρημάτων χρώματα παρὰ φύσιν αὐτόματα μὲν ἐκκενούμενα, σημεῖα πολλῶν ἐστι διαθέσεων ἐν τῷ σώματι ἐνδεικτικά. τὰ ὑπὸ φαρμάκου δ’ ἀγόμενα πεφυκότος ἐκκενοῦν ἤδη πλείονα χυμὸν οὐδὲν ἄτοπον σημαίνει.
22. Νοσημάτων ὁκόσων ἀρχομένων ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ἐπέλθῃ, θανάσιμον.
Διώρισταί μοι καὶ κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν ὁ μελαγχολικὸς χυμὸς, αὐτῆς τῆς μελαίνης χολῆς, ὑπὲρ ἧς νῦν ὁ λόγος αὐτῷ, καὶ τήν γ’ αἰτίαν τοῦ κατ’ ἀρχὰς μὲν ὀλεθρίους εἶναι τοὺς τοιούτους χυμοὺς, ἐξ ὑστέρου δὲ κρισίμους ἐπιφαίνεσθαι, καὶ κατ’ ἐκεῖνον μὲν αὐτάρκως διῆλθον. ἀναλήψομαι δὲ καὶ νῦν, ἐπειδὴ καὶ περὶ τῶν ἀναγκαιοτάτων τῇ τέχνῃ διέρχεσθαι πολλάκις ἄμεινόν ἐστιν. ὅταν ἄρχηταί τι νοσήμα, τῶν ἐκκρινομένων οὐδὲν ἐκκρίνεται τηνικαῦτα τῷ λόγῳ τῆς φύσεως, ἀλλ’ ἔστιν ἅπαντα συμπτώματα τῶν ἐν τῷ σώματι παρὰ φύσιν διαθέσεων. ἐν ᾧ γὰρ χρόνῳ βαρύνεται μὲν ὑπὸ νοσωδῶν αἰτίων ἡ φύσις, ἀπεψία δ’ ἐστὶ τῶν χυμῶν, ἐν τούτῳ κενοῦσθαί τι χρηστῶς ἀδύνατον, εἴ γε προηγεῖσθαι μὲν χρὴ πέψιν, ἀκολουθῆσαι δὲ διάκρισιν, εἶθ’ ἑξῆς κένωσιν, ἵν’ ἀγαθὴ γένηται κρίσις. ἐδίδαξε γοῦν ἡμᾶς ταῦτα αὐτὸς κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν εἰπών· πεπασμοὶ ταχύτητα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα, ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους
ἢ τῶν αὐτῶν ὑποστροφάς. ὅταν οὖν ἐπὶ πέψει νοσήματος ἐκκρίσις γένηται μοχθηροῦ χυμοῦ, καθαίρεται τηνικαῦτα τὸ σῶμα πρὸς τῆς φύσεως καὶ διὰ τοῦτο καὶ μέλαινα χολή. καὶ πᾶς ἄλλος τοιοῦτος χυμὸς ἐπειδὴ πέψεως φανῇ σημεῖα προήκοντος τοῦ νοσήματος, ἀγαθὴν σημαίνει τὴν κένωσιν. εἰ δ’ ἄλλως ἐκκρίνοιτο χωρὶς τῶν τῆς πέψεως σημείων, ὀλέθριόν ἐστι τὸ σύμπτωμα. ὥστ’ ἐπειδὴ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος, ἀπεψίας ἐστὶν ἀεὶ σημεῖα μοχθηρὰ, διὰ παντὸς ἔσται τῶν τοιούτων χυμῶν ἡ κένωσις.
23. Ὁκόσοισιν ἐκ νοσημάτων ὀξέων ἢ ἐκ πολυχρονίων ἢ τρωμάτων ἢ ἄλλως πως λελεπτυσμένοισι, χολὴ μέλαινα ἢ ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ τῇ ὑστεραίῃ ἀποθνήσκουσι.
Ὁ κατὰ τόνδε τὸν ἀφορισμὸν λόγος ἐστὶ δυνάμει τοιοῦτος, ἐάν τε χολὴ μέλαινα, περὶ ἧς ὁ προγεγραμμένος ἀφορισμὸς ἐδίδαξεν, ἐάν τε τὰ μέλανα τὰ τῷ αἵματι ἐοικότα, περὶ ὧν ὁ προκείμενος, λελεπτυσμένοις ἐσχάτως ἐπιφανῇ, κατὰ τὴν ὑστέραν ἀποθνήσκουσιν. ἀσθενὴς γὰρ ἐπὶ τῶν τοιούτων ἡ φύσις, ὡς μήτε πέψαι δύνασθαι μήτε διακρῖναι μήτε ἐκκρῖναι τὰ οὕτω μοχθηρά. διὰ μέγεθος οὖν τοῦ νοσήματος ἀποχεῖται μὴ στεγόμενα καὶ ταύτῃ χαλεπὸν τὸν θάνατον οὐκ ἐν ὑστέρῳ φέρει, καθάπερ ἐν ἄλλοις νοσήμασι διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐδήλωσε μέντοι κατὰ τοῦτον τὸν ἀφορισμὸν ἐναργῶς ὅτι κατὰ τὸν ἔμπροσθεν ἀφορισμὸν ἡνίκα ἔλεγεν, ὑποχωρήματα μέλανα ἢ οἷον αἷμα, προσυπακοῦσαι χρὴ τὸ μέλαν, ἵνα ᾖ τὸ πλῆρες τοιοῦτον, ὑποχωρήματα οἷον αἷμα μέλαν. ἐδήλωσε δὲ καὶ ὅτι καλῶς ἡμεῖς διωρίσαμεν ἀπὸ τῶν μελάνων τὴν μέλαιναν χολήν. τὰ μὲν γὰρ αἵματι μεμελασμένῳ παραπλήσια φέρεται διαφέροντα τῷ κεχύσθαι τε καὶ μὴ πεπηγέναι καθάπερ ἐκεῖνο. μέλαινα δὲ χολὴ καὶ τῷ κεχύσθαι, χωρὶς πεπῆχθαι, καὶ τῷ
στίλβον ἔχειν τὸ μέλαν. ἔτι δὲ δακνῶδες εἶναι καθάπερ ὄξος, ἀναδέρειν τε καὶ ζυμοῦν τὴν γῆν, ὧν οὐδὲν ὑπάρχει τοῖς μέλασιν.
24. Δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον.
Ὑπὸ τῆς ὠχρᾶς μὲν ὑπ’ ἐνίων, ὑπ’ ἄλλων δὲ ξανθῆς ὀνομαζομένης χολῆς ἄρχεται τοὐπίπαν ἡ δυσεντερία. ξυομένων τὰ πρῶτα τῇ τῶν χυμῶν δριμύτητι τῶν ἐντέρων, ἀναβιβρωσκομένων δ’ ὕστερον, ὡς ἑλκοῦσθαι καὶ γίνεσθαι δυσεντερίαν. ταύτην μὲν οὖν τὴν δυσεντερίαν ἰώμεθα πολλάκις. ἥτις δ’ ἂν ὑπὸ τῆς μελαίνης γένηται χολῆς, ἀνίατός ἐστι πάντῃ, οὐδὲν διαφέρουσα καρκίνου τοῦ μεθ’ ἑλκώσεως. ὅπου τοίνυν ἐπιπολῆς συνιστάμενος ὁ τοιοῦτος καρκίνος ἤτοι δυσίατος ἢ παντάπασιν ἀνίατός ἐστι, καίτοι διὰ παντὸς ἐπικείμενον ἑαυτῷ φάρμακον ἔχειν
δυνάμενον, εἰκὸς δήπου τὸν ἐν τοῖς ἐντέροις γιγνόμενον οὐ μόνον τῷ μηδὲν ἔχειν δύνασθαι παντὸς ὁμιλοῦν φάρμακον ἑαυτῷ, ἀλλὰ καὶ τῶν τῆς τροφῆς περιττῶν ἀεὶ ψαυόντων αὐτοῦ παντάπασιν ἀνίατον μένειν.
25. Αἷμα ἄνωθεν μὲν ὁκοῖον ἂν ᾖ, κακὸν, κάτω δὲ ἀγαθὸν, τὰ μέλανα ὑποχωρέοντα κακόν.
Ἐν τοῖς ἔμπροσθεν ἀφορισμοῖς ὁ λόγος αὐτῷ γέγονε περὶ τῶν διὰ τοῦ στόματος ἢ τῆς ἕδρας ἐκκρινομένων, ὥστε καὶ κατὰ τόνδε τὸν προκείμενον ἀκούσωμεν αὐτοῦ λέγοντος, ἄνω τὴν διὰ τοῦ στόματος ἔκκρισιν μόνην ἄνευ τοῦ περιλαμβάνεσθαι τὴν διὰ τῶν ῥινῶν. ταύτην οὖν φησι διὰ παντὸς εἶναι κακὴν, ὁποῖον ἂν ᾖ τὸ αἷμα ἐκκρινόμενον, τουτέστιν ἄν τε ἀφρῶδες ἄν τε ἐρυθρὸν ἄν τε ξανθὸν ἄν τε μέλαν ἄν τε ὑδατῶδες ἄν τε παχύ. κάτω γὰρ ὑπέρχεσθαι βέλτιον εἶναί φησιν αὐτό. οὔκουν οὐδ’ ἐνταῦθα τρόπον
ᾖ, κακὸν, κάτω δὲ δι’ αἱμοῤῥοΐδων ἀγαθὸν, ὅταν ἐκκενοῖ τὰ μέλανα, τουτέστιν ὅταν ἡ φύσις τοῦ ἀνθρώπου πολὺν τὸν τοιοῦτον ἀθροίζῃ χυμόν. ἄλλως δὲ οὐκ ἐπιτρεπτέον ἐθίζεσθαι τῇ τὴν δι’ αἱμοῤῥοΐδος κενώσει σφαλερὰν ἐχούσῃ τὴν ἀμετρίαν ἑκατέρᾳ, ἔν τε τῷ περαιτέρω τοῦ προσήκοντος ἐκκρίνεσθαι κἀν τῷ παντάπασιν ἴσχεσθαι.
26. Ἢν ὑπὸ δυσεντερίης ἐχομένῳ σάρκες ὑποχωρήσωσι, θανάσιμον.
Ἐν ταῖς δυσεντερίαις ἔτι μὲν συνισταμέναις ἐκκρίνεταί τινα πιμελώδη σώματα. τούτοις δ’ ἐφεξῆς ὅταν μὴ φθάσῃ παυσαμένη, ξύσματά τινα τῶν ἐντέρων αὐτῶν, ἀποῤῥιπτομένης τῆς ἔνδοθεν ἐπιφανείας αὐτῶν ὑμενώδους οὔσης καὶ πυκνῆς ἀνάλογον τῇ κατὰ τὸ δέρμα τοὐκτὸς ἐπιδερμίδι. μετὰ δὲ ταῦτα αὐτῆς τι οὐσίας τῶν ἐντέρων ἀποξύεται, καθ’ ὃν
ἤδη χρόνον οὐκέτι γίνεσθαι τὴν δυσεντερίαν, ἀλλ’ ἤδη γεγονέναι καὶ κατεσκευάσθαι φαμέν. ὅταν οὖν οὕτω μεγάλα μέρη τῶν ἐντέρων ἐκκρίνηται κατὰ τὴν δυσεντερίαν ὡς δύνασθαι σάρκας ὀνομάζεσθαι αὐτὰ, θανάσιμον εἶναί φησι τὸ νόσημα, μήτε σαρκωθῆναι τῆς τηλικαύτης ἑλκώσεως μήτε ἐπουλωθῆναι δυναμένης.
27. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν αἱμοῤῥαγέει πλῆθος ὁκοθενοῦν ἐν τῇσιν ἀναλήψεσι, τουτέοισιν κοιλίαι καθυγραίνονται.
Τῆς ἐμφύτου θερμασίας ἀῤῥώστου γιγνομένης διὰ τὴν αἱμοῤῥαγίαν οὔτε πέττεσθαι καλῶς τὰ σιτία οὔθ’ αἱματοῦσθαι, πολὺ δὲ δὴ μᾶλλον οὐδ’ ἀναδίδοσθαι δύναται, καὶ διὰ ταῦτα πάντα τὰς κοιλίας ὑγροτέρας γίνεσθαι τοῖς τοιούτοις εἰκός ἐστι, μέχρι περ ἂν ἐν χρόνῳ πλείονι τὴν ἑαυτῆς ἰσχὺν ἡ φύσις ἀνακτήσηται.
28. Ὁκόσοισι χολώδεα τὰ διαχωρήματα, κωφώσιος γινομένης παύεται καὶ ὁκόσοισι κώφωσις, χολωδέων γινομένων παύεται.
Οὐ περὶ τῆς ἐν ἕξει δυσλύτου κωφώσεως ὁ λόγος αὐτῷ νῦν ἐστιν, ἀλλὰ περὶ τῆς ἐξαίφνης πυρετοῖς ἢ ἄλλως γινομένης, ἀναδραμούσης ἐπὶ τὴν κεφαλὴν τῆς χολῆς. αὕτη γὰρ, ὅταν μὲν καταλάβῃ τοὺς ἀκουστικοὺς πόρους τὴν κώφωσιν ἐργάζεται. ὅταν δ’ ἐντεῦθεν ἀπωσαμένης αὐτὴν τῆς φύσεως ἐπὶ τὴν διαχώρησιν ἀφίκηται, λύει τὴν κώφωσιν.
29. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἑκταίοισιν ἐοῦσι ῥίγεα γίνεται δύσκριτα.
Ὅσα τοῖς πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι ἐπιγίνεται ῥίγη, κρίνειν εἴωθεν ἀγαθὴν μὲν καὶ τελέαν κρίσιν,
ἐλέλεκτο, καὶ μετὰ συμπτωμάτων δ’ ἔστιν ὅτε χαλεπῶν, εἰ ἑκταία γίνεται ἡ κρίσις, ὑπὲρ ὧν ἁπάντων γέγραπταί μοι τελέως ἐν ταῖς προειρημέναις πραγματείαις. ταῦτα μὲν οὖν οὕτως γίγνεσθαι καὶ πρὸς τῆς ἐμπειρίας μεμαρτύρηται. τὰς δ’ αἰτίας αὐτῶν μακρὸν ἂν εἴη νῦν διεξέρχεσθαι. περὶ μὲν γὰρ τῶν κρινουσῶν ἡμερῶν ἐν τῷ τρίτῳ τῶν περὶ κρίσεων εἴρηται, περὶ δὲ τοῦ ῥίγους ἰδίᾳ κατ’ αὐτό.
30. Ὁκόσοισι παροξυσμοὶ γίνονται ἣν ἂν ὥρην ἀφῇ ὁ πυρετὸς, εἰς τὴν αὔριον τὴν αὐτὴν ὥρην ἢν λάβῃ, δύσκριτα.
Ὑποθώμεθά τινα κατὰ τὴν πρώτην ἡμέραν ἀρξάμενον ὥραν τὴν τρίτην, πεπαῦσθαι δὲ καθ’ ἡντιναοῦν ὥραν ἑτέραν, εἶθ’ ὑπῆρχθαι πάλιν ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν κατὰ τὴν ὥραν τὴν τρίτην, εἶτα παυσάμενον αὖθις, ὅτε δή ποτε τῇ τρίτῃ τῶν ἡμερῶν πάλιν ἄρξασθαι κατὰ τὴν τρίτην ὥραν, εἶτ’ αὖθις ὡς ἔτυχε παυσάμενον ἄρξασθαι τῇ τετάρτῃ
τοῦτο νόσημα, κἂν πολλαῖς κἂν ὀλίγαις ὁ παροξυσμὸς ὥραις γένηται. τοῦτο μὲν οὖν, ὡς ἔφην, ὑπὸ τῆς ἐμπειρίας μαρτυρεῖται. τὴν δ’ αἰτίαν αὐτοῦ νομιστέον εἶναι τοιαύτην, ὅταν μὲν ἀστήρικτον ᾖ τὸ τῶν παροξυσμῶν αἴτιον, οὐ φυλάττει τὴν αὐτὴν περίοδόν τε καὶ προθεσμίαν, ὅταν δ’ ἐστηριγμένον, φυλάττει καὶ διὰ τοῦτο δύσλυτον μέν ἐστι τὸ ἐστηριγμένον, εὔλυτον δὲ τὸ μὴ τοιοῦτον. μοχλείας γὰρ, ὡς ἂν εἴποι τις, ἰσχυρᾶς δεῖ τοῖς ἐστηριγμένοις, ἥτις ἐν χρόνῳ πλείονι καὶ διὰ βοηθημάτων ἰσχυροτέρων τε καὶ πλειόνων γίγνεται.
31. Τοῖσι κοπιώδεσιν ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ τὰς γνάθους μάλιστα αἱ ἀποστάσιες γίνονται.
Ἐῤῥέθη ἤδη καὶ πρόσθεν ὡς τῶν κόπων ἔνιοι μὲν ἐπὶ κινήσεσι γίγνονται πολλαῖς, οἵπερ ἁπλῶς τε καὶ κυρίως ὀνομάζονται
τὸ κεφάλαιον τοιοῦτον. τοῖς κοπώδεσιν ὁπωσοῦν ἐν πυρετοῖς γενομένοις, ἐς ἄρθρα καὶ μάλιστα περὶ τὰς γνάθους αἱ ἀποστάσιες γίνονται. συμβαίνει δὲ τοῦτο διὰ τὴν ἐν τοῖς πυρετοῖς θερμασίαν, ἐπὶ κεφαλὴν ἀναφερομένου τοῦ πλήθους, εἶτ’ ἐντεῦθεν τῶν περὶ τὰς γνάθους ἀδένων ὑποδεχομένων αὐτὸ, καθάπερ ὅταν εἰς βουβῶνας ἢ μασχάλας ἀφίκηταί τι τῶν ἐν ἐκείνοις τοῖς μέρεσιν.
32. Ὁκόσοισι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, ἤν τι πονήσῃ, ἐνταῦθα αἱ ἀποστάσιες γίνονται.
Εἴπερ ὁ πόνος τήν τε σφοδρὰν κίνησιν σημαίνει καὶ τὴν ὀδύνην καὶ τὴν βλάβην, ὡς ἔμπροσθεν ἐδείχθη, πρόδηλον δήπου ὅτι καὶ πονεῖν τὸ ἐν πλείονι κινήσει γενέσθαι δηλώσει καὶ τὸ σχεῖν τινὰ ὀδύνην ἢ βλάβην. ἀτὰρ οὖν καὶ
κόπων διαλεγόμενος, ὁ δὲ νῦν προκείμενος ὑπὲρ τῶν ἐν ταῖς ἀναλήψεσιν, ὁ δ’ ἑξῆς ὑπὲρ τῶν προηγησαμένων τῆς νόσου.
33. Ἀτὰρ ἢν καὶ προπεπονηκός τι ᾖ πρὸ τοῦ νοσεῖν, ἐνταῦθα στηρίζει ἡ νοῦσος.
Εἴτε συνάπτειν τις ἐθέλει τοῖς προειρημένοις δύο λόγοις καὶ τοῦτον νῦν εἰρημένον εἰς ἑνὸς ἀφορισμοῦ συμπλήρωσιν εἴθ’ ἕκαστον ἰδίᾳ περιγράφειν οὐ διοίσει. δέδεικται γὰρ ἥ τε κοινότης αὐτῶν καὶ ἡ καθ’ ἕκαστον ἰδιότης ἐν τῷ προειρημένῳ λόγῳ. ῥηθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων. ὅταν ἐν νοσήματι κοπώδης αἴσθησις ᾖ τῷ κάμνοντι, προσδέχεσθαι χρὴ γενήσεσθαί τινα ἀπόστασιν εἰς ἄρθρα καὶ μάλιστα περὶ τὰς γνάθους. ὁμοίως δὲ καὶ ἐὰν ἀνακομιζόμενος ἐκ νόσου κάμῃ τινὶ μορίῳ τοῦ σώματος ἢ πρὶν
τοῦ νοσεῖν. εἴωθε γὰρ κατὰ πολὺ κατασκήπτειν εἰς τὰ τοιαῦτα, κατ’ ἐκείνας δηλονότι τῶν νόσων, ἐφ’ ὦν ἐλπίς ἐστιν ἀπόστασιν γενέσθαι καὶ μὴ προκριθῆναι τὸ νόσημα δι’ ἐκκρίσεως. εἴρηται μὲν οὖν τινα κἀν τοῖς πρόσθεν ὑπὲρ τῆς τῶν τοιούτων νοσημάτων διαγνώσεως. ὁ δὲ σύμπας λόγος ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι διήρηται.
34. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγίγνηται, θανάσιμον.
Ἔνεστι μὲν καὶ ἁπλῶς ἀκοῦσαι τῆς ἀρχῆς τοῦ ἀφορισμοῦ, καθ’ ἥν φησιν, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, ὡς εἰ καὶ οὕτως ἔτυχεν εἰπὼν, ἢν πυρέσσοντι ἀνθρώπῳ οἰδήματος μὴ ἐόντος ἔνεστι δὲ καὶ σὺν ἐνδείξει τινὶ πλείονι, καθάπερ εἴωθε καὶ ἐν τοῖς τῶν ἐπιδημιῶν γράφειν, οὐ τὸν ἁπλῶς ὁπωσοῦν πυρέττοντα δηλῶν, ὅταν εἴπῃ πυρετὸς εἶχεν αὐτὸν, ἀλλ’ ὅτῳ μέγας ἐστὶν ὁ πυρετὸς, οὕτως ἑρμηνεύων.
αὐτὴν, ἣν ὀνομάζουσι λάρυγγα. καί ποτε κατὰ τὴν προκειμένην εὐρυχωρίαν ταύτης, ᾖ τοὔνομα φάρυγξ ἐστὶ, πνίγεσθαι πέφυκεν. οὕτως οὖν καὶ Ὅμηρος ἔφη·
— φάρυγος δ’ ἐξέσσυτο οἶνος, ψωμοί τ’ ἀνδρόμεοι
τὴν προκειμένην εὐρυχωρίαν στομάχου καὶ λάρυγγος ὀνομάζων φάρυγγα. φαίνεται δὲ καὶ νῦν ὁ Ἱπποκράτης ταὐτὸ τοῦτο τὸ μόριον ὡσαύτως Ὁμήρῳ καλέσας· φησὶ γοῦν οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, ὡς δυνατὸν ἐπὶ πλέον ἀνοιχθέντος τοῦ στόματος, ἀκριβῶς θεάσασθαι τὸ μόριον, ὅπερ οὐχ ὑπάρχει τῷ λάρυγγι. γενήσεται γοῦν ὁ σύμπας λόγος τοιοῦτος. ἐὰν ὑπὸ πυρετοῦ ἐχομένῳ πνὶξ ἐξαίφνης ἐπιγενήσεται χωρὶς ὄγκου τοῦ κατὰ τὴν φάρυγγα, θανατῶδές ἐστιν. ὡσαύτως ὠνόμαζον οἱ παλαιοὶ τὸ οἴδημα καὶ τὸν ὄγκον. ἴσμεν δ’ ὅτι τρίτη τίς ἐστιν ἡ διαφορὰ τῶν ὄγκων. ἤτοι γὰρ μετ’ ὀδύνης εἰσὶ καὶ καλοῦσιν αὐτοὺς οἱ νεώτεροι φλεγμονὰς ἢ χωρὶς ὀδύνης καὶ σκληροὶ, καλοῦσι
μετὰ δυσφορίης, πνιγώδης, ὀλέθριοι ὀξέως. ἀλλὰ νῦν γε τὸ ἐπώδυνον οὐκ εἶπεν, ὡς τοῖς προειρημένοις συνεπινοεῖσθαι δυνάμενον ἢ ὡς καὶ χωρὶς ὀδύνης, ὑπολαμβάνων ποτὲ τὴν ἐν τῷ προειρημένῳ λόγῳ συνίστασθαι πνίγα. εἴπερ ὅλως δύναται χωρὶς ὀδύνης γενέσθαι πνὶξ, ἐπ’ αἰτίαις ἔσται τοιαῖσδε. δυνατὸν μὲν καὶ πλήθους ὑγρότητος καὶ μάλιστα φλεγματώδους διαβρέξαι τὸν ἔνδοθεν τοῦ λάρυγγος χιτῶνα, γενέσθαι τὸν ὄγκον ἀνώδυνον αὐτῷ, δυνατὸν δὲ καὶ τῶν διοιγόντων αὐτῶν μυῶν παχυνθέντων στενώτερον ἀποτελεσθῆναι τὸν πόρον, ἐγχωρεῖ δὲ καὶ ἄμφω συνελθεῖν. οὐκ ἀδύνατον δὲ οὐδὲ δι’ ὑπερβάλλουσαν ξηρότητα τῶν ἔνδον τοῦ λάρυγγος. μυῶν ἐπὶ πλεῖον ταθέντων, στενωθῆναι τὸν πόρον. οἵτινες δ’ εἰσὶν οὗτοι καὶ ὅπως κλείουσι τὸν λάρυγγα τεινόμενοι δέδεικται κατὰ τὴν περὶ φωνῆς πραγματείαν.
35. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστρέφηται καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος, θανάσιμον.
Οὐκέτι προσέθηκεν ἐνταῦθα τὸν τόπον, ἐν ᾧ φησιν, οἰδήματος μὴ ἐόντος, ὥσπερ ἐν τῷ πρόσθεν ἀφορισμῷ τῆς φάρυγγος ἐμνημόνευσεν εἰπὼν, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι. ἀλλ’ ἡμεῖς γε δυοῖν θάτερον ἐροῦμεν. ἤτοι ἀπὸ κοινοῦ δεῖν ἀκούειν ἐπὶ τῆς φάρυγγος ἢ ὅλως ἐπὶ πάντων τῶν κατὰ τὸν τράχηλον χωρίων. ὁπόταν γὰρ ἐν μηδενὶ τούτων φαίνηται, μήτε διοιγομένου τοῦ στόματος ἐν τῇ φάρυγγι μήτ’ ἔξωθεν οἴδημα, συμβῇ δὲ τὸν ἄνθρωπον ἀδυνατεῖν καταπίνειν, ὀλέθριον σύμπτωμά ἐστι γινόμενον ἐπὶ φλεγμονῇ ποτὲ μὲν τῶν προβεβλημένων μυῶν τῷ στομάχῳ, ποτὲ δὲ αὐτοῦ τοῦ στομάχου. κοινωνία γάρ τίς ἐστι τούτοις τοῖς μορίοις διὰ νεύρων καὶ συνδέσμων πρὸς τε τὸν νωτιαῖον μυελὸν καὶ τὰς ἀμφ’ αὐτὸν μήνιγγας, ἔτι
ἐν τοῖς μέλεσιν εἰκὸς γίγνεσθαι ξηρότητα. καὶ διττὸν ἕξει λόγον ὁ σφοδρὸς πυρετὸς ὡς πρὸς τὸν θάνατον, ὅτι τε σημεῖον ἔσται τοῦ διὰ ξηρότητα τήν τε διαστροφὴν γεγονέναι καὶ τὸ καταπίνειν μόγις, ὅτι τε συντελέσει τι καὶ αὐτὸς ὡς ἕν τι τῶν ἐπὶ θάνατον ἀγόντων αἰτίων.
36. Ἱδρῶτες πυρεταίνοντι ἢν ἄρξωνται, ἀγαθοὶ τριταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι καὶ ἑνδεκαταῖοι καὶ τεσσαρεσκαιδεκαταῖοι καὶ ἑπτακαιδεκαταῖοι καὶ μιῇ καὶ εἰκοστῇ καὶ ἑβδόμῃ καὶ εἰκοστῇ καὶ τριηκοστῇ πρώτῃ καὶ τριηκοστῇ τετάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες νόσους κρίνουσιν. οἱ δὲ μὴ οὕτως γινόμενοι πόνον σημαίνουσι καὶ μῆκος νούσου, ὑποτροπιασμόν.
Οὐχ ἱδρῶτες μόνον, ἀλλὰ καὶ διαχωρήσεις γαστρὸς ἀξιόλογοι καὶ οὖρα πολλὰ καὶ ἀποστήματα παρ’ οὖς ἢ κατ’ ἄλλο τι τῶν ἄρθρων ἐν ταῖς ἡμέραις ταῖς εἰρημέναις ἐπιφαίνεται
τῷ καταλόγῳ περιεχομένας τῶν κρισίμων ἡμερῶν καὶ ἴσως ἰσχυροτέραν γε τὴν τριακοστὴν τετάρτην. οὐ μὴν τῆς τεσσαρακοστῆς ἐμνημόνευσεν ἴσως, ἐπειδὴ ταύτην τινὰ ἀρχὴν τῶν χρονίων ἐνόμιζεν, ἃ δι’ ἱδρώτων οὐ πάνυ τι κρίνεται. καὶ γὰρ καὶ αὐτὴν τὴν τριακοστὴν πρώτην καὶ τριακοστὴν τετάρτην καὶ πρὸ αὐτῶν τὴν εἰκοστὴν ἑβδόμην σπανίως ἔστιν ἱδρῶσι κρινούσας εὑρεῖν.
37. Οἱ ψυχροὶ ἱδρῶτες σὺν ὀξεῖ πυρετῷ γινόμενοι θάνατον σημαίνουσι, ξὺν δὲ πρηοτέρῳ μῆκος νούσου.
