Galen: In Hippocratis De articulis (On Hippocrates' Joints)
Work
Galen, In Hippocratis De articulis
(Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν)
English: On Hippocrates' Joints
Text information
Type: Original (Greek)
Source
Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 18/1. Leipzig (Cnobloch) 1829, 300-767
Download
gal_inhippdeartic-orig-gr1.xml [881.96 KB]
ΙΠΠΟΚΡΑΤΟΥΣ ΤΟ ΠΕΡΙ ΑΡΘΡΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑΤΑ ΤΕΣΣΑΡΑ.
Γαληνοῦ προοίμιον. Ὅτι μὲν τὸ βιβλίον ἕπεται τῷ περὶ ἀγμῶν εἴρηται μὲν ἤδη καὶ διὰ τῶν εἰς ἐκεῖνο γεγραμμένων ὑπομνημάτων, εἰρήσεται δὲ καὶ νῦν ἐπὶ βραχύ. πρῶτον μὲν ἀπὸ τῶν ἀρχῶν ἑκατέρου τῶν βιβλίων δῆλον, ἐν ἐκείνῳ μὲν γὰρ οὕτως ἄρχεται, ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων καὶ κατηγμάτων, ὡς ἰθυτάτας τὰς καταστάσιας ποιέεσθαι, μηκύνων σαφῶς
καὶ εἴ τις οὕτως παρεσκευασμένος ἐπ’ ἀνθρωπείων ὀστῶν θεάσαιτο τὰς κατὰ τὰς διαρθρώσεις συνθέσεις ἣ πάντως γε ἐπὶ πιθηκείων ἔτι μᾶλλον αὐτῷ σαφῆ φανεῖται τὰ κατὰ τοῦτο τὸ βιβλίον. εἰ δὲ καὶ μυῶν ἀνατομῆς ἐμπείρως ἔχοι καὶ ἄλλως εἴη φύσει συνετὸς, οἷδ’ ὅτι καὶ τούτῳ πολλὰ τῶν ἐν τοῖσδε τοῖς ὑπομνήμασι γεγραμμένων φανεῖται περιττὰ φθάνοντι νοεῖν τὴν λέξιν τοῦ παλαιοῦ καὶ πρὸ τῶν ἐμῶν ἐξηγήσεων. ἀλλ’ ἐπεὶ μὴ μόνον τοῖς τοιούτοις ὑπομνήματα γράφομεν, ἄμεινον εἶναί μοι δοκεῖ τῶν ἄλλων στοχαζομένῳ, εἰ καὶ βραχεῖά τις ἀσάφεια φαίνοιτο μὴ παρέρχεσθαι ταύτην.
1. Ὁμοῦ δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθαῖνον τὸν ἐς τὴν μασχάλην.
Ὅτι τῶν διαρθρουμένων ὀστῶν ἀλλήλοις ἄρθρον ὀνομάζειν εἴωθεν, οὐ τὴν ὑποδεχομένην κοιλότητα τὸ τοῦ πλησιάζοντος
ὀστοῦ πέρας, ἀλλ’ αὐτὸ τὸ πέρας, εἴρηται μὲν κατὰ τὸν ἔμπροσθεν ἤδη λόγον, ἀναμεμνήσθω δὲ καὶ νῦν ὅτι κεφαλὴν ἀξιόλογον ὁ βραχίων ἔχων οὐ πάνυ βαθεῖαν κοιλότητα διαρθροῦται τῷ πέρατι τοῦ τῆς ὠμοπλάτης αὐχένος ἐπικείμενος, καὶ ὅτι τὰ τοιαῦτα πράγματα ποτὲ μὲν οὕτως εἴωθεν ἑρμηνεύειν, ὡς νῦν εἴρηκεν, ὤμου δὲ ἄρθρον, ἐνίοτε δὲ οὐχ οὕτως, ἀλλ’ ὡς εἰ τὸ κατ’ ὦμον ἄρθρον εἰρήκει, καθάπερ ἐν τῷ περὶ ἀγμῶν, τότε κατὰ γόνυ πολλάκις εἷπεν. ἕνα δὲ τρόπον, ὅπερ ἐστὶ διαφορὰν μίαν, εἰδέναι φησὶ τοῦ κατὰ τοῦτο τὸ ἄρθρον ὀλισθήματος. εἰ δ’ ὀρθῶς λέλεκται τοῦτ’ αὐτῷ κατὰ τὸν ἐφεξῆς λόγον ἐπισκεψόμεθα.
2. Ἄνω δὲ οὐδέποτε εἶδον οὐδὲ ἐς τὸ ἔξω.
Τῆς κατὰ τὸν ὦμον διαρθρώσεως ἡ κοιλότης, ἣν ἐπὶ τῷ πέρατι τοῦ τῆς ὠμοπλάτης αὐχένος ἔφην ὑπάρχειν, εἰς τὸ πρόσω τέτραπται μέρος, ὥσθ’, ὅταν ἀνατείνῃ τις τὸν βραχίονα, καταλαμβάνειν αὐτοῦ τὴν κεφαλὴν ἅπαν ἀκριβῶς τὸ κοῖλον. ἁπάσης δὲ διαρθρώσεως ἕξ τῶν πέριξ χωρῶν οὐσῶν, τῆς ἄων καὶ κάτω καὶ πρόσω καὶ ὀπίσω καὶ ἕξω καὶ ἔνδον, ἡ μὲν ἀκριβῶς ἄνω μὲν τοῦ κατ’ ὦμον ἄρθρου τὸ σαρκῶδες ἐπιβεβλημένον ἔχει τοῦ δελτοειδοῦς ὑπὸ τινῶν ὀνομαζομένου μυὸς, ἡ δ’ ὡς πρὸς τὸν τράχηλον ἐκκλινομένη τὴν ῥάχιν τῆς ὠμοπλάτης, ᾗ τῆς κλειδὸς ζευγνυμένης τὸ καλούμενον ἀκρώμιον γεννᾶται. κατὰ δὲ τὴν ἔξω χώραν ἐστὶν ἡ ἀπόφυσις τῆς ὠμοπλάτης, ἣν διὰ τὸ σχῆμα τινὲς μὲν ἀγκυροειδῆ προσαγορεύουσιν, ἔνιοι δὲ κορακοειδῆ. αὕτη μὲν οὖν κωλύει τὴν εἰς τοῦτο τὸ μέρος ἔκπτωσιν τοῦ ἄρθρου, τὴν δ’ ὀπίσω τίς ἂν ἡμῶν ἐννοῆσαι δύναιτο τῆς ὠμοπλάτης ἐνταῦθα κειμένης. λοιποὶ τοίνυν ἀφρούρητοι τόποι τέσσαρές εἰσιν, εἰς οὓς ἐννοῆσαι δύναται τὸ ἄρθρον ἐκπίπτειν, ὧν ἁπάντων ἐμνημόνευσε, τοῦ μὲν κάτω
κατ’ αὐτοῦ τοῦ βιβλίου τὴν ἀρχὴν εἰπὼν, ὤμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθαῖνον τὸν εἰς τὴν μασχάλην, τῶν λοιπῶν δὲ τριῶν ὀνομαστὶ, πρώτου μὲν τοῦ ἄνω, δευτέρου δὲ τοῦ ἔξω, τρίτου δὲ τοῦ πρόσω. προσέχωμεν οὖν τὸν νοῦν, τίνα λέγει περὶ τῶν δύο τρόπων ὧν ἐν ταύτῃ τῇ ῥήσει προεχειρίσατο.
3. Οὐ μέντοι διϊσχυριείω γε, εἰ ὀλισθαίνοι ἂν οὔ· καίπερ ἔχων περὶ αὐτοῦ ὅ τι λέγω. ἀτὰρ οὐδὲ ἐς τὸ ἔμπροσθεν οὐδέπω ὄπωπα, οὐδὲ τοῦτο ὅτι ἔδοξέ μοι ὠλισθηκέναι. τοῖσι μέντοι ἰατροῖσι δοκέει κάρτα ἐς τοὔμπροσθεν ὀλισθαίνειν, καὶ μάλιστα ἐξαπατῶνται ἐν τούτοισιν, ὧν ἂν φθίσις καταλάβῃ τὰς σάρκας τὰς περὶ ἄρθρον τε καὶ τὸν βραχίονα. φαίνεται γὰρ ἐν τοῖσι τοιούτοισι παντάπασι ἡ κεφαλὴ τοῦ βραχίονος ἐξέχουσα ἐς τοὔμπροσθεν. ἐγὼ δέ ποτε τὸ τοιοῦτον οὐ σφὰς ἐκπεπτωκέναι ἤκουσα φλαύρως ὑπό τε τῶν ἰατρῶν ὑπό τε τῶν δημοτέων διὰ τοῦτο
τὸ πρᾶγμα. ἐδόκεον γὰρ αὐτοῖσι ἠγνοηκέναι μοῦνος, οἱ δὲ ἄλλοι πάντες ἐγνωκέναι καὶ οὐκ ἠδυνάμην αὐτοὺς ἀναγνῶναι, εἰ μὴ μόλις ὅτι τόδ’ ἐστὶ τοιόνδε.
Δύο τρόπους ὀλισθήματος εἰρηκὼς, τόν τε ἄνω καὶ τὸν ἔξω, καὶ ἀποφηνάμενός γε περὶ ἀμφοτέρων, ὡς οὐδέτερον αὐτῶν ἑωρακὼς εἴη, μετὰ ταῦτα προσέγραψε τὴν νῦν ἡμῖν προκειμένην λέξιν, ὡς περὶ ἀμφοῖν διαλεγόμενος. ἀλλὰ τό γε προσκείμενον αὐτῇ κατὰ τὸ τέλος, ἔνθα φησὶ, καίτοι ἔχων περὶ αὐτοῦ ὅ τι λέγω, δοκεῖ φανερῶς ἐπὶ θατέρου τῶν προειρημένων εἰρῆσθαι. περὶ γὰρ ἀμφοτέρων εἴπερ ἠβουλήθη λέγειν, οὐκ ἂν εἶπεν ἑνικῶς αὐτοῦ· μήτ’ οὖν περὶ μονῆς τῆς ἔξω διαφορᾶς ποιεῖται τὸν λόγον, ἐκείνῃ γὰρ ἐπενήνεκται τὸ, καίτοι ἔχων περὶ αὐτοῦ ὅ τι λέγω. δύναταί γε μὴν, ὥς τινες ἤκουσαν, ἐν σχήματι λέξεως εἰρῆσθαι παλαιῷ περὶ τῶν τρόπων ἀμφοτέρων, ὡς εἰ καὶ οὕτως ἐγεγράφει, καίτοι ἔχων περὶ τούτου τοῦ πράγματος ὅτι λέγω. ἔνιοι δὲ ἐγχωρεῖν φασιν ἡμαρτῆσθαι τὴν λέξιν, οὐκ ὀρθῶς
γράψαντος τοῦ πρώτου βιβλιογράφου, κἄπειτα μηδενὸς αὐτὴν ἐπανορθῶσαι τολμήσαντος ἄχρι δεῦρο διαφυλαχθῆναι τὴν ἁμαρτίαν. ἐγὼ δὲ καθ’ ἕν τι τῶν ἀντιγράφων εὗρον οὕτω γεγραμμένον, καίτοι ἔχων περὶ αὐτῶν ὅ τι λέγω. μεταγράψαι δηλονότι τολμήσαντός τινος τὴν ἐναντίως τοῖς ἄλλοις εὑρισκομένην γραφήν· ἀλλ’ εἴτε περὶ ἀμφοτέρων τῶν τρόπων εἴτε περὶ θατέρου μόνου φησὶν οὐκ ἔχειν ἰσχυρίσασθαι. καλὸν δὴ ἡμᾶς ἐστι περὶ ἀμφοτέρων ἐπισκέψασθαι, τοσοῦτον ἔτι περὶ τῆς λέξεως αὐτοῦ προειπόντας, ὡς τὸ ἰσχυριείω δηλοῖ τὸ ἰσχυριστικῶς ἔχω, παραπλησίως τῷ ὀψείω, δηλοῦντι καὶ αὐτῷ τὸ ὀπτικῶς ἔχω, παρ’ ὃ καὶ Ὅμηρος ἐποίησε τὴν ὀψείοντες φωνὴν, σημαίνων κἀκεῖνος δι’ αὐτῆς τοὺς ὀπτικῶς ἔχοντας, ἔνθα φησί·
Τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀυτῆς καὶ πολέμοιο.
διὰ τί γοῦν ἔφη, καίτοι δυνάμενός τι λέγειν οὐκ ἐθέλω εἰπεῖν, ἐπισκεψώμεθα πρότερον ἐπινοήσαντες αὐτοὶ τίνα ποτ’ ἐστὶν ἃ λέγειν ἐδύνατο. δῆλον γὰρ ὡς ἐκ τῆς τῶν
ἐλεγχθεῖσαν ἔφη· καλὰ δὲ καὶ τὰ τοιαῦτα μαθήματά ἐστιν, ἃ πειρηθέντα ἀπορηθέντα ἐφάνη καὶ δι’ ἅσσα ἠπορήθη.
4. Εἴ τις τοῦ βραχίονος ψιλώσειε μὲν τῶν σαρκῶν τὴν ἐπωμίδα, ψιλώσειε δὲ ᾗ ὁ μῦς ἀνατείνει, ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην τε καὶ τὴν κληῖδα πρὸς τὸ στῆθος ἔχοντα, φαίνοιτο ἂν τοῦ βραχίονος ἡ κεφαλὴ ἐς τοὔμπροσθεν ἐξέχουσα ἰσχυρῶς, καίπερ οὐκ ἐκπεπτωκυῖα. πέφυκε γὰρ ἐς τοὔμπροσθεν προπετὴς ἡ κεφαλὴ τοῦ βραχίονος, τὸ δ’ ἄλλο ὀστέον τοῦ βραχίονος ἐς τὸ ἔξω καμπύλον.
Βραχίων μὲν ὀνομάζεται τὸ μεταξὺ τῶν δύο διαρθρώσεων ὅλης τῆς χειρὸς μέρος, ἄκουε δέ μου δύο διαρθρώσεις, τὴν κατ’ ἀγκῶνα καὶ τὴν κατ’ ὦμον. ἐπωμὶς δὲ τὸ ἐπάνω
διάρθρωσιν, ὁ δὲ τένων εἰς τὸ τοῦ βραχίονος ὀστοῦν ἐμφύεται κατὰ μῆκος, ὥσπερ φύεται τένων ἄλλος ἀξιολόγου μυὸς ἀπὸ τοῦ στέρνου ἀρχομένου, παραφερομένου δὲ τῷ προειρομένῳ κατὰ τὴν τῆς ὠμιαίας φλεβὸς θέσιν, οὗ καὶ αὐτοῦ μέμνηται λέγων, ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην, ἐν μέντοι τῷ φάναι ψιλώσειε δὲ, ᾗ ὁ μῦς ἀνατείνει, δύναται μὲν καὶ αὐτὸν τὸν δελτοειδῆ λέγειν, οὗ τὸ σαρκῶδες ἅπαν καλύπτει τὸ ἄρθρον, ἐγχωρεῖ δ’ αὐτὸν καὶ τοῦ προσθίου κατὰ τὸν αὐχένα μεμνῆσθαι μυὸς ἔχοντος ἐν δύο κεφαλαῖς συνδέσμους εὐρώστους, τὸν μὲν ἕτερον ἐκ τῆς ἀγκυροειδοῦς ἀποφύσεως ἐκφυόμενον, τὸν δὲ ἕτερον ἐκ τῆς ὑψηλῆς ὀφρύος τοῦ τῆς ὠμοπλάτης αὐχένος.
5. Ὁμιλέει δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλάγιος, ὅταν παρὰ τὰς πλευρὰς παρατεταμένος ἕῃ. ὅταν μέντοι ἐς τοὔμπροσθεν ἐκτανυσθῇ ἡ ξύμπασα χεὶρ, τότε ἡ κεφαλὴ τοῦ βραχίονος κατ’ ἴξιν τῆς ὠμοπλάτης τῷ κοίλῳ
γίνεται καὶ οὐκἔτι ἐξέχειν ἐς τοὔμπροσθεν φαίνεται. περὶ οὗ νῦν ὁ λόγος οὐδέποτε εἶδον, οὐδὲ ἐς τοὔμπροσθεν ἐκπεσὸν, οὐ μὴν ἰσχυριείω γε οὐδὲ περὶ τούτου, εἰ μὴ ἐκπέσῃ ἂν οὕτως ἢ οὔ. ὅταν οὖν ἐκπέσῃ ὁ βραχίων ἐς τὴν μασχάλην, ἅτε πολλοῖσιν ἐκπίπτοντος, πολλοὶ ἐπίστανται ἐμβάλλειν. εὐπαιδεύτου δὲ ἐστι τὸ εἰδέναι πάντας τοὺς τρόπους οἷσιν οἱ ἰητροὶ ἐμβάλλουσι καὶ ὡς ἄν τις αὐτοῖσι τοῖσι τρόποισι τούτοισι κάλλιστα χρῶτο. χρέεσθαι δὲ χρὴ τῷ κρατίστῳ τῶν τρόπων, ἢν τὴν ἰσχυροτάτην ἀνάγκην ὁρᾷς, κράτιστος δὲ ὕστατος γεγραμμένος.
Ὁμιλεῖν ἔλεγον οἱ παλαιοὶ τοὐπίπαν οὐκ ἐπὶ τοῦ διαλέγεσθαι, καθάπερ νῦν οἱ πολλοὶ, τὸ συνιέναι δὲ ἀλλήλοις καὶ οἷον ὁμοῦ εἱλεῖσθαι, ταύτῃ προσηγόρευε τῇ φωνῇ. καὶ Ὅμηρος ἐπὶ τῶν κατὰ τὴν ἀσπίδα γεγραμμένων ὑπὸ τοῦ Ἡφαίστου φησίν·
ὡμίλεον δ’ ὥστε ζωοὶ βροτοὶ ἠδ’ ἐμάχοντο.
τίς οὖν βραχίονα τῷ κοίλῳ τῆς ὠμοπλάτης ὁμιλεῖν ἔφη πλάγιον, ὅταν παρὰ τὰς πλευρὰς ἡ χεὶρ ᾖ παρατεταμένη, διὰ τοῦ ὁμιλεῖν ῥήματος δηλῶν τό τε ὁμοῦ εἶναι καὶ ψαύειν αὐτῆς. ὅταν μέντοι φησὶν ἡ σύμπασα χεὶρ ἐκταθῇ, τότε κατὰ τὴν εὐθυωρίαν ὁ βραχίων γίνεται τῷ κοίλῳ τῆς ὠμοπλάτης καὶ οὐκέτ’ ἐξέχειν εἰς τὸ πρόσω διὰ τὸ ἄρθρον αὐτοῦ φαίνεται.
6. Ὅσοισι μὲν οὖν πυκνὰ ἐκπίπτει ὁ ὦμος ἱκανοὶ ὡς ἐπὶ τὸ πλεῖστον αὐτοὶ σφίσιν αὐτοῖσιν ἐμβάλλειν εἰσίν.
Εἴρηταί μοι κἀν τοῖς εἰς τὸ περὶ ἀγμῶν ὑπομνήμασι διὰ δύο αἰτίας ἐκπίπτειν ἄρθρον πυκνῶς καὶ ἐπὶ σμικραῖς προφάσεσιν, ἤτοι διὰ τὸ τῆς κοιλότητος ἀβαθές τε ἅμα, κἀν ταῖς ὀφρύσιν ὕπτιον ἥ διὰ τὴν ὑγρότητα τῶν περικειμένων
τῇ διαρθρώσει σωμάτων, δι’ ἣν χαλαρά τ’ ἐστὶ καὶ ῥᾳδίως ἐκτεινόμενα. λέλεκται δὲ ὡς διὰ τὰς αὐτὰς αἰτίας αἱ ἐμβολαὶ τῶν τοιούτων ἄρθρων εἰσὶ ῥᾴδιαι καὶ διὰ τοῦτο χωρὶς ἰατρῶν ὑπ’ αὐτῶν πασχόντων γίνονται.
7. Ἐνθέντες γὰρ τῆς ἑτέρης χειρὸς τοὺς κονδύλους ἐς τὴν μασχάλην ἀναγκάζουσιν ἄνω τὸ ἄρθρον, τὸν δὲ ἀγκῶνα παράγουσιν ἐπὶ τὸ στῆθος.
Ὁ πρῶτος τρόπος οὗτος τῆς ἐμβολῆς ἐστιν ὑποβάλλοντος εἴτ’ αὐτοῦ τοῦ κάμνοντος εἴτ’ ἰατροῦ τινος ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος τοὺς κονδύλους τῆς χειρὸς οὐχ ἁπλῶς, ἀλλ’ ἐκ τῶν ἔνδον μερῶν ὡς ἀποστῆσαι κάτω πρῶιον, εἶθ’ οὕτως εἰς τὴν ἄνω χώραν ἀπώσασθαι καὶ κατ’ εὐθὺ ποιῆσαι τῆς ὑποδεξομένης αὐτὴν κοιλότητος. ἐνταῦθα γὰρ, οἶμαι, καὶ οἱ περικείμενοι τῇ διαρθρώσει μύες ὑπηρετοῦσί τε καὶ
κορυφή. αὐτῇ δὲ ταύτῃ τῇ κορυφῇ παρεισερχομένων ῥᾳδίως, ὡς εἰπεῖν, εἰς τὴν μεταξὺ χώραν τῆς τε κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν. ἢν δ’ ἅπαξ ὑπ’ αὐτῆς εἰσδεχθῶσι ῥᾳδίας τῆς ἐμβολῆς γινομένης διὰ τὴν ὑγρότητα τῶν κατὰ τὴν διάρθρωσιν σωμάτων. οἱ μέντοι δάκτυλοι παραδεχθέντες εὐθέως ἐν αὐτῷ τούτῳ τὸ ἄρθρον εἰς τὸ πρόσω μέρος ἀφιστᾶσι τῶν πλευρῶν· ὁ δ’ ἀγκὼν παρὰ τὸ στῆθος ἀπαγόμενος ὑψοῖ τὸν βραχίονα. συνεπωθούντων δὲ ἐν τῷδε τῶν δακτύλων καὶ κυλινδουμένων κατὰ τῶν κάτω τε καὶ πρόσω μερῶν τῆς διαρθρώσεως ἡ κεφαλὴ τοῦ βραχίονος ἐπὶ τὴν ὀφρῦν ἀναβαίνει τῆς ὑποδεχομένης αὐτὴν κοιλότητος. εἰ δ’ ἅπαξ ἐν τούτῳ γένοιτο, διὰ βραχείας ῥοπῆς εἰς αὐτὴν ἐμπίπτει τὴν κοιλότητα· τοῦτο δ’ ἦν τὸ πέρας τῆς ἐμβολῆς.
8. Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ὁ ἰατρὸς ἂν ἐμβάλλοι, εἰ αὐτὸς μὲν ὑπὸ τὴν μασχάλην ἐσωτέρω τοῦ ἄρθρου ἐκπεπτωκότος ὑποτείνας τοὺς δακτύλους ἀπαναγκάζοι ἀπὸ τῶν πλευρέων ἐμβάλλων τὴν ἑωϋτοῦ κεφαλὴν ἐς τὸ ἀκρώμιον
ἀντερείσιος ἕνεκα, τοῖσι δὲ γούνασι παρὰ τὸν ἀγκῶνα ἐς τὸν βραχίονα ἐμβαλὼν ἀντωθέοι πρὸς τὰς πλευράς. ξυμφέρει δὲ καρτερὰς τὰς χεῖρας ἔχειν τὸν ἐμβάλλοντα, εἰ αὐτὸς μὲν τῇσι χερσὶ καὶ τῇ κεφαλῇ οὕτως ποιοίη, ἄλλως δέ τις τὸν ἀγκῶνα παράγοι παρὰ τὸ στῆθος.
Οἱ ἰατροὶ τὰ μὲν κοινά τινα ταῖς ἰδιωτῶν ἐνεργείαις ἐνεργοῦσιν ἐμβάλλοντες αὐτοῖς τὸ ἐξαρθρῆσαν, καὶ τοῦτο μὲν διαπράττουσι κατά γε τὴν νῦν ἑρμηνευομένην ἐμβολὴν, τὰ δέ τινα τοῖς κοινοῖς αὐτοὶ προστιθέασιν ἴδια. κοινὰ μὲν οὖν αὐτοῖς ἐστι πρὸς τοὺς ἰδιώτας ἥ τε διὰ τῶν δακτύλων μοχλεία καὶ ἡ τοῦ βραχίονος ὕψωσις, ἴδια δὲ πρὸς τούτοις ἥ τε τῆς κεφαλῆς ἐς· τὸ τοῦ κάμνοντος ἀκρώμιον ἀντέρεισις, ἥ τε διὰ τῶν γονάτων ἀντώθησις ἐρειδομένων εἰς τὸ κάτω τοῦ βραχίονος. γίνεται δὲ ἡ ἀντέρεισις ἕνεκα τοῦ μὴ συνακολουθεῖν τὸν ἄνθρωπον ἀγομένῳ πρόσω τῷ βραχίονι διὰ τῆς τῶν χειρῶν μοχλείας, καὶ πρῶτά γε χρὴ γίνεσθαι ταῦτα,
τρίτον δ’ αὐτοῖς ἕπεσθαι τὴν διὰ τῶν γονάτων ἀντώθησιν ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ὅλης χειρουργίας ἐπιτηδείως γινομένης, ἡνίκα τελέως ἡ κεφαλὴ τοῦ βραχίονος ἀποχωρήσασα τῶν πλευρῶν οὐκ εὐθὺς ὑποπίπτει τῷ τῆς ὠμοπλάτης αὐχένι. τηνικαῦτα γὰρ οὐδ’ ἀνάγειν εἰς τὸ πρόσω χρὴ τὸ ἄρθρον, ἀλλ’ ὠθεῖν ἄνω. συμβήσεται δὲ τοῦτο καλῶς, εἰ τὸ κάτω πέρας τοῦ βραχίονος ἐπὶ τὰς πλευρὰς ἀπωθοίη τις. εἰς ὅσον γὰρ τοῦτ’ ἔσω τε καὶ κάτω χωρεῖ τὸ ἀντικείμενον αὐτῷ πρὸς ἐναντίους τόπους ἐνεχθήσεται. εἰς τὴν ἄνω δὲ καὶ πρόσω χώραν τοῦ βραχίονος ἡ κεφαλὴ γιγνομένη ῥᾳδίαν ἕξει τὴν ἔμπτωσιν· εἰ δὲ μὴ βούλοιτό τις ἀντωθεῖν τοῖς γόνασι πρὸς τὸ κάτω πέρας τοῦ βραχίονος, ἑτέρῳ κελευσάτω παρὰ τὸ στῆθος ἀνάγειν αὐτὸν, ὅπερ ὁ ἰδιώτης ἔμπροσθεν ἐδείχθη ποιεῖν ὑπὸ τοῦ συνεχῶς ὀλισθαίνειν αὐτῷ τὸ ἄρθρον, ὡς χρὴ ποιεῖν δεδιδαγμένος· ἀλλ’ ᾧ γε νῦν πρῶτον ὤλισθεν, οὐχ οἷόν τε τοῦτο πράττειν ἐστὶ, πλὴν εἰ γενναῖός τις εἴη καὶ ἀκατάπληκτος ἐν τοῖς δεινοῖς. ὁ γὰρ τοιοῦτος αὐτὸς ὑψώσει τὸν αὐχένα κελευσθεὶς ὑπὸ τοῦ θεραπεύοντος.
9. Ἔστι δὲ ἐμβολὴ ὤμου καὶ ἐς τοὐπίσω ὑποβάλλοντα τὸν πῆχυν ἐπὶ τὴν ῥάχιν, ἔπειτα τῇ μὲν ἑτέρῃ χειρὶ ἀνακλᾷν ἐς τὸ ἄνω τοῦ ἀγκῶνος ἐχόμενον, τῇ δὲ ἑτέρῃ παρὰ τὸ ἄρθρον ὄπισθεν ἐνερείδειν.
Οὗτος ὁ τρόπος τῆς ἐμβολῆς κατὰ περίσφαλσιν γίνεται μᾶλλον τοῦ πρόσθεν. ἔστι δὲ ἐξ ἀνάγκης μὲν καὶ αὐτὸς ἐκ τῶν τριῶν ἐνεργειῶν σύνθετος, οὐ μὴν ἰδίοις πέρασιν ἑκάστης αὐτῶν περιγραφομένης, οὐδὲ ἐν τῇ μεταβάσει γωνίας ποιούσης, ἀλλὰ κατὰ τὰς κυκλοτερεῖς, ὡς εἰ καὶ τετραγώνου τις ἀποθραύσει τὰς γωνίας. ὁποῖον γάρ τι συμβαῖνόν ἐστιν ἐν τοῖς κατὰ περικύλισίν τε καὶ κατὰ περίσφαλσιν·
Α. Β. Γ. Δ.
σαφῶς νοήσεις ὡς ἐπὶ εἰκόνος τοῦδε τοῦ διαγράμματος τῆς φορᾶς τῆς κεφαλῆς τοῦ βραχίονος, ἣν ἄρθρον ὤμου προσαγορεύει, γιγνομένης κατὰ μὲν τὴν πρώτην ἐνέργειαν ἀπὸ τῶν πλευρῶν εἰς τὸ πρόσω, κατὰ δὲ τῆς ΓΔ γραμμῆς, ἐντεῦθεν
ἐκέλευσε διὰ τῆς αὐτοῦ κεφαλῆς τὸν ἰατρὸν, οὕτω νῦν ὑπὲρ τοῦ μὴ συνακολουθεῖν, ὀπίσω τοὐναντίον ἀξιοῖ ποιεῖν ἐπιβάλλοντα τὴν χεῖρα κατὰ τὴν ὀπίσω χώραν ὅλης τῆς διαρθρώσεως, ἀντωθεῖν εἰς τὸ πρόσω τὸν ἄνθρωπον.
10. Αὕτη ἡ ἐμβολὴ καὶ ἡ πρόσθεν εἰρημένη οὐ κατὰ φύσιν ἐοῦσαι ὅμως ἀμφιβάλλουσαι τὸ ἄρθρον, ἀναγκάζουσιν ἐμπίπτειν.
Οὐ κατὰ φύσιν αὐτὰς εἶπε διὰ τὸ μὴ κατ’ εὐθείας γραμμὰς γίνεσθαι τὴν κίνησιν τῷ ἄρθρῳ, κατὰ περικύλισιν δὲ μᾶλλον, ὡς εἴρηται. κίνδυνος δὲ ἐν τῷδε γίνεται τῆς περιθραύσεως τῶν ἐξοχῶν. τὸ δὲ ἀναγκάζουσι προσέθηκε, τὸ βίαιον αὐτῶν ἐνδεικνύμενος.
11. Οἱ δὲ τῇ πτέρνῃ πειρώμενοι ἐμβάλλειν ἐγγύς τι τοῦ κατὰ φύσιν ἀναγκάζουσι.
Διὰ τί ταύτην τὴν ἐμβολὴν ἐγγύς τι τοῦ κατὰ φύσιν ἔχειν ἔφη μαθήσῃ σαφῶς ὅλης αὐτῆς ἀκούσας πρότερον. ἔσται δὲ τοῦτο ταῖς ῥήσεσιν ἀκολουθήσαντι αὐτοῦ.
12. Χρὴ δὲ τὸν μὲν ἄνθρωπον χαμαὶ κατακλῖναι ὕπτιον, τὸν δὲ ἐμβάλλοντα χαμαὶ ἵζεσθαι, ἐφ’ ὁπότερα ἂν τὸ ἄρθρον ἐκπεπτώκῃ, ἔπειτα λαβόμενον τῇσι χερσὶ τῇσιν ἑωυτοῦ τῆς χειρὸς τῆς σιναρῆς κατατείνειν αὐτὴν, τὴν δὲ πτέρνην ἐς τὴν μασχάλην ἐμβάλλοντα ἀντωθέειν, τῇ μὲν δεξιῇ ἐς τὴν δεξιὴν, τῇ δὲ ἀριστερῇ ἐς τὴν ἀριστερήν. δεῖ δὲ ἐς τὸ κοῖλον τῆς μασχάλης ἐνθεῖναι στρογγύλον τι ἐναρμόττον. ἐπιτηδειότατα δὲ αἱ πάνυ σμικραὶ σφαῖραι
καὶ σκληραὶ, οἷαι πολλαὶ ἐκ τῶν σκυτέων ῥάπτονται· ἢν γὰρ μή τι τοιοῦτον ἐγκέηται, οὐ δύναται ἡ πτέρνη ἐξικνέεσθαι πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος· κατατεινομένης γὰρ τῆς χειρὸς κοιλαίνεται ἡ μασχάλη. οἱ γὰρ τένοντες οἱ ἔνθεν καὶ ἔνθεν τῆς μασχάλης ἀντισφίγγοντες ἐναντίοι εἰσί. χρὴ δέ τινα ἐπὶ θάτερα τοῦ κατατεινομένου καθήμενον κατέχειν κατὰ τὸν ὑγιέα ὦμον, ὡς μὴ περιέλκηται τὸ σῶμα τῆς χειρὸς τῆς σιναρῆς ἐπὶ θάτερα τεινομένης, ἔπειτα ἱμάντος μαλθακοῦ πλάτος ἔχοντος ἱκανὸν, ὅταν ἡ σφαῖρα ἐντεθῇ εἰς τὴν μασχάλην περὶ τὴν σφαίρην περιβεβλημένου τοῦ ἱμάντος καὶ κατέχοντος, λαβόμενον ἀμφοτερέων τῶν ἀρχῶν τοῦ ἱμάντος ἀντικατατείνειν τινὰ ὑπὲρ κεφαλῆς τοῦ κατατεινομένου καθήμενον, τῷ ποδὶ προσβάντα πρὸς τοῦ ἀκρωμίου τὸ ὀστέον. ἡ δὲ σφαίρη ὡς ἐσωτάτω καὶ ὡς μάλιστα πρὸς τῶν πλευρέων κείσθω καὶ μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ βραχίονος.
Εἴ τις δὴ τῶν οὕτως εἰρημένων συνίησιν, οὗτος οὐ δεῖται τῆς διὰ τῶν λόγων ἐξηγήσεως, ἀλλὰ τῆς ἐπ’ αὐτῶν ἐνεργειῶν δείξεως. διὸ καὶ πολλάκις, ὡς καὶ πρόσθεν ἔφην, ἀξιῶ τὸ βιβλίον ἀναγινώσκειν αὐτοῦ τοῦ Ἱπποκράτους ἐπιμελῶς προσέχοντας τῇ λέξει καὶ πειρωμένους νοεῖσθαι τὸ λεγόμενον. ἐγὼ τοίνυν ὡς ἤδη σοὶ τῶν ὑπ’ αὐτοῦ λεγομένων ἐν περινοίᾳ γεγονότι τὴν αἰτίαν προσθήσω, δι’ ἣν ἐγγύς τι τοῦ κατὰ φύσιν ἔφη τὴν τοιαύτην ἐμβολὴν εἶναι, τὰς ἔμπροσθεν ψαυσάμενος ὡς οὐ κατὰ φύσιν ἐπιτελουμένας. πρῶτον μὲν οὖν ὅτι κατατείνει τὸν βραχίονα μηδεμιᾶς τῶν ἔμπροσθεν ἐχούσης τοῦτο, ὥστε προσηκόντως ἄν τις ἐπαινέσειε τὴν τοιαύτην ἐμβολήν. ἐῤῥέθη γὰρ ἡμῖν κἀν τῇ περὶ τῶν ἀγμῶν πραγματείᾳ ἥ τε χρεία τῆς κατατάσεως, ὅτι τε προηγεῖσθαι χρὴ πάσης ἐμβολῆς καὶ διαπλάσεως αὐτήν. δεύτερον δὲ ἐπὶ τῷδε τῷ ἔργῳ τὸ διὰ τῆς πτέρνης ὀπίσω τὸν ἄνθρωπον ὠθεῖσθαι, χάριν τοῦ μὴ συνακολουθεῖν ἑλκομένῃ τῇ χειρί. διὰ μὲν οὖν τῶν δυοῖν τούτων ἐνεργειῶν ἡ ἀντίτασις γίνεται, διὰ
μὲν τοῦ περιβαλλομένου κατὰ τὴν μασχάλην ἱμάντος εἰς τοὐπίσω τοῦ κάμνοντος ἑλκομένου, διὰ δὲ τοῦ ποδὸς ἀντωθουμένου πρόσω, καὶ σαφῶς γε πάνυ τῶν ἀντιτάσεων ἑκατέραν εἷς ἄνθρωπος ἐργάζεται. ταῦτα μὲν οὖν κατὰ φύσιν ἐν τῷ τρόπῳ τῷδε τῆς ἐμβολῆς γίνεται· ἡ μέντοι μοχλεία λείπεται τοῦ προσήκοντος, οὔτε τῆς μικρᾶς σφαίρας δυναμένης εἰς τὸ μεταξὺ τῶν τε πλευρῶν καὶ τῆς τοῦ βραχίονος κεφαλῆς εἰσελθεῖν οὔτε πολὺ μᾶλλον τῆς πτέρνης· ὅπου δ’ οὐδὲν εἰς ταύτην τὴν χώραν παρεισέρχεται, πῶς ἂν ἡ μοχλεία γένηται; μὴ γινομένης δὲ ταύτης οὐδὲ τὴν ἐμβολὴν ἔσεσθαι κατὰ φύσιν.
13. Ἔστι δὲ καὶ ἄλλη ἐμβολὴ ὡς κατωμίζουσιν ἐς ὀρθόν· μείζω μέντοι εἶναι χρὴ τὸν κατωμίζοντα, διαλαβόντα δὲ τὴν χεῖρα ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ ἐπὶ τὴν μασχάλην ὀξύν.
Πρῶτος μὲν οὖν αὐτῷ τρόπος ἐμβολῆς εἴρηται ὁ διὰ τῶν δακτύλων γινόμενος, ἤτοι τοῦ κάμνοντος ἢ τοῦ ἰατροῦ, δεύτερος δὲ ὁ διὰ τῆς πτέρνης, ἐφ’ οἷς τρίτος ὁ διὰ τοῦ κατωμισμοῦ. καλοῦσι γὰρ οὕτως αὐτὸν, ἐπειδὴ καὶ αὐτὸς ἔφη ὡς κατωμίζουσιν ἐς ὀρθόν. ὅπως δὲ γίνεται τοῦτο, σαφῶς αὐτὸς ἐδίδαξε κελεύσας τὸν κατωμίζειν μέλλοντα διαλλάσσειν ταῖς ἑαυτοῦ χερσὶ τὴν ἐξηρθρηκυῖαν χεῖρα καὶ οὕτως ἀποξύναντα τὸν ἴδιον ὦμον εἰς τὴν κάμνοντος ὑποθεῖναι μασχάλην, ὡς ἕδραν αὐτῷ γενέσθαι τῆς ἐξοχῆς τὴν ἐν ἐκείνῳ κοιλότητα.
14. Κἄπειτα ὑποστρέψαι, ὡς ἂν ἐνίζηται ἕδρα, οὕτω στοχασάμενον, ὅκως ἀμφὶ τὸν ὦμον τὸν ἑωυτοῦ κρεμάσαι τὸν ἄνθρωπον κατὰ τὴν μασχάλην. αὐτὸς δὲ ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν ὦμον ποιεέτω ἢ ἐπὶ τὸν ἕτερον. τοῦ δὲ κρεμαμένου τὸν βραχίονα πρὸς ἑωυτοῦ στῆθος προσαναγκαζέτω ὡς τάχιστα. ἐν τούτῳ δὲ τῷ σχήματι προσανασειέτω,
ὁκόταν μετεωρήσῃ τὸν ἄνθρωπον ὡς ἀντιῤῥέποι τὸ ἄλλο σῶμα αὐτῷ ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένου. ἢν δὲ ἄγαν κοῦφος ἔῃ ὁ ἄνθρωπος, προσεπικρεμασθήτω τούτου ὄπισθέν τις κοῦφος παῖς. αὗται δὲ αἱ ἐμβολαὶ πᾶσαι κατὰ παλαίστρην εὔχρηστοί εἰσιν, ὅτι οὐδὲν ἀλλοίων δέονται ἐπεισενεχθῆναι, χρήσαιτο δ’ ἄν τις ἄλλοθι.
Τὴν ὑποστροφήν φησι δηλῶν τοῦ κατωμίζοντος ὦμον, ὡς ὅταν ἐπελθόντες δίφρῳ περιστρεφώμεθα καθίζοντες ἐπ’ αὐτόν. ὅταν δὲ τοῦ κατωμίζοντος ἐκκρεμαθήσεται, δῆλον ὅτι κατὰ τὸν νῶτον αὐτοῦ καὶ οὕτως ἀντίτασιν ἐργάσεται τῆς κατατεινομένης εἰς τὸ πρόσω χειρός. εἰ δὲ εἴη κοῦφος ὁ κατωμιζόμενος, προσεκκρεμασθῆναι παῖδα κοῦφον κελεύει, χάριν τοῦ μεῖζον ἐργάσασθαι τὸ βάρος τῆς ἀντιτάσεως. ἀνασείεσθαι δὲ τὸν τοῦ κάμνοντος ὦμον ὑπὸ τοῦ κατωμίζοντος ἀξιοῖ, χάριν τοῦ κατ’ εὐθὺ γενέσθαι τὸν βραχίονα τῆς ἰδίας ἕδρας. εἴρηται γὰρ ἡμῖν πολλάκις ὡς
ὅταν ἐν τούτῳ καταστῇ τὸ ἐμβαλλόμενον ἄρθρον, ἑτοίμην ἴσχει τὴν ἔμπτωσιν, εἰ καὶ μὴ συνεπωθοῦμεν ἡμεῖς αὐτὸ τῶν μυῶν ἐργαζομένων τὸ δέον.
15. Ἀτὰρ καὶ οἱ περὶ τὰ ὕπερα ἀναγκάζοντες ἐγγύς τι τοῦ κατὰ φύσιν ἐμβάλλουσι. χρὴ δὲ τὸ μὲν ὕπερον κατειλῆχθαι ταινίῃ τινὶ μαλθακῇ, ἧσσον γὰρ ἂν ὑπολισθάνοι, ὑπηναγκάσθαι δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος· καὶ ἢν μὲν βραχὺ ἔῃ τὸ ὕπερον, καθῆσθαι χρὴ τὸν ἄνθρωπον ἐπὶ τινος, ὡς μόλις τὸν βραχίονα περιβάλλειν δύνηται περὶ τὸ ὕπερον. μάλιστα δὲ ἔστω μακρότερον τὸ ὕπερον, ὡς ἂν ἑστὼς ὁ ἄνθρωπος κρέμασθαι μικροῦ δέῃ ἀμφὶ τῷ ξύλῳ· κἄπειτα ὁ μὲν βραχίων καὶ ὁ πῆχυς παρατεταμένος περὶ τὸν ὕπερον ἔστω. τὸ δὲ ἐπὶ θάτερα τοῦ σώματος καταναγκαζέτω τις ὑπερβάλλων κατὰ τὸν αὐχένα παρὰ τὴν κληῖδα τὰς χεῖρας.
Καὶ οὗτοι μὲν καθόσον ἀντιτάσει χρῶνται, κατὰ φύσιν ἐμβάλλουσι, καθόσον δὲ ὡσαύτως, ἐφεξῆς περισφάλλεται τὸ κυρτὸν τοῦ ἄρθρου ὑπεροειδοῦς ἐν τούτῳ τῷ κατὰ φύσιν ἁμαρτάνουσι. τὰ δὲ κατὰ μέρος τῆς λέξεως ἁπλᾷ.
16. Αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστὶ καὶ ἐμβάλλειν δύναται, ἢν χρηστῶς σκευάσωνται αὐτήν.
