ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ
ΠΕΡΙ ΤΡΟΦΗΣ ΥΠΟΜΝΗΜΑ Α.
1. Τροφὴ καὶ τροφῆς εἶδος μία καὶ πολλαί· μία
μὲν, ᾗ γένος ἓν, εἶδος δὲ ὑγρότητι καὶ ξηρότητι· καὶ ἐν
τουτέοισιν ἰδέαι καὶ πόσον ἐστὶ καὶ ἐς τίνα καὶ ἐς τοσαῦτα.
αὔξει δὲ καὶ ῥώννυσι καὶ σαρκοῖ καὶ ὁμοιοῖ καὶ ἀνομοιοῖ
τὰ ἐν ἑκάστοισι κατὰ φύσιν τὴν ἑκάστου καὶ τὴν
ἐξ ἀρχῆς δύναμιν.
* * Καὶ γὰρ τό γε αὐξάνεσθαί τε καὶ τρέφεσθαι
φύσεως ἔργα εἶναι ἀποδέδεικται. τὰ δὲ οὐχ οἷά τε ποιεῖσθαι,
ἐὰν τὸ σῶμα κατὰ μηδὲν ἐξαλλάττηται τῶν προϋπαρχόντων
αὐτῷ. ἀνάγκη γὰρ τὸ σῶμα πᾶν κινεῖσθαι, εἴπερ
αὔξησιν, ἢ μείωσιν λαμβάνει. αὗται δὲ αἱ κινήσεις κατὰ
τὸ ποσόν ὡς ἐὰν λευκὸν ὑπάρχον μελαίνοιτο καὶ εἰ μέλαν
λευκαίνοιτο, κατὰ ποιότητα, ἤγουν κατὰ τὸ χρῶμα κινεῖσθαί
φαμεν. οὕτω δὲ καὶ εἰ ἐκ τοῦ θερμοτέρου ψυχρότερον γένοιτο,
ἢ ἀνάπαλιν, καὶ εἰ ἐκ ξηροῦ ὑγρὸν, ἢ ἐξ ὑγροῦ ξηρὸν,
ἀλλοιοῦσθαι λέγεται. ἀλλὰ καὶ εἰ τόπον μεταλλάττον τύχῃ,
κινεῖσθαι λεχθήσεται. ὃ δὲ αὐτὸς λέγει, ἴσμεν γενέσθαι
ὅταν ἐξ ἐλάττονός τι μεῖζον, ἢ ἐκ μείζονος ἔλαττον γένηται
καὶ τὸ οἰκεῖον εἶδος αὐτοῦ σώζῃ. περὶ δὲ τῆς γενέσεως καὶ
φθορᾶς καὶ ὅτι ἡ γένεσίς ἐστιν εἰς οὐσίαν ἀγωγὴ, φθορὰ δὲ
ἡ ἐναντία, τί χρὴ λέγειν, μάλιστα μὲν περὶ τούτων ἤδη
πάλαι εἰρηκότων καλῶς τῶν πολλῶν φιλοσόφων καὶ αὐτὰ
τῆς κινήσεως εἴδη πάντα παραδεδωκότων. * * *
χρῆται γὰρ ταῖς τέτταρσι καὶ ἐξ αὐτῶν τὰ στοιχεῖα γίγνεσθαι
βούλεται, ἐκ τούτων δὲ τοὺς χυμοὺς, τοὺς ἐν τοῖς
ζώοις τε καὶ φυτοῖς συνισταμένους. καὶ ἐν ζώοις μὲν καὶ
φυτοῖς μᾶλλον μὲν δρᾷν τὴν θερμότητα καὶ τὴν ψυχρότητα·
ἧττον δὲ τὸ ὑγρὸν καὶ τὸ ξηρόν· ὅπερ καὶ Ἱπποκράτης
φαίνεται λέγειν. τοῦτο μὲν οὖν ὡμολόγηται πᾶσι σχεδὸν
τοῖς φιλοσόφοις τε καὶ ἰατροῖς, πρώτας εἶναι δ΄ τὰς ποιότητας,
τὴν θερμότητα, τὴν ψυχρότητα, τὴν ὑγρότητα καὶ τὴν ξηρότητα.
καὶ ἐκ τούτων κράσεως τὰ στοιχεῖα τὰ αἰσθητὰ γενέσθαι
καὶ τὰ ὁμοιομερῆ πάντα τοῦ σώματος μόρια· εἶτα δὲ τὰ
ὀργανικὰ, ἅπερ ἀνομοιομερῆ καλεῖται. γενηθέντος δὲ τοῦ
ζώου, ἐπειδὰν τὸ τέλειον ὑπολάβῃ μέγεθος, αἱ φυσικαὶ δυνάμεις
ἐνεργοῦσιν ἐν αὐτῷ· καὶ μὴ μόνον ἡ θρεπτικὴ καὶ ἀλλοιωτικὴ,
ἀλλὰ καὶ ἡ αὐξητική. ταύτης δὲ τῆς δυνάμεως
ἴδιόν ἐστιν εἰς πᾶν μέρος ἐκτεῖναι τὸ ζῶον. τὸ δὲ διατείνεσθαι
πάντη μόνοις τοῖς ὑπὸ φύσεως αὐξανομένοις ὑπάρχει.
τοῦτο δὲ ἄνευ τῆς ἐπιῤῥεούσης τε καὶ προσπλαττομένης
τροφῆς οὐ δύναται γενέσθαι. οὐ γὰρ δύναται αὔξησίς
ποτε γίγνεσθαι ἄνευ τῆς ὑγρᾶς οὐσίας. διὸ ἐν τοῖς αὐξανομένοις
φυλάττειν χρὴ, ὡς μήτε πάνυ πολλὰ, μήτε βίαια
γυμνάζοιντο· μή πως αὐτῶν αὔξησιν ἐπισχῶμεν· τοῦτο γινώσκοντες,
ὅτι ἀεὶ ἀπὸ τῆς πρώτης γενέσεως ἅπαν ζῶον
ὁσημέραι γίνεται ξηρότερον. μὴ ἐξαπατάτω δέ σε ἡ ἀλλοίωσις,
ἡγούμενον ταὐτὸν εἶναι τὴν αὔξησιν αὐτῇ. αὐξάνεται
μὲν γάρ τι κατὰ τὸ ποσὸν, ἀλλοιοῦται δὲ κατὰ τὸ ποιόν.
ἕτερον οὖν ἐστι προφανῶς αὔξησις οὐσίας, ἀλλοιώσεως. ἡ δὲ
αὔξησις ἔστ᾿ ἂν τὰ ὀστᾶ κρατυνθῇ. κρατύνεται δὲ ἐπὶ σμικρῷ
μεγέθει δι᾿ ὕλης ἔνδειαν, ἢ ξηρότητα. παύεται γὰρ
τῆς αὐξήσεως, ἢ πρωϊαίτερον, ἢ ὀψιαίτερον ἕκαστον ἐπὶ
διττῇ αἰτίᾳ. * * αὐτὸς δὲ τοῦτο ἐσημαίνετο τῇ ἐναντιότητι,
εἰπὼν, ὑγρότητι καὶ ξηρότητι. οἶδα γὰρ ὡς τὸ μὲν
μεῖζον τοῦ δέοντος, οὕτω καὶ τὸ σμικρότερον κατὰ διττὰς
αἰτίας γίνεται· τὸ μὲν μεῖζον, ἢ διὰ πλεονεξίαν ὑγρότητος,
ἢ ὕλης· τὸ δὲ ἔλαττον, ἢ διὰ ξηρότητα κρατοῦσαν, ἢ τῆς
ὕλης ἔνδειαν. διὸ τὸ μὲν θερμότερον τοῦ δέοντος σῶμα, ἐὰν
μὲν ἐν τῇ πρώτῃ συστάσει μέσον ὑγρότητος καὶ ξηρότητος
ᾖ, πάντως τοῦτο κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν γίνεται ξηρόν.
ἔτι δὲ μᾶλλόν τε καὶ θᾶττον, εἰ δὲ καὶ φύσει ξηρότερον
εἴη. καὶ δὴ γηράσκει τοῦτο θᾶττον, ὅσῳ καὶ θᾶττον
εἰς ἀκμὴν ἀφίκοιτο. εὔλογον γάρ ἐστι πάντων ἐν τῇ παρακμῇ
ξηραινομένων τὸ φύσει ξηρότερον εἰς τὴν ξηρότητα
ἀφικνεῖσθαι θᾶττον. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν *
* * * * χρὴ ταῖς τροφαῖς χρῆσθαι ταῖς
μὲν * * * * * * * * *
* *
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ
ΠΕΡΙ ΤΡΟΦΗΣ ΥΠΟΜΝΗΜΑ Β.
1. Ὅμοιοι δὲ ἐς δύναμιν, ὁκόταν κρατέῃ μὲν ἡ ἐπιοῦσα,
ἐπικρατέῃ δὲ ἡ προϋπάρχουσα.
* * * * Ὅτι τρία ἐστὶ τὰ τῆς φύσεως τοῦ ζώου
ἔργα· καὶ τρεῖς ἐξ ἀνάγκης ἐπὶ τοῖς ἔργοις αὐτοῖς ἐνέργειαι.
ὡς ἐφ᾿ ἑκάστῳ μίαν εἶναι τὴν γένεσίν τε καὶ αὔξησιν καὶ
θρέψιν. ἡ μὲν οὖν γένεσις σύγκειται ἔκ τε τῆς ἀλλοιώσεως
καὶ τῆς διαπλάσεως. οὐ γὰρ γίνεταί τι μὴ ἀλλοιουμένης
οὐσίας ἐξ ἦς τὸ ζῶον γίνεται, οὐδὲ τὸ σχῆμα κτᾶται τῆς
ἀλλοιουμένης. οὐσίας μὴ διαπλαττομένης. αὔξησιν δὲ εἶναι
ἐπίδοσίν τινα εἰς μῆκος καὶ βάθος καὶ πλάτος τῶν μορίων
τῶν στερεῶν, οὐδεὶς, οἶμαι, ἀγνοεῖ. θρέψις δέ ἐστι πρόσθεσις
τοῖς μορίοις αὐτοῖς γινομένη. κατὰ δὲ τὴν θρέψιν
τῷ ἤδη γεγονότι συνεξομοιοῦται τὸ ἐπιῤῥέον. καὶ αὕτη ἡ
αἰτία ἐστὶν, ὅτι εὐλόγως ἐκείνην μὲν τὴν ἀλλοίωσιν γένεσιν,
τοιαύτην δὲ ὁμοίωσιν ὀνομάζομεν. καὶ δὴ αἱ μὲν τρεῖς
τοιαῦται τῆς φύσεως δυνάμεις πρῶταί εἰσι καὶ κυριώταται.
ἀλλὰ μὴν δέονται εἰς ὑπηρεσίαν καὶ ἀλλήλων καὶ ἄλλων. καὶ
γὰρ γενητικὴ καὶ αὐξητικὴ τινῶν δέονται, ὡς ἤδη δέδεικται.
ἡ δὲ θρεπτικὴ ἀπαιτεῖ καὶ αὐτὴ πολλά. αὐτῆς γὰρ
ἐνέργεια, ὡς λέλεκται, ὁμοίωσίς ἐστιν. οὐ δύναται δὲ τὰ
ὄντα ὁμοιοῦσθαι καὶ μεταβάλλειν εἰς ἄλληλα, εἰ μὴ ἔχοι
τινὰ κοινωνίαν καὶ συγγένειαν ἐν ταῖς ποιότησι, ὡς ἐν ξηρότητι
καὶ ὑγρότητι καὶ θερμότητι καὶ ψυχρότητι καὶ ταῖς
ἄλλαις ἁπάσαις, αἳ μετὰ ταύτας ἕπονται· αἵπερ γευσταὶ
καὶ ὀσφρηταὶ καὶ ὁραταὶ καὶ ἁπλαῖ διαφοραὶ ὑπό τινων λέγονται.
τοῦτο μὲν οὖν αἴτιόν ἐστιν, ὅτι οὐκ ἐκ πάντων
πᾶν ζῶον τρέφεσθαι δοκεῖ· καὶ ὅτι οὐδὲ ἐξ ὧν πέφυκεν,
οὐδὲ ἐκ τούτων παραχρῆμα. διὰ τοῦτο ἡ δημιουργικὴ τῶν
σωμάτων φύσις, ὡς προνοητικὴ τῶν ἐσομένων, πάμπολλα
τῆς τροφῆς ἀλλοιωτικὰ ὄργανα ἐν ἑκάστῳ τῷ ζώῳ πεποίηκεν.
οὕτω μὲν γὰρ καὶ ἐκ τοῦ ἐρυθροῦ ξανθὸν καὶ ἐκ τοῦ
λευκοῦ μέλαν καὶ ἐκ τοῦ μαλακοῦ σκληρὸν καὶ ἐκ δυσώδους
εὐῶδες καὶ ἀνάπαλιν γίνεται, οὐ μήν γε ἐξαίφνης, ἀλλὰ
κατὰ βραχὺ, ὡς καὶ ἐξ αἵματος ὀστοῦν, ἐξ ἄρτου τὸ αἷμα
καὶ ἐκ τοῦ αἵματος ἡ σάρξ. ὅτι δὲ καὶ τὸ πλῆθος γίνεται
τῶν περιττωμάτων ἐκ τοῦ σώματος διὰ τοῦτο ἐδέησε τῇ
φύσει τῆς διακρίσεως αὐτῶν. διό τινα μόρια τοῖς περιττώμασι
τῆς τροφῆς ἀνακείμενα δεδημιούργηκε. ἔστι δὲ καὶ τὰ
μόρια ὑπὲρ τοῦ πάντη φέρεσθαι καὶ τὴν τροφὴν καὶ τὰ
ἀναγκαῖα τῷ σώματι. ἔστι γὰρ τὰ τρεφόμενα πολλὰ καὶ
πολὺ διεστῶτα. τὰ μὲν τοίνυν ἐστὶν ἀλλοιοῦντα, ὡς τὰ τὴν
ἐπιτήδειον τροφὴν ἑκάστῳ μορίῳ προπαρασκευάζοντα, τὰ δὲ
διακρίνοντα, ὡς ὅσα ἕνεκα τῶν περιττωμάτων πεποίηται,
τὰ δὲ παραπέμποντα, τὰ δὲ ὑποδεχόμενα, ἃ κατὰ τὸ σῶμα
φέρεται, τὰ δὲ ἐκκρίνοντα, τὰ δὲ ὡς ὁδοὶ καὶ τροφῆς καὶ
τῶν ἄλλων ἁπάντων. ἔστι μὲν οὖν ἡ φύσις θαυμαστὴ καὶ
προνοητικὴ τῶν σωμάτων, ὑπὲρ αὐτῶν ἕνεκα τοσαῦτά τε καὶ
τοιαῦτα δεδημιούργηκε τὰ μόρια τέλος δὲ εἶχεν αὐτὴ τὴν
θρέψιν, ἥ ἐστιν, ὡς ἤδη ἐν τῷ πρώτῳ εἴρηται, ὁμοίωσις
τοῦ τρέφοντος τῷ τρεφομένῳ. * * πάντως μὲν
οὖν καὶ ὅσα μέλλει τροφαὶ εἶναι, ὁμιλῆσαι χρὴ τοῖς ὀργάνοις
τοῖς πεπτικοῖς, γαστρί τε καὶ ἥπατι καὶ φλεψὶν, ἐν
οἷς προκατεργασθέντα τρέφειν ᾔδη δύναται τὸ σῶμα. πρὶν
δὲ τοῦ ἐν τούτοις μεταβάλλεσθαι οὐχ οἷόν τε τροφὴν τοῦ
ζώου γενέσθαι. τὰ μὲν οὖν ὁμοιούμενα πάντη τροφαί,
πρὸς δὲ τὴν ὁμοίωσιν οὐδὲν μᾶλλον συντελεῖ ἢ τὸ πεφθῆναι
καλῶς ἐν τῇ γαστρί. καὶ γὰρ τὴν δευτέραν καὶ τὴν
τρίτην πέψιν ἐπιδέχεται μᾶλλον ταῦτα· γίνεται μὲν ἡ δευτέρα
πέψις ἐν ἥπατί τε καὶ φλεψὶ, τρίτη δὲ καθ᾿ ἕκαστον
τῶν τρεφομένων μορίων, ἧς ἕνεκεν τῶν προτέρων δυοῖν δεόμεθα.
ἀλλήλας γὰρ αἱ πέψεις διαδέχονται· ὅθεν τὸ ἧπαρ
τοῖς μὲν ἐν τῷ σώματι μορίοις ἅπασι τὴν τροφὴν προπαρασκευάζει,
ἐκείνῳ δὲ ἡ γαστὴρ, ἐκείνῃ δὲ τὸ στόμα. ἡ
μὲν οὖν φύσις ὁμοιοῖ, ὅταν κρατέῃ καὶ πέττῃ τὴν τροφὴν
τὴν ἐπεισιοῦσαν· καὶ δύναμις ἡ προϋπάρχουσα ἐπικρατέει
καὶ κατεργάζεται καὶ ἀλλοιοῖ καὶ ὁμοιοῖ καὶ τὸ τέλος τρέφει.
3. Γίνεται δὲ καὶ ἐξίτηλος, ὁτὲ μὲν ἡ προτέρη γ᾿ ἐν χρόνῳ
ἀπολυθεῖσα ἢ ἐπιπροσθετηθεῖσα, ὁτὲ δὲ ἡ ὑστεραίη ἐν
χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροσθετηθεῖσα.
Ἔστιν ὅτε τὸ ἧπαρ ἰσχυρότερον ἕλκει, ἔστι δὲ ὅθ᾿ ἡ
γαστήρ. πολλῆς γὰρ ἐν τῇ κοιλίᾳ τροφῆς περιεχομένης καὶ
σφοδρῶς ὀρεγομένου τε καὶ χρῄζοντος τοῦ ἥπατος, πάντως
τοῦτο τὸ σπλάγχνον ἰσχυρότερον ἕλκει. ὅταν δ᾿ αὐτὸ εἴη
ἐμπεπλησμένον καὶ διατεταμένον, ἡ δὲ γαστὴρ ὀρεγομένη καὶ
κενὴ ὑπάρχῃ, τότε ἡ γαστὴρ αὐτὴ ἕλκει ἰσχυρότερον, καὶ
ἐκ τοῦ ἥπατος ἐπισπᾶται ῥᾳδίως, ὅταν αὐτὴ μὲν ἱκανῶς
ὀρέγοιτο τροφῆς, ἐμπεπλησμένον δὲ εἴη τὸ σπλάγχνον, συμβαίνει
δὲ ἐνίοτε τοῦ μὴ πεινῇν τὸ ζῶον αἰτίαν εἶναι τὴν
περιουσίαν τῆς τροφῆς ἐν ἥπατι ὑπάρχουσαν. εἰ δέ γέ
ποτε δέοιτο μὲν, ἀποροίη δὲ, πληροῦται περιττωμάτων. ἀλλ᾿
ἕκαστον μόριον ἔχει τινὰ τόνον σύμφυτον, ᾧ διωθεῖται τὸ
περιττόν. καὶ ἕκαστον τῶν ὀργάνων τὴν πλησιάζουσαν τροφὴν
ἐπισπᾶται εἰς ἑαυτὸ καὶ ταύτην ἐναποτίθεται ἐν ἑαυτῷ,
καὶ μετὰ ταῦτα, ὡς εἴπομεν, προσφύει τε καὶ ὁμοιοῖ. εἰσὶ
δὲ τρεῖς μοῖραί τινες ὅλης τῆς οἰκονομίας τῆς τροφῆς· ἐν μὲν
τῇ πρώτῃ μένει κατὰ τὴν κοιλίαν αὐτὴν καὶ πέττεται καὶ
προστίθεται καί τι παρ᾿ αὐτῆς τῷ ἥπατι ἀναφέρεται, ἐν
δὲ τῇ δευτέρᾳ διέρχεται κατὰ τὰ ἔντερα καὶ προστιθεμένη
εἰς κόρον αὐτῆς καὶ τῷ ἥπατι καί τι βραχὺ μέρος
αὐτῆς εἰς πάντα τοῦ σώματος μόρια φέρεται, κατὰ δὲ τὴν
τρίτην μοῖραν νόει μοι τρέφεσθαι ἤδη τὴν κοιλίαν, ὁμοιώσασαν
αὐτῇ τελέως τὰ προσφύντα, καὶ πρόσφυσιν τῷ ἥπατι
καὶ τοῖς ἐντέροις γίγνεσθαι τῶν προστεθέντων καὶ τὴν ἀνάδοσιν
καὶ πρόσθεσιν πάντη τοῦ σώματος. εἰ μὲν οὖν μετὰ
ταῦτα τὸ ζῶον εὐθέως τὴν τροφὴν λαμβάνει, τὰ ἔντερα τελέως
ὁμοιώσει τὸν προσφύντα χυμὸν, ὡσαύτως δὲ καὶ τὸ
ἧπαρ. ἐν ὅλῳ δὲ τῷ σώματι πρόσφυσις τῶν προστεθέντων
τῆς τροφῆς ἔσται μορίων. εἰ δὲ ἄσιτος ἡ γαστὴρ μένῃ,
ἐν τούτῳ τῷ χρόνῳ παρὰ τῶν ἐν τῷ μεσεντερίῳ καὶ ἥπατι
φλεβῶν ἕλξει τὴν τροφήν. τῶν μὲν γὰρ φυσικῶν ἐνεργειῶν
ἡ πρώτη τε καὶ ἀναγκαιοτάτη σχεδὸν ἁπασῶν ἡ θρέψις ἐστίν.
ἀποτυγχάνεται δὲ ἤτοι μηδ᾿ ὅλως, ἢ ἐλλιπῶς, ἢ πλημμελῶς
γενομένη, καὶ τοῦτο, ἢ διὰ τὴν θρεπτικὴν δύναμιν, ἢ καὶ
διὰ τὴν τῆς ὕλης ἔνδειαν, ἢ τὴν μοχθηρίαν, ἢ δι᾿ ἀκαιρίαν,
ἢ δι᾿ ἀταξίαν, ἢ διὰ φαῦλόν τι περίττωμα, ἢ διὰ ὕπνον
ὀλίγον. καὶ τότε γίνονται, ἢ ἀπεψίαι, ἢ βραδυπεψίαι, ἢ
πέψις ἐλλιπὴς, ἥπερ ἐν ταῖς βραδυπεψίαις ὁρᾶται· ὥσπερ
γε καὶ μοχθηρὰ καὶ πλημμελὴς ἐν ταῖς διαφθοραῖς· καὶ ἡ
στέρησις τῆς ἐνεργείας κατὰ τὴν τῆς θρέψεως ἐνέργειαν ἀτροφία
καλεῖται· ἐλλιπὴς δὲ πέψις, ἡ ἰσχνότης. ἔνια μὲν
τούτων τῶν αἰτίων εἰς ἀῤῥωστίαν δυνάμεως, ἔνια δὲ εἰς τὴν
τῆς τροφῆς πλημμέλειαν, ἔνια δὲ εἰς τὰ ἐπιτηδεύματά τε
καὶ τὰ προσπίπτοντα τοῖς ζώοις ἔξωθεν ἀνάγονται. εἰ μὲν
οὖν ἡ τροφὴ διαλυθεῖσα τὸ πρῶτον καὶ ἐν χρόνῳ δοθεῖσα
εἴη ἐν τῷ| σώματι, γίγνεσθαι αὐτὴν ἐξίτηλόν φησιν καὶ
κατὰ τὰς ποιότητας μεταβάλλειν, ὡς δῆλόν ἐστιν ἔκ τε τῶν
βοτανῶν καὶ ἄρτου καὶ σαρκῶν αἷμα γενέσθαι· καὶ ταὐτὸ
τοῦτο συμβαίνειν, εἴπερ ὑστέρη ἡ ἐπιπροσθετηθεῖσα ἐν τῷ
σώματι τοσοῦτον χρόνον μένῃ ὅσονπερ αὔταρκες εἴη. τὸ
γὰρ σύμφυτον ἐν τῷ σώματι θερμὸν ἀλλοιωτικόν ἐστι τῆς
οὐσίας καὶ τῆς ὕλης τῆς τροφῆς, ἢ προληφθείσης, ἢ ἐπιπροστεθείσης.
γίνεται γοῦν τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον
ἐξίτηλος ἡ τροφὴ κατὰ τὸν τῆς λήψιος χρόνον, καὶ
μᾶλλόν τε καὶ ἧττον τρέφει, ὡς ἂν διαλυθῇ καὶ πέττηται,
ἢ μή. οὐ μὴν κρατεῖταί γε ὁμοίως πρὸς τῶν ἐν τῷ
ζώῳ ποιοτήτων. τὸ κρατεῖσθαι δέ ἐστιν ἀλλοιοῦσθαι. τούτου
αἴτιοι, ὅτι τὰ μὲν ἰσχυρότερα ταῖς δυνάμεσι μόριά ἐστι,
τὰ δὲ ἀσθενέστερα. ὅθεν συμβαίνει ὡς πάντα κρατεῖν μὲν
τῆς οἰκείας τῷ ζώῳ τροφῆς, οὐχ ὁμοίως δέ. γαστὴρ μὲν
γὰρ ἀλλοιοῖ πλέον, ἢ κατὰ στόμα, μεῖον δὲ, ἢ καθ᾿ ἧπάρ
τε καὶ τὰς φλέβας. αὐτὴ μὲν γὰρ εἰς αἵματος οὐσίαν ἄγει
τὴν τροφήν. ἡ δὲ ἐν τᾷ στόματι, μεθίστησι μὲν αὐτὴν
ἐναργῶς εἰς ἕτερον εἶδος, οὐ μὴν τελέως γε μετακοσμεῖ.
ταύτης δὲ εἰς τέλος μετακοσμηθείσης ἕκαστον μόριον τὴν
οἰκείαν αὐτῷ ἕλκει, ὡς ἐκ μὲν τῆς κοιλίας εἰς τὸ ἧπαρ, ἐξ
ἥπατος δὲ εἰς ἅπαν τὸ σῶμα ἀνάδοσιν ποιεῖσθαι. ὡμολόγηται
γὰρ τρέφεσθαι δι᾿ ὅλων αὐτῶν τὰ τρεφόμενα καὶ κεράννυσθαι
δι᾿ ὅλων τὰ κεραννύμενα καὶ ἀλλοιοῦσθαι δι᾿
ὅλων τὰ ἀλλοιούμενα, καὶ τὴν πέψιν εἶναι ἀλλοίωσιν καὶ
μεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου
ποιότητα, καὶ τὴν ἐξαιμάτωσιν καὶ τὴν θρέψιν καὶ τὴν
αὔξησιν ἐκ τῆς πάντη διαστάσεως τοῦ σώματος καὶ θρέψεως
γίνεσθαι. ἐπειδὴ δὲ ἐν ταῖς ἀτροφίαις τάχιστα ἀποψύχεται
τὰ μόρια, διότι καὶ ἡ θρέψις αὐτοῖς ἐστιν ἐκ θερμοῦ
χυμοῦ τοῦ αἵματος· διὰ τοῦτο ἵνα τὸ θερμὸν σώζοιτο,
ἡ φύσις πεποίηκε ὡς πρὶν ἰσχυρὰν ἔνδειαν αἵματος
γενέσθαι καθ᾿ ὅλον τὸ ζῶον τό τε ἧπαρ καὶ τὴν καρδίαν
μὴ ἀπορεῖν συμμέτρου τροφῆς. τοῦτο δὲ διότι πᾶν τὸ αἷμα
ἐκ τοῦ ἥπατος ἀρχὴν ἔχει, ἐν δὲ τῇ καρδίᾳ, διὰ τὸ
τῆς ὁλκῆς ἰσχυρόν. σφοδροτάτην γὰρ ἔχει τὴν κατὰ τὸ ἕλκειν
ἐνέργειαν. καὶ διὰ τοῦτο οὐκ ἄν ποτε ἀπορήσειεν τροφῆς,
πρὶν εἰς ἐσχάτην ἔνδειαν ἀφικέσθαι πάντα τοῦ ζώου
τὰ μόρια.
4. Ἀμαυροῖ δὲ ἑκατέρας ἐν χρόνῳ καὶ μετὰ χρόνον ἡ ἔξωθεν
συνεχὴς ἐπεισκριθεῖσα καὶ ἐπὶ πολλὸν χρόνον στερεμνίως
πᾶσι τοῖσι μέλεσι διαπλακεῖσα.
Ἐκ τῶν ἀκαίρων τε καὶ πολλῶν ἐδωδῶν ἀθροίζεται
πλεῖστος ὁ χυμὸς, ὁ καλούμενος ὠμός. ὅπερ ἐν τοῖς παισὶ
μάλιστα συμβαίνει καὶ τῶν τελείων τοῖς ἀργῶς διαιτωμένοις
ἢ ἄλλως ἐμπιπλαμένοις. πλεῖον γὰρ ἐν τούτοις ἅπασι τὸ
ἀκατέργαστον, τοῖς μὲν διὰ τὴν ἀργίαν, τοῖς δὲ διὰ τὴν
πλησμονήν· ἀδηφάγοι γὰρ τυγχάνουσι. καὶ πρὶν ἂν ἀκριβῶς
ἐν τῇ γαστρὶ πεφθῆναι τὴν τροφὴν ἕλκει τὸ σῶμα,
καὶ τοσοῦτον πλεῖον ἀθροίζεται τοῦ ὠμοῦ χυμοῦ, ὅσον συνεχῶς
ἡ τροφὴ προστίθεται· ὃ αὐτὸς ἐπεισκριθῆναι καλεῖ.
πρόσεστι δὲ καὶ ἐν τοῖς παιδίοις ἡ ἀσύμμετρος κίνησις κατὰ
πάντας μὲν τοὺς χρόνους, μάλιστα δὲ ἐπὶ τοῖς σιτίοις.
ἴσμεν γὰρ ὅτι ὥσπερ ἀγαθὸν μέγιστόν ἐστιν εἰς τὴν ὑγείαν,
τὸ πρὸ τῶν σιτίων προγυμνάσιον, οὕτω βλαβερώτατον ἅπασα
κίνησις μετὰ τὴν τροφήν. ἀναδίδοται γὰρ, ὡς ἔφην, ἐκ
τῆς κοιλίας ἡ τροφὴ πρὶν πεφθῆναι, κἀκ τοῦδε πλῆθος
ὠμῶν χυμῶν κατὰ τὰς φλέβας ἀθροίζεται· ἐξ ὧν εἴωθε
νοσήματα παντοῖα γίγνεσθαι. καὶ μὴν οὐδὲ νοσήσει τις ὅλως
ποτὲ, ἢν ἐπίτηδες προνοῆται τοῦ μηδέποτε ἀπεπτῆσαι
μετὰ τοῦ μηδὲ κινεῖσθαί τινὰ ἰσχυροτέραν ἐπὶ σιτίοις κίνησιν.
ταῦτα δὲ πάντα ὀλιγωροῦσιν οἱ παῖδες. διὸ θεῖος
Πλάτων ἐν τῇ νομοθεσίᾳ φησὶν ὅτι παῖς μέν ἐστι πάντων
θηρίων δυσμεταχειριστότατον, καὶ εἰ μὴ πλεῖστον ἔχοιεν
τὸ ἔμφυτον θερμὸν, οὐκ ἄν ποτε τοσαύτην ὠμότητα φέρειν
δύναιντο. ὥσπερ δὲ εἰ πλείω τις λάβῃ, ἀπεψίαι τε καὶ
ὠμοὶ χυμοὶ γίνονται, οὕτω καὶ λαμβάνοντες ὀλίγα, καταψύχονται
καὶ βλάπτονται. ἀνάλογον γὰρ εἶναι χρὴ τὸ ποσὸν
τῆς τροφῆς τῷ ποσῷ τῆς διαπνοῆς. εἰ δὲ μηδὲν ἡμῶν
ἀπέῤῥει, οὐκ ἂν ἥκομεν εἰς τὴν χρείαν τῆς τροφῆς, ὅτι
διὰ παντὸς ὁ ἀρχαῖος τῆς οὐσίας ὄγκος ἐφυλάττετο. νῦν δὲ
τὰ τῶν ζώων σώματα τῇ διὰ τῶν ἀδήλων αἰσθήσει πόρων
διαπνεῖται διαπνοῇ. διὰ τοῦτο γοῦν τροφῆς ἐδεόμεθα· ἀναπλήρωσις
γάρ ἐστι τοῦ κενωθέντος ἡ θρέψις. ὅτε δὲ ἤτοι
ἐν τῷ ἐπιτηδείῳ χρόνῳ τῆς τροφῆς ἤτοι μετὰ τὸν ἐκεῖνον
χρόνον τὴν τροφὴν τις συνεχῶς δῷ, τότε τοῦτο συμβαίνειν
ἀνάγκη καὶ ἀμαυροῦσθαι τὴν ἑκατέραν τροφὴν κατὰ τὴν
ἄλλην λέξιν ἄνωθεν προλεχθεῖσαν, καὶ τὸ σύμφυτον θερμὸν
σβέννυσθαι καὶ κινηθῆναι, ὡς ἐκ τοῦ παραχρῆμα συναῤῥωστήσειν
αὐτῷ καὶ πέψιν σιτίων καὶ γένεσιν αἵματος
χρηστοῦ καὶ θρέψιν τῶν τοῦ ζώου μορίων καὶ τὴν κένωσιν
τῶν περιττωμάτων. ἔμπαλιν δὲ, εἰ ὅσον κρατεῖν δύναταί
τις σιτίων, ἀπολαύει τούτων καὶ αὕτη ἡ θερμασία αὐξηθείη
καὶ πάντα ὅσα προείρηται, διαπράξεται καλῶς περὶ
τὸ ζῶον. ταὐτὸ τοῦτο πείσεται τὸ ζῶον, εἰ τὸ ἔξωθεν συνεχῶς
ἐντεθὲν ἐπὶ πολλὸν χρόνον στερεμνίως πᾶσι τοῖς μέλεσιν
διαπλακῇ. σημαίνει γὰρ ὅτι οὐχ οἷόν τε ἕλκεσθαι
πρὸς τῶν μορίων, οὐδὲ πέττεσθαι, οὐδὲ ἡντιναοῦν ἐκ τῶν
φυσικῶν ἐνεργειῶν γενέσθαι. * * κἂν μὴ
καλῶς ἕκαστον πράττῃ, ἐλπίς ἐστι παντοῖα κακὰ περὶ τὴν
ὑγείαν ἔσεσθαι.
5. Καὶ τὴν μὲν ἰδέην ἐξεβλάστησε.
Τὴν ἰδέαν λέγει νῦν τὴν μορφὴν καὶ τὸ εἶδος τῆς τροφῆς.
ὅτε γὰρ πέψεως ἀρχὴν λαμβάνει τὰ σιτία, τότε τὴν
ἀρχαίαν μορφὴν μεταβάλλει. τούτου δὲ σημεῖόν ἐστι τὸ καταληφθὲν
ταῖς διαστάσεσι τῶν ὀδόντων δι᾿ ὅλης νυκτός· αὐτὸ
γὰρ τὴν οἰκείαν ἰδέαν οὐ σώζει· ἀλλὰ ἐν μιᾷ νυκτὶ ἀλλοιούμενον
πάνυ φαίνεται. οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ ἄρτος,
οὔτε κρέας ἐστὶ τὸ κρέας· ἀλλ᾿ ὄζει μὲν τοιοῦτόν τι,
οἷον καὶ τοῦ ζώου στόμα. ἐν δὲ τοῖς πέψεως ὀργάνοις
τὴν ἰδέαν ἰδίαν λαμβάνει, ὡς τὸ αἷμα, ἢ φλέγμα, ἢ χολὴν
ξανθὴν, ἢ μέλαιναν γενέσθαι, οὓς μὲν τέτταρας χυμοὺς καλοῦμεν,
καὶ ὁ Ἱπποκράτης αἰτιᾶται τῶν πλείστων νοσημάτων.
* * οἶμαι γὰρ τὸ σύγγραμμα τοὐμὸν παρὰ
πᾶσιν * * τοῦτο δὲ ἔσται, ὡς κεφάλαιόν τι ὅλου
τοῦ πράγματος. τέτταρες οὖν εἰσὶν ἐν ἡμῖν χυμοὶ κατὰ φύσιν.
οὗτοι δὲ ὑπερβάλλοντες ποσότητι καὶ ἀλλοιούμενοι κατὰ
ποιότητα νόσων αἴτιοι τυγχάνουσιν. ἐν δὲ τῷ χειμῶνι
πλεονάζει τὸ φλέγμα, τοῦ δ᾿ ἦρος τὸ αἷμα καὶ τοῦ θέρους
ἡ ξανθὴ χολή· καὶ τοῦ φθινοπώρου ἡ μέλαινα. ταῦτα μὲν
διδάξας καὶ πρὸς τούτοις, ὅτι τὰ ἐναντία τῶν ἐναντίων
ἐστὶν ἰάματα, τῆς κατὰ τὴν τέχνην μεθόδου τὰ στοιχεῖα
παρέδωκεν· οἷς ἐφεξῆς τὰ κατὰ τοὺς ἀφορισμοὺς διελθὼν
περὶ τῶν πλεοναζόντων καθ᾿ ἑκάστην ὥραν τε καὶ ἡλικίαν
νοσημάτων, τὰς οἶον συλλαβὰς ἐπὶ τοῖς στοιχείοις ὑφηγήσατο.
ἐγὼ δὲ μήκους φειδόμενος τὰς ῥήσεις αὐτοῦ νῦν * *
ἡ μὲν γὰρ πρώτη τῆς τροφῆς ἀρχὴ, ὡς εἴρηται ἐν
ἐκείνῳ * * στόμα, στόμαχος, κοιλία. ἡ δευτέρα δὲ αἱ
ἐξ ἥπατος εἰς κοιλίαν καθήκουσαι φλέβες· ἐν αἷς πρώταις
αἷμα ἐδείχθη γενέσθαι· ἡ τρίτη δὲ τὸ ἧπαρ· ἡ δὲ τετάρτη
μετὰ τὸ ἧπαρ ἡ κοίλη φλέψ. καὶ γὰρ ἐν ἐκείνῃ πρώτῃ
καθαρὸν τῶν περιττωμάτων ἀπολείπεται τὸ αἷμα. παρὰ
δὲ ταύτης φλεβὸς, ὥσπερ τἄλλα τοῦ ζώου μόρια πάντα κατὰ
τὸν αὐτὸν τρόπον ἡ καρδία λαμβάνει τὴν τροφήν· ὥστε
δῆλον ὅτι τὴν ἰδέαν βλαστάνει, εἴπερ τρέφειν δεῖ τὸ ζῶον.
6. Μεταβάλλει τε τὴν ἀρχαίαν καὶ καταφέρεται.
Εἴρηται ἡμῖν ὅτι ἡ πέψις ἀλλοίωσίς ἐστι κατὰ ποιότητα
καὶ γίγνεται ὑπὸ τῆς γαστρὸς ὁμοιούσης αὐτῇ τὰ σιτία.
ἡ γὰρ ἐκ τῶν τεσσάρων τοιάδε τις κρᾶσις, ἡ καὶ τὴν
ἰδιότητα τοῦ τῆς γαστρὸς ἐργασαμένη σώματος, αἰτία τῆς
ἀλλοιώσεως ἐστι τῶν σιτίων· καὶ πλείστην εἰς τοῦτο
δύναμιν εἰσφέρεται τὸ θερμὸν στοιχεῖον· ἀνάγκη γὰρ τὸ
τρέφον ἀλλοιοῦσθαι εἰς τὴν τοῦ τρεφομένου μεταβαλλόμενον
οὐσίαν. διὸ περιστέλλεται ἡ γαστὴρ τοῖς σιτίοις, ἕλκουσα
τὸν οἰκεῖον ἑαυτῇ χυμὸν ἐξ αὐτῶν, ἔστ᾿ ἂν ἐμπλησθεῖσα
διώσηται τὸ περιττὸν ἅπαν εἰς τὴν νῆστιν. ὡς δὲ τὸ ἧπαρ
διὰ τῶν φλεβῶν εἵλκυσεν ἐκ γαστρός τε καὶ τῶν ἐντέρων
τὴν τροφὴν, οὕτως ὅσα| μετ᾿ ἐκεῖνο τέτακται, δι᾿ ἄλλων ἕλκει
φλεβῶν εἰς ἑαυτά· καὶ αὖθις ἕτερα· καὶ τοῦτο γίνεται ἄχρι
περ ἂν εἰς ἅπαν ἀφίκηται τοῦ ζώου μόριον ἡ τροφή. δέδεικται
γὰρ ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν
καὶ τὸ πόμα καὶ τὴν τροφὴν πανταχόσε τοῦ σώματος
κατὰ τὴν τῆς ὁλκῆς μετάληψιν φέρεσθαι· πρὸς δὲ τήνδε
τὴν φορὰν γέγονεν ἡ φύσις τὰς φλέβας, ὡς ὀχετούς τινας, πρῷτον
μὲν τὴν μεγάλην φλέβα· ἔπειτα δὲ τῆς αὐτῆς ἐπὶ πύλας
ἀποβλαστήματα καὶ ἀποφύσεις τοσαύτας τὸν ἀριθμὸν,
ὅσοι περ ἂν ὦσιν οἱ λοβοὶ τοῦ ἥπατος. ἀλλὰ περὶ φλεβῶν
καὶ τῆς ἀρχῆς αὐτῶν ὡς καὶ περὶ τῶν ἀρτηριῶν ἐν τῷ τετάρτῳ
γράμματι ἐπὶ πλέον ἐροῦμεν, ἔνθα φησὶν αὐτὸς, ῥίζωσις
φλεβῶν ἧπαρ· ῥίζωσις ἀρτηριῶν καρδίη.
7. Τρέφει δὲ πεττομένη.
Τὰ προλελεγμένα πάντα σχεδὸν τὴν πέψιν ἐσημαίνετο.
ὃ γὰρ εἶπε, γενέσθαι ἐξίτηλον τὴν τροφὴν καὶ τὸ βλαστάνειν
καὶ τὸ τέλος τὸ μεταβάλλειν τὴν ἀρχαίαν ἰδέαν, τοῦτο
ἦν ὅπερ νῦν ἑνὶ ῥήματι λέγει, τρέφειν αὐτὴν πεττομένην.
οἱ μὲν γὰρ ὠμοὶ χυμοὶ τρέφειν οὐ δύνανται πρὶν πεφθῆναι.
ἀναγκαιοτάτη γάρ ἐστιν ἡ πέψις τῷ τῶν ζώων σώματι·
ἐπειδὴ ἀποῤῥεῖ μὲν ἁπάντων τῶν ζώων ὁσημέραι πολὺ μέρος
τῆς οὐσίας διὰ τὴν ἔμφυτον θερμότητα. διὸ ὡς τὴν
συμμετρίαν αὐτῆς σώζεσθαι δεόμεθα σιτίων τε καὶ πομάτων.
ἐπεὶ δὲ τὸ ἀποῤῥέον ἑκάστου τῶν μορίων τοιοῦτον τὴν
φύσιν ἐστὶν, οἷόν περ αὐτὸ τὸ μόριον, οὐδὲν δὲ τῶν ἐσθιομένων,
ἢ πινομένων ἀκριβῶς ἐστι τοιοῦτον, διὰ τοῦτο ἀναγκαῖον
εἶχεν ἡ φύσις προμεταβάλλειν τε καὶ πέττειν αὐτὰ
καὶ προπαρασκευάζειν ὅμοια τῷ θρεψομένῳ σώματι. ὅσα
δὲ κατὰ τὴν ἀλλοίωσιν γίνεται περιττώματα, ταῦτα διὰ τὴν
δύναμιν ἐκείνην, ἣν ὀνομάζομεν ἐκκριτικὴν, ἀπωθεῖται. πᾶν
γὰρ μόριον ἕλκει τὸ οἰκεῖον ἑαυτῷ καὶ ἀποκρίνει τὸ ἀλλότριον
ἀλλοιοῖ τε τὸ ἑλχθέν· ἔν τε τῷ χρόνῳ, καθ᾿ ὃν ἀλλοιοῖ
κατέχει τε καὶ σφίγγει. καλεῖται δὲ ἀλλοίωσις αὕτη,
μέχρι μὲν ἂν εἰς ὁμοιότητα τοῦ τρεφομένου μορίου μεταβάλληται,
πέψις· ὅταν δὲ ἤδη προστίθεται τῷ μορίῳ, θρέψις.
τίς μὲν οὐκ οἶδεν τὴν πέψιν ἀλλοίωσίν τινα ὑπάρχειν
καὶ μεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου
ποιότητα· τὴν δ᾿ ἀλλοίωσιν ὑπὸ τοῦ θερμοῦ μάλιστα
συντελεῖσθαι καὶ διὰ τοῦτο καὶ τὴν θρέψιν καὶ τὴν τῶν
ἁπάντων χυμῶν γένεσιν; εἴπερ οὖν ἡ πέψις τοῦτό ἐστιν,
καὶ ἡ τροφὴ ἐν τῇ γαστρὶ δέχεται ποιότητα τῷ μέλλοντι
ὑπ᾿ αὐτῆς τραφήσεσθαι ζώῳ προσήκουσαν, δῆλόν ἐστι τὴν
τροφὴν κατὰ τὴν γαστέρα πέττεσθαι. τοῦτο δὲ οὐκ ἀρέσκει
οὐδὲ Ἀσκληπιάδῃ οὔτ᾿ Ἐρασιστράτῳ· ὧν ὁ μὲν οὔτε
ἐν τοῖς ἐμέτοις οὔτ᾿ ἐν ταῖς ἐρυγαῖς οὔτ᾿ ἐν ταῖς ἀνατομαῖς
βούλεται τὴν τῶν πεφθέντων σιτίων ποιότητα ἐμφαίνεσθαί
ποτε· καὶ οὕτως εὐήθης ἐστὶν, ὥστε τῶν παλαιῶν
καὶ δοκίμων ἀνδρῶν λεγόντων τὰ σιτία ἐπὶ τὸ χρηστὸν ἐν
τῇ γαστρὶ μεταβάλλειν, ζητεῖ αὐτὸς οὐ τὸ κατὰ. δύναμιν,
ἀλλὰ τὸ κατὰ γεῦσιν χρηστόν· ὁ δ᾿ Ἐρασίστρατος
γελοῖός τε καὶ ἀμαθής ἐστι. σαφῶς γὰρ Ἀριστοτέλους λέγοντος
τὴν πέψιν ἑψήσει παραπλήσιον ὑπάρχειν, ὅπως τοῦτο
λέγεται, οὐχ οἷός τε ἦν εἰδέναι. φησὶ γὰρ οὐκ εἰκὸς
εἶναι τὴν πέψιν παραπλήσιον τυγχάνειν τῇ ἑψήσει τῇ ἐλαφρὰν
ἐχούσῃ θερμασίαν, ὥσπερ ἀεὶ πῦρ καὶ φλόγα ὑποθεῖναι
τῇ γαστρὶ, ὥσπερ καὶ λέβητι, ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι
τὰ σιτία μὴ δυναμένης. ἀλλὰ περὶ τούτων εὐηθείας
τε καὶ ἀμαθίας εἴρηταί μοι ἐν τοῖς περὶ φυσικῶν δυνάμεων
ὑπομνήμασιν. νῦν δὲ ἐπειδὴ φύσις ἀεὶ τὴν πέψιν καὶ
τὴν ἀνάδοσιν καὶ τὴν ἐξαιμάτωσιν καὶ τὴν πρόσθεσιν καὶ
τὴν πρόσφυσιν καὶ τὴν ἐξομοίωσιν ἐργάζεται, ἰστέον ὅτι οὐκ
εἴωθεν ἂν ἐκπεμφθῆναι τῆς γαστρὸς ἡ τροφὴ, εἰ μὴ τελέως
πεφθῇ. ὅταν δὲ πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα
τὸ κάτω στόμα καὶ διεκπίπτει δι᾿ αὐτοῦ τὰ σιτία
ῥᾳδίως· ἐὰν δὲ ἡ γαστὴρ ὑπὸ δριμύτητος δηχθεῖσα τυγχάνῃ,
πρωϊαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται.