Ὅτι μὲν οὖν οὕτω γίνεται πολλάκις ἡ πεῖρα διδάσκει. τίς δ’ ἡ αἰτία τοῦ γινομένου σκεπτέον. ἀπορώτατον γὰρ εἶναι δοκεῖ πυρετοῦ θερμοτάτου κατέχοντος τὸν ἄνθρωπον ἱδρῶτα ψυχρὸν γίγνεσθαι. ὅτι μὲν οὖν ἐν ἄλλοις χρὴ μέρεσι τοῦ σώματος εἶναι τὴν σφοδρὰν θερμασίαν, ἐξ ἄλλων
ἐν χρόνῳ πλείονι τοῦ ψυχροῦ πλήθους πεφθέντος καὶ κρατηθέντος ὑπὸ τῆς φύσεως. ὁ μὲν γὰρ ὀξὺς πυρετὸς αἴτιόν ἐστι καὶ σημεῖον δὲ ὀλεθριώτατον· αἴτιον μὲν, ἐπειδὴ πέφυκε διαλύειν τὰ σώματα, σημεῖον δὲ, ὅτι τὸ πλῆθος τῶν ὑγρῶν ἐνδείκνυται ὅτι ψυχρότατον ὑπάρχει, ὅπου γε μηδ’ ὑπὸ τῆς τοῦ πυρετοῦ μεταβάλλεται θερμότητος. ὁ δ’ οὐκ ὀξὺς, ἀλλὰ μέτριος πυρετὸς ἐπιτρέπει χρόνῳ πλείονι πρὸ τῆς φύσεως πεφθῆναι τὸ πλῆθος, ὡς ἂν μὴ φθάνων διαλύειν τὸ ζῶον. σημεῖον δ’ οὐκ ἔστιν οὕτως ὀλέθριον ὡς ὁ σφοδρός. ἐγχωρεῖ γὰρ ἐν χλιαρῷ πυρετῷ, κἂν μετρίως ψυχρὸν ᾖ τὸ πλῆθος, ἀνεκθέρμαντον μένειν.
38. Καὶ ὅκου ἔνι τοῦ σώματος, ἱδρὼς ἐκεῖ φράζει τὴν νοῦσον.
Εἴπερ γὰρ εἰς ὅλον ἡ νόσος ἐξέτατο τοῦ ζώου τὸ σῶμα καὶ τὴν κένωσιν ἂν ἐξ ἅπαντος ὁμοίως ὁμότιμον ἐποιεῖτο.
γίγνονται μὲν γὰρ οἱ ἱδρῶτες ἤτοι τῆς φύσεως ἐκκενούσης τὰ περιττὰ, ἡνίκα καὶ κρίνουσι χρηστῶς, ἢ καὶ τῷ μὴ στέγεσθαι κατὰ τὸ σῶμα, τῷ λόγῳ τοῦ νοσήματος. ὁποτέρως δ’ ἂν γένωνται, τὴν τῶν πεπονθότων μερῶν ἐκκρίνουσιν ὑγρότητα.
39. Καὶ ὅκου ἔνι τοῦ σώματος ψυχρὸν ἢ θερμὸν, ἐνταῦθα ἡ νοῦσος.
Ἐν ᾧπερ ἂν ἢ μορίῳ τοῦ σώματος ἐπίσημος ἤτοι θερμότης ἢ ψύξις, ἐν τούτῳ καὶ τὴν νόσον ἀναγκαῖον ὑπάρχειν. ἐξέστηκε γὰρ τοῦτο δηλονότι τῆς κατὰ φύσιν εὐκρασίας, ἥτις ἐστὶν ἡ ὑγίεια.
40. Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα
καταψύχηται ἢ αὖθις θερμαίνηται ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει.
Αἱ ποικίλαι διαθέσεις ἀεὶ χρονιώτεραι γίγνονται τῶν μονοειδῶν, ἀδυνατούσης δηλονότι τῆς φύσεως ἐν ὀλίγῳ χρόνῳ κατεργάζεσθαι τὰς πολλὰς διαθέσεις.
41. Ἱδρὼς πολὺς ἐξ ὕπνου γινόμενος ἄνευ φανερῆς αἰτίας τὸ σῶμα σημαίνει, τροφῇ ὅτι πλείονι χρέεται. ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως δεῖται.
Ἔνιοι γράφουσιν οὕτω τὸν ἀφορισμὸν, ἱδρὼς πολὺς ἐξ ὕπνου γιγνόμενος ἄνευ φανερᾶς αἰτίας, ἔνιοι δὲ ἄνευ τινὸς αἰτίης ἑτέρης. ἀλλά γε τὰ τοιαῦτα κἂν μὴ προσγραφῇ νοῆται, μυριάκις ἐν μυρίαις ῥήσεσιν ὑπ’ αὐτοῦ παραλελειμμένα, διὰ τὸ προσυπακούειν ἡμᾶς αὐτὰ, κἂν
μὴ ῥηθῇ, μεμαθηκότας γε ἅπαξ παρ’ αὐτοῦ ὅτι διὰ τὴν ἔξωθεν αἰτίαν οὐκ ἐκ τῆς τοῦ σώματος διαθέσεως γιγνόμενα συμπτώματα πρόγνωσιν οὐδεμίαν ποιεῖται ἀσφαλῆ. τούτου μὲν οὖν ἀεὶ χρὴ μεμνῆσθαι, τὸ δὲ κατὰ τὸν προκείμενον ἀφορισμὸν διδασκόμενον ἐν τῇ τοῦ πολὺς προσθήκῃ μάλιστά ἐστιν. εἰ γὰρ μὴ πολὺς ἱδρὼς ᾖ, δύναιτ’ ἂν καὶ διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν καὶ διὰ τὴν τοῦ σώματος ἀραιότητα γίγνεσθαι. τὸ γὰρ πλῆθος ὑπ’ αὐτοῦ δυοῖν θάτερον, ἤτοι διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν ἢ διὰ τὴν τῶν ἔμπροσθεν ὑπάρχει. εἰ μὲν διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν, κωλυτέον πολλὰ λαμβάνειν, εἰ δὲ διὰ τὴν τῶν ἔμπροσθεν, κενωτέον.
42. Ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων, ὁ ψυχρὸς μείζω, ὁ δὲ θερμὸς ἐλάσσω νοῦσον σημαίνει.
Περὶ μὲν οὖν τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γιγνομένων ἱδρώτων ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν ἐν ὅλῳ χρόνῳ τοῦ νοσήματος ἐπιφαινομένων ἀκρίτως ἐν τῷδε δηλοῖ, χαλεπωτέρους μὲν εἶναι λέγων τοὺς ψυχροτέρους, ἧττον δὲ τούτων μοχθηροὺς τοὺς θερμούς. ἀμφότεροι μὲν γὰρ ἐνδείκνυται πλῆθος, ἀλλ’ οἱ μὲν ἕτεροι ψυχρὸν, οἵ γε καὶ χείρους εἰσὶν, οἱ δὲ ἕτεροι θερμὸν, ἧττον ἐκείνων ὄντες ὀλέθριοι πυρετοί.
43. Οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται μᾶλλον ἐπικίνδυνοι, ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.
Ὅτι τὸ διαλείπειν ὁ Ἱπποκράτης ἐπὶ τῶν εἰς ἀπυρεξίαν παυομένων παροξυσμῶν λέγει δῆλον ἐποίησεν ἐν τῷδε τῷ ἀφορισμῷ, τοὺς ὁπωσοῦν διαλείποντας τῶν διὰ τρίτης παροξυνομένων ἀκινδύνους ἀποφαινόμενος. μόνοι
γὰρ οἱ εἰς ἀπυρεξίαν λήγοντες ἐξ αὐτῶν εἰσιν ἀκίνδυνοι, κἂν σφοδρότατον ποιῶνται τὸν παροξυσμὸν κἂν ἱκανῶς μακρόν. ἐὰν μὲν γὰρ οὗτος ᾖ βραχὺς, ὡς ἐν τοῖς ἀκριβέσι τριταίοις ἐστὶν ἐλάττονι ἢ τῶν δώδεκα ὡρῶν χρόνῳ περιγραφόμενος, οὐ μόνον ἀκίνδυνος ὁ τοιοῦτός ἐστι πυρετὸς, ἀλλὰ καὶ ταχυκρίσιμος· ἐὰν δὲ μακρότερος ὡς ὡρῶν, εἰ τύχοι, ἡ, ὑπάρχει ἀκίνδυνος μὲν ἔτι καὶ οὗτος, εἰς τοσοῦτον δὲ χρονιώτερος, εἰς ὅσον ὁ παροξυσμὸς αὐτοῦ μείζων ἐστὶν ἢ κατὰ τὸν ἀκριβῆ τριταῖον. εἰκότως δὲ τοὺς εἰς ἀπυρεξίαν τελευτῶντας ἀκινδύνους εἶναί φησιν, ὡς ἂν μήτε διὰ φλεγμονήν τινα γιγνομένους μήτε ἐπὶ κακοήθει σήψει χυμῶν. οὐδέτεροι γὰρ τούτων εἰς ἀπυρεξίαν ἀφικνοῦνται. ὅτῳ δ’ ἂν οὖν τρόπῳ διαλείπῃ σημαίνει ὅτι ἀκίνδυνοι, τουτέστιν, ἐάν τε σφοδροῦ τοῦ παροξυσμοῦ γεγονότος ἐάν τε μακροῦ.
44. Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι γίνονται.
Οὐ διὰ παντὸς οὐδὲ τοῦτο καθάπερ οὐδ’ ἄλλο οὐδὲν τῶν ὁμοίων, ἀλλ’ ὡς τὸ πολὺ δηλονότι φαίνεται συμβαῖνον, ἡ δ’ αἰτία φανερά. διὰ γάρ τοι τὸ πλῆθος ἢ τὸ πάχος ἢ τὴν ψυχρότητα τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν ἐπὶ πλεῖστον ἐκτείνεται τὰ νοσήματα, χρόνου μακροῦ δεομένων αὐτῶν εἰς τὴν πέψιν. εἰκὸς οὖν ἐστιν ἐπ’ αὐτοῖς καὶ φύματα γίγνεσθαι καὶ κατασκήπτειν εἰς ἄρθρα τὸ περιττόν. εἴτε δ’ ἀντὶ τῶν ἀλγημάτων ἀκούσομεν εἰρῆσθαι τοὺς πόνους εἴτ’ ἀντὶ τῆς βλάβης ἑκάτερον ἔχει τινὰ λόγον. ἄμφω γὰρ ἕπεται τοῖς ἀποσκήμμασιν.
45. Ὁκόσοισι φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι ἐκ πυρετῶν μακρῶν γίνονται, οὗτοι σιτίοισι πλέοσι χρέονται.
Περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου διδάσκει. τούτοις γὰρ ἐμπιπλαμένοις εἰκός ἐστι γίγνεσθαι πληθωρικὰ περιττώματα καὶ μάλιστα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως.
46. Ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.
Οὐ ταὐτόν ἐστιν ἢν ἐπιπέσῃ φάναι καὶ ἢν ἐμπίπτῃ. τὸ μὲν γὰρ ἐπιπέσῃ μίαν καταβολὴν τοῦ ῥίγους δηλοῖ, τὸ δ’ ἐμπίπτῃ πλείονας. ἅπαξ μὲν οὖν ἐπιπεπτωκότος τοῦ ῥίγους οὔπω δῆλον εἴτ’ ὀλέθριος εἴτε χρηστὴ κρίσις ἀκολουθήσει. δύναται μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὀλέθριον γενέσθαι τὸ σύμπτωμα, δύναται δὲ καὶ σφαλερὰ κρίσις, ἀλλ’ ὅμως εἰς ἀγαθὸν τελευτῆσαι. τὸ δὲ πλεονάκις γενέσθαι τὸ ῥῖγος μὴ διαλείποντος τοῦ πυρετοῦ καὶ ἄλλως μὲν οὐκ ἀγαθὸν, ἐπ’ ἀσθενεῖ δὲ τῇ δυνάμει γιγνόμενον ὀλέθριον. εἰ μὲν γὰρ καὶ κένωσίς τις ἕποιτο τῷ
ῥίγει διάλειμμα μηδὲν ἐργαζομένη, κατ’ ἄμφω διαλυθῆναι τὸν ἄνθρωπον εἰκὸς, οὔτε τῆς δυνάμεως φερούσης τὸν κλόνον τοῦ ῥίγους ὑπό τε τῆς κενώσεως καταλουμένης. εἰ δὲ τὸ ῥῖγος γίγνοιτο μόνον, οὐδεμιᾶς γιγνομένης κενώσεως ἑκατέρως οὐκ ἀγαθὸν τὸ σύμπτωμα. καὶ γὰρ ὡς αἴτιον κακὸν ἅψεται τῆς δυνάμεως καὶ σημεῖον ἔσται μοχθηρὸν ἐνδεικνύμενον ἀῤῥωστίαν ἐσχάτην αὐτῆς, εὐωθυίας μὲν ἐπὶ τοῖς ῥίγεσιν ἐκκρίνειν τοὺς λυποῦντας χυμοὺς, ἀδυνατούσης δ’ αὐτὸ νῦν ποιεῖν.
47. Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι, αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες πᾶσαι κακαί. ἀποχωροῦσαι δὲ καλῶς ἀγαθαὶ καὶ κατὰ τὰς διαχωρήσιας καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.
Ἦν μὲν ἴσως πρέπον ἀφοριστικῇ διδασκαλίᾳ συντομώτερον εἰρῆσθαι πάσας τὰς πονηρὰς ἐκκρίσεις καλῶς ἀποχωρούσας εἰς ἀγαθὸν τελευτᾶν, ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως ἐποίησεν, ἀλλὰ πρῶτον μὲν ἐμνημόνευσε τριῶν γενῶν ἐκκρίσεως, τῆς τε διὰ στόματος καὶ τῆς τῶν διαχωρουμένων καὶ τῆς τῶν οὔρων, εἶτα καὶ τῆς διὰ στόματος αὐτῆς λεπτομερέστερον. οὐ γὰρ ἁπλῶς εἶπε τὰς μοχθηρὰς ἀποχωρούσας καλῶς ἀγαθὰς ὑπάρχειν, ἀλλὰ καὶ κατ’ εἶδος αὐτῶν ἐμνημόνευσεν εἰπών· αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες. εἷς δέ τίς ἐστιν ὁ κοινὸς ἐπὶ πάντων τούτων λόγος, αἱ μοχθηραὶ κενώσεις μοχθηρῶν διαθέσεών εἰσι σημεῖα καὶ γίγνονται πολλάκις μὲν οὕτω, ὡς ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν ἡμῶν οἷς ἰχῶρες ἀποῤῥέουσιν, οὐδὲν ὠφελοῦντες τὴν διάθεσιν, ἐνίοτε δὲ οὕτως, ὡς πῦον ἐξ ἀποστήματος ῥαγέντος, ἐκκαθαιρομένου καλῶς τοῦ πεπονθότος. τεκμήρια δὲ τοῦ καλῶς ἀποκρίνεσθαι μέγιστα μὲν, εἰ πέψις εἴη καὶ ἡ εὐφορία. σὺν αὐτοῖς δὲ καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ μετ’ αὐτῶν ὥρα καὶ χώρα
καὶ ἡλικία καὶ ἡ τοῦ κάμνοντος φύσις. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ διχῶς εὑρίσκεται γεγραμμένον, ἐν τισὶ μὲν ὡς προγέγραπται, ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται, ἐν τισὶ δὲ χωρὶς τοῦ μὴ, κατὰ τόνδε τὸν τρόπον, ἢν δέ τι τῶν συμφερόντων ἐκκρίνηται· κατὰ μὲν τὴν προτέραν γραφὴν ὁ λόγος ἔσται τοιοῦτος, ἢν δὲ τι τῶν μὴ συμφερόντων ἐκκρίνεσθαι φαίνηται κενούμενον, οὐκ ἀγαθόν ἐστι· κατὰ δὲ τὴν δευτέραν, ἢν δέ τι τῶν συμφερόντων τῷ ζώῳ καὶ οἰκείων ἐκκρίνηται, οὐκ ἀγαθόν ἐστι. βελτίων οὖν ἡ προτέρα γραφή.
48. Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάσιμον.
Σκεπτέον εἰ δυνατὸν ἔσται τὰ εἰρημένα συμπτώματα καὶ κατὰ τὸν διαλείποντα γενέσθαι πυρετόν. ἐγὼ μὲν γὰρ οὔτ’ εἶδον οὔτ’ ἐπινοῶ. φαίνεται δὲ μόνον τοῖς ὀλεθρίοις ὑπάρχοντα καύσοις ἢ εἰ βούλοιο καλεῖν ἑτέρως, τοῖς κακοηθεστάτοις, οἷον λιπυρίαις· ἄλλος δ’ οὐδεὶς πυρετὸς διακαίει τὸ βάθος ἐψυγμένου τοῦ δέρματος. οὔτε γὰρ ὁ ἐπιεικὴς καῦσος οὔθ’ ὁ τριταῖος, οἵπερ ἁπάντων εἰσὶ πυρετῶν θερμότατοι. ἔοικεν οὖν οὐχ ἕνεκα διορισμοῦ προσκεῖσθαι τῷ κατὰ τὸν ἀφορισμὸν τὸ ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἀλλ’ ὁμοίως εἰρῆσθαι τῷ σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οὐχ ὡς καὶ ἄλλοθί που τοῦ σώματος ὄντων σπονδύλων, ἀλλ’ ὥσπερ εἰ καὶ οὕτως εἶπε, σπόνδυλοι δὲ οἷς ὑπάρχει κατὰ ῥάχιν εἶναι, καὶ νῦν οὕτως ἀκουσόμεθα τοῦ λόγου. τὸ διακαίεσθαι τὸ βάθος ἐψυγμένου τοῦ δέρματος ὀλέθριόν ἐστι. γίγνεται δὲ τοῦτο κατά τινας τῶν μὴ διαλειπόντων πυρετῶν. αἰτία δ’ αὐτοῦ τοιάδε τίς ἐστιν· ὅταν ἤτοι φλεγμονή τίς ἐστιν ἰσχυρὰ κατά τι τῶν ἐν βάθει μορίων ἢ ἐρυσίπελας συστῇ, πᾶν ἐπὶ τὸ πεπονθὸς μέρος ἐξ ὅλου τοῦ
σώματος ἕλκεται τὸ αἷμα καὶ διὰ ταῦτα μὲν διακαίεται τὸ βάθος, ἀποψύχεται δὲ τὸ δέρμα, καθάπερ ἐν ταῖς ἐπισημασίαις.
49. Ἐν μὴ διαλείποντι πυρετῷ ἢν χεῖλος ἢ τὸ βλέφαρον ἢ ὀφρὺς ἢ ὀφθαλμὸς ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενέος ἐόντος τοῦ κάμνοντος ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.
Αἱ διαστροφαὶ τῶν μορίων γίγνονται τεινομένων τε καὶ συνελκομένων ἐπὶ τὰς ἰδίας ἀρχὰς τῶν εἰς αὐτὰ καθηκόντων νεύρων, αὐτό τε τὸ τείνεσθαι φλεγμοναῖς καὶ σκίῤῥοις καὶ ξηρότησι καὶ ψύξεσιν ἀμέτροις ἕπεται. χαλεπὰ δὲ ταῦτά ἐστιν ὁπόταν τῆς τῶν νεύρων ἀρχῆς πλησίον συνίστηται. διὸ κἀπειδὰν ὅ τε πυρετὸς ᾖ συνεχὴς καὶ ὁ κάμνων ἀσθενὴς, ἐγγὺς εἶναι τὸν θάνατον εἰκός ἐστι,
ἔτι δὲ μᾶλλον, ὅταν ἢ μὴ ἀκούῃ τις ἢ μὴ βλέπῃ, διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀῤῥωστίαν.
50. Ὁκόσοισι δ’ ἐν τῷ πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνηται καὶ παραφροσύνη, θανάσιμον.
Γίγνεται μὲν ἐνίοτε καὶ διὰ μίαν αἰτίαν ἀμφότερα, δύσπνοια καὶ παραφροσύνη, πεπονθότος τοῦ ἐγκεφάλου καὶ φαίνεται τηνικαῦτα τὸ πνεῦμα, καθάπερ αὐτὸς εἶπεν ἐν τῷ προγνωστικῷ, μέγα τε καὶ διὰ πολλοῦ, τουτέστι μέγα τε καὶ ἀραιόν, ἐγχωρεῖ δὲ καὶ διά τι τῶν ἀναπνευστικῶν ὀργάνων πεπονθὸς γενέσθαι τὴν δύσπνοιαν. αἵ τε γὰρ πλευρίτιδες καὶ περιπνευμονίαι τά τ’ ἄλλα τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη δύσπνοιαν ἐργάζεται. κινδυνώδη δὲ ταῦτα πάντα ἐστὶ καὶ μάλιστα μετὰ συνεχοῦς πυρετοῦ. καὶ γὰρ καὶ γίγνεσθαι πέφυκεν ἀεὶ μετὰ τοιούτου, ὥστε κἀνταῦθα
τὸ ἐν πυρετῷ μὴ διαλείποντι κατὰ τὸν αὐτὸν ἔοικε λόγον εἰρῆσθαι τῷ κατὰ τὸν ἔμπροσθεν ἀφορισμόν.
51. Ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας μῆκος νούσου σημαίνει.
Πρόδηλος ὁ λόγος καὶ ἴσως οὐδὲ Ἱπποκράτους δεόμενος. ἐν αὐτῷ γὰρ τῷ μὴ λύεσθαι κατὰ τὰς πρώτας κρισίμους εὔδηλον ὡς χρονίζει τὰ τοιαῦτα παθήματα.
52. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον. ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.
Εἴρηται κἀν τῷ προγνωστικῷ τὸ δακρύειν οὐκ ἀγαθὸν εἶναι σημεῖον, ὅταν γε δηλονότι μηδὲν ᾖ πεπονθὸς αὐτὸς
ὁ ὀφθαλμὸς ἴδιον ἐξαίρετον πάθος, οἷον ὀφθαλμίαν ἢ τραχύτητα περὶ τὰ βλέφαρα ἤ τι τοιοῦτον. ἀῤῥωστία γάρ τις ἐμφαίνεται τῆς καθεκτικῆς δυνάμεως, ἐπειδὰν μηδενὸς ὄντος τοιούτου δακρύουσιν. οὐκ ὀρθῶς δὲ ἀτοπώτερον γέγραπται παραβλητικῶς· ἄμεινον γὰρ ἦν ἀπολελυμένως ἄτοπον εἰρῆσθαι, καί μοι δοκεῖ τὸ σφάλμα τοῦ πρώτου βιβλιογράφου γεγονέναι μᾶλλον ἢ Ἱπποκράτους αὐτοῦ.
53. Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυροὶ γίνονται οἱ πυρετοί.
Οὐδὲ γὰρ οὐδὲ γενέσθαι δύνανται ταῦτα τὰ περίγλισχρα χωρὶς πολλῆς θερμασίας ὑγρότητα φλεγματικωτέραν ξηραινούσης.
54. Ὁκόσοισιν ἐπὶ πολὺ βῆχες ξηραὶ βραχέα ἐρεθίζουσι ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσι.
Ξηρὰς ὀνομάζουσι βῆχας ἐφ’ ὧν οὐδὲν ἀναπτύεται, γίγνονται δὲ ποτὲ μὲν ἐπὶ δυσκρασίᾳ τῶν ἀναπνευστικῶν ὀργάνων, ἔστι δ’ ὅτε ἐπὶ τραχύτητι τῆς φάρυγγος ἥ τινος ὑγροῦ λεπτοῦ τε καὶ ὀλίγου καταῤῥέοντος. ὅ τι δ’ ἂν ᾖ τούτων, ἐπιτέγγεταί πως τὰ περὶ τὴν ἀρτηρίαν χωρία καὶ διὰ ταῦθ’ ἧττον γίγνονται διψώδεις. καὶ γὰρ ἐὰν τραχύτης ᾖ μόνη, διὰ τὴν ἐν τῇ βηχὶ κίνησιν ἐκ τῶν πλησίον ἕλκεταί τις ὑγρότης. οὕτω δὲ κἂν ᾖ δυσκρασία μόνη.
55. Οἱ ἐπὶ βουβῶσι πυρετοὶ πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων.
Ἐφήμεροι πυρετοὶ πάντες πρὸς αὐτοῦ καλοῦνται ὅσοι κατὰ τὸν ἴδιον λόγον ἡμέρᾳ γίγνονται μιᾷ. τοιοῦτοι δέ εἰσι καὶ οἱ ἐπὶ τοῖς βουβῶσιν, ὅταν ἐπὶ φανεροῖς αἰτίοις συστῶσι. τοὺς δ’ ἄλλους βουβῶνας, ὅσοι χωρὶς αἰτίας φανερᾶς ἐγένοντο, ταῖς τῶν σπλάγχνων εἰκός ἐστι συνεισβάλλειν φλεγμοναῖς καὶ διὰ τοῦτο καὶ τοὺς ἅμα αὐτοῖς γιγνομένους πυρετοὺς κακοὺς εἶναι.
56. Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ κακόν. μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην πλείω σημαίνει.
Ἐχρῆν τοῦτον τὸν ἀφορισμὸν ἐζεῦχθαι τῷ μικρῷ πρόσθεν εἰρημένῳ, καθ’ ὃν ἔφη, ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων. αὐτός τ’ ἐδήλωσε καὶ ὅπως κακὸν ἔφησε τὸν τοιοῦτον εἶναι καὶ διὰ τίνα αἰτίαν. κακὸς μὲν οὖν ἐστιν,
ὅτι πρὸς τῷ μὴ λύειν τὴν νόσον ἔτι καὶ μηκύνειν αὐτὴν δηλοῖ. τὴν δ’ αἰτίαν τοῦ κατὰ τὸν χρόνον μήκους ὑγρότητα πολλὴν εἶναί φησιν, ἣν ἐν χρόνῳ πλείονι διαφερούσης τε καὶ πεττούσης τῆς φύσεως ἀναγκαῖόν ἐστι μηκῦναι τὸ νόσημα.
57. Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐνοχλουμένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.
Ἔστι μὲν δήπου καὶ ὁ τέτανος σπασμὸς, ἀλλ’ οὐ φαίνεται σπώμενα τὰ μόρια κατ’ αὐτὸν, ὅτι κατ’ ἴσον ὀπίσω τε καὶ πρόσω τείνεται καὶ διὰ τοῦτο ἐξαίρετόν ἐστιν ὄνομα τέτανος ὡς εἶναι πάντας τοὺς τρεῖς σπασμοὺς ὀπισθότονον, ἐμπροσθότονον, τέτανον. ἅπαντες δ’ οἱ σπασμοὶ γίγνονται κατ’ αὐτὸν, ὑπὸ κενώσεως ἢ πληρώσεως τῶν νευρωδῶν δηλονότι μορίων. ὅσοι μὲν οὖν ἐπιγίγνονται πυρετοῖς καυσώδεσι σπασμοὶ, τούτους μὲν εἰκός ἐστι διὰ ξηρότητα συνίστασθαι.
ὅσοι δ’ ἀπ’ ἀρχῆς ἰδίας εἰσβάλλουσιν, ἐπὶ πληρώσει τὴν γένεσιν ἴσχουσι. τούτοις οὖν τοῖς σπασμοῖς ἐπιγινόμενοι πυρετοὶ τὸ μέν τι διαφοροῦσι τῆς περιττῆς ὑγρότητος, τὸ δέ τι καὶ συμπέττουσι τῆς ὑγρότητος, οἵπερ εἰσὶ καὶ τοῖς ἰατροῖς σκοποὶ τῶν ἰαμάτων. εἰκότως οὖν ὀλέθριοι μὲν οἱ ἐπὶ πυρετοῖς σπασμοὶ, οὐκ ὀλέθριοι δὲ οἱ πρὸ τῶν πυρετῶν.
58. Ὑπὸ καύσου ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις.
Ἐδείχθη γὰρ ἐν τῷ περὶ ῥίγους λόγῳ καὶ διὰ τὴν ξανθὴν χολὴν φερομένην ὀξέως διὰ τῶν αἰσθητικῶν σωμάτων ῥῖγος γιγνόμενον. ἐφ’ ὧν δηλονότι καὶ κοιλίαι καταῤῥήγνυνται καὶ ἱδρῶτες καὶ ἔμετοι χολώδεις ἐπιφαίνονται. καθαιρομένης οὖν τῆς τὸν καῦσον ἐργαζομένης χολῆς ἡ λύσις τῷ πυρετῷ. καῦσον γὰρ ἴσμεν γιγνόμενον, ὅταν ἐν θερινῇ
ὥρᾳ ἀναξηρανθέντα τὰ φλεβία ἐπισπάσηται δριμέας καὶ χολώδεις ἰχῶρας εἰς ἑαυτά.
59. Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.