Μετρίως αὐτὴν λέγει κατὰ φύσιν εἶναι· τοῦτο γὰρ σημεῖον ᾖ τὸ ἐπιεικῶς, ὥσπερ καὶ ὁ ἐπιεικὴς ἄνθρωπος ὁ μέτριος δηλοῦται πρὸς τῶν Ἑλλήνων. ἔνιοι δὲ ᾠήθησαν τὸ ἐπιεικῶς ἀντὶ μάλιστα λέγεσθαι καὶ διὰ τοῦτο οἶμαι καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως ἀφείλοντο ἐγγύς τε γράψαντες. οὕτως γὰρ καὶ οἱ περιαναγκάζοντες κατὰ φύσιν ἐμβάλλουσιν. ἐχρῆν δὲ αὐτοὺς, εἰ καὶ μὴ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους τοῦτο εἴρητο, κατὰ τὴν ἐφεξῆς ῥῆσιν, ἃ
μέμφεται τῆς τοιαύτης ἐμβολῆς αὐτοὺς ἐννενοηκέναι, μέμφεται δὲ λέγων περὶ τὸ ὑπεροειδὲς ὁ ὦμος ἢν καὶ καταπεπειγῇ, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος, δι’ ὅπερ φησὶν, ἡ διὰ τοῦ κλιμακίου βελτίων ἐστίν. οὐκ οὖν εἰς ἄκρον ἀρετῆς κατὰ τὸ ὑπεροειδὲς ἥκει, ὡς τοῦδε ἐπιεικῶς τὸ μάλιστα συμβαίνει· τὴν γὰρ διὰ τοῦ κλιμακίου μᾶλλον αὐτῆς ἐπαινέσας τί μᾶλλον ἐκείνης ἐπαινεῖ τὴν διὰ ἐμβολῆς.
17. Ἀτὰρ καὶ ἡ διὰ τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη καὶ ἔτι βελτίων, ὅτι ἀσφαλεστέρως ἂν τὸ σῶμα τὸ μὲν τῇ ἀντισηκωθείη μετεωρισθέν. περὶ γὰρ τὸ ὑπεροειδὲς ὦμος, εἰ καὶ κατεπεπείγει, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος ἢ τῇ ἢ τῇ.
Πέμπτος οὗτος αὐτῷ τρόπος ἐμβολῆς ἐστι. διὰ τί δὲ βελτίων ἐστὶ τοῦ προειρημένου τοῦ τετάρτου περὶ τὸ ὑπεροειδὲς, αὐτὸς ἐξηγεῖται σαφέστατα.
18. Χρὴ μέντοι καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι τι ἄνωθεν στρογγύλον, ἐναρμόσσον ἐς τὸ κοῖλον τῆς μασχάλης, ὃ προσδιαναγκάσῃ τὴν κεφαλὴν τοῦ βραχίονος ἐς τὴν φύσιν ἀπιέναι.
Ἐξ αὐτοῦ τοῦ κατὰ τὸν κλιμακτῆρα ξύλον τοιοῦτον ἐξέχον εὐθὺς ἀπ’ ἀρχῆς γίνεται κατὰ τὸ μηχανικὸν κλιμάκιον, ᾧ καὶ ἡμεῖς συνήθως χρώμεθα. παραπλήσιον δέ ἐστι τῷ κατὰ τὴν ἐφεξῆς ὑπ’ αὐτοῦ μέλλοντι γράφεσθαι ξύλῳ κατὰ τὴν ἄμβην ἔχοντι τὸ πέρας, ἐφ’ οὗ καὶ πάλιν προσαγορεύουσιν αὐτὸ ἄμβην οἱ μετ’ αὐτὸν ἰατροὶ πάντες. ἐπιτιθέναι δὲ τοῦτο καὶ τοῖς στασίμοις ὀργάνοις, οἷον ἐστι τό τε τοῦ Ἀνδρέου καὶ τὸ τοῦ τέκτονος, ὧν οὐδενὸς ἀναγκαῖόν
ἐστι λέγειν νῦν τὴν κατασκευήν. εἴρηται γὰρ μυρίοις τῶν νεωτέρων ὀργανικῶν, ἐν οἷς γεγράφασι περὶ τῶν ὀργάνων. ἡμῖν δὲ νῦν πρόκειται Ἱπποκράτους ἐξηγεῖσθαι χρωμένου πρὸς ἅπαντα τὰ σφοδροτέρας ἀντιτάσεως καὶ μοχλείας δεόμενα τῷ καλουμένῳ βάθρῳ.
19. Κρατίστη μέντοι πασέων ἐμβολέων ἡ τοιήδε· ξύλον χρὴ εἶναι πλάτος μὲν ὡς πεντεδάκτυλον ἢ τετραδάκτυλον τὸ ἐπίπαν, πάχος δὲ ὡς διδάκτυλον ἢ καὶ λεπτότερον, μῆκος δὲ δίπηχυ ἢ ὀλίγῳ ἔλασσον. ἔστω δὲ ἐπὶ θάτερα τὸ ἄκρον περιφερὲς καὶ στενώτατον ταύτῃ καὶ λεπτότατον. ἄμβην δὲ ἐχέτω μικρὸν ὑπερέχουσαν ἐπὶ τῷ ὑστάτῳ τοῦ περιφερέος ἐν τῷ μέρει, ἀλλὰ μὴ τῷ πρὸς τὰς πλευρὰς, ἀλλὰ τῷ πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος ἔχοντι, ὡς ὑφαρμόσειε τῇ μασχάλῃ παρὰ τὰς πλευρὰς ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ὑποτιθέμενος, ὀθονίῳ δὲ ἢ ταινίῃ μαλθακῇ κατακεκολλήσθω ἄκρην τὸ ξύλον, ὅκως
προσηνέστερον ἔῃ, ἔπειτα χρὴ ὑπώσαντα τὴν κεφαλὴν τοῦ ξύλου ὑπὸ τὴν μασχάλην ὡς ἐσωτάτω μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος, τὴν δὲ ὅλην χεῖρα πρὸς τὸ ξύλον κατατείνοντα προσκαταδῆσαι κατά τε τὸν βραχίονα κατά τε τὸν πῆχυν κατά τε τὸν καρπὸν τῆς χειρὸς, ὡς ἂν ἀτρεμέῃ ὅτι μάλιστα. περὶ παντὸς δὲ χρὴ ποιέεσθαι, ὅκως τὸ ἄκρον τοῦ ξύλου ὡς ἐσωτάτω τῆς μασχάλης ἔσται ὑπερβεβηκὸς τὴν κεφαλὴν τοῦ βραχίονος.
Τὸν ἕκτον τρόπον τῆς ἐμβολῆς, ὃν ἐπῄνεσε μάλιστα, νῦν διδάσκειν ἄρχεται, τὴν κατασκευὴν τοῦ ξύλου γράφων σαφῶς, ᾧ κατὰ τὸ πέρας ἐπικειμένης ὀφρύος ἄμβωνι παραπλησίας ὅλον αὐτὸ προσαγορεύουσιν ἄμβην οἱ ἰατροί. τοιαύτη δέ ἐστιν ἡ ὀφρὺς, οἵη κατὰ τῶν λοπάδων πέρας τὸ ἄνω γίνεται πρὸς τὴν ἐντὸς ἐστραμμένην κοιλότητα· καί τις τῶν κωμικῶν ἐπεῖπεν ἐπισκώπτων τινὰ δὴ τῶν λοπάδων τοὺς ἄμβωνας περιλείχειν. ἀῤῥενικῶς μὲν οὖν ἄμβωνας οἱ Ἀττικοὶ, θηλυκῶς δὲ οἱ Ἴωνες τὰ τοιαῦτα σχήματα καλοῦσιν
ἄμβας. ἐπιτηδειότατον δὲ ἔτι τοῦτο παραδοῦναι μεταξὺ τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν. καὶ μέντοι καὶ μοχλεύουσι χρησιμώτατον ἀσφαλῶς περιλαμβάνον τὴν κυρτότητα τῆς κεφαλῆς τοῦ βραχίονος. τὰ δὲ κατὰ μέρος ἅπαντα τῆς ῥήσεως αὐτοῦ σαφῆ.
20. Ἔπειτα χρὴ μεσηγὺ δύο στύλων στρωτῆρα πλάγιον εὖ προσδῆσαι, ἔπειτα ὑπερενεγκεῖν τὴν χεῖρα ξὺν τῷ ξύλῳ ὑπὲρ τοῦ στρωτῆρος, ὅκως ἡ μὲν χεὶρ ἐπὶ θάτερα ἔῃ, ἐπὶ θάτερα δὲ τὸ σῶμα, κατὰ δὲ τὴν μασχάλην ὁ στρωτήρ. κἄπειτα ἐπὶ μὲν θάτερα τὴν χεῖρα καταναγκάζειν ξὺν τῷ ξύλῳ περὶ τὸν στρωτῆρα, ἐπὶ θάτερα δὲ τὸ ἄλλο σῶμα. ὕψος δὲ ἔχων ὁ στρωτὴρ προσδεδέσθω, ὥστε μετέωρον τὸ ἄλλο σῶμα εἶναι ἐπ’ ἄκρων τῶν ποδῶν, οὗτος ὁ τρόπος παραπολὺ κράτιστος ἐμβολῆς ὤμου. δικαιότατα μὲν γὰρ μοχλεύει, ἢν καὶ μόνον ἐσωτέρω ἔῃ τὸ ξύλον τῆς κεφαλῆς τοῦ βραχίονος, δικαιόταται δὲ αἱ ἀντιῤῥοπαὶ,
ἀσφαλέες δὲ τῷ τοῦ βραχίονος ὀστῷ. τὰ μὲν οὖν νεαρὰ ἐμπίπτει θᾶσσον ἢ ὡς ἄν τις οἴοιτο, πρὶν ἢ κατατετάσθαι δοκέειν.
Στύλους μὲν δῆλον ὅτι λέγει τοὺς κίονας, στρωτῆρα δὲ ξύλον μεταξὺ ἧκον ἀπὸ τοῦ ἑτέρου κίονος ἐπὶ τὸν ἕτερον.
21. Ἀτὰρ καὶ τὰ παλαιὰ μούνη αὕτη τῶν ἐμβολέων οἵη τε ἐμβιβάσαι, ἢν μὴ ἤδη ὑπὸ χρόνου σὰρξ μὲν ἐπεληλύθῃ ἐπὶ τὴν κοτύλην, ἡ δὲ κεφαλὴ τοῦ βραχίονος ἤδη τρίβον ἑωυτῇ πεποιημένη ἔῃ ἐν τῷ χωρίῳ, ἵνα ἐξεκλίθῃ, οὐ μὴν ἀλλ’ ἐμβάλλειν γάρ μοι δοκέει καὶ οὕτω πεπαλαιωμένον ἔκπτωμα τοῦ βραχίονος, τί γὰρ ἂν δικαίη μόχλευσις οὐχὶ κινήσειε; μένειν μέντοι οὐκ ἄν μοι δοκέῃ κατὰ χώραν, ἀλλ’ ὀλισθαίνειν ἂν ὡς τὸ ἔθος. τὸ αὐτὸ δὲ ποιέει καὶ περὶ κλιμακτῆρα καταναγκάζειν, τοῦτον τὸν τρόπον σκευάσαντα.
Τὴν τετριμμένην τε καὶ τετυλωμένην χώραν ὠνόμασε τρίβον, ἥτις ὑπ’ αὐτῆς τῆς κεφαλῆς τοῦ βραχίονος γίνεται, πολυχρονίως ἐστηριγμένης ἐκείνῳ τῷ μέρει τῆς περικειμένης τῇ διαρθρώσει σαρκὸς, ἐν ᾗπερ ἂν αὐτὴ ἐξ ἀρχῆς τύχῃ στηριχθεῖσα. κοτύλην δὲ ὠνόμασε τὴν ἐν τῇ διαρθρώσει κοιλότητα κατὰ τὸ πέρας, ὡς εἴρηται, τοῦ τῆς ὠμοπλάτης αὐχένος ἐπικειμένην ὡς τὸ πολύ. τὰς δὲ βαθείας κοιλότητας καὶ μεγάλαις ὀφρύσιν ἐῤῥιζωμένας αὐτός τε καὶ ἄλλοι τῶν ἰατρῶν ὀνομάζουσι κοτύλας. ἀλλὰ νῦν γε κατὰ γνώμην οὕτως προσηγόρευσεν, εἰς ἣν ἐμπίπτουσιν αἱ περικείμεναι σάρκες, ὅταν ἐξάρθρημα γένηται, καταλαμβάνουσαι τὴν χώραν τὴν πρότερον, ἢν ἡ κεφαλὴ τοῦ βραχίονος κατειλήφει. τοιγαροῦν συμβαίνει ἐκ τοῦ ἀποκλεῖσαι τήν τε οἰκείαν χώραν τῆς κεφαλῆς τοῦ βραχίονος, ἔκ τε τοῦ τὰς ὑποδεξαμένας τυλωθείσας ἀντὶ κοτύλης αὐτῶν γενέσθαι, κἂν ἐμβληθῇ ποτε, μὴ δύνασθαι μένειν, ἀποθεμένων μὲν αὐτῇ σαρκῶν ἕνεκα τῶν ἀποκειμένων τῇ κοτύλῃ· παρὰ φύσιν γὰρ αὕτη, ὑποδεξαμένων τοίνυν ὀστῶν ἐκ τοῦ τυλωθῆναι παραπλησίαν διαρθρώσει κοιλότητα λαμβανουσῶν.
22. Πάνυ μὴν ἱκανῶς ἔχει καὶ περὶ μέγα ἕδος Θεσσαλικὸν ἀναγκάζειν, ἢν νεαρὸν ἔῃ τὸ ὀλίσθημα· ἐσκευάσθαι μέντοι χρὴ τὸ ξύλον, ὥσπερ εἴρηται, ἀτὰρ τὸν ἄνθρωπον καθίσαι πλάγιον ἐπὶ τῷ δίφρῳ, κἄπειτα τὸν βραχίονα ξὺν τῷ ξύλῳ ὑπερβαλλέειν ὑπὲρ τοῦ ἀνακλισμοῦ, καὶ ἐπὶ μὲν θάτερα τὸ σῶμα καταναγκάζειν, ἐπὶ δὲ θάτερα τὸν βραχίονα σὺν τῷ ξύλῳ. τὸ αὐτὸ δὲ ποιέειν ἀναγκάζειν καὶ ὑπὲρ δίκλειδος θύρης, χρέεσθαι δὲ τούτοισιν ἃ ἂν τύχῃ παρέοντα.
Θρόνου τι τοιοῦτον ἦν σχῆμα κατὰ Θετταλίαν μάλιστα πλεονάζον πάλαι, κατ’ εὐθείας γραμμὰς ἀνατεταμένον εἰς ὕψος ὀρθὸν ἔχον τὸ οἷον ἐπίκλιντρον τοῦ θρόνου, περὶ οὗ τὴν ἀντίτασιν ἀξιοῖ ποιεῖσθαι, καθάπερ ἔμπροσθεν ὑπὸ τοῦ στρωτῆρος ἐδίδαξεν. ὅπως δὲ χρὴ καθίζειν τὸν χειριζόμενον ἐπὶ τοῦ δίφρου σαφῶς αὐτὸς ἐδήλωσε. τὸ δὲ αὐτὸ ποιεῖ καὶ ἐπὶ δίκλειδος θύρας ἀναγκάζειν. εἰσὶ δέ τινες
τοιαῦται θύραι κατὰ μέσον ἑαυτῶν ἔχουσαι διῆκον ξύλον ἰσχυρὸν οἷον ὀλίγον ἔμπροσθεν ὁ στρωτὴρ μεταξὺ τῶν δύο κιόνων ὑπάρχειν ἐλέγετο. τοῦδε τοῦ ξύλου κάτωθεν μὲν ἑτέρα τίς ἐστιν ἀνοιγομένη θύρα, ἄνωθεν δὲ ἄλλη, καὶ διὰ τοῦτο δὴ καὶ τὴν θύραν δίκλειδα εἴρηκεν, οἷον διπλῆν τινὰ περιέχουσαν ἐν ἑαυτῇ δύο θύρας μικράς. ὑπερβάλλειν οὖν κελεύει τὸν ἐξηρθρηκότα ὦμον ὑπὲρ τὸ μεταξὺ δύο θυρῶν ξύλον ἕνεκα τῆς ἀντιτάσεως.
ΠΕΡΙ ΤΩΝ ΟΥΧ ΕΩΡΑΜΕΝΩΝ ΙΠΠΟΚΡΑΤΕΙ ΕΚΠΤΩΣΕΩΝ.
Ὁ μὲν Ἱπποκράτης εἰς μασχάλην μόνον ἑωρακέναι φησὶν ὀλισθαίνοντα βραχίονα· τῶν δὲ μετ’ αὐτὸν ἰατρῶν ἔνιοι καὶ ἄλλας ἐκπτώσεις ἔγραψαν, ὡς οἷόν τε καὶ αὐτοὶ καὶ ἡμεῖς δὲ αὐτοὶ πεντάκις εἴδομεν ἄχρι δεῦρο, κατὰ μὲν τὴν Ἀσίαν ἅπαξ, ἐν Ῥώμῃ δὲ τετράκις. ὁσάκις δὲ, οἶμαι, καὶ συνέβη τινὶ γενέσθαι πάθημα τοιοῦτον ἐν τῇ πόλει διὰ τὸ πάντας ἰατροὺς ἐοικέναι ἐμοὶ τὰ παράδοξα δεικνύναι
χειρὸς ἡ κατάτασις ὑφ’ ἡμῶν αὑτῶν γινομένη, καθάπερ ἐπὶ τοῦ διὰ τῆς πτέρνης τρόπου, ἄλλοτε δὴ καὶ διὰ βρόχου τὴν κατάτασιν ἐποιησάμεθα. χρὴ δὲ ἰσότονον εἶναι τὸν βρόχον, οἷός ἐστιν ὅ τε διπλοῦς καρχήσιος ὅ τ’ ἐκ δυοῖν διαντέων· ἄλλοτε δὲ κεχρονισμένου τοῦ ἐξαρθρήματος ἐδεήθημεν τοῦ Ἱπποκρατείου βάθρου, περὶ οὗ ποιήσει τὴν διδασκαλίαν αὐτὸς ἐπὶ προήκοντι τῷ συγγράμματι, νυνὶ δὲ ἀρκέσει τῶν κατολισθημάτων. ἑξῆς οὖν αὐτῷ περὶ τῆς διαφορᾶς αὐτῶν τῶν σωμάτων, ἐν οἷς ἧττον καὶ μᾶλλον ἐκπίπτει τὰ ἄρθρα διδάσκοντι συνακολουθήσομεν.
23. Εἰδέναι μὲν οὖν χρὴ ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν ἐς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντα. διενέγκοι μὲν γὰρ ἅν τι καὶ κοτύλη κοτύλης, ἡ μὲν εὐυπέρβατος ἐοῦσα, ἡ δὲ ἧσσον. πλεῖστον δὲ διαφέρει καὶ τῶν νεύρων ὁ σύνδεσμος, τοῖσι μὲν ἐπιδόσιας ἔχων, τοῖσι δὲ ξυντεταμένος ἐών.
Συντελέσας τὸν περὶ τῶν ἐμβολῶν λόγον ἤρξατο νῦν διδάσκειν αἰτίας. τισὶν ἐκπίπτει μὲν οὖν ῥᾳδίως ἐμβάλλεταί τε χωρὶς τῆς μεγάλης πραγματείας ὁτιοῦν ἄρθρον. ἐν οἷς δὲ ἐκπίπτει ὀλιγάκις, ἐμβάλλεταί γε χαλεπῶς. εἴρηται δ’ ὑφ’ ἡμῶν ἔμπροσθεν ἤδη τήν τε τῶν ὀστῶν διάρθρωσιν ἀντιωμένων, τήν τε τῶν προκειμένων αὐτοῖς μυῶν, ἤτοι συντονίαν ἢ χαλαρότητα.
24. Καὶ γὰρ ἡ ὑγρότης τοῖσιν ἀνθρώποισι γίνεται ἡ ἐκ τῶν ἄρθρων διὰ τῶν νεύρων τὴν ἀπάρτισιν ἢ χαλαρά τε εἴη φύσει καὶ τὰς ἐπιτάσιας εὐφόρως φέρῃ. συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε ὁπόταν ἐθέλωσι, τότε αὐτοῖσι τὰ ἄρθρα ἐξίστανται ἀνωδύνως καὶ καθίστανται ἀνωδύνως.
Ἐνηλλαγμένως μοὶ δοκεῖ τὴν ἑρμηνείαν ποιεῖσθαι· διὰ γὰρ τὴν ὑγρότητα τῆς φύσεως τοῦ ἀνθρώπου γιγνομένων
τῶν νευρωδῶν σωμάτων χαλαρῶν, οὐ διότι ταῦτά ἐστι χαλαρὰ, διὰ τοῦτο ὑγραινομένων τῶν περὶ τὰ ἄρθρα. ἡ λέξις αὐτοῦ τὸ ἐναντίον εἴρηκε, δοκεῖ μοι βουληθεὶς τὴν ἑτοιμοτάτην ἐπὶ πλέον ἔκτασιν τῶν νευρωδῶν ποιεῖσθαι σωμάτων, ἐκ τῆς τῶν ἀνθρώπων ὑγρότητος οὐ κρατῆσαι τούτων κατὰ τὴν ἑρμηνείαν, ἀλλὰ χρησάμενος οὐ κυρίως λίαν συνδέσμῳ πρὸς τὴν τῆς αἰτίας νόησιν ἄγει τοὺς ἀναγινώσκοντας.
25. Διαφέρει μέντοι καὶ σχέσις τις σώματος· τοῖσι μὲν γὰρ εὖ ἔχουσι τὸ γυῖον καὶ σεσαρκωμένοισιν ἐκπίπτει τε ἧσσον, ἐμπίπτει τε χαλεπώτερον. ὅταν δὲ αὐτοὶ σφῶν αὐτῶν λεπτότεροι καὶ ἀσαρκότεροι ἔωσι, τότε ἐκπίπτει τε μᾶλλον, ἐμπίπτει τε ῥᾷον. σημεῖον δὲ ὅτι ταῦτα οὕτως ἔχει τόδε· τοῖσι γὰρ βουσὶ τότε ἐκπίπτουσι μᾶλλον οἱ μηροὶ ἐκ τῆς κοτύλης, ἡνίκα ἂν αὐτοὶ σφῶν αὐτῶν λεπτότατοι ἔωσι. γίνονται δὲ καὶ βόες λεπτότατοι τοῦ χειμῶνος τελευτῶντος, τότε οὖν καὶ ἐξαρθρέουσι μάλιστα. εἰ δή τι καὶ τοιοῦτο δεῖ ἐν ἰητρικῇ γράψαι, δεῖ δέ.