αὖθις δ᾿ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα, ἢ κατ᾿
ἄμφω συνελθόντων κακῶς διατεθεῖσα διαῤῥοίαις ἑάλω. καὶ
ἐὰν ἐν τούτῳ τῷ πάθει ἔμφυτος θερμασία ἄῤῥωστος γένοιτο,
οὔτε πέττεσθαι καλῶς τὰ σιτία οὔθ᾿ αἱματοῦσθαι, πολὺ
δὲ μᾶλλον οὐδὲ ἀναδίδοσθαι δύναται. καὶ ἡ αἱματοῦσα δύναμις,
ἀνάλογον τῇ πεττούσῃ κατὰ τὴν γαστέρα, ποτὲ μὲν
ὑπ᾿ ἀῤῥωστίᾳ οὐκ ἀλλοιώσει τὸν εἰς τὰς φλέβας ἀναδοθέντα
χυμὸν, κἂν εἰ σύμμετρος εἶναι δοκεῖ. οὐ γὰρ οἷόν τε γεννηθῆναι
χρηστὸν αἷμα κατὰ τὸ πάρ τε καὶ τὰς φλέβας,
ἀπεπτηθέντων καὶ διαφθαρέντων ἐν τῇ γαστρὶ τῶν σιτίων.
τοῖς μὲν οὖν καλῶς πέττουσι τὰ σιτία τό θ᾿ αἷμα χρηστόν
ἐστι καὶ σύμμετρος ἕπεται σάρκωσις. πολλάκις δὲ αἱ πέψεις
γίνονται μοχθηραὶ, φλεγματωδεστέρων ἢ χολωδεστέρων ἀποτελουμένων
τῶν ληφθέντων, ἤ τινα παρὰ φύσιν ἑτέραν διαφθορὰν
ἰσχόντων, ἢ ὠμῶν τε καὶ ἀμεταβλήτων ἄχρι πλείστου
μενόντων καὶ πνευματουμένων. οὐκ ἂν οὖν ἡ τροφὴ
θρέψει ποτὲ πρὶν καλῶς πεφθῇ· ὥσπερ ὑπ᾿ αὐτοῦ καλῶς
εἴρηται.
8. Τὴν δὲ προτέρην ἰδέην ἐξαλλάττει, ἔστιν ὅτε καὶ τὰς προτέρας
ἐξημαύρωσε.
Ὅτι μὲν τὴν προτέραν ἰδέαν μεταβάλλει καὶ εἰς τὴν
τοῦ τρεφομένου οὐσίαν τρέπεται ἡ τροφὴ, εἴπερ καλῶς πεφθῇ,
ἤδη εἴρηται ἡμῖν καὶ δέδεικται. πολλάκις γὰρ εἴδομεν
τὸν ἄρτον τὸν ἐσθιόμενον ἐν τῇ κοιλίᾳ μὲν τὸ πρῶτον πεφθέντα
καὶ ὑπὸ τοῦ ἥπατος εἰς αἷμα τρεπόμενον εἰς τὴν
κοιλίαν αὐτὴν ἀνακομίζεσθαι. τοῦτο δὲ ἀδύνατον ἦν, εἰ μὴ
τὸ τοῦ ἥπατος κρέας, ὅπερ ἂν παρέγχυμα καλεῖται, τοσαύτην
ἐξαλλάττωσιν καὶ τὴν ἐξαιμάτωσιν ποιῇ. εἰ γὰρ παχυνθείη
τὸ αἷμα, σὰρξ ἥπατος ἀκριβὴς ἀπεργασθήσεται. καὶ
τοῦτό γε * οὐχ οἷόν τε γὰρ τὰς προτέρας ἀμαυροῦν,
τῆς τροφῆς μὴ διαφθαρείσης. συμβαίνει δὲ τοῦτο διὰ πολλὰς
αἰτίας· ἅσπερ ἔχεις δεδειγμένας ἐν τῷ περὶ συμπτωμάτων
καὶ ἐν τῷ περὶ * περὶ μὲν δὴ τοῦδε καὶ αὖθις
εἰρήσεται τοῦ λόγου προϊόντος. νῦν δὲ τὸ ὑπόλοιπον κατασθῶμεν,
ὧν πρὸ ὀλίγον διαλέξασθαι προϋ * *
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ
ΠΕΡΙ ΤΡΟΦΗΣ ΥΠΟΜΝΗΜΑ Γ.
1. Δύναμις δὲ τροφῆς ἀφικνέεται καὶ ἐς ὀστέον καὶ
πάντα τὰ μέρεα αὐτοῦ καὶ ἐς νεῦρον καὶ ἐς φλέβα καὶ ἐς
ἀρτηρίην καὶ ἐς μῦν καὶ ἐς ὑμένα καὶ σάρκα καὶ πιμελὴν
καὶ αἷμα καὶ φλέγμα καὶ μυελὸν καὶ ἐγκέφαλον καὶ
νωτιαῖον καὶ τὰ ἐντοσθητίδια καὶ πάντα τὰ μέρεα αὐτῶν.
Τὸ τοῦ ζώου σῶμα ἐκ πλείστων, ὡς δῆλόν ἐστι, σύγκειται
μορίων, ἅπερ ὁμοιομερῆ, ἢ ἀνομοιομερῆ εἶναί φαμεν.
τῶν μὲν σωμάτων ὁμοιομερῶν ἐν τοῖς ζώοις ἐστὶ τρία γένη,
ἄναιμά τε καὶ ἀκοίλια φαινόμενα, τὰ μὲν ἐξ ὀστῶν, τὰ δὲ
ἐξ ἐγκεφάλου καὶ νωτιαίου, τὰ δὲ ἐκ μυῶν φυόμενα. καλεῖται
δὲ ὁμοιομερῆ τῷ ἀλλήλοις ὑπάρχειν ὅμοια καὶ τῷ παντὶ,
ταῦτα δὲ καὶ ἁπλᾶ καὶ πρῶτα λέγονται. καὶ γὰρ συντίθεται
ἐξ αὐτῶν τὰ σύνθετά τε καὶ ὀργανικὰ προσαγορευόμενα,
ὡς δάκτυλος καὶ πῆχυς ὅλος καὶ βραχίων ὅλος καὶ τὰ κατὰ
τὰ σκέλη μόρια. οὕτω δὲ καὶ ὀφθαλμὸς καὶ γλῶττα καὶ
καρδία καὶ πνεύμων καὶ ἅπαντα τὰ σπλάγχνα καὶ ἡ γαστὴρ
καὶ τὰ ἔντερα. ἀλλὰ καὶ ἡ κεφαλὴ καὶ τἄλλα κατὰ τὴν
αὐτὴν μόρια· ἐξ ὧν πάλιν ὅλον τὸ σῶμα συγκείμενον εἶναι
οἱ παῖδες τῶν ἰατρῶν ἴσασι. τὰ μὲν οὖν πρῶτα μόρια γεννᾶται
ἔκ τε τοῦ αἵματος τοῦ γενομένου ἐκ τῆς λαμβανομένης
τροφῆς εἴσω τοῦ σώματος καὶ ἐκ τοῦ σπέρματος. ἔστι
δὲ ταῦτα χόνδρος καὶ ὀστοῦν καὶ νεῦρον καὶ ὑμὴν καὶ σύνδεσμος,
ἀρτηρία, φλὲψ καὶ ὅσα τἄλλα τοιαῦτα. κἄπειτα
ἐκ τούτων ὀφθαλμὸς καὶ γλῶττα καὶ κεφαλὴ καὶ τὰ σπλάγχνα
καὶ τὰ κῶλα· καὶ πάλιν ἐκ τούτων ὅλων τὸ σῶμα.
ταῦτα δὲ πάντα ἔχει τὰς φυσικὰς ποιότητας ἐν αὐτοῖς· ὡς
κατὰ μὲν τὴν ἐπικράτησιν ὑγρὸν μὲν, ἡ σὰρξ, ὁ χόνδρος
δὲ ψυχρόν· τὸ δ᾿ ὀστοῦν ξηρὸν καὶ ψυχρόν. ἡ πιμελὴ δὲ
ὑγρὸν καὶ θερμὸν, ἕκαστόν τε τῶν ἄλλων ὁμοιομερῶν. καὶ
μὲν δὴ καὶ ὡς χῶραι πολλαὶ μεταξὺ τῶν εἰρημένων ὁμοιομερῶν
τε καὶ πρώτων μορίων ὑπάρχουσι καὶ τούτων ἔτι
πλείους τε καὶ μείζους ἐν τῷ μέσῳ τῶν ὀργανικῶν τε καὶ
συνθέτων, ἵνα δὲ τροφὴν τὰ μέρη πάντα τοῦ σώματος λάβῃ,
ἐνίοτε ἡ φύσις καθ᾿ ἓν ὁτιοῦν ὁμοιομερὲς μόριον τὴν
χώραν δεδημιούργηκε, ὡς ἐν ὀστῷ καὶ δέρματι. καὶ τὰ μὲν
μαλακὰ τῶν σωμάτων ἀλλήλοις ἐπιπίπτοντα τὰς ἐν τῷ μεταξὺ
χώρας ἀδήλους πρὸς τὴν αἴσθησιν ἔχουσιν. ὅσα δὲ
σκληρὰ καὶ ξηρὰ πάνυ, αἰσθητὰ ἔχει καὶ τὰ διαλείμματα,
ὡς ἔστιν ἰδεῖν ἐν τοῖς ὀστοῖς τὰς σήραγγας, ἐν αἷς ἐστιν
ὑγρὸν παχὺ καὶ λευκὸν, ὅπερ ἡ φύσις αὐτὴ εἰς θρέψιν τοῖς
ὀστοῖς παρεσκεύασεν. ἐν δὲ τῷ δέρματι πόροι τινές εἰσι
καὶ πρὸς τοιαύτην τὴν χρείαν καὶ πρὸς τὸ τὰ περιττὰ ἐκπεσεῖν.
νῦν δὲ πῶς ἡ τῆς τροφῆς δύναμις εἰς ἕκαστον
μόριον φέρεται, οὐκ ἀγνοεῖν δύναιτό τις, ἀναγνοὺς τὸ
ἡμέτερον τὸ περὶ φυσικῶν δυνάμεων γράμμα. ἐν ἐκείνῳ
γὰρ δέδεικται, ὅτι ὀχετοὶ πολλοὶ κατὰ πάντα τὰ μόρια διεσπαρμένοι,
τὸ αἷμα αὐτοῖς παράγουσι δίκην τινὸς ἐν τῷ
κήπῳ ὑδρίας. οὗτοι δὲ ὀχετοὶ ἔχουσι διαστήματά τινα μεταξὺ,
οὕτως παρεσκευασμένα, ὡς μήτ᾿ ἐνδεῶς χορηγεῖσθαι
τοῖς μεταξὺ μορίοις, ἅπερ τὸ αἷμα εἰς αὐτὰ ἕλκουσι, μήτε
κατακλύζεσθαί ποτ᾿ αὐτὰ πλήθει τῆς περιττῆς ὑγρότητος,
τῆς ἀκαίρως ἐπιῤῥεούσης. αὕτη μὲν οὖν ἡ τῶν μορίων κατασκευὴ
ὑπὸ φύσεως ἐξ ἀρχῆς ἐγένετο, ἵνα τροφὴν ῥᾳδίως
πάντα λαμβάνῃ. τοῦ γὰρ συνεχοῦς σώματος τὰ ἐπιπολῆς
μέρη πρῶτα τῆς ὁμιλούσης ἀπολαύει τροφῆς. ἐκ τούτων δ᾿
αὖ μεταλαμβάνει κατὰ τὸ συνεχὲς ἕλκοντα τὰ τούτων ἑξῆς,
εἶτ᾿ ἐξ ἐκείνων αὖθις ἕτερα. καὶ τοῦτο γίνεται μέχρι τοῦ
εἰς ἅπαντα τὰ τοῦ σώματος μόρια ἡ ποιότης τῆς τροφῆς
διαδίδοσθαι. οὐ τρέφεται δὲ πάντα ὁμοίως, ἀλλὰ τὰ μὲν
πολλὴν μεταβολὴν ἀπαιτεῖ, τὰ δ᾿ ὀλίγην, ὡς ἐκεῖ σαφῶς εἴρηται.
ὅσα μὲν οὖν χρήζουσι τοῦ μέλλοντος αὐτὰ θρέψειν
χυμοῦ, τούτοις εἴπομεν παρεσκευακέναι τὴν φύσιν, ὥσπερ
ταμεῖόν τι, τουτέστιν, ἢ κοιλίας, ἢ σήραγγας ἤ τι ἄλλο
τούτοις ἀνάλογον. καὶ ἐξ αἵματος μὲν ὀλίγον ἀλλοιουμένου
αἱ σάρκες τῶν τε σπλάγχνων ἁπάντων καὶ τῶν μυῶν· τὰ
δ᾿ ὀστᾶ οὐ δύναται τρέφεσθαι μὴ παμπόλλης τῆς μεταβολῆς
μεταξὺ ὑπαρχούσης. καὶ ὡς αἷμα ταῖς σαρξὶ, οὕτω
τοῖς ὀστοῖς ὁ μυελὸς τροφή ἐστιν. οὐ μὴν ὁμοίως γε ἐν
πᾶσιν. εἰσὶ γὰρ μικρά τινα καὶ ἀκοίλια, ἄλλα δὲ μείζω τε
καὶ κοιλίας ἔχοντα, ἐν μὲν οὖν τοῖς μικροῖς καὶ ἀκοιλίοις
κατὰ τὰς σήραγγας αὐτῶν διεσπαρμένος, ἐν δὲ τοῖς μείζοσί
τε καὶ κοιλίας ἔχουσιν ἐν ἐκείνοις ἠθροισμένος. ἐν δὲ
τοῖς χόνδροις ἐστὶ τὸ περικεχυμένον τι μυξῶδες· καὶ τοῖς
συνδέσμοις καὶ τοῖς ὑμέσι καὶ τοῖς νεύροις τὸ γλίσχρον ὑγρὸν
παρεσπαρμένον. ἣν δὲ τροφὴν ἕλκει ἕκαστον, ἐξομοιοῖ κατὰ
βραχὺ καὶ μεταβάλλει εἰς τὴν ἑαυτοῦ οὐσίαν. ἐξετάζομεν δὲ
καθ᾿ ἕκαστον τῶν καταριθμουμένων ὑπ᾿ αὐτοῦ τἀληθές.
φησὶ γὰρ, δύναμις δὲ τροφῆς ἀφικνέεται καὶ ἐς ὀστοῦν. σαφῶς
μέντοι φαίνεται κατὰ πάντα τὰ ζῶα, τὸ μηδὲν τῶν
μικρῶν ὀστῶν μυελὸν ἔχειν, ὅτι μηδὲ κοιλίαν ἀξιόλογόν τινα
καὶ μεγάλην ἔχει, ἀλλὰ τὰς μόνον σήραγγας, ὡς εἶπον, καὶ
ταύτας ὀλίγας τε καὶ στενάς. διττὸς γὰρ ἦν τῇ φύσει τῆς
ὅλης κατασκευῆς αὐτῶν ὁ σκοπὸς, ὡς μὲν πρὸς τὴν ἰδίαν
ἀσφάλειαν ἡ σκληρότης, ὡς δὲ πρὸς τὴν τοῦ ζώου κίνησιν
ἡ κουφότης· καὶ οὐκ εὐπετὲς ἄμφω ταῦτα εἰς ταὐτὸν συνελθεῖν.
εἰ γὰρ δὴ πρὸς τῷ ὀστοῦν στενὸν εἶναι καὶ κοῖλον
ἐγεγένητο, παντάπασιν ἂν ἦν ἀσθενές. εἰ δὲ μέγα καὶ πλῆρες
καὶ πυκνὸν, ἐσχάτως ἂν ἦν βαρύ τε καὶ δύσφορον. ἐν
γὰρ κνήμη καὶ μηροῖς καὶ βραχίονι τί χρὴ νομίζειν, εἰ μὴ
κοιλίας εἶχεν οὕτω μεγάλας, μήτ᾿ ἀραιότερα ταῖς συστάσεσιν
ἐγεγόνει ; καὶ πρὸς μὲν διττὴν χρείαν τὴν εἰρημένην, ἡ μὲν
ἀσφάλεια ἐκ πυκνότητος καὶ σκληρότητος· ἡ δὲ κουφότης ἐκ
τῶν ἐναντίων ἐγεννᾶτο. ἐφ᾿ ὧν μέντοι διά τε τὸ σύντονον
τῶν μυῶν καὶ ὅλου τοῦ ζώου τὴν ῥώμην ἄμφω ὑπάρχειν
ἠδύνατο, τούτοις ἅπασιν ἡ φύσις πυκνὰ καὶ σκληρὰ ἀπειργάσατο
τὰ ὀστᾶ. καὶ ὁ μυελός ἐστιν οἰκεία τροφὴ αὐτῶν.
τὰ δ᾿ οὐκ ἔχοντα κοιλίας ἐν ταῖς σήραγξι τοιοῦτόν τι περιέχουσιν,
ὅπερ τρέφειν αὐτὰ πέφυκεν. προστίθησι δὲ τοῖς
ὀστοῖς τὰ νεῦρα, εἰπὼν καὶ ἐς νεῦρον. τῶν δὴ νεύρων ἐστὶ
τριττὸν γένος, τὰ μὲν ἐκ τοῦ ἐγκεφάλου καὶ νωτιαίου γίγνονται
μυελοῦ, ἃ καλοῦμεν προαιρετικά· τὰ δὲ ἐκ τῶν
ὀστῶν, ἅπερ ὡς εἰπεῖν συνδετικά· τὰ δὲ ἐκ τῶν μυῶν, οἷς
τενόντων ὄνομα τιθέασι. ἔστι δὲ ἄλλα μὲν σκληρὰ τῶν νεύρων,
ἄλλα δὲ μαλακά. τῶν δὲ σκληρῶν ἁπάντων ἀρχή ἐστιν
ὁ νωτιαῖος· καὶ τό γε κάτω πέρας αὐτοῦ τῶν ἐσχάτως σκληρῶν.
τῶν δὲ μαλακῶν ἁπάντων ὁ ἐγκέφαλος· καὶ τὰ μέσα
γε τῶν ἔμπροσθεν αὐτοῦ μερῶν ἀνάκειται τοῖς μαλακωτάτοις·
τῆς δὲ τῶν μέσων νεύρων οὐσίας, καθὰ συνάπτουσιν,
ἐγκέφαλός τε καὶ νωτιαῖος ὑπάρχει ἀρχή. τοῦτο μέντοι ἠγνόησεν
ὁ Ἀριστοτέλης, τἄλλα μὲν δεινὸς καὶ ἐπιστήμων· κατὰ
δὲ τὴν ἀνατομὴν οὐ πάνυ. νῦν δὲ περὶ τροφῆς αὐτῶν
τοσοῦτον ἔχομεν εἰπεῖν, ὅτι γλίσχρον καὶ ὅλκιμον καὶ δυσέκκριτον
εἶναι λέγομεν τὴν τροφὴν, ὑφ᾿ ἧς τὰ νεῦρα τρέφεται.
δῆλον δὲ τοῦτο ἐκ τῶν φαινομένων περὶ τὰ νεῦρα.
καὶ γὰρ ἑψόμενα καὶ σηπόμενα τὴν διάλυσιν εἰς τὸν τοιοῦτον
ἔχει χυμόν. ἔν τε τῷ κατὰ φύσιν ἔχειν ἄναιμα τελέως
εἰσίν. ἔτι δὲ ἕκαστον τῶν μορίων οἰκείῳ τῆς ἰδίας οὐσίας
τρέφεται χυμῷ· οὐδὲν δὲ τῷ νεύρῳ οἰκειότερον τῆς εἰρημένης
ἤδη τροφῆς οὐχ εὑρήσεις. τρέφεται μὲν οὖν· οὐ χρῄζει
δὲ κενώσεως, διὰ τὸ μὴ ἔχειν μηδεμίαν κοιλότητα αἰσθητὴν,
ὥσπερ καὶ φλέβες καὶ ἀρτηρίαι. καὶ αὕτη ἡ αἰτία
ἐνίοτε ποιεῖ, ὡς πληρουμένων τῶν νεύρων αὐτῶν τοῦ
γλίσχρου καὶ ψυχροῦ χυμοῦ, ᾧπερ καὶ τρέφεται, τὸν σπασμὸν
ὑπομένειν. ὃ μὴ γένοιτο ἂν, εἰ κοιλότητας ἔχοιεν αἰσθητὰς,
δι᾿ ὧν ἂν ἔκκρισιν ἐργάζοιντο. καὶ ἐς φλέβα φησὶ
καὶ ἐς ἀρτηρίαν. πολλὰς μὲν ἀρτηρίας καὶ φλέβας ἡ φύσις
ἐν ὅλῳ τῷ σώματι δεδημιούργηκε. αὐτίκα μὲν ἐν τῷ προσώπῳ
καὶ ὅλῃ κεφαλῇ συνάπτει παμπόλλας ἀρτηρίας μὲν ἀρτηρίαις,
φλέβας δὲ φλεψὶν ἐκ δεξιῶν εἰς ἀριστερὰ καὶ ἐξ
ἀριστερῶν εἰς δεξιὰ, πρόσθεν καὶ ὀπίσω, καὶ αὖθις ὄπισθεν
καὶ πρόσω, κᾀκ τῶν ἔξωθεν μερῶν εἴσω κᾀκ τῶν
ἔσωθεν ἔξω παράγουσα. καὶ αἱ ἀρτηρίαι ἐπιμίγνυνται φλεψὶ
καὶ φλέβες ἀρτηρίαις καὶ νεύροις ἀμφότερα καὶ ταύταις
τὰ νεῦρα, παρ᾿ ὅλον τοῦ ζώου τὸ σῶμα. ἐπειδὰν δὲ εἰς
μῦν, ἢ εἰς σπλάγχνον, ἢ εἴς| τι μόριον ἕτερον ἐμφύεται, πέμπουσί
τινας ἀεὶ λεπτὰς ἀποβλαστήσεις τοῖς περικειμένοις
σώμασι. σαφὴς δὲ ἡ αἰτία, ὅτι τροφῆς μὲν πάντα δεῖται
τὰ μόρια καὶ τὰ θερμὰ καὶ τὰ ψυχρὰ καὶ τὰ σκληρὰ καὶ
τὰ μαλακά. ἕλκουσι δὲ τὴν τροφὴν ἐκ τοῦ αἵματος πάνυ
ἀλλοιουμένου. ταῦτα δὲ μόρια συνηρίθμησε νῦν ὁ συγγραφεὺς,
ὅτι ἐξ αὐτῶν πάντα τοῦ σώματος πλέκονται μόρια.
καὶ οὐχ οἷόν τε μηδὲν εὑρίσκεσθαι, ὃ τούτων ἀμερὲς εἴη.
καὶ γὰρ εἴπερ τρέφεσθαι δεῖ, ἄνευ τούτων ἀδύνατον. ἅπας
δὲ μῦς ἀρτηρίας τε καὶ φλέβας ἔχει καὶ διὰ τούτων τρέφεται.
εἴπερ γὰρ ἦν μόνιμος αὐτῶν ἡ οὐσία, μηδὲν ἂν
δεῖσθαι λέγοιμεν αὐτοὺς μήτ᾿ ἀρτηριῶν μήτε φλεβῶν. ἐπεὶ
δὲ καὶ τρέφεσθαι δεῖται καὶ, ὡς εἶπον, τὴν συμμετρίαν φυλάττειν
τῆς ἐμφύτου θερμασίας, διὰ τοῦτο αὐτοῖς ἐδέησε
φλεβῶν καὶ ἀρτηριῶν. ὅτι δὲ οὐκ ἔχουσι σύμφυτον αἰσθήσεως
τε καὶ κινήσεως ἀρχὴν, διὰ τοῦτο τῶν νεύρων ἀεὶ
χρῄζουσι, χορηγούντων αὐτοῖς ταῦτα. * οὐ μὴν τοῖς
γε φυσικοῖς ὀργάνοις * καὶ μέντοι τοῖς ψυχικοῖς ἡ
φυσικὴ διοίκησις ὑπάρχει καὶ χρῄζουσί γε καὶ αὐτὰ τῆς τῶν
ἀρτηριῶν καὶ φλεβῶν * φυλάττειν τὴν οὐσίαν αὐτῶν
* διαφέρει δὲ πάμπολυ κατὰ τοῦτο, τὰ μέχρι
πλειόνων ἐκταθεῖσα μορίων, οὐ μόνους τοὺς μῦς, ἀλλὰ καὶ
τὰ μέρη. * * διὸ προσέθηκε καὶ ἐς ὑμένα καὶ
σάρκα καὶ πιμελήν. οἱ παλαιοὶ μὲν καὶ χιτῶνας καὶ ὑμένας
καὶ μήνιγγάς γε καλοῦσιν, ἅπερ νῦν τῷ τῶν ὑμένων
ὀνόματι ὁ συγγραφεὺς σημαίνει, οἷς καὶ ἡμεῖς ἑπόμενοι τῆς
μὲν ἐν τοῖς ὀνόμασι τερθρείας ἀποστησόμεθα, τοῦ προκειμένου
δὲ ἑξόμεθα. * πρὸς τὰ τοῦ πνεύματος
ὄργανα. καὶ τὰς πλευρὰς ὅλας ἔσωθεν ὑπέζωκεν. *
οὐχ οἷόν τε μέντοι γεννηθῆναί τι τῶν κατὰ τὸ σῶμα
μορίων ἄνευ τῆς αἱματικῆς οὐσίας. οὐ μὴν οὐδὲ ὅσα λευκὰ
καὶ ἄναιμα τῶν μορίων ἐστὶν, ἐξ αὐτοῦ τοῦ αἵματος δύναται
γεννᾶσθαι· καθάπερ ἡ τοῦ ἥπατος οὐσία. τοῦτό γε
διὰ τὴν ὁμοιότητα τοῦ τε αἵματος καὶ τῆς οὐσίας τοῦ σώματος
αὐτοῦ συμβαίνει. * * ἀγγεῖα γοῦν καὶ ὑμένες
οὕτω γεννᾶσθαι φαίνονται, ὡς μὴ μόνον πρώτην σύστασιν
ἐκ τῆς τοῦ σπέρματος οὐσίας, ἀλλὰ καὶ τὴν ἐφεξῆς
εἰς μῆκός τε καὶ εὖρος ἐπίδοσιν λαμβάνειν. ἔχουσι δὲ καὶ
ὑμένες, ὥσπερ τ᾿ ἄλλα πάντα μόρια τοῦ σώματος, τὰς φυσικὰς
ἐνεργείας, ὡς καὶ ἕλκειν καὶ κατέχειν καὶ ἐκκρίνειν
καὶ ἀλλοιοῦν οἵας τε εἶναι. καὶ περὶ τούτου γε οὐκ ἀμφισβητήσειεν
ἄν τις, τὰ περὶ * καὶ μὲν ἡ πιμελὴ τρέφεται
τὸν αὐτὸν τρόπον. αὕτη γὰρ ἐλαίου δίκην τακερῶς
ἐπιβεβλημένη τοῖς ὑμενώδεσι καὶ νευρώδεσι τοῦ ζώου μορίοις
ἐστίν. * * διὸ τὰ εὐτροφοῦντα πάντα πιμελὴν, ἢ
στέαρ ἔχει. τὰ δ᾿ ἰσχνὰ καὶ ἄτροφα πολλάκις μὲν οὐδ’
ὅλως ἔχειν φαίνεται, πολλάκις δὲ οὕτως ὀλίγην τε καὶ ξηρὰν,
ὡς δύσχρηστον εἶναι. περὶ δὲ αἵματος τί χρὴ λέγειν;
αὐτὸ γὰρ καὶ τρέφεται ἀπὸ σιτίων καὶ τἄλλα τρέφει πάντα,
τὰ ἐν τῷ σώματι ὄντα. διττῶς δὲ τὸ αἷμα λέγεται,
ἐνίοτε μὲν ἀντιδιαιρούμενον πρὸς τοὺς ἄλλους χυμοὺς, τουτέστι
πρὸς τὸ φλέγμα καὶ ἀμφοτέραν χολὴν, ἐνίοτε δὲ κατ᾿
ἐπικράτειαν ὅλος ὁ ἐν τοῖς ἀγγείοις χυμός. νῦν δὲ προστιθεὶς
καὶ φλέγμα καὶ τὰ λοιπὰ δῆλός ἐστι σημαίνειν τὸν ἕνα
χυμὸν, τοῖς ἄλλοις ἀντιδιαιρούμενον. * * ἡ μὲν
οὖν κατὰ φύσιν ἑκάστῳ ζώῳ θερμασία εὔκρατός τε καὶ μετρίως
ὑγρὰ αἵματός ἐστι γεννητική· καὶ διὰ αὐτό γε τοῦτο
καὶ τὸ αἷμα θερμὸν καὶ ὑγρόν φαμεν εἶναι δυνάμει· ὥσπερ
καὶ τὴν ξανθὴν χολὴν θερμὴν καὶ ξηράν· μέλαιναν δὲ ξηράν
τε καὶ ψυχρὰν καὶ τὸ φλέγμα αὐτὸ, ὑγρόν τε καὶ ψυχρόν.
ἐναργῶς γὰρ καὶ περὶ τούτου πίστεις Ἱπποκράτει τε
καὶ τοῖς ἄλλοις εἴρηται παλαιοῖς. * * ὅσον οὖν
ἐμφέρεται τοῖς φλεψὶ φλέγμα, χρήσιμον ὑπάρχον τοῖς ζώοις,
οὐ δεῖται κενώσεως, ὥσπερ καὶ τῶν χολῶν ἑκατέρας τὸ μὲν
χρήσιμον καὶ κατὰ φύσιν ἐν τοῖς ζώοις, τὸ δ᾿ ἄχρηστον καὶ
παρὰ φύσιν. ὅσον δὲ τοῦ φλέγματος ἂν ᾖ γλυκὺ, τοῦτο
χρήσιμόν ἐστι καὶ κατὰ φύσιν τῷ ζώῳ ὅσον δὲ ὀξὺ καὶ
ἁλμυρὸν, τὸ μὲν τελέως ἄπεπτον, τὸ δὲ διασαπές. περὶ δὲ
τοῦ μυελοῦ * * τοῦτο δ᾿ ἐστὶν ἴδιον αὐτοῦ, ὡς
εἶναι τὴν τῶν ὀστῶν τροφὴν, ὡς εἴρηται. τοῦ δὲ νωτιαίου
μυελοῦ τὰ μὲν ἔχοντος κοινὰ πρὸς τὸν ἐγκέφαλον, τὰ δ᾿ ἴδια,
ἐστὶ μὲν τὰ κοινὰ τὴν τοῦ σώματος οὐσίαν ὁμοίαν ἔχειν,
καὶ νεύρων ἀρχὴν εἶναι, τὰ δ᾿ ἴδια, κινεῖσθαι μὲν σφύζοντα
τὸν ἐγκέφαλον, ἀκινήτῳ περιλαμβανόμενον, μὴ κινεῖσθαι
δὲ τὸν νωτιαῖον ὑπὸ κινουμένων τῶν σπονδύλων περιεχόμενον.
* * * * *
ὥσπερ δὲ τὸ ζωτικὸν πνεῦμα κατὰ τὰς ἀρτηρίας τε καὶ
καρδίαν γεννᾶται, τὴν γένεσιν ἔκ τε τῆς εἰσπνοῆς ἔχον καὶ
τῆς τῶν χυμῶν ἀναθυμιάσεως, οὕτω τὸ ψυχικὸν ἐκ τοῦ
ζωτικοῦ κατεργασθέντος ἐπὶ πλέον ἔχει τὴν γένεσιν. καὶ
ὥσπερ εἰς τὴν γαστέρα καὶ τὰ ἔντερα καθήκουσιν ἀρτηρίαι
τε καὶ φλέβες πάμπολλαι, χολὴν μὲν καὶ φλέγμα καί τινας
ἑτέρας τοιαύτας ὑγρότητας εἰς τὴν ἐκτὸς εὐρυχωρίαν ἀποχέουσαι,
στέγουσαί τε ἐντὸς αὐτῶν τό θ᾿ αἷμα καὶ τὸ πνεῦμα
τὸ ζωτικόν. οὕτως εἰς τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας αἱ
μὲν φλέβες ἐκκρίνουσι μὲν τὰ περιττὰ, τὸ δ᾿ αἷμα κατέχουσιν,
αἱ δὲ ἀρτηρίαι τὸ πνεῦμα ἀναπνέουσιν. ὅσα μὲν
τοῦ ἐγκεφάλου μέρη τῆς διαζωννυούσης μήνιγγος ψαύει,
ταῦτ᾿ ἐξ αὐτῶν τῶν κατ᾿ ἐκείνην ἀγγείων ἀρύεται τὴν οἰκείαν
τροφήν· ὅσα δὲ ποῤῥωτέρω κείμενα τυγχάνει, ταῖς
τῶν ὑλῶν βοηθεῖται ῥοπαῖς. εἴρηται γὰρ ὅτι ἔχει δύναμιν
ἅπαντα τὰ ἐν τῷ σώματι μόρια τῆς οἰκείας ὕλης ἑλκτικήν.
ἵνα οὖν ἅπαν τὸ σῶμα καὶ τὰ μόρια αὐτοῦ τὴν τροφὴν ἕλκειν
δύναιτο, ἡ φύσις καθ᾿ ὅλον αὐτὸ ἐποίησε πλῆθος
φλεβῶν καὶ ἀρτηριῶν, οὕτως ἐγγὺς ἀλλήλων καὶ πλησίον
οὕτω πολλάκις, ὥστε καὶ ψαύειν, ὡς ὁρῶμεν τὰς εἰς κοιλίαν
καὶ νῆστιν καὶ πᾶν τὸ λεπτὸν ἔντερον καὶ κῶλον καὶ
τὰς καθ᾿ ἧπαρ καὶ πνεύμονα καὶ νεφροὺς καὶ κύστιν καὶ
μήτραν καὶ σπλῆνα καὶ αὐτὴν τὴν καρδίαν καθηκούσας.
ἀλλὰ καὶ κατ᾿ ὠμο * * * ὅπερ μὲν ἐν τοῖς
ἄλλοις ἅπασι σχεδὸν τοῦ σώματος μορίοις, μάλιστα δὲ κατὰ
τὸν ἐγκέφαλον ὁρᾶται.
2. Καὶ δὴ ἐς θερμασίην καὶ πνεῦμα κατὰ ὑγρασίην.
Ὡς ἐν ἀτροφίᾳ ψύχεται τὸ σῶμα, οὕτως αὖ δῆλόν
ἐστιν ἀναθερμαίνεσθαι αὐτὸ κατὰ τὴν τροφήν. ἀλλὰ καὶ
ταῖς ξηρότησι τῶν στερεῶν σωμάτων ψύξις ἐξ ἀνάγκης
ἀκολουθεῖ χρονιζούσαις. αὐτὴ γὰρ καθ᾿ ἑαυτὴν ἡ ξηρότης
διαμένειν, ἀμέμπτου τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἀντιθέσεως
ὑπαρχούσης, οὐ δύναται. τάχιστα γὰρ ἐπὶ ταῖς
ἀτροφίαις ἀποψύχεται τὰ μόρια· διότι καὶ ἡ θρέψις αὐτοῖς
ἐστιν ἐκ θερμοῦ χυμοῦ τοῦ αἵματος. αἱ μὲν οὖν τροφαὶ
πρὸς τῆς ἐμφύτου πεττόμεναι θερμασίας τὸ σῶμα θερμαίνουσι.
οὐ μὴν ἀλλὰ τοῦτό γε ἐκ τοῦ παραχρῆμα γίνεται.
ὡς γὰρ αἱ τοῦ πυρὸς ἐπιτήδειοι τροφαὶ τὸ πῦρ αὔξουσιν,
οὕτω καὶ τῶν φύσει θερμῶν σωμάτων, ὅτε περ ἂν οἰκεία
τε καὶ σύμφυτος ὑπάρχει τροφὴ, ῥώσει τε διὰ παντὸς αὐτὰ
καὶ τὴν ἔμφυτον αὐξήσει θερμασίαν. καὶ τοῦτό ἐστιν
ἁπάσης ἴδιον τροφῆς. ἐνίοτε δὲ καὶ πλείων τροφὴ ἀμαυροῖ
τὸ ἔμφυτον θερμὸν, δίκην τῶν ξύλων ὑγρῶν· ἃ τροφὴ μέν
ἐστι καὶ αὐτὰ τοῦ πυρὸς, ἀλλ᾿ ὅτι ἐπιβληθέντα τῷ πυρί
ἐστι πλείω, διὰ τοῦτο κατακρύπτεται τὴν φλόγα καὶ κίνδυνον
ἐπάγει φθορᾶς. φέρεται γοῦν ἡ τῆς τροφῆς δύναμις
εἰς τὸ θερμὸν καὶ ὑγρὸν, ἐπειδὴ ἐκ τῆς γαστρὸς εἰς τὰς
φλέβας ἀναληφθῆναι καλῶς οὐ δύναται ὁ ἐκ τῶν σιτίων χυμὸς,
οὐδὲ ῥᾳδίως διεξέρχεσθαι τὰς ἐν ἥπατι φλέβας, οὔσας
πολλάς τε καὶ στενὰς, εἰ μή τις αὐτῷ λεπτοτέρα καὶ ὑδατώδης
ὑγρότης ἀναμέμικτο, καθάπερ ὄχημά τι. Ἱπποκράτης
δὲ τὴν κοίλην φλέβα ὄχημα τροφῆς καλεῖ, ὅτι κατ᾿ αὐτὴν
πολλῆς ὑγρότητος λεπτῆς καὶ ὑδατώδους μεστόν ἐστι τὸ αἷμα.
ὡμολόγηται γὰρ τὰ φυσικὰ ὄργανα εἰς ὅσον μὲν ὑγρότερα,
τρέφεσθαι βελτίω. κᾂν ἐσχάτως ὑγρὰ ταῖς κράσεσιν
ὑπάρχῃ. πρὸς δὲ τὰς πέψεις οὔτε βελτίω σφῶν αὐτῶν
οὔτε τῶν ξηροτέρων, εἰ καὶ ὁμοίως ᾖ θερμά. καὶ αἱ μὲν
τῆς θερμασίας αὐξήσεις ἀλλοιοῦσιν ἱκανῶς· αἱ δὲ ψυχρότητες
εἰς οὐδεμίαν ἐνέργειαν χρησταί. ξηρότητες δὲ εἰς ῥώμην.
ὑγρότητες δὲ εἰς μὲν τὰς θρέψεις ἐπιτηδειόταται,
πρὸς δὲ τὰς ἄλλας ἐνεργείας ἐναντιώταται, πλὴν αὐξήσεως.
εἰς ταύτην δὲ πλέον ἢ κατὰ τὴν θρέψιν ὑπάρχουσι χρησταί.
περὶ δὲ τοῦ πνεύματος, ὅτι διττόν ἐστι, τό τε ψυχικὸν καὶ
τὸ ζωτικὸν, καὶ ὅτι κουφότατόν ἐστι καὶ λεπτότατον ἁπάντων
τῶν κατὰ σῶμα, οὐδὲν χρή.
3. Τροφῆς δὲ τὸ τρέφον, τοῦτο τροφὴ καὶ τὸ οἷον
τροφὴ καὶ τὸ μέλλον τροφή.
Εἴρηται μὲν ὅτι θρέψις ἐστὶν ὁμοίωσις τοῦ τρέφοντος
τῷ τρεφομένῳ καὶ ὅτι πρὸς τὸ γενέσθαι αὐτὴν δεῖ προηγεῖσθαι
πρόσφυσιν· καὶ πρὸς ταύτην πρόσθεσιν. ὁ γὰρ
χυμὸς ὁ μέλλων ὁτιοῦν τῶν τοῦ ζώου μορίων θρέψειν
πρῶτον μὲν εἰς ἅπαν αὐτὸ διασπείρεται, ἔπειτα προστίθεται,
κᾄπειτα προσφύεται καὶ τελευταῖον ὁμοιοῦται. ἐπειδὰν
δὲ κατὰ μίαν ἡντιναοῦν τῶν ἐν αὐτῷ ποιοτήτων τὸ
σῶμα μεταβάλλει τὸ πλησιάζον, οὔτε καθ᾿ ὅλην ἐνεργεῖν αὐτοῦ
τηνικαῦτα τὴν οὐσίαν ὑποληπτέον οὔτε ἐξομοιωθῆναι
δύνασθαι τὸ μεταβαλλόμενον. ὥστε οὐδὲ θρέψειν ἄν ποτε
τὸ οὕτω μεταβληθὲν οὐδὲν τῶν μεταβαλλόντων. εἰ δ᾿ ἐκεῖνο
μεταβάλλει, τοῦτ᾿ ἔστι καθ᾿ ὅλην ἑαυτοῦ τὴν οὐσίαν ἐνεργήσει,
ἐξομοιώσειεν ἂν οὗτος ἑαυτῷ καὶ τραφείη πρὸς τοῦ
μεταβληθέντος. οὐδὲ γὰρ ἄλλο τι θρέψις ἐστὶ παρὰ τὴν
τελείαν ὁμοίωσιν. κυρίως μὲν οὖν τὸ τρέφον ἤδη τροφή.
τὸ δ᾿ οἶον μὲν τροφὴ, οὔπω δὲ τρέψαν, ὁποῖόν ἐστι τὸ προσφυόμενον
ἢ τὸ προστιθέμενον, θροφὴ μὲν οὐ κυρίως, ὁμωνύμως
δὲ τροφὴ λέγεται. τὸ δ᾿ ἐν ταῖς φλεψὶ περιεχόμενον
καὶ τούτου ἔτι μᾶλλον τὸ κατὰ τὴν γαστέρα, ὡς μέλλον
ποτὲ θρέψειν, εἰ καλῶς κατεργασθείη, κέκληται τροφή.
διὸ εἰώθασιν οἱ ἰατροὶ τῶν ἐδεσμάτων ἕκαστον κατὰ τοιαῦτα
τῆς τροφῆς σημαινόμενα τροφὰς ὀνομάζειν, οὔτε τῷ
τρέφειν ἤδη τὸ ζῶον οὔτε τῷ τοιοῦτον ὑπάρχειν, οἷον τὸ
τρέφον, ἀλλὰ τῷ δύνασθαι καὶ μέλλειν τρέφειν, εἰ κατεργασθείη
καλῶς. αὐτὸς μὲν γὰρ τὸ μὲν ἤδη ὁμοιούμενον τροφὴν
καλεῖ, τὸ δ᾿ οἷον μὲν ἐκεῖνο, προστιθέμενον ἢ προσφυόμενον,
οἷον τροφήν· τὸ δὲ ἄλλο πᾶν, ὅσον ἐν ταῖς φλεψὶ
καὶ τῇ γαστρὶ περιέχεται, μέλλον. ἐπειδὴ δὲ οὐ πάντα
καὶ πάντη δύναται ὁμοιωθῆναι, ἰστέον ἐστὶ τὰ ὁμοιούμενα
πάντη τροφὰς εἶναι, τὰ δ᾿ ἄλλα σύμπαντα φάρμακα καλεῖσθαι.
δέδεικται γὰρ ἑτέρωθι διττὴν αὐτῶν εἶναι τὴν
φύσιν· ἢ γὰρ ἀμετάβλητα διαμένοντα νικᾷ καὶ μεταβάλλει
τὸ σῶμα· ἅπερ τὴν φύσιν τοῦ ζώου φθείρει· ἢ μεταβολῆς
ἀρχὴν παρὰ τοῦ σώματος λαμβάνει μὲν, σήπεται δὲ καὶ διαφθείρεται,
κᾄπειτα συνδιαφθείρει τε καὶ σήπει τὸ σῶμα.
καὶ ταῦτα δηλητήρια καλεῖσθαι χρή. εὑρίσκεται δὲ καὶ τὸ
τρίτον εἶδος φαρμάκων, τῶν ἀντιθερμαινόντων μὲν τὸ σῶμα,
κακὸν δὲ οὐδὲν ἐργαζομένων, καὶ τέταρτον ἐπ᾿ αὐτοῖς ὃ
καὶ ποιεῖ τι καὶ πάσχει, τῷ δὲ χρόνῳ κικᾶται καὶ τελέως
ἐξομοιοῦται· ὥσπερ καὶ φάρμακον ἅμα καὶ τροφὴ ὑπάρχει.
λεγομένης μὲν οὖν τριχῶς τῆς τροφῆς, τὴν μὲν ἤδη τρέφουσαν
καὶ προστεθειμένην καὶ μηκέτι μέλλουσαν κυρίως
τροφὴν λέγει. καὶ αὕτη θερμαίνει πάντως τὸ τρεφόμενον
σῶμα, τῶν δ᾿ ἄλλων οὐδετέρα, διότι μηδὲ τροφαὶ κυρίως
εἰσὶν, ἀλλὰ τὸ μὲν, ὡς αὐτὸς ἔφη, οἷον τροφὴ, τὸ δὲ ὅτι
μέλλει τοιοῦτον γενήσεσθαι.
4. Ἀρχὴ δὲ πάντων μία καὶ τελευτὴ πάντων μία καὶ
ἡ αὐτὴ τελευτὴ καὶ ἀρχή.
Εἰ ἀρχὴν ἐκεῖνό φαμεν εἶναι τὸ μόριον, ὃ αὐτοῖς ἀφ᾿
ἑαυτοῦ πεφυκόσιν ἤτοι τὴν δύναμιν, ἢ πάντως γε τὴν ὕλην
χορηγεῖ, οὗτος ὁ λόγος ἐστὶν ἀμφισβήτησιν οὐ μικρὰν ἔχων,
ἐπειδὴ καὶ ἐγκέφαλος καὶ καρδία καὶ ἧπαρ ἔσονται ἀρχαί·
καὶ οὕτω πολλαὶ μὲν ἀρχαὶ, οὐχὶ δὲ μία. εἰ δὲ ἀρχὴν τῆς
γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσαν ζητεῖ, ταύτην ἡμεῖς
κατὰ τὸν Ἱπποκράτη ἐν τῷ περὶ στοιχείων τέτταρα εἶναι
στοιχεῖα κατεσκευάσαμεν, κεράννυσθαί τε πεφυκότα δι᾿ ὅλων
ἀλλήλων καὶ δρᾷν εἰς ἄλληλα. εἰ δὲ μηδέτερον τούτων βούλεται
ὁ συγγραφεὺς, ἀλλ᾿ ἴσως περὶ τῆς φυτικῆς ἀρχῆς λέγει,
ἥπερ μία ἐστὶ, νὴ Δία τὸ ζῶον ταύτην ἁπάντων ἔχει
πρώτην δημιουργοῦσαν οὐκ ἐξ αἵματος, ἀλλ᾿ ἐκ τοῦ σπέρματος
ἀρτηρίαν καὶ φλέβα καὶ νεῦρον, ὀστοῦν τε καὶ ὑμένα.
εἰσὶ μέν τινες βουλόμενοι τὴν μίαν ἀρχὴν καὶ μίαν τελευτὴν
λέγεσθαι πρὸς αὐτοῦ, ὅτι κατ᾿ ἀλήθειαν οὐδὲν γίνεται
χωρὶς ἀρχῆς. καὶ τὸ πρῶτον γεννῆσαν ἀπὸ τῆς ἀρχῆς τινος
γεγενῆσθαί φασι, κᾄπειτα δὲ τελευτὴν ἕξειν, ἥπερ ἐστὶ
διάλυσις τοῦ πρόσθεν γεγονότος. πᾶν γὰρ τὸ γενόμενον τὴν
τελευτὴν ἕξει καὶ οὐδὲν ἐν τοῖς οὖσιν ἐννοῆσαι δύναιο, ὃ
τὴν ἀρχὴν εἶχέν ποτε, ὃ μή ποτε τελευτήσει· ὡς οὖν ἅπαντα
ἀπὸ μιᾶς ἀρχῆς ἄρχονται, οὕτως εἰς μίαν λήγει τελευτήν.
* κατ᾿ ἄλλο δὲ σημαινόμενον ἴσμεν πᾶσαν τέχνην
τοῦ τέλους ἐφίεσθαι. τέλος δὲ ἐν ἑκάστῳ τῶν ὄντων
ἕν· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ κατὰ τὴν οὐσίαν ἐκείνην ἀγαθόν.