Ὁ τριταῖος πυρετὸς τοῦ καύσου κατὰ μὲν τὸν ποιοῦντα χυμὸν οὐ διαφέρει. γίγνονται γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς ἀμφότεροι. διαφέρουσι δὲ πολὺ τῷ τὸν μὲν καῦσον ἐν ταῖς φλεψὶν ἅμα τῷ αἵματι τὴν ξανθὴν χολὴν πλεονάζουσάν τε καὶ ζέουσαν ἔχειν, τὸν δὲ τριταῖον ἐν ὅλῳ τῷ σώματι φερομένην τε καὶ κινουμένην. ἀκριβὴς οὖν ἔσται ὁ τριταῖος ὁ τὴν ἑαυτοῦ φύσιν εἰλικρινῆ διασώζων. διασώζει δὲ ὁ ξανθὴν χολὴν ἔχων, ὡς εἴρηται, πλεονεκτοῦσάν τε καὶ κινουμένην, τήν τε ὥραν θερινὴν καὶ τὸ χωρίον ὁμοίως τῇ ὥρᾳ θερμὸν καὶ ξηρὸν καὶ τὴν ἡλικίαν τοῦ ἀνθρώπου καὶ τὴν κρᾶσιν ὁμοίαν. εὐθὺς δ’ ἂν τῷ τοιούτῳ τριταίῳ καὶ
εἰς τὴν τρισκαιδεκάτην ἡμέραν ἐμπίπτει καὶ κρίνεται πολλάκις ἐν αὐτῷ τὸ νόσημα, μὴ περιμεῖναν τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν. καθάπερ οὖν ἐν τοῖς συνεχέσι νοσήμασι τῶν μὲν ὀξέων νοσημάτων ὅρος ἦν ἡ τεσσαρεσκαιδεκάτη, τῶν δὲ κατοξέων ἡ ἑβδόμη, οὕτως ἐν τοῖς διαλείπουσιν ὁ μακροχρονιώτατος πυρετὸς τριταῖος ὅρον ἔχει τὴν ἑβδόμην περίοδον. ὥσπερ δὲ πάλιν ἐπὶ τῶν κατοξέων ἐνεδέχετο κριθῆναι τὸ νόσημα καὶ κατὰ τὴν πέμπτην ἡμέραν καὶ κατὰ τὴν τετάρτην καὶ κατὰ τὴν τρίτην, οὕτως καὶ τοῦ τριταίου καὶ κατὰ τὰς αὐτὰς περιόδους ἐνδέχεται γενέσθαι τὴν λύσιν, οὐκ ἀναμενούσης τῆς φύσεως τὴν ἑβδόμην περίοδον. ἐνίοτε μὲν οὖν μετὰ προσθήκης ὁ Ἱπποκράτης ἀκριβῆ τριταῖον ὀνομάζει τὸν τοιοῦτον. ἐνίοτε δὲ ἁπλῶς ἀρκεῖται τριταῖον εἰπὼν, ὥσπερ καὶ νῦν ἔθους ὄντος καὶ τοῖς ἄλλοις ἅπασιν Ἕλλησι τὰ τοιαῦτα πάντα πράγματα ἀδιορίστως ὀνομάζειν.
60. Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ ῥινῶν ῥυὲν ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νόσημα.
Εἴρηται καὶ πρόσθεν αὐτῷ κώφωσιν γίγνεσθαι, χολωδῶν διαχωρημάτων ἐπισχεθέντων καὶ ἀναδραμόντων ἐπὶ τὴν κεφαλὴν, λύεσθαί τε τὴν τοιαύτην κώφωσιν ἐκταραχθείσης τῆς γαστρός. εἴρηται δὲ καὶ νῦν αὐτῷ τοῦτο καὶ πρὸς αὐτὸ τὸ περὶ τῆς διὰ τῆς ῥινὸς αἱμοῤῥαγίας. καὶ γὰρ καὶ αὕτη λύει κώφωσιν τὴν ἐν πυρετοῖς γιγνομένην, δηλονότι χωρὶς τοῦ πεπονθέναι τι τὸ τῆς ἀκοῆς ὄργανον ἴδιον ἐξαίρετον πάθημα· καὶ οὐδὲν θαυμαστὸν, ἐκκρινομένων τε καὶ μεταβαλλομένων τῶν λυπούντων χυμῶν παύεσθαι τὰ νοσήματα.
61. Πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ὁ πυρετὸς ἀφῇ, ὑποτροπιάζειν εἴωθεν.
Οὐκ οἶδ’ εἰ τοῦτον τὸν ἀφορισμὸν Ἱπποκράτης αὐτὸς ἔγραψε καὶ μὴ τῶν παρεγγεγραμμένων ἐστίν. ἔν τε γὰρ τῷ προγνωστικῷ τὰς κατὰ τετράδα τῶν κρισίμων ἡμερῶν αὐξήσεις τε καὶ συνθέσεις ἐδίδαξε καὶ κατὰ τοῦτ’ αὐτὸ τὸ βιβλίον τῶν ἀφορισμῶν, ἔν τε ταῖς ἐπιδημίαις οὐ μόνον ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πολλοὺς οἶδε κρινομένους, ἀλλὰ καὶ κατὰ τὴν εἰκοστὴν καὶ τὴν τεσσαρακοστὴν καὶ ἑξηκοστήν καὶ ὀγδοηκοστήν. κρίνει δ’ αὐτῷ καὶ εἰκοστὴ τετάρτη καὶ τριακοστὴ τετάρτη, ὀγδοηκοστή τε καὶ κατ’ ἀρχὰς εὐθέως ἡ τετάρτη. πῶς οὖν νῦν φησιν, εἰ μὴ ἐν περισσῇ ἡμέρᾳ ὁ πυρετὸς παύσεται, μὴ γίνεσθαι πιστὴν τὴν κρίσιν. ἄμεινον οὖν ἀντὶ τοῦ ἐν περισσῇ ἡμέρᾳ, ἐν κριτικῇ γράφειν, ὡς ἐνίοις ἔδοξε. πολλὰ μέντοι τῶν ἀντιγράφων πληθυντικῶς τό τ’ ἐν περισσῇσι καὶ τὸ ἡμέρῃσιν ἔχει γεγραμμένα.
62. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίαν γίνωνται.
Ἴκτερος μὲν ἐνίοτε γίγνεται καὶ κριτικὸς, ἀποτιθεμένης τῆς φύσεως εἰς ὅλον τὸ σῶμα καὶ μάλιστα πρὸς τὸ δέρμα τὴν ξανθὴν χολήν. γίγνεται δὲ καὶ σύμπτωμα κακοπραγοῦντος τοῦ ἥπατος. αἱ κακοπραγίαι δ’ αὐτοῦ τρεῖς εἰσιν, ἐφ’ αἷς ἴκτερος εἴωθεν ἐπιγίγνεσθαι, σκίῤῥος καὶ φλεγμονὴ καὶ ἔμφραξις. ἀλλὰ σκίῤῥος μὲν χρόνιον νόσημα, φλεγμονὴ δὲ καὶ ἔμφραξις καὶ ἐξαίφνης δύναται γενέσθαι. καὶ δὴ καὶ οἱ πρὸ τῆς ἑβδόμης ἡμέρας ἴκτεροι κατά τι τούτων γίγνονται. θᾶττον γὰρ οὐχ οἷόν τε κριτικῶς ἀναχυθῆναι τὴν χολὴν εἰς τὸ σῶμα. τὸ μὲν οὖν πρὸ τῆς ἑβδόμης ἡμέρας κακὸν εἶναι τὸν ἴκτερον ἀληθὲς, οὐ μὴν τό γε μετὰ τὴν ἑβδόμην ἀκίνδυνον ὁμοίως ἀληθὲς, οὐδ’ εἴρηται νῦν τοῦτο. δύναται γὰρ καὶ φλεγμονὴ καὶ ἔμφραξις ἄχρι πλείονος παραμεῖναι. θᾶττον μέντοι τῆς ἑβδόμης ἀναχυθῆναι τὴν χολὴν κριτικῶς ἀδύνατόν ἐστιν. ἔν τισι δὲ τῶν ἀντιγράφων πρόσκειται τῷ ἀφορισμῷ κατὰ τὸ τέλος, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γίνονται, τῶν προσθέντων
αὐτὸ βουλομένων καὶ κατὰ τὴν κοιλίαν ἐκκαθαίρεσθαι τὴν χολήν.
63. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι καθ’ ἡμέρην ῥίγεα γίνεται, καθ’ ἡμέρην οἱ πυρετοὶ λύονται.
Ἐπειδὴ κινουμένης τῆς χολῆς κατὰ τὴν ὅλην τοῦ σώματος ἕξιν ἐπιγίγνεται ῥίγη καὶ διὰ τοῦτο ἐκκαθαίρεταί τε καὶ κενοῦται καθ’ ἕκαστον παροξυσμὸν, εἰκότως εἰς ἀπυρεξίαν ἀφικνεῖται τὸ διάλειμμα τῶν τοιούτων πυρετῶν. τοῦτο οὖν ἐστιν αὐτὸ τὸ νῦν εἰρημένον, τὸ καθ’ ἑκάστην ἡμέραν οἱ πυρετοὶ λύονται, ὡς εἰ καὶ καθ’ ἡμέραν ἀπυρέτους γίγνεσθαι τοὺς κάμνοντας εἰρήκει. ὥσπερ δὲ εἰ καθ’ ἡμέραν γίγνοιτο τὰ ῥίγη, καθ’ ἡμέραν οἱ πυρετοὶ παύοιντο, οὕτω δηλονότι καὶ εἰ διὰ τρίτης καὶ εἰ διὰ τετάρτης, ὅπερ ἀμέλει καὶ φαίνεται γιγνόμενον ἐπί τε τῶν τριταίων καὶ τεταρταίων περιόδων, ἐφ’ ὧν οἱ μὲν πυρετοὶ λύονταί τε καὶ
πάλιν γίγνονται. μένει δέ τις ἐν τῷ σώματι παρὰ φύσιν διάθεσις, ἐφ’ ἧς κατὰ περίοδον οἵ τ’ ἄλλοι πυρετοὶ καὶ τὰ νοσήματα γεννῶνται.
64. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ ἢ ἐνάτῃ ἢ τῇ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι ἐπιγίνονται, ἀγαθὸν, ἢν μὴ τὸ ὑποχόνδριον τὸ δεξιὸν σκληρὸν γένηται, εἰ δὲ μὴ, οὐκ ἀγαθόν.
Ὁ πρὸ τούτου γεγραμμένος ἀφορισμὸς ἀτάκτως μοι δοκεῖ παρεγκεῖσθαι. βέλτιον γὰρ ἦν συνῆφθαι τὸν νῦν εἰρημένον ἀφορισμὸν ἐκείνῳ, καθ’ ὅν φησιν· οἷσιν ἂν ἐν πυρετῷ ἴκτερος ἐπιγένηται πρὸ ἑπτὰ ἡμερῶν, κακόν· ἵν’ ὁ σύμπας λόγος γένηται τοιοῦτος, πρὸ μὲν τῶν ἑπτὰ ἡμερῶν ἴκτερον γενέσθαι κακὸν πάντως, μετὰ δὲ τὰς ἑπτὰ χρηστόν· εἰ μή τι τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν εἴη, τουτέστιν εἰ μή τις ἐν τῷ σπλάγχνῳ ἤτοι τῷ ἥπατι κακοπραγία
τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων ὑπάρχει. καθαιρομένου γὰρ ἐν αὐτῷ τοῦ αἵματος καὶ τῆς χολῆς μεταλαμβανομένης ἐκ τῶν φλεβῶν εἰς τοὺς χοληδόχους πόρους, ἐάν τε ἔμφραξίς τις γένηται, κατά τι τῶν μεταλαμβανόντων χωρίων, ἐάν τε φλεγμονή τις ἢ σκίῤῥος, ἀνάγκη πᾶσα μήτε καθαίρεσθαι τὸ αἷμα καὶ συναναφέρεσθαι τὴν χολὴν αὐτῷ πάντῃ σώματος, ἐντεῦθέν τε τὸν ἴκτερον γίγνεσθαι.
65. Ἐν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ καρδιωγμὸς κακόν.
Ὅτι μὲν οὖν οὐ μόνον τὸ σφύζον ἐξ ἑαυτοῦ κατὰ φύσιν σπλάγχνον, ἀλλὰ καὶ τὸ στόμα τῆς γαστρὸς οἱ παλαιοὶ καρδίαν ὠνόμαζον ἕν τι τῶν ὁμολογουμένων ἐστὶν, ὥσπερ γε καὶ ὅτι καρδιαλγίαν τὰ τούτου τοῦ μέρους ἀλγήματα προσαγορεύουσι. τό γε μὴν καρδιώσσειν οἱ πλεῖστοι μὲν τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς ταυτὸν ἡγοῦνται σημαίνειν
τῷ καρδιαλγεῖν. ἔνιοι δὲ τῆς καρδίας αὐτῆς, λέγω δὴ τοῦ σπλάγχνου, καρδιωγμὸν δηλοῦσθαί φασιν, ἐξηγούμενοί τε κίνησίν τινα φασὶ παλμώδη τὸν καρδιωγμὸν εἶναι. τὸ μὲν οὖν ἰσχυρὸν καῦμα τῆς κοιλίας ὑπὸ τῆς ξανθῆς χολῆς ζεούσης ἐν τοῖς χιτῶσιν αὐτοῖς γίγνεται. κατὰ λόγον δὲ τοῖς οὕτω διακειμένοις καὶ τὸ στόμα τῆς γαστρὸς δάκνεται καὶ διὰ τοῦτο κακόν ἐστι τὸ σύμπτωμα. εἰ δὲ καὶ τὴν πυκνὴν καὶ ταχεῖαν κίνησιν τῆς καρδίας καὶ μάλισθ’ ὅταν ᾖ καὶ παλμώδης, ἀκούοι τις εἰρῆσθαι καρδιωγμὸν, ἔσχατον ἤδη τοῦτο κακόν ἐστι, σημαῖνον ἐκπεπυρῶσθαι τὴν ζωτικὴν ἀρχήν.
66. Ἐν τοῖσι πυρετοῖσι ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ κακόν.
Οἱ σφοδροὶ πυρετοὶ παραπλησίως πυρὶ ξηραίνοντες τὰ νεῦρα τείνουσί τε καὶ σπῶσι καὶ κατὰ τοῦτο ἐπιφέρουσιν ὀλεθρίους σπασμούς. ἐνίοτε δὲ καὶ αὐτὰ τὰ σπλάγχνα κατὰ
τὴν τοιαύτην διάθεσιν ὀδυνᾶται τῷ σφοδρῷ τῆς φλογώσεώς τε καὶ ξηρότητος, καὶ διὰ τοῦτο κακὴν εἶναί φησιν αὐτὴν, ἔτι δὲ μᾶλλον κακὴ ἔσται τῶν πόνων ἰσχυρῶν γιγνομένων. ἴσμεν δὲ δήπου καὶ διὰ φλεγμονὴν ἢ ἐρυσίπελας ἢ ἔμφραξιν ἰσχυρὰν ἢ ἀποστήματα ἐν τοῖς σπλάγχνοις ὀδύνας γιγνομένας. ἀλλὰ νῦν οὐκ εἰκὸς αὐτῷ τὸν λόγον ὑπὲρ ἐκείνων εἶναι. προφανής τε γὰρ ὁ ἐπ’ αὐτῆς κίνδυνός ἐστι καὶ οὐκ ἐξ ἀνάγκης συνημμένος σπασμῷ, καὶ τὸ ἐν πυρετοῖς εἴωθε λέγειν ὁ Ἱπποκράτης ἀντὶ τοῦ πυρετικοῖς νοσήμασιν, ὅταν αὐτοῖς πάθος ὑπάρχωσιν οἱ πυρετοὶ καὶ μὴ σύμπτωμα μορίου πεπονθότος τι τῶν προειρημένων παθῶν.
67. Ἐν τοῖσι πυρετοῖσιν οἱ ἐκ τῶν ὕπνων φόβοι ἢ σπασμοὶ κακόν.
Εἴρηται μὲν ὑπ’ αὐτοῦ καὶ πρόσθεν ὅτι ὁ μὲν βλάπτων τὸν ἄῤῥωστον ὕπνος θανάσιμος ὑπάρχει, ὁ δὲ μὴ βλάπτων οὐ θανάσιμος. ἔνθα καί παράδειγμα τοῦ λόγου προσθεὶς εἶπεν· ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν· ὡς ὄντος τινὸς ὕπνου τοῦ μήτε παύοντος παραφροσύνην, παροξύνοντος δ’ ἐνίοτε καὶ γεννῶντος. ἀλλὰ καὶ νῦν ἕτερα παραδείγματα τῆς ἐξ ὕπνου βλάβης εἶπε τοὺς φόβους καὶ τοὺς σπασμούς. γράφουσι δ’ οὐ φόβους, ἀλλὰ πόνους ἔνιοι, καὶ μέντοι καὶ τεθεάμεθα πολλάκις ἐν ὀλεθρίοις νοσήμασι καὶ φόβους καὶ πόνους καὶ σπασμοὺς ἔξ ὕπνου γενομένους. ἔοικε δὲ τοῦτο συμβαίνειν, ὅταν ἐν τοῖς ὕπνοις ἐπὶ τὸν ἐγκέφαλον ὁ λυπῶν ἀφίκηται χυμὸς, ἔσω κινουμένης τηνικαῦτα τῆς φύσεως μᾶλλον ἤπερ ἔξω. καὶ μέντοι καὶ ὥσπερ ἐπὶ τῇ τροφῇ κατενεχθέντες εἰς ὕπνον πληροῦνται τὴν κεφαλὴν, οὕτω κἀν ταῖς πληθωρικαῖς διαθέσεσιν οἱ ὕπνοι πληροῦντες αὐτὴν βαρύνουσι τὸν ἐγκέφαλον. ἐὰν μὲν οὖν μελαγχολικώτερον ᾖ τὸ πλῆθος, οἱ φόβοι γίγνονται, μὴ τοιούτου δὲ ὄντος οἱ πόνοι τε καὶ οἱ σπασμοὶ,
καὶ οἱ ὕπνοι δὲ δηλονότι διὰ παντὸς ἂν ἔβλαπτον, ὅσον ἐπὶ τὸ συῤῥεῖν εἰς τὸ βάθος τε καὶ τὰ σπλάγχνα τὴν ὕλην, εἰ μὴ τῷ τῆς πέψεως λόγῳ πλέων εἶχε τὸ τῆς ὠφελείας ἤπερ τὸ τῆς βλάβης ἐστὶν ἐκ τῆς ἔσω ῥοπῆς. οὐ μόνον δὲ κατὰ τὸν ἐγκέφαλον αὐτὸν ἀθροιζόμενοι μοχθηροὶ χυμοὶ τοιαῦτα συμπτώματα φέρουσιν, ἀλλὰ καὶ κατὰ τὸ στόμα τῆς γαστρὸς, ὅθεν καὶ μᾶλλον ἐν τοῖς ὕπνοις αἱ ἀναθυμιάσεις γίγνονται, μενόντων ἀπέπτων αὐτῶν, ὡς αἵ γε πέψεις τοὺς ὠφελίμους ἐπιφέρουσιν ὕπνους.
68. Ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον κακὸν, σπασμὸν γὰρ σημαίνει.
Πνεῦμα νῦν ἀκουστέον αὐτὸν λέγειν, ὥσπερ κἀν τῷ προγνωστικῷ τὸ κατὰ τὴν ἀναπνοὴν, ὅπερ ἐπειδὰν προσκόπτῃ, τουτέστιν ἴσχηται μεταξὺ καὶ διακόπτηται, σπασμὸν σημαίνει. καὶ γὰρ καὶ γίγνεται τῶν τὸν θώρακα κινούντων
μυῶν καὶ νεύρων ἤδη σπασμωδῶς διακειμένων. αὐξηθείσης οὖν τῆς διαθέσεως, ἐπιλαβούσης τε πλείονα μόρια σαφὴς σπασμὸς καταλήψεται τὸν ἄνθρωπον. οὔσης δὲ διπλῆς τῆς κατὰ τὴν ἀναπνοὴν κινήσεως ἡ μὲν ἔσω φορὰ τοῦ πνεύματος εἰσπνοὴ προσαγορεύεται, ἡ δ’ ἔξω τὴν ἐναντίαν εἴληφε προσηγορίαν ἐκπνοὴ κληθεῖσα. προσκόπτει δὲ τὸ πνεῦμα ποτὲ μὲν ἡμῶν εἰσπνεόντων, ὥσπερ ὅταν εἴπῃ διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπίπνευσις, ποτὲ δὲ ἐκπνεόντων, ὡς ὅταν εἴπῃ καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἔξω φορᾷ. ἐν τούτοις μὲν οὖν ἑκατέρου τοῦ μέρους τῆς ἀναπνοῆς ἐμνημόνευσε μόνον, κατὰ δὲ τὸν νῦν προκείμενον ἀφορισμὸν ὑπὲρ ὅλης αὐτῆς ἀποφαινόμενος ἔφη τὸ πνεῦμα προσκόπτον, εἴτε κατὰ τὴν ἔσω φορὰν εἴτε κατὰ τὴν ἔξω, εἴτε κατ’ ἀμφοτέρας πάσχει τὸ τοιοῦτον.
69. Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει,
μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται οἷσιν ἐξ ἀρχῆς διὰ ταχέων ὑπόστασιν ἔχει.
Οὐχ ἁπλῶς εἴρηκεν οὖρα παχέα, ἀλλὰ προσέθηκε καὶ θρομβώδεα, δυοῖν θάτερον ἐνδεικνύμενος, ἤτοι τοῦ πάχους τὸ ποσὸν ἢ τὸ τῆς ὑποστάσεως ἀνώμαλόν τε καὶ διεσπασμένον, ὡς καὶ κατὰ περιγραφήν τινα φαίνεσθαι πολλὰς συστάσεις αὐτῶν ὥσπερ θρόμβους. ἔνιοι μὲν οὖν οὐ θρομβώδεα γράφουσιν, ἀλλὰ βορβορώδεα, καθάπερ καὶ ὁ Νουμισιανὸς καὶ ὁ Διονύσιος, εἰ μὲν καὶ δυσωδίαν τινὰ συνενδεικνύμενοι διὰ τῆς λέξεως, πλέον τι τῶν ἄλλων δηλοῦντες. εἰ δ’ ὡς τοῦ πάχους τὸ ποσὸν, οὐδὲν περιττότερον ἐν τῷδε διδάσκοντες. ὅ γε μὴν σύμπας λόγος τοῦ Ἱπποκράτους οὐ φαίνεται περὶ δυσωδῶν οὔρων γιγνόμενος, ἀλλὰ μόνων ὀλίγων τε καὶ παχέων, ὡς ἐκ τῆς ἀντιθέσεως ἔσται δῆλον. πλῆθος γὰρ, φησὶν, ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελέει, ὥστε εἰ καὶ μόνον ἐγέγραπτο τοῦτο, ὅσοις οὖρα παχέα ὀλίγα, μηδὲν ἂν λείπειν τῷ λόγῳ. γίγνεται μὲν οὖν καὶ χωρὶς
πεφθῇ τὸ κατάλοιπον, ἐκκρίνεται τηνικαῦτα λεπτότερα πολὺ τῶν πρόσθεν, ἄμεινον γὰρ οὕτως εἰπεῖν, οὐκ ἀπολύτως ὡς Ἱπποκράτης εἶπε λεπτά. τὰ γὰρ κατὰ φύσιν οὐχ ἁπλῶς ἐστι λεπτὰ, καθάπερ οὐδὲ παχέα, μέσα δ’ ἑκατέρας τῆς ὑπερβολῆς καὶ σύμμετρα ὄντα, παχύτερα μέν ἐστι καὶ λέγεται τῶν ὑδατωδῶν, λεπτότερα δὲ τῶν θρομβωδῶν. πολλὰ δ’ εἰκότως ἐκκρίνεται διὰ τὸ πρόσθεν ἐπέχεσθαι, καθ’ ὃν χρόνον μόγις διεξῄει τὰ παχέα.
70. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται.
Τοῦτον ἔνιοι τὸν ἀφορισμὸν τῷ πρὸ αὐτοῦ συνάπτουσιν ὡς μέρος ἐκείνου γράφοντες οὕτως· οἷσιν δ’ ἀνατεταραγμένα τὰ οὖρα, τούτοισι κεφαλαλγίαι. καὶ βούλονται τινὲς μὲν τὸ ἀνατεταραγμένα τὰ ἐναντία δηλοῦν τοῖς προειρημένοις
αἱ κεφαλαλγίαι, καθὼς προεῖπεν ὁ Ἱπποκράτης, ἢ σύνεισιν ἢ ἔσονται, ἐπειδὴ τὸ φυσῶδες πνεῦμα μετὰ τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν ἑτοίμως ἀναφέρεται, οὐ μὴν εἴ τις ἐκεφαλάλγησεν ἢ κεφαλαλγεῖ, τούτῳ πάντως τοιαῦτα τὰ οὖρά ἐστι. γίγνονται γὰρ αἱ κεφαλαλγίαι καὶ διὰ θερμότητα μόνην, ἐνίοτε δὲ καὶ διὰ τὴν ξανθὴν χολὴν, ἤτοι γε ἐν τῇ κεφαλῇ περιεχομένην ἢ ἐν τῇ γαστρὶ καὶ διὰ πλῆθος ὑγρῶν κατειληφὸς τὴν κεφαλὴν καὶ δι’ ἔμφραξίν τινα τοπικὴν ἢ πνεύματος φυσώδους ἐν αὐτῷ τῷ μορίῳ τὴν γένεσιν ἔχοντος, ὧν οὐδεμία τοιοῦτον οὖρον ἐπιφέρει ἐξ ἀνάγκης.
71. Ὁκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον τὸ οὖρον, τῇ τετάρτῃ ἐρυθρὸν καὶ τὰ ἄλλα κατὰ λόγον.
Ὥσπερ ἐν ἄλλοις πολλοῖς ἐπεδείξαντο τῆς Ἱπποκράτους τέχνης ἑαυτοὺς ἀμαθεῖς ὄντας οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον, οὕτω κἀν τῷδε. νομίζουσι γὰρ προσκεῖσθαι
μὲν γὰρ τὴν τετάρτην ἡμέραν γενόμενον ἴσον τῷ πρόσθεν χρόνῳ τὸν ἑξῆς ἐπιλαβὸν οὐκ ἀδύνατόν ἐστι δηλῶσαι κρίσιν. ἐπὶ δὲ τῆς ἑνδεκάτης φανὲν οὐ πάνυ τί μοι δοκεῖ τριῶν ἡμερῶν δεήσεσθαι μόνων, ἀλλὰ καὶ πλειόνων, ἀληθέστατον μὲν γὰρ ἐστι τὸ τὴν τοιαύτην χρείαν ἐπιμετρεῖν τι ταῖς λύσεσιν. ἐθεασάμην γοῦν ἐγὼ σπανιάκις τὸ τοιοῦτον σημεῖον ἐν ἄλλαις ἡμέραις παρὰ τὴν τετάρτην. ᾧ μὲν οὖν ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἐκρίθη, ᾧ δὲ ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης, εἰκοσταῖος. ἐφάνη δὲ καὶ ἄλλῳ κατὰ τὴν ἑνδεκάτην, ὅστις ἑπτακαιδεκαταῖος ἐκρίθη, καὶ ἄλλῳ πάλιν ἐπὶ τῆς αὐτῆς ἑνδεκάτης, ὅστις εἰκοσταῖος.
72. Ὁκόσοισιν οὖρα διαφανέα, λευκὰ, πονηρά· μάλιστα δ’ ἐν τοῖς φρενιτικοῖσιν ἐπιφαίνεται.
Τὰ τοιαῦτα τῶν οὔρων ἀπεψίας ἐσχάτης ἐστὶ σημεῖα, διὸ καὶ χρονίζει τὰ νοσήματα, τινὰ δ’ αὐτῶν ὅταν γε φθάσῃ
τισι δὲ τῶν ἀντιγράφων οὕτω γέγραπται τὸ τέλος τοῦ ἀφορισμοῦ, μάλιστα δ’ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται τὰ τοιαῦτα, καὶ ἔστιν ἡ αὐτὴ διάνοια τῇ κατὰ τὴν προειρημένην δευτέραν γραφῇ.
73. Ὁκόσοισιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα, ὀσφύος ἀλγήματος ἐπιγενομένου, τουτέοισιν αἱ κοιλίαι καθυγραίνονται, ἢν μὴ φῦσαι καταῤῥαγῶσιν ἢ οὔρου πλῆθος ἐπέλθῃ. ἐν πυρετοῖσι τὰ ταῦτα.
Ὑποχονδρίων μετεώρων ὅπερ ἐστὶν ἐν ὄγκῳ μείζονι κατὰ πολλὰς αἰτίας γιγνομένων, ἔστι μία καὶ ἡ διὰ πνεῦμα φυσῶδες, ὑπὲρ ἧς νῦν διαλέγεται, διττῶς αὐτῆς γιγνομένης, ἐνίοτε μὲν ἐπὶ διαθέσει τινὶ δυσλύτῳ τῶν κατὰ τὴν γαστέρα χωρίων, ἐνίοτε δὲ ἐπί τινι προσφάτῳ προφάσει. διακρίνει δὲ ταῦτα νῦν ὁ Ἱπποκράτης· ἡ μὲν γὰρ προτέρα
ἐν πυρετοῖσι δὲ ταῦτα τοιοῦτόν μοι δοκεῖ δηλοῦν. πυρετοῖς ἐνοχλεῖσθαι τοὺς νοσοῦντας ὠνόμαζον οἱ παλαιοὶ τοὺς ἄνευ τινὸς φλεγμονῆς ἢ ἀποστήματος ἢ ἀλγήματος ἢ ἐρυσιπέλατος ἢ ἁπλῶς εἰπεῖν ἄνευ μορίου τινὸς ἐξαιρέτως πεπονθότος ἔχοντας κακῶς. εἰ δ’ ἤτοι διὰ πλευροῦ φλεγμονὴν ἢ πνεύμονος ἤ τινος ἑτέρου τοιούτου πυρέττοιεν, οὐ πυρεταίνοντας αὐτοὺς ὠνόμαζον, οὐδ’ ὑπὸ πυρετῶν ἐνοχλουμένους, ἀλλὰ πλευριτικούς τε καὶ περιπνευμονικοὺς, ἡπατικούς τε καὶ σπληνικοὺς ὅσα τ’ ἄλλα τοιαῦτα. νῦν οὖν μοι δοκεῖ βούλεσθαι δηλοῦν ὁ Ἱπποκράτης δυοῖν θάτερον ὡς ἢ τοῖς πυρετοῖς τούτων ὧν εἴρηκε συμβαινόντων, ἐν οἷς οὐδέν ἐστι τὸ πεπονθὸς μόριον ἢ ὡς γιγνομένων μὲν καὶ κατ’ ἐκεῖνα τὰ νοσήματα, μὴ μέντοι καταῤῥηγνυμένης αὐτῶν γαστρὸς ἢ φυσῶν ἣ οὔρων διερχομένων. οὐδὲ γὰρ οὐδὲ φυσικῇ τινι κινήσει τῶν μορίων ἀπωθουμένων τὸ φυσῶδες πνεῦμα γίγνεσθαι συμβαίνει τὸν βορβορυγμὸν ἐν ἐκείνοις, ἀλλ’ ὡς σύμπτωμα μόνον.