Αἱ μὲν φύσεις καὶ διαφοραὶ τῶν ἄρθρων, ἐφ’ αἷς ἢ τὸ ῥᾳδίως ἢ μόγις αἵ τε ἐξαρθρήσεις καὶ ἐμβολαὶ γίνονται, δύο εἰσὶν, ἃς ἐγὼ πολλάκις εἶπον ἔν τε τῇ πρὸ ταύτης ἔγραψα ῥήσει. προσέρχεται δὲ αὐταῖς ἐνίοτε καὶ τρίτη, περὶ ἧς νῦν διδάσκει, κατὰ πάχος τε καὶ λεπτότητα τοῦ σώματος γιγνομένη, ἣν ὀνομάζουσι σχέσιν. ὅσοι γὰρ ἂν εὑρεθῶσιν εὐσαρκότεροι γενηθεῖσιν ἑαυτῶν οἱ ἄνθρωποι, τοσούτῳ δυσκολώτεροι αἵ τε ἐμπτώσεις τῶν ἄρθρων αὐτοῖς, αἵ τε ἐμβολαὶ συντελοῦνται διὰ τὸ σφίγγεσθαι πανταχόθεν αὐτὰ τῷ πλήθει τῶν σαρκῶν. ἔμπαλιν δὲ τοῖς λεπτυνθεῖσι χαλαρὸν μὲν τὸ δέρμα γίνεται τῶν περικειμένων ταῖς ἀρθρώσεσι σαρκῶν ὀλίγοισί τε εἰκῆ ταῖς διαρθρώσεσιν. ἐὰν μέντοι τις ἰσχνὸς ᾖ φύσει, κάκιον οὐδὲν ἔχει τοῦ παχυτέρου. δέδεικται γὰρ ἐν τοῖς περὶ κράσεων ὁ μὲν ἰσχνότερος φύσει ξηρότερος ὢν τὴν κρᾶσιν, ὁ δὲ παχύτερος ὑγρότερος, ὥστε τῶν μὲν ἰσχνῶν σύντονος οὖσα τῶν μυῶν ἡ οὐσία σφίγγει τὴν διάρθρωσιν, τῶν δὲ παχυτέρων, καθόσον μὲν πλείους αἱ σάρκες εἰσὶν, ἀποκλείουσί γε τὴν πέριξ τῶν ἄρθρων
χώραν, καθόσον δὲ μαλακαὶ ῥᾳδίως ἀνατρέπονται, παραδέχουσαι τὰς κεφαλὰς ἑξῆς τῶν ἐξισταμένων φαλακρῶν ὀστῶν, ὥστε ἀνίστασθαι τὰ κατὰ τὰς ἐκπτώσεις ἑκατέροις. εἰ μέντοι τις εὔσαρκος φύσει κατά τινα καιρὸν ἰσχνότερος ἑαυτοῦ γίνηται, ῥᾷον ἂν ἐκπίπτει τε τούτῳ καὶ αὖθις ἐμπίπτει κατὰ τὸν καιρὸν ἐκεῖνον ἢ πρόσθεν, ὥσπερ καὶ εἰ σαρκωθείη τις ὢν φύσει λεπτὸς, ἐκπίπτει τ’ ἂν αὐτῷ μόγις, ἐμβάλλοιτό τε χαλεπῶς, τούτου τε λόγου τὰ κατὰ τοὺς βοῦς φαινόμενα γράφει μαρτύρια σαφῶς ἑρμηνεύων, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι, πλὴν εἰ λέξις τις εἴη μία που καὶ δύο τοιαῦται, περὶ ὧν ἐπισημανοῦμαι κἀγώ.
26. Καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει ὅτι πάντων τῶν προβάτων βόες ὅτι μάλιστα πονέουσι ταύτην τὴν ὥρην καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τούτοισι τοίνυν ἐκπίπτει μάλιστα, οὗτοι γὰρ μάλιστα λεπτύνονται· τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχεῖαν
τὴν πόην βόσκεσθαι, βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα γένηται. τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος, παχεῖα δὲ καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος, διὰ ταῦτα ὑποβάλλειν εἰς τὰς βραχεῖας πόας οὐ δύνανται.
Πρόβατα νῦν εἷπεν ἅπαντα τὰ βοσκήματα, καθάπερ ἐν τῷ περὶ ἱερῆς νόσου γέγραπται κατὰ λέξιν οὕτως· οὐκ ἔστιν ἄλλο πρόβατον οὐδὲν ἢ βόες καὶ αἶγες. καὶ τὸ παρὰ τῷ ποιητῇ τοιοῦτόν ἐστιν, ἔνθα φησί·
Πολλά τέ οἱ πρόβατ’ ἐστί.
βούλεται γὰρ ἀγέλας βοσκημάτων δηλοῦν. ἐχρήσαντο καὶ ἄλλοι οὕτως τῶν παλαιῶν τῇ φωνῇ.
27. Τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφώδοντα ἐόντα. δύναται μὲν γὰρ σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχεῖαν
πόην ὑποβάλλειν τοὺς ὀδόντας καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ πόῃ μᾶλλον ἢ τῇ βαθείῃ. καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχεῖα πόη τῆς βαθείας, ὅτι καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθεῖαν. διὰ τοῦτο οὖν ἐποίησεν ὧδε τάδε τὰ ἔπη· ὡς δ’ ὁπότ’ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν. ὅτι ἀσμενωτάτη τοῖσι αὐτοῖσιν ἡ βαθεῖα πόη φαίνεται. ἀτὰρ καὶ ἄλλως ὁ βοῦς χαλαρὸν φύσει τὸ ἄρθρον τοῦτο ἔχει μᾶλλον τῶν ἄλλων, διὰ τοῦτο καὶ εἰλίπουν ἐστὶ μᾶλλον τῶν ἄλλων ζώων καὶ μάλιστα ὅταν λεπτὸν καὶ γηραλέον ἔῃ, διὰ ταῦτα πάντα καὶ ἐκπίπτει βοΐ μάλιστα. πλείω δὲ γέγραπται περὶ αὐτοῦ, ὅτι πάντων τῶν προειρημένων ταῦτα μαρτύριά ἐστι. περὶ οὗ νῦν ὁ λόγος, τοῖσιν ἀσάρκοισι μᾶλλον ἐκπίπτει, ὡς θᾶσσον ἐμπίπτειν ἢ τοῖσιν εὖ σεσαρκωμένοισι καὶ ἧσσον ἐπιφλεγμαίνουσι τοῖσιν ὑγροῖσι καὶ τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισι.
Τὸ σαρκάζειν ἔνιοι μὲν δηλοῦν φασι συνάγειν ἀλλήλοις τὰ χείλη σφοδρῶς οὕτως, ὡς δύνασθαι καὶ ἀποσπᾶσθαί τι βοτάνης μέρος ὑπ’ αὐτῶν, ἔνιοι δὲ τὸ τοῖς ὀδοῦσι τὸ κάτω μετὰ τοῦ ἄνω ἐργάζεσθαι ταὐτὸ, ἐπειδὴ καὶ οἱ σαρκάζοντές τινες δάκνουσι τοῖς ὀδοῦσι τὸ χεῖλος. ἀλλ’ ἐκεῖνοι μὲν τοῖς ἄνωθεν ὀδοῦσι τὸ κάτω χεῖλος δάκνουσι, τὰ δὲ μηρυκίζοντα τὸν κάτω στοῖχον μόνον ἔχοντα τῶν ὀδόντων, χρῆσθαι πρὸς τοὺς δάκνοντας διότι μὲν ὠνόμασται, φασὶ, σαρκάζειν, ἐπειδὴ καὶ σαρκοφαγοῦντα τοῖς ζώοις ἑκατέροις χρῆται· καὶ τούτοις ἔοικε τὰ συμφραζόμενα τῇ λέξει μαρτυρεῖν, οὐ τὰ· μηρυκίζοντα τῶν ζώων εἰρηκότος αὐτοῦ σαρκάζειν, ἀλλὰ τὰ τοὺς δύο τῶν ὀδόντων ἔχοντα στοίχους ἃ καλοῦσιν ἀμφόδοντα. ταῦτα μὲν δύναται καὶ τὰς βραχείας νέμεσθαι πόας, τουτέστι βοτάνας, οἷον ἵπποι καὶ ὄνοι καὶ ἡμίονοι. τῶν δὲ τὸν ἕνα στοῖχον ἐχόντων ἐκεῖνα μόνα δύνανται, οἷς λεπτὴ τοῦ χείλους ἐστὶ προβολὴ καὶ διὰ τοῦτο
μόνοι τῶν βοτάνας ἐσθιόντων ζώων οἱ βόες ἀποροῦσι τροφῆς ἐν χειμῶνι, διότι μήτε σαρκάζειν δύνανται τὴν βραχεῖαν πόαν, τουτέστι τοῖς ὀδοῦσιν ἀποτέμνειν αὐτὴν, μηδὲ τοῖς χείλεσι παραλαμβάνειν δύνασθαι τὴν βραχεῖαν πόαν ὁμοίως αἰξὶ καὶ προβάτοις. ταῦτα μὲν οὖν τὰ τρία γένη τῶν ζώων ἔχει χηλάς. μώνυχα δέ ἐστι τὰ ἀμφόδοντα, συνῃρημένου τοῦ ὀνόματος, ὥς φασιν οἱ τὰς ἐτυμολογίας τιμῶντες, ἐκ τοῦ μονώνυχας, ἐπειδήπερ ἔχουσιν ὄνων ὄνυχας. τοιοῦτον γὰρ ἐν τοῖς ὅπλοις ἔχουσι ζώοις, οἷς ἐστὶ τὸ κατ’ ἄκρους τοὺς πόδας, οἷον ἀνθρώποις οἱ ὄνυχες, καὶ ἧσσον ἐπιφλεγμαίνει τούτοις, ὅτι καὶ ῥᾷον ἐκπίπτει. τούτῳ γὰρ ἕπεται καὶ τὸ τὸ ἐμβάλλεσθαι, τούτοις δ’ αὖ πάλιν τὸ μικρὰν ἢ μηδ’ ὅλως ἕπεσθαι φλεγμονήν. ἐν γὰρ ταῖς βιαίοις ἐκπτώσεσιν, ὥσπερ καὶ ταῖς ἐμβολαῖς, ὀδύναι γίνονται τοῖς μυσὶν, αἷς ἕπονται φλεγμοναί.
28. Καὶ ἧσσόν γε δέδειται ἐς τὸν ἔπειτα χρόνον· ἀτὰρ καὶ ἡ μύξα πλείων ὑπείη τοῦ μετρίου, μὴ ξὺν φλεγμονῇ δὲ, οὕτως ἂν ὀλισθηρὸν εἴη. μυξωδέστερα γὰρ τοὐπίπαν τὰ ἄρθρα τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σεσαρκωμένοισίν ἐστιν.
Ἅπαντα δύναται λέγειν διττὸν ὄντα χρόνον τόν τε μετὰ τὴν ἐμβολὴν εὐθέως, ἐν ᾧ θεραπεύονται τὰ φλεγμαίνοντα μόρια καὶ τὸν τῆς διαδεχομένης αὐτὸν ἑξῆς ἀοχλήτου καταστάσεως. ὁ μὲν γὰρ μετὰ τὴν ἐμβολὴν εὐθέως, ὅταν μετὰ φλεγμονῆς ᾖ, δι’ αὐτὴν ἐκείνην ἔχει ἐσφιγμένον τὸ ἄρθρον, ὡς καὶ αὐτὸς εἴρηκεν, ὁ δὲ μετὰ τὴν θεραπείαν ὅτι σύντονός ἐστιν ἐπὶ τῶν τοιούτων ἀνθρώπων ἡ τῶν μυῶν οὐσία καὶ ὅτι διὰ τὰς ἐπιγινομένας φλεγμονὰς μεγάλας οὔσας ὑπολείπεταί τις ἐν τοῖς μυσὶ σκληρότης, ὡς ὑπὸ δεσμοῦ σφίγγεται τὸ ἄρθρον.
29. Καὶ γὰρ αὗται αἱ σάρκες τῶν μὴ ἀπὸ τέχνης ὀρθῶς λελιμαγχημένων αἱ τῶν λεπτῶν μυξωδέστεραί εἰσιν ἢ αἱ τῶν παχέων. ὅσοισι μέντοι ξὺν φλεγμονῇ μύξα ὑπογίνεται, ἡ φλεγμονὴ δήσασα ἔχει τὸ ἄρθρον. διὰ τοῦτο οὐ μάλα ἐκπίπτει τὰ ὑπόμυξα, ἐκπίπτοντα ἂν εἰ μή τι ἢ πλέον ἢ ἔλασσον φλεγμονῆς ὑπεγένετο· οἷσι μὲν οὖν ὅταν ἐκπέσῃ τὸ ἄρθρον καὶ μὴ ἐπιφλεγμήνῃ τὰ περιέχοντα, χρῆσθαί τε ἀνωδύνως αὐτίκα τῷ ὤμῳ δύνανται. οὗτοι μὲν οὐδὲν νομίζουσι δεῖν ἑωυτῶν ἐπιμελεῖσθαι. ἰητροῦ μήν ἐστι καταμαντεύσασθαι τῶν τοιούτων. τοῖσι τοιούτοισιν ἐκπίπτει καὶ αὖθις μᾶλλον καὶ οἷσιν ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα, τοῦτο κατὰ πάντα τῷ ἀνθρώπῳ οὕτως ἔχει καὶ μάλιστα κατ’ ὦμον καὶ κατὰ γόνυ. μάλιστα γὰρ οὖν καὶ ὀλισθαίνῃ ταῦτα. οἶσι δ’ ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα οὐ δύνανται χρέεσθαι τῷ ὤμῳ· κωλύει γὰρ ἡ ὀδύνη καὶ ἡ ξύντασις τῆς φλεγμονῆς. τοὺς οὖν τοιούτους ἰᾶσθαι
χρὴ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι πολλοῖσιν ὑποδέοντα. ὑποτιθέναι δὲ ἐς τὴν μασχάλην εἴριον μαλθακὸν, καθαρὸν ξυνειλίσαντα, ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ἀντιστήριγμα μὲν τῇ ἐπιδέσει ἔῃ, ἀνακωχέῃ δὲ τὸ ἄρθρον. τὸν δὲ βραχίονα ἐς τὸ ἄνω ῥέποντα ἴσχειν χρὴ τὰ πλεῖστα, οὕτω γὰρ ἂν οἵη ἑκάστῳ εἴη χωρίου, ἐς ὃ ὄλισθεν ἡ κεφαλὴ τοῦ ὤμου. χρὴ δὲ ὅταν ἐπιδήσῃς τὸν ὦμον ἔπειτα προσκαταδεῖν τὸν βραχίονα πρὸς τὰς πλευρὰς ταινίῃ τινὶ κύκλῳ περὶ τὸ σῶμα περιβάλλοντα.
Ὅσοι διὰ λιμὸν ἢ διὰ πολιορκίαν ἢ πένθος ἢ λύπην ἢ ἀνορεξίαν ἐνδεῶς προσφερόμενοι τροφὴν ἐλεπτύνθησαν, οὐκ εὐθέως αἱ σάρκες αὐτοῖς γίνονται ξηραὶ, καθάπερ τοῖς ὑπὸ τέχνης ὀρθῶς λελιμαγχημένοις. ἀλλ’ ὑγροτέρας τοὐπίπαν ἐν ἁπάσαις εἴρηκε περιστάσεσιν ἀποτελούσας συντήξεων τινῶν ἐν αὐταῖς γιγνομένων διὰ τὴν ἔνδειαν. οἶς δὲ καὶ λυπεῖσθαι πρόσεστι καὶ μᾶλλον οὗτοι συντήκονται δὴ καὶ
ἑνὶ τῷ χρόνῳ γλισχρότητά τινα προσλαμβάνον ὅμοιον μύξῃ γίγνεται.
30. Χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχέως καὶ λιπαρῶς. πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰατρὸν, ἀτὰρ δὴ καὶ ἀνατρίψιος· ἀπὸ γὰρ τοῦ αὐτοῦ ὀνόματος οὐ τὸ αὐτὸ ἀποβαίνει. καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις χαλαρώτερον τοῦ καιροῦ ἐὸν καὶ λύσειεν ἄρθρον σκληρότερον τοῦ καιροῦ ἐόν. ἄλλα διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν ἄλλῳ λόγῳ. τὸν γοῦν τοιοῦτον ὦμον μαλθακοῖσι χρὴ χερσὶν ἀνατρίβειν, συμφέρει γὰρ καὶ ἄλλως πρῃέως.
Εἰς τὸ μηδὲν ὑπολειφθῆναι λείψανον τῆς φλεγμονῆς σκιῤῥῶδες ἐπιτήδειός ἐστιν ἡσύχως τε καὶ λιπαρῶς ἡ τρίψις γιγνομένη. χρὴ δ’ αὐτὴν ποιεῖσθαι πολυειδῶς, περιφέρεσθαι τὰς χεῖρας ἄνωθέν τε κάτω καὶ κάτωθεν ἄνω·
τε τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασι λέλεκται καὶ μέντοι κατὰ τὴν ὑγιεινὴν πραγματείαν εἴρηται τελεώτατα.
31. Τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινήσεται. καθίσταται δὲ πάντα τὰ μὲν ἐν πλείονι χρόνῳ, τὰ δ’ ἐν ἐλάσσονι.
Οὐδέν ἐστι χρησιμώτερον τῆς τοιαύτης κινήσεως ἐν παρακμαζούσαις φλεγμοναῖς. λύει γὰρ αὐτῶν τὸ λείψανον ἅπαν, ἐξ οὗ πέφυκεν ἀμεληθέντος ἀγκυλοῦσθαί τε καὶ δεσμεῖσθαι τὰ ἄρθρα, καλοῦσι γὰρ ἑκατέρως τὸ πάθημα.
32. Γινώσκειν δὲ εἰ ἐκπέπτωκεν ὁ βραχίων τούτοισι χρὴ τοῖσι σημείοισι.
Κἀν τῷ περὶ τῶν ἀγμῶν ἐπὶ τοὺς ἁμαρτάνοντας ἧκε τῷ λόγῳ προτέρους καὶ νῦν οὕτω πράξας, ἐπειδὴ συνάψας τῷ πρὸς ἐκείνους ἐλέγχῳ καὶ περὶ τῆς ἐμβολῆς εἶπεν, οὐ μόνον ἑπομένοις τοῖς εἰρημένοις, ἀλλὰ καὶ μαρτυροῦσιν, ἐπ’ ἐκείνην ἀφίκετο προτέραν, εἶθ’ ἑξῆς νῦν διδάσκει τὰ γνωρίσματα τοῦ κατ’ ὦμον ὀλισθήματος. ἐπὶ μὲν τῶν ἔργων τῆς τέχνης ἐξ ἀνάγκης προηγούμενα, κατὰ δὲ τὴν διδασκαλίαν οὐκ ἐξ ἀνάγκης. ἔστω δέ σοι τὸ γνώρισμα τῶν ἑπομένων ἢ προηγουμένων ἐξ ἀνάγκης τὸ μὴ δύνασθαι καλῶς ἤτοι πραχθῆναι τὸ ἑπόμενον ἔργον ἢ νοηθῆναι τὸ μάθημα, πρὶν γνωρισθῆναι τὸ ἡγούμενον. ἡ τοίνυν ἐμβολὴ τῶν ἐξηρθρηκότων πρὸ μὲν τοῦ νοηθῆναι τὴν μετάστασιν τοῦ ἐκπεσόντος εἰς τὶ χωρίον ἐγένετο, διδαχθῆναι σαφῶς οὐ δύναται, πρὶν μέντοι τὰ σημεῖα μαθεῖν αὐτῆς, ἐγχωρεῖ διδαχθῆναι. μόνον γοῦν τοῦτο μεμαθηκότος ἐν ἀρχῇ τοῦ λόγου τὸ γίγνεσθαι τὴν ἔκπτωσιν εἰς μασχάλην, αὐτοί γ· ἐπινοῆσαι τὴν ἐμβολὴν ἐδυνάμεθα καὶ διδάσκοντος ἑτέρου μαθεῖν, οὐ μὴν ἄνευ τοῦ γνῶναι σαφῶς ὅτι εἰς μασχάλην
ἑτέρου, πρὶν ἀκριβῶς γνῶναι τοῦ θεραπευομένου μορίου τὴν φύσιν.
33. Τοῦτο μὲν ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα παραδείγματι χρέεσθαι δεῖ τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς καὶ τῷ μὴ ὑγιεῖ πρὸς τὸ ὑγιὲς μήτ’ ἀλλότρια ἄρθρα καθορῶντα.
Τὸ ἀκριβῶς ἴσον ἑκατέρωθεν ἐκ δεξιῶν γε καὶ ἀριστερῶν δίκαιον ὠνόμασεν, ἐπεὶ δὲ τῶν κώλων ἰδέαι διαφέρουσαι τοῖς ἀνθρώποις εἰσὶν, ἀξιοῖ παραβάλλεσθαι τὸ τοῦ πεπονθότος αὐτοῦ κῶλον ὁμόζυγον ἐξ ἐκείνου τε τεκμαίρεσθαι πόσον ἐξήλλακται τοῦ κατὰ φύσιν.
34. Ἄλλοι γὰρ ἄλλων μᾶλλον ἔξαρθροι πεφύκασιν, ἄλλα τὰ αὐτὰ τοῦ κάμνοντος, ἢν ἀνόμοιον ἔῃ τὸ ὑγιὲς τῷ κάμνοντι.