οὕτω καὶ τῆς ἰατρικῆς ἓν ἔσται τὸ τέλος, τὸ τυχεῖν
ὑγείας, καὶ εἷς ὁ σκοπὸς ἡ ὑγεία. οἱ δὲ τρόποι τῆς ἐπιτυχίας
διαφέροντες. διὸ τὸ χρήσιμον ἐν ἰατρικῇ δεῖ κρίνειν,
σκοποῦντας ὁτὲ μὲν, εἰ πρὸς τὸ ποιῆσαι τὴν ὑγείαν φέρει,
ὁτὲ δὲ τὸ σωτηρῆσαι. * τὴν αὐτὴν δ᾿ εἶπα τελευτήν
τε καὶ ἀρχὴν, ἐπειδὴ ἅπαν εἰς ἑαυτὸ τοῦτο διαλύεται, ἐξ οὗ
καὶ γέγονε. αὐτὸς γὰρ ἐν τῷ περὶ φύσεως ἀνθρώπου οὕτω
πως γράφει· καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν εἰς τὴν
ἑαυτοῦ φύσιν ἕκαστον, τελευτῶντος τοῦ σώματος ἀνθρώπου·
τό τε ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρόν·
καὶ τὸ θερμὸν πρὸς τὸ θερμόν· καὶ τὸ ψυχρὸν πρὸς τὸ
ψυχρόν· καὶ μετ᾿ ὀλίγον· γίνεταί τε, φησὶν, ὁμοίως πάντα
καὶ τελευτᾷ ὁμοίως πάντα. ξυνίσταται γὰρ αὐτέων ἡ φύσις
ἀπὸ τουτέων τῶν εἰρημένων πάντων καὶ τελευτᾷ κατὰ
τὰ εἰρημένα ἐς τὸ ἑωϋτὸ ὅθεν περ ξυνέστη ἕκαστον· ἐνταῦθα
οὖν καὶ ἀπέχωσιν. σαφῶς γὰρ καὶ ἐκεῖ λέγει ὅθεν ἕκαστον
τῶν ὄντων συνέστη, ἐνταῦθα καὶ ἀπεχώρησεν. ἀλλὰ
καὶ ἐν τῷ * *
* *
5. Καὶ ὅσα κατὰ μέρος ἐν τροφῇ καλῶς καὶ κακῶς διοικέεται·
καλῶς μὲν ὅσα προείρηται, κακῶς δὲ ὅσα τούτοισι τὴν
ἐναντίαν ἔχει τάξιν.
Τὰ ῥηθέντα περὶ τροφῆς ὡς ἐπὶ τὸ καθόλου
περὶ πάσης εἴρηται τροφῆς. δεῖ γὰρ αὐτὴν καλῶς κατεργάζεσθαι,
εἴπερ μέλλει καλῶς διοικήσεσθαι. καλῶς δὲ διοικησθήσεται,
ἐὰν πρώτη γένοιτο πρόσθεσις, εἶτα πρόσφυσις,
καὶ τέλος ἐξομοίωσις. τοῦτο δὲ οὐ μόνον περὶ τῆς τροφῆς
ἁπλῶς νόει μοι γίγνεσθαι, ἀλλὰ καὶ περὶ τῆς κατὰ μέρος
τούτου καὶ τούτου σώματος καὶ τοιοῦδε ἢ τοιοῦδε τοῦ σώματος
μορίου. ὥσπερ μὲν οὖν καλῶς διοικεῖται ἡ τροφὴ,
ἐὰν ὅσα προείρηται γένοιτο, οὕτω πάλιν κακῶς ἀποβήσεται,
ἐὰν ἐναντίαν ποτὲ τάξιν κέκτοιτο. ἀδύνατον γὰρ τροφὴν
γίγνεσθαι, εἰ μὴ πάντα τὰ προειρημένα ἕπηται· μᾶλλον δὲ
ἀπεψίας καὶ δυσπεψίας καὶ βραδυπεψίας καὶ ἀτροφίας καὶ
τἄλλα πλημμελήματα εἰκὸς γενέσθαι· ὅθεν πολλὰ εἴδη τῶν
νόσων συμβαίνειν εἰώθασιν.
6. Χυλοὶ ποικίλοι καὶ χρώμασι καὶ δυνάμεσι.
Ἤτε χυλὸς, ἤτε ὀπὸς ᾖ τινος, ἐν τῇ τῶν χυμῶν προσηγορίᾳ
περιλαμβάνεται. διαφορὰν δὲ ἐν τοῖς εἰς τὸ περὶ
χυμῶν ὑπομνήμασιν εἴπομεν. οἱ μὲν οὖν χυλοί τε καὶ χυμοὶ
ποικίλοι γίνονται καὶ χρώμασι καὶ δυνάμεσιν, ὡς ἂν
εἶεν αἱ ὖλαι ἐξ ὧν αὐτοὶ γένωνται, καὶ ἐκ τῶν χρωμάτων
διαγνωσθήσονται· καὶ λευκότεροι μὲν ἐπὶ ταῖς τοῦ φλέγματος,
ὠχρότεροι δὲ ἐπὶ ταῖς τῆς χολῆς πλεονεξίαις φαίνονται·
εἰ δὲ καὶ ἀκρατεστέρα ποτ᾿ εἴη, ξανθότεροι. ὅταν
γὰρ οἱ χυμοὶ εἰς τὸ βάθος μὴ ὑποχωρήσωσι, τότε τὸ χρῶμα
τοὺς χυμοὺς δηλοῖ, καθάπερ ἐν τῷ πρώτῳ περὶ τῶν
χυμῶν δέδεικται· οὕτω δὲ θερμοτάτη αἴσθησις ἀήθης σημεῖόν
ἐστι τῶν θερμῶν ἐπικρατούντων χυμῶν, ψυχροτάτη
δὲ τῶν ψυχρῶν. ἐὰν δὴ μή τι ἔξωθεν ᾖ ψυχρὸν ἢ θερμὸν
ἤ τι πάθος τῆς ψυχῆς παρείη, οἱ χυμοὶ ἐκ τῶν χρωμάτων
ὄντως διαγινώσκονται. ὡς οὖν τὸ μὲν λευκότερον
ἑαυτοῦ γεγονὸς σῶμα τὸν φλεγματικὸν ἐπικρατεῖν ἐνδείκνυται
χυμὸν, τὸ δ᾿ ὠχρότερον ἢ ξανθότερον τὸν χολώδη, οὕτω
καὶ ἐπὶ τὸ ἐρυθρότερον ἐκτροπὴ τοῦ κατὰ φύσιν αἷμα
πλεονάζον τυγχάνειν, οὕτως ἐπὶ τὸ μελάντερον τὴν μέλαιναν
χολὴν, οὕτω καὶ τὰ οὖρα τῶν ἐν τοῖς ἀγγείοις χυμῶν
διάθεσιν ἐνδείκνυται, οὕτως οἱ ἱδρῶτες καὶ τἄλλα
τὰ παρὰ τὴν σύμπασαν ἕξιν τοῦ ζώου φαινόμενα τῶν κατ᾿
ἐκείνην ἐστὶ δηλωτικὰ, εἰ μὴ κρύος ἢ ῥῖγος ἢ φόβος ἢ
λύπη σφοδρὰ ἢ αἰδὼς πάρεστιν. τότε γὰρ γίνεται οἷον
ἄμπωτίς τις τῶν χυμῶν ἀναφερομένη, καὶ μὴ προσέχειν
δεῖ τῇ χρόᾳ τὸν νοῦν. ὥσπερ δὲ τὰ χρώματα τῶν χυλῶν
ποικίλα φαίνεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰς διαφόρους
αὐτῶν δυνάμεις ἐστὶν ἰδεῖν. ἢ λέγει τὸν χυλὸν νῦν,
τὴν ἐν τῇ γαστρὶ χόλωσιν σημαίνων σιτίων, τοῦτο γὰρ ἴσως
πιθανώτερον. καὶ μὲν δὴ καὶ μαρτυρεῖται πρὸς τοῦ φαινομένου
τὸ λεγόμενον, ἕκαστον γὰρ τῶν ἀλλοιούντων μορίων
τὴν τροφὴν τὸν σκοπόν τινα ἔχει καὶ τέλος ἑαυτῷ συνεξομοιῶσαι
τὸ ἀλλοιούμενον. εἰ μὲν οὖν ἐννοήσεις τὸν ἐκ τῆς
κοιλίας ἀναλαμβανόμενον χυλὸν, ἀλλοιούμενον ὑπὸ τῆς σαρκὸς
τοῦ ἥπατος, αὐτὸν κατὰ βραχὺ μεθιστάμενον εἰς τὴν
ἐκείνου φύσιν εὑρήσεις. καὶ αὐτὸς παχύτερός ἑαυτοῦ καὶ
ἐρυθρότερος ἐξ ἀνάγκης γενήσεται, πρὶν ὁμοιωθῆναι τελέως
ἐκείνῃ. ἐὰν δὲ τὸν ἄρτον ἢ τὸ κρέας ἢ οἶνον ἢ καρποὺς
καὶ τὰ ἄλλα σιτία εἰς τὴν τοῦ αἵματος φύσιν καὶ τοῦ φλέγματος
καὶ τῶν ἄλλων χυμῶν τρέπεσθαι δεῖ, πόσην προηγεῖσθαι
δεῖ τὴν ἐκτροπήν; τοῦτο δὲ οὐκ ἐνδέχεται ἀθρόως
γενέσθαι. δέδεικται γὰρ καὶ τοῦτο, ὡς οὐκ ἐνδέχεται
τὰς ἐναντίας, ἢ ὅλως τὰς πολὺ διαφερούσας ποιότητας
δέξασθαί τι, μὴ διὰ τῶν μεταξὺ πρότερον ὁδοιπορῆσαν.
καὶ διὰ τοῦτο ἐν τοῖς περὶ χρείας τῶν ἐν ἀθρώπου σώματι
μορίων δέδεικται, τὴν φύσιν μεγάλην τῶν φλεβῶν πλοκὴν
κατὰ τὸ ἧπαρ δεδημιουργηκέναι, ὑπὲρ τοῦ χρονίζουσαν ἐν
τῷ σπλάγχνῳ τὴν τροφὴν αἱματοῦσθαι τελέως. εἰ γὰρ, ὡς
ἐπὶ τῆς καρδίας, μίαν κοιλίαν μεγάλην εἰργάσατο, εἶτα δὲ
εἰς αὐτὴν διὰ μιᾶς μὲν φλεβὸς εἰσῆγε τὸ αἷμα, δι᾿ ἑτέρας
δ᾿ ἐξῆγεν, οὐκ ἄν τινα χρόνον, οὐδὲ πάνυ μικρὸν, κατὰ τὸ
ἧπαρ ἔμενεν χυμὸς ὁ ἐκ τῆς γαστρὸς ἀναφερόμενος, ἀλλὰ
τῆς ἀναδόσεως ῥύμῃ φερόμενος διεξήρχετ᾿ ἂν ἑτοίμως δι᾿
ὅλου τοῦ σπλάγχνου. ἡ δὲ φύσις προμηθοῦσα τῷ σώματι,
ἵνα μένῃ ἐπὶ πλέον ἡ τροφὴ καὶ δύναιτο ἀλλοιοῦσθαι τελέως,
τὰς τῶν διεξόδων ὁδοὺς στενὰς ἐποίησε. νῦν δὲ ἰστέον ἐστὶν
ὅτι οὐ τὴν αὐτὴν ἰδέαν ἔχουσιν οἱ χυμοὶ ἐν τῷ κατὰ φύσιν
διοικεῖσθαι τὸ ζῶον οἵαν καὶ τὸ παρὰ φύσιν ἔχοντες. ἥπερ
γὰρ ξανθὴ χολὴ λεκυθώδης φαίνεται καὶ γίνεται διὰ τὴν
τῶν λεκύθων τῶν ὠῶν ὁμοιότητα κατά τε χρόαν καὶ πάχος,
ἡ δὲ μέλαινα κακοηθεστέρα ἀποτελεῖται καὶ ξυστικὴν
ἢ ὀξώδη κεκλήκασιν αὐτήν. τὸ δὲ αἷμα μεταβάλλεται πολλαχῶς
τοῖς ἄλλοις χυμοῖς μεμιγμένον. ὥσπερ ἐπὶ *
φλέγμα δὲ ψυχρὸν καὶ ὑγρὸν ἐστι καὶ οἷον ἡμίπεπτός τις
τροφή. διὸ οὐ χρὴ κενοῦσθαι τὸ τοιοῦτον, ἀλλ᾿ ἐν τῷ σώματι
μένειν τε καὶ ἀλλοιοῦσθαι. * οὐ γοῦν θαυμαστὸν,
εἰ ἐκ τῶν ποικίλων τῆς φύσεως ἔργων οἱ χυλοὶ ποικίλοι
γίγνονται· εἴπερ χρὴ τοὺς χυμοὺς ἐκ τῆς τροφῆς ἀλλοιουμένης
γίγνεσθαι.
7. Καὶ ἐς βλάβην καὶ ἐς ὠφελείην καὶ οὔτε βλάπτειν οὔτε
ὠφελέειν.
Τρία κεφάλαιά ἐστι καθ᾿ ἃ δεῖ ἕκαστον ἐσόμενον ἰατρὸν
γυμνάζεσθαι· πρῶτον μὲν τὸ περὶ διαίρεσιν καὶ σύνθεσιν,
δεύτερον δὲ τὸ περὶ τὴν τῶν ἀκολούθων τε καὶ μαχομένων
γνῶσιν, ἐπ᾿ αὐτοῖς δὲ τὸ τρίτον τὸ κατὰ τὴν πρὸς
ἄλληλα τῶν πραγμάτων μεταβολὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον,
ἴσως τε καὶ ὁμοίως. προσθετέον δὲ καὶ τὴν ταὐτοῦ
καὶ τὴν τοῦ ἑτέρου γνῶσιν τούτοις. οὕτω γὰρ καὶ ἡ βλάβη
καὶ ἡ ὠφέλεια ῥᾳδίως γνωσθήσεται. ἀλλ᾿ ἐπεὶ μὴ μόνον
ὠφέλειαι καὶ βλάβαι τοῖς σώμασιν ἡμῶν γίνονται κατὰ τὰς
τῶν ὁμιλούντων ἁπλᾶς ποιότητας, ἀλλὰ καὶ καθ᾿ ὅλην τὴν
οὐσίαν, διὰ τοῦτο ἰστέον ἐστὶν ὅτι καθ᾿ ὅλην τὴν οὐσίαν
ἰδιότητες ἤτοι οἰκεῖαι τοῖς σώμασιν ἡμῶν ἢ ἀλλότριαι κατὰ
τέτταρας ὗλαί εἰσιν, ὡς κατὰ τὰ καθαρτικὰ φάρμακα καὶ
τροφὰς καὶ τὰ δηλητήρια καλούμενα καὶ τὰ τούτων ἰάματα·
ὅσα μὲν τοῖς δηλητηρίοις ἀνθίσταται, ἀλεξιφάρμακα καλεῖται,
ὥσπερ ὅσα τὰς τῶν θηρίων ἰᾶται δήξεις, θηριακά.
* * διὸ θαυμάζειν εἴωθα τὴν φύσιν ὡς σοφώτατον
δημιουργὸν, ἥπερ πρὸς τοῖς ἄλλοις ἅπασιν ὀργάνοις
τὴν γλῶτταν ἐν τοῖς ζώοις ἐποίησεν, ἣ τὰς ὁμοιότητας
καὶ τὰς ἀνομοιότητας τῶν οὐσιῶν διακρίνει, ἵνα τὰ μὲν οἰκεῖα
αἱρῆται, τὰ δ᾿ ἀλλότρια διαφεύγῃ. αὕτη γὰρ τῇ ἀκριβείᾳ
τῆς αἰσθήσεως τὰ θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ
διακρίνει, καὶ τὰ ὀξέα καὶ τὰ γλυκέα καὶ τὰ πικρὰ καὶ
τὰ στρυφνὰ καὶ τὰ οἰκεῖά. τε καὶ μὴ οἰκεῖα διαγινώσκει,
καὶ πρὸς ῥᾴδιον τὸ ἔργον τοῦτο, τῶν ἄλλων ἑκάστου ἔχοντος
ἓν ἢ δύο νεῦρα, εἰς τουτὶ τὸ μόριον ἓξ ἐμφύονται.
* ὥσπερ οὖν τῶν μὴ τρεφόντων φύσις οὐ
πάνυ οἰκεία τοῖς ἀνθρώποις ἐστὶν, οὕτω καὶ τῶν τάχιστα
τρεφόντων οἰκειοτάτη ἐνίοτε φαίνεται. τὰ δ᾿ ἄλλα πάντα
μεταξὺ τούτων ἐστὶ. καὶ τὰ μὲν μᾶλλον, τὰ δ᾿ ἧττον δρᾷν
καὶ πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν δύναται· αὐτίκα μὲν
οὖν οἶνος, ἄρτος, μέλι καὶ πτισάνη πάσχειν μᾶλλον ἢ δρᾷν.
ἀλλὰ καὶ δρᾷ τι περὶ τὸ σῶμα. ὅταν γὰρ εἰς ταὐτὸν ἀλλήλοις
ἥκοντα δύο σώματα διαμάχηταί τε καὶ στασιάζῃ πρὸς
ἄλληλα περὶ τῆς ἀλλοιώσεως, ἐν χρόνῳ πλείονι δρᾷν καὶ
πάσχειν ἑκάτερον αὐτῶν ἐστιν ἀναγκαῖον. ἐὰν δέ τινα οὕτω
σμικρὰν περὶ ἡμᾶς ἐνέργειαν ἢ πάθος ποιήσῃ διὰ παντὸς,
ὡς μηδεμίαν αἴσθησιν καὶ σαφῆ ἐργάζεσθαι, ταῦτα εὐκαταφρόνητα
δήπουθέν ἐστιν· ὥσπερ ἐπὶ τῶν τρεφόντων ἔχει
σχεδὸν ἁπάντων· ταῦτα μὲν γὰρ περὶ τὸ ἀνθρώπινον σῶμα
ἐργάζεταί τι, ἀλλ᾿ οὐκ αἰσθητὸν οὐδὲ σαφές· αὐτῶν
μέντοι πολυχρόνιος προσφορὰ, μεγάλως ἀλλοιοῖ καὶ μεταβάλλει
σαφῶς τὰ σώματα· ὥσπερ ὁρῶμεν τὴν θριδακίνην
τοὺς μὲν ἐγκαιομένους τὴν γαστέρα σαφῶς ἐμψύχειν τε καὶ
ἀδίψους ποιεῖν, τοὺς δὲ κατεψυγμένους ἐναργῶς βλάπτειν.
συντελεῖ μὲν οὖν καὶ βλάπτει κατὰ τὸν ποικίλον τῆς προσφορᾶς
χρόνον καὶ κατὰ τὴν τοῦ σώματος χρείαν καὶ κατὰ
τὴν ὑγρὰν ἢ ξηρὰν ἢ ψυχρὰν ἢ θερμὴν τῆς γαστρὸς κρᾶσιν.
διὸ χρῆσθαι ταῖς τροφαῖς διττῶς ἔξεστι τοῖς ἰατροῖς,
καὶ ὡς σιτίοις καὶ ὡς φαρμάκοις. * * ἔστι δὲ
καὶ ἄλλα, ἃ μέσα πώς ἐστι κατὰ τὴν κρᾶσιν, ἅπερ καὶ
θερμαίνειν ἂν δόξειέν ποτε καὶ ψύχειν· ἐνίοτε δὲ μήτε
θερμαίνειν μήτε ψύχειν, ἀλλὰ οἷα παρέλαβε τὰ σώματα
διαφυλάττειν. ταῦτα δὲ οὔ ποτε τροφαὶ γίνονται, ἀλλ᾿ ὡς
ἔστιν, οὕτω καὶ φάρμακα προσαγορεύεται· κατά γε τὸ ἀληθὲς
ὅλον ἀεὶ τὸ μόριον ἐνεργεῖ κατὰ τὴν ἰδιότητα τῆς ὑπαρχούσης
ἑκάστοτε κράσεως αὐτῷ· ἀλλ᾿ ἐνίοτε μὲν τοῦ λυποῦντος
ἐκράτησεν, κατεργασάμενόν τε καὶ ἀλλοιῶσαν καὶ
πέψαν αὐτό. ὅθεν ὠφέλειαν φέρει· καθ᾿ ἕτερον δ᾿ αὖ χρόνον
ἤτοι τὴν ποιότητα τοῦ λυποῦντος ἢ τὸ πλῆθος οὐ φέρον
ἐξορμᾷ πρὸς τὴν ἔκκρισιν αὐτοῦ. ἐνίοτε δὲ μεγάλως
ἀνιώμενον ἀποῤῥῖψαι τὸ λυποῦν ὑπ᾿ ἀσθενείας ἀδυνατεῖ.
καὶ τότε βλάβης αἰσθάνεται. τἄλλα μέντοι πολλά ἐστιν,
ἅπερ οὔτε βλάπτειν οὔτε ὠφελεῖν πέφυκέ τι ἐν τοῖς σώμασιν
ἡμῶν· περὶ ὧν * *
8. Καὶ πλήθει καὶ ὑπερβολῇ καὶ ἐλλείψει καὶ διαπλοκῇ· ὧν
μὲν, ὧν δὲ οὔ.
Ἐν τῷ περὶ πλήθους δύο γένη εἶναι τοῦ πλήθους εἴρηται·
τὸ μὲν ὡς πρὸς τὴν ἰσχὺν καὶ τὴν τοῦ βαστάζοντος
αὐτὸ δύναμιν, τὸ δὲ ὡς πρὸς τὴν ὑποδεχομένην χώραν.
καὶ ἐπεσκεψάμεθα πόσα τὰ σύμπαντά ἐστιν εἴδη τῶν ὑγρῶν,
τῶν βαρυνόντων τὴν δύναμιν ἢ μὴ στεγόντων ἐν τοῖς ἀγγείοις.
εἴπομεν δὲ καὶ διαγνωστικὰ σημεῖα ἑκατέρου τε κατὰ
τὸ πλῆθος γένους, ἑκάστου τε τῶν καθ᾿ ἑκάτερον ἰδίᾳ,
τοῦ τε πρὸς δύναμιν. καὶ τοῦ ὥσπερ τῇ περιεχούσῃ χώρᾳ
μετρεῖται· ὡς τὸ διατείνεσθαι καὶ ῥήγνυσθαι διὰ πλῆθος
αὐτῶν τῶν περιεχόντων ἀγγείων ἐστὶ πάθος, τὸ δὲ βαρύνεσθαι
δυνάμεως αἰσθητικῆς. ἐκ δὲ τοῦ πλήθους τὴν γένεσιν
ἔχειν φαίνεται πολλὰ τῶν νοσημάτων. καὶ τοῦ
μὲν πρὸς αἰσθητικὴν δύναμιν πλήθους ἐναργέστατόν ἐστι
γνώρισμα τὸ βάρος. οὐ μήν γε ἀεὶ, βάρους ὄντος ἔν τινι
μέρει, πλῆθος χυμῶν ἐν ἐκείνῳ ὑπάρχει. τοῦ δὲ κατὰ τὰς
ἀρτηρίας πλήθους ὡς πρὸς δύναμιν αὐτῶν γνωρίσματα διὰ
τῆς περὶ τῶν σφυγμῶν εἴρηται πραγματείας, καὶ τῶν ἄλλων
ἁπάντων τοῦ σώματος μορίων ἐν τῷ περὶ πλήθους,
μάλιστα μὲν ἔνθα ἐγράψαμεν ἔνια συμπτώματα εἶναι ἑκατέρου
τοῦ πλήθους, ἔνια δὲ οὐχ ἁπλῶς εἶναι σημεῖα πλήθους,
ἀλλὰ τοιοῦδε πλήθους, ἔνια δ᾿ ὅλων οὐδενὸς πλήθους,
ἀλλ᾿ ἤτοι κακοχυμίας καὶ διαφθορᾶς ἢ ἀῤῥώστου δυνάμεως
ἢ ὄγκου τῶν σωμάτων τῶν στερεῶν. ὃ μὲν οὖν φησιν αὐτὸς
νῦν καὶ τῷ πλήθει καὶ τῇ ὑπερβολῇ βλάπτειν τὰς τροφὰς
ἀληθὲς εἶναι πάντες ὁμολογοῦσιν. σύμφωνον γάρ ἐστι
τῷ ἐν τοῖς ἀφορισμοῖς εἰρημένῳ, ἔνθα φησὶν, ὅκου ἂν τροφὴ
παρὰ φύσιν πλείων εἰσέλθῃ, τοῦτο νόσον ποιεῖ· ὃ γὰρ
ἐνταῦθα πλῆθος ὀνομάζει, ἐκεῖ πλέον καλεῖ. ἐπειδὴ δὲ
ἕκαστον μόριον ἐκ τῆς οἰκείας αὐτῷ τρέφεται τροφῆς, ἐὰν
μὲν εἰς αὐτὸ εἰσέλθῃ χυμός τις ἑτέρῳ μὲν μορίῳ κατὰ φύσιν,
ἀλλότριος δὲ καὶ παρὰ φύσιν ἐκείνῳ, νόσον οὐ ποιήσει,
ἐὰν μὴ πολὺς εἴη· ἐὰν δὲ πλείων εἰσέλθῃ, νόσον ποιεῖ. χρὴ
γὰρ τὴν μέλλουσαν νόσον ἐργάζεσθαι τροφὴν οὐ μικρῷ τινι
τῆς συμμετρίας ὑπερέχειν, ἀλλὰ μεγάλως καὶ ὑπερβαλλόντως.
ὃ δὲ περὶ τῆς ἐλλείψεως φησιν, ἐνίοις τῶν ἰατρῶν
οὐκ ἀρέσκει. ἔδοξε μὲν αὐτοῖς ἐπὶ μὲν τῷ πλήθει γίγνεσθαι
πολλὰ νοσήματα, ἐπὶ δὲ ἐλλείψει καὶ δι᾿ ἔνδειαν μηδέν.
Ἱπποκράτης δὲ ἡγεῖται καὶ δι᾿ ἔνδειάν ποτε νοσεῖν ἡμᾶς·
εἴ γε ἐν ταῖς ἐνδείαις ἕπεται ποτὲ μὲν ψυχρότης, ποτὲ δὲ
ξηρότης, ποτὲ δὲ ἄμφω· αἵπερ ὅταν εἰς τοσοῦτο μέγεθος
ἥκωσιν, ὡς ἐνέργειαν ἤδη βλάπτειν, τὰ νοσήματα τίκτουσι
πολλά. ὡς καὶ τὸ πλῆθος ἐνίοτε μὲν τοὺς παρὰ φύσιν
ὄγκους, ἐνίοτε δὲ τὰς ἀποπληκτικὰς διαθέσεις, ἐνίοτε δὲ
τὰς τῶν φλεβῶν ῥήξεις· εἰ μή τις φθάνῃ κένωσιν ποιεῖν,
πρὶν ἂν μέγα τι κακὸν περὶ τὸ ζῶον ἐργάζηται. ἀλλὰ καὶ
Πλάτων ταὐτὸ τοῦτο περὶ πλεονεξίας τε καὶ ἐνδείας λέγει.
οὖκ ἄτοπον δ᾿ ἴσως τὴν αὐτοῦ παραγράψαι ῥῆσιν ἔχουσαν
ᾧδε· τεττάρων γὰρ ὄντων, ἐξ ὧν συμπέπαγε τὸ σῶμα,
γῆς, πυρὸς, ὕδατος καὶ ἀέρος· τούτων ἡ παρὰ φύσιν πλεονεξία
καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας εἰς
τὴν ἀλλοτρίαν γινομένη, πυρός τε αὖ καὶ τῶν ἑτέρων, ἐπειδὴ
γένη πλέω ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον
ἑαυτῷ προσλαμβάνει καὶ πάνθ᾿ ὅσα τοιαῦτα, στάσεις καὶ
νόσους παρέχει. ὅταν μὲν οὖν κατὰ φύσιν ἔχωμεν, διὰ ταῦτα
μέτρῳ ἀλλήλοις κεκραμένα, ὑγιαίνομεν· ἐλλείποντος δέ
τινος ἢ πλείονος γιγνομένου ἢ μεταστάντος εἰς ἀλλοτρίαν
χώραν, νοσοῦμεν. καὶ πρόδηλον ὅτι ἥ τε πλεονεξία καὶ ἡ
ἔνδεια διαφθείρει τὴν εὐκρασίαν. Ἡρακλείδης μέντοι ὁ Ταραντῖνός
φησι τὸν παλαιὸν ταῦτα γεγραφέναι περὶ τῆς τῶν
προσφερομένων ποσότητος, ἵνα γνῶμεν πότερον πολὺ ἢ ὀλίγον
δοτέον. ἐπιβλέπειν δὲ χρῆναι καὶ εἰς τὰ νοσήματα
καὶ τὴν δύναμιν τοῦ κάμνοντος· ἔτι τε τὴν ἡλικίαν καὶ
τὴν ὥραν καὶ ἔθος καὶ τἄλλα τούτοις ἀνάλογα. εἰ μὲν οὖν,
φησὶν, ἡ δύναμις τοῦ κάμνοντος εἴη ἀσθενὴς καὶ ἡ κατὰ τὸ
σῶμα διάθεσις ἤτοι κατὰ διαφθορὰν ἢ κατὰ ἔνδειαν, ὀλίγην
τροφὴν τούτοις δοτέον μὲν, πολλάκις δέ· ὅτι πολλῶν ἡ
διάθεσις χρῄζει· ὀλίγην δὲ, ὅτι ἄῤῥωστος ἡ δύναμις τυγχάνει.
ἴσμεν γὰρ ὅτι ἡ ἔνδεια τῆς προσθέσεως δεῖται.
εἰ δὲ μήτε ἔνδεια παρείη μήτε διαφθορὰ, συμμετρία δέ
τις τῶν κατὰ φύσιν εἴη χυμῶν ἢ καὶ πλῆθος, τότε ὀλιγάκις
καὶ ὀλίγα προσφέρειν χρή. εἰ δὲ μετὰ ἐνδείας ἢ διαφθορᾶς
ἡ δύναμις ἐῤῥωμένη τύχοι, τότε τοῖς οὕτω διακειμένοις
καὶ πολλὰ καὶ πολλάκις δοτέον, ταῦτα γοῦν λελέχθαι
μὲν αὐτῷ ἀληθῶς φαμεν, οὐ προσηκόντως δέ. σφαλεὶς γὰρ
τῇ τοῦ ἀφορισμοῦ ἐννοίᾳ, οὖ ἡ ἀρχὴ καὶ οἷσιν ἅπαξ ἢ δὶς
καὶ πλείω· εἰς ὃν καθάπερ καὶ εἰς τοὺς ἄλλους ἅπαντας,
ἔστιν ἐξήγησις αὐτοῦ, ἥγητο περὶ τοῦ αὐτοῦ λέγειν νῦν τὸν
συγγραφέα, περὶ οὗ ἐν τοῖς ἀφορισμοῖς ἔγραψεν Ἱπποκράτης.
καὶ διὰ τοῦτο ἡγεῖται προστεθεῖσθαι τάδε, ὧν μὲν,
ὧν δὲ οὔ. ὅπερ οὐκ ἀληθὲς, ὥσπερ οὐδὲ τὸ περὶ *
9. Καὶ πάντων ἐς θερμασίην βλάπτει καὶ ὠφελέει. εἰς ψύξιν
βλάπτει καὶ ὠφελέει. εἰς δύναμιν βλάπτει καὶ ὠφελέει.
Τρία ἐστὶ τὰ τῆς προσφορᾶς τῶν τροφῶν κεφάλαια, τὸ
ποσὸν τῶν σιτίων καὶ τὸ ποιὸν καὶ ὁ τρόπος τῆς χρήσεως
αὐτῶν. ἡμεῖς δὲ τοῦ τροφὴν προσφέρεσθαι σκοπὸν ἕνα κοινὸν
ἐπὶ πάντων ἐδείξαμεν ὑγιαινόντων τε καὶ νοσούντων, τὴν
φυλακὴν δηλονότι τῆς ζωτικῆς δυνάμεως. διὰ ταύτην γὰρ
τὴν δύναμιν ἐσθίομέν τε ὑγιαίνοντες καὶ πίνομεν καὶ τἄλλα
πάντα πράττομεν, ὅσα πρὸς τὴν ζωήν ἐστι. καὶ διὰ τὴν
αὐτὴν καὶ νοσοῦντες ἐπὶ τροφὴν παραγινόμεθα. ὥσπερ γὰρ
τὸ νόσημα τὰ βοηθήματα ἐνδείκνυται τῆς διαθέσεως ἑαυτοῦ,
ὡς φλεβοτομίαν ἢ κάθαρσιν ἢ ἄλλο τι τοιοῦτον, οὕτως
ἡ τῆς δυνάμεως φυλακὴ τὴν τροφὴν ἐνδείκνυται μόνην.
ἐπεὶ δὲ ἡ τροφὴ βλάπτει πολλάκις, ὡς μὴ κατὰ καιρὸν δοθεῖσα,
ἐπισκοπούμεθα διὰ τοῦτο τῆς νόσου τὴν διάθεσιν,
ὡς κωλύουσαν τὴν τροφήν. ὅταν οὖν μὴ κωλύῃ, κελεύει τε
ἡ δυνάμις, τηνικαῦτα τρέφομεν. καὶ μηδαμῶς ἡ τροφὴ
βλάπτει, ἀλλὰ μᾶλλον ὠφελεῖ. ἵνα γὰρ τὸ ζῶον διαμένῃ,
δεῖται οὐ τροφῆς μόνον, ἀλλὰ καὶ ἀέρος. καὶ ἡμεῖς ἑκατέρου
χρείαν ἐπιστάμεθα. καὶ γὰρ ἡ μὲν ἀναπνοὴ τὴν συμμετρίαν
τῆς ἐμφύτου θερμασίας φυλάττει· ἡ δὲ τῶν σιτίων
προσφορὰ τὸ διαῤῥέον τῆς σωματικῆς οὐσίας ἀναπληροῖ. εἰ
μὲν οὖν τὸ ἔμφυτον θερμὸν, ᾧ μάλιστα ἀναφέρει τὰ σωματικὰ
τῶν ἔργων Ἱπποκράτης, μὴ ἀκριβῶς βλάττοιτο, οὐ
μόνον οὐκ ἔστι δυνάμενον τὰς ἔμπροσθεν ἐνεργείας ἐπιτελεῖν,
οὐδὲ τρέφειν ἡμᾶς, ὅπερ ἦν αὐτῷ κυριώτατον, ἀλλὰ διαφθείρει
τε καὶ τήκει τὸ σῶμα. ὠφελεῖ γοῦν καὶ βλάπτει ἡ τροφὴ
καὶ εἰς θερμασίαν καὶ εἰς ψύξιν ἄμετρον ἢ σύμμετρον
τραπεῖσα. θερμασία μὲν τις ἔμφυτος ἐν ἥπατι παρέχεται,
καθ᾿ ἣν αἷμα γεννᾶται· θερμασία δὲ ἑτέρα πλείων ἐστὶ κατὰ
τὴν καρδίαν, εἰς γένεσιν θυμοῦ δοθεῖσα τοῖς ζώοις. δεῖται
δὲ ἡ αὐτὴ θερμασία τροφῆς, ὥσπερ ἡ ἑτέρα τῆς ἀναπνοῆς.
ἐν μὲν οὖν τοῖς ζώοις αὐτοῖς, ὅσα τῶν ἐδεσμάτων,
ἵνα ἐξομοιωθῇ τελέως καὶ θρέψῃ τὸ σῶμα, χρόνου δεῖται,
ψῦχος μᾶλλον ἢ θάλπος ἐν τῷ παραχρῆμα ἐπάγειν φαίνεται.
θερμαίνει μὲν ἐν τῷ χρόνῳ καὶ ταῦτα, ὡς τἄλλα ἐδέσματα,
εἰ μόνον αὐτοῖς προσγένηται τὸ θρέψαι τὰ σώματα.
τροφὴ γὰρ ἅπασα κατὰ τὸν ἑαυτῆς λόγον αὔξει τὸ τοῦ ζώου
θερμόν. μάλιστα οὖν χρὴ προσέχειν τὸν νοῦν ἐν ἅπασι
τοῖς δυνάμει θερμοῖς ἢ ψυχροῖς εἶναι λεγομένοις,
εἴτε τῆς φύσεως ἐστι τῶν τρέφειν δυναμένων εἴτε μόνον
ἀφορμὴν ἀλλοιώσεως λαμβάνοντα· κᾄπειτα κατὰ τὴν οἰκείαν
φύσιν ἀλλοιούμενα διατίθησί πως τὸ σῶμα· καὶ εἰ μηδ᾿
ὅλως ἀλλοιοῦται πρὸς αὐτοῦ κατὰ μηδέν. εἰ μὲν γὰρ ἐκ τοῦ
γένους εἴη τῶν τρεφόντων, εἰ μὲν κρατηθείη, θερμαίνει·
μὴ κρατηθέντα δὲ ψύχει. εἰ δὲ τῶν ἐπ᾿ ὀλίγον ποσὸν ἀλλοιουμένων,
θερμαίνει πάντως· εἰ δὲ τῶν μηδ᾿ ὅλως, ψύχει
μάλιστα. ὥσπερ δὲ τὸ θερμὸν καὶ τὸ αἷμα διὰ τῆς τροφῆς
αὐξάνεται, οὕτω ξηραίνεται ἐν ταῖς ἀσιτίαις τὸ αἷμα καὶ
παχύτερον ἑαυτοῦ γίνεται. προστίθησι δὲ, ὠφέλειάν τε καὶ
βλάβην εἶναι εἰς τὴν δύναμιν. προσέχειν οὖν χρὴ τὸν νοῦν
ἀκριβῶς, ἵνα γνῶμεν ὅτι ἡ δυνάμις ἕξει τὴν μίαν ἔνδειξιν
ἀεὶ, ἥτις ἐστὶν ἑαυτῆς φυλακή. φυλάττεται δὲ κατὰ μὲν
πρῶτον λόγον ἐκ τοῦ τῆς οὐσίας αὐτῆς τὸ κενούμενον ἢ
ἀλλοιούμενον ἐπανορθοῦσθαι· κατὰ δεύτερον δὲ ἐκ τοῦ κωλύειν
ἡμᾶς τὰ κενοῦν ἢ ἀλλοιοῦν τὴν οὐσίαν αὐτῆς δυνάμενα.
τούτων μὲν οὕτως ἐχόντων ἐπὶ μὲν τῶν ὑγιαινόντων
συμφωνία τῶν πραττομένων ἁπάντων ἐστὶν εἰς τὴν
διαμονὴν αὐτῆς· ἐπὶ δὲ τῶν νοσούντων οὐκ ἀεί. μέγιστον
γοῦν ἐστι τὸ τῶν δυνάμεων ἀξίωμα, εἴπερ τὸ ζῇν ἡμῖν ἐκ
τῆς τούτων ὑπάρχει φυλακῆς. ἡ δύναμις οὖν ἁπάντων
πρῶτον φυλακτέα τοῖς ἀνθρώποις ἐστὶν, ἐκ τοῦ μήτε κενοῦσθαι
τὴν οὐσίαν αὐτῆς μήτε ἀλλοιοῦσθαι τοσαύτην ἀλλοίωσιν,
ὅση πλησιάσει φθορᾷ. μόριον δὲ ταύτης τῆς φυλακῆς
εἶναί φαμεν, ὅταν τὴν εὐκρασίαν ἤτοι φυλάττωμεν οὖσαν, ἢ
οὐκ οὖσαν ἐργαζώμεθα. διὸ πρὸς τὴν τῶν δυνάμεων φυλακὴν
εὐλαβεῖσθαι δεῖ ὡς μήτε πλείω δῷς μήτ᾿ ἐλάττω. τὸ
μὲν γὰρ πλείω τοῦ προσήκοντος διδόναι ἀπεψίας αἴτιον
γίνεται, πλὴν ὅτι καὶ βαρύνει τὸ σῶμα· τὸ δ᾿ αὖ μηδ᾿
ὅλως τρέφειν ἀσῶδές ἐστι καὶ κακωτικὸν τοῦ στομάχου καὶ
τῆς δυνάμεως καταβλητικὸν, καὶ πολλάκις τῆς κακοχυμίας
αὐξητικόν.
10. Δυνάμιος δὲ ποικίλαι φύσιες.
Πᾶσαν δύναμιν ἀπὸ τοῦ δύνασθαι ποιεῖν, ὅπερ ἂν δύναται,
καλεῖν εἰθίσμεθα. τινὸς γὰρ δύναμίς ἐστι· καὶ τὴν
νοῦσον αὐτῆς ἐν τῷ πρός τι κεκτήμεθα. καὶ διὰ τοῦτο
οὕτως αὐτὴν ὀνομάζομεν, ὅταν τὴν οὐσίαν ἀγνοῶμεν. ὅταν
δὲ ῥώμην ἢ ἀρετὴν δυνάμεως λέγωμεν, ἢ καὶ ἀῤῥωστίαν τε
καὶ κακίαν, τότε ὡς πρὸς τὴν ἐνέργειαν ἀκούειν χρὴ τῶν
ὀνομάτων. αἱ μὲν οὖν ἐν τῷ σώματι τῶν ζώων δυνάμεις
ὀργάνων ἐπιτηδείων δέονταί πρὸς τοὔργον. καὶ ὡς οἱ κατὰ
τὰς πόλεις τέκτονες ὀργάνοις τισὶ χρῶνται, δι᾿ ὧν τὸ
σφέτερον ἔργον ἀποτελοῦσι, οὕτως αἱ δυνάμεις. οὐσῶν δὲ
τριῶν ἐν ἡμῖν, τῆς ψυχικῆς καὶ ζωτικῆς καὶ φυσικῆς, αἵπερ
διοικοῦσι τὸ ζῶον καὶ ἑτερογενεῖς ἀλλήλων εἰσὶν, ὥσπερ
ἐκ πηγῆς τινος ἰδίας ἑκάστῃ παντὶ τῷ σώματι διανέμεται.
ἔστι δ᾿ ἡ μέν τις αὐτῶν εἰς τὸ τρέφεσθαι τὸ ζῶον
ἀναγκαία καὶ κοινὴ πρὸς τὰ φυτά· καὶ οἷον πηγὴν ἔχει τὸ
ἧπαρ. ὀχετοὺς δὲ ἐξ αὐτῆς εἰς ὅλον τὸ σῶμα διασπειρομένους
τὰς φλέβας, ἣν ἔξεστιν ἐπιθυμητικὴν ἢ φυσικὴν ἢ
καὶ θρεπτικὴν ὀνομάζειν. ἑτέρα δὲ οὐ μόνον ὡς φυτοῖς
ἡμῖν ἢ ζῶσιν, ἀλλὰ καὶ ὡς ζώοις ὑπάρχουσα ψυχὴ κατὰ
τὴν καρδίαν ἵδρυται, πηγή τις οὖσα καὶ ἥδε τῆς ἐμφύτου
θερμασίας. ὀχετοὶ δὲ ταύτης τῆς πηγῆς αἱ ἀρτηρίαι· καλεῖται
δὲ καὶ αὐτὴ πολλοῖς ὀνόμασι· καὶ γὰρ δύναμις ζωτικὴ
καὶ δύναμις θυμοειδὴς καὶ ψυχὴ θυμοειδὴς ὀνομάζεται.
τρίτη δὲ ἐν ἐγκεφάλῳ ἐστὶ ψυχὴ λογικὴ, τῶν
κατὰ προαίρεσιν ἐνεργειῶν ἅμα ταῖς αἰσθήσεσιν ἐξηγουμένη.
ταύτης δ᾿ ἐστὶ καὶ μόρια, οἶς χρῆται ὥσπερ ὀχετοῖς
τισι, τὰ νεῦρα, αἴσθησίν τε καὶ κίνησιν ἐπιπέμπουσα δι᾿
αὐτῶν τῷ ζώῳ παντί. καὶ διὰ τοῦτο εἶπεν αὐτὸς ποικίλας
εἶναι τὰς τῆς δυνάμεως φύσεις, ὡς ἐν ποικίλοις τοῦ σώματος
μορίοις συνεστώσας καὶ ἐκ ποικίλων ὡς πηγῶν ὁρμωμένας.
Ἡρακλείδης δέ φησιν ἐνταῦθα περὶ τῶν φυσικῶν
δυνάμεων ἀκούειν ἡμᾶς χρῆν. ὅπερ οὐκ οἶμαί γε ἀπίθανον.
ὑπέλαβε γὰρ κατὰ τὸν Ἱπποκράτη τὴν φύσιν τὰς δυνάμεις
ἔχειν, ἑλκτικὴν μὲν τῶν οἰκείων μίαν, ἀποκριτικὴν δὲ ἑτέραν
τῶν ἀλλοτρίων, τρίτην δὲ ἀλλοιωτικὴν καὶ τὴν τετάρτην
τὴν καθεκτικήν. ὃ καὶ ἀληθές ἐστι καὶ ἡμεῖς ἐν ἑκάστῳ
τῶν ὀργάνων οὔσας ἀπεδείξαμεν.
11. Χυλοὶ φθείροντες καὶ ὅλον καὶ μέρος καὶ ἔξωθεν καὶ
ἔνδοθεν.
Ἡ φθορὰ διττῶς λέγεται, ἡ μὲν ἐν τῷ γίγνεσθαι, ἡ
δὲ ἐν τῷ γεγονέναι. τὰ δὲ πράγματα κατὰ τέτταρας τρόπους
φθείρεσθαι εἴωθεν. ὅτι καὶ τὰ στοιχεῖα τῆς οὐσίας
αὐτῶν ἐστι τέτταρα· τὰ μὲν διὰ ξηρότητα φθείρεται, τὰ δὲ
δι᾿ ἄμετρον θερμότητα ἢ ψυχρότητα ἢ καὶ ὑγρότητα.
φθείρεται γὰρ τὴν φύσιν, ἕκαστον θερμαινόμενον ἢ ψυχόμενον
ἢ ξηραινόμενον ἢ ὑγραινόμενον. μάλιστα δὲ διὰ τὸ
θερμαίνεσθαι ἢ ψύχεσθαι· δραστικώταται γὰρ αὗται αἱ
ποιότητες. ἤδη δὲ καὶ διὰ τὸ ὑγραίνεσθαι καὶ ξηραίνεσθαι.
ἐν δὲ τῷ πεινῇν ἢ διψῇν ἐπιλειπούσης ἔνθα μὲν τῆς ὑγρᾶς
οὐσίας, ἔνθα δὲ τῆς ξηρᾶς. τὸ μὲν οὖν αἷμα εἰ χολωδέστερον
ὑπάρχοι, ῥᾷον ἐκθερμαίνεται· ἐὰν δὲ ἐν τῷ φλεγμαίνοντι
μορίῳ περιέχηται, εἴη δ᾿ ἱκανῶς θερμὸν καὶ καθ᾿
ὅλον τὸ ζῶον χολῶδες, πολὺ μᾶλλον ἐκθερμανθήσεται· καὶ
ἑξῆς διαφθείρεται. ἴσμεν γὰρ ὅτι ἐπὶ παντὸς τοῦ θερμαίνοντος,
ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει θερμὸν ἐκθερμαίνεσθαί
τε καὶ οὕτω φθείρεσθαι πρῶτον, ὥσπερ γε κᾀπὶ
τοῦ ψύχοντος, ὅσον εὐαλλοίωτον ἢ τῇ φύσει ψυχρὸν, ἐκεῖνο
πρῶτον καταψύχεται καὶ διαφθείρεται εἴτε καθόλου εἴτε
κατὰ μέρος. ἔστι δ᾿ εὐαλλοίωτα ὅσα καὶ λεπτομερέστερα.
διὸ τὸ πνεῦμα εὐαλλοίωτόν ἐστι. θερμότατον δὲ φύσει ἡ
χολὴ ξανθὴ, ψυχρότατον δὲ τὸ φλέγμα. αἷμα δὲ ἐφεξῆς τῇ
ξανθῇ χολῇ θερμόν. ἡ μέλαινα δὲ ψυχρὸν κατὰ τὸ φλέγμα.
ἀλλοιοῦται μὲν γὰρ ἡ ξανθὴ χολὴ ῥᾳδίως ὑπὸ παντὸς
τοῦ δρῶντος εἰς αὐτὴν, ἡ μέλαινα δὲ δυσκόλως. συνελόντι
δ᾿ εἰπεῖν τὸ μὲν λεπτομερὲς ἅπαν εὐαλλοίωτον, τὸ δὲ
παχυμερὲς δυσαλλοίωτον καὶ ἑξῆς δύσφθαρτον. εἰσὶ δὲ διαφθοραὶ
τοῦ σώματος ἡμῶν διτταὶ κατὰ γένος. αἱ μὲν γὰρ
αὐτῶν ἀναγκαῖαί τέ εἰσι καὶ σύμφυτοι καὶ ὡς τῶν ἀρχῶν
τῆς γενέσεως ὁρμώμεναι, καθάπερ ἐξ αἵματός τε καὶ
σπέρματος. ἔνιαι δὲ ἐξ αὐτῶν ἡμῶν ὁρμώμεναι. πρῶτον
μὲν γένος διὰ τὴν ξηρότητα γίνεται καὶ γῆρας καλεῖται.
ἔστι δὲ σύμφυτος ἀνάγκη φθορᾶς ἅπαντι τῷ γεννητῷ σώματι.