74. Ὁκόσοισιν ἐλπὶς ἐς τὰ ἄρθρα ἀφίσταται, ῥύεται τῆς ἀποστάσιος οὖρον πολὺ καὶ παχὺ καὶ λευκὸν γινόμενον, οἷον ἐν τοῖσι κοπώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γίνεσθαι. ἢν δὲ καὶ ἐκ τῶν ῥινῶν αἱμοῤῥαγήσῃ, καὶ πάνυ ταχέως λύεται.
Λέλεκταί μοι καὶ πρόσθεν ὡς ἀποστάσεις εἰς τὰ ἄρθρα γίγνονται τοῖς τε προπεπονηκόσιν αὐτὰ καὶ τοῖς ὁπωσοῦν κοπώδεσιν ἐν τῇ νόσῳ γιγνομένοις, ἔτι τε πρὸς τούτοις ὅσοι χρονίζουσι παχέων χυμῶν ἐπὶ πλήθει. ἐὰν οὖν ἡ φύσις ἀῤῥωστήσῃ, δι’ οὔρων ἐκκαθᾶραι τὸ σῶμα, τῆς ἀποστάσεως ἐρύσαιτο τὸν κάμνοντα τὸ μέλλον εἰς ἄρθρα κατασκήπτειν, ἐκκενώσασα διὰ κύστεως. ἠρκέσθη δὲ τῶν κοπωδῶν πυρετῶν ὡς παραδείγματος μνημονεῦσαι, τὴν ἀρχὴν τὴν εἰς οὖρα ῥοπὴν ἐν ἡμέρᾳ λαβόντων ἐπιδήλῳ. τούτοις γὰρ τοῖς κοπώδεσι ἀποστήματα ποιεῖν ὑπάρχει διὰ
ταχέων, οὐκ ἀναμένουσι πλείονα χρόνον ὥσπερ οἱ ἄλλοι. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰ παρ’ οὖς ἀποστήματα πέφυκε γίγνεσθαι, ὡς τοῖς γε ἄλλοις χρονίοις εἰς τὰ κάτω μᾶλλον ἀποσκήπτει τὸ πλῆθος. οἷς οὖν ἡ θερμασία πλείων γινομένη μετέωρον εἰργάσατο τὴν ὕλην, ἤτοι διὰ ῥινῶν αἱμοῤῥαγοῦσιν ἢ παρωτίδας ἴσχουσιν, ὅτι δ’ ἡ τοιαύτη λύσις θᾶττόν ἐστι τῆς δι’ οὔρων οὐδὲ λόγου δεῖται. διὸ καὶ προσέθηκεν ὁ Ἱπποκράτης ἐπ’ αὐτῆς καὶ πάνυ ταχὺ λύεται τῆς ἑτέρας τῆς δι’ οὔρων κενώσεως, ἡμερῶν πλειόνων δεομένης. τὸ δ’ ἐπὶ τῆς τετάρτης ἐν παραδείγματι γέγραπται πρὸς αὐτοῦ, μετάγειν δὲ σὲ χρὴ καὶ πρὸς τὰς ἄλλας ἁπάσας, ὅσαι θεωρηταί εἰσι καὶ κρίσιμοι.
75. Ἢν αἷμα ἢ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει.
Ἐάν τε κατὰ τὴν κύστιν ἐάν τε ἐν νεφροῖς ἕλκος γένηται, κατὰ μὲν ἀγγείου τινὸς ἀξιολόγου ῥῆξιν, συστάντος αὐτοῦ καὶ μάλιστα μετὰ ἀναβρώσεως, αἵματος ἔκκρισις ἐπακολουθεῖ, χωρὶς δὲ τοῦ πύου μόνου. ἐγχωρεῖ δὲ καὶ κατά τινα τῶν οὐρητήρων ἕλκους γινομένου καὶ πῦον οὐρηθῆναι καὶ αἷμα. μέσοι δ’ οὗτοι κεῖνται νεφρῶν τε καὶ κύστεως καὶ χρὴ συνυπακούειν αὐτοὺς ἐκείνους. ἑλκοῦνται δ’ ὡς τὰ πολλὰ τοῖς λιθιῶσι κατὰ νεφροὺς οὐρητῆρες, ὅταν ὑπὸ λίθου τινὸς ὀξέος ἢ σφόδρα τραχέος ἐμφραχθέντος αὐτοῖς ἀναδαρῶσι, τῶν μέντοι κατὰ τὸ αἰδοῖον αὐτὸ γιγνομένων ἑλκῶν καὶ χωρὶς τῶν οὔρων ἐκκρίνεται τό τε πῦον καὶ τὸ αἷμα. συνεξέρχεται δὲ τοῖς οὔροις πῦον ἐνίοτε συῤῥαγέντος ἀποστήματος ἔν τινι τῶν ἄνω χωρίων· ὅθεν ἔνιοι τῶν ἐξηγητῶν καὶ οἱ πλείους εἵλοντο τὴν ἑτέραν γραφὴν, τὴν διὰ τοῦ καί συνδέσμου, τήνδε τὴν λέξιν ἔχουσαν· ἢν αἷμα καὶ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστεως ἕλκωσιν σημαίνει, ὡς τοῦ ἑτέρου μόνου αὐτῶν οὐρουμένου τοῦ πύου, δυνατὸν οὐ νεφρῶν ἢ κύστεως μόνον ἡλκωμένων, ἀλλὰ καί
τινος τῶν ἀνωτέρω τὸ σημεῖον εἶναι. τάχα μὲν οὖν τι καὶ οὗτοι λέγουσι, τάχα δὲ καὶ τὸ οὐρέῃ ῥῆμα διάφορόν τι δηλοῖ τοῦ οὐρῆσαι, τὸν διορισμὸν ἐν αὐτῷ περιέχον. οὐ γάρ ἐστι ταὐτὸν ἢ οὕτως εἰπεῖν, ἢν αἷμα ἢ πῦον οὐρέῃ, ἢ ἐκείνως, ἢν αἷμα καὶ πῦον οὐρήσῃ. ἐν μιᾷ μὲν γὰρ ἢ δυοῖν ἢ τρισὶν ἡμέραις ἐγχωρεῖ πῦον οὐρῆσαι, συῤῥαγέντος ἀποστήματος εἰς τὰ τῆς οὐρήσεως ὄργανα. πολλαῖς δ’ ἡμέραις ἢ καὶ μησὶν ἐπειδὰν τοῦτο γένηται, νεφρῶν ἢ κύστεως ἕλκωσις δηλοῦται. ὁποτέρου δ’ αὐτῶν μᾶλλον ἥ τ’ ὀδύνη διακρίνει κατὰ διαφέροντα χωρία γινομένη καὶ τὰ συνεκκρινόμενα τοῖς οὔροις, ὑπὲρ ὦν ἐφεξῆς ἐρεῖ. καὶ μὲν δὴ καὶ περὶ τῶν οὐρητήρων ὁ αὐτός ἐστι λόγος.
76. Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ἢ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται.
Τὰ μικρὰ μὲν σαρκία τῆς τῶν νεφρῶν οὐσίας εἰσὶ γνωρίσματα, τὰ δ’ ὥσπερ τρίχες οὐδαμῶς μὲν τῆς τῶν νεφρῶν. οὐ γὰρ οἶόν τε διαλυθῆναι νεφρὸν εἰς τοιοῦτον εἶδος οὐσίας, ἀλλ’ ὅσοι τοῦτο λέγουσιν ἀγνοοῦσι φύσιν νεφρῶν. οὐ μὴν οὐδὲ κύστεως ἀναλυομένης τε καὶ ἀναβιβρωσκομένης, ὡς ἐνίοις ἔδοξεν, οὐρεῖται τὰ τοιαῦτα. πεταλώδη γάρ ἐστι μᾶλλον τὰ ταύτης μόρια, καθάπερ καὶ αὐτὸς ὁ Ἱπποκράτης ὀλίγον ὕστερον αὐτὰ προσαγορεύει λεπίδας. ἀλλὰ τό γε ἀληθὲς οὕτως ἔχει πολλάκις ἡμῖν ἑωραμένα ἔκ τινος τύχης. ἄλλοι γοῦν τινες ἰατροὶ πάνυ τρίβωνες ἑωρακέναι πολλάκις φασὶν οὖρα τοιαῦτα. καλοῦσι δ’ οἱ νεώτεροι τριχίασιν τὸ πάθος, ἐπειδὴ θριξὶν ὅμοια καὶ μᾶλλόν γε ταῖς λευκαῖς ἐοικότα φαίνεται τὰ τοῖς οὔροις ἐμφαινόμενα. ἔναγχος δέ τις οὔρει τοιαῦτα σώματα μακρὰ ὥστ’ ἄπιστον τὸ μῆκος ἐδόκει εἶναι· τινὰ γὰρ αὐτῶν εἰς ἥμισυ πήχεως ἐξετείνετο. προσενήνεκτο δ’ οὗτος ὅλῳ σχεδὸν ἐνιαυτῷ τῷ πρόσθεν ἐρεγμῶν τε καὶ κυάμων πάνυ πολλάκις καὶ τυρῶν ἁπαλῶν τε καὶ ξηρῶν. καὶ οἱ ἄλλοι δὲ
ὀροβοειδεῖς ὑποστάσεις ὁρῶμεν γιγνομένας κατωπτημένου παχέως αἵματος ἐν νεφροῖς ἢ καθ’ ἧπαρ. οὐ μὴν ἀκριβῆ γε σαρκία τεθέαμαί ποτε συνεξερχόμενα τοῖς οὔροις. ἐγχωρεῖ οὖν, ἡγοῦμαι, παχὺ οὖσον εἰρῆσθαι πρὸς αὐτοῦ τὸ σύμμετρόν τε καὶ κατὰ φύσιν. ἀντίκειται γὰρ τοῦτό πως τῷ λεπτῷ καὶ γινώσκομεν, ὅτι κυρίως μὲν αἱ κατὰ τὰς ὑπερβολὰς ἀντιθέσεις οὕτω λέγονται. καταχρηστικῶς δὲ καὶ τὸ μέσον ἐνίοτε καὶ σύμμετρον ἀμφοτέροις χρῆται τοῖς ὀνόμασι τῶν ἄκρων. πρὸς μὲν τὸ τελέως παχὺ λεπτὸν ὀνομαζόμενον, πρὸς δὲ τὸ λεπτὸν ἐσχάτως παχὺ, καὶ εἴπερ οὕτως ἀκούσαιμεν, ὁ λόγος ἔσται τοιοῦτος· οἶς ἐν τῷ οὔρῳ μὴ ὄντι λεπτῷ συνεξέρχεται τὰ εἰρημένα, τῶν νεφρῶν ἐστι τὸ πάθημα, λεπτῶν μέντοι τῶν οὔρων ὄντων ὅλον τὸ φλεβῶδες γένος πέπονθε. τὴν δ’ αὐτὴν ταύτην γνώμην δείκνυσθαί μοι δοκεῖ καὶ κατὰ τὸν ἑξῆς ἀφορισμόν.
77. Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρώδεα συνεξουρέεται, τουτέοισιν ἡ κύστις ψωριᾷ.
Ἐὰν μὲν οὖν λεπτὸν ᾖ τὸ οὖρον, οὐ κατὰ φύσιν αἱ φλέβες, ἐὰν δὲ μὴ ᾖ λεπτὸν, ἀλλὰ μετρίως συνεστηκὸς, ὅπερ ἀκοῦσαι νῦν χρὴ τὸ παχὺ, τὰ συνεκκρινόμενα τῷ τοιούτῳ περὶ τοὺς νεφροὺς ἢ τὴν κύστιν ἐνδείξεταί τι πάθος. ἐπειδὴ γὰρ ἐκ μὲν τῶν φλεβῶν ἧκε, τὸ οὖρον, διηθεῖται δὲ διὰ τῶν νεφρῶν, ἀθροίζεται δὲ ἐν τῇ κύστει, πᾶν ὅ τί περ ἂν ἐν αὐτῷ φαίνηται παρὰ φύσιν ἢ τὰς φλέβας ἐνδείξεται φαύλως ἔχειν ἢ τὰ κατὰ τοὺς νεφροὺς ἢ κύστιν, ὥσπερ καὶ νῦν τὰ πιτυρώδεα τὴν κύστιν ψωριᾶν, ὅταν γ’ αἱ φλέβες ἀπαθεῖς ὑπάρχωσι. φέρεται γὰρ ἐνίοτε καὶ ἐξ ἐκείνων τὰ πιτυρώδη, ποτὲ μὲν αὐτοῦ τοῦ χιτῶνος αὐτῶν παθόντος, ὥσπερ καὶ τοῦ τῆς κύστεως, ἔστι δ’ ὅτε τοῦ κατ’ αὐτὰς αἵματος ὑπὸ καυσώδους θερμοῦ φρυγέντος. ἐπιτηδειότερος δὲ δηλονότι πρὸς τοῦτο πᾶς ὁ παχὺς ἐν αὐταῖς
χυμός ἐστι καὶ μᾶλλον ἔτι ἡ οἷον τρὺξ τοῦ αἵματος, ὃν ὀνομάζειν εἰθίσμεθα μελαγχολικὸν χυμόν. ὥσπερ γὰρ ἡ τοῦ δέρματος ἐπιφάνεια, καλοῦσι δ’ αὐτὴν ἐπιδερμίδα κατὰ τὰς ψώρας καὶ τὰς λέπρας καὶ τοὺς λειχῆνας, ἀποβάλλει τι λεπτὸν, οἷόν περ τὸ γῆράς ἐστι τῶν ὄφεων, οὕτω κἀπειδάν τι τῶν ἔνδον μορίων ὅμοιόν τι πάθημα πάθῃ οἷς τὸ δέρμα καὶ τὸ σύμπτωμα τοῦ παθήματος ὅμοιον γενήσεται. κατὰ τοῦτο οὖν αἱ φλέβες αὗται καὶ ἡ κύστις ψωριῶσα πιτυρώδεα δέρματα σὺν τοῖς οὔροις ἕξει κενούμενα. διορισθήσεται δὲ τῇ λεπτότητι καὶ τῷ πάχει τῶν οὔρων, ὡς προείρηται. τὰ μὲν γὰρ λεπτὰ πεπονθέναι τὰς φλέβας ἐνδείξεται, τὰ δ’ οὐ λεπτὰ τὴν κύστιν.
78. Ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν φλεβίου ῥῆξιν σημαίνει.
Τὸ ἀπὸ ταὐτομάτου δύναται μὲν καὶ χωρὶς αἰτίας τῆς ἔξω δηλοῦν, δύναται δὲ καὶ τὸ οἷον ἐξαίφνης οὐδενὸς προηγησαμένου συμπτώματος, οἷά περ ἐπὶ κύστεως ἡλκωμένης φαίνεται. κατὰ ταύτην γὰρ οἷόν τε ῥαγῆναι φλέβα διὰ πλῆθος αἵματος ἐπιῤῥυέντος, ὡς ἐπὶ τῶν νεφρῶν εἴωθε συμβαίνειν, οὐδὲ γὰρ διηθεῖται διὰ τῶν ἐν αὐτῇ φλεβῶν αἷμα, μόνον δ’ ὅσον εἰς τροφὴν αὔταρκες αὐτῇ χορηγεῖται. πρὸς τούτῳ δὲ οὐδὲ αἱ φλέβες αἱ κατὰ τὴν κύστιν γυμναί που καὶ ἀστήρικτοι πεφύκασιν, ὥσπερ αἱ εἰς τὰς κοιλίας τῶν νεφρῶν ἐμβάλλουσαι, καθ’ ἅς ἀναστόμωσίς τε καὶ ῥῆξις ὑπὸ πάχους καὶ πλήθους γίνεται τῶν κατ’ αὐτὰς χυμῶν. ἡ μὲν οὖν ῥῆξις ἀκριβοῦς αἵματος ἐργάζεται κένωσιν, ἡ δ’ ἀναστόμωσις οὐκ ἀθρόον αἷμα προχέουσα, καὶ μάλισθ’ ὅταν ᾖ βραχύ· κατ’ ὀλίγον δὲ τὸ λεπτότερον διηθοῦσα τὸ ὅλον οὖρον ὕφαιμον ἐργάζεται. γίγνεται δ’, ὡς ἔφην, καὶ τῶν ἐν κύστει φλεβῶν ἐξ ἀναβρώσεως πεπονθυιῶν αἵματος κένωσις, ἐφ’ ᾖ προηγεῖται τοῦ κατὰ τὴν κύστιν ἕλκους τὰ σημεῖα,
τοὐτέστιν ὀδύνη τε τοῦ μορίου καὶ πῦον καί τινα πολλάκις αὐτοῦ τοῦ σώματος τῆς κύστεως οἷόν περ θρύμματα. κατὰ τοῦτο οὖν ἄμεινον ἀκούειν τὸ ἀπὸ ταὐτομάτου σημαίνειν τὸ ἐξαίφνης τοῦ τὸ χωρὶς αἰτίας φανερᾶς ἐκκρίνεσθαι. ἐκ γὰρ τῶν νεφρῶν αἷμα πολλάκις μὲν καὶ χωρὶς τῆς ἔξωθεν αἰτίας ῥαγέντος τοῦ ἀγγείου διὰ πλῆθος, ἔστι δ’ ὅτε καὶ πηδησάντων σφοδρότερον ἢ κατενεχθέντων ἢ πληγέντων.
79. Οἷσιν ἐν τοῖς οὔροισι ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ κύστις λιθιᾷ.
Οὐ πάντως ἡ κύστις, ἀλλ’ ἐνδέχεται καὶ νεφροὺς, ὥσθ’ ἡμάρτηται φανερῶς ὁ ἀφορισμὸς ἤτοι γε αὐτοῦ τοῦ Ἱπποκράτους περιδόντος ὅλου τοῦ λόγου τὸ ἥμισυ μέρος ἢ τοῦ πρώτου βιβλιογράφου παραλιπόντος. ἐάν τε
γὰρ ἐν νεφροῖς ἐάν τ’ ἐν κύστει λίθοι γίνωνται, συνεξέρχονται τοῖς οὔροις τὰ ψαμμώδη.
80. Ἤν αἷμα οὐρέῃ καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸ ὑπογάστριον καὶ τὸ περιναῖον, τὰ περὶ κύστιν πονέει.
Γέγραπται μὲν διχῶς ἡ τελευτὴ τοῦ ἀφορισμοῦ, κατὰ τινὰ μὲν τῶν ἀντιγράφων πονέει, καθ’ ἕτερα δὲ νοσέει, καὶ σχεδὸν ἀλλήλων ταύτῃ γε οὐδὲν διαφέρουσιν αἱ γραφαί. κοινῇ δ’ ἀμφότεραι σφάλλονται, εἴ τις ἀκούσειε τὰ περὶ τὴν κύστιν εἰρῆσθαι πρὸς Ἱπποκράτους, ὡσεὶ καὶ αὐτὴν τὴν κύστιν ἐγεγράφει. τὰ γὰρ εἰρημένα συμπτώματα κοινὰ τῶν οὐρητικῶν ὀνομαζομένων ὀργάνων ἁπάντων ἐστὶ κύστεως, νεφρῶν, οὐρητήρων. οὕτως οὖν ἄμεινον ἀκούειν τὰ περὶ τὴν κύστιν, οὐχ ὡς αὐτῆς μόνης δηλουμένης, ἀλλ’ ὡς καὶ
τῶν συνεζευγμένων αὐτῇ μορίων. ἔτι δὲ μᾶλλον οὕτως ἀκούειν ἡμᾶς καὶ ὁ ἑξῆς ἀφορισμὸς ἐπιτρέψει, καθ’ ὃν οὐ τὰ περὶ τὴν κύστιν νοσεῖν φησιν, ἀλλὰ τῆς κύστεως ἕλκωσιν ὑπάρχειν, ὡς οὐ ταὐτὸν ὂν αὐτὴν τὴν κύστιν ἁπλῶς μόνην ἀποφαίνεσθαί τι πάσχειν ἢ τὰ περὶ αὐτήν,
81. Ἢν αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας καὶ ὀσμὴ βαρεῖα ᾖ, τὴν κύστιος ἕλκωσιν σημαίνει.
Τὸ μὲν αἷμα καὶ τὸ πῦον οὐρεῖν πάντως ἐστὶ τῶν οὐρητικῶν ὀργάνων ἡλκωμένων κοινὰ σημεῖα, τὸ δὲ βαρὺ τῆς ὀσμῆς, ὅπερ δηλοῖ τὸ ἀηδὲς, ἔτι τε μᾶλλον αἱ λεπίδες, ἴδια τῆς κύστεως. ἐν μὲν οὖν τοῖς πλείστοις ἀντιγράφων, ἢν αἷμα καὶ πῦον οὐρέῃ, γέγραπται· κατὰ δέ τινα αὐτῶν ἢν αἷμα ἢ πῦον οὐρέῃ. δηλώσει δ’ αὐτὴ μὲν ἡ δευτέρα γραφὴ παραδιαζευκτικὸν εἶναι τὸν ἢ σύνδεσμον,
ὡς ὁπότερον ἂν ὑπάρχῃ τῶν εὑρημένων ἑλκώσεως εἶναι σημεῖον, ἡ δ’ ἑτέρα τὰ δύο βουλήσεται συνεδρεύειν ἢ ἅμα ἀλλήλοις ἢ ἐναλλάξ.
82. Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φῦμα γίνεται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύσις.
Διὰ βραχυλογίαν οὐδὲν ἀξιόλογον οὗτος ὁ ἀφορισμὸς ἔχειν ὑποληφθήσεται. πρόχειρον γὰρ παντὶ γνῶναι τῶν ἐν τῷ πόρῳ τῷ οὐρητικῷ τῷ κατὰ τὸ αἰδοῖον, τοῦτο γὰρ οὐρήθραν καλοῦσι, συνισταμένων φυμάτων τὴν λύσιν γίγνεσθαι ῥαγέντων. ἀλλ’ εἰ προσχῶμεν τὸν νοῦν, ἔνδειξίς ἐστί τινος μείζονος πράγματος. ἐνδέχεται γὰρ ἰσχουρίαν δή τινα γενέσθαι καὶ διὰ τὸ τοιοῦτον φῦμα καὶ μέντοι καὶ ὡς τὸ φῦμα τοῦτο ῥαγὲν ἰάσεται τὴν ἰσχουρίαν εὔδηλον. ἀλλὰ ἐκεῖνό γε παραφύεται τοῖς εἰρημένοις ἑπόμενον ζήτημα, πότερον
ῥήγνυσθαι μόνον βούλεται τὸ κατὰ τοῦτο χωρίον συνιστάμενον φῦμα ἢ πλειστάκις μὲν αὐτὸ τοῦτο συμβαίνειν, δύνασθαι δὲ διαφορεῖσθαι ἢ παράδειγμα τῶν λύσεων ἓν τοῦτο ἔγραψε, τὴν ῥῆξιν, ὅπερ καὶ ἀληθέστερόν ἐστιν.
83. Οὔρησις νύκτωρ πολλὴ γινομένη σμικρὴν τὴν ὑποχώρησιν σημαίνει.
Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀναδοθέντος τοῦ κατὰ τὴν κοιλίαν ὑγροῦ βραχυτέραν γενέσθαι τὴν ὑποχώρησιν πρόδηλον παντί. συνεμφαίνει δὲ τούτῳ καὶ ὅτι διεξελθόντος ἅμα τοῖς σιτίοις ὑγροτέρα μὲν ἡ γαστὴρ γενήσεται καὶ διὰ τοῦτο πλείω ὑποχωρήσει, τὸ δ’ αὖ οὖρον ἔλαττον ἐκκριθήσεται. διδάξει δ’ ἡμᾶς ὁ λόγος οὗτος ἰάματα ῥευμάτων γαστρὸς καὶ ξηρότητος· ἐφ’ ὧν μὲν ὑγροτέρα γίνεται τοῦ προσήκοντος, τό τε πόμα ἔλαττον δώσομεν
ἐπὶ τε κύστιν ἐπιτρέψομεν ἀφικέσθαι. ἐφ’ ὧν δὲ ξηροτέρα, καὶ πλεῖον δώσομεν τὸ πόμα καὶ τὴν ἀνάδοσιν ὡς οἷόν τε κωλύσομεν.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ.
1. Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον.
Τοῖς ἐλλέβορον εἰληφόσι λευκὸν, δηλονότι, τοῦτο γὰρ ἁπλῶς εἰώθασιν ὀνομάζειν ἐλλέβορον, οὐχ ὥσπερ τὸν μέλανα μετὰ προσθήκης, τούτοις οὖν ἐὰν καθαιρομένοις ἐπιγένηται σπασμὸς, ὀλέθριον εἶναί φησι τὸ σύμπτωμα. γίνεται μὲν γὰρ οὐ κατὰ τὴν ἀρχὴν τῆς καθάρσεως ἡνίκα
παραλελεῖφθαι. τὸν γὰρ πρώτως γιγνόμενον σπασμὸν ἐδήλωσεν ἐν τῷ φάναι, σπασμὸν ἐπὶ πληρώσει καὶ κενώσει συνίστασθαι, καὶ μὴν καὶ τῷ λόγῳ τῆς δήξεως ἴσμεν ἐπὶ τῷ στομάχῳ λυγμὸν γινόμενον, ὡς ἄν τινα καὶ τὰ νεῦρα πάσχειν ὁμοίως προσδοκῆσαι καὶ δόξει καὶ ὁ σπασμὸς οὗτος ἐνίοτε γίνεσθαι τοῖς ἐπ’ ἐλλεβόρου καθαιρομένοις ὑφ’ Ἱπποκράτους οὐκ εἰρημένος· εἰ μὴ, νὴ Δία, φαίη τις αὐτὸν ἐπὶ κενώσει συμβαίνειν τῶν δακνόντων χυμῶν ξηραντικῶν ὑπερεχόντων. οὗτοι μὲν οἱ τρόποι τῶν ἐπ’ ἐλλεβόρῳ σπωμένων· θεραπεύονται δ’ αὐτῶν ὅ τε διὰ δῆξιν καὶ ὁ διὰ τὴν συντονίαν τὴν ἐπὶ τοῖς ἐμέτοις, ὁ δὲ διὰ ξηρότητα τῶν ἀνιάτων ἐστίν· εἰκότως. τοιγαροῦν ὅλον τὸ γένος τοῦ τοιούτου σπασμοῦ φησι θανάσιμον ὑπάρχειν ὁ Ἱπποκράτης, ἐπειδή τινες μὲν αὐτοῦ διαφοραὶ δυσίατοι, μία δ’ ἀνίατός ἐστιν.
2. Ἐπὶ τραύματι σπασμὸς ἐπιγενόμενος θανάσιμον.
Ὥσπερ ἐν τῷ πρὸ τούτου λόγῳ θανάσιμον ἔφη τὸν σπασμὸν, ἐν ἴσῳ τῷ κινδυνώδη τε καὶ τελευτῶντα πολλάκις εἰς θάνατον οὕτω καὶ νῦν τὸν ἐπὶ τῷ τραύματι σπασμὸν ὠνόμασε θανάσιμον, οὐκ ἐξ ἀνάγκης τε καὶ διὰ παντὸς ἐπιφέροντα θάνατον, ἀλλ’ ὡς πάνυ πολλάκις. ὡσαύτως δὲ καὶ κατὰ πολλοὺς τῶν ἔμπροσθεν ἀφορισμῶν ἐφαίνετο τῷ θανασίμου ὀνόματι χρώμενος. ἐπὶ γοῦν τοῖς τραύμασιν οἱ σπασμοὶ γίγνονται τῷ λόγῳ τῆς ἑπομένης αὐτοῖς φλεγμονῆς, ὅταν ἅψηται τῶν νευρωδῶν μορίων. καὶ πρῶτά γε φαίνεται σπώμενα τά τε κατ’ εὐθὺ τῶν φλεγμαινόντων, εἶθ’ οὕτως ὅταν καὶ τῆς ἀρχῆς αὐτῆς ἅψηται τὸ πάθος, ἐπὶ πᾶν ἐκτείνεσθαι τὸ σῶμα.
3. Αἵματος πολλοῦ ῥυέντος σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν.