Τοὺς ἐκκείμενα καὶ προὔχοντα κεκτημένους τὰ ἄρθρα κέκληκεν ἐξάρθρους ἐν αὐτῷ τῷ κατὰ φύσιν ἔχειν.
35. Καὶ τοῦτο εἰρήσεται μὲν ὀρθῶς, παραξύνεσιν δὲ ἔχει πάνυ πολλήν. διὰ τὰ τοιαῦτα καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν.
Οὐχ ἁπλῶς ἅπασαν ἄγνοιαν ὀνομάζει παρασύνεσιν, ἀλλὰ τὴν παρακειμένην τε καὶ τὴν πλησιάζουσαν τῇ γνώσει. διδάξει δ’ αὐτὸς διὰ τῶν ἐφεξῆς, ὅπως ἐξαπατᾶσθαι συμβαίνει τοῖς ἐνίοτε παραβάλλουσι τὸ ἐφεξῆς τὸ ὑγιὲς τῷ πεπονθότι.
36. Πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ ὑπ’ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων. ὅμως οὐ δύνανται ἐς τὰ ὅμοια σχήματα καθιστάναι, ἐς οἶά περ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται. προξυνιέναι δὲ δεῖ οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρὴ, ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη, πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος. τοῦτο δὲ ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τὸ τοῦ ἀκρωμίου ὀστέου ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου.
Μίαν μὲν τήνδε παρασύνεσιν, ὧς αὐτὸς ὠνόμασεν, ἐδίδαξεν ἐν τῷ νῦν λόγῳ περὶ τὰ σχήματα γιγνομένην, ἐνίοτε γὰρ οὐ δύνανταί τινα σχήματα περιτιθέναι τοῖς πεπονθόσι κώλοις. οἱ κάμνοντες δὲ οὐ δι’ ἔκπτωσιν ἄρθρου τοῦτο πάσχουσι, ἀλλὰ δι’ ὀδύνην ἢ σύστασιν μυός. ἐφεξῆς δὲ ἑτέραν ἄγνοιαν διδάσκει.
37. Παραξύνεσιν μὲν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ’ ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστι.
Τὸ κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεσθαι τὸ χωρίον, ἔχειν τινὰ διαμαρτίαν φησὶν, ἣν ὕστερον ἐρεῖν ἐπαγγέλλεται. γίγνεται γὰρ ἐνίοτε τοῦτο διασπασθείσης τῆς κλειδὸς ἀπὸ τῆς ὠμοπλάτης.
38. Τοῦτο δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων ἢ τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ.
Τοῦτο σημεῖον ἔχει παρακείμενον σφάλμα καὶ εἰ ἔτι ὁ κατὰ τὴν μασχάλην ἀγκὼν ὑποπιπτούσης ἐνταῦθα τοῖς ἁπτομένοις τῆς κεφαλῆς τοῦ βραχίονος, δι’ ἣν οὐδὲ προσάγειν δύναται ταῖς πλευραῖς τὴν χεῖρα χωρὶς ὀδύνης μεγάλης.
39. Τοῦτο δὲ ἆραι ἄνω τὴν χεῖρα παρὰ τὸ οὖς ἐκτεταμένου τοῦ ἀγκῶνος οὐ μάλα δύναται, ὥσπερ τὴν ὑγιέα οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. τά τε οὖν σημήϊα ταῦτά ἐστιν ὤμου ἐκπεπτωκότος αἵ τε ἐμβολαὶ γεγραμμέναι αἵ τε ἰητρεῖαι αὗται.
Τοῦτο τὸ σημεῖον ὃ μικρὸν ἔμπροσθεν ἔφη παρασύνεσιν ἔχειν. δῆλον δὲ ἐξ ὧν ἐπήνεγκεν εἰπών· πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων, ὅμως οὐ δύνανται εἰς τὰ ὅμοια σχήματα καθιστάναι, εἰς οἷάπερ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται. εἰσενεγκεῖν τὰς χεῖρας πρὸς τὰς πλευρὰς, ὡς εἴρηκεν, ἑτοίμως τις δύναται, βέβαιον γνώρισμά ἐστι τοῦ κατὰ φύσιν ἔχειν τὸ ἄρθρον. ἐὰν δὲ ἐμποδίζηται κατά τι, δυνατόν ἐστι δι’ ὀδύνην ἢ σύντασιν μυῶν τοῦτο γίγνεσθαι.
40. Ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπίπτοντας ὤμους. πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησαν διὰ ταύτην τὴν ξυμφορὰν τἄλλα πάντα ἀξιόχρεοι ὄντες, πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο καὶ διεφθάρησαν διὰ ταύτην τὴν ξυμφορὰν ἅμα τε ἐπάξιον καὶ διὰ τοῦτο ὅτι μηδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲν ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας. συχνοὶ γὰρ ἤδη ἰητροὶ ἔκαυσαν ὤμους ἐκπίπτοντας κατά τε τὴν ἐπωμίδα κατά τε τὸ ἔμπροσθεν, ᾗ ἡ κεφαλὴ τοῦ βραχίονος ἐξογκέει, κατά τε τὸ ὄπισθεν ὀλίγον τῆς ἐπωμίδος. αὗται οὖν αἱ καύσιες, εἰ μὲν εἰς τὸ ἄνω ἐξέπιπτεν ὁ βραχίων ἢ ἐς τοὔμπροσθεν ἢ ἐς τοὔπισθεν ὀρθῶς ἂν ἔκαιον. νῦν δὲ δὴ ὅτε ἐς τὸ κάτω ἐκπίπτει, ἐμβάλλουσιν αὗται αἱ καύσιες μᾶλλον ἢ κωλύουσιν. ἀποκλείουσι γὰρ τῆς ἄνω εὐρυχωρίης τὴν κεφαλὴν τοῦ βραχίονος. χρὴ δὲ ὧδε καίειν ταῦτα
ἀπολαβόντα τοῖσι δακτύλοισι κατὰ τὴν μασχάλην τὸ δέρμα ἀφελκύσαι κατ’ αὐτὴν τὴν ἴξιν μάλιστα, καθ’ ἣν ἡ κεφαλὴ τοῦ βραχίονος ἐκπίπτει.
Καὶ ἐν τούτῳ τῷ λόγῳ τὰ πλεῖστά ἐστι σαφῆ, ὧν οὐ μνημονεύσομεν, πλὴν ἐν οἷς ἀσάφειά τις περιέχεται.
41. Ἔπειτα δὲ οὕτως ἀφειλκυσμένον τὸ δέρμα διακαῦσαι ἐς τὸ πέρην.
Ἀξιοῖ μηδὲν ἄκαυστον καταλιπεῖν τοῦ ἀνατεινομένου δέρματος, ἀλλὰ διεκβάλλειν τὸ διάπυρον σιδήριον ἐκ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς μασχάλης καὶ ἐξ ἐκείνων ἐπὶ τὰ δεξιά.
42. Σιδηρίοισι χρὴ τὰ τοιαῦτα καίειν μὴ παχέσι, μηδὲ λίην φαλακροῖσιν, ἀλλὰ προμήκεσι. ταχυπορώτερα γὰρ καὶ τῇ χειρὶ ἐπερείδειν.
Φαλακρὰ κέκληκε τὰ περιφέρειαν ἔχοντα κατὰ τὸ πέρας, οἷον οἱ κατὰ τὰς μασχάλας ἔχουσι πυρίνες ἤτοι τὰ διαπύρινα καλούμενα καὶ αἱ σπαθομίλαι. προμήκη δὲ τὰ τούτοις ἐναντίως διακείμενα προσηγόρευσεν, ὧν οὐκ ἔστι περιφερὲς τὸ πέρας, ἀλλ’ ὀξύτερόν περ ἐμπλήρωμα παραπλήσιόν πως τοῖς εἰς τὰς παρακεντήσεις ἐπιτηδείοις ὀργάνοις.
43. Χρὴ δὲ διαφανέσι καίειν ὡς ὅτι τάχιστα περαιωθῇ κατὰ δύναμιν, τὰ γὰρ παχέα βραδέως περαιούμενα πλατυτέρας τὰς ἐκπτώσιας τῶν ἐσχαρῶν ποιέεται καὶ κίνδυνος ἂν· εἴη ξυῤῥαγῆναι τὰς ὠτειλὰς, καὶ κάκιον μὲν οὐδὲν ἂν εἴη, αἴσχιον δὲ καὶ ἀντεχνότερον. ὅταν δὲ διακαύσῃς ἐς τὸ
πέρην τῶν μὲν πλείστων, ἱκανῶς ἂν ἔχοι ἐν τῷ κάτω μέρει τὰς ἐσχάρας ταύτας μόνας θεῖναι.
Ἐκπεπυρῶσθαι βούλεται τὰ κατὰ τὴν μασχάλην σιδήρια, τὰ γὰρ ἱκανῶς διάπυρα διαφανῆ κέκληκεν.
44. Ἢν δὲ μὴ κίνδυνος φαίνηται εἶναι ξυῤῥαγῆναι τὰς ὠτειλὰς, ἀλλὰ πολὺ τὸ διὰ μέσου εἴη, ὑπάλειπτρον χρὴ λεπτὸν διέρσαι διὰ τῶν κατηγμάτων, ἔτι ἀναλελαμμένου τοῦ δέρματος· οὐ γὰρ ἂν ἄλλως δύναιο διέρσαι. ἐπὴν δὲ διέρσῃς, ἀφεῖναι τὸ δέρμα, ἔπειτα μεσηγὺ τῶν ἰσχαρῶν ἄλλην ἐσχάρην ἐμβάλλειν λεπτῷ σιδηρίῳ καὶ διακαῦσαι, ἄχρις ἂν τῷ ὑπαλείπτρῳ ἐγκύρσῃ. ὁκόσον δέ τι χρὴ τὸ δέρμα τὸ ἀπὸ τῆς μασχάλης ἀπολαμβάνειν, τοῖσι δὲ χρὴ τεκμαίρεσθαι, ἀδένες ὕπεισιν ὑπὸ τῇ μασχάλῃ, πολλαχῆ δὲ καὶ ἄλλῃ τοῦ σώματος.
Ὠτειλὰς κέκληκε τὰ ἕλκη παραπλησίως τῷ ποιητῇ περὶ τοῦ προσφάτου τραύματος εἰπόντι·
ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
Ἐὰν οὖν, ὡς εἶπεν, ἀνατείνας τὸ δέρμα διακαύσῃς ἐγκάρσιον ἐκ δεξιῶν εἰς ἀριστερὰ διερείσας τὸ σίδηρον, ἑτέραν ἐπὶ ταύτῃ δευτέραν καῦσιν ἀξιοῖ σε ποιήσασθαι, καθέντα τὸ διάπυρον σίδηρον, οὐκέτι ἐγκάρσιον ἐκ τοῦ θατέρου μέρους ἐπὶ θάτερον, ἀλλ’ οἷον εἰς τὸ βάθος ἄντικρυς ἕως. χρὴ δὲ δῆλον ὅτι τὸ μεταξὺ τῶν προτέρων τραυμάτων ἀξιόλογον γίνεσθαι· μικροῦ γὰρ ὄντος αὐτοῦ κίνδυνος ξυῤῥαγῆναι τὰς ἑλκώσεις καὶ γενέσθαι μεγάλην μίαν, ὑφ’ ἧς οὐδὲν μὲν ἀποβήσεται χεῖρον, οἵ γε καίομεν ἕνεκα τοῦ ξηρᾶναί τε καὶ σφίγξαι μέρος· οὐ μὴν ἀναγκαῖόν ἐστιν οὐλὴν μεγάλην ἐργασάμενον αἴσχιον ἀποδεῖξαι τὸ χωρίον, ἐν ᾧ ἐπὶ σμικραῖς τρήσεσι τὴν ἴσην ὠφέλειάν ἐστι ποιήσασθαι.
45. Ἀλλὰ ἐν ἄλλῳ λόγῳ περὶ ἀδένων οὐλομελίης γεγράψεται, ὅτι τέ εἰσι καὶ οἷα ἐν οἵοισι σημαίνουσί τε καὶ δύνανται. τοὺς μὲν οὖν ἀδένας οὐ χρὴ προσεπιλαμβάνειν, οὐδ’ ὅσα ἐσωτέρω τῶν ἀδένων, μέγας γὰρ ὁ κίνδυνος.
Τὴν ὁλόκληρον φύσιν τῆς τῶν ἀδένων φύσεως οὐλομελίην εἴρηκεν, ἣν ἑτέρωθι διδάσκειν ἐπηγγείλατο, οὐ μὴν διασώζεταί γε τοιοῦτον βιβλίον Ἱπποκράτους περὶ ἀδένων οὐλομελίης. ἀλλά τις τῶν νεωτέρων Ἱπποκρατείων ἔγραψε μικρὸν βιβλίδιον ἐπιγράψας Ἱπποκράτους περὶ ἀδένων οὐλομελίης, ὃ καὶ τῇ λέξει καὶ τῇ διανοίᾳ λείπεται πάμπολυ τῶν γνησίων Ἱπποκράτους συγγραμμάτων, οὐ μὴν οὐδὲ ἐμνημόνευσέ τις περὶ αὐτοῦ τῶν ἔμπροσθεν ἰατρῶν, ἀλλ’ οὐδ’ οἱ τοὺς πίνακας ποιήσαντες ἴσασι τὸ βιβλίον.
46. Τοῖσι γὰρ ἐπικαιροτάτοισι τόνοισι γειτονεύονται. ὅσον δὲ ἐξωτέρω τῶν ἀδένων ἐπὶ πλεῖστον ἀπολαμβάνειν, ἀσινέα γάρ. γινώσκειν δὲ χρὴ ὅτι εἰ μὲν ἰσχυρῶς τὸν βραχίονα ἀνατείνοις, οὐ δυνήσῃ τοῦ δέρματος ἀπολαβεῖν οὐδὲν τοῦ ὑπὸ τῇ μασχάλῃ, ὅ τι καὶ ἄξιον λόγου κατατεῖναι.
Ὑποκεῖσθαι τῷ ὑπὸ τῇ μασχάλῃ φησὶ τόνους ἐπικαίρους οὕτως ὀνομάζων τὰ νεῦρα. γελοίως οὖν ἔνιοι τῶν νεωτέρων ἰατρῶν οἴονται τόνους τούτους ἐκεῖνα τὰ νεῦρα μόνον προσαγορεύειν νῦν ὅσα κατὰ τὴν συζυγίαν ἐξ ἐγκεφάλου πέφυκεν, ἐπειδὴ κατὰ τὸ βιβλίον τῶν ἐπιδημιῶν ἔφη· δύο δὲ τόνοι ἀπ’ ἐγκεφάλου παρὰ τὸ ὀστέον τοῦ μεγάλου σπονδύλου καὶ τὰ τούτων ἐφεξῆς. τὰ γὰρ ἐπὶ χεῖρας φερόμενα πρὸς ἁπάντων ὁμολογεῖται τῶν ἀνατομικῶν ἀπὸ τοῦ κατὰ τὸν τράχηλον ἐκφύεσθαι νωτιαίου, καθ’ ἃ μέρη πλησιάζει τῷ θώρακι καὶ ὡς φαίνεται ταῦτα προσαγορεύων
τόνους ἔν τε τῇ νῦν εἰρημένῃ ῥήσει καὶ μετ’ αὐτὴν πάλιν ἐφεξῆς δίς. καὶ κατώτερον δὲ πάλιν ἐν τοῖς περὶ τῆς ῥάχεως λόγοις τόνους ὀνομάζει νεῦρα.
47. Σιμοῦται γὰρ ἐν τῇ ἀνατάσει, οὐδ’ αὖ τόνους οὐδεμιῇ μηχανῇ δεῖ τιτρώσκειν. οὗτοι γὰρ πρόχειροι γίνονται καὶ κατατεταμένοι ἐν τούτῳ τῷ σχήματι. εἰ δὲ μικρὸν ἐπάρῃς τὸν βραχίονα, πολὺ μὲν τοῦ δέρματος ἀπολήψῃ, οἱ δὲ τόνοι, ὧν δεῖ προμηθέεσθαι, εἴσω καὶ πρόσω τοῦ χειρίσματος γίνονται.
Καταδαπανᾶσθαί φασι τὸ κατὰ τὴν μασχάλην δέρμα διὰ τῆς ἀνατάσεως ὅλης τῆς χειρὸς, ἐπειδὴ χαλαρὸν ἔμπροσθεν
ὂν, ὡς περιττὸν εἶναι δοκεῖν, ἐν τούτῳ τῷ σχήματι περιγίνεται τοῖς ὑποκειμένοις, ὥστε τὸ περιττεύειν πρότερον φανταζόμενον ἀπόλλυσθαί τε καὶ οἷον ἐκδαπανᾶσθαι κατὰ τὴν ἀνάτασιν τῆς χειρός.
48. Ἆρ’ οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ’ ἑκάστοισι;
Τὰ κατὰ δύναμιν ἴσα, τουτέστιν ἐν οἷς φυλάττεται τὸ κατὰ τὴν ἀξίαν τε καὶ οἰκεῖον ἑκάστῳ πράγματι. νυνὶ γοῦν ἐστι τὸ μὲν προκείμενον πρᾶγμα καῦσις τοῦ κατὰ τὴν μασχάλην δέρματος, ἣν χρὴ ποιήσασθαι, βραχίονα σχηματίζοντα προσηκόντως. εἰ μὲν οὖν εἰς τοσοῦτον εἴη καθήμενος, ὡς ψαύειν τῶν πλευρῶν, εἴη παντάπασιν ὀλίγον ἐξῃρμένος, οὐδὲ θεάσασθαι τὸ βάθος τῆς μασχάλης οἷόν τε, μή τί γε τοῖς δακτύλοις ἀνατεῖναι τὸ δέρμα καὶ διακαῦσαι, μέχρι πλεῖστόν τε ἐπαρθέντος τοῦ βραχίονος, οὐδὲν ὅ τι καὶ
ἄξιον λόγου δέρματος ἀνατεῖναι τοῖς δακτύλοις ἐγχωρεῖ. περιτείνεται γὰρ ἐν τῷδε τῷ σχήματι τοῖς ὑποκειμένοις σώμασιν, ἅμα δὲ καὶ τὰ νεῦρα πρόχειρα γίγνεται, τοιοῦτον ἐξαίρειν χρὴ τὸν βραχίονα καὶ ἀπάγειν τῆς μασχάλης, οἷον ὁρᾶται τὸ χωρίον ἡμῖν παρέξειν καὶ τοὺς δακτύλους εὐμαρῶς ὑποβάλλειν, ἀντιτείνειν τε τὸ δέρμα καὶ διακαίεν δύνασθαι οἷόν τε γένηται ταῦτα πράττειν, κατὰ τοῦτο τὸ σχῆμα τὴν χειρουργίαν προσίεσθαι προσήκει, προσώτερον δὲ μηκέτι ἀνατείνειν. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐξῄρομεν τὸν βραχίονα, πλὴν τὸ δύνασθαι τὸ περὶ τὴν μασχάλην δέρμα τοῖς δακτύλοις ἀνατείνειν τοσοῦτον, ὡς διακαῦσαι, καθότι προεῖπεν αὐτὸς, ὡς εἴ γε δυνατὸν ἦν ἐνεργεῖν ἡμᾶς ταῦτα καθημένους τοῦ βραχίονος σχήματός ἐστι χρεία, χαλαρώτερον ἐργαζομένου τὸ δέρμα· καὶ γὰρ πλεῖστον οὕτως ἀναταθήσεται καὶ τὰ τῆς χειρουργίας ἀκίνδυνα παντοίως ἔσται.
49. Ταῦτα μὲν κατὰ τὴν μασχάλην καὶ ἱκαναὶ αὗται αἱ καταλήψιες, ἢν ὀρθῶς τεθῶσιν αἱ ἐσχάραι.
Εἴρηνται αἱ καταλήψεις κατὰ τὸ δέρμα.
50. Κάτωθεν δὲ τῆς. μασχάλης δισσὰ μόνα ἐστὶ χωρία, ἵνα ἄν τις ἐσχάρας θείη, τιμωρεούσας τῷ παθήματι.
Τὸ ἔκτοσθεν εἴρηκε νῦν οὐ τὴν τόπου διαφορὰν σημαῖνον, ἀλλ’ ὥσπερ καὶ παρὰ Δημοσθένει καὶ τοῖς ἄλλοις ῥήτορσιν ἔξωθέν τι τοῦ πράγματος εἰρῆσθαι λέγεται δηλούντων τὸ πρᾶγμα. τὸ τοίνυν ὑπὸ τοῦ Ἱπποκράτους λεγόμενόν ἐστι τοιοῦτον· καὶ χωρὶς δὲ τῆς εἰρημένης εἰς τὴν μασχάλην καύσεως ἄλλαι δύο καύσεις εἰσὶ βοηθοῦσαι τῷ πάθει. τὸ γὰρ τιμωρεούσας τῷ παθήματι πρόδηλον ὅτι βοηθούσας δηλοῖ, καθάπερ καὶ Εὐριπίδης ἐποίησε τὸν Ὀρέστην λέγοντα·
Ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν τῷ πατρί.
διαφέρει γὰρ τὸ τιμωρῶν τοῦ τιμωρούμενος, ὃ μετὰ τῆς
καλουμένης αἰτιατικῆς πτώσεως σημαίνει τὸ κολάζον· οὕτως γοῦν καὶ ἑαυτὸν τιμωρούμενος ἐπιγέγραπται τὸ Μενάνδρου δρᾶμα.
51. Μίαν μὲν ἐν τῷ ἔμπροσθεν μεσηγὺ τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην.