δευτέρα δὲ τοῖς ζώοις μάλιστα ὑπάρχουσα, τῆς ὅλης
αὐτῶν οὐσίας ἡ ῥύσις, ἐκ τῆς ἐμφύτου θερμότητος ἀποτελουμένη.
ῥεούσης γοῦν τῆς συστάσεως ἀπὸ πάντων τῶν
ζώων, εἰ μή τις ἑτέρα ὁμοία ἀντεισάγει τῷ ἀποῤῥέοντι,
διαφθαρθήσεται σύμπαν οὕτω τὸ σῶμα. διὰ μὲν οὖν τῆς
ἐδωδῆς ἀναπληροῦμεν ὅσον ἀποῤῥυῇ τῆς ξηροτέρας οὐσίας·
διὰ δὲ τοῦ πόματος ὅσον τῆς ὑγροτέρας. οὕτω δὲ καὶ τῆς
ἀερώδους τε καὶ πυρώδους οὐσίας τὴν συμμετρίαν ἀνα-
πνοαῖς τε καὶ σφυγμοῖς διασώζομεν. οὐ γὰρ ὡσαύτως
ὑπὸ τῶν θερμῶν ἢ ψυχρῶν ἅπαν τὸ σῶμα διατίθεται.
καὶ διὰ τοῦτο τινὰ μὲν οἰκείους ἔχει χυμοὺς ἀλλήλοις ζῶα,
τινὰ δὲ οὐ μόνον οἰκείους ἔχει, ἀλλὰ καὶ φθαρτικούς. τρέφεται
δὲ πάντα πρὸς τῶν ὁμοίων. ἀναιρεῖται δὲ καὶ φθείρεται
πρὸς τῶν ἐναντίων. οὐδὲν μέντοι αὐτὸ ἐξ ἑαυτοῦ,
ὥς γε ἐκ τῆς οἰκείας θερμασίας φθείρεται· τοὐναντίον δ᾿
ἅπαν αὐξάνεταί τε καὶ ῥώννυται καὶ ὑγιαίνει καὶ ζῇ. εἰ
δέ τι παρὰ φύσιν ἐγγένηται τοῖς σώμασι, τοὺς μὲν χυμοὺς
πρώτους δι᾿ ὑγρότητα διαφθείρει· τῷ χρόνῳ δὲ καὶ τῆς
πιμελῆς ἅπτεται καὶ τῆς σαρκός. καὶ διὰ τοῦτο ὁρᾶται
πολλάκις ἐκχολούμενον τὸ αἷμα κατά τινα διαφθορὰν ἀλλόκοτον·
ὡς ὅλον τὸ τοῦ σώματος γενέσθαι πρασοειδές. ἀλλὰ
καὶ χωρὶς τῶν θανασίμων φαρμάκων εἰς διαφθορὰν χυμῶν
ἀφικνούμενον ὁρᾶται τὸ σῶμα, παραπλησίαν τῇ διὰ τῶν
φαρμάκων γιγνομένῃ. ἐνίοτε δὲ τὸ χρῶμα ἐξαλλάττεται διὰ
τὴν τροπὴν χυμῶν, ὡς ἰκτεριωθῆναι τὸ πᾶν. ἐνίοτε δὲ μολίβδῳ
παραπλήσιον ἔχειν τὴν χρόαν· ἐνίοτε δὲ φαιοτέραν·
ἐνίοτε δὲ μελαντέραν· ἐνίοτε δὲ καὶ πρὸς τὸ * οὐ
θαυμαστόν. δῆλον γὰρ ὅτι ἡ σῆψις ὑπὸ θερμότητος ἀλλοτρίας
γίνεται, ὡς εἴρηται. λέγω δ᾿ ἀλλοτρίαν τὴν ἔξωθεν,
οὐκ ἔμφυτον, οὐδὲ οἰκείαν ἑκάστου τῶν ὄντων. αὐτὴ
μὲν πέφυκεν πέττειν, ἡ δὲ ἀλλοτρία διαφθείρειν. οὕτω δὲ
ἔξωθεν θερμότης ἐπιγίνεται τοῖς χυμοῖς, μάλιστα δὲ τῷ
αἵματι κατά τε τὰς ἐγκαύσεις καὶ τὰς λοιμώδεις καταστάσεις.
ἀλλὰ κᾀπειδὰν ἔν τινι μορίῳ τοῦ ζώου τὸ αἷμα πλέον
ἀθροισθὲν ὑπὲρ τὴν δύναμιν αὐτοῦ γένηται, διαφθείρεται,
ὡς κατὰ τοὺς βουβῶνας καὶ τὰ φύματα καὶ τὰς φλεγμονὰς,
ὅταν ἐμφραχθῇ διὰ πάχος ἐν τοῖς μικροῖς ἀγγείοις ἢ σφηνωθῇ
διὰ πλῆθος. καὶ τότε κατὰ διττὴν αἰτίαν φθείρεται
τὸ αἷμα, τῷ τε μὴ διαπνεῖσθαι καὶ τῷ μὴ κρατεῖσθαι
πρὸς τῆς φύσεως. * * μεταβάλλει δήπου πάντως
καὶ ἡ μετάπτωσις εἰς τὸν μελαγχολικὸν χυμὸν γίνεται·
* καὶ τοίνυν κατὰ τὰς τῶν χυμῶν ἰδέας *
* περὶ τούτων εἴρηται τὰ εἰκότα ἐν τοῖς περὶ *
* τῇ τοῦ * * αἵματος μεταβολῇ σὺν
* πειρατέον ὑπὲρ αὐτῶν διελθεῖν, οὐδ᾿ ἐνταῦθα μηκύνοντες,
οὐδὲ ἀντιλέγοντες τοῖς παλαιοῖς, τοῖς μάλιστα
ἐσφαλμένοις, πλὴν γὰρ Ἀριστοτέλει, ὅς μοι δοκεῖ ὀρθῶς εἰρηκέναι,
ἄλλους σχεδὸν πάντας ἐστὶν ἐσφαλ. * *
συγχωροῦσι μὲν πάντες, ἀπὸ τῆς οἰκείας ἢ ἀλλοτρίας
θερμότητος γίγνεσθαι, οὐχ ὁμοίως δέ· ἀλλ᾿ ὁ μὲν Ἐμπεδοκλῆς
* * * * τοῖς γὰρ οὕτω διακειμένοις
φησὶν ὀλεθρίως ἔχειν αὐτοὺς, ὅτι τοιαῦτα τὰ πάθη
ἐνδείκνυται ἔνδειαν τροφῆς καὶ διαφθορὰν χυμῶν, ὅπερ οὐκ
ἀεὶ συμβαίνει. * * * καὶ μὲν ἀλλὰ συγχωρητέον
ἤδη αὐτοῖς πολλὰ κατὰ τὴν ἰατρικὴν εἰρηκόσιν ἄτοπα,
ὡς μήτε ἰατροῖς μήτε ἐμπείροις· ὡς δὲ φιλοσόφοις
καὶ τὰς τῶν ὄντων αἰτίας ζη * *
* *
12. Αὐτόματοι καὶ οὐκ αὐτόματοι· ἡμῖν μὲν αὐτόματοι, αἰτίῃ
δὲ οὐκ αὐτόματοι.
Τὰ αὐτόματα λέγεταί ποτε οὐ τὰ χωρὶς αἰτίας,
ἀλλὰ χωρὶς τῆς ἐξ ἡμῶν αἰτίας. ὅταν γὰρ δόντων ἡμῶν
χολαγωγὸν φάρμακον τῆς χολῆς γένηται κένωσις, οὐκ ἔτι
αὐτὴν ὀνομάζειν αὐτόματον χρή· ἐνίοτε δὲ καὶ τὰ χωρὶς
τῆς αἰτίας τῆς ἔξω, ἐνίοτε δὲ καὶ τὰ οἷον ἐξαίφνης οὐδενὸς
συμπτώματος προηγησαμένου. νῦν δὲ ἄμεινον ἀκούειν τὰ
αὐτόματα σημαίνειν τὰ χωρὶς τῆς αἰτίας τῆς ἐξ ἡμῶν,
ἴνα γνῶμεν τοὺς χυλοὺς ἢ αὐτομάτους εἶναι, ἢ μὴ αὐτομάτους
καὶ ὑπὸ τῆς φύσεως ἀγαθοὺς γινομένους. ὃ χρὴ
μιμεῖσθαι τὸν ἰατρόν. τοῦτο γὰρ δῆλον. προστίθησι γὰρ,
ἡμῖν μὲν αὐτόματοι, ὅτι κατὰ φύσιν καὶ ὑπὸ τῆς φύσεως
γίνονται· αἰτίᾳ δ᾿ οὐκ αὐτόματοι· διότι ὑπαρχούσης τῆς
ἄλλης αἰτίας οὐκ εἰσὶν αὐτόματοι. κατὰ μὲν οὖν τὴν ἔννοιαν
ταύτην εἶπεν αὐτὸς, ὑπὸ διαῤῥοίας ἐχομένῳ μακρῆς,
ἀπὸ ταυτομάτου ἔμετος ἐπιγενόμενος λύει τὴν νόσον. καὶ
ἐν ἄλλοις, ὁκόσοι ἀπὸ ταυτομάτου αἷμα οὐρέουσιν. ἀλλὰ
καὶ τὰς κενώσεις αὐτομάτους ἐκ τοῦ σώματος λέγομεν, ὅσαι
χωρὶς τοῦ πρᾶξαί τι ἡμᾶς γίγνονται. ὅπερ ποτὲ συμβαίνει
τῆς διοικούσης τὸ σῶμα φύσεως τὰ αὐτόματα ἐκκαθαιρούσης,
ποτὲ δὲ δι᾿ ἐρεθισμὸν, ἢ τὸ μὴ στέγεσθαι πρὸς
τῶν ἀγγείων. καὶ τότε δεῖ τὸν ἰατρὸν προσέχειν τὸν νοῦν,
πότερον χρησιμεύουσιν ἢ βλάπτουσι, τουτέστι πότερον,
ὡς αὐτὸς φησὶν, οἷα δεῖ καθαίρεσθαι καθαίρονται. τότε
γὰρ τὰ σφματα ὠφελεῖται καὶ ἡ φύσις ἐκκενοῖ τὸ περιττόν.
ὅτε δὲ λόγῳ συμπτώματος γίνεταί τι, οὔτε ὠφέλειά τις ἕπεται,
τοιαύτη ἡ κένωσις σημεῖον τῆς κακῆς τοῦ ζώου διαθέσεως
ἐστι.
13. Αἰτίη δ᾿ αὖ τὰ μὲν δῆλα, τὰ δ᾿ ἄδηλα, καὶ τὰ μὲν δυνατὰ,
τὰ δ᾿ ἀδύνατα.
Τῆς τῶν κατὰ τὸ ζῶον συμβαινόντων ζητήσεως ὁ καρπὸς
οὗτός ἐστι, τὸ τὰς αἰτίας τῶν δυσκρασιῶν εἰδότι, εἰς τὸ
κατὰ φύσιν ἐπανάγειν αὐτάς. πῶς δέ τις διαγνωστικός τε
καὶ ἰατρὸς τῶν νοσημάτων ἔσται ἀγνοῶν ὅλως ἀυτὰ, τίνα
τέ εστι καὶ πόσα καὶ ποῖα; ἡμεῖς δὲ συγχωρήσαντες γένη
πλείω τῶν αἰτιῶν ὑπάρχειν τινὰ προθήσομεν νῦν. πρῶτον
μὲν καὶ μάλιστα δι᾿ ὃ γίνεταί τι δεύτερον δι᾿ οὗ γίνεται·
καὶ τρίτον ἐξ οὗ· καὶ τέταρτον δι᾿ οὗ· καὶ πέμπτον
τὸ καθό· τρία γάρ ἐστι τὰ σύμπαντα γένη τῶν
παρὰ φύσιν, ἓν μὲν αἱ διαθέσεις αἱ βλάπτουσαι τὴν ἐνέργειαν,
ἕτερον δὲ τὰ τούτων αἴτια, καὶ τρίτον τὰ συμπτώματα.
τὰ μὲν οὖν αἴτια κυριώτατα μὲν, ὅταν ἐνεργῶσι,
οὕτως ὀνομάζεται. λέγεται μέντοι γε πολλάκις, εἰ καὶ μηδέπω
μηδὲν ἐνεργεῖ, κατ᾿ αὐτὸ τὸ δύνασθαι μόνον, οἷον
καὶ ἀπεψίαι νόσων αἰτίαι λέγονται, κᾂν μηδέπω τις νοσάζῃ.
διὸ τῶν αἰτίων τὸ μέν ἐστι προκαταρκτικὸν, τὸ δὲ συνεκτικὸν,
τὸ δὲ προηγούμενον· ὡς προκαταρκτικὸν μὲν εἶναι,
ὃ ποιῆσαν τὸ ἀποτέλεσμα κεχώρισται. συνεκτικὸν δὲ, ὃ
παρὸν φυλάττει τὴν παροῦσαν νόσον. ἀναιρούμενον δὲ
συναναιρεῖ, προηγούμενον δὲ αἴτιόν ἐστι, τὸ ὑπὸ τοῦ προκαταρκτικοῦ
κατασκευάζεταί πως. οὗ παρόντος πάρεστι
τὸ ἀποτέλεσμα καὶ αὐξομένου αὔξεται· καὶ μειουμένου μειοῦται·
καὶ αἱρουμένου αἱρεῖται· εὑρίσκεται δὲ καὶ ἄλλα
γένη πολλὰ, ὡς τὸ αὐτοτελὲς, τό τε συναίτιον καὶ τὸ συνεργόν·
ὥσπερ καὶ τὰ πρόδηλα καὶ μὴ πρόδηλα αἴτια. λέγουσι
μὲν αὐτοτελὲς εἶναι τὸ αὐτὸ καθ᾿ αὑτὸ ποιοῦν τὸ τέλος.
συναίτιον δὲ ὃ κατὰ τὴν ἰδίαν αὐτοῦ δύναμιν οὐχ οἷόν τὲ
ἐστι ποιῆσαι τὸ ἀποτέλεσμα· σὺν ἑτέρῳ δὲ δύναται.
συνεργόν δέ ἐστιν αἴτιον, ὃ ποιοῦν μὲν τὸ ἀποτέλεσμα, δυσχερῶς
δέ. διό τι συλλαμβάνει πρὸς τὸ ῥᾷον αὐτὸ ἀποτελεῖν.
αἴτια δὲ πρόδηλα προσαγορεύεται ὅσα ἐξ ἑαυτῶν
ποιοῦντά τε καὶ ἐνεργοῦντα αἰσθάνεται· οὐ πρόδηλα δὲ
ὅσα οὐκ ἐξ ἑαυτῶν, ἀλλὰ διὰ σημείων καταλαμβάνεται· καθάπερ
ἄδηλα καλεῖται ὅσα οὐδὲ ἐξ ἑαυτῶν, οὐδὲ ἐκ τῶν
ἄλλων εἰς τὴν αἴσθησιν πίπτει. ταῦτα μὲν ἢ ἄδηλα ἀεί
ἐστιν, ἢ πρὸς καιρόν· ἅπερ εἶναί φαμεν τὰ μέχρι μέν τινος
ἀπόντα, αὖθις δὲ ὑπὸ τὴν αἴσθησιν ἐλθεῖν δύναται· ὡς ἐν
τῷ περὶ τῶν προκαταρκτικῶν αἰτιῶν ὑπομνήματι δέδεικται.
εἰδέναι δὲ δεῖ πάντως τὰ αἴτια, εἴπερ μηδὲν ἀναιτίως γίνεται.
καὶ τοῦτ᾿ ἔστιν ἁπάντων σχεδόν τι τῶν φιλοσόφων
ὁμολόγημα κοινόν. οὐ μὴν, ἀλλὰ πειρατέον ἐστὶ τὸ τῶν
ἁπάντων αἰτίαν ἀποδοῦναι. πρῶτον μὲν ὅτι πρὸς τὰς τῶν
πραγμάτων ἐννοίας καὶ πρὸς τὰς χρείας οὐ πολλάκις τὸ
τοιοῦτον ἀναγκαῖόν ἐστιν· ἔπειθ᾿ ὅτι πολλὰ τῶν ὄντων τρόπον
τινὰ ἀρχαῖς τισιν ἔοικε κατὰ φύσιν, ὥστε μὴ παραδέχεσθαι
τὸν ὑπὲρ αἰτίων λόγον. πρὸς δὲ τούτοις διαμαρτάνουσιν
ἐνίοτε, ὅτι τὰ ἀγνοούμενα καὶ τὰ μὴ αἴτια λαμβάνοντες
οἴονται λέγειν τὴν αἰτίαν. οὐ γοῦν δεῖ προσέχειν
τὸν νοῦν τοῖς πάντων οἰομένοις δεῖν λέγειν τὴν αἰτίαν. τότε
γὰρ δεῖ τῶν ὄντων αἰτίαν ζητεῖν, ὅτ᾿ ἂν μέλλῃ περὶ τούτων
γνωριμώτερον ἢ πιστότερον γίνεσθαι τὸ λεγόμενον. ἀεὶ
μέντοι διαφυλάττειν ἀξιοῦμεν τοῦτο, οἷς ἂν ἀλήθεια σπουδάζηται,
τὸ μηδὲν ἀποκρύπτεσθαι τῶν ἐναργῶς φαινομένων,
μηδ᾿ ἂν ὅτι μάλιστα τὸν τῆς αἰτίας λογισμὸν ἀπορώτατον
ἔχει. τοῦτ᾿ ἐπαινεῖν Ἱπποκράτην ἄξιον ἔν τε τοῖς ἄλλοις
ἅπασι καὶ ἐν τοῖς περὶ τούτων, περὶ ὧν νῦν διαλεγόμεθα
λόγοις οὐχ ἥκιστα. μέχρι γὰρ τοῦ προέρχεσθαι τὸν ἰατρὸν
ἀξιοῖ, ὅσον περ ἡ τέχνη αὐτοῦ δύναται, ὡς πολλάκις
μέχρι τοῦ πιθανοῦ ἐλθεῖν, ἐπιδεικνύναι τε τὰ παραπλήσια
ταῖς ἀλλήλων φύσεσι πράγματα καὶ διὰ τοῦτο παρορώμενα,
κᾄπειτα τίθεσθαι κατὰ τούτων τὰ ὀνόματα, μάλιστα μὲν εἰ
οἷός τε εἴη, τὰ συνηθέστατα, εἰ δ᾿ ἀγνοοίη ταῦτα, ποιεῖν
ἴδια· πρὸ πάντων δὲ καθ᾿ ἑκάστου πράγματος ἓν ὄνομα,
ἵνα μήτε παρὰ τὴν ὁμωνυμίαν ἀσάφειά τις γένηται, μήτε
παραλείπηταί τι πρᾶγμα τούτων οὕτως ἐχόντων ἐνδέχεταί
τινα στίχον αἰτιῶν γενέσθαι, πολλάκις ἀλλήλας διαδεχομένων.
ἀλλ᾿ ἐν τοῖς τοιούτοις, εἰ μή τις διορίζοιτο τοῦ κατὰ
συμβεβηκὸς ποιεῖν λεγομένου τὸ καθ᾿ ἑαυτὸ, πάμπολλα καὶ
ἄτοπα συμπεσεῖται τοῖς λόγοις ἁμαρτήματα. σημαίνει δὲ
ταὐτὸν τὸ καθ᾿ ἑαυτὸ τῷ πρώτως, τὸ δὲ κατὰ συμβεβηκὸς
τῷ δευτέρως, ὥσπερ ἐπὶ τὸ νόσημα διάθεσίς τίς ἐστι παρὰ
φύσιν, τὴν ἐνέργειαν βλάπτουσα, ἐνδέχεται δὲ προηγεῖσθαι
τῆς νόσου διάθεσιν ἑτέραν τινὰ καὶ αὐτὴν παρὰ φύσιν,
οὐ μὴν κατά γε τὸν ἑαυτῆς λόγον βλάπτουσαν τὴν ἐνέργειαν,
ἀλλὰ διὰ μέσου τοῦ νοσήματος, τὴν τοιαύτην διάθεσιν
οὐ νόσημα καλέσεις, ἀλλὰ προηγουμένην τοῦ νοσήματος αἰτίαν.
οὐδὲ γὰρ καθ᾿ ἑαυτὴν οὐδὲ πρώτως, ἀλλὰ κατὰ συμβεβηκός
τε καὶ δευτέρως βλάπτεται ἡ ἐνέργεια. καὶ οὕτως
οὐ πᾶν ὅ τι περ ἂν ᾖ παρὰ φύσιν ἐν τῷ σώματι, νόσημα
εὐθὺς ἔσται κλητέον, ἀλλὰ τὸ πρώτως βλάπτον τὴν ἐνέργειαν·
τὸ δὲ τούτου προηγούμενον αἴτιον. κατὰ μὲν οὖν
τὴν αἰτίαν τὰ μὲν δῆλα, τὰ δὲ ἄδηλα, καὶ τὰ μὲν δυνατὰ,
τὰ δὲ ἀδύνατα· ὡς τὰ μὲν οἷά τε εἶναι γίνεσθαι ὑπὸ τοιαύτης
αἰτίας, τὰ δὲ οὔ. καὶ τοῦτό γε κατὰ τὴν δύναμιν
τῆς αἰτίας καὶ τὴν ἐπιτειδιότητα τοῦ γενησομένου
πράγματος.
14. Φύσις ἐξαρκέει πάντα πᾶσιν.
Πάντες ὀλίγου δεῖν τὴν φύσιν ὡς τεχνικὴν ὑμνοῦσι
καὶ οἱ ἀπὸ τοῦ περιπάτου καὶ οἱ κατὰ Ἱπποκράτην. οἱ δὲ
περὶ τὸν Ἐρασίστρατον οὐκ ἀεὶ τοῦτο λέγουσιν, αὐτὸν μέντοι
τὸν ἡγεμόνα θαυμάζουσιν ὡς θεὸν καὶ πάντα ἀληθεύειν
νομίζουσι. εἰ δ᾿ οὕτως ἔχει τὸ πρᾶγμα, πάμπολυ δήπου
τῆς ἀληθείας ἐσφάλθαι χρὴ νομίζειν τοὺς ἐκ τοῦ περιπάτου
φιλοσόφους, οἷς μηδὲν ὧν Ἐρασίστρατος ὑπελάμβανεν ἀρέσκει.
ἀλλ᾿ εἴπερ οἱ περιπατητικοὶ καλῶς ἐφυσιολόγησαν, ὡς
πᾶσίν ἐστι δῆλον, οὐδὲν ἂν εἴη ληρωδέστερον Ἐρασιστράτου.
λέγει γὰρ οὐδὲν ὀρθῶς ἐγνωκέναι περὶ φύσεως τοὺς
περιπατητικούς· ὅπερ οὕτω ψεῦδός ἐστιν ὡς εἴ τις ὁμιλήσειε
τοῖς Ἀριστοτέλους καὶ Θεοφράστου γράμμασιν, οὗτος
τῆς Ἱπποκράτους αὐτὰ δόξειε φυσιολογίας ὑπομνήματα συγκεῖσθαι.
καὶ γὰρ τὸ θερμὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς
ἄλληλα δρῶντα καὶ πάσχοντα Ἱπποκράτης πρῶτος, δεύτερος
δὲ Ἀριστοτέλης καλῶς εἶπεν. ἔτι δὲ τρέφεσθαι δι᾿
ὅλων αὐτῶν τὰ τρεφόμενα καὶ κεράννυσθαι δι᾿ ὅλων τὰ κεραννύμενα
καὶ ἀλλοιοῦσθαι δι᾿ ὅλων τὰ ἀλλοιούμενα καὶ τὴν
πέψιν ἀλλοίωσίν τινα εἶναι καὶ μεταβολὴν τοῦ τρέφοντος
εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα καὶ τὰ περὶ τῆς
αἱματώσεως καὶ θρέψεως᾿ καὶ αὐξήσεως καὶ ἄλλα πολλὰ δόγματα
περί τε γενέσεως καὶ φθορᾶς τῶν ζώων καὶ ὑγείας
καὶ νόσου Ἱπποκράτειά τε ἅμα ἐστὶ καὶ Ἀριστοτέλεια. ἐκ
δὲ τοσούτων καὶ τοιούτων ἓν μόνον εὑρεθήσεται ταὐτὸν
Ἐρασιστράτῳ κᾀκείνοις τοῖς ἀνδράσι, τὸ τινὸς ἕνεκα πάντα
ποιεῖν τὴν φύσιν καὶ μάτην οὐδέν. φησὶ μὲν γὰρ τοῦτο
ἐνίοτε Ἐρασίστρατος, οὐ φυλάττει δέ. ἀλλὰ μυριάκις
διαφθείρει. καὶ γὰρ κατὰ τὸν Ἐρασίστρατον ὁ σπλὴν μάτην
ἐγένετο, μάτην δὲ τὸ ἐπίπλοον, μάτην δὲ ἄλλα μυρία.
διὰ ταῦτα μὲν ἔξεστιν ἰδεῖν ὡς ἐκεῖνοι μὲν οὔτε ψευδεῖς
οὔτε ἀπεράντους ἔγραψαν λόγους, τὰ δ᾿ Ἐρασιστράτεια βιβλία
παμπόλλους ἔχει τοὺς τοιούτους. γελοῖον δὲ καὶ ἄριστα
κατεσκευασμένης τῆς νεὼς ἢ τῆς οἰκείας ἢ τῆς κλίνης,
ἀγνώστου δὲ ὄντος τοῦ κατασκευάσαντος, νομίζειν ἄνευ
τῆς τέχνης καὶ μάτην γεγονέναι τὰ τοιαῦτα· ἢ κατὰ τύχην
διακρινόντων ἁπάντων καὶ τὴν μὲν σπανιάκις ἁμαρτάνειν
τοῦ σκοποῦ, τὴν δὲ ἐπιτυγχάνειν ὀλιγάκις· ἀχρείαν δὲ καὶ
μὴ τεχνικὴν ἡγεῖσθαι τὴν τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς
αἰτίαν εἶναι, φυλάττοντα τὴν ὁμοιότητα τῆς κρίσεως
ἐπὶ τῶν ὁρατῶν τεχνιτῶν πρὸς τοὺς μὴ ὁρωμένους.
τοῦτ᾿ οὖν εἴ τις αὐτὸς καθ᾿ ἑαυτὸν βουληθείη βασανίζειν
ἐπὶ ζώου, μεγάλως μοι δοκεῖ καταγνώσεσθαι τῆς Ἀσκληπιάδου
τε καὶ τῶν ἄλλων πολλῶν προπετείας. εἰ δὲ καὶ αἰτίαν
μάθοι, δι᾿ ἣν οὐδὲν μάτην γέγονε καὶ πάντα ἐν τῷ σώματι
πρὸς τὸ χρήσιμον ὑπάρχει, πεισθῆναι γοῦν μοι δοκεῖ καὶ
διὰ τοῦδε τὴν εἰς τὰ ζῶα πρόνοιάν τε καὶ τέχνην τῆς φύσεως.
διὸ Ἱπποκράτης, ὡς ἂν πρῶτος ἐπιγνοὺς τὰ τῆς
φύσεως ἔργα, θαυμάζει τε καὶ διὰ παντὸς ὑμνεῖ ταύτην,
ὡς καὶ δικαίαν ὀνομάζειν καὶ μόνην ἐξαρκεῖν εἰς ἅπαντα
τοῖς ζώοις καὶ αὐτὴν ἐξ αὐτῆς ἀδιδάκτως πράττουσαν ἅπαντα
τὰ δέοντα. εἰ δ᾿ ἐθέλει τις τῆς φύσεως πρόνοιάν τε
καὶ σοφίαν γνῶναι ἀκριβῶς, τοῦτο μὲν εἰδέναι δυνήσεται,
εἰ ἐπιβλέψειεν ἐν ταῖς ἀνατομαῖς καὶ σκέψαιτο, πότερον
πλημμελῶς, ἢ δικαίως, οὐκ ἴσα τοῖς μέρεσιν ἅπασι διένειμεν,
ἀλλὰ τοῖς μὲν μείζω, τοῖς δ᾿ ἐλάττω, εἰς ὅσον ἂν
ἤρκει τὸ κατὰ τὴν ἀξίαν, ἀκριβῶς ἐν ἑκάστῳ μετρήσασα, τὸ
μὲν μεῖζον ἀπένειμε μέρος, τὸ δ᾿ ἔλαττον· ἑκάστῳ δὲ τηλικοῦτον,
ἡλίκον ἦν δοθῆναι δικαιότατον. οὕτω δὲ καὶ τὸν
ἰατρὸν Ἱπποκράτης τῆς φύσεως ὑπηρέτην ὀνομάζει. λέγω
δὲ τὸν ὄντως ἰατρὸν, οὐ φαρμακοπώλην τινὰ ἐκ περιόδου.
οὗτος γὰρ τοσοῦτον ἀποδεῖ τοῦ φύσεως ὑπηρέτης δικαίως
ὀνομάζεσθαι, ὥστε μᾶλλον ἐχθρὸν καὶ πολέμιον τῆς φύσεως
αὐτῆς καὶ τῶν καμνόντων πρέπειν καλεῖν αὐτόν. οὕτω μὲν
γὰρ δεῖ ποιεῖν τὸν ἰατρὸν, ὡς καὶ φύσιν ὁρῶμεν ἀεὶ ποιοῦσαν.
ἀναριθμήτους γὰρ ἐκείνη μηχανὰς ἐξευρίσκει, ἕνεκα
τοῦ διασώζεσθαι τὰ σώματα, τὰ μὲν ἀμφιεννῦσα καὶ ὑποστέγουσα
τῶν μορίων, ὡς μηδὲν ἔξωθεν πλεονάζειν· τὰ δὲ
διατιτρῶσα καὶ ἀνευρύνουσα καὶ ὀχετοὺς ἐντιθεῖσα· τοὺς
μὲν ὡσθ᾿ ἕλκειν δι᾿ αὐτῶν τὴν τροφὴν, τοὺς δὲ εἰς ἀνάψυξιν
καὶ ἀναπνοὴν ὀχετεύουσά τε τὰ περιττώματα, δι᾿
ἄλλων μὲν τὰ παχέα, δι᾿ ἄλλων δὲ τὰ λεπτά. λάθοιμ᾿ ἂν
ἐνταῦθα μεταφέρων ἅπασαν τὴν περὶ χρείας μορίων πραγματείαν,
εἰ τὰ τῆς φύσεως ἔργα πάνθ᾿ ἑξῆς καταλέγοιμι. οὐ
γοῦν θαυμαστὸν ὅτι φησὶ τὴν φύσιν παντάπασιν ἐξαρκεῖν.
καὶ γὰρ αἱ φύσεις, ὡς αὐτὸς που γράφει, τῶν νόσων εἰσὶν
ἰατροὶ. εἰ μὲν ἐπὶ σωτηρίᾳ τοῦ ζώου πάντα πράττει, εὔλογόν
ἐστι καὶ τοῦτο, τὰς νόσους ἐκείνην πρώτην ἰᾶσθαι, ἢ
πολλοὺς ἱδρῶτας χεάσασαν, ἢ δι᾿ οὔρων ἢ διὰ γαστρὸς ἢ
δι᾿ ἐμέτων κενώσασαν τοὺς λυποῦντας χυμούς. καὶ τοῦτο πολλάκις
ὁρᾶται συμβαίνειν ἀπὸ τῆς δύναμεως ἐνοικούσης τοῖς
σώμασιν αὐτοῖς τοῖς διοικουμένοις ὑπ᾿ αὐτῆς, ἣν φύσιν εἴωθε
καλεῖν Ἱπποκράτης. ταύτην τε φύσιν εἶναι ἀπαίδευτόν
τε καὶ οὐ μαθοῦσαν, ἀλλὰ τὰ δέοντα ποιεῖν· ἐπειδὴ τὰς
κινήσεις τὰς προαιρετικὰς ὑπὸ πάντων γίνεσθαι τῶν ζώων
ἀδιδάκτως εἶδεν. καὶ ταῦτα μὲν γίνεσθαι ἐναργῶς ὁρῶμεν·
ὅπως δὲ γίνεται μεῖζον ἢ καθ᾿ ἡμᾶς καὶ πλέον τοῦ θαυμάζειν
οὐδὲν ἴσμεν. ἀλλ᾿ ἡ φύσις περὶ τὸ ζῶον κατὰ πάντα
χρόνον μηχανᾶται περιττὰ σοφίσματα. καὶ γὰρ περὶ
τοῦ στόματος τῶν μητρῶν ὅπως ἀκριβῶς ἔσφιγκται καὶ κεκόλληται
κατὰ τὸν τῆς κυήσεως χρόνον οὐδεὶς ἀγνοεῖ· ὡς
οὐδὲ ὅπως ἐν δέοντι σχήματι τῷ τῆς μήτρας αὐχένι πελάζοι·
καὶ ὅπως διεξέρχοιτο χωρὶς τοῦ πληγῆναί τε μέλος ἢ
βλάπτειν, οὐ σμικρὰν ἐποιήσατο πρόνοιαν. τοῦ δὲ κυουμένου
ζώου τὰς δυνάμεις ἐνϋπαρχούσας ἤδη τοσοῦτον αὐξάνει,
ὡς μὴ μόνον τρέφεσθαι, ἀλλὰ καὶ φρονεῖν καὶ διανοεῖσθαι καὶ
πάντα ὀλίγου δεῖν διαγνῶναί τε καὶ ἐνεργεῖν. ὅπερ τεκμήριόν
ἐστιν οὐ τῆς σοφίας μόνον αὐτῆς, ἀλλὰ καὶ τῆς δυνάμεως. ἀλλὰ
τοῦτο οὐκ αὔταρκες. ὃ γὰρ ἁπάντων θαυμάτων μέγιστον
ἐμηχανήσατο, τὸ διδάξαι τὸ γεννώμενον ἁπάντων τῶν μορίων
τὰς ἐνεργείας, οὔσης αὐτῆς ἀδιδάκτου τε καὶ οὐ μαθούσης.
οὐ γὰρ στόμα μόνον καὶ στόμαχον καὶ γαστέρα
τροφῆς ὄργανα παρεσκεύασεν, ἀλλ᾿ εὐθὺς ὅπως χρήσαιτο
τούτοις, ἐπιστάμενον ἐγέννησε τὸ ζῶον, αὐτοδίδακτόν τινα
σοφίας δύναμιν ἐνθεῖσα· καθ᾿ ἣν ἕκαστον τῶν ζώων ἐπὶ
τὴν ἐνέργειαν τρέπεται καὶ τὴν οἰκείαν τροφὴν ἀπαιτεῖ·
καὶ τἄλλα ἐφεξῆς πάντα, περὶ ὧν ἑτέρου λόγου διέρχεσθαι.
15. Ἐς δὲ ταύτην ἔξωθεν μὲν κατάπλασμα, κατάχρισμα,
ἄλειμμα, γυμνότης καὶ σκέπη ὅλου καὶ μέρεος, θέρμη
καὶ ψύξις κατὰ τὸν αὐτὸν λόγον· καὶ στύψις καὶ ἕλκωσις
καὶ δηγμὸς καὶ λίπασμα.
Τῆς προγνώσεως οὐ σμικρᾶς μοίρας οὔσης τῆς ἰατρικῆς
καὶ ὠφελιμωτάτης, δείκνυσι νῦν ὁ παλαιὸς κατὰ πόσους
τρόπους ἁμαρτάνουσι κατ᾿ αὐτὴν οἱ ἰατροί. πλὴν γὰρ
τοῦ πολλὰς εἶναι πρὸς τῆς φύσεως αἰτίας, δι᾿ ἃς πολλάκις
ἡ πρόγνωσίς τε καὶ πρόῤῥησις ἐξαλλάττει, πολλὰ δὲ καὶ
ἔστιν ἰδεῖν τὰ τῶν ἰατρευόντων πλημμελήματα καὶ τὰ τῶν
καμνόντων ἁμαρτήματα ἐς φύσιν πάντα διοικοῦσαν, ὡς ἐπὶ
τὸ πολὺ, καλῶς. εἰσὶ μέν τινες ἡγούμενοι σφᾶς αὐτοὺς μὴ
εἶναι ἰατροὺς, εἰ μὴ ἕκαστος αὐτῶν εἰσελθὼν περὶ τὸν
ἄῤῥωστον, εἶτα περιζωσάμενος ἢ καταπλάσειεν ἢ καταιονήσειεν
ἢ κλύσειεν ἢ φλεβοτομήσειεν ἢ σικυάσειεν ἢ τρίψειεν
ἤ τι τοιοῦτον ἕτερον ἐργάσαιτο· ὡς μηδὲν αὐτῷ πεπρᾶχθαι
τεχνικὸν, εἰ τούτων τι παραλείπῃ. σημαίνει γὰρ
νῦν Ἱπποκράτης ὅτι ὁποσάκις ἂν οὗτοι εἰσέλθωσι πρὸς
τὸν νοσοῦντα, ταῦτα μὴ κατὰ καιρὸν ποιοῦντες, τοσαυτάκις
ἁμαρτάνουσι. πῶς οὖν δύνανται προγινώσκειν ἢ προειπεῖν
τι ἀληθὲς, τοσούτων ἐν τῷ μεταξὺ πλημμεληθέντων, καὶ
τὴν φύσιν, ὡς εἰπεῖν, ἀμυνάντων; δεῖ γοῦν τὸν ἰατρεύειν
βουλόμενον ποιεῖν τὰ δέοντα καὶ ἐὰν τὰ περισσὰ καὶ τὰ
ἄκαιρα καὶ βλαβερὰ ἀφιέναι· δεύτερον δὲ καὶ ὁ νοσῶν εὐπειθὴς
ἔστω τὰ πάντα καὶ μηδὲν ὑπ᾿ ἀκολασίας ἁμαρτανέτω·
καὶ τρίτον οἱ παρόντες αὐτῷ μηδὲν πλημμελείτωσαν,
ὡς ἤτοι θυμὸν ἀγείρειν ἐφ᾿ οἷς ἁμαρτάνουσιν, ἢ λύπην
ἐφ᾿ οἷς ἀκαίρως ἀγγέλλουσιν, ἢ βλάβην ἐφ᾿ οἷς ἐλλιπῶς
παρασκευάζουσιν. ἐὰν μὲν οὖν μήθ᾿ ὁ ἰατρὸς ἁμάρτοι τι,
μήθ᾿ ὁ κάμνων, μήτε τῶν ὑπηρετουμένων μηδεὶς, ἀλλὰ μήτε
τῶν ἔξωθέν τι πλημμεληθείη, ἀληθὴς ἔσται σοι πρόγνωσίς
τε καὶ πρόῤῥησις καὶ τῇ φύσει ἐμποδὼν οὐ γενήσεται. γινομένου
δέ τινος ἁμαρτήματος, ἐπισκεπτέον αὐτοῦ τὸ μέγεθος.
μάλιστα δέ τεχνικὸν ὑπάρχειν χρὴ περὶ δίαιταν.
οὗτος γὰρ μόνος ἐξεταστικὸς καὶ διαγνωστικός ἐστι τῆς
τῶν ἁμαρτανομένων δυνάμεως· καὶ μόνος δύναται γνῶναι
τῆς βλάβης τὸ μέγεθος. ἴσμεν γὰρ ὅτι τὰ μὲν ἀκίνδυνα
τελέως νοσήματα χρονίζειν εἴωθεν ἐπὶ τοῖς ἁμαρτήμασι·
καὶ τὰ περιεστικὰ, οὐ μὴν ἄνευ κινδυνωδῶν συμπτωμάτων,
ὀλέθρια γίνεται. ἀλλὰ καὶ τὰ τελέως ἀκίνδυνα, πολλῶν καὶ
μεγάλων ἁμαρτημάτων ἐφεξῆς γινομένων, μεταπίπτει εἰς τὴν
τῶν ὀλεθρίων φύσιν. καὶ οὐδὲν θαυμαστὸν, ὅταν καὶ τοῖς
ὑγιαίνουσι τὰ μεγάλα τῶν ἁμαρτημάτων αἴτια τῶν νοσημάτων
ὀλεθρίων γίνεται. δεῖ τοίνυν ἐπιμελῶς μὲν εἶναι
θεραπευτικὸν καὶ προγνωστικὸν τὸν ἰατρὸν, ἀκριβῶς δὲ καὶ
τῆς βλάβης μεγέθους διαγνωστικόν. οὕτω μὲν γὰρ εἴ τι ἔξωθεν
ἐμπίπτοι ἢ ὁ κάμνων ἁμάρτοι ἢ καὶ παρόντες μὴ
τὰ δέοντα ποιήσωσι, ταῦτα αὐτὸς κατορθώσει, εἰ δυνήσεται
καὶ μεταθήσει τὴν πρόῤῥησιν. καὶ τὴν ἀρχὴν αὐτὸς
οὐχ ἁμαρτανεῖ, οὔτε κατὰ τὴν τῶν καταπλασμάτων πρόσθεσιν
οὔτε ἐν τοῖς καταχρίσμασιν ἢ ἀλείμμασιν ἢ ἐν τῷ
γυμνῶσαι τὰ τοῦ σώματος μόρια, οὔτε ἐν τῷ θερμαίνειν
ἢ τὴν ψύξιν ἐμποιεῖν ἀκαίρως, οὔτε κατὰ τὰς στύψεις καὶ
τὰς ἑλκώσεις καὶ δηγμοὺς καὶ τὰ λιπάσματα καὶ ὅσα αὐτὸς
κατὰ τὴν ῥῆσιν μνημονεύει.
16. Ἔνδοθεν δὲ τινά τε τῶν εἰρημένων καὶ ἐπὶ τούτοισιν αἰτίη
ἄδηλος καὶ μέρει καὶ ὅλῳ, τινί τε καὶ οὔ τινι.
Ὥσπερ τὰ ἁμαρτήματα γίνεται ἔξωθεν κατὰ τὰ προειρημένα,
οὕτω κᾂν ἔνδοθεν συμβαίνει πολλάκις παρὰ τὴν
αἰτίαν τὴν μὴ σαφῆ καὶ ἐν ὅλῳ τῷ σώματι καὶ ἐν μέρει
καὶ τοῖς καθ᾿ ἕκαστον καὶ μή· ὡς καὶ ταῖς τοιαῖσδε κράσεσι
καὶ μὴ τοιαῖσδε. ἐνίοτε μὲν γὰρ ὁ χυμὸς ἢ σαπεὶς ἢ
πλείων ἢ χρὴ, ἢ ἄπεπτος ἢ καὶ πληθώρα αἰτίαν τοῦ
νοσήματος παρέχει. ἐνίοτε δὲ ταὐτὸ τοῦτο ποιεῖ ἄμετρός
τε καὶ ἄκαιρος κένωσις. ὡς καὶ τὰ καταλειφθέντα μετὰ
τὴν κένωσιν, καθάπερ αὐτός φησιν, ἂν μὲν ῥυέντων ἐγκαταλείπῃ
τι, καὶ τοῦτο μὲν ἢ ἐπὶ νοσοποιοῦντος χυμοῦ ἢ ἐπὶ
τῆς νοσώδους διαθέσεως ἀκουστέον.
17. Ἀποκρίσιες κατὰ φύσιν κοιλίης, οὔρων, ἱδρῶτος, πτυάλου,
μύξης, ὑστέρας, καθ᾿ αἱμοῤῥοΐδα, θυμὸν, λέπρην, φῦμα,
καρκίνωμα, ἐκ ῥινῶν, ἐκ πνεύμονος, ἐκ κοιλίας, ἐξ ἕδρης,
ἐκ καυλοῦ, κατὰ φύσιν καὶ παρὰ φύσιν. αἱ διακρίσιες
τούτων ἄλλοισι πρὸς ἄλλον λόγον, ἄλλοτε καὶ ἀλλοίως.