Οὐκ ἄλλο μέντοι νομιστέον δηλοῦσθαι ἐκ τοῦ πρόσθεν ὀνόματος τοῦ θανάσιμον, ἄλλο δ’ ἐκ τοῦ νῦν τοῦ κακόν. εἴωθε γὰρ ὁ Ἱπποκράτης ἐκεῖνα τῶν συμπτωμάτων ὀνομάζειν οὕτως, οἷς ἐπιγίνεται πολλάκις καὶ θάνατος. εἰ δὲ τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων δόξειεν τὰ ὀνόματα διαφέρειν, μείζονα τὸν κίνδυνον ἐνδείξαιτ’ ἂν ἢ θανάσιμον φωνὴ τῆς κακόν. ὁ γοῦν ἐπὶ πολλῇ κενώσει τοῦ αἵματος γιγνόμενος σπασμὸς ἐκ θατέρου γένους ἐστὶ τῶν ποιούντων αὐτὸν αἰτίων, ὡς προείρηται.
4. Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγινόμενος κακόν.
Ὅπερ ἐνίοτε τοῖς ἐλλέβορον εἰληφόσιν ἐλέγομεν γίγνεσθαι, τοῦτο νῦν ὑπὲρ ἁπάντων ἀπεφήνατο τῶν ὁπωσοῦν καθαιρομένων. σπῶνται γὰρ οἱ ὑπερκαθαιρόμενοι κατὰ τὰς εἰρημένας αἰτίας ἐπὶ τὸν ἐλλέβορον εἰληφότων, κίνδυνός τε καταλαμβάνει τοὺς οὕτω κάμνοντας οὐ μικρὸς, ἐπειδὴ πολὺ χείρων ἐστὶν ὁ ἐπὶ κενώσει σπασμὸς τοῦ διὰ πλήρωσιν. ὅτι δὲ καὶ ὁ λυγμὸς σπασμός ἐστι στομάχου κατὰ τὸν Ἱπποκράτην γινώσκομεν δήπου.
5. Ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ ἢ ἐς τὴν ὥρην ἐλθὼν καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται.
Πληρουμένων τῶν νεύρων ὁ τοιοῦτος ἐπιγίνεται σπασμός. εἴωθε δὲ ῥᾳδίως αὐτὰ πληροῦν ὁ οἶνος, ὡς ἂν θερμὸς ὑπάρχων τὴν κρᾶσιν τοιαύτη φύσις, ἑτοίμως ἅπασιν
τῆς προσηγορίας ἀπὸ τοῦ κάρηνον πάλλεσθαι γεγονέναι φάσκοντες. τὴν δ’ ὥραν καθ’ ἣν αἱ κραιπάλαι λύονται, κέκληκεν ὁ Ἱπποκράτης ἀντὶ τοῦ τὸν καιρόν. ἔστι δ’ οὗτος οὐκ ἀποτετμημένος, οὐδὲ περιγεγραμμένος ἅπασιν ἑνὶ μέτρῳ. τινὲς μὲν γὰρ κατὰ τὴν ὑστεραίαν ἡμέραν ἐπαύσαντο τῆς κραιπάλης, τινὲς δὲ καὶ κατὰ τὴν ἐπιγιγνομένην αὐτὴν νύκτα, τινὲς δ’ ἐν τῇ τρίτῃ πάντως ἡμέρᾳ, καὶ γίνεται τοῦτο διά τε τὴν δύναμιν καὶ τὸ πλῆθος τοῦ ποθέντος οἴνου καὶ αὐτὴν τοῦ πιόντος φύσιν. ὥσπερ γὰρ οὖν ἡ τροφὴ τοῦ πεφθῆναι μίαν ἅπασιν ἀνθρώποις οὐκ ἔχει προθεσμίαν, οὕτως οὐδ’ ὁ οἶνος. ἢ τοίνυν ἡμᾶς ἐμπείρως ἔχειν χρὴ τῆς φύσεως τοῦ κάμνοντος ἢ τὴν ἐξωτάτω προθεσμίαν ἐπιτηρεῖν, καθ’ ἣν, ἐὰν μήτε πυρέξαι φθάσῃ μήτε φθέγξηται, τεθνήξεται πάντως σπασθείς.
6. Ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται ἐν τέτρασιν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.
Κάτοξυ πάθος ὁ τέτανός ἐστιν ὡς ἂν ἐξ ὀπισθοτόνου τε καὶ ἐμπροσθοτόνου συγκείμενος, ὥστ’ εἰκότως αὐτὸν συντομωτέραν ποιεῖσθαι τὴν κρίσιν, οὐ φερούσης τὸν ἐπὶ τῇ τάσει κάματον τῆς φύσεως ἐν πλείονι χρόνῳ. κατὰ τὴν πρώτην οὖν περίοδον τῶν κρισίμων ἡμερῶν ἡ κρίσις τῷ πάθει.
7. Τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἤβης γίνεται, μετάστασιν ἔχει. ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τουτέοισι τὰ πολλὰ συναποθνήσκει.
Κυρίως μὲν ὀνομάζονται μεταστάσεις πάθους, ὅταν ἐξ ἑτέρου μέρους εἰς ἕτερον μετέρχωνται, καταχρωμένων δὲ καὶ αἱ λύσεις οὕτω προσαγορεύονται. καί μοι δοκεῖ νῦν ὁ Ἱπποκράτης κατὰ τὸ δεύτερον σημαινόμενον κεχρῆσθαι τῇ προσηγορίᾳ. οὐ μόνον γὰρ εἰς ἕτερα μόρια μεθισταμένων τῶν τὴν ἐπιληψίαν ἐργαζομένων χυμῶν λύεται τὸ
ὀρθῶς, οὔθ’ οἷς ἐν ταύτῃ συνέστη διὰ παντὸς παραμένει καλῶς διαιτωμένοις. ἀλλ’ ὅτι γε τὴν ἀπὸ τῆς ἡλικίας ἴασιν οὐκ ἔχει, συγκαταγηράσει δ’ ὅσον ἐπ’ αὐτῇ τὸ πάθος αὐτοῖς ἐδήλωσε σαφῶς, οὐ μὴν σαφῶς γέ τι λέλεκται· καίτοι δοκοῦν εἶναι σαφὲς τοῖς ἀμελέστερον ἀκούουσι τοῖς πέντε καὶ εἴκοσιν ἐτῶν συναποθνήσκειν τὸ πάθος οἷς ἐγένετο πέμπτον καὶ εἰκοστὸν ἔτος ἄγουσιν, ἀλλ’ ἔτι καὶ μᾶλλον οἷς ἐξωτέρω. προσθέντες οὖν τὸ λεῖπον τῇ λέξει τοῦ Ἱπποκράτους ἀληθῆ τελέως αὐτὴν ἀπεργασόμεθα, τὰ ἐπιληπτικὰ παθήματα. τὰ μὲν πρὸ τῆς ἥβης συνιστάμενα κατὰ τὸν ἐκείνης λύεται καιρὸν, τὰ δ’ ἐξωτέρω τῆς ἥβης συναποθνήσκει. καιρὸς δ’ ἥβης ἐστὶν ὁ μετὰ τεσσαρεσκαίδεκα μέχρι πέντε καὶ εἴκοσιν ἐτῶν. ἔστι δὲ καὶ ἄλλη τις γραφὴ τοιαύτη· οἷσι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τὰ πολλὰ συναποθνήσκει, σημαίνοντος τοῦ τὰ πολλά ταὐτὸν τῷ ὡς ἐπὶ τὸ πολύ.
8. Ὁκόσοι πλευριτικοὶ γινόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, τουτέοισιν ἐς ἐμπύημα μεθίσταται.
Τὴν διὰ τῶν πτυσμάτων κένωσιν τῶν τὴν πλευρῖτιν ἐργασαμένων χυμῶν ἀνακάθαρσιν καὶ κάθαρσιν εἴωθεν ὀνομάζειν ὁ Ἱπποκράτης, ὥσπερ γε καὶ τὸ πτύειν τούτους καθαίρεσθαι κατά τε τὸ περὶ διαίτης ὀξέων καὶ τὸ προγνωστικὸν ὠνόμασεν. ἀλλὰ νῦν γε χρόνον ὁρίζει τῆς καθάρσεως, ἐν ᾧ μὴ γενομένης αὐτῆς εἰς ἐμπύημά φησι μεθίστασθαι τὴν πλευρῖτιν, ἤτοι τὴν εἰς πῦον μεταβολὴν οὕτως ὀνομάζων ἅπασαν, ὥσπερ κἀν τῷ προγνωστικῷ πολλάκις, ἢ τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος ἔκχυσιν τοῦ πύου. γίνεται γὰρ ἑκάτερον τούτων, ὅταν οἱ πλευριτικοὶ μὴ καθαρθῶσι διὰ τῶν πτυσμάτων. ἀλλὰ τό γε δεύτερον τῶν εἰρημένων ἐν τοῖς ἐφεξῆς αὐτὸς ὠνόμασε ῥῆξιν ἐμπυήματος.
9. Ἡ φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι πέντε καὶ τριήκοντα.
Διὰ τῶν ἔμπροσθεν ἀφορισμῶν ἡνίκα τὰ νοσήματα κατὰ τὰς ἡλικίας διηγεῖτο, τοῖς δὲ νεανίσκοισιν αἵματος πτύσιες ἔφη· νυνὶ δὲ καὶ τὸν τῶν ἐτῶν ἀριθμὸν προσέθηκεν, οὐ διὰ τοῦτο γράψας πάλιν ἄνωθεν ὑπὲρ αὐτῶν, ἀλλὰ τῇ κοινωνίᾳ τῶν κατὰ θώρακά τε καὶ πνεύμονα παθῶν. διὰ τί μὲν οὖν οἱ νεανίσκοι καὶ μάλιστα τοῖς τοιούτοις ἁλίσκονται παθήμασιν ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν κατὰ τὰς ἡλικίας ἐτῶν ἐν τῷδε διοριστέον, ἐπεὶ καὶ ὁ Ἱπποκράτης ἔφη φθίσιν γενέσθαι ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι τριάκοντα πέντε. τὸ γὰρ ἡλικίῃσι πληθυντικῶς εἰρημένον ἔνδειξίν τινα ἔχει τοῦ μὴ μίαν ἡλικίαν ὑπολαμβάνειν εἶναι τὸν Ἱπποκράτην τὴν μεταξὺ τῶν εἰρημένων ἐτῶν. οὐδὲ γάρ ἐστι μία σκοπουμένοις ἀκριβέστερον, ἀλλ’ ἡ μὲν ἀπὸ τῶν ὀκτωκαίδεκα μέχρι τῶν
πέντε καὶ εἴκοσι ἐτῶν μειρακίων ἐστίν. ἡ δ’ ἀπὸ τοῦδε τῶν νεανίσκων μέχρι πέντε καὶ τριάκοντα.
10. Ὁκόσοι κυνάγχην διαφεύγουσιν, ἐς τὸν πνεύμονα αὐτέοισι τρέπεται καὶ ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν. ἢν δὲ ταύτας διαφύγωσιν, ἔμπυοι γίνονται.
Περὶ μεταστάσεως ὁ λόγος αὐτῷ νῦν ἐστι τῆς ἐκ κυνάγχης εἰς τὸν πνεύμονα γινομένης, ἥντινά φησιν ἀναιρεῖν μὲν ὡς τὰ πολλὰ ὑπὸ τῶν ἑπτὰ ἡμερῶν πνιγομένου δηλονότι τοῦ κάμνοντος. εἰ δ’ ὑπερβαλεῖν αὐτὰς δυνηθεῖεν, μεταβάλλοντος εἰς πῦον τοῦ ῥεύματος ἐμπύους γίνεσθαι. γνωρίζεται δὲ ἐς τὸν πνεύμονα τρέπεσθαι τὴν κυνάγχην ἐκ τοῦ σφυγμοῦ. σκληρὸς γὰρ καὶ ἄτακτος καὶ ἀνώμαλος ἐς τὸ ἡγεμονικὸν μόριον τῆς ὕλης μετάστασιν γινομένην εἷναι σημαίνει. μαλθακὸς δὲ καὶ ὁμαλὸς καὶ τακτὸς μετὰ τῆς εὐπνοίας ὁμαλῆς δήλην ἀπόλυσιν σημαίνει.
11. Τοῖσιν ὑπὸ τῶν φθίσεων ἐνοχλουμένοισιν ἢν τὸ πτύσμα ὅ τι ἂν ἀποβήσσωσι βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεόμενον καὶ αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέωσιν, θανάσιμον.
Τὰς ἐπὶ πνεύμονι ἑλκώδεις διαθέσεις ὀνομάζει νῦν φθίσεις, ἐφ’ ὧν ἀξιοῖ δοκιμάζειν ἀκριβέστερον τὴν ὀσμὴν ἐπιχέοντας ἄνθραξι τὸ ἀναπτυόμενον. ὥσπερ δ’ ἐν τοῖς ἔμπροσθεν ἐπὶ τῶν κατὰ τὴν κύστιν ἑλκῶν ὀσμὴν γίνεσθαι βαρεῖαν ἔφησεν, οὕτω καὶ νῦν ὄζειν βαρὺ τὸ πτύσμα τῶν φθισικῶν. εἰ δὲ καὶ τῆς κεφαλῆς αἱ τρίχες ἐκρέοιεν τοῖς οὕτω διακειμένοις, ὀλεθρίως ἔχειν αὐτοὺς, ἐνδείκνυσθαι γὰρ ἔν δειαντροφῆς ἐσχάτης, ἔστιν ὅτε καὶ διαφθορὰν χυμῶν.
12. Ὁκόσοισι φθισιῶσιν ἀποῤῥέωσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς, οὗτοι διαῤῥοίας ἐπιγινομένης ἀποθνήσκουσιν.
Περὶ τῶν ἐγγὺς ἤδη τοῦ θανάτου φθισικῶν ὁ λόγος αὐτῷ νῦν ἐστιν οὓς ἐδήλου μὲν ἔχειν κακῶς καὶ ἡ τῶν τριχῶν ῥύσις. ἐπιγενομένης δὲ διαῤῥοίας ἐπίδοξος ἂν ἦν ὁ θάνατος ὅσον οὔπω γενήσεσθαι, ὡς ἂν αἰτίου τε ἅμα καὶ σημείου κακοῦ τοῦ τοιούτου συμπτώματος ὄντος. γίγνεται μὲν γὰρ ἐπ’ ἀῤῥωστίᾳ τῆς δυνάμεώς, αὐτὸ δὲ πάλιν ἀῤῥωστοτέραν αὐτὴν ἀπεργάζεται.
13. Ὁκόσοι αἷμα ἀφρῶδες πτύουσι, τουτέοισιν ἐκ τοῦ πνεύμονος ἡ ἀναγωγὴ γίνεται.
Καὶ τῶν ἀντιγράφων τὰ πολλὰ καὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐκ ὀλίγοι ἴσασι κατὰ τήνδε τὴν λέξιν τὸν ἀφορισμὸν γεγραμμένον, ὁκόσοι ἀφρῶδες αἷμα ἐμέουσι. καί τινές γε τὴν ἐξήγησιν αὐτοῦ ποιούμενοι πλῆθος ἐνδείκνυσθαί φασι τοὔνομα καὶ διὰ τοῦτο ἀπὸ τοῦ κυρίου μετενηνέχθαι. προδήλως δ’ οὗτοι καταψεύδονται τοῦ φαινομένου.
πολλάκις γὰρ ὦπται πτύσις αἵματος ἀφρώδους ἄνευ πλήθους γεγενημένη. εἰ μὲν οὖν ὄντως ὑφ’ Ἱπποκράτους οὕτως ἐγράφη, κατακεχρῆσθαι τῇ προσηγορίᾳ φήσομεν αὐτόν. οὐ γὰρ δὴ τὸ μὲν πολὺ τὴν ἐκ πνεύμονος ἀναγωγὴν δηλοῖ, τὸ δ’ ὀλίγον ἐξ ἄλλου τινός. εἰ δ’ ἀναπτύουσι ἢ ἀναβήττουσιν εἴη γεγραμμένον, ὠνομάσθαι τε κυρίως ἐνδείκνυσθαί τε τὸ τοιοῦτον αἷμα τῆς σαρκοειδοῦς τοῦ πνεύμονος οὐσίας, ἥπερ ἐστὶ τὸ ἴδιον αὐτοῦ σῶμα, δεδέχθαι τὴν ἕλκωσιν ὡς ἀληθὲς μὲν φάναι τὸ ἀφρῶδες αἷμα μόνου τοῦ πνεύμονος ἐνδείκνυσθαι τὴν ἕλκωσιν. οὐκ ἀληθὲς δὲ τοῦ πνεύμονος ἑλκωθέντος ἐξ ἀνάγκης ἀφρῶδες ἀναπτύεσθαι. πολλάκις γὰρ ἐθεασάμεθα κατενεχθέντων τινῶν ἀφ’ ὑψηλοῦ καὶ λακτισθέντων καὶ πληγέντων ἐν ταῖς παλαίστραις κατ’ ἐκεῖνο μάλιστα τὸ τῆς πληγῆς μέρος, ἐν ᾧ καταφερομένῳ τινὶ πρὸς τοὔδαφος ἕτερος ἐπιπίπτει κατὰ τοῦ θώρακος, αἷμα μετὰ βηχὸς ἀναπτυσθὲν πλεῖστον εὐχρούστατον ἄνευ πάσης ὀδύνης, ὅπερ εὔλογόν ἐστιν ἔκ τινος τοῦ κατὰ πνεύμονα ῥαγέντος ἀγγείου φέρεσθαι.
14. Ὑπὸ φθίσιος ἐχομένῳ διαῤῥοίας ἐπιγιγνομένης, θανατῶδες.
Ὀλίγον ἔμπροσθεν εἴρηκε τοῖς φθίνουσιν ἐπειδὰν τό τε πῦον ᾖ δυσῶδες καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ἐκρέωσι, διαῤῥοίας ἐπιγενομένης ἕπεσθαι θάνατον. ἐνταυθὶ δ’ ἁπλῶς εἶπε θανατῶδες διάῤῥοιαν εἶναι ἐπὶ φθίσει, μήτε τῶν τριχῶν μνημονεύσας, ὡς ἱκανῆς οὔσης καὶ μόνης τὸν θάνατον δηλῶσαι, οὐ μὴν οὕτω γε ὑπόγυον, οὐδὲ ταχὺ γενησόμενον, ὡς ὅταν ἅμα τῇ ῥύσει τῶν τριχῶν.
15. Ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφ’ ἧς ἂν ἡ ῥῆξις γένηται, παύονται· ἢν δὲ μὴ, εἰς φθίσιν μεθίστανται.
Προσθεὶς τῷ λόγῳ τὸ τῆς ῥήξεως ὄνομα σαφῶς ἐδήλωσεν αὐτὸν ὑπὲρ ἐκείνων διαλεγόμενον, οἷς εἰς ἐμπύημα τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς τρεπομένης, εἶτα ἐκραγείσης, ἐν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος χωρίῳ περιέχεται τὸ πῦον. ἅπασι γὰρ τούτοις ἐὰν μὴ τὸ πλεῖστον ἐν τεσσαράκονθ’ ἡμέραις ἡ κένωσις γένηται, τοῦ πύου διὰ τῶν πτυσμάτων ἐκκαθαρθέντος, ἀναγκαῖόν ἐστι διαβρωθῆναι τὸν πνεύμονα, σηπομένου τῷ χρόνῳ τοῦ πύου. τῇ μὲν οὖν πλευρίτιδι τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον ἔθετο τῆς καθάρσεως, τοῖς δ’ ἐμπύοις τὴν τεσσαρακοστήν. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῆς διαφορᾶς τῶν ἄλλων κρισίμων ἡμερῶν καὶ τῶνδε κατὰ τὴν περὶ τῶν κρισίμων πραγματείαν, ὅθεν ἀναλεξαμένῳ τινὶ τὴν θεωρίαν ἅπασαν ἕτοιμον ἕπεσθαι πᾶσι τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις περὶ κρισίμων ἡμερῶν.
16. Τὸ θερμὸν βλάπτει ταῦτα τοῖσι πλεονάκις χρεομένοισι σαρκῶν
ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας, λειποθυμίας· ταῦτα οἶσι θάνατος.
Περὶ θερμοῦ καὶ ψυχροῦ χρήσεως ἀμέτρου τε καὶ συμμέτρου λέλεκται μὲν οὐκ ὀλίγα κἀν τῷ περὶ χρήσεως ὑγρῶν, εἴρηται δὲ καὶ κατὰ τοῦτο τὸ χωρίον τῶν ἀφορισμῶν τὸ ἅπαντα σχεδόν γε τὰ κεφάλαια· καὶ πρῶτόν γε αὐτῶν ὅτι τῷ θερμῷ ἀμέτρως χρωμένων ταῦτ’ ἐργάζεται τὰ πάθη σαρκῶν ἐκθήλυνσιν, ὅπερ ἐστὶν ἀτονία. εἴρηται γὰρ ἐκ μεταφορᾶς, ἐπειδὴ τὸ θῆλυ πᾶν ἀσθενέστερόν ἐστιν τοῦ ἄῤῥενος. ὡμολόγηται δὲ τούτῳ καὶ τὸ ἐπιφερόμενον, ἡ τῶν νεύρων ἀκράτεια· καὶ γὰρ ταῦτα ἄῤῥωστα γίνεται, λυομένης αὐτῶν ὑπὸ τοῦ θερμοῦ τῆς οὐσίας. καὶ ἡ τῆς γνώμης δὲ νάρκωσις ἀτονία γνώμης ἐστὶ διαλυομένης δηλονότι καθάπερ τῆς τῶν νεύρων οὐσίας, οὕτω καὶ τῆς τοῦ ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱμοῤῥαγίας ἐπιφέρει ἡ τοῦ θερμοῦ χρῆσις ἄμετρος, ἐκείναις δηλονότι ταῖς
διαθέσεσι τοῦ σώματος, αἱ πρὸς αἱμοῤῥαγίαν ἐπιτηδείως ἔχουσιν. ἕπονται δὲ ταῖς αἱμοῤῥαγίαις λειποθυμίαι καὶ ταύταις ὁ θάνατος, ὥσπερ γε καὶ τοῖς ἄλλοις τοῖς προειρημένοις. ἀλλ’ ἐκείνοις μὲν ἐν χρόνῳ πλέονι, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον. αἱμοῤῥαγίαις δὲ λειποθυμίαις αὐτίκα. γέγραπται μὲν οὖν ἡ τελευτὴ τοῦ ἀφορισμοῦ διαφερόντως ἐν τοῖς ἀντιγράφοις, ἅπασαι δὲ αἱ γραφαὶ τὴν εἰρημένην ἐνδείκνυνται διάνοιαν. ἔστι δ’ αὐτῶν μία μὲν ἥδε, τούτοισι θάνατος· ἑτέρα δὲ, ταῦτα ἐφ’ οἶς ὁ θάνατος· ἡ τρίτη δὲ, ταῦτα οἶσι θάνατος· ἄλλη δὲ, ταῦτα εἰς θάνατον.
17. Τὸ δὲ ψυχρὸν σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα πυρετώδεα.
Τὸ ἄμετρον δηλονότι ψυχρὸν ἐργάζεται σπασμοὺς καὶ τετάνους καὶ κατάψυξιν τῶν νεύρων. ὥσπερ γὰρ οὐ χρὴ λύεσθαι τὴν οὐσίαν αὐτῶν ὑπὸ τῆς ἀμέτρου θερμασίας, οὕτως
οὐδὲ περαιτέρω τοῦ προσήκοντος ἀποψύχεσθαί τε καὶ συνάγεσθαι καὶ σφίγγεσθαι. καὶ μὲν δὴ καὶ μελασμοὺς ἐργάζεται τῇ ψύξει καὶ ῥίγη πυρετοὺς ἐπικαλούμενα διὰ τὴν δέρματος πυκνότητα καὶ τῶν πόρων στενοχώρησιν. κάλλιον δ’ ἦν εἰρῆσθαι, ῥίγη τά τε σπασμοὺς ἐργαζόμενα καὶ μελασμοὺς καὶ πυρετούς. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ τῆς τῶν συμπτωμάτων αἰτίας ἰδίᾳ.
18. Τὸ ψυχρὸν πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροις, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ· τὸ δὲ θερμὸν φίλιον.
Ὅσα φύσει ψυχρότερα μόρια, τοιαῦτα δ’ ἐστὶν ἐν τοῖς ζώοις ἅπανθ’ ὅσα τελέως ἐστὶν ἄναιμα, θᾶττόν τε καὶ μᾶλλον ὑπὸ τῆς ἀμέτρου χρήσεως τοῦ ψυχροῦ βλάπτεται. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως οἰκειότερόν ἐστι τὸ θερμόν.
19. Ὁκόσα κατέψυκται ἐκθερμαίνειν δεῖ, πλὴν ὁκόσα αἱμοῤῥαγέειν μέλλει.
Οὐκ ἀνατρέπεται πρὸς τοῦ νῦν εἰρημένου τὸ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν, περὶ οὖ θεωρήματος ἐπὶ πλέον εἴπομεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ, δεικνύντες ὡς ἕτερόν τι θεώρημά ἐστιν ἀναγκαιότερον, ἰᾶσθαι πρότερον κελεῦον ὅσα κατεπείγει μᾶλλον, τουτέστιν ὅσα φέρει τὸν κίνδυνον, ὥσπερ καὶ νῦν ἡ αἱμοῤῥαγία. πρὸς ἐκείνην οὖν πρότερον ἵστασθαι χρὴ, κἄπειθ’ οὕτως εἰς τὴν οἰκείαν εὐκρασίαν ἀνακομίζειν τὸ πεπονθός.
20. Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελασμοὺς, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους.
Κυρίως μὲν ὀνομάζοντι τὸ θερμόν ἐστι δακνῶδες· τῇ δ’ ὁμοιότητι τῆς αἰσθήσεως καὶ τὸ ψυχρὸν ὕδωρ ὀνομάζεται δακνῶδες, οὐχ ἁπλῶς τῷ δέρματι προσπῖπτον, ἀλλ’ ὁπόταν ἑλκωθῇ. διεξέρχεσθαι γὰρ χρὴ τὴν τοῦ δάκνεσθαι μέλλοντος οὐσίαν τὸ δακνῶδες αὐτῇ γενησόμενον, ὅπερ ἐπὶ μὲν τοῦ κατὰ φύσιν ἔχοντος δέρματος οὐχ οἷόν τε ποιεῖν ἐστι τὸ ψυχρὸν ὕδωρ, ἐπειδὴ πυκνότερον ἢ κατὰ τὴν οὐσίαν αὐτοῦ τὸ δέρμα ἐστίν. ἐπὶ δὲ τῶν ἡλκωμένων ὡς ἀραιοτέρων ὑπαρχόντων διεξέρχεσθαι δύναται. διὰ τῆς οὐσίας αὐτῶν ἐγκαταβαῖνον ἐν τῷ βάθει. λέλεκται δ’ ἐπὶ πλέον ὑπὲρ καὶ τῶν δακνωδῶν φύσεως ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. τοῖς μὲν οὖν ἡλκωμένοις δακνῶδες τὸ ψυχρὸν, τοῖς δ’ ἀνελκώτοις οὔτε δακνῶδες καὶ σκληρὸν ἐργάζεται τὸ δέρμα τῇ πιλήσει τῆς οὐσίας αὐτοῦ. καὶ μὲν δὴ καὶ τὴν ἀνεκπύητον ὀδύνην ἐργάζεται τῷ καταψύχειν τὸ ἔμφυτον θερμὸν, ὅπερ ἐκπυΐσκει τὰ ἕλκη, κωλύει τε διαπνεῖσθαι τὰ τὴν ὀδύνην ἐργαζόμενα. τὰ δ’ ἐφεξῆς εἴρηται καὶ πρόσθεν αὐτῷ μελασμοὶ καὶ ῥίγη πυρετώδη καὶ σπασμοὶ καὶ τέτανοι.
21. Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται.
Ὅσα σπανίως ὠφελεῖ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐφεξῆς τοῖς προειρημένοις ὁ Ἱπποκράτης διεξέρχεται, καὶ πρῶτόν γε περὶ τοῦ ψυχροῦ φησιν ὡς ἐπὶ τετάνου, δῆλον δ’ ὅτι καὶ παντὸς ἄλλου σπασμοῦ κατὰ τὴν μέσην ὥραν θερινὴν, ὅταν εὔσαρκος ὁ κάμνων ᾖ καὶ νέος, ἡ τοῦ ψυχροῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιησαμένη θεραπεύσῃ τὸ πάθος. ᾧ καὶ δῆλον ὡς οὐ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἰατικὸν τοῦ νοσήματός ἐστι τὸ ψυχρὸν, ἀλλὰ κατὰ συμβεβηκὸς, ἐπειδὴ τοῖς εὐσάρκοις νέοις ἐπανάκλησιν θέρμης ποιεῖται. ἐπ’ ἄλλης γὰρ οὐκ ὠφελήσει γε ἡλικίας, διότε μηδὲ τὴν ἐπανάκλησιν ἐργάζεται. ὅπου δ’ οὐδὲ ἐπὶ ταύτης ἐν ἄλλῃ τινὶ τῶν ὡρῶν, ὅτι μὴ κατὰ μέσον τοῦ θέρους. ἡ γάρ τοι τοῦ ψυχροῦ πρόπτωσις ἤτοι νικᾷ τὴν ἔμφυτον θερμασίαν
ἢ ἀθροίζει. νικᾷ μὲν, ὅταν ἀσθενὴς ὑπάρχῃ, ἀθροίζει δ’, ὅταν ἰσχυρὰ τὴν διαπνοὴν αὐτῆς συνέχουσα καὶ διακωλύουσα. παραιτεῖται δὲ τοὺς ἐφ’ ἕλκεσι σπασμοὺς ὡς οὐκ ἄν ποτε τούτων ὑπὸ τοῦ ψυχροῦ θεραπευθησομένων, οὐδ’ εἰ νέος εἴη ὁ κάμνων καὶ φύσει θερμὸς καὶ κατὰ τὴν θερινὴν ὥραν καὶ χώραν, ἐπειδὴ, καθὰ προείρηκεν αὐτὸς, ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες ὀδύνην ἀνεκπύητον ποιέει. γενομένων οὖν ἐφ’ ἕλκεσι διὰ τὴν τῶν νευρωδῶν σωμάτων φλεγμονὴν ἐναντιώτατον ἔσται τὸ ψυχρὸν, οὔτε τὸ ἕλκος αὐτὸ παρηγοροῦν οὔτε τὴν τῶν νευρωδῶν σωμάτων φλεγμονὴν διαλῦον.