Ἐν τούτῳ τῷ χωρίῳ καὶ ἡμῖν ἑώραται τὸ ἄρθρον ἐστηριγμένον, ὅπερ ἐστὶ μόριον ἁπάσης τῆς ἔμπροσθεν χώρας· οὔσης γὰρ ὅλης αὐτῆς πλατείας ἓν μέν τι μέρος ἐστὶν ἀκριβῶς μέσον, ἄλλα δὲ ἑκατέρωθεν δύο, τὸ μὲν ἐκ τῶν ἔνδοθεν μερῶν, οὗ νῦν ἐμνημόνευσε, τὸ δὲ ἐκ τῶν ἐκτὸς, οὗ μετὰ ταῦτα μνημονεύει. καὶ θαυμάσαι γε ἔστιν αὐτὸν ὅτι μηδ’ ὅλως ἑωρακὼς εἰς ἄλλο χωρίον ἐκπῖπτον τὸ ἄρθρον ἢ κατὰ τὴν μασχάλην οὐκ ἤρκεσε τῇ κατ’ αὐτὸν καύσει μόνῃ. προστιθεὶς δὲ δύο ἑτέρας ἐκείνων ἀκριβῶς ἐστοχάσατο τῶν χωρίων, ἐν οἷς καὶ ἡμεῖς εἴδομεν ἐστηριγμένην τὴν κεφαλὴν
τοῦ βραχίονος. ἐν οἷς τῆς ὠμιαίας φλεβὸς χώρα, καθ’ ἣν οἱ δύο μύες συμβάλλουσιν, ὅ τε ἀπὸ τοῦ στέρνου μέγας καὶ ὁ δελτοειδὴς ὀνομαζόμενος ἑώραται τετράκις ἡμῖν ὑποδεξαμένη τὴν ἔκπτωσιν. ἡ δ’ ἔξωθεν τῆς μέσης χώρας ἅπαξ, ὑπὲρ ἧς ἐφεξῆς ἐρεῖ.
52. Καὶ ταύτη τὸ μὲν δέρμα τελέως διακαίειν χρὴ, βαθύτερον δὲ οὐ χρή. φλέψ τε γὰρ παχείη πλησίη καὶ νεῦρα, ὧν οὐδέτερα θερμαντέα.
Τὴν προσαγορευομένην ὠμιαίαν φλέβα λέγει νῦν παχεῖαν ἐν ἴσῳ τῷ εὐρεῖαν ἢ μεγάλην. ἐπίκειται δὲ αὐτῇ συμβολὴ τῶν προειρημένων δύο μυῶν ἔχουσα παρακείμενον νεῦρον, ἀφ’ οὖ πᾶν τὸ πέριξ τῆς φλεβὸς δέρμα ἀπονεμήσεις λαμβάνει. τὸ μὲν οὖν φυλάττεσθαι ψαύειν τε τοῦ νεύρου καὶ τῆς φλεβὸς ἐν τῇ τοῦ δέρματος καύσει σαφῶς
οὐκέτι προσθεὶς τὸ ἐπίκαιρον. καὶ γὰρ ποῤῥωτάτω καὶ τοῦ νωτιαίου καὶ μικρὸν τῷ μεγέθει.
53. Ὄπισθεν δ’ αὖ ἄλλην ἐσχάρην ἐνδέχεται ἐνθεῖναι, ἀνωτέρω μὲν συχνῷ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην, κατωτέρω δὲ ὀλίγῳ τῆς κεφαλῆς τοῦ βραχίονος, καὶ τὸ μὲν δέρμα τελέως χρὴ διακαίειν, βαθεῖαν δὲ μηδὲ κάρτα ταύτην ποιέειν· πολέμιον γὰρ τὸ πῦρ νεύροισιν.
Ἐπὶ τὴν ὑπόλοιπον χώραν τῶν ὑποδεχομένων τὸ κατ’ ὦμον ἄρθρον ἐκπῖπτον ἀφίκετο τῷ λόγῳ, αὕτη δέ ἐστιν ἐν τοῖς ἔξω μέρεσι τῆς πρόσω χώρας, εἰς ἣν καὶ αὐτὴν ἑώραταί μοι ἅπαξ ἐκπεσὼν ὁ βραχίων. οὐκ ὀρθῶς δὲ ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων ἡ λέξις οὕτως γέγραπται, ὀπισθίην τε αὖ ἄλλην ἐσχάρην· οὐ γὰρ ὄπισθεν ὁ τόπος οὗτός ἐστι τῆς διαρθρώσεως, ἀλλ’ ἔξωθεν. εἰ γοῦν τις ἀκριβῶς ἐθέλοι διορίσαι τοὺς περικειμένους τόπους τῇ κατ’ ὦμον
ἔξωθεν τένοντος οὐκ ἂν ὀπίσω τῆς διαρθρώσεώς ἐστι τὸ σιμὸν τῆς ὠμοπλάτης, ὥσπερ γε καὶ τὸ κατ’ ὦμον ἡ μασχάλη, τὸ δ’ ἄνω μεταξὺ τοῦ τ’ ἀκρωμίου καὶ τῆς κεφαλῆς τοῦ βραχίονος.
54. Ἰητρεύειν μὲν οὖν χρὴ διὰ πάσης τῆς ἰητρείης τὰ ἕλκεα, μηδέποτε ἰσχυρῶς ἀνατείνοντα τὸν βραχίονα, ἀλλὰ μετρίως ὅσον τῶν ἑλκέων ἐπιμελείης εἵνεκα, ἧσσον μὲν γὰρ ἂν διαψύχοιτο. ξυμφέρει γὰρ πάντα τὰ καύματα σκέπειν, ὡς καὶ ἐπιεικῶς ἰητρεύεσθαι. ἧσσον δ’ ἂν ἐκπλήσσοιτο, ἧσσον δ’ ἂν αἱμοῤῥαγοίη, ἧσσον δ’ ἂν σπασμὸς ἐπιγένοιτο.
Τὰς αἰτίας αὐτὸς εἶπε, δι’ ἃς κελεύει τὸν βραχίονα μηδέποτε ἀνατεῖναι ἰσχυρῶς· πρώτην μὲν ὅτι πάντα τὰ καύματα συμφέρει σκέπειν, ὡς ἰατρεύεσθαι καὶ μὴ καταψύχεσθαι· καὶ ἄλλως μὲν γὰρ, ὡς αὐτὸς ἔλεγεν, ἕλκεσι τὸ
ψυχρὸν δακνῶδες δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει. πολὺ δὲ μᾶλλον ὅσα θερμὸν αἴτιον εἰργάσατο, καθάπερ νῦν τὸ πῦρ, ἧσσον δ’ ἂν, φησὶν, ἐκπλήσσοιτο, τουτέστιν ἐπὶ πλέον διΐστασθαι τὸ τοῖς χείλεσιν ἕλκος. ἐν τούτῳ γὰρ ψύχεται μᾶλλον καὶ χρονιώτερον συνουλοῦται καὶ αὐτὰς τὰς οὔλας ἔχει μείζονας. τὸ δ’ ἐφεξῆς εἰρημένον, ἧσσον δ’ ἂν αἱμοῤῥαγοίη, προσέθηκεν εἰς τὸν καθόλου λόγον ὑπενεχθεὶς ἁπάντων ἑλκῶν, οὐ τῶν νῦν προκειμένων ἴδιον. εἰ γὰρ ὡς ἐκέλευσεν οὕτω τις τὸ δέρμα διακαύσειεν, οὐδεὶς ἀκολουθήσειε φόβος αἱμοῤῥαγίας. ἴσως δ’ ἂν ἐκ τοῦ ψυχθῆναι τὰ νεῦρα γυμνωθέντος τοῦ δέρματος, οὐ τοῦ σπασμοῦ κίνδυνος ἀκολουθήσειε μόνος, καὶ αὐτοῦ κατὰ τὴν τελευτὴν ἐμνημόνευσε τῆς ὅλης ῥήσεως.
55. Ὅταν δὲ δὴ καθαρὰ γένηται τὰ ἕλκεα ἐς ὠτειλάς τε ἴῃ, τότε δὴ καὶ παντάπασι χρὴ αἰεὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προδεδέσθαι καὶ νύκτα καὶ ἡμέρην.
Τὰς ὠτειλὰς ἐνταῦθα κυρίως εἶπεν ἐπὶ τῶν οὐλῶν, οὐχ ὡς ἔμπροσθεν ἐπὶ τῶν ἑλκῶν· ἀξιοῖ δέ ποτε μάλιστα φροντίζειν τοῦ μηδέποτε ἀφίστασθαι τῶν πλευρῶν τὸν βραχίονα, πλὴν ἐπὶ βραχὺ μόνον ἐν ἐκείνῳ τῷ καιρῷ, καθ’ ὃν ἂν θεραπεύηται τὰ ἕλκη. μάλιστα γὰρ ἁλίσκεσθαι φαίνεται τὰ καθαρὰ τῶν ἑλκῶν οἷς κατὰ τὴν πρὸ ταύτης ῥῆσιν εἶπεν ἅπασι συμπτώμασι καὶ μάλιστα τοῖς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν. ἐπειδὴ πρόσθεν ἡμῖν ἥκειν ἔτι ῥυπαρὰ καὶ φλεγμαίνοντα καὶ τὸν ῥύπον αὐτῶν εἶχεν οἷον πρόβλημά τι καὶ σκέπασμά τι καὶ τὴν περιουσίαν τῶν παρὰ φύσιν ὑγρῶν, ἀλλὰ καὶ ἡ θερμασία τῆς φλεγμονῆς ἀντεῖχε τοῖς ἔξωθεν μὴ γινομένοις ψυχροῖς. ἡνίκα δ’ ἂν φλεγμαίνει, τότε καθαρὰ καὶ οἷον ἀπέριττα γέγονεν, αἰσθάνεται μᾶλλον ἢ προσθὲν ὧν πάσχει. διὰ ταῦτα πάντα ῥᾳδίως μὲν ὑπὸ τῶν ἔξωθεν αἰτιῶν καὶ μάλιστα τῶν ψυχρῶν ὀδυνᾶταί τε καὶ ψύχεται. τῷ δ’ ἀκριβεῖ τῆς αἰσθήσεως τήν τε ὀδύνην ἴσχει σφοδροτέραν καὶ τὰς ἐπικειμένας αὐτῇ δυσχερείας ἐπικτᾶται.
56. Ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς· οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη ἡ εὐρυχωρίη, καθ’ ἣν μάλιστα ὀλισθαίνει ὁ βραχίων.
Κἀνταῦθα τὸν σκοπὸν ὃν συνεβούλευσεν αὐτὸς ἐδήλωσεν εἰπὼν· οὕτως γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη εὐρυχωρίη, καθ’ ἣν ὀλισθαίνει ὁ βραχίων, δυνάμει τοῦτο λέγων. ὅσῳπερ γὰρ ἡ οὐλὴ βραχυτέρα γένηται, τοσούτῳ μᾶλλον εἰς ὀλίγον συναχθήσεται τὸ περὶ τὴν μασχάλην δέρμα. μέγιστον δέ ἐστι τοῦτο πρὸς τὸ μὴ. ῥᾳδίως ὀλισθαίνειν ἐνταῦθα τὸν βραχίονα.
57. Ὅσοισι δ’ ἂν ὦμος καταπορηθῇ ἐμβληθῆναι ἢν μὲν ἔτι ἐν αὐξήσει ἔωσιν, οὐκ ἐθέλει συναύξεσθαι τὸ ὀστέον τοῦ
βραχίονος, ὁμοίως τῷ ὑγιεῖ, ἀλλὰ αὔξεται μὲν ἐπί τι, βραχύτερον δὲ τοῦ ἑτέρου γίνεται.
Τὰ συμπτώματα διέρχεται νῦν, ὅσα τοῖς ἔξαρθρον ἔχουσι τὸν ὦμον ἐξ ἀνάγκης ἐπιγίγνεται· πρῶτον μὲν οὖν ἐστι καὶ κοινότατον, ᾧ καὶ τἄλλα ἕπεται πάντα τὸ ἀτροφώτερον ταὐτὸν γίγνεσθαι, τούτῳ δ’ αὐτῷ πάλιν ἕπεται. τελειωθέντος μὲν οὖν ἤδη τοῦ κώλου λεπτότης, ἔτι τε αὐξανομένου καὶ ἡ σμικρότης. αὕτη δ’ ἀτροφία διά τε τὴν διαστροφὴν γίγνεται τῶν κατὰ κῶλον ἀγγείων τε καὶ μυῶν, αἰτία δὲ ἡ ἀκινησία ὅλου τοῦ ἄρθρου· καὶ γάρ τι τῶν ὑγιῶν κώλων ἐπὶ χρόνῳ πολλῷ παντάπασιν ἀκίνητον μεῖναν σαφῶς ἀτροφώτερον φαίνεται.
58. Καὶ οἱ καλεόμενοι δὲ ἐκ γενεῆς γαλιάγκωνες διὰ δισσὰς ξυμφορὰς ταύτας γίνονται· ἤν γέ τι τοιοῦτον αὐτοὺς
ἐξάρθρημα καταλάβῃ ἐν γαστρὶ ἐόντας, διά τε ἄλλην συμφορὴν, περὶ ἦς ὕστερόν ποτε γεγράψεται.
Εἴτε ἀπὸ τῆς πρὸς τὰς γαλᾶς ὁμοιότητος ἐκλήθησαν οἱ γαλιάγκωνες εἴτ’ ἀπ’ ἄλλου τινὸς ἐπιτρέπειν χρὴ τοῖς περὶ αὐτὰ σπουδάζουσιν ἐπιμελῶς ζητεῖν. ἰατρῷ δὲ χρήσιμον ἐπίστασθαι τὸ γεννᾶσθαί τινας ἐξάρθρους ἀμφότερα τὰ κατ’ ὦμον ἄρθρα, τό τε ἀριστερὸν καὶ τὸ δεξιὸν, ὅτι τε μικροὺς ἐξ ἀνάγκης ἔχουσιν οὗτοι τοὺς βραχίονας. εἰδέναι δεῖ τινα καὶ ἄλλην συμφορὰν ἐργαζομένην ταὐτὸ πάθημα, περὶ ἧς αὖθις ἐρεῖν ἐπαγγέλλεται. χαλεπὸν δὲ εὑρεῖν ἑτέραν, ἣν αὐτὸς ἐφεξῆς λέγει συμβαίνειν τοῖς νηπίοις. ἔχει δὲ ἡ λέξις οὕτως.
59. Ἀτὰρ καὶ οἷσιν ἔτι νηπίοισιν ἐοῦσι κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος βαθεῖαι καὶ ὑποβρύχιοι ἐκπυήσιες γίνονται; καὶ οὗτοι πάντες γαλιάγκωνες γίνονται. καὶ ἤν τε τμηθῶσιν
ἤν τε καυθῶσιν ἤν τε αὐτόματόν σφιν ἐκραγῇ, εὖ εἰδέναι χρὴ ὅτι ταῦτα οὕτως ἔχει. χρέεσθαι μέντοι τῇ χειρὶ δυνατώτατοί εἰσιν οἱ ἐκ γενεῆς γαλιάγκωνες, οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἀνατεῖναι παρὰ τὸ οὖς τὸν βραχίονα ἐκτανύσαντες τὸν ἀγκῶνα δύνανται, ἀλλὰ πολὺ ἐνδεεστέρως ἢ τὴν ὑγιέα χεῖρα.
Δύναται δὲ τοῦτο καὶ κυουμένοις ἐπισυμβαίνειν· συμφορὰν δ’ ἄλλην ἔτι κυουμένοις ἐξαρθρήματος αἰτίαν γίνεσθαι χαλεπὸν εὑρεῖν, ἀμφοτέρας δὲ ταύτας οὐκ ἀδύνατον συμβῆναι· καὶ γὰρ ἐκπυῆσαι δυνατόν ἐστι τὸ ἐκραγῆναι καὶ ἀπουλωθῆναι τῷ κυουμένῳ τῷ βρέφει πρὸς τῆς φύσεως καὶ τοῦτο μᾶλλον ἔτι κατὰ ἔμπτωσιν ἐνδέχεται τοῦ κατ’ ὦμον ἄρθρου διά τε τὴν ὑγρότητα τῆς φύσεως τοῦ παιδίου καὶ τῆς κατὰ διάρθρωσιν κοτύλης τὸ εὐυπέρβατον.
60. Οἷσι δ’ ἂν ἤδη ἂν ἀνδράσιν ἐοῦσι ἐκπέσῃ ὁ ὦμος καὶ μὴ ἐμβληθῇ, ἐπωμὶς ἀσαρκωτέρη γίνεται καὶ ἡ ἕξις λεπτὴ ἡ κατὰ τοῦτο, ὅταν μέντοι ὀδυνώμενοι παύσωνται. ὁκόσα μὲν δεῖ ἐργάζεσθαι ἐπάραντας τὸν ἀγκῶνα ἀπὸ τῶν πλευρέων εἰς τὸ πλάγιον, ταῦτα μὲν οὐ δύναται ἅπαντα ὁμοίως ἐργάζεσθαι. ὁκόσα δὲ δεῖ ἐργάζεσθαι παραφέροντας τὸν βραχίονα παρὰ τὰς πλευρὰς ἢ ἐς τοὐπίσω ἢ ἐς τοὔμπροσθεν. ταῦτα δὲ δύνανται ἐργάζεσθαι· καὶ γὰρ ἂν ἀρίδα ἑλκύσαιεν καὶ πρίονα καὶ πελεκίσαιεν ἂν καὶ σκάψαιεν, ἂν μὴ κάρτα ἄνω αἴροντες τὸν ἀγκῶνα καὶ τἄλλα ὅσα τῶν τοιούτων σχημάτων ἐργάζονται.
Ἡ ἐπωμὶς τοῖς οὕτω πεπονθόσι κἀν τῷ παραχρῆμα φαίνηται λεπτοτέρα καὶ ἀσαρκωτέρα τῆς κεφαλῆς τοῦ βραχίονος ἀπολειπούσης τὸν ὦμον, ἀλλὰ καὶ εἰς ὕστερον ἔτι μᾶλλον φαίνεται τοιαύτη, διότι γίνεται τοῦ χρόνου
περιόντος ἀτροφώτερα τὰ μόρια τοῦ δελτοειδοῦς μυὸς ἀσθενοῦς τεινομένου, διότι κάτω γίνεται βίαιος ἀκολουθῶν εἰς μασχάλην τῆς κεφαλῆς τοῦ βραχίονος. ὅτι δὲ διὰ τὸ μὴ κινεῖσθαι μηδὲ ἐνεργεῖν τὴν οἰκείαν ἐνέργειαν, ἣν εἶχεν ἀνατείνων τὸν βραχίονα, ψυχρότερος καὶ ἀσθενέστερος ἀποτενούμενος καὶ ἀτροφώτερος διὰ τοῦτο γίνεται· κίνησις μὲν γὰρ κρατύνει, ἀργίη δὲ τήκει.
61. Ὅσοισι δ’ ἂν τὸ ἀκρώμιον ἀποσπασθῇ, τουτέοισι φαίνεται ἐξέχον τὸ ὀστέον τῶν ἀπεσπασμένων. ἔστι δὲ τοῦτο ὁ σύνδεσμος τῆς κληῖδος καὶ τῆς ὠμοπλάτης· ἑτεροίη γὰρ φύσις ἀνθρώπου ταύτη ἢ τῶν ἄλλων ζώων. οἱ οὖν ἰητροὶ μάλιστα ἐξαπατέονται ἐν τούτῳ τῷ τρώματι, ἅτε γὰρ ἀνασχόντος τοῦ ὀστέου τοῦ ἀποσπασθέντος ἡ ἐπωμὶς φαίνεται χαμαιζήλη καὶ κοίλη, ὥστε καὶ προμηθεῖσθαι τῶν ὤμων τῶν ἐκπεπτωκότων. πολλοὺς οὖν οἶδα ἰητροὺς τἄλλα οὐ φλαύρους ἐόντας, οἳ πολλὰ ἤδη ἐλυμήναντο ἐμβάλλειν πειρώμενοι τοὺς τοιούτους ὤμους, οὕτως οἰόμενοι
δὲ τὸ ἀκρώμιον ἐν ὀλίγῃσιν ἡμέρῃσιν γίνεται, ἢν χρηστῶς ἐπιδέηται.
Σύνζευξιν ἐνδείκνυται τὸ ἀκρώμιον εἶναι, λέγει δὲ καὶ ὀστοῦν ὑπάρχειν αὐτὸ καὶ συνδεῖν ἄμφω τὰ εἰρημένα. δῆλον οὖν ὅτι χονδρῶδες ὀστοῦν ἐστι τὸ ἀκρώμιον ἐπικείμενον τῇ συνζεύξει τῆς κλειδὸς καὶ τῆς ὠμοπλάτης, ὑμένας ἐκπεφυκότας ἔχον, οἷς συνδεῖται τὰ πέρατα τῶν ὀστῶν. ἀποσπασθέντι δὲ αὐτῷ καὶ κλεὶς εἴωθε συνέπεσθαι καὶ διὰ τοῦτο ἐπανόρθωσις γίγνεται καταναγκαζομένης εἰς τὸ κάτω τῆς κλειδὸς, ὡς ἀποτελεῖσθαί τινας κυκλοτερεῖς καμπὰς αὐτῆς. ἐνταῦθα δὴ καὶ τοῖς νεωτέροις ἡ κατανάγκασις αὕτη μᾶλλον ἐπιτυγχάνει· ὅσῳ γὰρ ἡ ἡλικία προέρχεται, ξηρότερα τὰ σώματα ἡμῶν ἀποτελεῖται. καθάπερ οὖν τὰ ξηρὰ ξύλα πρὸς καμπάς ἐστιν οὐκ ἐπιτήδεια, τὰ δὲ ὑγρὰ καὶ χλωρὰ ῥᾳδίως πάσχει τοῦτο, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν ἔτι αὐξανομένων ὀστᾶ δύναται κάμπτεσθαι καταναγκαζόμενα, καὶ πολὺ μᾶλλον, ὅταν ᾖ χαῦνα καὶ σηραγγώδη, καθάπερ
ὀθονίου καὶ ἐρίων εἰς τὸ βαλανεῖον αὐτὸς ἐπορεύθην καὶ πολὺ περιχεόμενος ἔλαιον ἐνδιέτριψα τῇ δεξαμένῃ, μέχρι δυνατὸν ἦν, νομίζων ὅπως κομισθείη τὰ πρὸς τὴν θεραπείαν· ὥστε μοι καὶ διὰ ταύτην τὴν κακοπάθειαν οἱ μύες ἐδέοντο συνεχοῦς καταντλήσεως. οἱ πολλοὶ δὲ καὶ μὴ γενομένης αὐτῆς τῆς ἐπιδέσεως οὐ φέρουσιν, ἀλλ’ αἱροῦνται τὴν εἰς τὸν ἔπειτα χρόνον ἐκ τοῦ πάθους ἔχειν δυσχέρειαν ὑπὲρ τοῦ μὴ πονεῖσθαι μέχρι τεσσαρακονθημέρου· οὐ γὰρ ἡγοῦμαι θᾶττον δύνασθαι τῶν τοσούτων ἀκριβῶς καμφθῆναι τὸ τῆς κλειδὸς ὀστοῦν. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.