Ἀποδέδεικται τὰς φυσικὰς δυνάμεις ἐν ἑκάστῳ τῶν ὀργάνων
τέτταρας ὑπαρχούσας. ἐπειδὴ γοῦν ἕκαστον τῶν ἐν
τῷ ζώῳ μορίων εἰς ἑαυτὸ τὸν οἰκεῖον ἕλκει χυμὸν καὶ πρώτη
σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάμεων, ἐφεξῆς ἰστέον
ὅτι οὐ πρότερον ἀποκρίνει τὴν ἑλχθεῖσαν τροφὴν, πρὶν ἂν
εἰς ἐναντίον μεταπέσῃ διάθεσιν, ἢ αὐτὸ τὸ ὄργανον, ἢ καὶ
περιεχομένων ἐν αὐτῷ τὰ πλεῖστα. ἐπειδὰν οὖν ἱκανῶς
ἐμπλησθῇ τῶν σιτΐων τὰ μόρια, τηνικαῦτα ἤδη τὸ λοιπὸν
ἀποτρίβεται, καθάπερ ἄχθος ἀλλότριον. οὕτω μὲν γὰρ
ποιεῖ ἡ γαστήρ. οὕτω καὶ αἱ κύστεις, ὅταν ἕκαστον τῶν
ἑλχθέντων ἢ τῷ πλήθει διατείνῃ ἢ τῇ ποιότητι δάκνῃ καὶ
γένηται ἀνιαρόν. τὸν αὐτὸν δὲ τρόπον αἱ μῆτραι. διὸ ἔστιν
ὅτε καὶ ἀμβλύσκουσι, ὡς διατεινόμεναι, τὸ λυποῦν ἀποθέσθαι
σπεύδουσαι· ἢ τῇ ποιότητι δακνόμεναι τῶν ἐκχυθέντων
εἰς αὐτὰς ὑγρῶν. ἔστι δ᾿ ὅτε καὶ τίκτουσι καὶ οἱ τόκοι
προσηκόντως γίνονται. ἴσμεν γὰρ τῆς ἀνίας αἴτιον εἶναι
τριττὸν, ἢ ὄγκον περιττὸν, ἤ τι βάρος, ἢ δῆξιν. ὄγκον
μὲν λέγω, ἐπειδὰν τὸ μόριον μηκέτι φέρῃ διατεινόμενον·
βάρος δὲ, ὅταν ὑπὲρ τὴν ῥώμην αὐτοῦ ᾖ περιεχόμενον· δῆξιν
δὲ, ὅταν τὰ πρότερον ἐν τοῖς ἄλλοις μέρεσι στεγόμενα ῥαγέντων
αὐτῶν εἰς τὰ μόρια ἐκχυθῇ. ἐπὶ μὲν γὰρ τῆς γαστρὸς
αἱ δήξεις ἐναργεῖς εἰσι, διὰ τὴν τῆς πλείστης αἰσθήσεως
μετουσίαν· ὡς ἐπὶ τῶν ὑστερῶν τε καὶ τῆς κύστεως
τῆς τὸ οὖρον ὑποδεχομένης. ἀνάγκη γοῦν τὸ μόριον ἕκαστον
ἢ διὰ τὸ πλῆθος βαρυνόμενον, ἢ διὰ τὴν ποιότητα μεταβάλλουσαν
ἐπὶ τὸ δακνῶδες καὶ τὸ δριμὺ, τῆς ἀποκρίσεως
ἐφίεσθαι. ὅθεν καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν
αἱ ἀποκρίσεις γίνονται ὡς κοιλίας, ἱδρῶτος, πτυάλου, οὔρων,
μύξης καὶ τῶν ἄλλων πολλῶν. ἀλλ᾿ ὅταν ἅμα συνέλθοι
τὴν μὲν ἑλκτικὴν δύναμιν ἐπισπᾶσθαι πολὺν χρόνον,
ἀδυνατεῖν δὲ τὴν ἀλλοιωτικὴν ἅπαντα τὰ ἑλχθέντα κατεργάζεσθαι
καὶ διὰ τοῦτο πολλὰ γενέσθαι τὰ περιττώματα, τὴν
ἀποκριτικὴν δὲ ἐν τούτῳ τῷ καιρῷ χεῖρόν τε καὶ ἀτονώτερον
ἑαυτῆς κινεῖσθαι, πλῆθος οὕτως ἀνάγκη τῶν περιττωμάτων
ἐν ταῖς σαρξὶ συνίστασθαι. κᾀν τούτῳ, κατὰ τὴν
ἰδέαν καὶ ποσὸν τοῦ περιττώματος ἄλλοτε ἀλλοίαν γίνεσθαι
τὴν σάρκα, ποτὲ μὲν οἰδηματώδη, ποτὲ δὲ φυσώδη, ποτὲ δὲ
ὑδερώδη· ἐνίοτε δὲ καὶ παρὰ φύσιν γίνεται ἔκκρισις, ἤτοι,
ὡς εἴρηται, διά τινα δυνάμεως βλάβην ἢ ἐρεθισμὸν ἄκαιρον
ἢ πλημμελῆ κίνησιν, ἀφ᾿ ἧς ἐπεγείρεται ἡ δύναμις, ἢ
διὰ ἀναστόμωσιν ἢ ῥῆξιν ἢ διάβρωσιν ὀργάνου τινός· ὥσπερ
ἡ τοῦ αἵματος ἔκκρισις, ἣ τῷ γένει δοκεῖ παρὰ φύσιν
ὑπάρχειν, ὡς τὰ πολλά. ἔστι δὲ καὶ ὁτὲ κατὰ φύσιν γίνεται,
ὡς ὅταν διὰ μήτρας αἱμοῤῥαγῶσι γυναῖκες. ἀλλὰ πᾶσαι
μὲν ἄλλαι κενώσεις τοῦ αἵματος ὅλαι τῷ γένει παρὰ
φύσιν εἰσίν· ἐκεῖναι δὲ ποσῷ μόνον. * * *
* τὰ δ᾿ ἐμούμενα ἐκκρίνεται ποτὲ μὲν ὡς πλείω τε καὶ
βαρύνοντα τὴν κοιλίαν, ὡς ἔστιν ἐνίοτε τὸ πλῆθος τῆς
τροφῆς, ἔστιν ὅτε δὲ ὡς ἀνιῶντά τε καὶ δάκνοντα. τοιούτου
δὲ γένους ἐστὶ τὰ ὀξώδη, τὰ κνισώδη ἢ πικρὰ καὶ τὰ
χολώδη καὶ τὰ φλεγματώδη, ἅπερ ἢ αὐτόθι γίνονται, ἢ
συῤῥέουσιν εἰς αὐτὴν ἐξ ὅλου τοῦ ζώου τῆς ἕξεως· παρὰ
φύσιν δὲ, εἰ μὴ δύναιτο τρέφειν πεφθέντα. διὸ ὁρῶμεν
πολλάκις μὴ μόνον ὀξὺ φλέγμα καὶ ἁλυκὸν, ἀλλὰ καὶ γλυκὺ
ἐν τῇ γαστρὶ συστὰν εἰς ἔμετον αὐτὴν ἐξορμᾷν. ἀλλὰ καὶ
αὐτό γε τὸ αἷμα τὸ εἰς τὴν κοιλίαν ἐκχυθὲν οὕτως ἐμεῖν
αὐτὴν ἀναγκάζει. περὶ δὲ τῆς ἀποκρίσεως τοῦ οὔρου, ὅτι
φυσική ἐστιν, ὥσπερ καὶ ἡ τῆς γονῆς καὶ ἡ τῶν σκυβάλων
κένωσις, οὐδεὶς, οἶμαι, ἀμφισβητεῖ. ἐνίοτε μὲν ὁρῶμεν τὸ
πλῆθος τῶν οὔρων οὐκ ἐκκαθαιρούσης τὸ σῶμα καὶ κινούσης
τὰ λυποῦντα τῆς φύσεως· ἀλλ᾿ ὥσπερ συμβαίνει ἱδρῶτάς
τε καὶ διαχωρήματα ποτὲ μὲν ὡς συμπτώματα τῆς
κατὰ τὸ σῶμα περιουσίας τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεσθαι,
ποτὲ δὲ ἐκκαθαιρούσης αὐτὰ τῆς φύσεως, αὕτη γὰρ
ἡ τῶν οὔρων διάκρισις, ἐὰν ἀναμνησθῇς ὅπως γίνεται, θαυμαστὴν
ἐνδείξεταί σοι πρόνοιαν τῆς φύσεως εἰς τὰ ζῶα τῆς
τε τῶν νεφρῶν κατασκευῆς ἕνεκα καὶ τῆς τῶν οὐρητήρων
ἐκφύσεως, ἣν ἐκ τῆς κοιλίας τῶν νεφρῶν ἴσχουσιν. ὥστε
εἰ μὴ τὸν τρόπον τοῦτον ἅπαντα κατεσκεύαστο, μοχθηρῶς
ἂν ἢ οὐδ᾿ ὅλως ἐγίνετο τὰ περὶ τῶν οὔρων διάκρισίν τε
καὶ κένωσιν. καὶ γὰρ ἡ τῶν οὔρων διάγνωσις πάνυ ὠφέλιμός
ἐστι· μάλιστα δὲ ἐν τοῖς νοσήμασι τοῖς ὀξέσιν· ὡς ἐν
τοῖς προγνωστικοῖς εἴρηται ἡμῖν. Ἱπποκράτης μέντοι εἴωθε
καὶ ὅταν περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ᾖ διάθεσις,
εἰς τὰ οὖρα βλέπειν· κατὰ φύσιν μὲν γὰρ ἐχόντων
αὐτῶν, ἐκ μόνων ἀναπνευστικῶν ὁ κίνδυνος, εἰ δὲ καὶ ταῦτα
μοχθηρὰ φανείη, κακῶς ἔχειν ἐνδείκνυται τότε καὶ τῆς
τροφῆς ὄργανον. καί τοι τῶν κατὰ γαστέρα πεπονθότων
καὶ τῆς διαθέσεως αὐτῶν ἐκ τῶν διαχωρημάτων γνωριζομένης,
ὅμως καὶ τῶν οὔρων. μνημονεύει, ὡς λεπτῶν ὄντων·
ἅπερ ἀπεψίαν σημαίνει τῶν ἐν ταῖς φλεψὶ χυμῶν. οὕτω δὲ
καὶ ἐν τοῖς κατὰ τὴν γαστέρα καὶ θώρακα καὶ πνεύμονα
καὶ νεῦρα πάθεσι τὰ οὖρα ἐπισκοπεῖν δεῖ. αὐτὸς
δὲ λέγει ἐφεξῆς περὶ τῶν ἱδρώτων, περὶ ὧν ἀμφισβητήσει
τις ὡς οὐκ ὄντων κατὰ φύσιν. Διοκλῆς μὲν γὰρ ἐπεχείρησεν
εἰς τοῦτο ἐπιμελῶς. ἀλλὰ τουτὶ τὸ δόγμα δοκεῖ μοι
εἶναι πάνυ τραχὺ καὶ παρὰ τὴν ἐνέργειαν· εἰ καὶ ὅτι μάλιστα
πιθανῶς κατασκευάζεται πρὸς αὐτοῦ. ἡμεῖς μὲν γὰρ
ἴσμεν αὐτὸν τὸν ἱδρῶτα τὴν ὕλην αὐτὴν ἔχειν καὶ τρόπον
γενέσεως τὸν αὐτὸν τοῖς οὔροις. καὶ γὰρ ἐκ τῆς πινομένης
ὑγρότητος γίνεται ἀμφότερον, θερμαινομένης τε ἅμα κατὰ
τὸ σῶμα καί τι χολώδους οὐσίας προσλαμβανούσης. ἀλλ᾿ ὡς
περὶ τῶν οὔρων καὶ πλείω τοῦ προσήκοντος ἔγραψαν οἱ ἰατροὶ,
οὕτω περὶ τῶν ἱδρώτων ἢ τῶν περιέργων τινὰ μᾶλλον.
ἐκκαθαίρειν μὲν γὰρ τὸ αἷμα διὰ παντὸς ἡ φύσις
πειρᾶται, διακρίνουσά τε τὸ μοχθηρὸν ἐξ αὐτοῦ, κᾀκ τῶν
κυρίων μορίων ὠθοῦσα, ποτὲ μὲν εἰς τὴν γαστέρα τε καὶ
τὰ ἔντερα, ποτὲ δὲ εἰς τὴν ἐκτὸς ἐπιφάνειαν. ἀλλ᾿ ὅσα
μὲν τῶν τοιούτων λεπτομερεστέρας οὐσίας ἐστὶ, διεξέρχεται
τὸ δέρμα, τινὰ μὲν κατὰ τὴν ἄδηλον τῇ αἰσθήσει διαπνοὴν,
ἔνια δὲ αἰσθητικῶς, καθάπερ οἱ ἱδρῶτες· ὅσα δὲ παχύτερα,
διεξελθεῖν μὲν οὐ δύναται τὴν πυκνότητα τοῦ δέρματος,
κενοῦνται δὲ ἤτοι ὑπὸ τῶν φαρμάκων ἢ καθάρσεων ἢ κλυστήρων
ἢ ἐμέτων. ἐκκενοῦνται μὲν ἑτοιμότερον οἱ μὲν ἐν
ταῖς πρώταις φλεψὶ χυμοὶ διὰ γαστρός· οἱ δὲ ἐν ταῖς μεθ᾿
ἧπαρ δι᾿ οὔρων· οἱ δὲ καθ᾿ ὅλην τὴν ἕξιν δι᾿ ἱδρώτων·
ὥσπερ γε καὶ οἱ κατὰ τὴν κεφαλὴν ἤτοι δι᾿ ὑπερώας ἢ
διὰ ῥινῶν ἢ δι᾿ ἀμφοτέρων· οἱ δὲ ἐν ταῖς τοῦ θώρακος
εὐρυχωρίαις, διὰ φάρυγγος ἅμα καὶ βηχός· οἱ δὲ κατὰ τοὺς
νεφροὺς ἢ κύστιν δι᾿ οὔρων. περὶ δὲ τῶν πτυσμάτων εἰδέναι
χρὴ τοῦτο, ὅτι τὰ μὲν αὐτῶν ἐστιν ἀφρώδη, τὰ δὲ
πυῤῥὰ, τὰ δὲ ξανθὰ ἢ ὠχρὰ ἢ ἐρυθρὰ ἢ μέλανα. τούτων
δὲ τὰ μὲν ἀφρώδη φλεγματικώτερον ἐνδείκνυται τὸ
ῥεῦμα· τὰ δὲ ξανθὰ πικρόχολον ἄκρατον. ὅσα δὲ πυῤῥὰ,
πικρόχολα μὲν καὶ ταῦτα, μεμίχθαι δὲ οὐκ ὀλίγον ὀῤῥῶδες
περίττωμα τῇ χολῇ ξανθῇ δηλοῖ. οὕτω δὲ καὶ τὰ μέλανα
μελαγχολικὸν ἐνδείκνυται τὸ ῥεῦμα, ὅσα δὲ τὴν χροιὰν μᾶλλόν
πως ἐρυθρά ἐστι, πλεῖστον μὲν αἵματος, ὀλίγον δὲ τῆς
πικρᾶς χολῆς μετέχειν τὸν χυμὸν σημαίνει· καὶ διὰ τοῦτο
πάντων μέν ἐστιν ἐπιεικέστατον πτυσμάτων, ὡς τὰ μέλανα
πάντων ὀλεθριώτατα. πῶς δὲ χρὴ τὰ πτύσματα κατὰ τὰς
ὀξείας νόσους σκοπεῖσθαι οὐκ ἔστιν ἀναγκαῖον εἰπεῖν κατὰ
τὸ παρόν. οὐ γὰρ περὶ τούτων νῦν ὁ παλαιὸς διαλέγεται,
ἀλλὰ ἐν τῷ περὶ διαίτης ἱκανῶς εἴρηται· καὶ ἡμεῖς ἤδη
ἐξηγησάμεθα ἐν τοῖς τέτταρσι τὴν πραγματείαν αὐτὴν ὑπομνήμασι.
διὸ πρὸς τὰ ἑξῆς μεταβήσομαι. προστίθησι γοῦν,
μύξης, ὑστέρης, καθ᾿ αἱμοῤῥοΐδα καὶ τὰ λοιπά· περὶ ὧν
καθ᾿ ἕκαστον λέγοντας οὐ χρὴ μηκῦναι τὸν λόγον. ἀρκεῖ
δὲ τοσοῦτον περὶ αὐτῶν εἰπεῖν, καθ᾿ ὅσον δύναιτο εἰδέναι
τις τὰς κενώσεις γίνεσθαι, τὰς μὲν κατὰ φύσιν, τὰς δὲ
παρὰ φύσιν· ὅπερ δὴ ἡμῖν πρόκειται δεικνύναι· ὥσπερ καὶ
περὶ μύξης ἰστέον ὅτι πολλάκις ὁ ἐγκέφαλος ταύτης ἐκκενουμένης
ἐκκαθαίρεται. τὸ μὲν γὰρ τῶν ὀσμῶν αἰσθητήριον
ἔνδον ἐγένετο τοῦ κρανίου ἐν ταῖς προσθίοις τοῦ ἐγκεφάλου
κοιλίαις ἀμμῶδές τε πνεῦμα περιεχούσαις. ἔδει μὲν
γὰρ στέγασμά τι περιβεβλῆσθαι τοιοῦτον, οἷον καὶ φρουρεῖν
ἱκανὸν εἶναι καὶ μὴ κωλύειν τὴν δίοδον τῶν αἰσθητῶν. διὸ
τουτὶ τὸ σκέπασμα ἀραιὸν ἐγένετο. ὅθεν πολλάκις γίνεται
τῶν ἄνωθεν περιττωμάτων ἀθρόα κένωσις· ἃ δὴ βλέννας
μὲν οἱ παλαιοὶ, μύξας δὲ νεώτεροι κατὰ τὸν Ἱπποκράτην
ὀνομάζουσι. Πρόδικος μέντοι τὸ πρὸς ἁπάντων ἀνθρώπων
καλούμενον φλέγμα, οὗ τὸ χρῶμα λευκόν ἐστι, βλένναν
ὀνομάζει· τὸ δὲ φλέγμα καλεῖ αὐτὸς τὸ συγκεκαυμένον
καὶ οἷον ὑπερωπτημένον ἐν τοῖς χυμοῖς. τὸ δὲ ἐξ ἐγκεφάλου
καταῤῥέον περίττωμα τάχα μὲν ἂν οὐδὲ φλέγμα τις
ὀρθῶς, ἀλλὰ βλένναν τε καὶ κόρυζαν καὶ μύξαν καλοίη. τὸ
δὲ κατὰ τὴν γαστέρα τε καὶ ἔντερα συνιστάμενον φλέγμα,
ὅπως ἂν ἐκκενῷτο καὶ αὐτὸ, μάλιστά τε καὶ τάχιστα παρεσκευασμένον
τῇ φύσει μηχάνημα, ἐν τοῖς περὶ χρείας εἴρηται
μορίων. ὅσον μὲν ἐμφέρεται ταῖς φλεψὶ φλέγμα, χρήσιμον
ὑπάρχον, οὐδεμιᾶς δεῖται κενώσεως· ἀλλὰ γινώσκειν
χρὴ ὅτι τοῦ φλέγματος τὸ μὲν χρήσιμον καὶ κατὰ φύσιν
ἐν τοῖς ζώοις, τὸ δ᾿ ἄχρηστόν τε καὶ παρὰ φύσιν. ὅσον
μὲν ἂν ᾖ γλυκὺ, χρηστὸν μέν ἐστι τοῦτο τῷ ζώῳ καὶ κατὰ
φύσιν· ὅσον δὲ ὀξὺ καὶ ἁλυκὸν ἐγένετο, τὸ μὲν ὀξὺ τελέως
ἀπεπτῆσθαι, τὸ δ᾿ ἁλμυρὸν διασεσῆφθαι. ταῦτ᾿ ἀρκεῖν
μοι δοκεῖ περὶ μύξης ἐν τῷ νῦν. περὶ δὲ τῆς ὑστέρας ὀλίγα
ῥηθήσεται· καὶ πρῶτον μὲν, πότερον ὑστέρον, ἢ μήτραν
κλητέον ἐστὶ τὸ μόριον ἐκεῖνο, ὃ πρὸς τὴν κύησιν
ἔδωκε φύσις ταῖς γυναιξὶν, οὐδὲν διαφέρει· ἔπειτα ἰστέον
ὅτι τινά ἐστιν ἅπερ κενοῖ καὶ καθαίρει πάντα τὰ τοῦ ζώου
σώματα, τινὰ δὲ τὶ μόριον. γίνονται μὲν ποτὲ τάδε διὰ
τῶν καθαιρόντων ὅλον τὸ σῶμα, ποτὲ δὲ διὰ τῶν μορίου
τινος κενωτικῶν· οἷον ὅσα δι᾿ ὑπερώας καὶ ῥινῶν ἀπάγει
τῆς κεφαλῆς τὰ περιττά· καὶ ὅσα διὰ βηχὸς ἐκκαθαίρει τὰ
κατὰ θώρακα καὶ πνεύμονα· καὶ ὅσα δι᾿ οὔρων ἀπάγει τὸ
τοῦ παντὸς αἵματος ὀῤῥῶδες περίττωμα. τοῦ γένους δ᾿ ἐστὶ
τῶν κενούντων ὅλον τὸ σῶμα, τὰ διὰ μήτρας καὶ ἡ διὰ
τῶν αἱμοῤῥοΐδων κένωσις, ἥ τ᾿ ἐπὶ τοῖς γυμνασίοις καὶ τρίψεσι
καὶ πάσῃ κινήσει. ὅσον δὲ πρὸς τῆς μήτρας, αἴτιον
ἐστὶν, ὅτε τῶν κατὰ τὸ σῶμα ἁπάντων μορίων πλείστας τε
καὶ μεγίστας φλέβας ἔχουσιν αἱ μῆτραι, ὅθεν γινομένης ποτὲ
τῆς τῶν καταμηνίων ἐπισχέσεως πολλὰ ἕπεσθαι εἴωθε
συμπτώματα. ἐνίαις μὲν διασημαίνει τι ἄλγημα κατ᾿ ἐκεῖνο
τὸ μόριον μετὰ βάρους, ἐνίαις δὲ εἰς ἰσχίον τὸ ἄλγημα ἥκει,
ἐνίαις δὲ χωλεύει τὸ σκέλος τὸ κατ᾿ εὐθύ. ἐὰν δὲ πολλῷ
χρόνῳ τὰ καταμήνια κρυφθῇ, τότε καὶ φλεγμοναὶ καὶ φυματώδεις
ὄγκοι ἐγείρονται κατὰ τὸ πέρας τοῦ κενεῶνος, καὶ
χωρὶς τούτων ἀλγήματα κατ᾿ ὀσφὺν καὶ τράχηλον καὶ βρέγμα
καὶ τὰς τῶν ὀφθαλμῶν βάσεις, ἔτι δὲ καὶ πυρετοὶ
σφοδροί· ἔνιαι δὲ καὶ δυσουροῦσιν· ὧν οὐδὲν γίνεται ταῖς
ἀμέμπτως καθαιρομέναις. ὡς μὲν οὖν πολλὰ ἕπεται συμπτώματα
ταῖς ἐπισχέσεσι τῆς ἐμμήνου καθάρσεως, οὕτω
καὶ ἀμέτροις κενώσεσιν ἐπιγίνεται τάδε· ἄχροιαι καὶ ποδῶν
οἴδημα καὶ ὅλον ὕποιδον τὸ σῶμα. ἀλλὰ καὶ αἱ τοῦτο παθοῦσαι
γυναῖκες μοχθηρῶς πέττουσι τὰ σιτία καὶ φαύλως
ὀρέγονται. εἰκότως γοῦν εἶπεν αὐτὸς ἐν τοῖς ἀφορισμοῖς,
καταμηνίων γινομένων πλειόνων νοῦσοι ξυμβαίνουσι, καὶ μὴ
γινομένων ἀπὸ τῆς ὑστέρας ξυμβαίνουσι νοῦσοι· ὡς πολλῶν
ὄντων τῶν αἰτίων, ἐφ᾿ οἷς πλείω τοῦ προσήκοντος ἢ ἐλάττω
γίνεται καταμήνια. καὶ διὰ τοῦτο αἱ νόσοι πολυειδεῖς
ἕπονται. ταὐτὸ δὲ τοῦτο συμβαίνειν φαίνεται ἐν ταῖς διὰ τῶν αἱμοῤῥοΐδων
κενώσεσι· καὶ γὰρ πολλὰ ἕπεται συμπτώματα· ὡς
ἐπὶ μὲν χρονίας αἱμοῤῥοΐσιν ἐπισχεθείσαις ἢ διὰ κένωσιν
ἄμετρον εἰς ψύξιν ἐσχάτην ἀγούσαις τὸν ἄνθρωπον πολλάκις
ἤδη ἐθεασάμεθα συστάντας ὑδέρους. τοῦτο δὲ οὐ πάντες
ἰατροὶ γινώσκουσι, καίτοι σαφῶς Ἱπποκράτους καὶ
τοῦτο καὶ ἄλλα πολλὰ διδάξαντος· ἀλλ᾿ ὅσοι γνησίως ὡμίλησαν
αὐτοῦ τοῦ γράμματος, οὗτοι μόνοι πῶς μὲν αἱμοῤῥοῒς
γίγνεται μεμαθήκασι παρ᾿ αὐτοῦ, πῶς δὲ καὶ πολλὰ πάθη
γίνεται, ὡς δυσεντερία καὶ κίρσος, ὅτι τε οὐ διὰ παντὸς
ἕκαστον τούτων ὅταν συστῇ κωλυτέον, ἀλλ᾿ ὅτι ἐνίοτε συνεργητέον,
ἢ τῆς φύσεως ἡσυχαζούσης αὐτῇ τὸ πᾶν διατριπτέον,
ὅτε τοῦτο συμφέρει, τοσοῦτον ἀποδέουσιν οἱ ταῦτα
μαθόντες πρὸ τοῦ καιροῦ σπεύδειν ἰᾶσθαι, ὥστε αὐτοὶ
μηχανῶνται μηδ᾿ ὅλως ὄντα ποιῆσαι. καίτοι μελαγχολήσαντας
ἔγωγε πολλοὺς οἶδα ἐπὶ τοιαύταις κενώσεσι κωλυθείσαις,
ἄλλους δὲ τῇ πλευρίτιδι καὶ νεφρίτιδι ἑαλωκώτας, ἄλλους
δὲ αἵματος ἐμέσαντας καὶ ἄλλοις συμπτώμασιν ἀπολλυμένους.
ὡς δὲ περὶ τὸ δέρμα καὶ τόπους τοῦ ὅλου σώματος
λέπρα, ψώρα, λειχὴν, ἀκροχορδόνες, θύμοι, μυρμηκίαι,
ἧλοι, πῶροι, οὕτω καὶ περὶ τὴν ἕδραν αἱμοῤῥοΐδες
τυφλαὶ, ῥαγάδες, πρόπτωσις, κονδυλώματα, πυλίδες καὶ ἄλλα
πολλὰ συμβαίνει. οὕτω δὲ καὶ φύματα, ὧν τὰ μὲν ἐστι
πάνυ θερμὰ καὶ σφοδρῶς ἐξορμῶντα, τινὰ δὲ καὶ ψυχρὰ καὶ
ξηρά· πάμπολλα δ᾿ ἄλλα μεταξὺ τούτων· ἔνια μὲν ἀκριβῶς
μέσα τῶν εἰρημένων, ἔνια δὲ ὀλίγον ἀφιστάμενα μεσότητος
ἑκατέρωσε· καὶ τινὰ πλέον ὡσαύτως ἐφ᾿ ἑκάτερα, καὶ τινὰ
τῶν ἄκρων ἐγγὺς ἢ μεταξύ πως ἐξ ἴσου τῶν τε μέσων καὶ
τῶν ἄκρων. καλοῦσι δὲ φύματα τοὺς παρὰ φύσιν ὄγκους,
τοὺς ὡς ἐπὶ τὸ πλεῖστον, ἄνευ τῆς ἔξωθεν αἰτίας γινομένους.
φαίνεται μὲν αὐτῶν ἡ γένεσις ἐν ἐπιγαστρίῳ τε εἶναι
καὶ κατὰ θώρακα. ἔστι δ᾿ αὐτῶν τὰ μὲν κορυφώδη
καὶ ἀπόξεα, ἅπερ αὐτὸς γράφει κρείττονα τῶν πλατέων εἶναι.
ἐπαινεῖ δὲ καὶ τὰ κατάῤῥοπα, διότι ἀναστομωθέντα,
τὰς ἀποῤῥύσεις εὐπετεῖς ἔχει· ὥσπερ καὶ τὰ σκληρὰ τῶν
μαλακῶν φαυλότερά ἐστι. καὶ μέντοι καὶ πάντων τῶν παρὰ
φύσιν ὄγκων ἡ ποικιλία τῆς διαφορᾶς ἕπεται τῇ τῶν ἐπιῤῥεόντων
φύσει. πνευματωδέστεροι μὲν γὰρ, ὅταν ἡ πνευματώδης
οὐσία πλείων ἀφίκηται, γίνονται· φλεγμονωδέστεροι
δὲ, ὅταν ἡ τοῦ αἵματος· ἐρυσιπελατώδεις δὲ, ὅταν ὁ τῆς
ξανθῆς χολῆς χυμός· οἰδηματώδεις δὲ, ὅταν ὁ τοῦ φλέγματος·
ὥσπερ γε καὶ σκιῤῥώδεις, ὅταν ἤτοι παχὺς ἢ καὶ γλίσχρος
ἱκανῶς ὁ κατασκήψας εἰς τὸ μόριον ᾖ χυμός. οὕτως
δὲ καὶ ἡ μέλαινα χολὴ χωρὶς τοῦ ζεῖν τοὺς καρκίνους ἐργάζεται.
ἂν δὲ δριμυτέρα τύχῃ, μεθ᾿ ἕλκους. παχὺς δ᾿ ἐστὶν
ὁ γεννῶν τοὺς καρκίνους χυμός. διὸ οὐ πάνυ ἐκπίπτει τῶν
ἀγγείων εἰς τὴν πέριξ σάρκα. οὕτω μὲν οὖν καὶ οἱ καρκινώδεις
ὄγκοι ἐν ἅπασι τοῖς μορίοις γίνονται. μάλιστα δὲ
τοῖς τιτθοῖς τῶν γυναικῶν, ὅσαι μηκέτι καθαίρονται τὴν
κατὰ φύσιν κάθαρσιν. ἔχουσι δὲ τὴν γένεσιν ἐκ τοῦ μελαγχολικοῦ
περιττώματος, ὃ καὶ ἐργάζεται τὸν καλούμενον
ἐλέφαντα. καὶ πολλάκις εἰς κίρσους κατασκήπτει· καί ποτε
εἰς τὸ δέρμα πᾶν ὠθεῖται. καὶ τὸν μὲν καρκίνον ἀρχόμενον
ἰασάμεθα· εἰς μέγεθος δὲ ἀξιόλογον ἀρθέντα ἄνευ
χειρουργίας οὐδεὶς ἰάσατο. κατὰ τὸν αὐτὸν τρόπον καὶ τὴν
δυσεντερίαν τὴν ὑπὸ τῆς ξανθῆς χολῆς ἰώμεθα πολλάκις.
εἴ τις δ᾿ ἂν ὑπὸ τῆς μελαίνης γένοιτο χολῆς, ἀνίατός ἐστι
πάντη. οὐδὲν γὰρ διαφέρει τοῦ καρκίνου τοῦ μεθ᾿ ἑλκώσεως.
* * ἑτοιμοτάτη μὲν οὖν ἡ εἰς τὸ στόμα καὶ τὰς
ῥῖνας φορά. παραγίνεται δὲ καὶ εἰς τοὺς ὀφθαλμοὺς, ἐνίοις
δὲ καὶ εἰς ὦτα. τὴν δὲ εἰς τὸ στόμα φορὰν τῶν περιττωμάτων
ὑποδέχεται στόμαχός τε καὶ ἡ τραχεῖα ἀρτηρία. δριμέος
δὲ τοῦ ῥεύματος ὄντος, οὐ μόνον τὴν φωνὴν
βλάπτει, ἀλλὰ καὶ χαλεπωτάτη τις ἀνάβρωσις προσέρχεται,
ὡς καὶ πνεύμονα πολλάκις ἑλκοῦσθαι διὰ τοῦτο εἴπομεν, ὅτι
ἐμέτοις μὲν καὶ διαχωρήμασιν ἡ γαστὴρ ἐκκενοῦται, τὰ δ᾿
ἔντερα μόνοις τοῖς κάτω διερχομένοις, ὥσπερ γε τοῦ ἥπατος
τὰ σιμά. νεφροὶ δὲ καὶ κύστις καὶ τοῦ ἥπατος τὰ
κυρτὰ πολλῆς μὲν ἐμπεπλησμένα κακοχυμίας, διὰ τῶν ὑπηλάτων
τε καὶ καθαιρετικῶν ἐκκαθαίρεται φαρμάκων, μετρίας
δὲ, διὰ τῶν οὐρητήρων πόρων, ἐγκέφαλος δὲ, ὡς ἔφην,
δι᾿ ὑπερώας καὶ ῥινῶν καὶ ὤτων. θώραξ δὲ καὶ πνεύμων
διὰ τραχείας ἀρτηρίας καὶ φάρυγγος. δῆλον μὲν οὖν ἐστι
τάς γε τῆς ὑπερώας καὶ ῥινὸς κενώσεις κατὰ φύσιν μὲν εἶναι,
ὡς διὰ τῶν μορίων τούτων μετοχετεύεσθαι τὸ περίττωμα
τοῦ ἐγκεφάλου, παρὰ φύσιν δὲ διὰ τῶν ὤτων. τοῖς
μέντοι βρέφεσι καὶ διὰ τούτων ὁ ἐγκέφαλος ἐκκαθαίρεται.
ἐὰν γὰρ τὰ αὐτόθι συνεστῶτα περιττώματα σήπηται καὶ
δριμύτερα καὶ θερμότερα γένοιτο, φλεγμονὰς καὶ ἐρυσιπέλατα καὶ
ἕρπητας· καὶ ἄνθρακας καὶ πυρετοὺς καὶ μυρία ἄλλα ἀποτίκτει
νοσήματα. πρόνοιαν δ᾿ εἶχεν ἡ φύσις μὴ ἀπὸ κεφαλῆς
εἰς τὸν πνεύμονα γενέσθαι κατάῤῥους· οἵπερ εἶναι κακοήθεις
εἰώθασιν, ὅταν λεπτὰ καὶ βρωτικὰ ταῖς δυνάμεσιν ᾖ
τὰ καταῤῥέοντα. ταῦτα οὖν οὔτε μένειν ἐν τῷ πνεύμονι
προσήκει μέχρι περ ἂν πεφθέντα παχυνθῇ, καθάπερ τἄλλα
ῥεύματα, λεπτὰ μὲν, οὐκ ἔχοντα δὲ τὸ διαβρωτικόν τε
καὶ δύσπεπτον, οὔτε εὐθέως ἐκκρίνεσθαι. μένοντα γὰρ ἔνδον
οὐ πέττεται ῥᾳδίως, ἐκκρινόμενα δὲ βῆχας ἐργάζεται
συντόνους. διὸ βλάβη ἕπεται καὶ μένουσι κατὰ τὸν πνεύμονα
τοῖς τοιούτοις ὑγροῖς καὶ κενουμένοις. καλῶς οὖν ἡ
φύσις προυμηθήσατο διττοὺς ποιοῦσα πόρους, ἵνα μὴ τοιοῦτόν
τι συμβαίνῃ· καθάπερ τἄλλα πολλὰ ἐκ τῆς κοιλίας τε
καὶ τῆς ἕδρας καὶ τοῦ καυλοῦ ἐκκρίνεται· ὅπερ ἀκουστέον
ἐστὶ καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν, ὡς ἐπὶ τῶν ἄλλων
τῶν ἤδη εἰρημένων.
18. Μία φύσις ἐστὶ πάντα ταῦτα καὶ οὐ μία. πολλαὶ φύσιές
εἰσι πάντα ταῦτα καὶ οὐ μία.
Οὐ λέγει φύσιν τὴν τῶν τεσσάρων στοιχείων κρᾶσιν,
ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ· αὕτη γάρ ἐστι μία
πάντων τῶν ὄντων, ἀλλὰ καὶ οὐ μία, ἐπειδὴ τὰ καθ᾿ ἕκαστον
ταῖς κράσεσι διαφέρει, ἀλλὰ τὴν τῶν κενουμένων ὕλην.
ἓν γάρ ἐστι τὸ τῶν περιττωμάτων γένος. καὶ οὕτω πάντα
μία φύσις ἐστὶν, οὐ μὴν ἀλλὰ μία τῷ εἴδει, ἀλλὰ τῶν ἑτέρων
εἰδῶν.
19. Φαρμακίη ἄνω καὶ κάτω, καὶ οὔτε ἄνω οὔτε κάτω.
Σύνηθες αὐτῷ φαρμακεύειν οὐκ ἐπὶ πάσης τῶν φαρμάκων
προσφορᾶς λέγειν, ἀλλ᾿ ἐπὶ τῆς τῶν καθαιρόντων
μόνοις. οὕτω μὲν γὰρ ἐν τοῖς ἀφορισμοῖς εἶπε, πέπονα
φαρμακεύειν, καὶ τὸ ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν
ἀρχῇσι τῇσι φαρμακείῃσι χρῆσθαι. καθόλου δὲ
ὡμολόγηται τοῦτο πᾶσιν, ὅτι κᾂν ἐπὶ βραχὺ τῆς λέξεως αὐτοῦ
συνιᾶσιν. πῶς δὲ καὶ ἄνω καὶ κάτω χρὴ φαρμακεύειν
ἐδίδαξεν αὐτὸς εἰπὼν, φαρμακεύειν θέρεος μὲν τὰς ἄνω μᾶλλον,
χειμῶνος δὲ τὰς κάτω κοιλίας. καὶ πάλιν τοὺς ἰσχνούς
φησι καὶ εὐεμέας ἄνω φαρμακεύειν, ὑποστελλομένους χειμῶνα·
τοὺς δὲ δυσεμέας καὶ μέσως εὐσάρκους κάτω, ὑποστελλομένους
θέρος. καὶ προσθείς· τοὺς δὲ φθινώδεις,
ὑποστελλομένους τὰς ἄνω, τοὺς δὲ μελαγχολικοὺς ἁδρότερον
τὰς κάτω. μετ᾿ ὀλίγον δέ· ὁκόσοισι κοιλίαι λειεντεριώδεις,
χειμῶνος φαρμακεύειν ἄνω κακόν. καὶ πάλιν, ἀπυρέτῳ ἐόντι
ἀποσιτίη καὶ καρδιωγμὸς καὶ σκοτόδινος καὶ τὸ στόμα ἐκπικρούμενον,
ἄνω φαρμακίης δεῖσθαι σημαίνει. προστίθησι
δὲ καὶ τὸν ἄλλον ἀφορισμὸν, ὡς παράγγελμα ἐπὶ πάσας
ἐκτεινόμενον τὰς ὀδύνας, οὕτως· τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα,
ὁκόσα καθάρσιος δέονται ἄνω φαρμακείας σημαίνει
δεῖσθαι· ὁκόσα δὲ κάτω, κάτω. κατὰ δὲ τὴν αὐτὴν ἔννοιαν
πολλὰ γεγραμμένα ἐστὶν εἰδέναι καὶ κατὰ τοὺς ἀφορισμοὺς
καὶ τἄλλα αὐτοῦ συγγράμματα· καθ᾿ ἃ διορισμοὺς τῆς
ἄνω τε καὶ τῆς κάτω φαρμακείας παραδίδωσι σαφῶς. *
* χρὴ τοίνυν ἐν ἅπαντι πράγματι τεχνίτην γενέσθαι
πρῶτον, εἶθ᾿ οὕτως ἐπιχειρεῖν τοῖς ἔργοις. τὸ τεχνίτην
δὲ γενέσθαι ἐστὶ τὸ γνῶναι τῆς ὑποβεβλημένης τῇ τέχνῃ
συμπάσης ὕλης. πρῶτον μὲν καὶ μάλιστα τὰς ἁπλᾶς
δυνάμεις, εἶτ᾿ ἐφεξῆς τὰς μίξεις αὐτῶν ὁπόσαι τέ τινές εἰσι
καὶ ὁποῖαι. ἔστι γὰρ ἡ αὐτὴ μέθοδος καὶ περὶ φαρμάκων
συνθέσεως τε καὶ χρήσεως. διττῆς δὲ ὕλης οὔσης τοῖς ἰατροῖς
ὑποκειμένης, ἑτέρας μὲν ᾖ γίνεται τὸ τῆς ἰατρικῆς τέχνης
τέλος, τοῦτ᾿ ἔστιν ἡ ὑγεία, ὅπερ ἐστὶν ἀνθρώπινον
σῶμα, δευτέρας δὲ τῆς τῶν βοηθημάτων, δι᾿ ὧν γίνεται τὸ
τέλος, ἰστέον ὅτι ἡ περὶ τῶν φαρμάκων πραγματεία τῆς
δευτέρας ὕλης ἐστίν. ἑτέρα δὲ τῆς πρώτης. * *
ἔνιοι μὲν γὰρ ἐπὶ ξανθῇ χολῇ, τινὲς δὲ ἐπὶ τῇ μελαίνῃ, τινὲς
δὲ ἐπὶ τῷ φλέγματι συνίστανται. τοσαῦτα γάρ ἐστι
σύμπαντα γένη τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων
πυρετῶν. καὶ ἅπασα ποικιλία τῶν ἄλλων πυρετῶν ἐκ τῆς
τούτων γίνεται μίξεως. καὶ τοι οἱ ἐφήμεροί τε καὶ οἱ ἑκτικοὶ
καλούμενοι πυρετοὶ ἕτερα δύο γένη εἰσὶ ἀποκεχωρισμένα
τῶν ὀξέων πυρετῶν. ἀλλὰ καὶ ὁ ὀξὺς πυρετὸς ἤτοι σηπομένου
τῶν εἰρημένων τινὸς χυμῶν, ἢ μορίου φλεγμαίνοντος
γίνεται. ἅπαντα δὲ τὰ τοιαῦτα. * *
ὅτε γὰρ ἐν πρώτῃ τῶν ἡμερῶν. * *
ψιλὸς μὲν οὖν καὶ μόνος ἕκαστος τῶν εἰρημένων χυμῶν
ἀκριβὲς ἕκαστον ἐργάζεται τῶν εἰρημένων παθῶν. ἀναθολωθεὶς
δὲ τῷ αἵματι, κᾄπειτα κατασκήψας εἰς τὶ μόριον
σκιῤῥώδεις ἢ οἰδηματώδεις ἢ ἐρυσιπελατώδεις ἐργάζεται
φλεγμονάς. καὶ σκιῤῥώδεις μὲν ὁ μελαγχολικὸς, ἐρυσιπελατώδεις
δὲ ὁ πικρόχολος, οἰδηματώδεις δὲ ὁ φλεγματικός·
ὥσπερ ὅταν τὸ αἷμα αὐτὸ κατὰ φύσιν σφηνωθὲν ἐν τῷ
ῥευματισθέντι χωρίῳ διασαπῇ, φλεγμονὴ συνίσταται· *
* ὡς καὶ πολλὰ εὑρίσκεσθαι, ἐφ᾿ ὧν οὐ χρὴ μήτε
ἄνω μήτε κάτω φαρμακεύειν. αὐτίκα μὲν οὖν οὔτε ἐν
* οὔτε ἐν τῇ ἡλικίᾳ, * οὔτ᾿
ἐν τῷ θερμῷ χωρίῳ, οὕτ᾿ ἐν τῇ ἕξει. *
οὔτ᾿ ἐν * *
20. Ἐν τροφῇ φαρμακίη ἄριστον. ἐν τροφῇ φαρμακίη
φλαῦρον. φλαῦρον καὶ ἄριστον πρός τι.
Πολλὰ μικτὴν ἔχουσι τὴν φύσιν ἐξ ἐδέσματός τε καὶ
φαρμάκου. τοιούτου δὲ τοῦ γένους εἶναι λέγομεν ὅσα σύνθετον
ἔχει τὴν φύσιν ἐξ ἐναντίας δυνάμεως. οὕτω δὲ καὶ
ἐν τοῖς ὑφ᾿ ἡμῶν σκευαζομένοις ἐξ ἐναντίων οὐσιῶν τε καὶ
δυνάμεων εὑρίσκεται καθάπερ εἰ κ᾿ αὐτὸς ἐμβάλῃς τῷ χυλῷ
τῆς πτισάνης ὀλίγον τι τοῦ τῆς σκαμμωνίας ὀποῦ. λανθάνον
γὰρ οὕτω τὴν αἴσθησιν, οὐ λήσεται κατὰ τὴν ἐνέργειαν,
ἀλλ᾿ ὑπάξει σαφῶς τὴν γαστέρα. ἔνια μὲν οὖν συντίθεται
κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τῆς φύσεως τῶν
ἁπλῶν εἶναι δοκούντων. τοιαύτην τὴν φύσιν ἔχει καὶ ἡ
φακὴ καὶ ἡ κράμβη καὶ τῶν θαλασσίων σχεδὸν ἁπάντων τὰ
ὀστρακόδερμα καλούμενα· ὧν τὸ μὲν στερεὸν σῶμα βραδύπορόν
τέ ἐστι καὶ σταλτικὸν τῆς γαστρὸς, ἡ δ᾿ ὑγρότης
ἐρεθίζει πρὸς ἔκκρισιν. καὶ μάχη τις γίνεταί ποτε πρὸς
ἄλληλα, τοῦ μὲν στερεοῦ σώματος ἰσχομένου καὶ βραδύνοντος,
ἐπειγομένης δὲ τῆς ὑγρότητος πρὸς τὴν ἔκκρισιν. ἔτι δὲ
τὰ βρώματα καὶ πόματα ταχεῖαν ἢ βραδεῖαν ἔχει τὴν διέξοδον,
ἤτοι διὰ τὴν ἐξ ἀρχῆς ἡμῶν φύσιν ἢ διὰ τὴν ἐπίκτητον
διάθεσιν τῆς γαστρὸς, ἢ διὰ τὴν οἰκείαν οὐσίαν.
ὡς καὶ πάντες ἴσασιν, ὅτι τινὰ μὲν αὐτῶν εἰσιν ὑγρὰ, τινὰ
δὲ ξηρὰ, καὶ τινὰ μὲν γλίσχρα, τινὰ δὲ εὔθρυπτά τε καὶ
εὐδιαίρετα· καὶ τινὰ μὲν δριμύτητας ἑαυτοῖς ἔχοντα, τινὰ
δὲ ὀξύτητας ἢ πικρότητας ἢ γλυκύτητας ἢ ἁλυκότητας ἢ
αὐστηρότητας καὶ στρυφνότητας ἤ τινας ἔξω τούτων φαρμακώδεις
δυνάμεις, ὁμοίας ταῖς τῶν φαρμάκων τῶν καθαιρόντων.
οὐ γοῦν θαυμαστὸν ὡς τινὰ μὲν ἐπάγει τὴν γαστέρα,
μεμιγμένας ἐν ἑαυτοῖς ἔχοντα φαρμακώδεις δυνάμεις,
ὁμοίας τῆς κατὰ τὴν κολοκυνθίδα τε καὶ σκαμμωνίαν καὶ
ἐλλέβορον ὅσα τε ἄλλα τοιαῦτα. εἰσὶ δὲ τινες ἡγούμενοι
ἐδέσματα μὲν εὑρίσκεσθαι, ἅπερ οὔτε θρεπτικήν τινα τοῦ
ζώου δύναμιν ἔχουσιν οὔτε καθαρτικήν. καί φασι ταῦτα
οὐχ ὡς τροφὰς μόνον ἐνεργεῖν πολλάκις, ἀλλὰ καὶ ὡς φάρμακα,
διότι θερμαίνει καὶ ὑγραίνει καὶ ψύχει καὶ ξηραίνει
σαφῶς τὰ σώματα. καὶ ταῦτα ὅταν μηδὲν τούτων ἐνεργῇ
περὶ τὸ σῶμα, τρέφει δὲ μόνον αὐτὸ, τότε οὐχ ἕξει τὸν τοῦ
φαρμάκου λόγον. ἀλλ᾿ εἴπερ ἐστί τινα τοιαῦτα ἐδέσματα,
ἡμεῖς εἶναι ὀλίγιστά φαμεν. εἰ δ᾿ ἐστὶ, μόνον τὸν τῆς τροφῆς
ἔχει λόγον χωρὶς τοῦ μεταβάλλειν τὸ σῶμα τοῦ προσενεγκαμένου
κατὰ ποιότητα. κατὰ τοῦτον οὖν τὸν λόγον ὅσα
μέσα ταῖς κράσεσιν οὐδεμίαν ἔχει ἐπικρατοῦσαν ποιότητα,
ταῦτα μόνον τροφὰς εἶναι, οὐ φάρμακά φασιν. ἔστι μὲν
οὖν ὅτε συμφέρει ἐν τῇ τροφῇ δύναμιν εἶναι τοῦ φαρμάκου,
ἵνα μετὰ τροφῆς καὶ τὸ βοήθημα προσενέγκοιτο καὶ ἴσως
μετά τινος ἡδονῆς, ἔστι δ᾿ ὅτε οὐ συμφέρει τοῦτό γε. καὶ
τότε ἡ τροφὴ γίνεται μὲν φαύλη κατὰ τὴν δύναμιν τὴν
φαρμακώδη, εἰ καὶ τῇ τῆς τροφῆς ποιότητι ἐπιτήδειος οὖσα
κατὰ πάντας τοὺς χρόνους τοῖς σώμασιν ἡμῶν. οὐ συμφέρει
δὲ, ὡς ὅταν μόνης τῆς καθάρσεως χρῄζει τὸ σῶμα, τροφῆς
δὲ οὔ. τοῦτο δ᾿ οὐκ ἔστιν ἐπὶ πᾶσι καὶ ἀεὶ ἀληθές.
διὸ προστίθησι, φλαῦρον καὶ ἄριστον πρός τι· δηλονότι τὸ
βλαβερόν τε καὶ ὠφέλιμον. ἑτέρῳ γὰρ λόγῳ φαίης ἂν τήνδε
τὴν τροφὴν τῆς ἄλλης βελτίονα, ἑτέρῳ δὲ τὴν ἄλλην ὑπάρχειν·
οὐχ ἁπλῶς δέ. ἐὰν μὲν γὰρ χρὴ φαρμακεύειν
ἢ τὴν κοιλίαν καθᾶραι, βελτίονα πρὸς τοῦτο τὸ ἔργον εἶναι
τὴν σκαμμωνίαν τῆς κράμβης λέξειας· ἐὰν δὲ μόνον ὑπάγειν
τὴν γαστέρα δέῃ, τὸν τῆς κράμβης ζωμόν. οὕτω δὲ
καὶ περὶ τῶν ἄλλων, διότι τὸ φαῦλον καὶ τὸ οὐ φαῦλον
πρός τι λέγεται· καὶ ὃ τινὶ ἄριστόν ἐστι, ἄλλῳ φαῦλον ἔσται,
καὶ ἀνάπαλιν. καὶ ὃ ἁπλῶς φαῦλόν ἐστι, τινὶ κατὰ μέρος
ὠφέλιμον εὑρεθήσεται. περὶ δὲ τῆς τοῦ φαύλου ὀνομασίας
ἰστέον ὅτι οἱ παλαιοὶ σχεδὸν ἅπαντες εἰώθασι λέγειν αὐτὸ
ἀντὶ τοῦ τυχόντος καὶ ἁπλοῦ, ᾧ ἀντικείμενον τιθέασι τὸ
ἀκριβές· νῦν δὲ οὐχ οὕτω ληπτέον, ἐπειδὴ ἀντίκειται αὐτῷ
τὸ ἄριστον.
21. Ἕλκος, ἐσχάρη, αἷμα, πῦον, ἰχὼρ, λέπρη, πίτυρον, ἀχὼρ,
λειχὴν, ἀλφὸς, ἔφηλις· ὁτὲ μὲν βλάπτει, ὁτὲ δὲ ὠφελέει,
ὁτὲ δὲ οὔτε βλάπτει οὔτε ὠφελέει.