22. Τὸ θερμὸν ἐκπυητικὸν οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον σημεῖον ἐς ἀσφαλείην δέρμα μαλάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν. τὴν δ’ ἐν τῇ κεφαλῇ καρηβαρίην λύει. πλεῖστον δὲ διαφέρει
ὀστέων κατάγμασι, μάλιστα δὲ τοῖσιν ἐψιλευμένοισι, τουτέων δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ ἕλκεα ἔχουσι. καὶ ὁκόσα ὑπὸ ψύξεως θνήσκει ἢ ἑλκοῦται καὶ ἕρπησιν ἐσθιομένοισι, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, τουτέοισι τὸ θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον.
Ὥσπερ τὸ ψυχρὸν σπασμῶν καὶ τετάνων ὑπάρχει ποιητικὸν, ὅμως θεραπεύει σπανίως ποτὲ τέτανον, οὕτω καὶ τὸ θερμὸν ἐκπυητικὸν ὂν ὅσον ἐφ’ ἑαυτῷ γίγνεται ποτ’ ἀνεκπύητον. ἐπὶ γοῦν τῶν σηπεδονωδῶν ἑλκῶν καὶ ἁπλῶς ἁπάντων τῶν ῥευματικῶν οὐκ ἐκπυΐσκει τὸ θερμὸν, ἀλλὰ καὶ βλάπτει μεγάλως αὐτά. καὶ συμβαίνει ἐς ταὐτὸν ἄμφω τό τε βλάπτον ἕλκη καὶ τὸ μὴ ἐκπυΐσκον, ὥσπερ οὖν καὶ κατὰ τοὐναντίον τό τ’ ὠφελοῦν καὶ τὸ ἐκπυΐσκον. μέγιστον γάρ ἐστι σημεῖον πρὸς ἀσφαλείαν ἕλκει τό τε πῦον καὶ τὸ τούτου ποιητικὸν φάρμακον. οὐδὲν γὰρ δύναται γενέσθαι κακὸν ἐφ’ ἕλκει πῦον γεννῶντι. τὰ γοῦν σπασμὸν ἐπιφέροντα πάντως ἀνεκπύητά ἐστι. ὁμοίως δὲ καὶ τὰ σηπεδονώδη
δὲ τοῖς νεύροις τὸ ψυχρὸν, καὶ ὅτι κατὰ τὴν κοινωνίαν ἥ τε ψῦξις ἐπαναβαίνει ῥᾳδίως ἐκ τῆς ἕδρας εἰς τὰ κατὰ τὴν κοιλίαν, ἥ τε θερμασία κατὰ τὸν αὐτὸν τρόπον. οὕτω δὲ καὶ ὑστέρᾳ καὶ κύστει τὸ μὲν θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον. αὐτά τε γάρ ἐστι νευρώδη καὶ μεταδίδωσι τοῖς ὑπερκειμένοις ῥᾳδίως τῆς ψύξεως. ὅτι δὲ ἅπασι τοῖς εἰρημένοις κατὰ τὸν ἀφορισμὸν ἐπιπεφώνηκε κοινῇ τούτοισι τὸ θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον, εὔδηλόν ἐστι, κἂν ἐγὼ μὴ λέγω.
23. Ἐν τουτέοισι δὲ δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤῥαγέει ἢ αἱμοῤῥαγέιν μέλλει, μὴ ἐπ’ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ ὁκόθεν ἐπιῤῥεῖ καὶ ὁκόσα φλεγμοναὶ ἢ ἐπιφλογίσματα ἐς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι ἐπὶ ταῦτα· ἐπεὶ τά γε παλαιὰ μελαίνει καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον ὠφελέει, ἐπεὶ τό γε ἑλκούμενον βλάπτει.
Τὰς ἐκ τοῦ ψυχροῦ γιγνομένας ὠφελείας τε καὶ βλάβας ἐν τῷδε διεξέρχεται, πρῶτον μὲν λέγων ἐπὶ τῶν αἱμοῤῥαγούντων ἢ μελλόντων χρήσιμον ὑπάρχειν αὐτὸ, μὴ τοῖς αἱμοῤῥαγοῦσι μέρεσιν αὐτὸ προσαγόμενον. ἕλκεσι γὰρ τὸ ψυχρὸν δακνῶδες, ἀλλὰ τοῖς πέριξ αὐτῶν καὶ μάλιστα ἐκείνοις, ὅθεν ἐπιῤῥεῖ τι τοῖς ἕλκεσι, καὶ μὲν δὴ καὶ τὰς φλεγμονὰς ἁπάσας, ὅσα τε ὡς αὐτὸς ὠνόμασεν ἐπιφλογίσματα, τουτέστιν ὥσπερ ὑπὸ φλογὸς ἐπικεκαυμένα διὰ τὴν θερμασίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν· καὶ γὰρ καὶ ταῦτα χαίρει τῷ ψυχρῷ. φαίνεται δέ σοι θεωμένῳ ταῦτα πάντα κατὰ τὴν χρόαν ἐρυθρὰ καὶ ὕφαιμα, νεαρῷ δηλονότι καὶ οὐ παλαιῷ τῷ αἵματι, τὸ γὰρ εὐανθὲς οὐκ ἔχει τὸ παλαιὸν αἷμα. διὸ καὶ προσαγομένου τοῦ ψυχροῦ τῷ τοιούτῳ πελιδνοῦσθαί τε καὶ μελαίνεσθαι συμβαίνει τὰ πεπονθότα μόρια. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐρυσίπελας ὠφελεῖται πρὸς τοῦ ψυχροῦ τὸ χωρὶς ἕλκους, ὡς τῷ γε ἡλκωμένῳ δακνῶδές τε καὶ ὀδυνῶδές ἐστι τὸ ψυχρὸν καὶ ταύτῃ βλάπτει τῶν ὀδυνωμένων μερῶν ἀεὶ ῥεῦμα κινούντων ἐφ’ ἑαυτά.
24. Τὰ ψυχρὰ οἷον χιὼν καὶ κρύσταλλος τῷ στήθει πολέμια, βηχέων κινητικὰ καὶ αἱμοῤῥαγικὰ καὶ καταῤῥοικά.
Μέχρι μὲν τοῦδε τὸν λόγον ὑπὲρ ὕδατος ἐποιήσατο θερμοῦ καὶ ψυχροῦ, νυνὶ δὲ καὶ περὶ χιόνος καὶ κρυστάλλου διῆλθεν, ἐνδεικνύμενος ὡς τὰς βλάβας μείζονας εἰς τοσοῦτον τῶν κατὰ τὸ ψυχρὸν ὕδωρ ἐργάζεσθαι πέφυκεν εἰς ὅσον ἐκείνου ψυχρότερά ἐστι καὶ τοῖς κατὰ θώρακα χωρίοις πολεμιώτατα ὑπάρχει βῆχάς τε κινοῦντα καὶ ῥήξεις ἀγγείων ἐργαζόμενα, πολλάκις αἱμοῤῥαγικὰ γίγνεται· καὶ μέντοι καὶ τοῖς ἀπὸ κεφαλῆς κατάῤῥοις ἀδικοῦντα θώρακά τε καὶ πνεύμονα. καὶ γὰρ καὶ τούτους ἐργάζεται χιὼν καὶ κρύσταλλος, καταψύχοντα τὸν ἐγκέφαλον.
25. Τὰ δὲ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα ἄτερ ἕλκεος καὶ ποδαγρικὰ καὶ σπάσματα, τούτων τὰ πλεῖστα
τὸ ψυχρὸν πολλὸν καταχεόμενον ῥηίζει τε καὶ ἰσχναίνει καὶ ὀδύνην λύει. νάρκη δὲ μετρίη ὀδύνης λυτική.
Ὅτι μὲν τὰ πλεῖστα τῶν τοιούτων ὀνίνησι τὸ ψυχρὸν ἐδήλωσε. τίνα δέ ποτ’ ἔστι ταῦτα παρέλιπεν εἰπεῖν, ὡς ἐξ ὧν προείρηκεν οὐ χαλεπὸν ἐξευρεῖν. ὁκόσαι γὰρ, φησὶ, φλεγμοναὶ ἢ ἐπιφλογίσματα εἰς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι, ταῦθ’ ὑπὸ τοῦ ψυχροῦ θεραπεύεσθαι τὴν ἐπιῤῥοὴν ἀναστέλλοντος δηλονότι καὶ ταύτῃ κενοῦντος τὰ σώματα. διὸ καὶ τὴν ὀδύνην ἐν τοῖς τοιούτοις λύει καὶ τὴν αἰτίαν αὐτῆς ἐκκόπτει. καὶ ἡ ψῦξις δὲ τῶν μορίων ἐπὶ πλέον νάρκην φέρει μετρίαν, ἥτις καὶ αὐτὴ λύει τὴν ὀδύνην, ἀμβλύνουσα τὴν αἴσθησιν.
26. Ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον κουφότατον.
Οὐ τῷ σταθμῷ κουφότατον εἶναι τὸ τοιοῦτον λεκτέον. οὐδὲ γὰρ ἂν οὕτω μέγα διδάσκοι πρὸς τῷ καὶ διὰ περιόδου τινὸς ἐξευρίσκειν ὃ ῥᾳδίως ἦν ἐξ ἀρχῆς ἐξευρεῖν. εἴπερ δὲ βούλεται τὸ τῷ σταθμῷ κουφότατον ὕδωρ διαγνῶναι, πρόχειρον ἐπὶ τὸ τῶν ἱσταμένων ἴδιον ἄγειν κριτήριον διὰ ζυγοῦ καὶ σταθμοῦ ποιουμένῳ αὐτῶν τὴν ἐξέτασιν. ἀλλὰ κουφότερον εἶπε νῦν τὸ μὴ βαρῦνον τὴν γαστέρα καὶ διεξερχόμενον ταχέως, ὥσπερ καὶ βαρὺ λέγομεν τὸ ἐναντίον αὐτῷ τὸ μὴ διεξερχόμενον ταχέως. εὔδηλον δὲ ὡς οὐ μόνον τοῦτο κριτήριον ὕδατός ἐστιν ἀρετῆς. ἀλλ’ ὡς τῶν μὲν ἄλλων εὐπορωτάτων ὑπαρχόντων καὶ πᾶσι γινωσκομένων, τούτου δ’ ἔχοντός τι τεχνικὸν, οὕτως ἐπὶ τὴν γραφὴν αὐτοῦ ἥκειν τὸν Ἱπποκράτην. τίνα δὲ τἄλλα ἐστί; πρῶτον μὲν εἰ μὴ θολερὸν, μήτ’ ἰλυῶδες· εἶθ’ ἑξῆς εἰ μή τι κατὰ τὴν ὀσμὴν, μήτε κατὰ τὴν γεῦσιν ἐμφαίνει τινὸς ἀλλοκότου ποιότητος. εἶθ’ οὕτως ὃ νῦν εἶπεν Ἱπποκράτης, εἰ θερμαίνεται καὶ ψύχεται ταχέως· δῆλον γὰρ ὡς εὐαλλοίωτόν ἐστι τὸ τοιοῦτον, ἀρετὴ δ’ ὥσπερ σίτου τὸ εὐαλλοίωτον,
οὕτω καὶ τοῦ ὕδατος. εἴ γε δὴ ῥᾷστα μεταβάλλεσθαι βουλόμεθα πᾶν τὸ μέλλον πεφθήσεσθαι καλῶς ὑπὸ τῶν πεπτικῶν ὀργάνων. ὅσοι δὲ τῇ τῶν πινόντων διαθέσει μὴ κρίνουσι τὸ ἄριστον ὕδωρ, ἀσφαλεστάτῳ μὲν χρῶνται τεκμηρίῳ· μόνον δ’ εἴπερ αὐτὸ παραλαμβάνουσιν οὐκ ὀρθῶς ποιοῦσι. χρὴ γὰρ αὐτὸ πρότερον προκεκρίσθαι τοῖς εἰρημένοις σημείοις, πρὶν ὅλως τις ἐπὶ τὴν τοιαύτην ἀφίκηται πεῖραν.
27. Ὁκόσοισι δὲ πίνειν ὄρεξις νύκτωρ, τοῖσι πάνυ διψώδεσιν, ἢν ἐπικοιμηθῶσιν, ἀγαθόν.
Οὔτ’ εἰ δοτέον ἐστὶ τὸ ποτὸν ἐπὶ τῶν ἐν νυκτὶ πάνυ διψησάντων ἐδήλωσεν, ἀλλὰ μόνον ὅ τι συμφέρει τούτοις ἐπικοιμηθῆναι. πεφθήσεται γὰρ δηλονότι καὶ ὑποκαταβήσεται κατὰ τὸν ὕπνον, ὅ τί περ ἂν ᾖ τὸ τῆς δίψης αἴτιον. οὐ μὴν οὐδ’ ἄδηλόν ἐστιν, ὡς τοῖς πάνυ διψῶσι δοτέον ἐστὶ
τὸ ποτὸν, εἴτ’ ἐξ οἴνου πόσεως ἀκρατεστέρου τοῦτ’ αὐτοῖς εἴη γεγενημένον εἴτ’ ἐξ ἐνδείας ποτοῦ. τό τε γὰρ τὴν ἔνδειαν ἰᾶσθαι προσφορᾷ τό τε τὴν ἐξ οἴνου θερμασίαν ὕδατι σβεννύναι τῶν ὑγιεινῶν ἐστι θεωρημάτων. εἰ μέντοι μετρίως εἶεν διψώδεις, οὐ πάντως ἐστὶ δοτέον αὐτοῖς τὸ ποτὸν, ἀλλ’ ἐπισκεπτέον εἴτ’ ἐνδείᾳ πάσχουσιν ὑγρότητος τὸ τοιοῦτον εἶτε δι’ οἴνου πλείονα πόσιν, ἐγχωρεῖ γὰρ τούτους κοιμηθέντας ὠφεληθῆναι.
28. Γυναικείων ἀγωγὸν ἡ ἐν ἀρώμασι πυρίη. πολλαχοῦ δὲ καὶ εἰς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίει.
Γυναικείων εἴρηκε τῶν ἐκκενουμένων δηλονότι διὰ μήτρας ταῖς γυναιξὶ κατά τε τάς ἐμμήνους καθάρσεις καὶ μετὰ τοὺς τόκους. εὔδηλον δ’ ὡς κἀνταῦθα τὰς μὲν ἤτοι διὰ φλεγμονὴν τῆς μήτρας ἢ διαστροφὴν ἤ τι τοιοῦτον μὴ καθαιρομένας καλῶς ἰασόμεθα τὸ πάθος ἐκθεραπεύοντες,
ὡς ἂν ἄνω φύσει φερομένου τοῦ θερμοῦ. θερμὴ δὲ ἱκανῶς ἐστιν ἁπάντων τῶν ἀρωμάτων ἡ φύσις καὶ μάλιστα κασσίας καὶ κόστου καὶ κινναμώμου καὶ ἀμώμου.
29. Τὰς κυούσας φαρμακεύειν ἢν ὀργᾷ τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν ἧσσον. τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι χρή.
Οὗτος ὁ ἀφορισμὸς εἴρηται καὶ πρόσθεν ἐν τοῖς περὶ φαρμάκων λόγοις· ἀλλὰ καὶ νῦν ἐν τοῖς περὶ τῶν γυναικείων κατά γε τὰ πλεῖστα τῶν ἀντιγράφων εὑρίσκεται. τινὲς δ’ ἐξαίρουσιν αὐτὸν ὅπως μηδεὶς ᾖ γεγραμμένος, ἐξηγήσεως δὲ οὐ δεῖται νεωτέρας ἡμῖν τοῖς ἔμπροσθεν εἰρημένοις.
30. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νοσημάτων ληφθῆναι θανάσιμον.
Εἰκότως· ἐάν τε γὰρ πυρετῶδες ᾖ τὸ νόσημα, συνεχεῖς ἀνάγκη τοὺς πυρετοὺς ἔχειν αὐτό. τοιοῦτο γάρ ἐστι τὸ ὀξὺ καὶ κίνδυνος ἐν τῷδε διττὸς, εἷς μὲν αὐτοῦ τοῦ πυρετοῦ ἀναιροῦντος τὸ ἔμβρυον, ἕτερος δ’ ὅτι διὰ μακροῦ μὲν τρέφοντες ἐνδείᾳ τροφῆς ἀναιροῦμεν τὸ ἔμβρυον. εἰ δ’ ἵνα τοῦτο διασώσωμεν, ἀφειδήσομεν τοῦ συνεχῶς τρέφειν, αὐξήσαντες τῇ τῶν τροφῶν ἀκαιρίᾳ τοὺς συνεχεῖς πυρετοὺς, ἀποκτενοῦμεν τὴν κύουσαν, οὕτω δὲ κἂν χωρὶς πυρετοῦ τῶν ἄλλων τι γένηται νοσημάτων ὀξέων, οἷον ἐπιληψία ἢ ἀποπληξία ἢ σπασμὸς ἢ τέτανος ἅμα τῷ μεγέθει καὶ τῇ συντονίᾳ τοῦ νοσήματος, ἀδύνατον ἐξαρκέσαι τὴν κάμνουσαν.
31. Γυνὴ ἐν γαστρὶ ἔχουσα φλεβοτομηθεῖσα ἐκτιτρώσκει, καὶ μᾶλλον, εἰ μεῖζον εἴη τὸ ἔμβρυον.
Ἐνδείᾳ τροφῆς φθείρεται τὸ ἔμβρυον οὐ μόνον ἐκ τῆς φλεβοτομίας, ἀλλὰ κἀν ταῖς μικροτέραις ἀσιτίαις, ἐπιδείξομεν δὲ τοῦτο μικρὸν ὕστερον καὶ δι’ ἄλλων ἀφορισμῶν. εἰκότως οὖν τὸ ἔμβρυον τὸ μεῖζον μᾶλλον φθείρεται, φλεβοτομηθείσης τῆς γυναικὸς, διὰ τὸ πλείονος δεῖσθαι τροφῆς.
32. Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις γίνεται.
Εἰκότως· ἀντίσπασίς τε γὰρ ἅμα καὶ κένωσις ἔσται τοῦ τὴν ὁρμὴν εἰληφότος αἵματος ἄνω· τουτὶ μὲν οὖν καὶ ἡ πεῖρα διδάσκει συμφερόντως γιγνόμενον, ἐξ αὐτῆς
δ’ ὁρμηθέντες καὶ ἡμεῖς μιμησόμεθα τὰ καλῶς ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ διὰ φλεβοτομίας κενώσομεν τὰς οὕτω πάσχουσας.
33. Γυναικὶ τῶν καταμηνίων ἐκλειπόντων αἷμα ἐκ τῶν ῥινῶν ῥυῆναι ἀγαθόν.
Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστι τὸ καλῶς ἐφ’ ἑκάστῳ μηνὶ κενούμενον αἷμα, ἐπειδὰν κατά τινα διάθεσιν ἐπισχεθῇ, βλάπτειν τὴν γυναῖκα καὶ ὅ τι δι’ ἑτέρου χωρίου κενουμένου ἰάσεται τῆς βλάβης τὸ πᾶν σῶμα πρόδηλον παντί. πολλῶν δ’ ὄντων χωρίων δι’ ὧν ἐκκενοῦσθαι δύναται, τοῖς μὲν ἄλλοις ἅπασι πρόσεστί τις μείζων ἢ ἐλάττων βλάβη. μόνη δ’ ἡ διὰ τῶν ῥινῶν κένωσις ἄλυπός ἐστιν, ἣν ἐπαινεῖ νῦν ὁ Ἱπποκράτης. οὐ μὴν οὐδ’ εἴ τις ἄλλη κένωσις ἄλυπος εὑρίσκοιτο, τούτου χάριν ὁ ἀφορισμὸς ψευδής ἐστιν. οὐ γὰρ ὅτι μόνη κένωσις ἡ διὰ τῶν ῥινῶν ἀγαθὴ τῶν καταμηνίων
ἐκλειπόντων εἴρηκεν, ἀλλ’ ἁπλῶς ἐπῄνεσεν αὐτὴν, μὴ προσθεὶς ὅτι μόνη. κἂν τὴν δι’ ἕδρας οὖν τὴν ἀγαθὴν εἶναι λέγῃ ταῖς οὕτως ἐχούσαις γυναιξὶν, οὐ μάχεται τῷ ἀφορισμῷ. φαίνεται γὰρ ἐνίοτε δι’ ἑνὸς ὡς παραδείγματος ὁ Ἱπποκράτης ἀποφαινόμενος ὑπὲρ τῶν ὁμοίων ἁπάντων.
34. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ἡ κοιλίη ῥυῇ πολλάκις, κίνδυνος ἐκτρῶσαι.
Τῷ λόγῳ τῆς κενώσεως καὶ νῦν ὁ Ἱπποκράτης κίνδυνος, φησὶν, ἐκτρῶσαι, καθότι καὶ πρόσθεν ἐπὶ τῆς φλεβοτομίας ἐδείκνυμεν.
35. Γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλουμένῃ ἢ δυστοκούσῃ πταρμὸς ἐπιγενόμενος ἀγαθόν.
Ἀσαφές ἐστι τὸ τὸν κατὰ ἀφορισμὸν ὄνομα τὸ ὑστερικῶν. ἔνιοι μὲν γὰρ ἀκούουσιν ἐπὶ πασῶν κατὰ τὰς ὑστέρας διαθέσεων, ἔνιοι δὲ ἐπὶ μόνων ἐκείνων αἷς ἕπεται πάθος ὃ προσαγορεύουσιν ὑστερικὴν πνίγα, καίτοι γε οὐ πνίγα κατ’ ἀλήθειαν οὖσαν, ἀλλ’ ἄπνοιαν. ἔνιοι δ’ ἐπὶ τῶν χωρίων ἀκούουσιν, ἐπειδὴ καὶ ταῦτα τὰ ὕστερα καλοῦσιν. ἀλλ’ οὗτοι μὲν ἄντικρυς ἁμαρτάνουσιν, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἀληθεύειν, ἐν τῷ καταῤῥήγνυσθαι τὰ ἐν τῇ μήτρᾳ κατεχόμενα χωρία πρὸς τῶν πταρμῶν. ἄλλος τε γὰρ ὑπὲρ τούτων ἀφορισμὸς αὐτῷ γέγραπται καὶ διαφέρει πάμπολυ καὶ κατὰ τοὔνομα τὰ ὕστερα τῶν ὑστερικῶν. ψεῦδός γε μήν ἐστι καὶ τὸ περὶ πάντων τῶν κατὰ τὰς ὑστέρας παθῶν εἰρῆσθαι τὸν λόγον. οὔτε γὰρ ἑλκώσεις οὔτε φλεγμονὰς οὔτ’ ἐρυσιπέλατα, καθάπερ οὐδ’ ἀποστήματα πταρμὸς ὀνίνησιν. ἀληθὲς δὲ τὸ καὶ κατὰ ὑστερικὰς ἀπνοίας ἐπιγινομένου πταρμοῦ ῥᾳστωνεῖν τὰς καμνούσας, οὐ μόνον ὅτι σημεῖον ἀγαθόν ἐστιν αὐτομάτως ἐπιγενόμενος ὁ πταρμὸς ταῖς οὕτως ἐχούσαις, ἀλλὰ καὶ αἴτιον ὥσπερ τι βοήθημα
τοῦ πάθους γινόμενος. σημεῖον μὲν οὖν ἀγαθόν ἐστι, διότι δηλοῖ τὴν φύσιν ἔμπροσθεν νεναρκωμένην, ἐπεγείρεσθαί τε καὶ ἀναζωπυρεῖσθαι καὶ τῶν οἰκείων κινήσεων ἀναμιμνήσκεσθαι, ὁπότε γε καὶ ἀποτίθεταί τινα τῶν περιττωμάτων. ἐδείχθη γὰρ ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ὁ πταρμὸς οὕτω γινόμενος, αἴτιον δὲ τῆς ὠφελείας, ὅτι τῷ σφοδροτέρῳ κλόνῳ καὶ βρασμῷ τοῦτο μὲν ἐπεγείρει τὴν φύσιν, τοῦτο δ’ ἐκκρίνει τὰ δυσεκκρίτως ἐμπεπαρμένα τοῖς μορίοις τοῦ σώματος. οὕτω γὰρ καὶ τὴν λύγγα πέφυκεν ἰᾶσθαι.
36. Γυναικὶ καταμήνια ἄχροα καὶ μὴ κατὰ τὰ αὐτὰ ἀεὶ γινόμενα καθάρσιος δεῖσθαι σημαίνει.
Πολλὰ τῶν ἀντιγράφων βιβλία ἔστιν εὑρεῖν οὕτως ἔχοντα τὴν λέξιν· γυναικὶ καταμήνια χρόνια καὶ μὴ κατὰ τὰ αὐτὰ ἰόντα. δύναται μὲν οὖν καὶ τὰ χρόνια καταμήνια,
πικρόχολον, ἄχροα γίνεται τὰ καταμήνια. πῶς μὲν οὖν χρὴ διαγινώσκειν τὸν πλεονάζοντα χυμὸν ἐν τῷ προτέρῳ τῶν γυναικείων αὐτὸς ἐδίδαξεν, νῦν δ’ ὅτι διὰ καθάρσεώς ἐστι κενωτέον αὐτὸ ἐδήλωσεν. τὸ δὲ μὴ κατὰ τὰ αὐτὰ ἰόντα τῇδε τῇ γραφῇ συμφωνεῖ μᾶλλον, ἵν’ ὁ σύμπας λόγος ᾖ τοιοῦτος· ἐὰν ἄχροα γένηται τὰ καταμήνια καὶ μὴ κατὰ τὰ αὐτὰ ἰόντα τοῖς δι’ ἔθους ἔμπροσθεν γινομένοις τῇ γυναικὶ, καθάρσεως δεῖται. συμβαίνει γὰρ ἐπὶ τῶν κακοχύμων γυναικῶν οὐ μόνον ἀχρουστέρας φαίνεσθαι τὰς ἐμμήνους καθάρσεις, ἀλλὰ καὶ τὸν χρόνον τῆς περιόδου διαφθείρειν. εἰ μὲν παχύτεροί τε καὶ δυσρούστεροι τῶν κατὰ φύσιν εἷεν οἱ χυμοὶ γεγονότες ἐπιβραδύνοντες καὶ χρονίζοντες, φθάνονται δὲ τὴν συνήθη προθεσμίαν ἐπὶ τοῖς ἐναντίοις, ὑγροτέροις τε καὶ λεπτοτέροις δηλονότι.
37. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν οἱ μασθοὶ ἐξαίφνης ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει.
Καὶ οὗτος ὁ ἀφορισμὸς ἐξ ἐκείνων ἐστὶν, οὓς ἔφαμεν ἔνδειαν τῆς τροφῆς σημαίνειν τῷ ἐμβρύῳ. κοιναὶ γάρ τινές εἰσι φλέβες ὑστερῶν τε καὶ τιτθῶν, αἵτινες ὅταν ἐνδεῶς ἔχωσιν αἵματος, ἰσχνοὺς μὲν τοὺς τιτθοὺς ἀποφαίνουσι, τῇ δὲ ἀτροφίᾳ ποτὲ μὲν ἀναιροῦσι τὸ ἔμβρυον, ἔστι δ’ ὁτὲ πρὸς ἔκκρισιν παρορμῶσι διὰ τὴν αἰτίαν, ἣν αὐτὸς ἐν τῷ περὶ φύσεως παιδίου γράφει κατὰ τήνδε τὴν ῥῆσιν· ἡ τροφὴ καὶ ἡ αὔξησις τὰ ἀπὸ τῆς μήτρας κατιόντα, οὐκέτι αὐτάρκη τῷ παιδίῳ ἐστὶν, ὅταν οἱ δέκα μῆνες παρέλθωσι καὶ τὸ ἔμβρυον αὐξηθῇ. ἕλκει γὰρ ἀπὸ τοῦ αἵματος εἰς ἑωυτὸ γλυκύτατον, ἅμα δὲ καὶ ἀπὸ τοῦ γάλακτος ἐπαυρίσκεται ὀλίγον. ὅταν δ’ αὐτῷ ταῦτα σπανιώτερα γένηται καὶ ἁδρὸν ᾖ τὸ παιδίον, ζητοῦν τε πλέον τῆς ὑπαρχούσης τροφῆς, ἀσκαρίζει, καὶ τοὺς ὑμένας ῥηγνύον ἀρχὴν ἀποκυήσεως παρέχει τῇ μητρί.
38. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται,
δίδυμα ἐχούσῃ θάτερον ἐκτιτρώσκει, καὶ ἢν μὲν δεξιὸς ἰσχνὸς γένηται, τὸ ἄρσεν, ἢν δ’ ὁ ἀριστερὸς, τὸ θῆλυ.