62. Κληῒς δὲ κατεηγεῖσα ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐϊητοτέρη ἐστὶν, ἢν δὲ παραμηκέως, δυσιητοτέρη. τἀναντία δὲ τούτοις ἐστὶν ἢ ὡς ἄν τις οἴοιτο· τὴν μὲν γὰρ ἀτρεκέως ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς τὴν φύσιν ἐλθεῖν καὶ εἰ πάνυ προμηθηθείη τὸ ἀνωτέρω, κατωτέρω ἂν ποιήσειε σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπιδέσει
ἁρμοζούσῃ. εἰ δὲ μὴ τελέως ἱδρυνθείη, ἀλλ’ οὖν τὸ ὑπερέχον γε τοῦ ὀστέου οὐ κάρτα ὀξὺ γίνεται. ὡς δ’ ἂν παράμηκες τὸ ὀστέον κατεάγῃ, ἰκέλη ἡ ξυμφορὴ γίνεται τοῖσιν ὀστέοισι τοῖσιν ἀπεσπασμένοισι, περὶ ὧν πρόσθεν γέγραπται· οὕτε γὰρ ἱδρυνθῆναι αὐτὸ πρὸς ἑωυτὸ κάρτα ἐθέλει, ἥ τε ὑπερέχουσα ἀκρὶς τοῦ ὀστέου ὀξεῖα γίνεται κάρτα. τὸ μὲν οὖν σύμπαν εἰδέναι χρὴ ὅτι βλάβη οὐδεμίη τῷ ὤμῳ οὐδὲ τῷ ἄλλῳ σώματι γίνεται διὰ τὴν κάτηξιν τῆς κληῖδος, ἢν μὴ ἐπισφακελίσῃ. ὀλιγάκις δὲ τοῦτο γίνεται.
Λέγει τὴν δι’ ὅλως ἀποκαυλισθεῖσαν, ὡς κατὰ μηδὲν προσέχεσθαι, τὸ δὲ ἀντικείμενον τούτῳ τὸ οὐκ ἀτρεκέως ἐστὶν, ὃ καθ’ ἕνα τρόπον γινόμενον ἐδήλωσεν εἰπών· ἢν δὲ παραμηκέως, δυσιητοτέρη μετ’ αὐτοῦ καὶ συνενδείξασθαι τὴν μὲν ἀκριβῶς ἀποκαυλιζομένην ἐγκαρσίαν πάσχειν τοῦτο, τὴν δ’ οὐκ ἀκριβῶς κατὰ μῆκος. ὅταν μὲν οὖν ὁλοκλήρως ἀποκαυλισθῇ, παραλλάττειν εἴωθε τοὐπίπαν ἀλλήλων τὰ
μόρια, καὶ τὸ μὲν ἄνω χωρεῖν, τὸ δὲ κάτω, τὸ μὲν ἔσω, τὸ δὲ ἕξω. καὶ κατὰ τοῦτο φαίνεται μέγα τε τὸ κάταγμα καὶ δυσίατον εἶναι, κατὰ δὲ τὸν ἕτερον τρόπον, ἡνίκα παραμήκης ἐστὶν ἡ διάθεσις τοῦ κατάγματος, ἡ μὲν φαντασία μικροτέρα, χαλεπωτέρα δὲ ἡ ἴασις. οὐ γὰρ ἐνδέχεται τὴν ἐν κύκλῳ περιβολὴν ὥσπερ τὰ κῶλα μόνην δυναμένην προστεῖλαι καὶ παραγαγεῖν τὸ παρὰ μῆκος ἐσχισμένον τῆς κλειδός. ἐὰν οὖν, ὦν εἴρηκα νῦν εἴης μεμνημένος, οὐδὲν ἐνεγκεῖν φαίνεται τῶν ἐφεξῆς ὑπ’ αὐτοῦ λεγομένων ἀσαφές.
63. Αἶσχός γε μὴν προσγίνεται περὶ τὴν κάτηξιν τῆς κληῖδος καὶ τούτοισι τοῖσι τὸ πρῶτον αἴσχιστον, ἔπειτα μὴν ἐπὶ ἧσσον γίνεται.
Βέλτιον ἦν εἰπεῖν ἐπὶ ἧσσον γίνεται· κατ’ ἀρχὰς μὲν γὰρ τῷ ξένῳ τοῦ πράγματος αἰσχρὸν αὐτοῖς εἶναι δοκεῖ τὸ
γεγονός. ἐν δὲ τῷ χρόνῳ συνειθιζομένοις ὥσπερ ἐπὶ τοῖς ἄλλοις ἅπασιν, οὕτω κἀπὶ τῷδε καταφρονεῖται τὸ αἶσχος.
64. Συμφύεται δὲ ταχέως κληῒς καὶ τἄλλα πάντα ὅσα χαῦνα ὀστέα. ταχεῖαν γὰρ τὴν ἐπιπώρωσιν ποιέεται τὰ τοιαῦτα. ὅταν μὲν οὖν νεωστὶ καταγῇ, οἱ τετρωμένοι σπουδάζουσιν οἰόμενοι μεῖζον τὸ κακὸν εἶναι ἢ ὅσον ἐστὶν οἵ τε ἰητροὶ προθυμέονται δῆθεν ὀρθῶς ἰῆσθαι. προϊόντος δὲ τοῦ χρόνου οἱ τετρωμένοι, ἅτε οὐκ ὀδυνώμενοι οὔτε κωλυόμενοι οὔτε ὁδοιπορίης οὔτε ἐδωδῆς καταμελέουσιν· οἵ τε αὖ ἰητροὶ ἅτε οὐ δυνάμενοι κατὰ τὰ χωρία ἀποδεικνύναι ἀποδιδράσκουσι καὶ οὐκ ἄχθονται τῇ ἀμελείῃ τῶν τετρωμένων, ἐν τούτῳ δὲ ἡ ἐπιπώρωσις συνταχύνεται. ἐπιδέσιος μὲν οὖν τρόπος καθέστηκε παραπλήσιος τοῖσι πλείστοισι, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι μαλθακοῖσιν ἰητρεύειν, καὶ τάδε δεῖ προσιητρεύειν καὶ τάδε δεῖ προσξυνιέναι καὶ μάλιστα ἐν τούτῳ τῷ χειρίσματι,
ζῶσμα ἐς τοὔμπροσθεν ἄγουσι καὶ αὖθις ἐς τοὔπισθεν. οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ’ αὐτὴν τὴν ἕδρην καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι τὸ κάταγμα. ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεωμένῳ δὲ ἄχρηστα· οὔτε γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ’ εἰ κατακέοιτό τις, καίτοι ἐγγυτάτω ἂν οὕτως, ἀλλ’ ὅμως εἰ κατακείμενος ἢ τὸ σκέλος συγκάμψειεν ἢ αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπιδέσματα κινέοιτο ἄλλως τε ἀσηρὴ ἡ ἐπίδεσις.
Τὴν αἰτίαν εἶπεν αὐτὸς τοῦ ταχέως τὰ τοιαῦτα συμφύεσθαι, τοῦ μέντοι τὴν πώρωσιν γίγνεσθαι ταχεῖαν, οὐκ ἔτ’ εἶπε τὴν αἰτίαν, ὡς ἂν ἐξ αὐτῶν τῶν ὀστῶν τῆς φύσεως ὑπὲρ ὧν ὁ λόγος ἐστὶ νοηθῆναι δυναμένην. τὰ γὰρ χαῦνα πλείονος ἐν αὐτοῖς ὑγρότητος μετέχει. λέλεκται δὲ ἡμῖν ἐν τοῖς ἔμπροσθεν ὡς ἐκχεομένης αὐτῆς, εἶτα πηγνυμένης ὑπὸ τῆς κατὰ τὸ πεπονθὸς ὀστοῦν δυνάμεως ὁ
πῶρος ἐπιτρέφεται τοῖς χείλεσι τοῦ κατεαγότος ὀστοῦ. κἀπειδὰν ἱκανῶς τοῦτο γένηται, συνδεῖταί τε καὶ σφίγγεται τὰ χείλη τοῦ κατάγματος, οὐ διὰ τοῦ βάθους ἐῤῥιμμένου τοῦ πεπονθότος ὀστοῦ, καθάπερ ἐῤῥιμμέναι σάρκες, ἀλλ’ ὡς εἴρηται κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οἷον δεσμόν τινα ἀχθομένου. τὰ δ’ ἑξῆς ἅπαντα δῆλα τοῖς προσέχουσι τὸν νοῦν.
65. Ἥ τε γὰρ ἕδρη ἀπολαμβάνεται ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ τῇ στενοχωρίῃ γίνεται. τά τε αὖ περὶ τὴν ζώνην παραβαλλόμενα οὐχ οὕτως ἰσχυρῶς ἔζωσται, ὡς οὐκ ἀναγκάσαι ἐς τὸ ἄνω τὴν ζώνην ἐπανιέναι καὶ οὕτως ἀνάγκη ἂν εἴη πάντα χαλᾷν τὰ ἐπιδέσματα, ἄγχιστα δ’ ἄν τις δοκέῃ ποιέειν, καίπερ οὐ μεγάλα ποιέων, εἰ τοῖσι μέν τισι τῶν ὀθονίων περὶ τὴν ζώνην περιβάλλοι, τοῖσι δὲ πλείστοισι τῶν ὀθονίων τὴν ἀρχαίην ἐπίδεσιν ἐπιδέοι· οὕτω γὰρ ἂν μάλιστα τὰ ἐπιδέσματα μόνιμά τε εἴη καὶ ἀλλήλοισι τιμωρέοι. τὰ μὲν οὖν πλεῖστα εἴρηται ὅσα καταλαμβάνει
τοὺς τὴν κληῖδα καταγνυμένους, προσξυνιέναι δὲ καὶ τόδε χρὴ, ὅτι κληῒς ὡς ἐπὶ τὸ πουλὺ κατάγνυται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος πεφυκὸς ὀστέον εἰς τὸ ἄνω μέρος ὑπερέχειν, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης πεφυκὸς ὀστέον ἐν τῷ κάτω μέρει εἶναι. αἴτια δὲ τούτων τάδε, ὅτι τὸ μὲν στῆθος οὔτε κατωτέρω ἂν πουλὺ οὔτε ἀνωτέρω χωρήσειεν.
Οὐκ ἔστι σύνθετον ὄνομα τὸ στενυγροχωρίῳ ἐκ τε τοῦ ὑγροῦ καὶ τοῦ στενοῦ καὶ τῆς χώρας γεγονὸς, ὥς τινες νομίζουσιν, ἀλλ’ ἀπὸ τοῦ στενυγρὸν, ὅπερ οὐδ’ αὐτὸ πλέον σημαίνει τοῦ στενοῦ κατὰ παραγωγήν τινα γεγενημένης στενυγροχωρίας μηδὲν πλέον δηλούσης τῆς στενότητος. εὔδηλον δὲ τοῦτο κἀξ ὧν Σιμωνίδης εἶπεν, ὧδέ πως ἐχόντων· οὔπω τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέγονται δὶς ἐν οὐδὲ πάρδαλιν μοῦνος στενυγρῷ συντυχὼν ἐν ἀτραπῷ. ψιλοῦται δὲ δηλονότι κατὰ τὴν δευτέραν συλλαβήν.
66. Μικρὸς γὰρ ὁ κιγκλισμὸς τοῦ ἄρθρου τοῦ ἐν τῷ στήθει.
Τὴν βραχεῖαν κίνησιν ὠνόμασε κιγκλισμόν. εἰ δ’ ἀπὸ τοῦ ζώου τοῦ κίγκλου γέγονε τοὔνομα, διότι κινεῖ συνεχῶς ἐκεῖνο τὰ πηγάνεια πτέρνα ἢ ἀπό τινος ἄλλου τῆς προκειμένης πραγματείας, οὐκ ἔστιν οἰκεῖον, ἀλλὰ μᾶλλον δεῖται αἰτίαν εἰπεῖν, δι’ ἣν ἡ πρὸς τὸ στέρνον τῆς κλειδὸς διάρθρωσις οὐ τῶν μικροτάτων οὖσα, καθάπερ ἕτεραί τινες, ὅμως οὐκ ἔχει κίνησιν ἀξιόλογον. αὐτὸς οὖν ὁ Ἱπποκράτης ἥντινα λέγει τούτου τὴν αἰτίαν εἶναι διὰ τῆς λέξεως ἀκούσωμεν. στῆθος δὲ ἔοικεν οὐ τὸ σύμπαν λέγειν χωρίον, ὅσον ἐν τοῖς πρόσω τοῦ θώρακός ἐστιν, ἀλλὰ τὸ μέσον ὀστοῦν, ἐν ᾧ διαρθροῦνται πλευραὶ, ὃ καλοῦσιν ἰδίως οἱ μετ’ αὐτὸν ἰατροὶ στέρνον, ὅπερ ἀληθῶς εἶπεν.
67. Αὐτὸ γὰρ ἑωυτῷ συνεχές ἐστι τὸ στῆθος καὶ τῇ ῥάχει.
Τὸ μὲν οὖν ἑαυτῷ συνεχὲς εἶναι τὸ στέρνον ἐναργῶς φαίνεται· τὸ δὲ τῇ ῥάχει νοηθήσεται σαφῶς, ἐὰν σκελετῷ ζώῳ τὰς πλευράς ποτε ἴδῃς ἐναργῶς ἐρηρεισμένας ὀπίσω μὲν ἐπὶ τῆς ῥάχεως, ἔμπροσθεν δὲ πρὸς τὸ στέρνον.
68. Ἄγχιστα μὲν ἡ κληῒς πρὸς τὸ τοῦ ὤμου ἄρθρον πλοώδης ἐστίν· ἠνάγκασται γὰρ πυκινοκίνητος εἶναι διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν. ἄλλως τε ὅταν τρωθῇ, φεύγει ἐς τὸ ἄνω μέρος τὸ πρὸς τῷ στήθει προσεχόμενον καὶ οὐ μάλα ἐς τὸ κάτω μέρος ἀναγκάζεσθαι ἐθέλει. καὶ γὰρ πέφυκε κοῦφον καὶ ἡ εὐρυχωρίη αὐτῷ ἄνω πλείων ἢ κάτω. ὁ δὲ ὦμος καὶ τὰ προσηρτημένα τούτοισιν εὐαπόλυτά εἰσιν ἀπὸ τῶν πλευρέων καὶ τοῦ στήθεος καὶ διὰ τοῦτο δύναται καὶ ἀνωτέρω πουλὺ ἀνάγεσθαι καὶ κατωτέρω. ὅταν
γοῦν καταγῇ κληῒς, τὸ πρὸς τῷ ὤμῳ ὀστέον ἐς τὸ κατωτέρω ἐπιῤῥέπει· ἐς τοῦτο γὰρ ἐπιτροχώτερον αὐτὸ ἅμα τῷ ὤμῳ καὶ τῷ βραχίονι κάτω ῥεῦσαι μᾶλλον ἢ ἐς τὸ ἄνω. ὁπότε οὖν ταῦτά ἐστιν, ἀξυνετέουσιν ὅσοι τὸ ὑπερέχον τοῦ ὀστέου ἐς τὸ κάτω καταναγκάσαι οἴονται εἶναι, ἀλλὰ δῆλον ὅτι τὸ κάτω πρὸς τῷ ἄνω προσακτέον ἐστί. τοῦτο γὰρ ἔχει κίνησιν, τοῦτο γάρ ἐστι καὶ τὸ ἀποστὰν ἀπὸ τῆς φύσιος. δῆλον οὖν ὅτι ἄλλως μὲν οὐδαμῶς ἐστιν ἀναγκάσαι τοῦτο· αἵ τε γὰρ ἐπιδέσιες οὐδέν τι μᾶλλον προσαναγκάζουσιν ἢ ἀπαναγκάζουσιν. εἰ δέ τις τὸν βραχίονα πρὸς τῇσι πλευρῇσιν ὡς μάλιστα ἐόντα ἀναγκάζοι ἄνω, ὡς ὅτι ὀξύτατος ὁ ὦμος φαίνεται εἶναι, δῆλον ὅτι οὕτως ἂν ἁρμοσθείη πρὸς τὸ ὀστέον τὸ ἀπὸ τοῦ στήθεος πεφυκὸς ὅθεν ἀπεσπάσθη.
Τροπικοῖς ὀνόμασι καὶ γλωσσηματικοῖς εἴωθεν ὁ Ἱπποκράτης ἐννοιῶν χρῆσθαι, καίτοι πολιτικὴν ἑρμηνεύων ἑρμηνείαν, ὅμοιόν τι τούτῳ πεπονθὼς ὁ Ξενοφῶν· καὶ
τὸ λεγόμενον, τὸ οὕτω ἐγγυτάτω τὸ πυκινοκινήτου ἡ κλείς ἐστι πλησίον τοῦ κατ’ ὦμον ἄρθρου.
69. Εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως συναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίῃ, ἰητρεύοι τ’ ἂν τάχιστα καὶ κάλλιστα· κατακέεσθαι μέντοι τὸν ἄνθρωπον μέγα τὸ διάφορόν ἐστι καὶ ἡμέραι ἱκαναὶ τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι.
Νομίμην ἐπίδεσιν λέγει τὴν ὑπὸ πάντων εἰθισμένην καὶ ὥσπερ ἄγραφον ἤδη νόμον οὖσαν· οὕτως γὰρ κἀν τῷ βίῳ τινὰ τῶν ἐθῶν, ὅσα πρὸς ἁπάντων ἐπιτηδεύηται, τοῖς νόμοις ἐστὶ παραπλήσια. τὴν μὲν οὖν καταγματικὴν ἐπίδεσιν οὐ πάντῃ ἐποίουν τοῦ προσήκοντος, καὶ διὰ τοῦτο πλείονα περὶ αὐτῆς ἔγραψεν ἐν πρώτῳ βιβλίῳ περὶ τῶν ἀγμῶν. ἐνταυθοῖ δὲ οὐδεμία παθήματος ἐπίδεσις οὐδενὸς
τοιαύτη. δέδεικται γάρ μοι καὶ διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων, ἀλλὰ καὶ νῦν ἀνεμνήσθη, πάντα μὲν ὅσα τῷ τρόπῳ τῆς καταγματικῆς ἐπιδέσεως ὑποπίπτει παθήματα, κατ’ ἐκεῖνο τὸ βιβλίον ὑπ’ αὐτοῦ γεγράφθαι, πάντα δ’ αὖ πάλιν ὅσα τῇ λοιπῇ κατὰ τοῦτο. γίνεται γὰρ ἡ καταγματικὴ περιβαλλόντων ἡμῶν ἐν κύκλῳ τὰ ὀθόνια τῷ κατεαγότι μορίῳ. τὸ δεύτερον εἶδος τῆς ἐπιδέσεως ἐπ’ ἄλλα μόρια τὴν νομὴν ποιουμένων, καὶ κατά γε τὸ πλεῖστον ἐπὶ τὰ ἀντικείμενα τῷ πεπονθότι, καθάπερ κἀν ἰητρείῳ εἶπεν· ὁμολογέει δὲ ὁμοῦ μὲν ἡ περὶ τὴν ἑτέρην μασχάλην περιβολή.
70. Εἰ μέντοι τινὶ ἐπὶ τἀναντία ἡ κληῒς καταγείη, ὃ οὐ μάλιστα γίνεται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος ὀστέον ὑποδεδυκέναι, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης ὀστέον ὑπερέχειν καὶ ἐποχέεσθαι ἐπὶ τοῦ ἑτέρου, οὐδεμιῆς μεγάλης ἰητρείης ταῦτά γ’ ἂν δέοιτο. αὐτὸς γὰρ ὁ ὦμος ἀφιέμενος καὶ
ὁ βραχίων ἱδρύοι ἂν τὰ ὀστέα πρὸς ἄλληλα καὶ φαύλη ἄν τις ἐπίδεσις ἀρκέοι καὶ ὀλίγαι ἡμέραι τῆς πωρώσιος γένοιτ’ ἄν.
Ἔμπροσθεν μὲν ἔλεγεν, ὡς τὸ πολὺ τὸ ἀπὸ τοῦ στέρνου μέρος τῆς κλειδὸς, ὁπόταν ὅλη δι’ ὅλης ἑαυτῆς ἀποκαυλισθῇ, πρὸς τὴν ἄνω χώραν μεθίσταται, ταπεινότερον δὲ γίγνεσθαι τὸ ἀπὸ τῆς ἀκρωμίης. νυνὶ δὲ περὶ τοῦ σπανιωτέρου τρόπου γράφει, καθ’ ὃν ὑψηλότερον μὲν γίνεται ἀπὸ τῆς ἀκρωμίης, ταπεινότερον τὸ πρὸς τῷ στέρνῳ, ὃ καί φησιν εὐιατότερον ὑπάρχειν. αὐτοῦ καθιεμένου συγκαθίσταται καὶ τὸ τῆς κλειδὸς μέρος, ὅσον συνεχές ἐστι τοῦ ἀκρωμίου. καὶ οὕτως ἐξ ἴσου τε γενόμενον θατέρῳ τῆς ἐπιδέσεως καὶ τῆς θεραπείας τυγχάνειν.
71. Εἰ δὲ μὴ καταγείη μὲν οὕτως, παρολισθαίνοι δὲ ἐς τὸ πλάγιον ἢ τῇ ἢ τῇ, ἐς τὴν φύσιν μὲν ἀπαγαγεῖν ἂν δέοι,
ἀναγαγόντα τὸν ὦμον σὺν τῷ βραχίονι, ὥσπερ καὶ πρόσθεν εἴρηται. ὅταν δὲ ἵζηται εἰς τὴν ἀρχαίην φύσιν, ταχείη ἂν ἡ ἄλλη ἰητρείη εἴη. τὰ μὲν οὖν πλεῖστα τῶν παρηλλαγμένων κατορθοῖ αὐτὸς ὁ βραχίων ἀναγκαζόμενος πρὸς τὰ ἄνω.