Τῶν ἑλκῶν τὰ μὲν αὐτομάτως γίνεται, τὰ δὲ ἐκ τῆς
ἔξωθεν αἰτίας. καὶ τὰ μὲν ἀεὶ μείζω καὶ χείρω γίνεται,
τὰ δ᾿ ἐναντίως, καὶ τὰ μὲν ἐπιπολῆς, τὰ δὲ κοῖλα. ὅσα δὲ
ἐπιπολῆς ᾖ καὶ κατὰ τὸ δέρμα, ἕρπητας ὀνομάζουσιν. ὅσα
δὲ τὴν ὑποκειμένην διαφθείρει σάρκα, φαγεδαίνας· ὡς καὶ
καλεῖται ἄνθραξ ἕλκος ἐσχαρῶδες ἅμα πολλῇ τῇ τῶν πέριξ
σωμάτων φλογώσει εἰ δέ τις ἐπιμελέστερον βούλεται τὰς οἰκείας
τῶν ἑλκῶν εἰδέναι διαφορὰς, οὗτος ἔχει αὐτὰς ἐν τῇ
θεραπευτικῇ μεθόδῳ παραδεδομένας. ἔνθα καὶ λέλεκται
ἡμῖν ἄλλας μὲν εἶναι διαφορὰς ἕλκους ἁπλοῦ καὶ μόνου,
χωρὶς ἑτέρας τινος διαθέσεως, ἄλλας δὲ εἴ τις ἄλλη συνῇ
διάθεσις. * * * εἶπεν αὐτὸς,
ἐρυσίπελας ἔξωθεν ἔσω τρέπεσθαι, οὐκ ἀγαθόν ἔσωθεν
δὲ ἔξω ἀγαθόν· ἵνα ἐπιστάμεθα πᾶν ὅ τι ἐκ τῶν
βαθέων μερῶν ἐπὶ τὸ δέρμα τρέποιτο τῶν ἀγαθῶν εἶναι,
ἔμπαλιν δὲ ἐπὶ τὸ βάθος μεθιστάμενον, τῶν κακῶν. διὰ τοῦτο
οὐδὲν θαυμαστὸν εἰ τὰ ἕλκη ποτὲ ἐπ᾿ ἀγαθῷ γίνεται καίπερ
ὄντων, ὡς εἶπον, πάντων σχεδὸν κακῶν. ὁ αὐτὸς δὲ λόγος
τῆς ἐσχάρας ἐστίν. εἰ μὲν οὖν ἐκ τοῦ ἕλκεος τὸ αἷμα ῥέοι,
ἐπισχεῖν μὲν χρὴ πρῶτον τὸ αἷμα, τὸ δὲ ἕλκος ἐξῆς ἰᾶσθαι.
ἐσχάραν δὲ οἱ ἰατροὶ ὡς φράγμα τι τοῖς ἕλκεσιν ἑξεῦρον.
ἔστι γὰρ ἡ γένεσις αὐτῆς ἐκ τῶν ὑποκειμένων καὶ περικειμένων
σωμάτων, οἷον ἡμικαύτων γενομένων. ὥστ᾿ ἀπόλλυται
τοῦ μορίου τοσοῦτον τῆς κατὰ φύσιν σαρκὸς, ὅσον κατὰ
τὴν ἐσχάραν ἐκαύθη. πολλοῖς μὲν ἐπὶ ταῖς τῶν ἐσχάρων
ἀποπτώσεσι δυσεπίσχετος ἐπηκολούθησεν αἱμοῤῥαγία· ὥστε
βλάπτειν μεγάλως καὶ πολλάκις οὕτω συμβαίνει. καὶ θᾶττον
ἀπόλλυται τὸ οὕτως αἱμοῤῥαγοῦν ζῶον, ἢ τὸ αἷμα παύεται
κενούμενον. τότε δὲ ἡ ἀνάγκη βιάζεται χρῆσθαι τοῖς
ἅπασι βοηθήμασι· καὶ δεῖ τὸν ἰατρὸν ἀκριβῶς καὶ ἐπιμελῶς
νοῦν προσέχειν. περὶ δὲ τοῦ αἵματος οὐδεὶς ἀγνοεῖ
ὅτι ποτέ μὲν ὠφελίμως, ποτὲ δὲ βλαβερῶς ἐκρεῖ, ἢ καὶ ἐκκρίνεται.
καὶ γὰρ εἰ λόγῳ κρίσεως, πεπεμμένου τοῦ νοσήματος,
καὶ ἐν τῇ κρισίμῃ ἡμέρᾳ αἱμοῤῥαγία γένοιτο, εἴπερ
δέον ἦν τὴν νόσον διὰ τοῦ αἵματος κρίνεσθαι, πάντως σώσει
τὸν κάμνοντα· εἰ δ᾿ ἀνάπαλιν, οἴσεται τὸν θάνατον ἢ
κίνδυνον μέγιστον, ὡς ἡμεῖς ὁσημέραι| σχεδὸν ὁρῶμεν.
τὸ δὲ πῦον ἔχει δύο γένη καὶ καθ᾿ ἕτερον μὲν βλάπτει,
καθ᾿ ἕτερον δὲ ὠφελεῖ· ὡς ὅταν ἐπικρατούσης τῆς
φύσεως γίνεται. βλάπτει δὲ ὅταν γίνεται ἐκείνης νενικημένης·
καὶ ἐπικρατούσης μὲν, ὡς ἐπὶ ταῖς φλεγμοναῖς καὶ τοῖς
φυματώδεσιν ὄγκοις· καὶ ἐν τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ
φλέβας χυμοῖς τὸ τοῖς οὔροις ὑφιστάμενον. ἕτερον δὲ γένος
ἀῤῥωστούσης εἰς τοσοῦτον τῆς πεπτικῆς δυνάμεως γίνεται,
ὡς μηδεμίαν ἐπὶ χρηστὸν ἐργάζεσθαι μεταβολὴν τοῦ
σηπομένου περιττώματος. ὃ γίνεται ποτὲ μὲν ἐκείνης ἐσχάτως
ἀσθενούσης, κᾂν τὸ σηπόμενον μετρίως ᾖ μοχθηρὸν,
ἔστι δ᾿ ὅτε τὰ μὲν τῆς δυνάμεως οὐκ εἰς ἔσχατον τῆς ἀῤῥωστίας
ἥκει, τὸ δὲ ὑγρὸν ἄκρως μοχθηρὸν ὑπάρχει. κρατησάσης
μὲν οὖν ἀκριβῶς τῆς φύσεως τὸ κάλλιστον γίνεται
πῦον. ἔστι γὰρ ἰδεῖν μὲν λευκὸν, παχὺ καὶ ὅμοιον ἑαυτῷ
πανταχόθεν· ἔτι δὲ καὶ λεῖον ἁπτομένῳ καὶ ἥκιστα δυσῶδες.
πολλάκις δὲ λευκὸν μέν ἐστιν, ἀλλ᾿ ὅτι δυσῶδες εἶναι δοκεῖ,
οὐ καλόν ἐστιν· ὡς ἐνίοτε οὐ λευκὸν, ἀλλὰ πελιδνὸν φαίνεται.
διὸ εἶπεν ἐν τοῖς ἀφορισμοῖς Ἱπποκράτης, ὁκόσοι ἔμπυοι
καίονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται·
ἢν δὲ ὕφαιμον καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται.
καὶ πάλιν, ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται, ἢν
μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· καὶ τὰ
ἑξῆς. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν ἰχώρων νομιστέον,
ὡς οὐ σμικρὰ συμπτώματα ὑφ᾿ ἑαυτῶν γίνεται. καὶ
ὁ Πλάτων δὲ ταὐτό πως λέγει εἰπών· ἰχὼρ δὲ ὁ μὲν αἵματος
ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς, ὀξείας δὲ, ἄγριος.
δῆλον γάρ ἐστιν ὅτι ἐπὶ πάντων χυλῶν τε καὶ χυμῶν ὑγρότης
τις ὀῤῥώδης καὶ λεπτή ἐστι. διαφέρει δὲ κατὰ τὰς
φύσεις τῶν χυμῶν, ὧν εἰσιν ὀῤῥοί. καὶ χαλεπώτατος ἔσται
ὁ τῆς μελαίνης χολῆς· ἧττον δὲ χαλεπὸς ὁ τῆς ξανθῆς· καὶ
τούτου μᾶλλον ὁ τοῦ φλέγματος. ἐπιεικέστατος δὲ πάντων
ὁ τοῦ αἵματος ἰχώρ. καὶ δὴ κᾀν τοῖς ἕλκεσιν ἰχὼρ μὲν
καλεῖται τὸ λεπτὸν περίττωμα, ῥύπος δ᾿ ἕλκους τὸ παχύ.
καὶ διὰ μὲν τὸ λεπτὸν περίττωμα ὑγρὸν τὸ ἕλκος γίνεται,
διὰ δὲ τὸ παχὺ ῥυπαρόν. τὴν δὲ περὶ τῶν χυμῶν θεωρίαν,
ἐν οἷς ἰχῶρές εἰσιν, οὐ μόνον αὐτὸς οἶδεν Ἱπποκράτης, ἀλλὰ
καὶ Πλάτων, καὶ περὶ τῶν νοσημάτων ἐκ τῶν καθέκαστα
χυμῶν ὁρμωμένων διαλέγεται ᾧδέ πως, περὶ νοσημάτων ὅσα
διὰ χολὴν γίνεται ἀρχόμενος· ὅσα δὲ φλεγμαίνειν λέγεται
τοῦ σώματος ἀπὸ τοῦ καίεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν
γέγονε πάντα. περὶ δὲ φλέγματος ᾦδε· φλέγμα δὲ ὀξὺ καὶ
ἁλμυρὸν πηγὴ πάντων νοσημάτων, ὅσα γίνεται καταῤῥοϊκά.
περὶ δὲ μελαίνης χολῆς λέγει μὲν ἐκεῖνα, ἅπερ ἡμεῖς ἤδη
γεγράφαμεν, ταὐτὰ δὲ λέγουσι καὶ Ἀριστοτέλης καὶ Θεόφραστος
καὶ τῶν ἰατρῶν οἱ δοκιμώτατοι, Διοκλῆς, Πλειστόνικος,
Φιλότιμος, Ἡρόφιλος καὶ ἄλλοι πολλοί. Ἱπποκράτης
δὲ οὐ μὴ μόνον περὶ τούτων λέγει, ἀλλὰ καὶ περὶ τοῦ αἵματος
τοῦ ἰχωροειδέος ἐν ταῖς ἐπιδημίαις, ὅπερ εἶναι οἱ ἰατροὶ
βούλονται, τὸ μετά τινος ἰώδους καὶ κακοήθους δυνάμεως,
κατὰ τὴν ἔννοιαν, καθ᾿ ἣν γέγραπται ἐν τῷ δευτέρῳ
τῶν ἐπιδημιῶν· καὶ ὑπὸ τῷ δέρματι, φησὶν, ἰχῶρες ἐγίνοντο,
ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο καὶ κνησμὸν ἐνεποίουν
εἶτα φλυκταινίδες ὥσπερ πυρίκαυστοι ἀνίσταντο καὶ ὑπὸ τὸ
δέρμα καίεσθαι ἐδόκεον. πρὸς δὲ τούτοις ἴσθι ὅτι τινὰ
τῷ ὅλῳ γένει παρὰ φύσιν ἐστὶν, ὧν ἁπάντων τριττὴ ἢ διαφορά.
τινὰ μὲν γὰρ ἐκ μεταβολῆς γίνεται τῶν στερεῶν σωμάτων,
ὡς ἡ μυρμηκία καὶ ἡ λεύκη καὶ ὁ ἀλφὸς, ἐλέφας τε
καὶ ψώρα καὶ λέπρα, τινὰ δ᾿ οὐδ᾿ ὅλως ὄντα πρότερον
ὕστερα γίνεται, καθάπερ καὶ ἡ μελικηρὶς, ἀθερώματά
τε καὶ στεατώματα. προσέχειν οὖν ἀεὶ χρὴ τὸν νοῦν ἐπὶ
πάντων τῶν παρὰ φύσιν ἀκριβῶς, ἐπισκοπούμενον ἐκ τίνος
γένους ἐστὶ, καὶ πότερον αὐτομάτως γέγονεν, ἢ ἔκ τινος
τῆς αἰτίας, καὶ πότερον ὠφελεῖ, ἢ βλάπτει· εἰ καὶ μήτ᾿
ὠφελεῖ μήτε βλάπτει, ὡς αὐτός φησιν. ἐπεὶ δὲ καὶ τὰ
ὁμοῖα πιτύροις ἀπὸ τοῦ τῆς κεφαλῆς δέρματος πολλάκις
ἀποπίπτει, διὸ ἀξιοῖ σκοπεῖν πότερον καὶ ταῦτα ὠφέλιμά
ἐστιν ἢ βλαβερά. γίνεται δὲ τὸ σύμπτωμα τοῦτο ὑπὸ μοχθηρῶν
ἰχώρων τοὺς κνησμοὺς ἐμποιούντων. ἐν δὲ αὐτῷ
τῷ δέρματι τῆς κεφαλῆς γίνεται ὁ καλούμενος ἀχώρ· ὃς ἐκ
τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων ὑπάρχει. οὗτος γὰρ
λεπτοῖς πάνυ τρήμασι κατατιτρᾶται, νοτίδα λεπτὴν ἔχουσιν
ὑγρότητος ἀτρέμα γλίσχρας. ἔστι δὲ καὶ ὁ λειχὴν πάθος
τοῦ δέρματος, διττὸν δὲ εἶδος λειχῆνος, ὁ μὲν ἥμερος καὶ
πρᾳότερος, ὁ δὲ ἄγριος καὶ χαλεπώτερος. ἀφίστανται δὲ
καὶ ἐπὶ τούτων καὶ αἱ λεπίδες τοῦ δέρματος καὶ ὑπὸ τὰς
λεπίδας τόπος ἐρευθέστερος καὶ ἐγγὺς ἡλκωμένου φαίνεται.
τὸ δὲ πάθος αὐτὸ γίνεται ἀπὸ φλέγματος ἁλμυροῦ καὶ τῆς
ξανθῆς χολῆς. οὕτω δὲ καὶ ὁ ἀλφὸς διττός ἐστιν, ὁ μὲν λευκὸς,
ὁ δὲ μέλας. γίνεται δὲ ὁ μὲν μέλας ὑπὸ μελαίνης χολῆς,
ὁ λευκὸς δὲ ὑπὸ τοῦ φλέγματος οὐχ ἁλυκοῦ. περὶ
δὲ τὸ πρώσωπόν ἐστιν οὐ μόνον ἔφηλις, περὶ ἧς αὐτὸς εἶπεν,
ἀλλὰ καὶ οἱ ἴονθοι καὶ φακὸς καὶ κατάγματα τῶν ὀστέων.
ἅπαντα σκοπεῖσθαι χρὴ, πότερον λόγῳ κρίσεως, ἢ ἀποστάσεως,
ἢ κατ᾿ ἄλλον τινὰ τρόπον γίνεται.
22. Τροφὴ, οὐ τροφή. ἢν μὴ οἷόν τε ᾖ τρέφεσθαι, ὄνομα τροφὴ,
ἔργον δὲ οὐχί· ἔργον τροφὴ, οὔνομα δὲ οὐχί.
Ὀρθῶς ἐλέγετο τὸ πρόσθεν ῥηθὲν, τὸ δεῖν πρόσθεσιν
μὲν πρῶτον, ἐφεξῆς δὲ πρόσφυσιν, ἔπειτ᾿ ὀξομοίωσιν γενέσθαι
τῷ μέλλοντι τρέφεσθαι. καὶ ὅτι κυρίως μὲν τὸ τρέφον
ἤδη τροφὴ, τὸ δ᾿ οἷον μὲν τροφὴ, οὔπω δὲ θρέψαν,
ὁποῖόν ἐστι τὸ προσφυόμενον ἢ τὸ προστιθέμενον· τροφὴ
μὲν οὐ κυρίως, ὁμωνύμως δὲ τροφὴ καλεῖται. τὸ δὲ ἐν ταῖς
φλεψὶ περιεχόμενον καὶ τούτου ἔτι μᾶλλον τὸ κατὰ τὴν γαστέρα,
ὡς μέλλον ποτὲ θρέψειν, εἰ καλῶς κατεργασθείη, κέκληται
τροφή. τὸν αὐτὸν δὲ τρόπον, ὡς εἴρηται, καὶ τῶν
ἐδεσμάτων ἕκαστα τροφὰς ὀνομάζομεν, οὔτε τῷ τρέφειν ἤδη
τὸ ζῶον οὔτε τῷ τοιοῦτον ὑπάρχειν, οἷον τὸ τρέφον, ἀλλὰ
τῷ δύνασθαί τε καὶ μέλλειν τρέφειν, καλῶς κατεργασθέν.
ἔστι μὲν οὖν τροφὴ καὶ οὐ τροφή· τὸ γὰρ ἤδη ὁμοιούμενον
τροφὴν καλεῖ. οὕτω δὲ καὶ τὸ δυνάμενόν τε καὶ μέλλον
τρέφειν τροφὴν ὀνομάζομεν, τὸ δὲ μὴ δυνάμενόν ποτε τρέφειν
τῷ μὲν ὀνόματι λέγεσθαι τροφὴ δύναται, ἔργῳ δὲ
οὐκ ἔτι. οὕτω καὶ τὸ τῷ ἔργῳ τροφὴ οὐκ ἔστι τροφὴ κατὰ
τοὔνομα, ἀλλὰ κατὰ τὸ πρᾶγμα καὶ κατ᾿ ἐνέργειαν. περὶ
δὲ τῶν τροφῶν, ἐν αἷς αἱ δυνάμεις φαρμακώδεις εἰσὶ καὶ
περὶ τῶν φαρμάκων * * ὡς ἡ θεραπεία γινομένη
διὰ τῶν τροφῶν, ἐν αἷς ἡ τοῦ φαρμάκου δύναμίς ἐστι,
βελτίων ἐστὶ τῆς διὰ τῶν φαρμάκων, τὰς τῶν τροφῶν δυνάμεις
ἐχόντων. διὸ εὐλαβοῦ τὰς καθάρσεις ποιεῖν διὰ τῶν
καθαρῶν. δεῖ γάρ τι μιγῆναι εἰ δὲ συμβαίνει φαρμακεύειν,
ἵνα μὴ ἁμαρτάνοις τοῦ σκοποῦ, μὴ προσθήσεις ἄλλο τι
πλὴν τὸ ἐπιτήδειον, ἐν ᾧ δύναμις ὑπάρχῃ τρόφιμος. τούτου
δὲ γένους ἐστὶν, ὅσα * * *
23. Ἐς τρίχας τροφὴ καὶ ἐς ὄνυχας καὶ ἐς τὴν ἐσχάτην
ἐπιφανείην ἔνδοθεν ἀφικνέεται. ἔξωθεν τροφὴ ἐκ
τῆς ἐσχάτης ἐπιφανείης ἐνδοτάτω ἀφικνέεται, ξύῤῥοια μία,
ξύμπνοια μία.
Δέδεικται μὲν ἐν τοῖς ἄνωθεν εἰρημένοις ὅτι ἕκαστον
μόριον ἕλκει τὴν οἰκείαν αὐτῷ τροφήν· καὶ ὅτι φυσικὸν ἔργον
ἐστὶν ἡ ἀνάδοσις τροφῆς, ἐκ κοιλίας μὲν εἰς ἧπαρ, ἐξ
ἥπατος δὲ εἰς ὅλον τὸ σῶμα· καὶ ὅτι τῶν φυσικῶν ἐνεργειῶν
ἡ πρώτη τε καὶ ἀναγκαιοτάτη σχεδὸν ἁπασῶν ἡ θρέψις
ἐστὶν εἶδός τι οὖσα τῆς ἀλλοιωτικῆς ἐνεργείας. ἐπειδὴ
δὲ ἡ κατὰ τὴν γαστέρα πέψις ἀλλοίωσίς ἐστι καὶ ἡ ἐν ταῖς
φλεψὶ καὶ ἡ καθ᾿ ἕκαστον μόριον, διὰ τοῦτο ἕπεται μὲν ἐξομοίωσις,
οὐ ταὐτὸν μὲν ὄνομα τῇ θρέψει, τὸ δ᾿ ἔργον οὐχ
ἕτερον. εἰσὶ μέντοι τινὲς ἡγούμενοι οὐδεμίαν οὐδενὶ μορίῳ
ὑπάρχειν ἑλκτικὴν δύναμιν τῆς οἰκείας ποιότητος. ἡμῖν δὲ
οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τὴν ὁλκὴν γίνεσθαι καὶ τὴν
ἀπόκρισιν ἐν διαφόροις τοῖς χρόνοις οὐδὲν χαλεπὸν δεικνύναι,
εἴ γε καὶ τῆς γαστρὸς ὁ στόμαχος οὐ μόνον ἐδέσματα
καὶ πόματα παράγων εἰς ἑαυτὸν, ἀλλὰ κᾀν ταῖς ναυτίαις
τὴν ἐναντίαν ἐνέργειαν ποιῶν ἐναργῶς φαίνεται. ταὐτὸ
τοῦτο ποιεῖ καὶ ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἣ διὰ τοῦ ἑαυτοῦ
αὐχένος πληροῦται καὶ ἐκκενοῦται. ὡσαύτως δὲ καὶ ὁ στόμαχος
τῶν μητρῶν ὁδός ἐστιν εἴσω μὲν τοῦ σπέρματος, ἔξω
δὲ τοῦ κυήματος. δέδεικται δὲ ἤδη ἡμῖν ὅτι δι᾿ ὧν εἰς
ἧπαρ ἐνεδόθη τι φλεβῶν ἐκ γαστρὸς, αὖθις εἰς αὐτὴν ἐξ
ἥπατος ἐν ταῖς ἀσιτίαις ταῖς μακροτέραις δύναται ἕλκεσθαι
ἡ τροφή. τῶν δὲ φλεβῶν τῶν ἐν τῷ μέσῳ τεταγμένων ἥπατός
τε καὶ τῶν κατὰ τὴν κοιλίαν ὁ αὐτὸς λόγος. ὅτε μὲν
γὰρ ἐν τούτοις ἄφθονος εἴη περιεχομένη τροφὴ, διὰ τῶν
εἰρημένων εἰς ἧπαρ ἀναφέρεται φλεβῶν· ὅτε δὲ εἴη κενὰ
καὶ δεῖται τροφῆς, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι.
τούτων μὲν οὕτως ἐχόντων πᾶν μόριον ἕλκει μὲν
τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον. καὶ τοῦτό
γε ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν, ἢ ἰδίως τῷδέ
τινι γίνεται. καὶ φύσει μὲν καὶ κοινῇ πᾶσι τοῖς ζώοις ἡ
μὲν καρδία τοῦ ἥπατος, τὸ δ᾿ ἧπαρ ἐντέρων τε καὶ γαστρὸς,
αἱ δ᾿ ἀρτηρίαι τῶν φλεβῶν ἰσχυρότεραί εἰσιν ἑλκύσαι τε
τὸ χρήσιμον ἑαυτοῖς ἀποκρῖναί τε τὸ μὴ τοιοῦτον. καθ᾿
ἕκαστον δὲ ἡμῶν ἰδίως ἐν μὲν τῷδε καιρῷ τὸ ἧπαρ ἰσχυρότερον
ἕλκειν, ἐν δὲ τῷδε ἡ γαστήρ ἐπισπᾶται γὰρ ῥᾳδίως
ἐκ τοῦ ἥπατος, ὅταν αὐτὴ μὲν ὀρέγοιτο τροφῆς σφοδρῶς,
ἐμπεπλησμένον δὲ εἴη τὸ ἧπαρ. οὕτω δὲ καὶ τὸ
ἧπαρ ἕλκει, ὅταν ποτὲ καὶ αὐτὸ δεῖται τροφῆς, καὶ ὡς ἐξ
ἀλλήλων ἕλκει τὰ μόρια τροφὴν, οὕτω καὶ ἀποτίθεταί ποτ᾿
εἰς ἄλληλα τὸ περιττόν. ὥστε οὐ θαυμαστὸν, εἰ ἐκ τῆς
ἐσχάτης ἐπιφανείας, τῆς κατὰ τὸ δέρμα, ὡς νῦν Ἱπποκράτης
φησὶ, μέχρι τῶν ἐντέρων καὶ τῆς γαστρὸς ἀφικνεῖταί τι
μεταλαμβανόμενον. καὶ μὴ μόνον τὸ πνεῦμα ἢ τὸ περίττωμα,
ἀλλὰ καὶ ἡ τροφὴ αὐτὴ ἐκ τῆς ἐσχάτης ἐπιφανείας
αὖθις ἐπὶ τὴν ἀρχὴν, ὅθεν ἀνηνέχθη, καταφέρεται. ἐλάχισται
γὰρ ῥοπαὶ τῶν κινήσεων τὴν ἐκκριτικὴν ταύτην οἰακίζουσι
δύναμιν. αἱ δὲ κινήσεις ἀπὸ τῶν ἔνδοθεν
διερεθιζόντων, ὡς ἐν τοῖς καθαίρουσι φαρμάκοις, ἰσχυρότεραί
τε πολὺ καὶ μονιμώτεραι γίνονται καὶ διαμένουσιν,
ἔστ᾿ ἂν καὶ ἡ περὶ τοῖς σώμασι τῶν ἀγγείων διάθεσις ἡ τὸ
πλησίον ἕλκουσα παραμένῃ. αὕτη γὰρ εἰς τὸ συνεχὲς ἐκκενοῖ
τὸ μόριον, ἐκεῖνο δ᾿ αὖ εἰς τὸ μετ᾿ αὐτὸ, καὶ τοῦτο
οὐ παύεται μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε μεταδιδόντων
τῶν ἐφεξῆς ἀεὶ μορίων ἑτέρων ἑτέροις τὸ πρῶτον
πάθος τάχιστα διικνεῖσθαι μέχρι τῶν ἐσχάτων. δῆλον μὲν
οὖν ἐστιν ὅτι ἐκ παντὸς εἰς πᾶν φέρεταί τι καὶ μεταλαμβάνεται
καὶ ὅτι, ὡς γράφεται πρὸς αὐτοῦ, μία πάντων
ἐστὶ σύμπνοιά τε καὶ σύῤῥοια. φαίνεται γὰρ τοῦτο σαφῶς
ἐπί τε τῆς καρδίας καὶ τῶν ἀρτηριῶν ἁπασῶν καὶ τοῦ θώρακος
καὶ τοῦ πνεύμονος. καθ᾿ ἑκάστην γὰρ σχεδὸν τοῦ
καιροῦ ῥοπὴν τὰς ἐναντίας κινήσεις τε ἅμα τῶν ὀργάνων
καὶ φορὰς τῶν ὑλῶν ἐστιν ἰδεῖν γιγνομένας. καὶ ὥσπερ
εἰσπνέομεν ἐν ἑτέρῳ χρόνῳ καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ἀντεκπνέομεν,
οὕτω καὶ τροφὴν ἐν ἑτέρῳ μὲν χρόνῳ τὸ ἧπαρ
ἐκ τῆς γαστρὸς, ἐν ἑτέρῳ δὲ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται.
ἐκεῖνο μὲν γινώσκειν χρὴ, ὡς δύο εἰσὶν ὁλκῆς εἴδη,
τὸ μὲν τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τὸ δ᾿ οἰκειότητι
ποιότητος γιγνόμενον. καὶ ὡς ἡ μὲν πρὸς τὸ κενούμενον
ἀκολουθία τὸ κουφότερον ἕλκει πρότερον, ἡ δὲ κατὰ
τὴν τῆς ποιότητος οἰκειότητα πολλάκις τὸ βαρύτερον, ἂν
τῇ φύσει συγγενέστερον ὑπάρχῃ. τὸ μέντοι κουφότερον φαίνεται
ἀεὶ πρότερον ἀκολουθεῖν καὶ ταῖς ἀρτηρίαις καὶ τῇ
καρδίᾳ. ὡς δὲ τρέφεσθαι δεομένοις εἰς αὐτοὺς τοὺς χιτῶνας
ἕλκεται τὸ οἰκεῖον. ὁ δὲ δὴ τρόπος τῆς θρέψεως τῶν
μορίων τοιόσδε ἐστί· τοῦ σώματος ἑαυτῷ συνεχοῦς τὰ μὲν
ἐπιπολῆς μέρη πρῶτα ὁμιλούσης ἀπολαύει τροφῆς, ἐκ τούτων
δ᾿ αὖ μεταλαμβάνει κατὰ τὸ συνεχὲς ἕλκοντα τὰ τούτων
ἐφεξῆς, εἶτ᾿ ἐξ ἐκείνων αὖθις ἕτερα. καὶ τοῦτο γίνεται
ἄχρις ἂν εἰς ἅπαντα τὰ μόρια διαδοθείη ἡ ποιότης τῆς
τροφῆς. οὐχ ὁμοίως δὲ πάντα τὰ μόρια τρέφεται, ἀλλὰ
τὰ μὲν ἐπὶ πλέον ἀλλοιουμένου δεῖται χυμοῦ, τὰ δ᾿ ἧττον.
ὅσα δὲ τοιαῦτά ἐστιν εἴρηται ἐν ἄλλοις καὶ οὐ χρὴ μηκύνειν
ἔτι τὸν λόγον.
24. Ξυμπαθέα πάντα, κατὰ μὲν ὁλομελίην πάντα· κατὰ μέρος
δὲ τὰ ἐν ἑκάστῳ μέρει μέρεα πρὸς τὸ ἔργον.
Περὶ γενέσεως τοῦ τῶν ζώων σώματος τέσσαρες κατὰ
τὴν διαίρεσιν εὑρίσκονται δόξαι. πρώτη μὲν ἡ ἐξ ἀναισθήτων
τε ἅμα καὶ ἀπαθῶν, δευτέρα δὲ ἡ ἐξ αἰσθητικῶν μὲν,
ἀπαθῶν δέ. τοῦτο δ᾿ ἀδύνατον. διὸ ἀπεχωρήσαμεν ἀμφοτέρων
τῶν δοξῶν. λοιπαὶ δ᾿ εἰσὶ δύο, μία μὲν ἐξ αἰσθητικῶν
τε ἅμα καὶ πασχόντων στοιχείων τὸ σῶμα αἰσθανόμενον
συνιστῶσα, δευτέρα δὲ ἡ οὐκ ἐξ αἰσθητικῶν μὲν, πασχόντων
δέ. εἰ μὲν οὖν προσέχεις τὸν νοῦν, εὑρήσεις ὅτι
πάντα τὰ τῶν ζώων σώματα αἰσθητικά ἐστι καὶ παθητικά.
ἀλλὰ καὶ τὰ πρῶτα στοιχεῖα εἰς ἄλληλα δρᾷ καὶ πάσχει
πολυειδῶς. ἐκ δὲ τῶν μὴ μεταβαλλόντων τὰς ποιότητας
στοιχείων οὐκ ἐγχωρεῖ γενέσθαι τι τῶν ἑτερογενῶν· ἐκ δὲ
τῶν μεταβαλλόντων ἐγχωρεῖ. ὁρῶμεν γάρ ποτε ἐν πολλαῖς
ταῖς μεταξὺ γινομέναις μεταβολαῖς τὸ τέως μέλαν αὖθις
γενέσθαι λευκὸν καὶ τὸ τέως λευκὸν, αὖθις μέλαν, καὶ τὸ
νῦν ἀναίσθητον αὖθις αἰσθητικόν. ὅσοι μὲν οὖν ἐκ πυρὸς
καὶ ὕδατος καὶ γῆς καὶ ἀέρος ἀλλοιουμένων τε καὶ μεταβαλλομένων
καὶ κεραννυμένων δι᾿ ὅλων ἀξιοῦσι γενέσθαι
τι τῶν συνθέτων σωμάτων αἰσθητικὸν, τἀληθὲς λέγουσιν.
ὅτι δέ τινες λέγουσι τὰ σώματα μὴ εἶναι αἰσθητικὰ, ἐπειδὴ
τῇ ἐνεργείᾳ οὐκ αἰσθάνεται, καὶ ἐν τῷδε ἐνδεχόμενα λέγουσι.
τὸ γὰρ ἡμέτερον σῶμα καίτοι φανερῶς ὑπάρχον αἰσθητικὸν,
ὅμως οὐκ αἰσθάνεται, πρὶν παθεῖν ὑπό τινος. διὸ ἤτοι
ἐξ αἰσθητικῶν τε καὶ πασχόντων τῶν πρώτων στοιχείων,
ἤτοι ἐξ ἀναισθήτων μὲν, ἀλλὰ μεταβάλλεσθαι καὶ ἀλλοιοῦθαι
δυναμένων ἀνάγκη συνίστασθαι τὸ μέλλον αἰσθήσεσθαι, ἀληθής
ἐστιν ἡ τοῦ παλαιοῦ δόξα, πάντα εἶναι συμπαθῆ. ἢ
νῦν λέγει περὶ τῶν μόνων τοῦ σώματος ἡμῶν μορίων σημαίνων
πάντα εἶναι ἀλλήλοις συμπαθῆ, τουτέστιν εἰς ὑπηρεσίαν
ἑνὸς ἔργου πάνθ᾿ ὁμολογεῖν. δῆλον γὰρ ὅτι τὰ μεγάλα
τοῦ παντὸς ζώου μόρια, καθάπερ χεῖρες καὶ πόδες
καὶ ὀφθαλμοὶ καὶ γλῶττα, ἐγένοντο χάριν τῶν ὅλων τοῦ
ζώου ἐνεργειῶν· καὶ ὁμολογεῖ πάντα πρὸς ταύτας. ἀλλὰ
καὶ τὰ μικρότερα πρὸς τοὔργον τοῦ παντὸς ὀργάνου καὶ
αὐτὰ ἀναφέρεται. οἷον ἐν τῷ ὀφθαλμῷ, ἑνὶ ὄντι ὀργάνῳ
τῆς ὄψεως καὶ ἐκ πολλῶν μορίων συνεστῶτι, ἅπαντα τὰ
μόρια πρὸς ἓν ἔργον, τουτέστι πρὸς τὸ ὁρᾷν ὁμολογεῖται·
τῶν δ᾿ ἄλλων μορίων ὁ αὐτὸς λόγος. οὕτω μὲν οὖν ἡ γαστὴρ
καὶ τὸ στόμα καὶ πόδες καὶ χεῖρες. τοῦτο δὲ οὐ
πάντες εἰδέναι βούλονται, καίτοι κατὰ τόνδε τὸν λόγον εἰρηκότος
τοῦ συγγραφέως. συγγνωστέον μέντοι καὶ πολλοῖς,
ἀγνοοῦσι διὰ τὴν ἀσάφειαν τῆς λέξεως. καὶ γὰρ κατὰ τὸν
παλαιὸν ἡρμήνευται τρόπον καὶ ταχέως καὶ ἀπὸ τῶν ἄνωθέν
τε καὶ κάτωθεν ἀδιαλύτως, καθάπερ ἐστὶ πλεῖστα τῶν
ἐν τῷδε τῷ γράμματι, ἢ αὐτοῦ τοῦτον τὸν τρόπον πρῶτον
γράψαντος, ἢ τοῦ βιβλιογράφου, ὡς εἰκός ἐστι, σφαλέντος,
ἢ τέλος μετατεθειμένων καὶ κενωθησομένων πολλῶν πρός
τε τοῦ Καπίτωνος καὶ Διοσκορίδου καὶ τῶν ἄλλων τολμηρῶν
ἐξηγητῶν, ὥσπερ ἐν ταῖς ἄλλαις τοῦ Ἱπποκράτους
πραγματείας συμβέβηκεν. ἀλλ᾿ οὐ πρόκειται νῦν ἡμῖν τῶν
ἄλλων ἐξελέγχειν τὰ σφάλματα, ἀλλὰ τὴν Ἱπποκράτους λέξιν
ἐξηγήσασθαι. φησὶ γοῦν αὐτὸς κατὰ μὲν ὁλομελίην
πάντα συμπαθέα, κατὰ δὲ μέρεα τοῦ μέρεος ἑκάστου πρὸς
τὸ ἔργον, διδάσκων ἡμᾶς ὅτι τὰ μόρια πάντα, ὡς εἶπον,
πρὸς ἓν ἔργον συντείνει· καὶ ἕκαστοι μόριον ὡσαύτως, ὡς
πρὸς τὸ ζῇν πάντα καὶ πρὸς μέσας τοῦ σώματος ἐνεργείας
καὶ πρὸς τὰς μερικὰς ἐνεργείας τὰ κατὰ μέρη· ὡς αἱ χεῖρες
τῆς ἀντιλήψεως χάριν ἐγένοντο, οἱ δ᾿ ὀφθαλμοὶ τῆς
ὄψεως, οἱ δὲ πόδες τῆς βαδίσεως καὶ τἄλλα τὸν αὐτὸν
τρόπον. εἰ μὲν οὖν ὡς ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν
ἅπασιν ἔνδηλον τοὔργον, οὕτω καὶ θώρακος καὶ πνεύμονος
καὶ καρδίας καὶ τῶν ἄλλων ἁπάντων ἦν, οὐκ ἂν ἀναγκαῖον
εἴη πολλὰ περὶ τούτων εἰπεῖν· νυνὶ δὲ πλείστων ἄδηλον
τοὔργον καὶ μὴ μόνον τοῖς πολλοῖς καὶ τυχοῦσιν, ἀλλὰ
καὶ τοῖς ἰατροῖς τε καὶ φιλοσόφοις. διὸ οὐκ ἐνδέχεται τῶν
κατὰ μέρος ἐξευρεῖν καὶ τὰς ἐνεργείας καὶ τὴν χρείαν οὐδενός.
εὔδηλον δ᾿ ὅτι ὅσοι περὶ τὰς ἐνεργείας τῶν ὀργάνων
σφάλλονται, οὗτοι καὶ τὴν χρείαν τῶν μορίων ἀγνοοῦσι.
ταύτης δὲ μὴ γινωσκομένης οὔτε πῶς πάντα συμπάσχει
κατὰ τὴν οὐλομελίαν οὔτε κατὰ τὰ μέρη δυνατόν ἐστι γινώσκεσθαι.
ἄνευ γὰρ τῆς τοιαύτης θεωρίας πῶς τῶν ἐγκεφάλου
μορίων ἢ καρδίας ἢ τῶν ἄλλων σχεδὸν ἁπάντων
σπλάγχνων ἑτοίμως ἐξευρήσομεν ἑκάστου τὴν ὠφέλειαν; διαφέρουσι
δὲ περὶ τούτων καὶ φιλόσοφοι πολλοὶ καὶ εὐδόκιμοι
καὶ οἱ ἰατροὶ οὐ τυχόντες. ὁ μὲν γὰρ τὴν καρδίαν,
ὁ δὲ τὰς μήνιγγας, ὁ δὲ τὸν ἐγκέφαλον ἐν ἑαυτῷ φησιν
ἔχειν τὸ τῆς ψυχῆς ἡγεμονοῦν· ὥστε καὶ τῶν ἐν αὐτοῖς μορίων
τὴν ὠφέλειαν ἄλλος ἄλλην ἐρεῖ. ἵνα γοῦν τὴν ἀλήθειαν
γνῶμεν, δι᾿ ὀλίγων ῥημάτων διδάσκει Ἱπποκράτης τούς
γε δυναμένους μανθάνειν τὰ αὐτοῦ. οὐ δύναται δὲ εὑρηθῆναι
χωρὶς τοῦ περὶ χρείας μορίων ἀκριβῶς ἐπεσκέφθαι.
τοῦτο δ᾿ ἐστὶ τὸ γινώσκειν, ἥτις ἐστὶν ἡ ἀρίστη κατασκευὴ
τοῦ σώματος. ταῦτα δὲ ἐν τοῖς περὶ χρείας μορίων ἀκριβῶς
ἐξείργασται.
25. Ἀρχὴ μεγάλη εἰς ἔσχατον μέρος ἀφικνέεται, ἐξ ἐσχάτου μέρεος
εἰς ἀρχὴν μεγάλην ἀφικνέεται.
Ἀρχὴν λέγομεν εἶναι τὸ μόριον ὃ τοῖς ἐφ᾿ ἑαυτοῦ πεφυκόσιν
ἤτοι δύναμιν ἢ πάντως γε τὴν ὕλην χορηγεῖ. ἵνα
δὲ τὸ ζῶον ἅμα τε θερμὸν ᾖ συμμέτρως, εἰς ὅσον πρέπει
τῷ ζώῳ γενέσθαι θερμῷ καὶ τοὺς τόπους ἀμείβειν δύνασθαι,
δύο ἀρχὰς ἐπεκτήσατο, τὴν μὲν ἑτέραν ὀργάνων διαφυλαξάντων
αὐτῷ τὴν κατὰ φύσιν θερμότητα, τὴν δὲ ἑτέραν
τῶν ὑπηρετησόντων ἁπάσαις ταῖς καθ᾿ ὁρμὴν ἐνεργείαις.
ἐπειδὴ δὲ τὸ κύημα πληρωθῇ τοῦ αἵματος, τότε τρεῖς εἰσιν
αἱ ἀρχαὶ, ἡ καρδία καὶ ὁ ἐγκέφαλος καὶ τὸ ἧπαρ. ἔστι μὲν
τάδε ἀρχαὶ, ἀδιάρθρωτα δὲ καὶ ἄμορφα ἔτι, πῆξιν δὲ ἤδη
τινὰ καὶ μέγεθος ἀξιόλογον ἔχοντα. προϊόντος δὲ τοῦ χρόνου
τὰς μὲν τρεῖς ἀρχὰς ἔστιν ἰδεῖν ἐναργῶς· ὑπογραφὴν
δέ τινα ἁπάντων ἄλλων μορίων. ἔπειτα δὲ τὰ ἐν τοῖς κώλοις
καὶ ἐν τῷ ὅλῳ τῷ σώματι πάντα διαρθροῦται. τριῶν
μὲν οὖν οὐσῶν ἔμαθες ὅτι ὁ ἐγκέφαλός ἐστιν ἀρχὴ τῶν
προαιρετικῶν ἐνεργειῶν, ἡ καρδία δὲ τῶν ζωτικῶν ὀνομαζομένων,
τὸ δὲ ἧπαρ τῶν περὶ τροφῆς, ἃς δὴ καὶ φυσικὰς
ὀνομάζουσιν. νῦν δὲ ἐπειδὴ ἐν τῇ καρδίᾳ ἡ ἀρχὴ ζωῆς
συνίσταται καὶ αὐτή ἐστιν ἀρχή τε καὶ πηγὴ τῆς ἐμφύτου
θερμασίας, ἧς ἄνευ οὐ δύναται ζῶόν ποτε ζῇν, διὰ τοῦτο
τὴν καρδίαν αὐτὴν ἀρχὴν μεγάλην καλεῖ· ἐξ αὐτῆς γὰρ ὁρμῶσα
ἡ ἔμφυτος θερμότης εἰς πάντα τοῦ ζώου μόρια, καὶ
τὰ ἐγγυτάτω καὶ τὰ ποῤῥωτάτω, ἅπερ αὐτὸς ἔσχατα λέγει,
κατὰ πᾶσαν ὥραν καὶ πάντα χρόνον ἀφικνέεται καὶ πάλιν
εἰς αὐτὴν παλινδρομεῖ, ὡς τοιαύτην τινὰ γενέσθαι ἀμοιβὴν,
οἵαν δὴ ἔφαμεν πολλάκις πρὸς τὴν ζωὴν ἀναγκαίαν εἶναι,
καὶ ταύτης στερούμενον τὸ ζῶον οὐχ οἷόν τε μὴ μόνον οὐκ
ἐνεργεῖν τι τῶν ὅλων πραγμάτων, ἀλλὰ καὶ μηδ᾿ ὅλως ζῇν.
καὶ ἴσως τήνδε μίαν φύσιν καλεῖ, ὡς τοιαύτης οὔσης ἄνθρωπος
εἴη, μὴ οὔσης δὲ οὐκ εἴη.
26. Νούσων διαφοραὶ ἐν τροφῇ, ἐν πνεύματι, ἐν θερμασίῃ,
ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ, ἐν χυμοῖσιν, ἐν σαρκὶ,
ἐν πιμελῇ, ἐν φλεβὶ, ἐν ἀρτηρίῃ, ἐν νεύρῳ, μυῒ, ὑμένι,
ὀστέῳ, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ, στόματι, γλώσσῃ, στομάχῳ,
κοιλίῃ, ἐντέροισι, φρεσὶ, περιτοναίῳ,
ἥπατι, σπληνὶ, νεφροῖσι, κύστεϊ, μήτρῃ, δέρματι, ταῦτα
πάντα καὶ καθ᾿ ἓν καὶ κατὰ μέρος. μέγεθος αὐτῶν μέγα
καὶ οὐ μέγα.
Ἦν ἐπὶ τοῦ τῶν νοσημάτων ἀριθμοῦ ζήτησις παρὰ πᾶσι
τοῖς παλαιοῖς ἰατροῖς. εἶπον γάρ τινες ἑπτὰ τὰ πάντα εἶναι
αὐτά· ἄλλοι δὲ ἐλάττω τούτων ἢ πλείω. ἄλλοι δὲ, ὡς
οἱ ἀπὸ Κνίδου, τὸν τῶν μορίων τοῦ σώματος ἀριθμὸν τῆς
νόσου προσέγραψαν, ὡς εἶναι τῆς χολῆς νόσους ἑπτά· τῆς
δὲ κύστεως ιβ΄, νεφρῶν δὲ δ΄, τοῦ μηροῦ δὲ β΄, τοῦ
ποδὸς ε΄. ὡς καὶ στραγγουρίας τέσσαρας, τετάνους τρεῖς,
ἰκτέρους δ΄, καὶ φθίσεις γ΄, καὶ κυνάγχας πολλὰς, καὶ κατὰ
τὸν αὐτὸν τρόπον τὰς τῶν ἐντέρων διαθέσεις πολλάς. ὅπερ
οὔτε ἀληθὲς, οὔτε ἀναγκαῖόν ἐστιν. * *
ἀλλ᾿ εἰ νῦν κινήσαιμι τὴν περὶ διαφωνίας αὐτῶν διέξοδον,
ἀπάξω τοῦ χρησίμου τὸν λόγον. διττὸν γὰρ δή που γένος
ἐστὶ νοσημάτων, ἕτερον μὲν ἐν τοῖς ὁμοιομερέσι σώμασιν,
ἕτερον δὲ ἐν τοῖς ὅλοις ὀργάνοις, ὡς ἐν τοῖς ὁμοιομερέσιν
εἰσὶν αἱ δυσκρασίαι, τῶν δ᾿ ὅλων ὀργάνων ἓν μὲν τὸ παρὰ
τὴν διάπλασιν, ἓν δὲ τὸ παρὰ τὸν ἀριθμὸν τῶν μορίων,
ἄλλο δὲ τὸ παρὰ τὸ ποσὸν ἑκάστου καὶ τὸ παρὰ τὴν θέσιν.
ἔστι καὶ ἡ τῆς συνεχείας λύσις, ὡς εἶναι ἓξ τὰ πάντα τῶν
νοσημάτων γένη· αἱ δὲ καθ᾿ ἕκαστον αὐτῶν διαφοραὶ μέχρι
τῶν ἐσχάτων εἰδῶν ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς
εἴρηται. ἄλλας δὲ τῶν νόσων διαφορὰς νῦν αὐτὸς
λέγει· ὡς ἐκ τῆς τροφῆς, ἐκ τοῦ περιέχοντος ἡμᾶς
ἀέρος καὶ ἐκ τῶν ἄλλων πολλῶν. καὶ γὰρ ἐκ τῆς τροφῆς
γίνεσθαι νοσήματα εἶπεν αὐτὸς κατὰ τὸ περὶ φύσεως
ἀνθρώπου, ταυτὶ γράφων· αἱ δὲ νοῦσοι γίνονται αἱ
μὲν ἀπὸ διαιτημάτων, αἱ δὲ ἀπὸ τοῦ πνεύματος, ὃ ἐσαγόμενοι
ζῶμεν. καὶ τὴν διάγνωσιν ἑκατέρων προστίθησιν.
ἐπεὶ δὲ μὴ μόνον ἀπὸ τῶν ἐσθιομένων καὶ πινομένων, ἀλλὰ
καὶ ἀπὸ τῶν θερμῶν λουτρῶν ἢ ψυχρῶν καὶ γυμνασίων,
ἀργίας τε καὶ ἀγρυπνίας καὶ λύπης καὶ θυμοῦ καὶ ψύξεως
καὶ ἐγκαύσεως γίνονται, εἰκότως προσέγραψεν, ἐν θερμασίῃ
καὶ τὰ λοιπά. ἐπειδὴ δὲ τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸς
μὲν τὰς φλέβας ἡ ἐκ τῆς κοιλίας εἰς αὐτὰς ἀναδιδομένη
τροφὴ, πρὸς δὲ τὰς σάρκας ἡ ἐκ τῶν φλεβῶν εἰς ἐκείνας,
ἣν παρεῖχε τὰ ἐσθιόμενά τε καὶ πινόμενα πρὸς τὴν γαστέρα.