Ὅπερ ὁ προγεγραμμένος ἀφορισμὸς ἐπ’ ἀμφοτέρων ἔλεγε τῶν τιτθῶν, τοῦθ’ οὗτος ἐπὶ θατέρου. διὰ δὲ τὴν προειρημένην αἰτίαν τῇ κοινωνίᾳ τῶν φλεβῶν τὸ κατ’ εὐθὺ τοῦ μειωθέντος τιτθοῦ μὲν ὄν ἔμβρυον ἐκτιτρώσκεται, τὸ δ’ ὅτι διδύμων ὄντων, ἄῤῥενός τε καὶ θήλεος, ἐὰν μὲν ὁ δεξιὸς τιτθὸς ἰσχνὸς γένηται, τὸ ἄῤῥεν μόνον, ἐὰν δ’ ὁ ἀριστερὸς, τὸ θῆλυ διαφθείρεται, ἐξ ἐκείνης ἤρτηται τῆς δόξῃς αὐτοῦ, ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς μᾶλλον.
39. Γυνὴ κύουσα μηδὲ τετοκυῖα εἰ γάλα ἔχει, τὰ καταμήνια αὐτῆς ἐκλέλοιπε.
Μακρότερος ὁ λόγος καὶ δεῖται τοῦ μέλλοντος αὐτῷ παρακολουθήσειν ἀκριβῶς γεγυμνασμένου κατὰ τὰ περὶ φυσικῶν δυνάμεων ὑπομνήματα. λεχθήσεται δὲ τοσοῦτον ὅμως αὐτοῦ νῦν, ὅσον ἐνδέχεται διὰ βραχυτάτων ῥηθὲν εἰς τὰ προκείμενα γενέσθαι χρήσιμον. κοινὸν δὴ τοῦθ’ ὑπάρχει πᾶσι τοῖς τοῦ ζώου μορίοις, ὅσα χυμῶν τινῶν ἐστι γεννητικὰ χρησίμων, ἤτοι γε ἑτέροις μορίοις ἢ εἰς τὴν τοῦ γένους διαδοχὴν ἢ εἰς τὴν τοῦ κυουμένου τροφὴν περιττὸν ὑπάρχειν τὸν χυμὸν ἐκεῖνον τῆς τροφῆς τοῦ γεννῶντος αὐτὸν μορίου. οὐ γὰρ τῷ γινώσκειν ἐς ὅ τι χρήσιμος ὁ χυμὸς ἔσται τῷ ζώῳ τὴν γένεσιν αὐτοῦ ποιεῖται τὸ μόριον, εἴ γε μὴ μέλλει νοῦν ἔχειν τὸν τοιοῦτον, ὁποῖον ἀξιοῦμεν ἔχειν τοὺς πολιτικοὺς ἄνδρας, ἀλλ’ ὁ μὲν δημιουργήσας τὸ ζῶον ἔχει τὸν νοῦν, αὐτὸ δὲ τὸ μόριον, ὡς ἐδείχθη, διοικεῖται δυνάμεσι φυσικαῖς ἄλλαις τέ τισι καὶ τῇ ἀλλοιωτικῇ, καθ’ ἣν ὁμοιοῖ τὴν τροφὴν αὐτῷ. ὅσον μὲν οὖν τῆς ἀλλοιωθείσης ὑπ’ αὐτοῦ τροφῆς ἀκριβῶς ὡμοιώθη τῷ τρεφομένῳ,
ἀφίκωνται εἰς ὁμοίαν πλήρωσιν αἱ φλέβες ἐξ ἐπισχέσεως καταμηνίων γινομένην, ἧς νῦν μέμνηται διαθέσεως ὁ Ἱπποκράτης.
40. Γυναιξὶν ὁκόσῃσιν ἐς τοὺς τιτθοὺς αἷμα συστρέφεται, μανίην σημαίνει.
Ὅτι μὲν εἰς τοὺς τιτθοὺς τὸ αἷμα φερόμενον, εἷθ’ ὑπὸ τῶν αὐτόθι ἀδένων μεταβαλλόμενον γάλα γίγνεται, κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν εἴρηται. νυνὶ δ’ ὅταν ἀμετάβλητον διαμένῃ τὸ παραγενόμενον εἰς αὐτοὺς αἷμα, φησὶν ὁ Ἱπποκράτης μανίην σημαίνεσθαι. ἐγὼ μὲν οὖν οὔπω τοῦτο γινόμενον ἐθεασάμην, ὥστ’ εἰ καὶ γίνεται ποτὲ μὲν τῶν σπανίων ἐστίν. ὁ Ἱπποκράτης δ’ ὡς ἑωρακὼς αὐτὸ γράφει· καὶ εἴπερ γε ἀληθές ἐστι, τοιάνδε τινα χρὴ νομίζειν αὐτῆς τὴν αἰτίαν ὑπάρχειν. τῶν ἀδένων ἡ φύσις καὶ μάλιστα κατὰ τοὺς τιτθοὺς ἄναιμός τέ ἐστι καὶ δηλονότι
ψυχρά. τὸ γὰρ ἄναιμον ἅπαν ψυχρὸν, καὶ δὴ καὶ τὴν τοῦ φερομένου πρὸς αὐτοὺς αἵματος ἀλλοίωσιν ἐπὶ τὸ ψυχρότερον ἐργάζεται. ὅσῳ γάρ εἰσιν οἱ ἀδένες οὗτοι τῆς τοῦ ἥπατος σαρκὸς ψυχρότεροι, τοσοῦτον τὸ γάλα τοῦ αἵματος. ὅταν οὖν ποτε πολύ τε ἅμα καὶ ζέον αἷμα πάντῃ τοῦ σώματος ἀναφέρηται καὶ μάλιστα ἐπὶ τὴν κεφαλὴν, μανήσονται μὲν, ὅτι τὴν κεφαλὴν καταλαμβάνει τὸ τοιοῦτον αἷμα· τὸ δ’ ἐπὶ τοὺς τιτθοὺς ὁρμῆσαν αὐτοῦ τὴν εἰς τοὐναντίον οὐ δυνήσεται λαβεῖν ἀλλοίωσιν ὡς γενέσθαι γάλα, διά τε τὴν ζέσιν καὶ τὸ πλῆθος.
41. Γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ, μελίκρητον δίδου πίειν, κᾒν μὲν στρόφον ἔχῃ περὶ τὴν γαστέρα, κύει, εἰ δὲ μὴ, οὐ κύει.
Ὁ στρόφος γίνεται μὲν καὶ διὰ δῆξιν, γίνεται δὲ καὶ διὰ πνεῦμα φυσῶδες οὐκ ἔχον εὐπετῆ διέξοδον, ὅντινα καὶ νῦν στρόφον ἡγητέον, ἐπὶ τῶν κυουσῶν γίγνεσθαι, διὰ τὴν ἀπὸ τῆς μήτρας στενοχωρίαν. καθεύδειν δὲ μελλούσῃ διδόναι τὸ μελίκρατον ὠμὸν δηλονότι. τοῦ γὰρ φυσώδους αὐτοῦ πρὸς τὴν διάγνωσιν χρῄζει, βουλόμενος ἡσυχάζειν τε ἅμα καὶ πεπληρῶσθαι σιτίων τὴν γυναῖκα. συντελέσει γὰρ ἄμφω ταῦτα πρὸς τὴν τοῦ στρόφου γένεσιν.
42. Γυνὴ ἢν μὲν ἄῤῥεν κύῃ, εὔχρους ἐστὶ, ἢν δὲ θῆλυ, δύσχρους.
Ὡς πρὸς ἑαυτὴν κρινουμένης τῆς γυναικὸς οὐ πρὸς ἑτέραν ἡ διάγνωσις ἀπό τε τῆς εὐχροίας δηλονότι καὶ τῆς δυσχροίας εἴρηται τῷ Ἱπποκράτει. ἑαυτῆς γὰρ ἀχρουστέρα φαίνεται κύουσα τὸ θῆλυ, διότι ψυχρότερόν ἐστι τὸ θῆλυ
τοῦ ἄῤῥενος· οὐκ ἂν δὲ συνελήφθη τοιοῦτον, εἰ μὴ τό τε σπέρμα τἀνδρὸς ἥ θ’ ὑστέρα τῆς γυναικὸς ψυχρότερα κατ’ ἐκεῖνον τὸν χρόνον ἦν ἐν ᾧ συνελάμβανε, διὸ καὶ τοῦ πλειστάκις ἔχεται τὸ λεγόμενον. ἐνδέχεται γὰρ οὕτω καλῶς ἅπαντα πρᾶξαι τὴν γυναῖκα μετὰ τὸν τῆς λήψεως καιρὸν, ὡς εὔχρουν γενέσθαι. δῆλον δὲ ὅτι καὶ ἄλλα ἐστὶ γνωρίσματα κύειν ἄῤῥεν, ὥσπερ αὐτοῦ τοῦ κυουμένου τό τε πλῆθος καὶ ἡ ἰσχὺς τῶν κινήσεων, οὐδ’ αὐτὰ τῶν διηνεκῶν ὄντα σημείων. ἐνδέχεται γάρ ποτε κατὰ τὸ σπάνιον καὶ θῆλυ κυόμενον ῥωμαλεώτερον ἄῤῥενος ἰσχυράς τε ἅμα καὶ πολλὰς κινεῖσθαι κινήσεις, καί ποτε τὸ ἄῤῥεν ἀσθενέστερον τοῦ θήλεος ὑπάρχειν, ἐλάττους τε καὶ ἀμυδροτέρας κινήσεις κινεῖσθαι.
43. Ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θανατῶδες.
Ἆρά γε τὸ ἐρυσίπελας ἡγεῖται μόνον ἐν τῇ μήτρᾳ συνιστάμενον ἐπὶ τῆς κυούσης θανατῶδες ὑπάρχειν, ἢ καὶ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν; ὅτι μὲν γὰρ ἐρυσιπέλατος γινομένου τεθνήξεται τὸ ἔμβρυον ἐξ ἀνάγκης εὔδηλον, εἴ γε καὶ ὀξεῖς πυρετοὶ πολλάκις ἀναιροῦσιν αὐτὸ χωρὶς ἐρυσιπέλατος· εἰ δὲ καὶ φλεγμηνάσης τῆς μήτρας δυνήσεταί ποτε διαζῆσαι τὸ ἔμβρυον ἄξιον σκέψεως.
44. Ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν ἐκτιτρώσκουσι δίμηνα πρὶν ἢ παχυνθῆναι.
Κατὰ τρεῖς τρόπους ἀκηκόασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον τῆς διανοίας τοῦ προκειμένου νῦν ἀφορισμοῦ. τινὲς μὲν γὰρ ἡγοῦνται πάντως ἐκτιτρώσκειν αὐτὰς, τινὲς δὲ, εἰ μὴ παχυνθεῖέν τε καὶ ἀνατραφεῖεν, ἀλλὰ διαμένοιεν ἄτροφοί τε καὶ ἰσχναί· τινὲς δὲ, ὅταν ἀνατρέφωνται, τότε μάλιστα ἐκτιτρώσκουσιν, ὃ καὶ δοκεῖ τῶν προειρημένων ἀπιθανώτερον
ὑπάρχειν· ἀλλ’ ὅμως οὕτως ἐξηγήσατο τὸν ἀφορισμὸν Νουμησιανὸς, εἰρῆσθαι μὲν φάσκων ἐπὶ τῶν παρὰ φύσιν ἰσχνῶν γεγενημένων, δεομένων δὲ ἀνατραφῆναι πρότερον, εἶτα φθανουσῶν λαβεῖν, ἃς οὐχ οἷόν τε εἶναί φησιν ἀνατραφῆναι χωρὶς τοῦ τὸ χορηγούμενον αἷμα εἰς τροφὴν τῷ κυουμένῳ πρὸς τὴν τῆς κυούσης ἀναλαμβάνεσθαι θρέψιν, ὥστε εἰκότως ἀποροῦν αὐτάρκους τροφῆς τὸ ἔμβρυον ἀποφθείρεσθαι. ἀλλὰ καὶ τοῦ παρὰ φύσιν λεπταὶ τινὲς μὲν οὕτως ἤκουσαν ὡς ὁ Νουμησιανὸς, ἵνα παρὰ τὴν ἑαυτῆς φύσιν ἡ κύουσα εἴη γεγενημένη λεπτὴ, τινὲς δὲ τὸ ὑπερβαλλόντως φασὶ σημαίνεσθαι, δηλοῦν βουλομένου τοῦ Ἱπποκράτους ὡς οὐχ αἱ μετρίως λεπτυνθεῖσαι τοῦτο πάσχουσιν ἐξ ἀνάγκης, ἀλλ’ ὅσαι κατελεπτύνθησαν ἱκανῶς. ἑκατέρα δὲ ἡ ἐξήγησις ἔχει τινὰ λόγον.
45. Ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν
αἱ κοτυληδόνες μύξης μεσταί εἰσι καὶ οὐ δύνανται γοῦν κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ’ ἀποῤῥήγνυνται.
Ἄτερ φανερᾶς προφάσεως λέγει πυρετοῦ σφοδροῦ καὶ γαστρὸς ῥεύματος ἢ αἱμοῤῥαγίας ἢ ἐρυσιπέλατος ἐν αὐτῇ τῇ μήτρᾳ συστάντος ἢ πηδησάσης σφοδρότερον τῆς κυούσης ἢ κραξάσης ἢ λυπηθείσης ἢ θυμωθείσης ἢ φοβηθείσης ἢ ἐνδεῶς διαιτηθείσης ἤ τι τοιοῦτον ἕτερον διαπραξάσης ἢ παθούσης. εἰκὸς γὰρ ταῖς τοιαύταις μυξώδη τὰ στόματα τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ὑπάρχειν, ἐξ ὦν ἤρτηται τὸ χωρίον, ἃ δὴ καὶ κοτυληδόνας ὠνόμασεν, οὐχ ὡς ἔνιοι νομίζουσι τὰς ἐπιτρεφομένας ἀδενώδεις σάρκας αὐταῖς. ἔν τε γὰρ τῷ πρώτῳ τῶν γυναικείων αὐτός φησιν, ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεες ἔωσι, τὰ καταμήνια γίνεται ἐλάσσονα, καὶ ὁ Πραξαγόρας ἐν τῷ πρώτῳ τῶν φυσικῶν, κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν τῶν εἰς τὴν μήτραν φερουσῶν.
46. Ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῖσαι μὴ ξυλλαμβάνουσιν ἐν τῇ γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει καὶ πρὶν ἢ λεπτυνθῆναι οὐ κύουσιν.
Τοῦ παρὰ φύσιν διχῶς ἀκούουσι κἀνταῦθα· τινὲς μὲν τὸ ὑπερβαλλόντως δηλοῦσθαι νομίζοντες, τινὲς τὸ παρ’ αὐτὴν αὐτῆς τῆς κυούσης τὴν φύσιν. ἀληθέστερον δὲ τὸ πρότερον. ὑπὸ γάρ τοι τῆς κατὰ τὸ ἐπίπλοον πιμελῆς ἀποπιέζεται καὶ στενοχωρεῖται τὸ τῆς ὑστέρας στόμα ταῖς ὑπερβαλλόντως παχείαις γινομέναις. λέγει δὲ νῦν στόμα δηλονότι τὸ ἔνδον, ἔνθα τελευτᾷ μὲν ἡ μήτρα, ὁ δ’ αὐχὴν ἄρχεται, ὃ καὶ κυριώτερον ἂν ὑστέρας ὀνομάζοιτο στόμα. τὸ γὰρ ἕτερον πέρας τοῦ αὐχένος, τὸ συνάπτον τῷ γυναικείῳ αἰδοίῳ, οὐ τῆς μήτρας, ἀλλὰ τοῦ αὐχένος αὐτῆς εἰκότως ἄν τις ὀνομάσειε στόμα.
47. Ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη ἔμμοτον γενέσθαι.
Τὴν δεησομένην τῆς διὰ τῶν μοτῶν θεραπείας ἔμμοτον ὠνόμασεν. ὅτι δὲ διαπυήσασα ἡ μήτρα καὶ μάλιστα πρὸς τοὐκτὸς, ἔοικε γὰρ τοῦτο ἐνδείκνυσθαι νῦν, ἐξ ἀνάγκης δεηθήσεσθαι θεραπείας τοιαύτης οὐκ ἄδηλον.
48. Ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον.
ὅτι διὰ τὴν κρᾶσιν εὐθὺς ἐξ ἀρχῆς οὖσαν θερμοτέραν ἄῤῥεν γίγνεται τὸ ἔμβρυον ἐν τοῖσι περὶ σπέρματος ὑπομνήμασιν ἐπιδέδεικται. θερμοτέρα δὲ ἡ κρᾶσις γίγνεται τοῖς ἐμβρύοις οὐχ ἥκιστα καὶ διὰ τὸ χωρίον, ὅπερ ἐστὶ τὸ
δεξιὸν τῆς ὑστέρας μόριον, αὐτίκα δὲ τοῦτο θερμότερόν ἐστι τῇ γειτνιάσει τοῦ ἥπατος. εἴη δ’ ἄν τι πρὸς τὴν θερμότητα τοῦ κυουμένου συντελοῦν καὶ τὸ τῆς θηλείας σπέρμα προερχόμενον μὲν ἐκ τῶν οἰκείων ὄρχεων δι’ ἑκατέρας τῆς κεραίας, τὸ μὲν εἰς τὸν δεξιὸν κόλπον τῆς μήτρας, τὸ δὲ εἰς τὸν ἀριστερὸν, ἀνόμοιον ὑπάρχον, ὡς καὶ τοῦτ’ ἐπεδείξαμεν. εἴπερ οὖν ὀῤῥωδέστερόν ἐστι καὶ ψυχρότερον τὸ κατὰ τὸν ἀριστερὸν ὄρχιν σπέρμα, καὶ κατὰ τοῦτ’ ἂν εἰκότως ἐν τοῖς ἀριστεροῖς μέρεσι τῆς μήτρας τὸ συνιστάμενον εὐθὺς ἐξ ἀρχῆς κύημα γίγνοιτο ψυχρότερον. εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων αὐτάρκως κἀν τῷ πέμπτῳ τῶν Ἱπποκράτους ἀνατομικῶν.
49. Ἐς ὑστέρων ἐκπτώσιας πταρμικὸν ἐπιτιθεὶς ἐπιλαμβάνειν τοὺς μυκτῆρας καὶ τὸ στόμα.
Οὐ περισπῶντας χρὴ τὴν ὑστάτην συλλαβὴν ἀναγιγνώσκειν ὑστερῶν, ἀλλὰ βαρύνοντας ὑστέρων. οὐ γὰρ δὴ αὐτὰς
τὰς ὑστέρας ἐκπεσεῖν βούλεται διὰ τῆς γινομένης ἐντάσεως διὰ τῶν πταρμικῶν φαρμάκων, ἀλλὰ τὰ καλούμενα χόριά τε καὶ ὕστερα.
50. Γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλε.
Ὥσπερ τῶν ἐλλιπῶς ἢ μηδὲ ὅλως κενουμένων καταμηνίων ἐδίδαξεν ἰάσεις ὁ Ἱπποκράτης, οὕτω καὶ νῦν τῶν ἀμέτρως κενουμένων διδάσκει, κελεύων ἡμῖν μεγίστην σικύην προσβάλλειν τοῖς τιτθοῖς. ἄμεινον δ’ οὐκ αὐτοῖς τοῖς τιτθοῖς, ἀλλ’ ὑπ’ αὐτοὺς ἐκ τῶν κάτω μερῶν ἐρείδειν αὐτὴν, καθ’ ὃ μάλιστά εἰσίν αἱ κάτωθεν ὑπ’ αὐτοὺς ἀναφερόμεναι φλέβες. καὶ μέντοι καί γράφουσιν ἔνιοι σικύην ὡς μεγίστην ὑπὸ τοὺς τιτθοὺς πρόσβαλλε· μεγίστην δ’ ἀξιοῖ τὴν σικύην εἶναι, ἵνα σφοδροτέραν ἀπὸ τῆς μήτρας ἐργάσηται
τὴν ἀντίσπασιν. ἄνω, διὰ τῶν κοινῶν τοῦτο ἐπιτεχνώμενος φλεβῶν.
51. Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι, τουτέων συμμύει τὸ στόμα τῶν ὑστερέων.
Μέγιστον τοῦτο γνώρισμα κυούσης γυναικὸς, ἢν ἡ μαιεύτρια δυνηθῇ καθέσει δακτύλου ψαῦσαι τοῦ στόματος τῶν ὑστερῶν· ἀφ’ οὖ γὰρ ἂν τὸ πρῶτον ἐντὸς ἑαυτῶν λάβωσι τὸ σπέρμα, περιστέλλουσι μὲν ἑαυτῶν τὸ κύτος ἅπαν, κλείουσι δὲ τὸ στόμα φαίνεταί γε μὴν καὶ διὰ φλεγμονὴν καὶ σκίῤῥον μεμυκὸς τῶν ὑστερῶν τὸ στόμα καὶ διορίζεται.
52. Γυναικὶ ἢν ἐν γαστρὶ ἐχούσῃ γάλα ἐκ τῶν μαζῶν πολὺ ῥυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει, ἢν δὲ στερεοὶ οἱ μασθοὶ ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει.
Κατ’ ἐκεῖνον δηλονότι τὸν χρόνον ῥεῖ τὸ γάλα, αἷς ἂν φαίνηται ῥέον, ἡνίκα φύσιν ἔχει ταῖς κυούσαις γεννᾶσθαι. οὐ γὰρ δὴ κατά γε τοὺς πρώτους μῆνας γεννᾶται, τὸ δ’ ὅλως ῥεῖν αὐτὸ καὶ μὴ μένειν ἔνδον ἐκ τοῦ πλέον ἀθροίζεσθαι γίνεται. πλέον δ’ ἀθροίζεται πληρουμένων ἐπὶ πλέον τῶν κοινῶν ἐν τιτθοῖς πρὸς τὰς ὑστέρας φλεβῶν. πληροῦνται δ’ ἔτι μᾶλλον, ὀλίγον ἀναλίσκοντος τοῦ κυουμένου. τοῦτο δ’ αὐτὸ γίνεται διὰ τὴν ἀσθένειαν αὐτοῦ. δῆλον οὖν ὅτι τοὺς τιτθοὺς οὐκ ἰσχνοὺς φαίνεσθαι χρὴ, καθάπερ ὅτ’ ἦν ἀκύμων ἡ γυνή. τοῦτο γὰρ σημεῖον ἔνδειαν αἵματος ἐνδείκνυται, διὰ τοῦτο ἐπ’ αὐτῶν διαφθείρεται τὸ ἔμβρυον, οὐθ’ οὕτως μεστοὺς ὡς ἀποῤῥεῖν τὸ γάλα. διαιρομένους δὲ εἰς τοσοῦτον, ὡς στερεοὺς ἁπτομένους φαίνεσθαι. μέση γὰρ ἡ τοιαύτη κατάστασίς ἐστι τῶν τε ἀντιτύπων, διὰ τὸ πεπληρῶσθαι σφοδρῶς, καὶ τῶν μαλακῶν τε καὶ χαλαρῶν, διὰ τὴν ἔνδειαν τοῦ αἵματος. ὅθεν εἰκότως ἐπαινεῖ τὸ τοιοῦτο σημεῖον ὁ Ἱπποκράτης, ὡς ἂν ἐνδεικνύμενον οὔτ’ ἀσθενεῖν τὸ κυούμενον οὔτ’ ἐνδεῖν αὐτοῦ τὴν τροφήν.
53. Ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν ἢ ἐν τοῖσιν ἰσχίοισιν ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν.
Ἔμπροσθεν εἰρήκει, ἐν γαστρὶ ἐχούσῃ γυναικὶ ἢν ἐξαίφνης οἱ μασθοὶ ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει. εἰρήκει δὲ καὶ, ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ τὸ ἕτερον τῶν ἐμβρύων ἐκτιτρώσκεσθαι· νυνὶ δὲ τὴν τάξιν τῆς ἀκολουθίας ὑπαλλάξας οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ ἀπ’ αὐτῶν τῶν γυναικῶν τῶν διαφθειρουσῶν ἤρξατο προηγεῖσθαι λέγων αὐταῖς ἰσχνοὺς τοὺς τιτθούς. ἔστι δ’ οὐ πάντῃ ταυτὸν ἢ τοῖς ἰσχνοῖς τιτθοῖς ἕπεσθαι διαφθορὰν εἰπεῖν ἢ τῆς διαφθορᾶς μελλούσης ἔσεσθαι τοὺς ἰσχνοὺς τιτθοὺς προηγεῖσθαι. ὁ μὲν γὰρ ἕπεσθαι λέγων τῇ τῶν τιτθῶν
κατὰ τοῦτο καὶ οἱ τιτθοὶ τῆς ἔμπροσθεν καταστάσεως ἰσχνότεροι γενήσονται.
54. Ὁκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων συμμύειν.
Εἴρηται μὲν καὶ πρόσθεν ὡς τὸ συμμύειν τὸ στόμα τῶν ὑστερέων κοινόν ἐστι σημεῖον ὄγκου τέ τινος ἐν αὐτῷ παρὰ φύσιν καὶ κυήσεως τῇ γυναικὶ καὶ ὡς χρὴ διακρίνειν αὐτὸ τῇ σκληρότητι. ταῖς μὲν γὰρ κυούσαις ἁπαλόν ἐστι καὶ κατὰ φύσιν, αἷς δ’ ὄγκος παρὰ φύσιν ἢ φλεγμονώδης ἢ σκιῤῥώδης γίνεται σκληρόν. ἄμεινον οὖν ἦν τὸν ἀφορισμὸν τοῦτον ἐφεξῆς ἐκείνῳ γεγράφθαι καθ’ ὃν ἔλεγεν, ὅσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα συμμύει τῶν ὑστερέων.
55. Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται καὶ ἰσχυρῶς ἰσχναίνονται ἄτερ προφάσιος φανερῆς, τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως ἢ ἐκτιτρώσκουσαι κινδυνεύουσιν.
Συμβαίνει τισὶ τῶν τικτουσῶν, ἐφ’ αἷς πρότερον ἠθροίσθησαν κακοχυμίαι πρὶν νοσεῖν, ἐνίοτε μὲν ἁλίσκεσθαι σφοδροῖς πυρετοῖς ὡς ἐκτικρώσκειν ἐξ ἀνάγκης, ἐνίοτε δὲ μετρίοις μὲν, ἀλλ’ οὐ καθαιρουμένοις ἀκριβῶς, ὑπολείπουσι δέ τι λείψανον ἐν τῷ σώματι τῆς κακοχυμίας, ἐφ’ ᾗ συνέστησαν ὡς ἂν μὴ δυναμένων τῶν ἰατρῶν διὰ τὸ κύειν τὴν γυναῖκα μήτε βοήθημα προσάγειν ἰσχυρὸν μήτ’ ἀκριβῶς διαιτᾶσθαι. διὰ τοῦτ’ οὖν αὐταῖς ὅ τε πυρετὸς ὑποτροπιάζει συνεχῶς καὶ δυσφόρως τῷ πλείστῳ τοῦ χρόνου σύνεστι. εἰκότως τοιγαροῦν ποτὲ μὲν οὐκ ἀντέχει τὸ ἔμβρυον, ἀλλ’ ἀποφθείρεται διά τε τοὺς πυρετοὺς καὶ τὴν κακοχυμίαν. ἐνίοτε δὲ ἀργεῖ μὲν ἄχρι τῆς ἀκοκυήσεως.
ἀλλ’ αὐτό τε νοσῶδες ὂν ὡς ἂν ἐν πολλῷ χρόνῳ τεταλαιπωρημένον, ἀσθενῆ τε καὶ τὴν κυήσασαν ἔχον οὐκ ἀκινδύνως τίκτεται. πρὸς γάρ τοι τὴν εὐτοκίαν ἰσχυρῶν ἀμφοτέρων δεῖται τῶν σωμάτων, τοῦ τε τῆς κυούσης αὐτῆς καὶ τοῦ παιδίου.
56. Ἐπὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγένηται, κακόν.
Οὐκ εὐθέως δηλονότι γεγονότος τοῦ ῥοῦ γίνεται ταῦτα, καθάπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ὅσα κατὰ τὸν ἑξῆς λόγον ἐπιγίνεταί τισιν ἑτέροις, ἀλλ’ ἤτοι σφοδροῖς γινομένοις ἢ χρονίζουσιν. ἡ μὲν οὖν λειποθυμία κοινὸν ἁπάσης ἀμέτρου κενώσεώς ἐστι σύμπτωμα. ὁ δὲ σπασμὸς εἰ καὶ μὴ κοινὸν, ἀλλά γε ταῖς πλείσταις ἑπόμενον καὶ μᾶλλον ὅταν ᾖ τὸ πεπονθὸς μόριον νευρῶδες.
57. Καταμηνίων γινομένων πλειόνων νοῦσοι ξυμβαίνουσι καὶ μὴ γιγνομένων ἀπὸ τῆς ὑστέρης ξυμβαίνουσι νοῦσοι.
Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἐπὶ πλήθει μὲν γίνεσθαι πολλὰ νοσήματα, δι’ ἔνδειαν δὲ μηδὲν, ἀλλ’ ὁ Ἱπποκράτης ἡγεῖται ἐνίοτε καὶ δι’ ἔνδειαν νοσεῖν οὐ γυναῖκας μόνον, ἀλλὰ καὶ τοὺς ἄνδρας. εἴ γε ἐν ταῖς ἐνδείαις ἕπεται ποτὲ μὲν ψυχρότης, ποτὲ ξηρότης, ποτὲ δὲ ἄμφω. δέδεικται δ’ ὅτι ὅσαι τῶν δυσκρασιῶν τηλικαῦται τὸ μέγεθός εἰσιν ὡς ἐνέργειαν ἤδη βλάπτειν ἐκ τούτου τῶν νοσημάτων ὑπάρχουσι γένους. ἀλλὰ κατὰ τοῦτο μὲν οὔτε ψεῦδος πρὸς Ἱπποκράτους οὔτ’ ἀσαφὲς εἴρηται. καθὸ δ’ ἐπὶ μὲν τῶν πλειόνων καταμηνίων εἶπεν ἁπλῶς γίνεσθαι νόσους, μὴ προσθεὶς τὸ ἀπὸ τῆς ὑστέρας. ἐπὶ δὲ τῶν μὴ γινομένων καὶ τοῦτο προσέθηκεν, ἄξιον ἐπισκέψασθαι πότερον ἀμφοτέροις τοῖς προειρημένοις ἐπενήνεκται κοινὴ τὸ ἀπὸ τῆς ὑστέρας ἢ μόνον ἴδιόν ἐστι τῶν μὴ γινομένων.
κενώσεις οὐδὲν τοιοῦτον πάθημα γίνεται ταῖς ὑστέραις, ᾧ συννοσήσει τὸ σύμπαν σῶμα λόγῳ συμπαθείας, ὥστε πιθανώτερον ἐπὶ τῶν ἰσχομένων καταμηνίων εἰρῆσθαι μόνον ἀπὸ τῆς ὑστέρας τὰς νόσους συμβαίνειν.
58. Ἐπὶ ἀρχῷ φλεγμαίνοντι καὶ ἐπὶ ὑστέρῃ φλεγμαινούσῃ στραγγουρίη ἐπιγίγνεται. ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίγνεται.
Ὅταν τις ὀλίγον ἀποκρίνῃ οὖρον συνεχῶς, στραγγουρία τὸ πάθος καλεῖται καὶ γίνεται ποτὲ μὲν ἐπ’ ἀῤῥωστίᾳ τῆς καθεκτικῆς δυνάμεως ἐν τῇ κύστει, ποτὲ δ’ ἐπὶ δριμύτητι τῶν οὔρων. ἡ μὲν οὖν ἀῤῥωστία διά τε δυσκρασίαν γίνεται καί τινα τῶν παρὰ φύσιν ὄγκων, ἡ δριμύτης δὲ ἤτοι διὰ πάθος νεφρῶν ἢ τὸ τοιοῦτον ἥκειν εἰς
αὐτοὺς ἐκ τῶν φλεβῶν τὸ διηθούμενον ὀῤῥῶδες περίττωμα· δεόντως οὖν ὁ Ἱπποκράτης ἐπιγίνεσθαί φησιν στραγγουρίαν ἀρχῷ καὶ ὑστέρᾳ φλεγμαινούσῃ καὶ νεφροῖς ἐμπύοις, ἐπὶ μὲν ἀρχῷ καὶ μήτρᾳ κατὰ συμπάθειαν πασχούσης τῆς κύστεως, ἐπὶ δὲ νεφροῖς ἐμπύοις ἐκκρινομένου τοῦ πύου διὰ τῆς κύστεως. τοῦτο μὲν οὖν τῇ δριμύτητι δάκνον τὴν κύστιν ἐρεθίζει πρὸς τὴν ἀπόκρισιν, ἐπὶ δὲ τῇ κατ’ ἀρχὸν ἢ μήτραν φλεγμονῇ τῷ τῆς γειτνιάσεως λόγῳ πάσχειν ἀναγκαῖόν ἐστι τὴν κύστιν καὶ τῆς δυσκρασίας τε καὶ τῆς φλεγμονῆς μεταλαμβάνουσαν, ἔτι τε θλιβομένην ἂν καὶ στενωχορουμένην ὑπὸ τῶν παρὰ φύσιν ὄγκων ἐν αὐτοῖς. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐχ ἁπλῶς ἕτερον ἑτέρῳ πάθος ἐπιγίνεσθαι πέφυκεν, ἀλλὰ τοῖς ἀξιολόγοις κατὰ μέγεθος. οὕτως οὖν καὶ τῷ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίνεται, διὰ τὴν τῶν νεύρων κοινωνίαν, οὐ διὰ παντὸς, ἀλλ’ ὅταν εἰς μεγίστην ἀποκατασταθῇ φλεγμονήν.
59. Γυνὴ ἢν μὴ λαμβάνει ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοισι θυμία κάτωθεν. κἢν μὲν πορεύεσθαί σοι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι’ ἑαυτὴν ἄγονός ἐστιν.
Τὸ θυμία ῥῆμα τῆς ὕλης ἐνδεικτικόν ἐστι τῆς θυμιᾶσθαι πεφυκυίας, λιβανωτοῦ δηλονότι καὶ σμύρνης καὶ στύρακος ὅσα τ’ ἄλλα, θερμὰ μὲν τὴν κρᾶσιν, εὐώδη δ’ ἱκανῶς. βούλεται γὰρ εἰς ὅλον ἀνενεχθῆναι τὸ σῶμα τὴν ἀπ’ αὐτῶν δύναμιν, ἵνα καὶ κατὰ τὸ στόμα καὶ κατὰ τοὺς μυκτῆρας αὐτῆς γενομένης αἴσθηται σαφῶς ἡ γυνή. μόναις οὖν ἐκείναις οὐ διαδοθήσεται πρὸς ὅλον τὸ σῶμα τῶν θυμιαμάτων ἡ ποιότης, ὅσαις σκληρὸν ἢ πυκνόν ἐστι τὸ τῆς ὑστέρας σῶμα. τοιοῦτον δὲ ὂν οὐκ ἐπιτήδειον εἰς τὰς συλλήψεις ἐστὶν, ὡς καὶ αὐτὸς μικρὸν ὕστερον ἐρεῖ· ὁκόσαι ψυχρὰς καὶ πυκνὰς ἔχουσι τὰς μήτρας οὐ κυΐσκουσι. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον, ἐν ᾧ φησι, γίνωσκε
ὅτι οὐ δι’ ἑαυτὴν ἄγονός ἐστι, ἐνδεικτικόν ἐστι τῆς χρείας αὐτοῦ. πολλάκις γὰρ ἕνεκα διαμονῆς γένους ἤτοι γε ἱερατικοῦ τινὸς ἢ βασιλικοῦ σπουδάζουσιν αἱ πόλεις ἔκγονα ἔχειν ἀνδρῶν ἢ γυναικῶν, εἰς οὓς ἂν ἔτι μόνους καθεστήκει τὸ γένος. εἶθ’ ὅταν αἱ γυναῖκες μὴ κυΐσκωσι, ζήτησις γίγνεται δι’ ὁπότερον αὐτὸ συμβαίνει τοῦτο. καὶ ταύτην αἰνίττεται τὴν τέχνην εἶναι ταῖς ἀγαθαῖς προμνηστρίαις ὁ Πλάτων ἐν Θεαιτήτῳ. λεχθήσεται δ’ ὁ σύμπας λόγος ὀλίγον ὕστερον, ὅταν ἅπαντας ἐξηγησώμεθα τοὺς διαφέροντας εἰς αὐτὸν ἀφορισμούς.
60. Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν.
Καὶ τὸ καθάρσιες πληθυντικῶς εἰρημένον καὶ τὸ πορεύωνται μετ’ αὐτοῦ λεγόμενον ἐνδείκνυται μήτε ὀλίγον εἶναι
τὸ ἐκκρινόμενον αἷμα μήθ’ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ πολύ. τὸ γὰρ ἅπαξ ἢ δὶς ὀλίγον ἐκκριθὲν ἐπιφαίνεται πολλάκις ἄνευ τοῦ πεπονθέναι τι τὸ ἔμβρυον. ὅταν δὲ μηδὲν ἀπολείπηται τοῦ πλήθους τῆς τῶν ἐμμήνων καθάρσεως, ἐφεξῆς δὲ καὶ σώζηται τὴν προθεσμίαν τῶν περιόδων κατὰ τοὺς μῆνας, ἀδύνατον ὑγιαίνειν τὸ ἔμβρυον, εἴπερ γε τὸ ἐῤῥωμένον εἰς τροφὴν ἑαυτοῦ καταχρῆται τῷ φερομένῳ εἰς τὰς μήτρας ἐξ ὅλου τοῦ σώματος. ἥ γε μὴν ἔκκρισις ἡ γινομένη ταῖς κυούσαις ἐκ τῶν κατὰ τὸν αὐχένα φλεβῶν ἔοικεν ἐπιφαίνεσθαι. τῶν γὰρ ἔνδον ἐν αὐτῷ τῷ κύτει τῆς μήτρας ἐξῄρηται τὸ χωρίον, ὥστ’ οὐδὲν δι’ ἐκείνων εἰς τὸν γυναικεῖον κόλπον ἐκκριθῆναι δύναται.
61. Ἢν γυναικὶ καθάρσιες μὴ πορεύωνται μήτε φρίκης μήτε πυρετοῦ ἐπιγινομένου, ἄσαι δ’ αὐτῇ προσπίπτωσι, λογίζου ταύτην ἐν γαστρὶ ἔχειν.
Ἐπὶ τῶν ἀμέμπτως καθαιρομένων γυναικῶν, εἶτ’ ἐξαίφνης ἐπισχεθεισῶν τῶν καθάρσεων, ἄνευ φανερᾶς αἰτίας τὸν λόγον τοῦτον ὁ Ἱπποκράτης ἐποιήσατο, διδάσκων ἡμᾶς ἅπερ αἱ πλεῖσται τῶν γυναικῶν διὰ πείρας ἴσασιν. ὅταν γὰρ ἀσώδεις ὦσιν ἐπεσχημένων τῶν καταμηνίων, συνειληφέναι τεκμαίρονται. γίνεται δὲ ἡ ἄση καθ’ ὃν λόγον καὶ ἡ κίσσα, τοῦ στομάχου κεκακωμένου ταῖς συνειληφυίας. ἐγχωρεῖ δέ ποτε καὶ διὰ τὴν ἐν ὅλῳ τῷ σώματι κακοχυμίαν συμβῆναι τὸ τοιοῦτον. ἀλλὰ φρικώδεις τε καὶ πυρετώδεις ἐκεῖναι γίγνονται καὶ ταύτῃ διορίζονται τῶν κυουσῶν.
62. Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσι οὐ κυΐσκουσι καὶ ὁκόσαι καθ’ ὑγρὰς ἔχουσι τὰς μήτρας, οὐ κυΐσκουσιν, ἀποσβέννυται γὰρ αὐταῖς ὁ γόνος καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαεῖς· ἐνδείῃ γὰρ τῆς τροφῆς
φθείρεται τὸ σπέρμα. ὁκόσαι δ’ ἐξ ἀμφοτέρων τὴν κρᾶσιν ἔχουσι συμμέτρως ἐπίτεκνοι γίγνονται αἱ τοιαῦται.
Εἰ τὴν προσήκουσαν ἅπασι τοῖς ἀφορισμοῖς ἐξῆς ἐπιθεῖναί μοι τάξιν, οὐκ ἂν ὤκνησα μεταθεῖναι τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν εἰς τὴν τοῦδε χώραν, ὥστε συμπληρωθέντος τοῦ περὶ τῶν καθάρσεων λόγου τὸν περὶ τῶν μητρῶν αὐτοῦ ἐφεξῆς γεγράφθαι, διδάσκοντος αὐτοῦ κατὰ πόσους τρόπους αἱ γυναῖκες γίνονται στεῖραι. πρῶτος οὖν τῶν ἐν αὐτοῖς ἐκεῖνος ὁ ἀφορισμὸς ἔσται, καθ’ ὃν ἔφη, ἢν γυνὴ μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοις θυμία κάτω· δεύτερος δὲ οὗτος ὁ νῦν ἡμῖν προκείμενος οὗ τὸ κεφάλαιόν ἐστι. τὰς μὲν εὐκράτους μήτρας ἐπιτηδείας εἶναι πρὸς σύλληψιν, τὰς δὲ δυσκράτους, ἐὰν μὲν τοῦτο μετρίως πεπόνθασι, δυσχερῶς συλλαμβάνειν, ἐὰν δὲ ἀμέτρως, στείρας ἐργάζεσθαι τὰς γυναῖκας· ὥστε συνεπινοεῖται μὲν ἡ τῆς τῶν ἀνδρῶν ἀγονίας αἰτία, λανθάνει δὲ τοὺς πολλούς. ἀλλ’ ὁ προσέχων ἀκριβῶς
ὥσπερ τὸν γόνον ὑπ’ αὐτοῦ λέλεκται σβεννύειν, οὕτω καὶ τὴν τῶν ἀρωμάτων ποιότητα. λοιπὴ δὲ ἡ σφοδρὰ θερμότης εἰ τὴν τῶν ἀρωμάτων δύναμιν ἀλλοιώσει τε καὶ διαφθερεῖ καὶ διὰ τοῦτο οὐκ ἐάσει διασώζουσαν αὐτὴν τὸ εἰλικρινὲς ἀναφέρεσθαι πρός τε τὸ στόμα καὶ τὰς ῥῖνας αὐτάρκης, κἀπὶ τούτων τῶν φύσεων εἰς διάγνωσιν καὶ τῶν ἀρωμάτων γενήσεται πυρία. εἰ δὲ οὐχ ἱκανὴ ταῦτα δρᾷν ἐστιν, ἐξ ἄλλων γνωρισμάτων ἐπισκεπτέον ἡμῖν ἔσται τὴν τοιαύτην φύσιν αὐτὸ τοῦτο πρῶτον ἐγνωκότας ὡς ἐστὶ σπάνιος ἡ τοιαύτη κρᾶσις ἐπὶ τῶν γυναικῶν, ἐπειδὴ φύσει ψυχρότερόν ἐστι τὸ θῆλυ τοῦ ἄῤῥενος. ὥστε καὶ διὰ τοῦτο τὴν Ἱπποκράτους διάγνωσιν, ἣν ἐκ τῆς τῶν ἀρωμάτων ποιεῖται πυρίας, ἐπὶ τῶν στεριφῶν γυναικῶν εἶναι χρησιμωτάτην ἤτοι πάσης ἀμέτρου δυσκρασίας ὑποπιπτούσης ἢ κατὰ τὸ σπάνιον ἐκφευγούσης αὐτὴν μιᾶς ἐπ’ ἐκείνων τῶν γυναικῶν αἱ λεπταί τε φαίνονται καὶ μέλαιναι καὶ δασεῖαι, ὥστε ἐξ αὐτῶν τούτων γινώσκεσθαι τὴν ἀμετρίαν τῆς κράσεως ἄνευ τῆς διὰ τῶν ἀρωμάτων πυρίας.
63. Παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων· ἢ γὰρ δι’ ἀραιότητα τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται, πρὸς τὸ μὴ παραπέμπειν τὸ σπέρμα, ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρέει ἔξω, ἢ διὰ τὴν ψυχρότητα οὐκ ἐκπυριῆται, ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ἢ διὰ τὴν θερμασίαν τὸ αὐτὸ τοῦτο γίνεται.
Ὁ τοῦτον παραθεὶς τὸν ἀφορισμὸν οὐδὲ τῶν ἰδίων ἀκούει φωνῶν. ἐπαγγειλάμενος γὰρ ἐπὶ τῶν ἀῤῥένων παραπλήσιον ποιήσασθαι τὸν λόγον, ὥσπερ ἐπὶ τῶν γυναικῶν ὁ Ἱπποκράτης ἔγραψεν, οὐκ ἔπραξε τοῦτο. τεττάρων γὰρ ἐκείνου δυσκρασιῶν μνημονεύσαντος ἐχρῆν καὶ τοῦτον ἐπὶ τῶν ἀῤῥένων εἰρηκέναι τὰς τέσσαρας, ὥσπερ ἡμεῖς. ἐποιήσαμεν. ὁ δ’ οὐχ οὕτως, ἀλλὰ πρῶτον μὲν τὴν ἀραιότητα εὐθέως τοῦ σώματος μέμφεται μὴ λελεγμένην ἐπὶ τῶν γυναικῶν, εἶτ’ οὐδ’ αὐτὸς ὁ λόγος αὐτῷ καθ’ ἑαυτὸν ἐξεταζόμενος
μὲν γὰρ ἢ ὀπτᾶσθαι ἤ τι τοιοῦτον λέγειν, πάσχειν τὸ σπέρμα διὰ τὴν θερμότητα λόγον ἔχει· τὸ δὲ μὴ ἐκπυριᾶσθαι παντάπασιν ἄτοπον.
64. Γάλα διδόναι κεφαλαλγέουσι καὶ πυρεταίνουσι κακὸν καὶ οἶσιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα καὶ τοῖσι διψώδεσι. κακὸν δὲ καὶ οἶσι χολώδεες αἱ ὑποχωρήσιες καὶ ἐν τοῖσι ὀξέσι πυρετοῖσιν ἐοῦσι καὶ οἶσιν ἂν αἵματος πολλοῦ διαχώρησις γέγονεν. ἁρμόζει δὲ τοῖσι φθινώδεσι μὴ λίην πολλῷ πυρέσσουσι διδόναι γάλα καὶ ἐν πυρετοῖσι μακροῖσι καὶ βληχροῖσι, μηδενὸς τῶν προειρημένων σημείων παρεόντος, παρὰ λόγον δὲ ἐκτετηκόσι.
Ὅτι τὸ γάλα ταχέως ἀλλοιοῦται διττὴν ἔχει τὴν ἀλλοίωσιν, ὅταν μὲν ὁμιλῇ πλείονι θερμασίᾳ, κνισούμενον εὐθέως, ὅταν δ’ ὀλίγῃ, ταχέως ὀξυνόμενον, ἔνεστι μέν σοι
ἄνευ τοῦ κεφαλαλγεῖν ἢ ὀγκοῦσθαι τὸ ὑποχόνδριον ἢ χολώδεις γίνεσθαι διαχωρήσεις ἢ τῶν ἄλλων τι τῶν τοιούτων ὑπάρχειν αὐτοῖς ἢ οὐχ ἁπλῶς, οὐδὲ ἀεὶ βραχυλογίαν ἀσκεῖν ἔοικεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐν οἶς μέγα τι τὸ κινδυνευόμενον τῷ ἀμελῶς ἀκουσθέντι διδάσκει, λέγειν ἐπὶ τούτων οὐκ ὀκνεῖ ταῦτα ἐνίοτε δὶς ἢ καὶ τρίς.
65. Ὁκόσοισιν οἰδήματα ἐφ’ ἕλκεσι φαίνεται, οὐ μάλα σπῶνται, οὐδὲ μαίνονται τουτέων δ’ ἀφανισθέντων ἐξαίφνης, τοῖσι μὲν ὄπισθεν σπασμοὶ, τέτανοι· τοῖσι δὲ ἔμπροσθεν μανίαι, ὀδύναι πλευροῦ ὀξεῖαι ἢ ἐμπύησις ἢ δυσεντερίη, ἢν ἐρυθρὰ ᾖ τὰ οἰδήματα.
Τοὺς παρὰ φύσιν ὄγκους ἅπαντας ὁ Ἱπποκράτης οἰδήματα προσαγορεύει, περιεχομένων ἐν αὐτοῖς δηλονότι καὶ
ἀληθὲς εἶναι δόξει τὸ καθόλου λεγόμενον, ὡς τοῖς ὀπίσω μέρεσι μόνοις ἕπονται σπασμοί. φαίνεταί γε μὴν ὡς τὸ πολὺ τοῦτο γινόμενον, οὐκ ἐπί σκελῶν μόνων, ἀλλὰ καὶ χειρῶν, ἴσως διὰ τὸ κατ’ εὐθυωρίαν εἶναι ταῦτα πάντα τὰ μέρη τῷ νωτιαίῳ, πεφυκέναι δὲ ἀπὸ τούτου τά τε τῶν κώλων νεῦρα καὶ τὰ τῶν ῥαχιτῶν μυῶν.
66. Ἢν τραυμάτων ἰσχυρῶν καὶ πονηρῶν ἐόντων οἴδημα μὴ φαίνηται, μέγα κακόν.
Δύναται μὲν καὶ τῷ κατὰ τὴν τελευτὴν εἰρημένῳ τὸ κακὸν συναφθῆναι τὸ μέγα, δύναται καὶ τῷ προτέρῳ τοῦ ἀφορισμοῦ μέρει. γενήσεται γὰρ ὁ λόγος τοιοῦτος· τραυμάτων πονηρῶν ἐόντων οἴδημα μὴ φαίνεσθαι κακόν ἐστι μέγα, εἴτε οὕτως τραυμάτων πονηρῶν ἐόντων οἴδημα μέγα μὴ φαίνεσθαι κακόν. ἐγχωρεῖ δὲ καὶ κοινὸν ἀμφοῖν εἰρῆσθαι
οὐδὲ ῥεῦμα κινεῖ. μάλιστα δ’ ὀδυνᾶται τὰ νευρώδη μόρια, δεόμενα διὰ τῶν θερμαινόντων καὶ ξηραινόντων θεραπεύεσθαι φαρμάκων.
67. Τὰ χαῦνα χρηστὰ, τὰ ἔνωμα κακά.
Οὗτος ὁ λόγος μόριόν ἐστι τοῦ προγεγραμμένου, διδάσκοντος τοῦ Ἱπποκράτους ὅσα μὲν οἰδήματα χαῦνα χρηστὰ πάντ’ εἷναι, τὰ δ’ ἐναντία μοχθηρά. κυρίως μὲν οὖν ἀντίκειται τῷ χαύνῳ τὸ σκληρὸν καὶ ἀντίτυπον. ὁ δ’ Ἱπποκράτης ἔνωμον αὐτὸ προσηγόρευσεν. οὐδὲ γὰρ οἷόν τε γενέσθαι ποτὲ ἀντίτυπον οἴδημα πεπτούσης καλῶς τῆς ἐν τῷ μορίῳ φύσεως τοὺς ἐπιῤῥέοντας χυμούς.
68. Τῷ ὄπιθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα ὠφελέει.
Οὐ μόνον ἐπιτηδεύει κενοῦν ὁ Ἱπποκράτης ἔνθα χρεία κενοῦν, ἀλλὰ καὶ μετὰ ἀντισπάσεως. ἡ δὲ ἀντίσπασις ἐπὶ τἀναντία γίνεται, κατὰ μῆκος μὲν ἄνω καὶ κάτω, κατὰ πλάτος δὲ ἔνθα καὶ ἔνθα. τοῦτ’ ἐστὶν ἐπ’ ἀριστερά τε καὶ δεξιὰ, κατὰ βάθος δὲ ὀπίσω τε καὶ πρόσω. νῦν οὖν ἐν τοῖς ὄπισθεν τῆς κεφαλῆς ἀλγήμασι μετὰ ἀντισπάσεως κένωσις ἐκ μετώπου γενήσεται, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἡ κατ’ ἰνίου. οὕτω γοῦν ὀφθαλμῶν χρόνια ῥεύματα πολλάκις ἐθεραπεύθη διὰ τῶν κατ’ ἰνίον μερῶν, αἵματος ἀφαιρεθέντος ἅμα χρήσει σικύας.
69. Ῥίγεα ἄρχεται γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νότου εἰς κεφαλὴν, ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν τοῦ σώματος μᾶλλον ἢ ἔμπροσθεν, οἷον ἀπό τε πήχεων, μηρῶν, ἀτὰρ καὶ τὸ δέρμα ἀραιὸν ἔχουσι, καὶ δηλοῖ δὲ τοῦτο ἡ θρίξ.
Ῥίγος πᾶν ἄρχεται μὲν μετά τινος αἰσθητῆς ψύξεως. ἑτοιμότερα δ’ οὐ ψυγῆναι μόνον, ἀλλὰ καὶ τῆς ψύξεως αἰσθάνεσθαι τὰ κατὰ νῶτον, ὥστ’ εἰκότως ἐντεῦθεν ἄρχεται τὰ ῥίγη καὶ θᾶττόν γε ταῖς γυναιξὶ γίνεται ταυτὶ, διότι καὶ ψυχρότερόν ἐστι τὸ θῆλυ φύσει καὶ ἀσθενέστερον. ἀναθεῖ δ’ ἐντεῦθεν ἀρξάμενον τὸ ῥῖγος ἐπὶ τὴν ἀρχὴν τῶν νεύρων, τὴν κεφαλὴν, τάχιστα γιγνομένης διὰ τοῦ νωτιαίου τῆς συμπαθείας. ἐπειδὴ καὶ οὗτος ὁμοίως ἐγκεφάλου ψυχρός ἐστι φύσει καὶ διὰ τὴν μαλακότητα τῆς οὐσίας ὁμοίως εὐάλωτος. ἐκ δὲ τῶν πρόσω μερῶν οὐκ ἄρχεται τὰ ῥίγη, διότι θερμότερα τῶν ὀπίσω τὴν κρᾶσιν ἐστὶ καὶ τούτων γνώρισμα τίθεται τὴν ἀραιότητα τοῦ δέρματος, αὐτῆς δὲ πάλιν ταύτης τὸ πλῆθος τῶν τριχῶν. εἴρηται δέ μοι περὶ τριχῶν γενέσεως αὐτάρκως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν.
70. Οἱ ὑπὸ τεταρταίων ἁλισκόμενοι οὐ πάνυ τοι ὑπὸ σπασμῶν ἁλίσκονται. ἢν δὲ ἁλίσκωνται πρότερον, εἶτα καὶ ἐπιγένηται τεταρταῖος, παύονται.
Ὁ μὲν ἐπὶ κενώσει γενόμενος σπασμὸς ὀξύτατός ἐστι καὶ ὀλεθριώτατος. ὁ δ’ ἐπὶ πληρώσει τῶν νευρωδῶν μορίων οἶος καὶ ἐπιληπτικὸς οὔτ’ ὀξύτατος οὔθ’ ὁμοίως ἐκείνων κινδυνώδης. μέμνηται δὲ νῦν ὁ Ἱπποκράτης τοιούτου σπασμοῦ. τὸ γὰρ ἁλισκόμενοι ἁλίσκονται παράτασιν δηλοῖ τοῦ χρόνου. τοῦτον οὖν τὸν σπασμὸν ὁ τεταρταῖος οὐκ ἐᾷ γενέσθαι, ἀλλὰ καὶ εἰ φθάσειε προσγενέσθαι, λύει. γίνεται δ’ ὑπὸ γλίσχρων χυμῶν τε καὶ φλεγματικῶν ἐμπλαττομένων γε τοῖς νευρώδεσι μορίοις. οὔσης δὲ τοῖς τοιούτοις χυμοῖς διττῆς τῆς ἰάσεως, ἐκκρίσεώς τε καὶ πέψεως, ἀμφοτέρας ὁ τεταρταῖος ἔχει, τὴν μὲν ἔκκρισιν τῷ ῥίγει· μόνος γὰρ ὁ τοιοῦτος σπασμὸς ἱκανῶς ἐκκρῖναι
παχὺν χυμόν· τὴν δὲ πέψιν τῷ λόγῳ τῆς ἐπιγενομένης τῷ ῥίγει θερμασίας.
71. Ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρώτων τελευτῶσιν, ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι τελευτῶσιν.
Τῶν μελλόντων ἀποθνήσκειν οἷς μὲν αὐχμώδη καὶ σκληρὰ καὶ ξηρὰ καὶ τεταμένα τὰ δέρματα, χωρὶς ἱδρῶτος ἀποθνήσκουσιν, οἶς δὲ τἀναντία ἀραιὰ καὶ μαλακὰ καὶ χαλαρὰ, σὺν ἱδρῶτι τελευτῶσι. τοῖς μὲν γὰρ προτέροις ἢ οὐχ ὅλως ἐστὶν ὑγρότης ἢ οὐκ ἐν τῷ δέρματι, τοῖς δ’ ἄλλοις καὶ κατὰ τὸ δέρμα ἐστίν.
72. Οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεες εἰσίν.
Πνευματώδεις νῦν εἰρῆσθαι νομιστέον ἐκείνους ὅσοι κατὰ γαστέρα πλῆθος ἀθροίζουσι φυσώδους πνεύματος, ἤτοι δι’ ἐρυγῶν κενούμενον ἢ διὰ φυσῶν ἢ παραμένον τε καὶ διατεῖνον τὰ τῇδε. γίνεται δὲ τοῦτο ποτὲ μὲν δι’ ἀτονίαν τέ τινα καὶ ἀσθένειαν αὐτῶν τῶν κατὰ γαστέρα μορίων, ἐνίοτε δ’ ἐπὶ φλεγματώδει χυμῷ καὶ ψυχρῷ. οὗτοι μὲν οὖν οἱ διὰ φλεγματικὸν χυμὸν πνευματώδεις ἐναντίοι τοῖς ἰκτεριώδεσίν εἰσι χολώδεσιν οὖσιν, ὥστε οὐκ ἄν ποτε κατὰ τὴν τοῦ πλεονάζοντος χυμοῦ φύσιν οἱ ἰκτεριώδεις γίγνονται πνευματώδεις. ἐγχωρεῖ δ’ αὐτοὺς ἐπ’ ἀῤῥωστίᾳ τῶν μερῶν φυσώδεις γίνεσθαι. διὰ τοῦτ’ οὖν προσέθηκε τῷ λόγῳ τὸ οὐ πάνυ τι, τὸ μὲν διηνεκὲς τῆς ἀποφάσεως κωλύων, ἐνδεικνύμενος δὲ ὡς τὸ πολὺ γίνεσθαι τὸ προειρημένον. οὐ πάνυ γάρ τοι τοῖς κατὰ γαστέρα μορίοις ἅπαντα ἄτονα ἔστιν εὑρεῖν τοὺς ἰκτεριώδεις.