διὰ τοῦτο ἐκ τῶν κακοχυμιῶν πάμπολλα συμβαίνει
γενέσθαι νοσήματα, ὡς ἐρυσιπέλατά τε καὶ καρκίνους καὶ
γαγγραίνας, φαγεδαίνας τε καὶ ἄνθρακας καὶ ἕρπητας, ὅσα
τε ἄλλα τοιαῦτα. ἐνίοτε δὲ τὰ ἐδέσματά ἐστι μοχθηρὰ ἢ
φύσει ἢ διὰ σηπεδόνα τινά. καὶ φύσει καθάπερ κρόμμυά
τε καὶ σκόροδα καὶ κάρδαμα καὶ πράσα, διὰ σηπεδόνα τε
ὥσπερ καὶ πυροὶ καὶ κριθαὶ καὶ τἄλλα τὰ γεύματα. τοιαῦτα
γοῦν ἐδέσματα ἀναγκασθέντες ἐσθίειν πολλοὶ διὰ λιμὸν
οἱ μὲν ἀπέθανον ἀπὸ σηπεδονωδῶν τε καὶ λοιμωδῶν
νόσων, οἱ δὲ ἐξανθήμασιν ἑάλωσαν ψωρώδεσί τε καὶ λεπρώδεσι.
τοῦτο μὲν γὰρ φανερόν ἐστιν, ὅτι τὰ ἐδέσματα τὰ
μοχθηρὰ μοχθηρὸν εἴωθεν αἷμα γεννᾶν· ἐκ δὲ τοῦ αἵματος
ἡ θρέψις γίνεται· ὅθεν πολλὰ γένη τῶν νοσημάτων ὑπάρχει.
πάντων δὲ διὰ τοῦτο ἀπέχεσθαι συμβουλεύω τῶν μοχθηρῶν
τε καὶ κακοχύμων ἐδεσμάτων, κᾂν εὔπεπτά τισιν εἴη. λανθάνει
γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸς ἔν ταῖς φλεψὶ χυμὸς
ἐξ αὐτῶν ἀθροιζόμενος· ὃς τοῦ χρόνου προϊόντος τοὺς πυρετοὺς
κακοήθεις ἐργάζεται. οὕτω καὶ τὴν ποικιλίαν τῶν
ἐδεσμάτων φευκτέον. οὐδὲν γὰρ τοῦδε μᾶλλον ἐναντιοῦται
πέψει σιτίων, καὶ μάλιστα, ὅταν αὐτὰ τὰ ἐδέσματα ἐξ ἐναντίων
ταῖς δυνάμεσι σύγκειται. τί λέγω τὴν ἔνδειαν
τῆς τροφῆς; αὕτη γὰρ πλειόνων αἰτίαν παρέχει νοσημάτων,
ὡς καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἐκτιτρώσκειν· ὡς ἐν ἄλλοις
μὲν τὴν χολὴν γενέσθαι, ἐν ἄλλοις δὲ ψυχρότητα, ἐν ἄλλοις
τρόμον, ἐν ἄλλοις ῥύσιν τῶν τριχῶν. κατὰ τὸν αὐτὸν
δὲ τρόπον, ἂν τροφὴ παρὰ φύσιν, ὡς αὐτός φησι, πλείων
εἰσέλθῃ, τοῦτο νόσον ποιεῖ. διὸ πειρατέον ἡμῖν, διότι κενούμεθα,
ὡς τρέφεσθαι καὶ ὡς ἴσην εἶναι τὴν τροφὴν τῷ
πλήθει τῆς ἀποῤῥεούσης οὐσίας. ἀποῤῥεῖ δὲ πλεῖστον μὲν
τῶν θερμῶν καὶ μαλακῶν σωμάτων καὶ κινουμένων συνεχῶς
ἢ σφοδρῶς, ἐλάχιστον δὲ τῶν ψυχρῶν καὶ σκληρῶν καὶ
μετρίαις ἐνεργείαις ὑπηρετούντων * ἀλλὰ καὶ τῆς οὐσίας
αὐτῆς ἡ μὲν σκληροτέρα καὶ λιθώδης μόνιμός ἐστι
καὶ δυσκίνητος, ἡ δὲ ὑγρὰ καὶ μαλακὴ ταχὺ μὲν ὑπὸ τῆς
* εἰς * ἀναλύεται, ταχὺ δ᾿ ἐξαπ νεῖται.
ἀνάλογον οὖν εἶναι χρὴ τὸ ποσὸν τῆς τροφῆς τῷ ποσῷ
τῆς διαπνοῆς. * τοὶ διαφοραὶ τῶν νοσημάτων ἐπὶ
μὲν τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει γίνονται, διὰ
τὴν ἑκάστου φύσιν καὶ δίαιταν, ἣν ὑγιαίνων διαιτᾶται. εἰ
γὰρ ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις ἦν αἰτία μόνη
τῶν νοσημάτων, ἅπαντες ἂν ἐνοσοῦμεν ἐν ἑκάστῃ τῶν ὡρῶν
ἐκείνας τὰς νόσους, ὅσαι τῶν ὡρῶν εἰσιν οἰκεῖαι. νῦν δὲ
καὶ διὰ τὰς ἐν τῇ διαίτῃ τε καὶ τῷ βίῳ πλημμελείας καὶ
ἄλλας πολλὰς αἰτίας αἱ νόσοι γίνονται, ὡς ἐν τῷ περὶ φύσεως
ἀνθρώπου γέγραπται. τὴν δὲ διάγνωσιν αὐτὸς γράφει.
* * λέγει δὲ μόνην τὴν θερμότητα, ὅτι δραστικωτάτη
αὕτη τῶν ποιοτήτων ἐστίν· ἑξῆς δὲ τὴν ψυχρότητα·
εἶθ᾿ ὑγρότητα καὶ ξηρότητα. θερμότης μέντοι καὶ
ψυχρότης ὅλην ἀλλοιῶσαι δύνανται τὴν πλησιάζουσαν οὐσίαν.
ὑγρότης δὲ καὶ ξηρότης ἐν χρόνῳ μὲν μεταλλάττουσι
καὶ αὗται τὰ ὑποκείμενα, διὰ τάχους δὲ οὐχ ὁμοίως ταῖς
εἰρημέναις. οὐκ ἔστι δὲ εἷς τρόπος οὔτε γενέσεως οὔτε αὐξήσεως
τῆς θερμότητος, ἀλλ᾿ ἤτοι διὰ κίνησιν ἢ διὰ σῆψιν
ἢ δι᾿ ὁμιλίαν ἑτέρας θερμότητος ἢ δι᾿ ἐπίσχεσιν ἀποῤῥοῆς
θερμῆς ἢ δι᾿ ἐπιμιξίαν οὐσίας θερμῆς. ἐξ ὁμιλίας μὲν
οὖν, ὡς εἴτε ἥλιος εἴτε πῦρ εἴτε φάρμακον εἴη τὸ θερμαῖνον,
ἔξωθεν ἁπτόμενον ἢ πλησιάζον. ἐκ κινήσεως δὲ, ὡς
ὅταν ὁ θυμὸς κινεῖ σφοδρῶς τὴν θυμοειδῆ δύναμιν, ἐν τῷ
σώματι τῆς καρδίας καθιδρυμένην. ἐκ δὲ τῆς σήψεως
* * διττὴ γὰρ ἡ πρόφασις τῆς ἐπιῤῥοῆς· μία μὲν,
ὅταν ἐξ ἑτέρων μορίων ἐπιπέμπηται τοῖς ἀσθενεστέροις τὰ
περιττώματα, δευτέρα δὲ, ὅταν ἕλκηται, τῆς θερμασίας
ἤτοι γε ἕλκειν ὑφ᾿ ἑαυτὴν, ἢ δέχεσθαι ῥεύματα πεφυκυίας.
* * θερμοῦ δὲ κρατοῦντος νοσεῖν ἀνάγκη τὸ
ζῶον, εἶδος νοσήματος ἐοικὸς τῇ φύσει τοῦ κρατήσαντος αἰτίου.
φλεγμοναὶ μὲν οὖν καὶ ἐρυσιπέλατα καὶ ἕρπητες καὶ
ἄνθρακες καὶ τὰ καυσώδη καὶ πάντα τὰ πυρετώδη πάθη
ἐστὶ τοιαῦτα, ὡς πάλιν σπασμοὶ καὶ τέτανοι καὶ παλμοὶ
καὶ νάρκαι καὶ παραλύσεις, ἐπιληψίαι τε καὶ παραπληγίαι
τοῦ κρατοῦντος ψυχροῦ. καθάπερ αὖ πάλιν ἐκ τῆς μελαίνης
χολῆς καρκίνοι τε καὶ ἐλέφαντες καὶ ψώρα καὶ δέρματος
κνησμὸς καὶ τεταρταῖος πυρετὸς καὶ ἡ μελαγχολία καλουμένη
καὶ τὸ τοῦ σπληνὸς μέγεθος καὶ τὰ ἄλλα πολλὰ
γενέσθαι πέφυκε· καὶ ἐκ τῶν ἄλλων χυμῶν ἄλλα, ἅπερ οὐ
χρὴ ἐν τῷ νῦν χρόνῳ καταριθμεῖν. μεγάλην οὖν χρείαν
τοῖς ζώοις ἡ σύμμετρος παρέχει θερμασία, μάλιστα μὲν τῷ
πνεύματι τῷ ψυχικῷ καὶ τοῖς κυριωτάτοις ὀργάνοις, ἤδη
δὲ καὶ καθ᾿ ὅλον τὸ σῶμα, ὡς ἑτέρωθι δέδεικται. *
* τὸ μὲν γὰρ ψυχρὸν αἷμα πῶς
ἂν εἰς ἀτμοὺς λύοιτο; ἀμέτρως δὲ θερμὸν, εὐκόλως μὲν λύεται
εἰς ἀτμοὺς, ἀλλ᾿ εἰς θολεροὺς τούτους καὶ καπνώδεις.
* * ταῦτ᾿ ἄρα τὸ μελαγχολικὸν
αἷμα καὶ τὸ πικρόχολον εἰς ἀτμοὺς μοχθηροὺς λυόμενον τὸ
μὲν εἰς μελαγχολίαν, τὸ δὲ εἰς φρενῖτιν ἄγει. ἐνίοτε δὲ καὶ
παραφροσύνην φέρει, ὡς ἐν τοῖς καυσώδεσι πυρετοῖς. ἐπειδὴ
δὲ ἰδία ἑκάστου τῶν μορίων οὐσία ψυχροῦ καὶ θερμοῦ
καὶ ξηροῦ καὶ ὑγροῦ κρᾶσις ποιά τίς ἐστιν, ἰστέον ὅτι ξηρὸν
μὲν ἀμέτρως, ἢ ὑγρὸν οὐκ ἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο
τῶν μορίων οὐδὲν, ψυχρὸν δὲ ἐσχάτως ἢ θερμὸν δύναιτ᾿
ἂν προφανῶς γίνεσθαι. καὶ διὰ τοῦτο κρᾶσις διαφθείρεται
ὑπ᾿ οὐδενὸς οὕτω ταχέως ὡς ὑπὸ τῆς κατὰ τὴν θερμασίαν
ἀμετρίας· καθάπερ καὶ ὄφελος οὐ σμικρὸν, ὅταν εἴη
κατὰ φύσιν θερμόν. καὶ τοῦτο οὐ μόνον κατὰ τὴν πρώτην
διάπλασιν, ἐν ᾗ θᾶττον μὲν ὀστοῦν πήγνυται, θᾶττον δὲ
ἀποτείνεται τὰ νεῦρα· θᾶττον δὲ αἱ φλέβες καὶ ἀρτηρίαι
συριγγοῦνται καὶ τἄλλα πάντα διαπλάττεται μόρια· ἀλλὰ
κατὰ πᾶσαν τὴν ζωήν. οὕτω δὲ καὶ περὶ φλέγματός τε καὶ
τῆς χολῆς ξανθῆς καὶ μελαίνης νομιστέον. ταῦτα γὰρ ὥσπερ
καὶ τὸ αἷμα, ὅταν * * * οὐ γὰρ βούλονται,
οὐδὲ μανίαν ἐπὶ μελαίνῃ χολῇ γίνεσθαι, καθάπερ
μηδὲ καρκίνον, μηδὲ ἐλέφαντα, μηδὲ τὰς θηριώδεις ἐν φρενίτισι
παρακοπὰς, μηδὲ κιρσοὺς, μηδ᾿ αἱμοῤῥοΐδας. *
* καθάπερ οὐδὲ τὸ πικρόχολον καὶ ὀῤῥῶδες περίττωμα.
καί τοι φαίνονται πάντες κατὰ τὸ σῶμα οἱ χυμοὶ περιεχόμενοι.
καὶ τοῦτο Ἱπποκράτης ἀπέδειξεν ἐκ τοῦ πάντας
ἐκκρίνεσθαι τοῖς ὑγιαίνουσιν ἑλκομένους ὑπὸ τῶν οἰκείων
ἑκάστου φαρμάκων. * * * φαίνεται ταῦτα.
καὶ τὸ μέγεθος δὲ καὶ τὸ ἦθος ἑκάστου τῶν νοσημάτων ἐκ
τούτων λαμβάνεται. καὶ τὸ μέγεθος μὲν ἐκ τοῦ τῆς διαθέσεως
μεγέθους καὶ ἐκ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων.
τὸ δὲ ἦθος γνωρίζεται ἔκ τε τῆς διαφορᾶς τοῦ νοσήματος
καὶ ἐκ τῶν συμπτωμάτων τῶν αὐτῇ ἑπομένων. τριχῶς γὰρ
ἑκάστου νοσήματος μεγάλου γενομένου, διὰ τὸ κύριον τοῦ
πεπονθότος μορίου, διὰ τὸ μέγεθος τῆς διαθέσεως καὶ διὰ
τὴν κακοήθειαν αὐτοῦ· τὰ παραδείγματα εἴη ταῦτα. ἐν
μὲν οὖν τῇ κεφαλῇ καὶ τῇ κοιλίᾳ τρώματα τὸ κύριον ἐμφαίνει
τοῦ τετρωμένου μορίου, κακοήθη δὲ γίνεται ταχέως
πάντα τὰ ἐν τοῖς ἄρθροις τρώματα. κίνδυνος γὰρ ἐνταῦθα
μὲν ὀδυνηθῆναι καὶ ἀγρυπνῆσαι καὶ σπασθῆναι καὶ παραφρονῆσαι.
οὕτω δὲ καὶ τὰ μεγάλα, ὅσα οὕτως ἐστὶ μεγάλα,
ὡς ῥαφῆς χρῄζειν, ἢ καὶ τῆς ἐπιδέσεως. ἐπὶ δὲ τῶν χυμῶν
ἔσται ταὐτὸ τοῦτο δῆλον. ὁ γὰρ μελαγχολικὸς χυμὸς
ἐπικρατῶν ὀλεθριώτατός ἐστιν, ὅτι τε κακοηθέστατος αὐτός
ἐστι καὶ διαβρωτικώτατος καὶ δύσπεπτος καὶ δυσεκκάθαρτος,
ὅτι τε πλείστην ἐνδείκνυται θερμασίαν, ὑφ᾿ ἧς κατοπτηθεὶς
ἐγένετο. αἱματικὸς δὲ ὅτι γλυκύτατός τέ ἐστι καὶ
εὐπεπτότατος, πάντων ἐπιεικέστατος εἶναι βούλεται. οἱ δ᾿
ἄλλοι δύο χυμοὶ μεταξὺ τῶν εἰρημένων εἰσί. τῶν συμπτωμάτων
δὲ *
27. Τεκμήρια, γαργαλισμὸς, ὀδύνη, ῥῆξις, γνώμη, ἱδρὼς,
οὔρων ὑπόστασις, ἡσυχίη, ῥιπτασμὸς, ὄψιες, φαντασίαι,
ἴκτερος, λυγμὸς, ἐπιληψίη, αἷμα ὁλοσχερὲς, ὕπνος καὶ
ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων τῶν κατὰ φύσιν καὶ ὅσα
ἄλλα τοιουτότροπα ἐς βλάβην καὶ ἐς ὠφελίην ὁρμᾷ. πόνοι
ὅλου καὶ μέρεος καὶ μεγέθους σημήϊα, τοῦ μὲν ἐς
τὸ μᾶλλον, τοῦ δὲ ἐς τὸ ἧσσον· καὶ ἀπ᾿ ἀμφοτέρων ἐς τὸ
μᾶλλον καὶ ἀπ᾿ ἀμφοτέρων ἐς τὸ ἧσσον.
* * οὔτε τῆς προαιρετικῆς δυνάμεως οὔτε τῶν
ὀργάνων τῶν προαιρετικῶν ἴδιόν ἐστι πάθος, ὥσπερ ὁ τρόμος
τε καὶ σπασμός· ἀλλ᾿ ἐν ἅπασι γίνεται σώμασιν, ὅσα
γε διαστέλλεσθαι πέφυκεν· ἅπερ μαλακὰ τὴν φύσιν εἰσὶν,
ὡς διάστασιν καὶ συνίζησιν ὑπομένειν δύνασθαι. ἐνίοτε μὲν
γὰρ οὗτος ὁ παλμὸς ἐκ τῶν ὀξέων καὶ δακνωδῶν συμβαίνει
χυμῶν, τῶν δακνωδῶν * * καὶ ἔστι
κίνησις ἐοικυῖα τῇ κινήσει, ἣ μὲν καλεῖται πρὸς πάντων
γαργαλισμὸς, γίνεται δὲ ἐκ τῆς τῶν δακτύλων ἁφῆς. *
ὁ μὲν δὲ τρόμος τοιαύτη τίς ἐστι κίνησις· ὁ δὲ τῶν
μορίων κλόνος, ὁ ἐν τῷ νοσώδει ῥίγει γινόμενος, ἄνευ τε
προαιρέσεως ἀποτελεῖται καὶ μετὰ μεγάλα διαστήματα, τῶν
ἐναντίων κινήσεων τῶν ἀλλήλων διαδεχομένων. * *
παραπλήσιον δ᾿ ἐστί πως τούτῳ πάθει ἄλλο μυῶν τε καὶ
νεύρων, ὃ καλεῖται σπασμός. * ἱκανῶς ἤδη μοι *
* τῷ βουλομένῳ δὲ ἀκριβῶς ὑπὲρ ἁπάντων τῶν εἰρημένων
τῆς τε διαγνώσεως καὶ τῆς γενέσεως μανθάνειν
ἔξεστιν ἀναγινώσκειν τὸ βιβλίον, ἐν ᾧ τελέως ὑπὲρ ἁπάντων
αὐτῶν διῆλθον. πρὸς δὲ τὰ λοιπὰ νῦν ἰτέον καὶ πρῶτον
μὲν περὶ τῆς ὀδύνης λεκτέον, εἶτα περὶ τῶν ἑπομένων ἐφεξῆς.
* * *
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ
ΠΕΡΙ ΤΡΟΦΗΣ ΥΠΟΜΝΗΜΑ Δ.
1. Γλυκὺ, οὐ γλυκὺ. γλυκὺ ἐς δύναμιν, οἷον ὕδωρ,
γλυκὺ ἐς γεῦσιν, οἷον μέλι. σημεῖα ἑκατέρων ἕλκεα, ὀφθαλμοὶ
καὶ γεύσιες. καὶ ἐν τούτοισι τὸ μᾶλλον καὶ τὸ ἧττον.
γλυκὺ ἐς τὴν ὄψιν καὶ ἐν χρώμασι καὶ ἐν ἄλλῃσι
μίξεσι γλυκὺ μᾶλλον καὶ ἧσσον.
* Τινὰ μὲν αὐτῶν εἰσιν ὑγρὰ, τινὰ δὲ ξηρὰ, καὶ
τινὰ μὲν γλίσχρα, τινὰ δὲ εὔθρυπτά τε καὶ εὐδιαίρετα. καὶ
τινὰ μὲν δριμύτητας ἐν ἑαυτοῖς ἔχοντα, τινὰ δὲ ὀξύτητας
ἢ πικρότητας ἢ γλυκύτητας ἢ ἁλυκότητας ἢ αὐστηρότητας
ἢ στρυφνότητας ἤ τινας ἔξωθεν τούτων ἄλλας δυνάμεις.
ἐπεὶ δὲ ἐπιστήμη γίνεται ἢ ἐξ αἰσθήσεως, ἢ ἐκ νοήσεως
ἐναργοῦς, ἡμᾶς ἀναγκαῖόν ἐστιν ἢ θατέρῳ τούτων, ἢ ἀμφοτέροις
χρήσασθαι πρὸς τὴν τῶν νῦν προκειμένων εὕρεσιν.
καὶ πρῶτον μὲν * *
2. Ἀραιότης σώματος ἐς διαπνοὴν, οἷσι πλέον φέρεται, ὑγιεινότερον,
οἷσι δὲ ἔλαττον, νοσερώτερον. πυκνότης σώματος
ἐς διαπνοὴν, οἷσιν ἔλαττον ἀφαιρέεται, νοσερόν.
Διττῆς οὔσης βλάβης τοῖς τῶν ζώων σώμασιν, ἑτέρας
μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων, ἑτέρας δὲ ἀπὸ τῶν ἔνδοθεν,
ὦν μὲν μαλακόν ἐστι καὶ ἀραιὸν τὸ δέρμα, τούτων εὐάλωτόν
ἐστι τοῖς μὲν ἔξωθεν ἅπασιν, τοῖς δ᾿ ἔνδοθεν, ὧν πυκνόν
τε καὶ σκληρόν. διὸ καλόν ἐστιν οὕτως παρασκευάζειν
τὸ δέρμα, ὡς ἑκατέρας φυλάττεσθαι τὰς ὑπερβολὰς
καὶ μήτ᾿ εἰς τοσοῦτον πυκνὸν τὸ δέρμα ποιεῖν, ὡς κωλύειν
διαπνοεῖσθαι καλῶς, μήθ᾿ οὕτως ἀραιὸν, ὡς ὑπὸ παντὸς
τῶν ἔξωθεν αἰτίου αὐτῷ προσπιπτόντων ῥᾳδίως βλάπτεσθαι.
ἴσμεν γὰρ ὅτι τὰ μὲν ἀραιὰ τῶν σωμάτων ἀσθενέστερα
μέν εἰσι καὶ πλεῖον διαμένουσιν ὑγιεινὰ, ὅταν δὲ νοσῶσι,
ῥᾷον ὑγιαίνουσι· τὰ δὲ πυκνὰ τοὐναντίον. εἰ γοῦν συνεχῶς
τις νοσοίη, σκεπτέον ἐπ᾿ αὐτὴν τὴν αἰτίαν. διττὴν γὰρ
ἔχει τὴν πρόφασιν, ἤτοι πλῆθος ἢ κακοχυμίαν. ὅταν οὖν
ἐλάττω τὰ διαπνεόμενα τοῦ σώματος ᾖ τῶν λαμβανομένων,
αἱ πληθωρικαὶ νόσοι γίνονται. διὸ δεῖ φυλάττεσθαι τὴν
συμμετρίαν τῶν ἐσθιομένων τε καὶ πινομένων πρὸς τὰ κενούμενα,
σκεψαμένων ἡμῶν ἐν ἑκατέροις τὴν ποσότητα.
ἀφαιρεῖν δὲ χρὴ τῶν τροφῶν ἤτοι τῆς ποιότητος,
ἢ τῆς ποσότητος, ἢ καὶ συναμφοτέρων. καὶ τοὺς μὲν τὸ
πλῆθος ταχέως ἀθροίζοντας ἑκατέρων, ὅσοι δὲ οὐ ταχέως,
ἢ οὐ μέγα, ἀρκέσει θάτερον, ὅπερ ἂν αὐτὸς ὁ κάμνων αἱρῆται.
τὸ μὲν οὖν τῆς ποσότητος ἀφελεῖν ῥᾴδιον, τὸ δὲ τῆς
ποιότητος ἐν τῇ τῶν ὀλιγοτρόφων ἐδεσμάτων γίγνεται
προσφορᾷ. οἱ δὲ κακοχυμίαν ἀθροίζοντες οὐχ ὡσαύτως
τοῖς τὸ πλῆθος ἀθροίζουσιν. οὐχ εἶς γάρ ἐστιν ὁ σκοπὸς,
ὅτι μηδὲ τῆς κακοχυμίας ἰδέα μία. ἔστι μὲν γὰρ ψυχροτέρα
τε καὶ φλεγματικωτέρα τις, ὥσπερ καί τις θερμοτέρα
τε καὶ χολωδεστέρα· καὶ πάλιν τις ὑδατωδεστέρα καί τις
μελαγχολικωτέρα. ἀφεκτέον οὖν ἐν ἑκάστῃ σιτίων τε καὶ
ποτῶν, ὅσα πέφυκε γεννᾷν ἑτοίμως τὸν ἀθροιζόμενον ἐν τῷ
ἀνθρώπῳ χυμόν. εἰ δὲ τύχοι, ἀληθὲς εὑρίσκεται τὸ ὑφ᾿
Ἱπποκράτους ῥηθὲν, ὅτι οἶς πλείω φέρεται κατὰ τὸ δέρμα,
τούτους μὴ νοσεῖν συνεχῶς· διότι εἰσὶν εὐδιάπνευστοι· τοὺς
δὲ ἐπ᾿ ἐναντίον διακειμένους ἐναντίως· καὶ τοῦτ᾿ ἔστιν ὅπερ
αὐτὸς προστίθησιν εἰπών.
3. Οἱ διαπνεόμενοι καλῶς ἀσθενέστεροι καὶ ὑγιεινότεροι καὶ
εὐανάσφαλτοι· οἱ διαπνεόμενοι κακῶς, πρὶν ἢ νοσέειν,
ἰσχυρότεροι· νοσήσαντες δὲ δυσανάσφαλτοι. ταῦτα δὲ
καὶ ὅλῳ καὶ μέρεϊ.
Ὅταν βλάβη τίς ἐστι τῶν πόρων, ἐφ᾿ ᾗ κωλύεται διαφορεῖσθαι
τὰ περιττώματα καὶ κακῶς διαπνεόμενοι τυγχάνομεν,
αὕτη ἔμφραξις ἢ πύκνωσις ἢ μύσις τῶν πόρων ἢ
καὶ στέγνωσις ὀνομάζεται. διαφέρει μέντοι ἔμφραξις τῆς
πυκνώσεως, ὅτι ἔμφραξις ὑπὸ γλίσχρων ἢ παχέων περιττωμάτων
ἀθροώτερον ἐπὶ τὸ δέρμα ὁρμησάντων γίνεται,
πύκνωσις δὲ ὑπὸ τῶν στυφόντων καὶ ψυχόντων. ἔνιοι μὲν
οὖν καλῶς διαπνεόμενοι ταύτην τὴν βλάβην φεύγουσιν, οἵπερ
εἰ καὶ ἀσθένεστεροί εἰσιν, ἀλλ᾿ ὅμως ὑγιεινότερον ζῶντες
τυγχάνουσι, καὶ εἰς νόσους πεσόντες περιεστήκασιν.
ἔνιοι δὲ οὕτως εὐθὺς ἐξ ἀρχῆς κατεσκευάσθησαν κακῶς, ὡς
ἀεὶ νοσεῖν, μηδ᾿ ὑγιαίνειν δύνασθαι, κᾂν αὐτὸν αὐτοῖς ἐπιστήσῃς
τὸν Ἀπόλλωνα. καὶ ταῦτα μὴ μόνον ἐν τῷ ὅλῳ σώματι,
ἀλλὰ καὶ καθ᾿ ἕκαστον μόριον. αἴτιόν ἐστι τὰ μὴ
διαφορούμενα περιττώματα· ἡμᾶς μὲν γὰρ ἐσθίειν μὲν καὶ
πίνειν ἀναγκαῖον, ἐπειδὴ διὰ παντὸς ἀποῤῥεῖ τι τοῦ σώματος·
ἐπεὶ δ᾿ ἐσθίομεν καὶ πίνομεν, ἀναγκαῖον αὖθίς ἐστι
τῆς τῶν περιττωμάτων προνοεῖσθαι κενώσεως. ἔστι δὲ τούτων
εἴδη πολλὰ, ὡς τὰ μὲν ἐν τῇ γαστρὶ, πεττομένης τροφῆς,
τὰ δὲ τῆς ἐν ἥπατι καὶ ἀρτηρίαις καὶ φλεψὶ, τὰ δὲ
τῆς καθ᾿ ἕκαστον μόριον. διὸ χρὴ καὶ τὴν κένωσιν αὐτῶν
ἰδίαν εἷναι καθ᾿ ἕκαστον· ὡς μηδ᾿ εἰς νόσον πεσεῖν μηδ᾿
ἐνοχλεῖσθαί τι. ἔστι γὰρ οὐκ ἀδύνατον τοῦτο, διότι εὑρίσκονται
εἰς ταύτην τὴν χρείαν ἐν τοῖς ζώοις ὄργανα πολλὰ,
τὰ μὲν ἐκκαθαίροντά τε καὶ διακρίνοντα ταυτὶ τὰ περιττώματα,
τὰ δὲ παράγοντα, τὰ δὲ ἀθροίζοντα. καὶ ταῦτα
πάντα ἡ φύσις αὐτὴ φαίνεται ἐξ ἀρχῆς ἐργαζομένη.
4. Πνεύμων ἐναντίην σώματι τροφὴν ἕλκει, τὰ δὲ ἄλλα
πάντα τὴν αὐτήν.
Τῶν τρεφομένων ἕκαστον ἕλκει εἰς ἑαυτὸ τὴν τροφὴν
ἐκ τῶν παρακειμένων ἀγγείων. καὶ ἐκ μὲν τῶν ἀρτηριῶν
εὔλογον ἕλκεσθαι λεπτοτέραν, ἐκ δὲ τῶν φλεβῶν παχυτέραν.
τὸ γὰρ περιεχόμενον ἐν ταῖς ἀρτηρίαις αἷμα λεπτότερον
καὶ ἀτμωδέστερόν ἐστιν, ἐκ δὲ τοιούτου βέλτιόν ἐστι τρέφεσθαι
χαύνῃ σαρκὶ, καθάπερ ἐκ παχυτέρου τῇ πυκνῇ. διὰ τοῦτο ἡ
σὰρξ τοῦ πνεύμονος χαυνοτάτη καὶ κουφοτάτη οὖσα καὶ μικροῦ
δεῖν λευκὴ καθάπερ ἐξ ἀφροῦ πεπηγυῖα, τρέφεται ἐξ
αἵματος ἀκριβῶς καθαροῦ καὶ ξανθοῦ καὶ λεπτοῦ καὶ πνευματώδους.
τὸ γὰρ παρὰ τῆς καρδίας ἐπιπεμπόμενον αὐτῷ
αἷμα ἅπαντα ἔχει ταῦτα τὰ πλεονεκτήματα. ἀλλὰ καὶ τὸ
ἧπαρ ὑπὸ χρηστοῦ τε ἅμα τοῦ αἵματος καὶ παχέος τρέφεται,
διά τε τὴν λεπτότητα τοῦ χιτῶνος τῶν ἐν ἑαυτῷ φλεβῶν
καὶ τὸ μέγεθος τῶν κατατρήσεων. ὁ δὲ σπλὴν ἐκ τοῦ
μελαγχολικοῦ χυμοῦ, ὑπὸ τοῦ αὐτοῦ σπλάγχνου κατεργασθέντος.
καὶ τοίνυν καὶ τῆς σαρκὸς τῶν τριῶν τούτων
σπλάγχνων ἰδέαι κατὰ τοῦ τρέφοντός εἰσιν εἶδος χυμοῦ.
ἐὰν δὲ ἑνὶ λόγῳ βούληται εἰδέναι τις τὸ περὶ τῶν τριῶν
σπλάγχνων τῆς τροφῆς, ᾧδε ἔχει. τὸ μὲν ἧπαρ ἐξ ἐρυθροῦ
καὶ παχέος αἵματος· ὁ δὲ σπλὴν ἐκ λεπτοῦ μὲν, ἀλλὰ μέλανος·
ὁ δὲ πνεύμων ἐξ ἀκριβῶς κατειργασμένου καὶ ξανθοῦ
καὶ λεπτοῦ καὶ πνευματώδους καὶ καθαροῦ τὴν θρέψιν
λαμβάνει. νῦν δὲ ὡς πάντων πάντα μετέχει τἄλλα
μόρια, οὕτω καὶ ἀρτηρίαι καὶ φλέβες· καὶ αἱ μὲν ὀλίγου
καὶ λεπτοῦ καὶ ἀτμώδους αἵματος, αἱ δ᾿ αὖ φλέβες ἐλαχίστου
καὶ αὗται πνεύματος ὁμιχλώδους δὲ καὶ παχέος. εἴπερ
οὖν δεῖται τρέφεσθαι τὸ σῶμα τοῦ πνεύμονος, οὐκ ἰλυώδει
τινὶ καὶ παχείᾳ τροφῇ, ὡς τὸ τοῦ ἥπατος, ἀλλὰ, καθάπερ
ἐῤῥέθη, λεπτῇ καὶ κούφῃ καὶ ἀτμώδει, πάντα φαίνεται ἐν
τῷ ζώῳ καλῶς πρὸς τοῦ δημιουργοῦ γεγενημένα. τρέφεται
γὰρ ἕκαστον ἐκ τῆς ὁμοίας αὐτῷ τροφῆς. κοῦφον δέ ἐστι
καὶ μανὸν τὸ τοῦ πνεύμονος σῶμα. δεῖται γοῦν ἀτμώδους
καὶ λεπτοῦ καὶ καθαροῦ τοῦ αἵματος, οὐχ ὥσπερ τὸ ἧπαρ
ἰλυώδους καὶ παχέος. ὅθεν ἔμπαλιν αὐτῷ τὰ τῶν ἀγγείων
ἔχει, μάλιστα μὲν τοῖς καθ᾿ ἧπαρ· ἤδη δὲ καὶ τοῖς ἄλλοις
τοῦ ζώου μορίοις. ἐκείνων μὲν γὰρ ἀραιός τε καὶ λεπτὸς
ὁ χιτών ἐστι τοῦ ἀγγείου τοῦ τὸ αἷμα χορηγοῦντος. διὸ
πλεῖστον τοῦ παχέος ἑτοίμως τοῖς περιέχουσι διαδίδωσιν.
ὁ δὲ τοῦ πνεύμονος, παχὺς καὶ πυκνὸς καὶ διὰ τοῦτο οὐδὲν
πλὴν τὸ λεπτότατον ἐᾷ διεξέρχεσθαι. ἔτι δὲ ἐν τοῖς
ἄλλοις μορίοις αἱ ἀρτηρίαι εἰσὶ παχεῖαι καὶ πυκναὶ, δι᾿ ἣν
αἰτίαν παντάπασιν ὀλίγον ἀτμώδους αἵματος τοῖς παρακειμένοις
μορίοις ἕλκειν ἐπιτρέπουσι. τῷ δὲ πνεύμονι μόνῳ
πάμπολυ τὸ τοιοῦτον μεθιᾶσιν ὑπὸ μανότητος καὶ λεπτότητος
μὴ δυνάμεναι στέγειν. ὅθεν γίνεται, ὡς παντὶ τῷ
πνεύμονι τὰ περὶ τὴν τροφὴν ὑπεναντίως ἔχει τοῖς ἄλλοις
ἅπασι τοῦ ζώου μορίοις. καὶ μὴ θαυμαστὸν τοῦτό γε, ἐπεὶ
καὶ τὰ τῆς τοῦ σώματος ἰδέας, ὄντος ἐν τῷ σώματι οὐδενὸς
οὔτε οὕτω μανοῦ καὶ κούφου οὔτε πνευματώδους. ἀλλὰ
καὶ ἴσμεν τρεῖς ἐπικουρίας αὐτῷ πρὸς τὴν τροφὴν ἐξ ἀνάγκης
ὑπάρχειν, μίαν μὲν, τὸ πλῆθος τῆς ἐγχωρίου θερμότητος,
ἑτέραν τὴν ἐν ταῖς εἰσπνοαῖς τοῦ πνεύμονος διάστασιν,
καὶ τρίτην ἀπὸ καρδίας ἐπιπεμπομένου μόνῳ
αὐτῷ τοῦ αἵματος, ἀκριβῶς ἐν ἐκείνῃ κατειργασμένου καὶ
λελεπτυσμένου· ἔτι δὲ μεγίστας ἐν αὐτῷ τὰς φλέβας· ἵνα
ὅσον ἀπολείπεται τοῦ τρέφειν ἱκανῶς, διὰ τὴν τοῦ χιτῶνος
πυκνότητα, τοῦτ᾿ ἐκ τοῦ μεγέθους αὐτῶν ἀναπληροῦται.
περὶ δὲ τῆς ἀρτηριώδους φλεβὸς καὶ φλεβώδους ἀρτηρίας
οὐ χρὴ νῦν λέγειν. ἐνήλλακται γὰρ καὶ ἡ τούτων τῶν ἀγγείων
φύσις ἐν τῷ πνεύμονι· ὅτι βέλτιον ἦν ἐν τούτῳ μόνῳ
τῷ σπλάγχνῳ στεγανὴν μὲν τὴν φλέβα, μανὴν δὲ εἶναι
τὴν ἀρτηρίαν· ὃ μὴ ἴσασιν οἱ μὴ ἐν ταῖς ἀνατομαῖς ἐσκεμμένοι
καὶ μὴ ζητοῦντες τὰς αἰτίας τῶν φυσικῶν δυνάμεων.
5. Ἀρχὴ τροφῆς πνεύματος, ῥῖνες, στόμα, βρόγχος, πνεύμων
καὶ ἡ ἄλλη διαπνοή. ἀρχὴ τροφῆς καὶ ὑγρῆς καὶ ξηρῆς
στόμα, στόμαχος, κοιλίη· ἡ δὲ ἀρχαιοτέρη τροφὴ διὰ
τοῦ ἐπιγαστρίου, ὀμφαλός.
Ἐγὼ μὲν ἐπὶ πλέον διῆλθον ὁπόση τίς ἐστιν ἡ τέχνη
τῆς φύσεως ἐν ἅπασι τοῖς τῆς τροφῆς ὀργάνοις, εἰ τῆς
προκειμένης πραγματείας ὁ λόγος ἦν οἰκεῖος· ἐπὶ τοσοῦτόν
γε μὴν ἐνδεδεῖχθαι περὶ αὐτῶν, εἰς ὅσον ἠναγκάσθην ὑπὸ
τῆς τοῦ λόγου χρείας, ἀρκέσει. τὰ γάρ τοι τῆς τροφῆς
ὄργανα, καθότι περ ἂν ἐθέλῃς ἐπισκέπτεσθαι ζῶον, οὕτως
ἔχοντα εὑρήσεις, ὡς εἰς τὰς πύλας τοῦ ἥπατος ἀναφερομένας
ἁπάσας θεάσῃ τὰς φλέβας, ὅσαι κατ᾿ ἔντερά τε καὶ
γαστέρα καὶ σπλῆνα καὶ τὸ ἐπίπλοον ὑπάρχουσι. μιᾶς οὖν
οὔσης κοινῆς χρείας, ἧς ἕνεκα πάντα τὰ ζῶα δέονται τροφῆς,
ὄργανα καθ᾿ ἕκαστον εἶδος αὐτῶν τριττά ἐστιν· τινὰ
μὲν πρός τε τὴν ὑποδοχὴν καὶ τὴν κατεργασίαν αὐτῆς, ἔτι
δὲ καὶ τὴν εἰς ὅλον τὸ σῶμα φοράν· ἕτερα δὲ τῶν περιττῶν
ὑποδεκτικά. τριττά δ᾿ ἄλλα μόρια ὑπηρετοῦντα ταῖς
τούτων ἐκκρίσεσι· γαστὴρ μὲν οὖν ὑποδέχεται τὴν τροφὴν,
καὶ ἔνθα μεταβάλλεταί τινα μικράν τε καὶ πρώτην μεταβολὴν
παρασκευαζόμενα τῷ ἥπατι, μεγίστην ἀλλοίωσιν ἐργαζομένῳ
τῆς εἰς αὐτὸ παραγινομένης τροφῆς. ἐντεῦθεν φλέβες
εἰς ὅλον ὀχετεύουσι τὸ σῶμα κατεργασθεῖσαν αὐτήν.
τὸ δὲ περιττὸν καὶ τὸ λεπτὸν καὶ τὸ κοῦφον, ἔτι τε τὸ
γεῶδες καὶ βαρὺ καὶ τὸ ὑδατῶδες καὶ τὸ ὀῤῥῶδες ἐκκαθαίρει
ἡ φύσις δι᾿ ἄλλων ὀργάνων. τοιαῦτα μέν ἐστι πόροι
χοληδόχοι ὀνομαζόμενοι καὶ κύστις ὁμοία τούτοις καὶ ὁ σπλὴν
αὐτὸς καὶ τῶν φλεβῶν ἡ κάτω μοῖρα προαπευθυσμένου, καὶ
οὐρητῆρες καὶ νεφροὶ καὶ κύστις. κοινὰ δὲ ἐν ἅπασιν ἔντερα
μὲν καὶ γαστὴρ καὶ φλέβες καὶ ἧπάρ εἰσιν. ἕνεκα δὲ
τῆς διακρίσεως καὶ καθάρσεως τῶν περιττῶν ἀγγεῖα χοληδόχα
καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ἔτι τε σπλῆνα καὶ νεφρούς.
τοὺς δὲ ταῖς τῶν περιττωμάτων ἐκκρίσεσιν ὑπηρετοῦντας
μῦς, ἵνα μηδὲν ἀπρονόητον εἴη. * *
τοῦ μὴ πάνυ τι δεῖσθαι τοῦ παρὰ τῆς καρδίας πνεύματος
τὸν ἐγκέφαλον. ἀπολείπεται γοῦν ἤτοι τὴν ἀναθυμίασιν αὐτῷ
τὴν ἐκ τοῦ αἵματος ἱκανὴν ὑπάρχειν ἢ τὴν διὰ τῶν
ῥινῶν εἰσπνοήν. οὐ γίνεται δὲ δαψιλὴς ἀναθυμίασις. ὥστε
ἀναγκαῖον ἐκ τῆς διὰ τῶν ῥινῶν τὴν πλείστην εἶναι τροφὴν
τῷ ψυχικῷ πνεύματι. διὰ τοῦτο γοῦν φησιν Ἱπποκράτης
ἀρχὴν τῆς τροφῆς πνεύματος εἶναι στόμα, ῥῖνας,
βρόγχον, πνεύμονα καὶ τὴν ἄλλην ἀναπνοήν. ἐξ ἁπάντων
γὰρ τούτων τρέφεται. προστίθησι δὲ ἀρχὴν τροφῆς καὶ
ὑγρᾶς καὶ ξηρᾶς εἶναι στόμα, στόμαχον καὶ κοιλίαν. αὕτη
δὲ ἐστὶν ἀρχὴ ἡ πρώτη, ἡ δευτέρα δὲ αἱ ἐξ ἥπατος εἰς κοιλίαν
καθήκουσαι φλέβες, ἐν αἷς πρώταις αἷμα γίνεται. ἡ
τρίτη δὲ τὸ ἧπαρ αὐτό. ἡ τετάρτη δὲ μετὰ τὸ ἧπαρ ἡ
κοίλη φλὲψ, ἐν ᾗ πρώτῃ καθαρὸν τῶν περιττωμάτων ἀπολείπεται
τὸ αἷμα. ὥστε τροφῆς μὲν ἀρχή ἐστι στόμα, στόμαχος,
κοιλία, πνεύματος δὲ στόμα, ῥῖνες, βρόγχος, πνεύμων,
ὡς καὶ ὀμφαλὸς ἀρχαιοτέρας τροφῆς δι᾿ ἐπιγαστρίου.
ἔστι γὰρ ἐν αὐτῷ ἀγγεῖα τέτταρα, δύο μὲν ἀρτηρίαι, δύο
δὲ φλέβες μέσον ἑαυτῶν ἔχουσαι τὸν οὐραχόν. καὶ ἐκ μὲν
τῶν ἄνω μερῶν αἱ φλέβες εἰσὶν, ἐκ δὲ τῶν κάτωθεν αἱ ἀρτηρίαι.
εὐθὺς γοῦν ἑκάτερον ζεῦγος τῶν ἀγγείων ἐν τῷ
χωρίῳ τῷ ἐπιτηδείῳ ἐστί. καὶ διὰ τούτων οἷον ἐκ πρέμνων
τινῶν ἐκ τῆς μήτρας ἕλκει τὸ ἔμβρυον αἷμα καὶ πνεῦμα,
ὅπερ Ἱπποκράτης ἀρχαιοτέραν καὶ πρωτίστην τροφὴν καλεῖ,
τουτέστι πρὶν ἂν εἰς τὸ φῶς ἐξιέναι τὸ βρέφος, διὰ
τοῦ ὀμφαλοῦ καὶ τῶν τεττάρων ἀγγείων τῶν προειρημένων
τρέφεσθαι.
6. Ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδία. ἐκ τουτέων
ἀποπλανᾶται ἐς πάντα αἷμα καὶ πνεῦμα καὶ θερμασίη
διὰ τούτων φοιτᾷ.
Ἐπειδὴ τὸ ἧπάρ ἐστι ῥίζωσις φλεβῶν, ἡ δὲ καρδία
ἀρτηριῶν, λέγει ὅτι καὶ αἷμα μὲν ἐξ ἥπατος ἀποπλανᾶται
εἰς πάντα, πνεῦμα δὲ ἐκ τῆς καρδίας, θερμασία δὲ ἐξ ἀμφοῖν.
καὶ ταῖς μὲν κατὰ τὴν καρδίαν ἀρτηρίαις αἱ κατὰ
τὸ ἧπαρ φλέβες ἀνάλογον ἔχουσιν. καὶ ὥσπερ ἡ ἐκ τῆς
ἀριστερᾶς κοιλίας τῆς καρδίας ἀρτηρία φυομένη πρέμνον
τῶν καθ᾿ ὅλον τὸ ζῶόν ἐστι τῶν ἀρτηριῶν, τὸν αὐτὸν τρόπον
ἀπὸ τῆς κοίλης φλεβὸς αἱ καθ᾿ ὅλον τὸ ζῶον ἀποπεφύκασι
φλέβες, οἷον κλάδοι τινὲς, ὡς ἀπὸ στελέχων. ταῖς
δ᾿ οἷον ῥίζαις τῶν ἀρτηριῶν, ταῖς εἰς τὸν πνεύμονα κατασχιζομέναις,
ἐκ τῆς καρδίας ἀνάλογον αὖ πάλιν αἱ κατὰ τὴν
γαστέρα τε καὶ τὸν σπλῆνα καὶ τὸ μεσεντέριον ἔχουσι φλέβες.
καὶ μὲν δὴ καὶ τῶν τῆς κοίλης φλεβὸς μεροῖν τὸ μὲν
ἐπὶ τὴν ῥάχιν καταφερόμενον ἀνάλογόν μοι νόει τῇ μείζονι
μοίρᾳ τῆς μεγάλης ἀρτηρίας τῇ κάτω φερομένῃ, τὸ δὲ ἐπὶ
τὰς σφαγὰς ἀναφερόμενον τῇ μικροτέρᾳ. ἔστι μὲν οὖν μέγιστον
ἀγγεῖόν τι ἐκπεφυκὸς τῆς ἀριστερᾶς κοιλίας τῆς
καρδίας, ὅπερ αὐτίκα μετὰ τὴν ἐκ τῆς καρδίας ἔκφυσιν εἰς
δύο τέμνεται μέρη, ὧν τὸ μὲν ἐπὶ τὴν ῥάχιν κατακάμπτεται,
πᾶσι τοῖς κάτω μορίοις ἐπιπέμψον ἀρτηρίαις, τὸ δὲ
ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται, παρέξον τῆς ἄνω καρδίας ἅπασιν
ἀρτηρίας. αὐτῆς δὲ τῆς ἀρτηρίας τὸ κάτω φερόμενον
μέρος ἐπιβαίνει τε τῷ πέμπτῳ θώρακος σπονδύλῳ, θάτερον
δὲ μετὰ τὴν πρώτην ἔκφυσιν καί τινα μοῖραν ἑαυτοῦ ἀποπέμπει
πρὸς τὴν ἀριστερὰν ὠμοπλάτην καὶ μασχάλην ἀνατεινομένην,
ἣ ἀναφέρεται ἄσχιστος μέχρι τῆς πρώτης πλευρᾶς.
ἐνταῦθα δὲ πρὸς τὰ πρῶτα μεσοπλεύρια πέμπει τι
μόριον ἑαυτοῦ εἰς ὑποχόνδριόν τε καὶ τιτθὸν ἕτερον, ὑποτεταγμένον
ἅπαντι τῷ στέρνῳ. διεξερχόμενον δὲ τὰ
τῶν στ΄ σπονδύλων τρήματα τοῖς πλησιάζουσι κατὰ τὴν
ὁδὸν μυσὶ πέμπει ἀποβλαστήματα, καὶ τὸ ταύτης ἀρτηρίας
ὑπόλοιπον ἐπὶ τὴν ἀριστερὰν ὅλην χεῖρα καὶ τὴν ὠμοπλάτην
διανέμεται. τὸ δὲ μεῖζον μέρος τῆς ὅλης ἄνω φερομένης
ἀρτηρίας ἐπὶ τὴν σφαγὴν ἀναφέρεται καὶ τῷ κατὰ τὸ
μέσον στέρνον ὀστῷ συνάπτεται. αὕτη δὲ ἡ μεγίστη τῶν
ἀρτηριῶν, τὰ κατὰ τοῦ θώρακος διερχομένη, ἀποφύσεις ἑκατέρωσε
πέμπει κατὰ τὰς χώρας τῶν μυῶν τῶν μεσοπλευρίων
καὶ διεκπίπτει οὐκ ὀλίγον εἰς τοὺς ἔξω τοῦ θώρακος
μῦς. καὶ τῇ γαστρὶ καὶ τῷ σπληνὶ καὶ ἥπατι ἀρτηρίας
παραδίδωσι, ἡνίκα πρῶτον ἐν τοῖς κάτω γίνεται φρενῶν,
ὅθεν καὶ ἡ τοῖς ἐντέροις διανεμομένη παραγίνεται. ἐφεξῆς
δὲ εἰς τοὺς νεφροὺς μέγιστον ζεῦγος ἀρτηριῶν ἐμβέβληκεν.
τῶν δὲ ἐπὶ τοὺς νεφροὺς ἰουσῶν αἱ εἰς τοὺς ὄρχεις εἰσίν.
ὅσαι δὲ εἰς ἄλλας τοῦ σώματος χώρας καθέκαστον διανέμονται,
οὐ πρόκειταί μοι διέρχεσθαι νῦν, μακρότητος τοῦ
λόγου φειδομένῳ, μάλιστα δὲ τοῦ περὶ τῶν φλεβῶν ὑπολοίπου
ὄντος λόγου, μακροῦ μὲν ἐκείνου, ἀλλ᾿ οὐ πάνυ ἀναγκαίου
τοῖς τὰ ἡμέτερα περὶ τῆς ἀνατομίας αὐτῶν καὶ τὰ
περὶ χρείας μορίων ἀναλέξασι. δι᾿ ἐκείνων γὰρ ὑπομνημάτων
ἐπὶ πλέον καὶ ἀρκούντως εἴρηταί μοι περὶ τούτων,
ὅμως δὲ οὐ χεῖρον ἀναμνῆσαι νῦν. ἐπεὶ τοίνυν τρέφεσθαι
δεόμεθα, διότι κενούμεθα, τῷ πλήθει τῆς ἀποῤῥεούσης οὐσίας
ἴσην εἶναι χρὴ τὴν τροφήν. ἡ μὲν οὖν μεγίστη φλὲψ
ἁπασῶν τῶν κατὰ τὸ ζῶον ἐκπέφυκε τοῦ ἥπατος ἐφ᾿ ἑκάτερα
τὰ μέρη, τό τε ἄνω τοῦ σώματος ἡμῶν καὶ τὸ κάτω.
πλησίον δὲ αὐτοῦ φλέβες εὐρεῖαι καὶ βραχεῖαι πρὸς τοὺς νεφροὺς
ἀποσχίζονται. ἡ λοιπὴ δὲ νομὴ πᾶσα κατά γε ῥάχιν
ὅλην καὶ τὰ σκέλη παραπλησίως ἔχει τῇ κατὰ τὰς ἀρτηρίας.
ἀλλὰ καὶ ἡ εἰς τὰ ἔντερα νομὴ πᾶσα τῶν φλεβῶν ἣν ἀπὸ
πυλῶν ἥπατος ἴσχουσιν ἅμα ταῖς ἀρτηρίαις, ἔστι καὶ εἰς
ἐπίπλοον καὶ σπλῆνα καὶ γαστέρα, μιᾶς εἰς ταῦτα πάντα
κατασχιζομένης φλεβὸς, ἀπὸ τῆς μεγάλης ἀποπεφυκυίας,
ἐπειδὰν πρῶτον ἔξω τοῦ διαφράγματος γένηται. τοῖς ἄνω
μέρεσι ἀνάλογον τῇ κενώσει ἡ φύσις ἔνειμε τὰς φλέβας, τοῖς
μὲν ὀστοῖς μικρὰς, τῷ δὲ πνεύμονι μεγίστην τὴν ἐκ καρδίας
ἐκπεφυκυῖαν. καρδία δὲ διὰ τὸ πλῆθος τῆς θερμασίας ἀναλίσκει
πλείονα τροφὴν, ἐγκέφαλος δὲ ἧττον διαφορεῖται διὰ
τὴν τῆς θερμασίας ἔνδειαν. ἐπειδὴ δὲ πρόκειται εἰπεῖν περὶ
* * αἱ δὲ φλέβες διανε * *
7. Δύναμις μίη καὶ οὐ μίη, ἣ πάντα ταῦτα καὶ ἑτεροῖα διοικέεται.
ἡ μὲν ἐς ζωὴν ὅλου καὶ μέρεος, ἡ δὲ ἐς αἴσθησιν
ὅλου καὶ μέρεος.
Οὐσῶν τεττάρων δυνάμεων ὦν ἅπαν μετέχει μόριον
καὶ τῆς μὲν ἑλκούσης τὸ οἰκεῖον, τῆς δὲ κατεχούσης, τῆς δὲ
ἀλλοιούσης, τῆς δ᾿ ἀποκρινούσης τὸ περιττὸν, διὸ εἶπεν περὶ
τροφῆς δύναμιν εἶναι μίαν καὶ οὐ μίαν, δεικνὺς μὲν κατὰ
τὸ γένος μίαν εἶναι δύναμιν, ἰδέας δὲ πολλὰς ἔχειν· καὶ
τοῦτο δηλονότι ἤτοι πρὸς ζωὴν ὅλου τοῦ ζώου ἢ καὶ πρὸς
μέρος, ἤτοι πρὸς τὴν αἴσθησιν ἀναφέρηται. * *
8. Γάλα τροφὴ, οἷσι γάλα τροφὴ κατὰ φύσιν, ἄλλοισι
δὲ οὐχί. ἄλλοισι δὲ οἶσιν οἶνος τροφὴ καὶ οἶσιν οὐχί.
καὶ σάρκες καὶ ἄλλαι ἰδέαι τροφῆς πολλαί.
Ἐξ αἵματος ἀκριβῶς πεπεμμένου γένεσίς ἐστι τῷ γάλακτι.
καὶ τοῖς τιτθοῖς οὐκ ἐκ τῶν πλησίων ἀγγείων, ἀλλὰ
ἐκ τοῦ μακροτάτου διαστήματος ἡ φύσις αἷμά τε καὶ πνεῦμα
παράγει. ταῦτα γὰρ ἡμῖν ἐν ἑτέροις ἀποδέδεικται. τὸ
δὲ γάλα, ὅπερ ἐστὶν ἀκριβῶς εἰργασμένη τροφὴ, ἐκ τούτων
γίνεται. ἐξ αἵματος μὲν γὰρ ἔτι κυουμένοις ἡμῖν ἡ τροφή.
ἐξ αἵματος δὲ καὶ ἡ τοῦ γάλακτος, ὡς εἶπον, γένεσις ὀλιγίστην
μεταβολὴν ἐν μαστοῖς προσλαβόντος. * *
ἄριστον μὲν τοῖς βρέφεσι τὸ τῆς μητρός ἐστι γάλα, πλὴν
εἰ νενοσηκὸς εἴη· ὅταν δὲ ἄμεμπτον εἴη, τότε ἐστὶν αὐτοῖς
κατὰ φύσιν, καὶ τὰ βρέφη συνηθεστάτῃ τε καὶ οἰκειοτάτῃ
χρῆται τροφῇ. καὶ ἡ φύσις μὴ μόνον τὴν τοιαύτην τροφὴν
παρασκευάζει τοῖς βρέφεσιν, ἀλλὰ καὶ δυνάμεις αὐτοῖς ἐξ
ἀρχῆς εὐθὺς συμφύτους παρέχει τῆς χρήσεως αὐτῆς. ἐπισκέπτεσθαι
δὲ καὶ δοκιμάζειν ἀκριβῶς δεῖ τὸ γάλα γεύσει
καὶ ὄψει καὶ ὀσφρήσει. τὸ γὰρ ἄριστον ἔσται τὸ γευομένοις
καὶ ὀσμωμένοις ἡδύ· ὀφθήσεται δὲ λευκόν τε ἅμα καὶ
ὁμαλὸν καὶ μέσον πως τοῦ ὑγροῦ τε καὶ παχέος. τὸ δὲ
μοχθηρὸν ἤτοι παχὺ ἢ ὑγρὸν ἢ ὀῤῥῶδες ἢ πελιδνὸν καὶ
ἀνώμαλον ἐν συστάσει καὶ τῇ χρόᾳ. ἀλλὰ καὶ τοῖς γευομένοις
πικρὸν ἢ ἁλμυρὸν ἤ τινος ἑτέρας ἀλλοκότου ποιότητος
μετέχον φανήσεται. φησὶ δὲ μὴ μόνον τὸ γάλα εἶναι τροφὴν,
ἀλλὰ καὶ πολλὰς εἶναι τῶν ἄλλων τροφῶν ἰδέας, ὡς
τοῦ οἴνου, τῶν σαρκῶν, τῶν ὀσπρίων καὶ τῶν ἄλλων πολλῶν,
ἅπερ αἱ γυναῖκες προμασώμεναι καὶ ἐντιθεῖσαι τοῖς στόμασι
τῶν παιδίων εἰώθασι τῇ πείρᾳ διδαχθεῖσαι. ἢ καὶ
τοῦτο λέγει αὐτὸς περὶ παντὸς γένους τῆς τροφῆς, ᾗ ὁσημέραι
χρῶνται οἱ θνητοί; τοῦτο γὰρ ἄμεινον. εἶπε γὰρ μίαν
μὲν εἶναι δύναμιν τῷ γένει, ἰδέας δὲ πολλάς.
9. Καὶ κατὰ χώρην καὶ ἐθισμόν.
Ἐπιβλέπειν χρὴ τὴν ἐνεστῶσαν ὥραν τοῦ ἔτους εἴτε
ἐαρινὴ, εἴτε θερινὴ, εἴτε φθινοπωρινὴ, εἴτε χειμερινὴ ἐστὶν,
καὶ τὸ χωρίον, ἐν ᾧ εἰσιν οἱ ἄνθρωποι, καὶ τὴν ἡλικίαν
αὐτῶν. ὡς εἰ τὸ χωρίον θερμόν ἢ ψυχρὸν, καὶ πότερον
νέοι ἢ ἀκμάζοντες ἢ πρεσβῦται. δεῖ δὲ καὶ τὸ ἔθος γνώριμον
ἡμῖν εἶναι. ἔνιοι γὰρ τὰ βρώματα καὶ πόματα ὅσα
συνήθη δυσπεπτότερα ὄντα ῥᾷον πέττουσιν ἢ τὰ ἀσυνήθη
εὐπεπτότερα ὄντα. διὸ πάνυ πολλὴν ἐπίσκεψιν ποιεῖν δεῖ
περὶ συνηθείας καὶ ἀσυνηθείας, εἰ μέλλοι μὴ πολλὰ τῶν
κατὰ τὴν ἰατρικὴν χωλεύειν. εἴρηται δὲ περὶ ἔθους καὶ ἐν
ἑτέροις ὑπομνήμασιν. διὰ τοῦτο πρὸς τὰ ἐφεξῆς
μεταβήσομαι.
10. Τρέφεται δὲ τὰ μὲν ἐς αὔξησιν καὶ τὸ εἶναι, τὰ δὲ ἐς το εἶναι
μόνον, ὡς γέροντες, τὰ δὲ πρὸς τούτων καὶ ἐς ῥώμην.
Τὰ βρέφη καὶ τὰ παιδία καὶ τὰ μειράκια ἕλκουσι τὴν
τροφὴν, ὡς αὔξησιν λάβωσι καὶ ὡς σώζειν τὴν ὕπαρξιν
αὐτῶν. οἱ δὲ γέροντες οὐκ ἔτι αὐξάνονται. καὶ διὰ τοῦτο
κἂν τρέφωνται, ὅμως αὔξησιν οὐ λαμβάνουσιν, ἀλλ᾿ εἰς τὸ
εἶναι μόνον τρέφονται. καθεστηκότες δὲ τελευταῖον καὶ εἰς
τὸ εἶναι καὶ εἰς ῥώμην, ὡς καί τινες εἰς ταῦτα πάντα.
11. Διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων ἐν
πᾶσι.
Διὰ τί μὲν ἡ ἀθλητικὴ διάθεσις οὐ φύσει, δι᾿ ἑτέρων
ἐξηγούμεθα. ἀκούειν δέ σε χρὴ νῦν τὴν ἕξιν τῶν σωμάτων
μὴ τῶν ὁπωσοῦν γυμναζομένων, οἷον ἤτοι σκαπτόντων ἢ
ἄλλο τι πραττόντων, ὅσα κατὰ φύσιν ἄνθρωποι ποιοῦσιν,
ἀλλ᾿ οἷς τοῦτο τὸ ἐπιτήδευμα οἰκεῖόν ἐστι, τὸ γυμνάζεσθαι
κατ᾿ ἀθλητικὴν τῶν ἀντιπάλων ἰσχὺν ἐπασκοῦσιν, οὓς ἀθλητὰς
ἐκάλουν, οἵπερ τὸν βίον ἅπαντα ἐν γυμνασίοις διατρίβουσιν,
τοῦ καταβάλλειν ἑτέρους ἕνεκα. πρὸς δὲ τὸ τοῦτο
ποιεῖν πειρῶνται ἀεὶ περιβάλλεσθαι μέγεθος ὄγκου κατὰ
τὸ σῶμα καὶ πλῆθος χυμῶν, ὅθεν πᾶν τὸ σῶμα τρέφεται.
τὴν δὲ τοιαύτην διάθεσιν αὐτὸς εἶπεν εἶναι σφαλερὰν, ὅτι
ἐπειδὴ τὰ ἀγγεῖα ὑπερπληρωθῇ ποτῶν ἢ σιτίων, κίνδυνος
αὐτοῖς ἐστι τοῦ διαῤῥαγῆναι ἢ καταπνιγῆναι ἢ καὶ σβεσθῆναι
τὴν ἔμφυτον αὐτῶν θερμασίαν· ὅτι μὲν χρὴ φεύγειν
τε καὶ δεδιέναι τοιαύτην τὴν διάθεσιν πρὸς Ἱπποκράτους
εἴρηται σαφῶς· τῆς δὲ φυσικῆς ἕξεως, ὅταν ὑγιεινὴ εἴη καὶ
οἵα τε εἴη καλεῖσθαι εὐεξία ἁπλῶς, προσήκει παντὶ τρόπῳ
σπουδάζειν, καὶ ὥσπερ ταύτην ἐπαινοῦσι πάντες, οὕτω τὴν
ἀθλητικὴν πᾶς καὶ ἰατρὸς καὶ φιλόσοφος ἐμέμψατο, ὅτι,
ὥς φησι Πλάτων, πρὸς οἰκονομίας καὶ πρὸς στρατείας καὶ
πρὸς ἑδραίους ἀρχὰς ἐν πόλει δύσκολος, μάλιστα δὲ πρὸς
μαθήσεις ἁστινασοῦν καὶ ἐννοήσεις τε καὶ μελέτας
χαλεπή.
12. Μέγα τὸ ποσὸν εὐστόχως ἐς δύναμιν ξυναρμοσθέν.
Ἐν ταῖς τροφαῖς καὶ ποιότης καὶ ποιότης καὶ ποσότης ἐστὶ, καὶ
μὴ μόνον δεῖ τῆς ποιότητος αὐτῶν, ἀλλὰ καὶ ποσότητος στοχάζεσθαι.
πάνυ μὲν γὰρ πρὸς δύναμιν συμφέρειν φαμὲν,
εἰ τὸ ποσὸν ταῖς δυνάμεσι συναρμόζῃ, καὶ τότε πέττεσθαι
τὴν τροφὴν καλῶς ἴδομεν καὶ διαδίδοσθαι καὶ τὰ περιττὰ
ἐκκρίνεσθαι καὶ τὰς ἄλλας τὰς φυσικὰς ἐνεργείας κατὰ τρόπον
ἕπεσθαι. ἐναντίως δὲ, ἐὰν ἁμαρτάνῃς τι.
13. Γάλα καὶ αἷμα τροφῆς πλεονασμός.
Τὸ γάλα περίττωμα χρηστῆς ὑπάρχει τροφῆς, καὶ διὰ
τοῦτο τῷ ἀνθρώπῳ οἱ τιτθοὶ τοῖς στέρνοις εὐλόγως πρόσκεινται,
πρῶτον μὲν ὅτι οὗτος ὁ τόπος ἐστὶν αὐτοῖς οἰκειότατος,
δεύτερον δὲ ὅτι ὡς σκέπη τις τῇ καρδίᾳ προσγίνεται,
καὶ τρίτον ὅτι περίττωμα χρηστῆς τροφῆς ἐνταυθοῖ
πλεῖστον ἐπ᾿ ἀνθρώπων ἀθροίζεσθαι δύναται. περὶ δὲ τοῦ
αἵματος οὐδεὶς ἀγνοεῖ πῶς γίνεταί τε καὶ ἐκ τίνων ὡς ὑλῶν
καὶ διὰ τίνων ὀργάνων, εἰ μὴ καὶ πάντα καὶ κατὰ τὴν ἀνατομὴν
καὶ ὅλην ἰατρικὴν ἀγνοεῖ.
14. Περίοδοι ἐς πολλὰ σύμφωνοι, ἐς ἔμβρυον καὶ ἐς τούτου
τροφήν.
Τέσσαρές εἰσι τῶν κυουμένων χρόνοι· πρῶτος μὲν, ἐν
ᾧ κατὰ τὰς ἀμβλώσεις τε καὶ τὰς ἀνατομὰς ἡ τοῦ σπέρματος
ἰδέα κρατεῖ, δεύτερος δὲ, ἐν ᾧ καρδία καὶ ἐγκέφαλος
καὶ ἧπαρ, κᾂν ἔτι ἄμορφα τυγχάνῃ, πῆξιν ἤδη τινὰ καὶ
μέγεθος ἔχει· τρίτον δὲ ὅταν τὰς τρεῖς ἀρχὰς ταύτας ἔστιν
ἰδεῖν ἐναργῶς, ὑπογραφὴν δὲ τινα τῶν ἄλλων μορίων. τέταρτος
δέ ἐστι χρόνος, ἡνίκα μὴ μόνον αἱ τρεῖς ἀρχαὶ, ἀλλὰ
καὶ τὰ κατὰ γαστέρα καὶ τὰ ἐν κώλοις ἅπαντα διήρθρωται.
οὐ γὰρ ἀποτετμημένος εἷς ὅρος ἐστὶ τοῖς ἐμβρύοις οὔτε
τῆς διαπλάσεως οὔτε τῆς ἀποκυήσεως. καὶ διὰ τοῦτο εἶπεν
αὐτὸς ὡς τὰ πολλὰ συμφώνους εἶναι τὰς περιόδους καὶ
πρὸς τὸ κύημα καὶ ἐπειδὰν ἔχει τὰς τοῦ ζώου δυνάμεις
πρὸς τὴν τροφὴν αὐτοῦ.
15. Αὖθις δ᾿ ἄνω ῥέπει ἐς γάλα καὶ τροφὴν καὶ ἐς βρέφος.
Μεγάλη συμπάθειά ἐστι τῆς τε μήτρας καὶ τῶν τιτθῶν.
καί εἰσιν ἀμφότερα ταῦτα τὰ μόρια εἰς ἑνὸς ὑπηρεσίαν ἔργου
παρεσκευασμένα. συνῆψε δὲ ἡ φύσις αὐτὰ διὰ τῶν
φλεβῶν καὶ ἀρτηριῶν, ἅπερ ἀγγεῖα ἐκ τῶν ἄνω φέρεται κάτω
τοῦ σώματος, καὶ ἐκ τῶν κάτω ἄνω, ἵνα ὅταν ἐν ταῖς
μήτραις αὐξάνηταί τε καὶ διαπλάττηται τὸ ἔμβρυον, ἐκείνῳ
μόνῳ αἱ κοιναὶ φλέβες τὴν ἐξ ἀμφοτέρων ἐπάρδωσι τροφήν.
ὅταν δὲ ἀποκυηθὲν τύχοι, τοῖς τιτθοῖς αὖθις ἐπιῤῥεῖ σύμπασα·
ὥσπερ γὰρ τὸ ἔμβρυον ἔτι ἐν τῇ μήτρᾳ ἕλκει τὴν
τροφὴν τὴν ἔξ αἵματος εἰς αὐτὴν, μὴ φερομένων καταμηνίων,
συῤῥοῦντος, οὕτως τοῦ βρέφους ἤδη κυηθέντος ἐκεῖνο
τὸ περιττὸν, ὅσον ἀθροιζόμενον ἡ φύσις ἐφ᾿ ἑκάστῳ μηνὶ
εἴωθεν ἐκκρίνειν, εἰς γάλα τρέπεται καὶ εἰς τιτθοὺς ἀναφέρεται
πρὸς τὴν τοῦ παιδίου τροφήν. ἔστι γὰρ τὰ γάλακτα
τῶν ἐπιμηνίων ἀδελφὰ, ὥς φησιν Ἱπποκράτης. τὸ μὲν οὖν
τῶν καταμηνίων ἄνω ῥέπον γάλα γίνεται καὶ τὸ βρέφος τρέφει
τε καὶ αὐξάνει. διὰ ταῦτα γέγραφεν αὐτὸς ἐν τοῖς
ἀφορισμοῖς, ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύονται,
ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν· καὶ ἑτέρωθί που·
ἐν γαστρὶ ἐχούσῃ γάλα ἐκ τῶν μαστῶν πολὺ ῥυὲν ἀσθενοῖ
τὸ ἔμβρυον· ὡς ἂν εἰς τοὺς μαστοὺς τοῦ περιττοῦ
πάντως ἀνιόντος, ὃ κατέλιπεν ἐν ταῖς φλεψὶ τὸ κυούμενον,
μὴ δυναμένου τοῦ ἐμβρύου τὴν ἱκανὴν θρέψιν ἐπισπᾶσθαι.
16. Ζωοῦται τὰ μὴ ζῶα, ζωοῦται τὰ ζῶα, ζωοῦται τὰ μέρεα
τῶν ζώων.
Ἐκ τῶν μὴ ὄντων γίνεται τὰ ὄντα καὶ ἐκ τῶν ὄντων
ἄλλα ὄντα καὶ τὰ μέρη αὐτῶν· τὸ μὲν κύημα κατὰ τὸν
πρῶτον καὶ δεύτερον χρόνον, ἡνίκα ὑπογραφήν τινα καὶ οἷον
σκιαγραφίαν ἔχει πάντων τῶν μορίων, μή πω ζῶον δεῖ καλεῖσθαι,
ἀλλ᾿ ὡς φυτὸν ἅπασαν τὴν γένεσιν ἔχει. ὥσπερ
γὰρ τοῖς φυτοῖς ὑπάρχει εἰς τὸ κάτω τε καὶ κατὰ τῆς γῆς
ἡ ῥίζωσις, οὕτω καὶ τοῖς κυουμένοις ἡ εἰς τὴν μήτραν ἔμφυσις
τῶν κατὰ τὸ χωρίον ἀρτηριῶν τε καὶ φλεβῶν. καὶ
ὥσπερ τὰ φυτὰ διττὴν ἔχει ἐκ τῶν σπερμάτων ἔκφυσιν,
καθ᾿ ἣν μὲν ἄνω προάγει τὸ πρέμνον καὶ τοὺς πτόρθους,
εἰς δὲ κάτω κατασχίζει τὴν ῥίζωσιν, οὕτω καὶ τοῖς ἐμβρύοις
πολυσχιδεῖς εἰσι τῶν ἀρτηριῶν τε καὶ φλεβῶν, ὡς πρέμνων
μὲν εἰς ὅλον τὸ κυούμενον, ὡς ῥιζῶν δὲ εἰς τὴν μήτραν
τελευτῶσαι. ἀλλὰ καὶ διπλῆ ἐν αὐτοῖς ἀρχὴ κινήσεως τε
καὶ διαπλάσεως εὐθὺς ἔξ ἀρχῆς εὑρίσκεται. τὰ γοῦν μὴ
ἔτι ζῶα γίνεται ζῶα, καὶ τὰ ζῶα τῇ δυνάμει γίνεται ἐνεργείᾳ,
καὶ τὰ μέρη αὐτῶν κατὰ τοῦτον τὸν τρόπον.
17. Φύσιες πάντων ἀδίδακτοι.
Οὕτως ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν γράφεται, ἀπαίδευτος
ἡ φύσις ἐοῦσα καὶ οὐ μαθοῦσα τὰ δέοντα ποιεῖ καὶ
τὰς θείας δυνάμεις ἑαυτῆς ἐπιδείκνυται. οὐδεὶς γὰρ διδάσκει
εὐθὺς ἐξ ἀρχῆς τὸ βρέφος πῶς δεῖ τὴν γλῶτταν κινεῖν
ἢ τοὺς τιτθοὺς ἐπιλαμβάνειν ἢ τὸ γάλα τῆς μητρὸς
καταπίνειν, ἢ τὰς φυσικὰς ἐνεργείας ἁπάσας ἐνεργεῖν· οὗ
μηδέν ἐστιν εὑρίσκεσθαι θαυμαστότερον. ἀλλ᾿ ἐπειδὴ ταῦτα
ἐν παντὶ χρόνῳ καὶ καθ᾿ ἑκάστην ὥραν καὶ ἀπὸ πάντων
γίνεται, διὰ τοῦτο οὐδεὶς, εἰ μή τις τῶν καλῶν τε καὶ σοφῶν
γινομένων φίλος εἴη, θαυμάζει.
18. Αἷμα ἀλλότριον ὠφέλιμον, αἷμα ἴδιον ὠφέλιμον. αἷμα ἀλλότριον
βλαβερὸν, αἷμα ἴδιον βλαβερόν. χυμοὶ ἴδιοι βλαβεροὶ,
χυμοὶ ἀλλότριοι βλαβεροί· χυμοὶ ἀλλότριοι ξυμφέροντες,
χυμοὶ ἴδιοι ξυμφέροντες· τὸ ξύμφωνον τὸ διάφωνον,
τὸ διάφωνον τὸ ξύμφωνον· γάλα ἀλλότριον ἀστεῖον,
γάλα ἴδιον βλαβερόν· γάλα ἀλλότριον βλαβερὸν, γάλα ἴδιον
ὠφέλιμον.
Ταῦτα πάντα δεῖ λαμβάνειν ἐν ταῖς διαφόροις περιστάσεσιν,
ὡς ὅταν φθειρόμενόν τί ἐστιν ἢ μειούμενον, ἢ περιττὸν
ἢ κακούμενον, ἢ ἄλλως πως ἀλλοιούμενον, ὡς καὶ τὸ τῆς
μητρὸς γάλα οἰκεῖόν ἐστι τῷ υἱῷ, ὅτι οὐσία αὐτοῦ ἐστὶν
οὐσία τοῦ αἵματος ἐξ οὗ γέγονεν. ἀλλ᾿ ὅταν τὸ γάλα τῆς
μητρὸς φθειρόμενον τυγχάνει, τότε ζητεῖν χρὴ ἄλλο προσῆκον
τῷ παιδί. ταὐτὸ τοῦτο ἰστέον καὶ περὶ χυμῶν. λαπάθου
μὲν γὰρ εἴ τις φάγοι τὰ φύλλα, τὴν κοιλίαν ἐκταράσσεται,
εἰ δέ τις τὸ σπέρμα λάβοι, ἐπεχομένην αὐτὴν ἕξει.
ὁμοίως δ᾿ οὖν καὶ ὁ τῆς κράμβης χυλὸς καὶ ὁ τῶν
γερόντων ἀλεκτρυόνων ζωμὸς, καὶ οἱ τῶν θαλαττίων κοχλιῶν
χυμοὶ καὶ αἱ σάρκες αὐτῶν.
19. Σιτίον νέοισιν ἀκροσαπές. γέρουσι δὲ ἐς τέλος μεταβεβλημένον,
ἀκμάζουσιν ἀμετάβλητον.
* * * τὰ ζῶα πάντα, ἐξ ὧν τρέφεσθαι δεῖ
τοὺς γέροντάς τε καὶ τοὺς παρακμάζοντας, μίαν τὴν ἡμέραν
καὶ νύκτα θνητευτὰ ἐᾷν. * καλῶς πεπεμμένας
τροφὰς * * * νέοις τε καὶ ἀκμάζουσιν
καὶ τὰ σύντονα ἔργα ἐνεργοῦσιν ὀπτὰ ἢ ἑφθὰ ἐπιμελῶς
* * ποιότητα γὰρ ἢ ποσότητα τῆς τροφῆς
οὐκ ἐνδείκνυται. * Ἱπποκράτης μὲν τὸν σκοπὸν
τῆς ποσῆς τροφῆς ποιεῖ τὴν δύναμιν, λέγων, τὰ αὐξανόμενα
πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. πλείστης οὖν δεῖται τροφῆς.
ἡ μὲν γὰρ δύναμις τὸ γένος τῆς προσφορᾶς ἀπαιτεῖ.
καὶ τοῦτο μὲν ἄνευ διαφορᾶς, τὴν δὲ ποιότητα μετὰ διαφορᾶς.
νῦν δέ *
20. Ἐς τύπωσιν λέ ἠέλιοι, ἐς κίνησιν ο΄. ἐς τελειότητα σι΄. ἄλλοι
δέ φασιν ἐς μορφὴν με΄. ἐς κίνησιν ος΄. ἐς ἔξοδον
σι΄. ἄλλοι ν΄ ἐς ἰδέην. ἐς πρῶτον ἅλμα ρ΄. ἐς
τελειότητα τ΄. ἐς διάκρισιν μ΄. ἐς μετάβασιν π΄. ἐς ἔκπτωσιν
σμ΄.
Οὐκ ἔστιν ὡρισμένος τις χρόνος τοῖς ἐμβρύοις, ὡς εἶπον,
οὔτε τῆς σαφοῦς διαπλάσεως, οὔτε τῆς κινήσεως, οὔτε
τῆς ἀποκυήσεως. Ἱπποκράτης δὲ πρῶτος ἔγραψε περὶ διαπλάσεως
αὐτῶν ἀληθῶς· καθάπερ ἀποδέδεικται ἐν τῷ περὶ
τῆς κυουμένων διαπλάσεως κᾀν τῷ περὶ σπέρματος ἀλλὰ
καὶ ἐν τῷ περὶ φύσεως παιδίου ταὐτὸ τοῦτο ἀκριβῶς τε
ἅμα καὶ σαφῶς γέγραπται. διόπερ οὐ χρὴ μηκύνειν τὸν λόγον.
ὅλως δὲ οὐχ εἷς ἐστιν ὅρος, ἀλλ᾿ ὁ μὲν χρόνος τῆς διαπλάσεως
ἐστιν ἡμερῶν λε΄. ἢ τῶν μ΄. ἢ καὶ με΄. καὶ ὁ μὲν
τῆς κινήσεως αὐτοῦ χρόνος ἐστὶ διπλάσιος τοῦ τῆς διαπλάσεως,
ἣν αὐτὸς τύπωσιν καλεῖ. ὁ δὲ χρόνος τῆς ἀποκυήσεως
τριπλάσιός ἐστι τοῦ τῆς κινήσεως. ὅπερ ἀληθὲς ὡς
ἐπὶ τὸ πλεῖστον εἶναι δοκεῖ.
21. Οὐκ ἔστι καὶ ἔστι. γίνεται δὲ ἐν τούτοισι καὶ πλέω καὶ
ἐλάσσω. καὶ ὅλον καὶ κατὰ μέρος. καὶ εἴπομεν δὲ καὶ
πλέω πλεόνων καὶ ἐλάσσω ἐλασσόνων. οὐ πολλὸν δὲ
πλείω ἢ ἐλάσσω· τὰ δὲ ἐλάσσω τοσαῦτα καὶ ὅσα ἄλλα
τούτοισιν ὅμοια.
Ἔστι μὲν τὰ ἔμβρυα, ἐπειδὴ γέγονε ἤδη καὶ διάπλασιν
ἔχει τινά. οὐκ ἔστι δὲ ὅτι οὕπω τέλεια. αὖθις δὲ ὡς ἀπ᾿
ἀρχῆς λέγει, ἐν ταύταις ταῖς ἡμέραις, ἃς προέγραψε, καὶ
πλείω καὶ ἐλάττω γίνεσθαι παιδία, ὡς διδάσκων ἡμᾶς μὴ
ἕνα εἶναι τὸν ὡρισμένον αὐτῶν χρόνον, ἀλλὰ διάφορον
κατὰ τὴν φύσιν τοῦ σπέρματος καὶ τῆς μήτρας καὶ
τῆς ὥρας καὶ χώρας καὶ τῶν πολλῶν. οἱ δὲ παλαιοὶ ἐξηγηταὶ
ἄλλως λαμβάνουσι τὸ χωρίον. ἡγοῦνται γὰρ περὶ
τῆς ὀκταμήνου γενέσεως τοῦτο λέγεσθαι. καὶ γὰρ ὁ Γλαυκίας
οὕτως τὸ ῥηθὲν ἐκφέρει, οὐκ ἔστι δὲ καὶ ἔστι τὸ ὀκτάμηνον
βρέφος. καὶ πάντα ἐνθάδε μεταφέρει, ἅπερ γέγραπται
ἐν τῷ περὶ ὀκταμήνων, ὧν οὐδὲν περιγίνεται. Σαβῖνος
δέ φησι ταῦτα φαίνεσθαι μὲν μετὰ τὴν ἔκτρωσιν καὶ οὕτως
εἶναι ὡς ζῶα· οὐκ εἶναι δὲ ὡς εὐθὺς θνήσκοντα, ὡς
τίκτεσθαι μὲν, οὐ περιγίνεσθαι δέ. ἄλλοι δέ * *
22. Ὀστέων τροφὴ ἐκ κατάξιος, ῥινὶ δὶς πέντε, γνάθῳ δὲ καὶ
κληῖδι καὶ πλευρῇσι διπλάσιαι, πήχει τριπλάσιαι, κνήμῃ
καὶ βραχίονι τετραπλάσιαι, μηρῷ πενταπλάσιαι, καὶ
εἴ τι ἐν τούτοισι δύναται πλέον ἢ ἔλασσον.
Τὰ τῶν ὀστέων τῆς ῥινὸς κατάγματα ὑγιαίνει τε καὶ
κρατύνεται δέκα ἡμέραις, γνάθου δὲ καὶ κληῖδος καὶ μετώπου
εἴκοσιν, ὤμου δὲ τριάκοντα, κνήμης καὶ βραχίονος τεσσαράκοντα,
μηροῦ δὲ πεντήκοντα. εἰσὶ μέντοι αἰτίαι πολλαὶ,
δι᾿ ἃς ταῦτα τὰ νῦν λεγόμενα ὑπαλλάττεται. καὶ γὰρ ἥ τε
τοῦ ἔτους ὥρα καὶ χώρα καὶ φύσις καὶ ἡλικία τοῦ θεραπευομένου
σώματος καὶ δίαιτα καὶ ὁ τρόπος τῆς δέσεως
ποιοῦσι πολλάκις ὡς θᾶττον ἢ βραδύτερον τὰ κατάγματα
κρατύνεσθαι καὶ πωροῦσθαι. ἔστι δὲ καὶ τὸ μὲν πάχος
τῆς ὕλης ἐπιτηδειότερον εἰς τὸ παγῆναί τε καὶ γενέσθαι
πῶρον, ἡ δ᾿ ὑγρότης ἀνεπιτήδειος. ἔτι δὲ καὶ ἡ δύναμις
ἰσχυρὰ θᾶττον ἐργάζεται τὸ ἑαυτῆς ἔργον, ἡ δ᾿ ἀσθενεστέρα
βραδύτερον. περὶ πάντων δὲ τούτων εἴρηται τελειότερον
ἐν τοῖς εἰς τὸ περὶ ἀγμῶν ὑπομνήμασιν.
23. Αἷμα ὑγρὸν καὶ αἷμα στερεόν· αἷμα ὑγρὸν ἀστεῖον, αἷμα
στερεὸν φλαῦρον. πάντα δὲ τὰ φλαῦρα καὶ ἀστεῖα πρός τι.
Θερμὸν καὶ ὑγρὸν τῇ φύσει τὸ αἷμα. διὰ τοῦτο ἡνίκα
εἴη κατὰ φύσιν αὐτοῦ, ἀστεῖον καὶ καλὸν εἶναί φησιν· ὅταν
δὲ στερεὸν καὶ ἔξω τῆς φύσεως αὐτοῦ, φαῦλον, τουτέστιν οὐ
καλὸν, ἀλλὰ βλαβερόν. τὸ δὲ φαῦλον σημαίνει νῦν τὸ μοχθηρὸν,
ὃ ἀντίκειται τῷ ἀγαθῷ, ἃ πρός τι εἶναι λέγεται.
24. Ὁδὸς ἄνω, κάτω, μίη.
Αἱ ὁδοὶ καὶ οἷον ὀχετοὶ ἐν τῷ σώματί εἰσι τὰ καλούμενα
ἀπ᾿ αὐτοῦ ἀγγεῖα. ταῦτα ἄνωθεν κάτω καὶ κάτωθεν
ἄνω πορεύονται, τῇ σχέσει μόνῃ διαφέροντα. ὥσπερ καὶ
κλίμακες τῇ τε ἀναβάσει καὶ τῇ καταβάσει ὑπηρετοῦσι.
25. Δύναμις τροφῆς κρέσσων ἢ ὄγκος. ὄγκος τροφῆς
κρέσσων ἢ δύναμις. καὶ ἐν ὑγροῖσι καὶ ἐν ξηροῖσιν ἀφαιρέει,
καὶ προστίθησι τοῦτο αὐτό· τῷ μὲν ἀφαιρέει, τῷ
δὲ προστίθησι τὸ αὐτό· φλεβῶν διασφύξιες, καὶ ἀναπνοὴ
πνεύματος καθ᾿ ἡλικίαν, καὶ ξύμφωνα καὶ διάφωνα καὶ
νόσου καὶ ὑγείης, τροφὴ γὰρ καὶ πνεῦμα.
* * δύναμις ἀσθενὴς οὐ δύναται πέττειν πολὺ
τροφῆς, κᾂν εἴη ἀγαθὴ τροφή. διὸ δεῖ σύμμετρον εἶναι τὸ
τῆς τροφῆς ποσὸν τῇ τοῦ σώματος δυνάμει τε καὶ
* *
26. Ὑγρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ἡ ξηρή· ξηρὴ τροφὴ
εὐμετάβλητος μᾶλλον ἢ ἡ ὑγρή. ἡ δυσαλλοίωτος δυσεξανάλωτος,
ἡ εὐπρόσθετος εὐεξανάλωτος.
Πρὸς ἄλλην μὲν καὶ ἄλλην φύσιν ἀναφερόμενον τοῦτο
ἀληθὲς εἶναι δοκεῖ. ἔστι γὰρ φύσις τις τοῦ σώματος, ἐν
ᾗ μᾶλλον ἡ ὑγρὰ τροφὴ ἢ ἡ ξηρὰ εὖ μεταβάλλεται. ἔστι δὲ
καὶ ἐν ᾗ τὸ ἐναντίον εὑρίσκεται. οὕτω καὶ ἡ δυσαλλοίωτος
τροφὴ δυσεξανάλωτος, καὶ ἡ εὐπρόσθετος εὐεξανάλωτος.
πρώτου μὲν οὖν γένους ἐστὶ τὸ βόειον κρέας καὶ κοχλίαι
καὶ πάντα τὰ σκληρόσαρκα, καὶ τῶν οἴνων οἱ παχεῖς καὶ
κιῤῥοὶ, καὶ λευκοὶ ἅμα καὶ παχεῖς. δευτέρου δὲ οἱ οἶνοι
λευκοὶ μὲν τὴν χρόαν, λεπτοὶ δὲ τὴν σύστασιν, οὓς καλοῦμεν
ὑδατώδεις. τῶν δ᾿ ἄλλων πάντων ὅσον ὑπέρχεταί τι
κατὰ τὴν γαστέρα σαφὲς, ἀνάλογον τῷ χρόνῳ τῆς θρέψεως
ἀναλίσκεται. τοιοῦτος μὲν γάρ ἐστιν ὁ τῆς πτισάνης χυλὸς,
ὁ δὲ χόνδρος οὔ. ἀλλὰ καὶ πολλὴν καὶ ἐν πολλῷ χρόνῳ
τροφὴν παρέχει. ποιεῖν δὲ δεῖ τὴν παραβολὴν ἐπὶ τοῖς
ὁμοίως ἔχουσι κατὰ τὸ ποιὸν τῆς συστάσεως καὶ κατὰ τὸ
ποιὸν τῆς σκευασίας, ὥσπερ ἴσασιν οἱ τῶν ἰατρῶν παῖδες,
ὡς τὰ ὀπτώμενα μᾶλλον κατισχύει τὰ σώματα, ἢ τὸ ἑψημένον.
* τ᾿ ἄλλα εἴδη πάντα τῆς ἑψήσεως.
*
27. Καὶ ὁκόσοι ταχείης προσθέσιος δέονται, ὑγρὸν ἴημα εἰς ἀνάληψιν
δυνάμιος κράτιστον. ὁκόσοι δὲ ἔτι ταχυτέρης, δι᾿
ὀσφρήσιος, ὁκόσοι δὲ βραδυτέρης προσθέσεως δέονται, στερεῇ
τροφῇ. μύες στερεώτεροι, δυσεύκτητοι τῶν ἄλλων,
πάρεξ ὀστέου καὶ νεύρου, δυσμετάβλητα τὰ γεγυμνασμένα
κατὰ γένος αὐτὰ αὐτῶν ἰσχυρότερα τοῦ ὄντος, διὰ τοῦτο
αὐτὰ ἑωϋτῶν, δυστηκτότερα· πῦον τὸ ἐκ σαρκὸς, πυῶδες
τὸ ἐξ αἵματος καὶ ἐξ ἄλλης ὑγρασίης, πῦον τροφὴ
ἕλκεος. πῦον τροφὴ φλεβὸς, ἀρτηρίης, μυελὸς τροφὴ
ὀστέου, διὰ τοῦτο ἐπιπωροῦται.
Οὕτως κᾀν τοῖς ἀφορισμοῖς γέγραπται, ῥᾷον πληροῦσθαι
ποτοῦ ἢ σιτίου. τὰ γὰρ ὑγρά τε καὶ ποτὰ ὅσα τρέφειν πέφυκε,
τοῦτο ποιοῦσι θᾶττον, ἢ τὰ στερεὰ τῶν σωμάτων.
κᾂν γὰρ τὰ στερεὰ μᾶλλον τρέφει, ἀλλ᾿ ὅμως ταῦτα
πλεονεκτεῖ τῷ τάχει. διὰ ταῦτα γοῦν τοῖς ταχείας δεομένοις
προσθέσεως, τὸ ὑγρὸν καὶ τὸ ποτὸν προσήκει, τοῖς δὲ
τῆς ταχυτέρας τὰ ὀσφραντὰ, τοῖς δὲ βραδυτέρας τὰ στερεὰ
τῶν σωμάτων. τὸ μέντοι σῶμα ἤδη ἀσθενὲς, ἢ διὰ
μακρὰν νόσον ἢ διὰ κένωσιν ἢ μοχθηρὸν χυμοὶ, δεῖται
τροφῆς μὲν μὴ βαρείας, εὐπέπτου τε καὶ εὐόσμου, ὅτι ἀγαθὴ
ὀσμὴ προστίθησί τι ἐν τῷ σώματι καὶ τὴν κρᾶσιν αὐτοῦ
προσρυθμίζει καὶ τὴν θερμασίαν κρατεῖ τὴν φυσικὴν,
ἐν ᾗ τὴν ζωὴν εἶναί φαμεν. * *
28. Δύναμις πάντα αὔξει καὶ τρέφει καὶ βλαστάνει
Εἴρηται ὅτι ἔστι μέν τις ἑλκτικὴ δύναμις τῆς οἰκείας
ποιότητος, ἔστι δέ τις καὶ καθεκτικὴ τῶν ληφθέντων καὶ
αὖθις ἀποκριτικὴ τῶν περιττωμάτων, καὶ ἡ ἀλλοιωτικὴ, καὶ
ὅτι πάντα τοῦ ζώου μόρια ταύτας ἔχει τὰς δυνάμεις. ἕλκει
γὰρ τὰ μόρια καθ᾿ ὅλον τὸ σῶμα ἐκ τῶν ἀπὸ τῆς κοίλης
πεφυκυιῶν φλεβῶν τὴν τροφήν. αὐτὴ δ᾿ αὖ ἡ κοίλη ἐκ
τῶν καθ᾿ ἧπαρ. αἳ δ᾿ αὖθις ἐκ τῶν ἐπὶ τὰς πύλας ἀναφερομένων,
ἐκεῖναι δ᾿ αὖ πάλιν ἐκ τῆς γαστρός τε καὶ τῶν
ἐντέρων. τὴν δὲ γαστέρα αὐτὴν ἔξωθεν πληροῦν ἀνάγκη.
ταῦτα δὲ πάντα ποιεῖ μὲν ἡ δύναμις πρός τε τὴν αὔξησιν
καὶ τὴν θρέψιν καὶ τὴν βλάστησιν τοῦ ζώου, καὶ μάλιστα
μὲν διὰ τῶν φλεβῶν φαίνεται τοῦτο ἐργάζεσθαι· ἃς ἴδομεν
οὐ παραγούσας μόνον τὴν τροφὴν ἐκ τῆς γαστρὸς, ἀλλ᾿ ἑλκούσας
ἅμα καὶ παρασκευαζούσας τῷ ἥπατι τὸν ὁμοιότατον
ἐκείνῳ τρόπον. πῶς δὲ ταῦτα πάντα γίνεται, ἐπειδὴ
* *
29. Ὑγρασίη τροφῆς ὄχημα.
Τὸ κοῦφόν τε καὶ ξανθὸν περίττωμα δεξαμένην κύστιν
ἡ φύσις ἐπέθηκε τῷ ἥπατι. τὸν δὲ τὸ παχὺ καὶ ἰλυῶδες
ἕλκοντα τὸν σπλῆνα ἐν τοῖς ἀριστεροῖς μέρεσι κατέθετο.
ἀποθέμενος οὖν ὁ παρασκευαζόμενος ἐν τῷ ἥπατι χυμὸς εἰς
τροφὴν τοῦ ζώου τὰ εἰρημένα περιττώματα καὶ πέψιν κτησάμενος,
ἐρυθρὸς καὶ καθαρὸς ἐπὶ τὰ κυρτὰ μόρια τοῦ
ἥπατος ἀνέρχεται, διαδέχεται δ᾿ αὐτὸν ἐνταῦθα μεγίστη
φλὲψ καὶ πρὸς ἄμφω τὰ τοῦ ζώου μέρη τό τε ἄνω καὶ τὸ
κάτω φέρει. κατὰ ταύτην δὲ τὴν φλέβα πολλῆς ὑγρότητος
λεπτῆς τε καὶ ὑδατώδους μεστόν ἐστι τὸ αἷμα. οὔτε γὰρ
ἐκ τῆς γαστρὸς εἰς τὰς φλέβας ἀναληφθῆναι καλῶς οἷόν τε
ἦν τὸν ἐκ τῶν σιτίων χυμὸν οὔτε ῥᾳδίως διεξέρχεσθαι τὰς
ἐν τῷ ἥπατι φλέβας, εἰ μή τις αὐτῷ λεπτοτέρα καὶ ὑδατώδης
ὑγρότης ἀνεμέμικτο. τρέφεσθαι μὲν γὰρ οὐδὲν ἔξ αὐτῆς
δύναται μόριον. διὸ τὴν ὑγρασίαν τῆς τροφῆς ὄχημα
καὶ οὐ τροφὴν οὐ μόνος ὁ Ἱπποκράτης, ἀλλὰ καὶ σχεδὸν
ἅπαντες οἱ ἄριστοι τῶν ἰατρῶν ἀπεφήναντο. πρὸς γοῦν
αὐτὴν τὴν χρείαν ὑπηρετεῖ τοῖς ζώοις καὶ οὐκ ἐνδέχεται
ἀναδοθῆναι τὸ τρέψον ἐκ τῆς κοιλίας, μὴ παραπέμποντος
ὑγροῦ τινος * *