Ἀκούειν σε χρὴ νῦν εἰρῆσθαι πρὸς αὐτοῦ κατὰ τὴν ἔνδον ἢ ἔξω μετάστασιν τῶν ὀστῶν. ἄκουε δέ μου λέγοντος ἔνδον μὲν εἰς τὸ βάθος τοῦ σώματος, ἔξω δὲ ἐπὶ τοῦ πρὸς τὸ δέρμα.
72. Ὅσα δὲ τῶν ἄνωθεν παρολισθαίνοντα ἐς τὸ πλάγιον ἦλθεν ἢ ἐς τὸ κατωτέρω, συμπορσύνοι ἂν τὴν κατόρθωσιν, εἰ ὁ μὲν ἄνθρωπος ὕπτιος κέοιτο, κατὰ δὲ τὸ μεσηγὺ τῶν ὠμοπλατέων ὑψηλότερόν τι ὀλίγον ὑποκέοιτο, ὡς περιῤῥηδὲς ἔῃ τὸ στῆθος ὡς μάλιστα καὶ τὸν βραχίονα, εἰ ἀνάγοι
τις παρὰ τὰς πλευρὰς παρατεταμένον. ὁ δὲ ἰητρὸς τῇ μὲν ἑτέρῃ χειρὶ ἐς τὴν κεφαλὴν τοῦ βραχίονος ἐμβαλὼν τὸ θέναρ τῆς χειρὸς ἀπωθέοι, τῇ δ’ ἑτέρῃ τὰ ὀστέα τὰ κατεαγότα εὐθετίζοι, οὕτως ἂν μάλιστα ἐς τὴν φύσιν ἄγοι. ἀτὰρ ὅπερ ἤδη εἴρηται, εὖ μάλα τὸ ἄνωθεν ὀστέον ἐς τὸ κάτω φιλέει ὑποδύνειν. τοῖσι μὲν οὖν πλείστοισιν ὅταν ἐπιδεθῶσι, τὸ σχῆμα ἀρήγει, παρ’ αὐτὰς τὰς πλευρὰς τὸν ἀγκῶνα ἔχοντα οὕτως ἐς τὸ ἄνω τὸν ὦμον ἀναγκάζεσθαι. ἔστι δ’ οἷσι μὲν τὸν ὦμον ἀναγκάζειν δεῖ ἐς τὸ ἄνω, ὡς εἴρηται.
Ὅταν οὖν τὸ συνεχὲς τῶν στέρνων μέρος τῆς κλειδὸς ἢ εἰς τὸ πλάγιον ἢ εἰς τὸ κάτω παρολισθῇ, τηνικαῦτά φησι συμπαρασκευάζεσθαι εἰς τὴν κατόρθωσιν, εἴ τις τὸν ἄνθρωπον ὕπτιον κατακλίνας ὑποθείη μεταξὺ τῶν ὠμοπλατῶν κατ’ αὐτὴν τὴν ῥάχιν, δηλονότι προσκεφάλαιον ἢ ὑπαυχένιον ἤ τι τοιοῦτον, ὡς περικεκλασμένον κατὰ τοῦτο γίνεσθαι τὸν θώρακα σύμπαντα. τὸ γὰρ περιῤῥηδὲς ἔῃ οὕτως εἴρηται καὶ παρὰ τῷ ποιητῇ·
Περιῤῥηδής τε τραπέζης κατέπεσε.
κατὰ τοῦτον οὖν τὸν τρόπον σχηματισθέντος τοῦ ἀνθρώπου τὸν ἰατρὸν ἀξιοῖ τῇ μὲν ἑτέρᾳ χειρὶ τὴν κεφαλὴν τοῦ βραχίονος διανάγειν παρὰ τὰς πλευρὰς παρατεταμένον ἀπωθεῖν ἐκτός. οὕτως γὰρ ἂν διασταίη μάλιστα τὰ κατεαγότα μόρια τῆς κλειδὸς εἰς τοῦτο καὶ τοῦ περιῤῥηδοῦς σχήματος συντελοῦντος οὐ μικρόν. διαπλάττειν δὲ τῇ ἑτέρᾳ χειρὶ καὶ συναπάγειν πρὸς ἄλληλα τὰ διεστῶτα τῆς χειρὸς μόρια τὸν βραχίονα πρὸς τὰς πλευρὰς παρατεταμένον ἀνάγοντα κατὰ τὴν ἑξῆς ῥῆσιν ἐνίοτέ φησιν ἄμεινον εἶναι.
73. Τὸν δὲ ἀγκῶνα πρὸς τὸ στῆθος παράγειν, ἄκρην δὲ τὴν χεῖρα παρὰ τὸ ἀκρώμιον τοῦ ὑγιέος ὤμου ἴσχειν· ἢν μὲν οὖν κατακέεσθαι τολμᾷ, ἀντιστήριγμά τι προστιθέναι χρὴ, ὡς ἂν ὁ ὦμος ἀνωτάτω ἔῃ, ἢν δὲ περιίῃ, σφενδόνην χρὴ ἐκ ταινίης περὶ τὸ ὀξὺ τοῦ ἀγκῶνος ποιήσαντα ἀναλαμβάνειν περὶ τὸν αὐχένα.
Τὸ δὲ τοιοῦτον σχῆμα πρὸς τὴν ἐκτὸς χώραν ἀπάγει δηλονότι τὴν κεφαλὴν τοῦ βραχίονος, ὡς συναπάγεται καὶ τὸ τῆς κλειδὸς μέρος τὸ συνημμένον τῷ ἀκρωμίῳ, ἀλλ’ οὐκ εἶναι χρείαν φησὶ τοιούτου σχήματος ὡς τὸ πολύ. γίγνεσθαι γὰρ αὐτάρκως τὴν ἐπανόρθωσιν καὶ διὰ τοῦ προτέρου, καθ’ ὃ περὶ τὰς πλευρὰς ὁ βραχίων παρατεταμένος ἐπήγετο, τοῦ ἀγκῶνος αὐτόθι μένοντος, οὐχ ὥσπερ νῦν ἐπὶ τὸ στῆθος παραγενομένου. τοῦτ’ οὖν παρέχειν ἐπὶ τὸ στῆθος οὐχ ὡς ἀχρήστου τοῦ προτέρου φευκτέον ἡμῖν ἐστιν, ἀλλ’ ὡς καὶ διακινουμένου τὰ πολλὰ τῆς προκειμένης ἐνεργείας κατορθοῦσθαι δυναμένης. εἰ δ’ ἐν τῷ πράττειν αὐτὴν μὴ ὑπακούοι τὸ ἔργον, οὕτως ἐπὶ τὸ δεύτερον σχῆμα μεταβησόμεθα.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΤΟ ΠΕΡΙ ΑΡΘΡΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ.
1. Γνάθος δὲ ὀλίγοισιν ἤδη τελέως ἐξήρθρησε.
Γνάθον ὀνομάζουσιν οἱ ἀνατομικοὶ τὸ ὑποκάτω τοῦ μήλου καλουμένου. τὸ μῆλον δ’ αὐτοῖς ἐξέχον ἐν τοῖς πρόσω διακρατοῦσιν ἀτρέμα περιφερές. ὁ τοίνυν Ἱπποκράτης οὕτως εἴρηκεν, ὤμου δὲ ἄρθρον ἐν ἴσῳ τοῦ κατ’ ὦμον
ἄρθρου, ἵνα καὶ νυνὶ λέγων τὸ κατὰ τὴν γνάθον ἄρθρον ἢ τὴν κάτω γένυν ὠνόμασε γνάθον. οὕτως δὲ καὶ ὁ ποιητὴς εἴρηκε·
Κόπτων ἀμφοτέρῃσι, χαμαὶ δ’ ἅπαντας ὀδόντας γνάθων ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης.
καὶ γὰρ κἀκεῖνος φαίνεται γνάθους ὀνομάζων τὰς γένυας· αὐτός τε πάλιν ὁ Ἱπποκράτης ἐν τοῖς ἐφεξῆς γνάθους αὐτὰς καλεῖ. περὶ μὲν οὖν τῆς προσηγορίας ἱκανὰ καὶ ταῦτα. διὰ τί δέ φησιν ὀλίγοις ἐξαρθρήσασθαι τὴν γένυν αὐτός σε διδάξει διὰ τῶν ἐπιφερομένων, οἷς δὴ πρόσεχε τὸν νοῦν.
2. Ὀστέων τε γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται πρὸς τὸ ὑπὸ τὸ οὖς ὀστέῳ προσπεφυκότι, ὅπερ ἀποκλείει τὰς κεφαλὰς τῆς κάτω γνάθου, τῆς μὲν ἀνωτέρω ἐὸν, τῆς δὲ κατωτέρω τῶν κεφαλαίων. τά τε ἄκρεα τῆς
κάτω γνάθου τὸ μὲν διὰ τὸ μῆκος οὐκ εὐπαρείσδυτον, τὸ δ’ αὖ τὸ κόρωνόν τε καὶ ὑπερέχον ὑπὲρ τοῦ ζυγώματος.
Εἴρηταί μοι καὶ πρόσθεν ἔν τε τῇ περὶ τοῦ ἀγκῶνος ἐξηγήσει καὶ τῷ πρώτῳ τῶν ὑπομνημάτων· καὶ εἴ τις οὐ νοεῖ σαφῶς τὰ οὕτως ὑφ’ Ἱπποκράτους λεγόμενα, δείκνυσι καὶ τοῦτο πρὸ τοῦ διδάσκοντος ὀστᾶ μάλιστα μὲν ἀνθρώπων, εἰ δὲ μὴ, πιθήκων. ἄμεινον δὲ μὴ νῦν, ὁπότ’ ἀναγιγνώσκει τὰ βιβλία, ταύτην ἕξιν γίγνεσθαι τῶν ὀστῶν, ἀλλ’ ἔμπροσθεν ἐπὶ χολῆς γεγονέναι. λέλεκται δὲ καὶ ὡς ὑφ’ ἡμῶν γέγραπται βιβλίον τοῖς εἰσαγομένοις περὶ ὀστῶν, ὅτι τε τῷ μέλλοντι συνιέναι δῆλον τί ἐν τούτοις τοῖς γράμμασιν ὁ Ἱπποκράτης λέγει, προγεγυμνάσθαι βέλτιόν ἐστιν ἐν ἐκείνῳ. καὶ τοίνυν ἔμπροσθεν ἔγραψα καὶ νῦν ποιήσω μέσην τινὰ τοῖς θ’ ἑωρακόσι καὶ μὴ ἑωρακόσι διδασκαλίαν. οὕτως γὰρ οἴ θ’ ἑωρακότες οὐκ ἀνιάσονται τῷ μήκει τῶν λόγων οἵ τ’ οὐδ’ ὅλως ἑωρακότες οἷον ὑπογραφήν τινα ἕξουσι τῆς ἀκριβοῦς μαθήσεως, ἣν οὐχ οἶόν τε χωρὶς τῆς ἐπὶ τῶν
οἰκείαν χώραν ἐπάνοδος κωλύεται. διά τε οὖν ταῦτα δυσκόλως ἐκπίπτει καὶ διὰ τὴν ἀνεχόντων μυῶν ῥώμην, ὑπὲρ ὧν κατὰ τὴν ἑξῆς λέξιν ἤκουον αὐτοῦ λέγοντος.
3. Ἅμα τε ἀμφοτέρων τῶν ἀκρέων τούτων νευρώδεες τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασσητῆρες καλεόμενοι.
Ἅς ἔμπροσθεν ὠνόμασε κεφαλὰς τῆς κάτω γένυος ἄκρεα νῦν προσηγόρευσεν ἐπ’ ἀμφοτέρων λέγων νευρώδεις τένοντας πεφυκέναι. καλεῖν δ’ εἴωθε τένοντας ἐκεῖνα τὰ πέρατα τῶν μυῶν ἃ προσαγορεύουσιν ἀπονευρώσεις οἱ ἀνατομικοὶ, νευρωδέστερα μὲν ἀεὶ τῶν μέσων ὄντα, διαφέροντα δ’ ἀλλήλων ἐν τῷ ποτὲ μὲν πλείονα τὴν σαρκώδη φύσιν ἔχειν τῆς νευρώδους, ποτὲ δ’ ἐλάττονα. ὁπότε μὲν οὖν ἡ τῆς σαρκὸς οὐσία πλείων ᾖ, σαρκώδη τὴν ἀπονεύρωσιν καλοῦσι τοῦ μυὸς, ὁπόταν δὲ ἐλάττων ᾖ, νευρώδη προσαγορεύουσι.
τῶν ἀκρέων τούτων νευρώδεις τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασητῆρες καλεόμενοι, πρόδηλος μὲν οὖν ἐστι τῶν ἔξωθεν ἐπιβεβλημένων μυῶν τῇ γένυϊ μηδ’ ὅλως μνημονεύων, ἐπὶ δὲ τὰς δύο συζυγίας ἄγων ἡμᾶς τῶν μυῶν, οἵ τε σαφῆ τὴν ἔκφυσιν ἔχουσιν ἐκ τῶν περάτων τοῦ μυὸς καὶ ὅσοι παρὰ τὴν κοιλότητα τὴν παρὰ τοῖς πτερυγοειδέσιν ὀστοῖς. οὗτοι μὲν γὰρ τὴν ἑτέραν ἀνάπτουσι τὴν εἰρημένην διαρθροῦται τὴν κεφαλὴν, τὸ δ’ ἕτερον ζεῦγος, ὅπερ τὰς κορώνας ἔφην ἐμφέρεσθαι, ταῦτα πάλιν αὐτὰ τῆς γένυος τὰ πέρατα πρὸς τὴν κεφαλὴν ἀνατείνουσι.
4. Διὰ τοῦτο δὲ καλέονται καὶ διὰ τοῦτο κινέονται, ὅτι ἐντεῦθεν ἐξήρτηνται.
Μασητῆρας εἰπὼν καλεῖσθαι τοὺς προειρημένους μύας αἰτίας ἀποδίδωσι τῆς προσηγορίας αὐτῶν. ὅτι γὰρ ἐντεῦθεν
ἐξήρτηνται, τουτέστιν ἐκ τῶν ἀκρέων τῆς γένυος, διὰ τοῦτο κινοῦνται μασωμένων καὶ καλοῦνται μασητῆρες.
5. Ἐν γὰρ τῇ ἐδωδῇ καὶ ἐν τῇ διαλέκτῳ καὶ ἐν τῇ ἄλλῃ χρήσει τοῦ στόματος.
Ἡ κάτω γένυς ἐστὶν ἡ κινουμένη μόνη, ἀπαγόντων μὲν αὐτὴν ἀπὸ τῆς ἀνωτάτης κατὰ τὸν τράχηλον δυοῖν προσθίων μυῶν, προσαγόντων δὲ τῶν μασητήρων. εἰκότως οὖν ἐναργῆ τὴν κίνησιν ἔχει ἐξηρτημένην μεγίστην ἔχον τοῦ ὀστοῦ τὴν κίνησιν, ὠνομάσθησάν τε διὰ τὴν κίνησιν ταύτην μασητῆρες ἀπὸ τοῦ σφοδροτάτου τῶν ἔργων τῆς κάτω γένυος, ἀσθενὴς γὰρ ἐν τῷ διαλέγεσθαι κίνησις.
6. Ἡ μὲν ἄνω γνάθος ἀτρεμέει, συνήρτηται γὰρ τῇ κεφαλῇ καὶ οὐ διήρθρωται, ἡ δὲ κάτω γνάθος κινέεται, ἀπήρθρωται γὰρ ἀπὸ τῆς ἄνω γνάθου καὶ ἀπὸ τῆς κεφαλῆς.
Τινὲς μὲν συνήρθρωται γράφουσιν, ἔνιοι δὲ συνήρτηται ὅτι καὶ τὴν συνάρθρωσιν ὀστῶν συμβολὴν φυσικὴν εἶναι βούλεται, ποτὲ μὲν ἀμυδρὰν ἐχόντων τὴν κίνησιν, ἔστι δ’ ὅτε ὅλως φαινομένην, ὥσπερ γε τὴν διάρθρωσιν, ὡς τὴν φυσικὴν σύνταξιν ἐναργῆ τὴν κίνησιν ἐχόντων· ἐν δὲ τῇ προειρημένῃ ῥήσει τὴν ἀπάρθρωσιν ἐπιδείκνυται ταὐτὸ μὲν σημαίνειν τῇ διαρθρώσει, εἴπερ γε καὶ τὸ ἀπηρθρῶσθαι.
7. Διότι μὲν οὖν ἐν σπασμοῖσι καὶ τετάνοισι τοῦτο πρῶτον τὸ ἄρθρον ἐπισημαίνει συντεταμένον, διότι πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφίτιδες γίνονται, ἐν ἄλλῳ λόγῳ εἰρήσεται.
Δι’ ὀλίγων ῥημάτων εἰπεῖν δυνάμενος, ἐπειδὴ πλησίον ἐστὶ τῆς ἀρχῆς τῶν νεύρων τὰ κατὰ τοῦτο τὸ ἄρθρον εἴς
γε σπασμοὺς αὐτὸ τοῦτο πρῶτον ἄρθρον ἄρχεται καὶ τὰς πληγὰς καρώδεις ἴσχει, οὐκ οἶδ’ ὅπως ἀνεβάλλετο. τάχ’ οὖν ἐβούλετο σὺν ἀποδείξει τὸν λόγον ποιήσασθαι τῶν εἰς ταὐτοὺς ἐκφυομένους ἐξ ἐγκεφάλου νεύρων μνημονεύσας, ὅπερ οὐκ οὖν ἀναγκαῖον ἐν τῇ προκειμένῃ διδασκαλίᾳ γίγνεσθαι. καὶ διὰ τοῦτ’ ἀνεβάλλετο τὸν τέλειον λόγον ἑκατέρωθεν γράψαι.
8. Περὶ δὲ τοῦ μὴ κάρτα ἐξαρθρέειν τάδε τὰ αἴτια.
Ποῖα τάδε; προειρημένα δηλονότι δύο ἔχοντα κεφάλαια τὴν τῶν ὀστῶν φύσιν, οἵαν διῆλθον, ἅμα τῇ ῥώμῃ τῶν μυῶν.
9. Αἴτιον δὲ καὶ τόδε, ὅτι οὐ μάλα καταλαμβάνουσι τοιαῦται ἀνάγκαι βρωμάτων, ὥστε τὸν ἄνθρωπον χανέειν μεῖζον ἢ
ὅσον δύναται. ἐκπέσοι δ’ ἂν ἀπ’ οὐδενὸς ἄλλου σχήματος ἢ ἀπὸ τοῦ μεγάλα χανέοντα παραγαγεῖν τήν γένυν ἐπὶ θάτερα.
Τοῦ σπανίως ἐκπίπτειν δὴ τὴν γένυν ἐπὶ ταῖς προειρημέναις δύο ἀντιθέσεσι, τρίτην προστίθησιν, ὅτι χωρὶς μὲν τοῦ μέγιστον διοῖξαι τὸ στόμα τὴν ἔκπτωσιν ἀδύνατον γενέσθαι. διοίσειν δέ τι πλεῖστον αὐτῆς οὖν δεόμεθα πολλάκις, ἐπειδὴ δύο χρεῖαι τῆς τοιαύτης ἐνεργείας εἰσὶν, ἤτοι μέγιστον ὄγκον ἐθέλησε τῷ στόματι τοῦ σώματος παραλαβεῖν ἢ χασμώμενον ἄχρι πλείστου διαλαβεῖν, ὧν τὸ μὲν πρότερον σπάνιόν ἐστι, τὸ δὲ δεύτερον μόνον τοῖς ἄφροσι συμβῆναι δύναται· καὶ γὰρ καὶ τεθέαμαί ποτε γινόμενον αὐτὸ πλουσίῳ Πλακίνῳ, ᾧ διοίξαντι μέχρι πλείστου τὸ στόμα, κἄπειτα παραγαγόντι πρὸς τὸ πλάγιον. εἰώθει δὲ συνεχῶς οὕτως ἐσχηματίσθαι καὶ ὥσπερ καλὸν ἔργον ἑκὼν ἀεὶ μεῖζον ἐπειρᾶτο τοῦ πρότερον χαίνειν.
10. Προσσυμβάλλεται μέντοι καὶ τόδε πρὸς τὸ ἐκπίπτειν. ὁκόσα γὰρ νεῦρα καὶ ὁκόσοι μύες παρὰ ἄρθρα εἰσὶν ἢ ἀπὸ ἄρθρων ἀφ’ ὧν ξυνδέδενται, τούτων ὅσα ἐν τῇ χρήσει πλειστάκις διακινέεται, ταῦτα καὶ ἐς τὰς κατατάσιας δυνατώτατα ἐπιδιδόναι, ὥσπερ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα πλείστην ἐπίδοσιν ἔχει, περὶ οὗ νῦν ὁ λόγος.
Ὅσον ἐπὶ τοῖς προειρημένοις αἰτίοις ἢ οὐδ’ ὅλως ἐχρῆν ἢ πάνυ σπανίως ἐκπίπτειν τὴν γένυν, οὐ μὴν φαίνεταί γε οὕτως ἔχειν. ἐκπίπτει γὰρ σπανίως, οὐ μὴν ὥστε παμπόλλων τε τῶν ἡμῶν ὁρᾶσθαι, καθάπερ τὰ σπανιώτατα. διὰ γὰρ τὸ πολυκίνητον τῆς διαρθρώσεως οἱ κατ’ αὐτὴν μύες καὶ τὰ νεῦρα τέταται καὶ τάσεις ἑτοιμοτέρας ἔχουσι τῶν ὀλιγάκις εἰς χρείαν κινήσεως ἀφικνουμένων, ὥσπερ φησὶ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα, τουτέστι τὰ κάλλιστα μεμαλαγμένα, πλείστην ἐπίδοσιν ἔχει· καὶ γὰρ ὁ
ποιητὴς ἐπὶ τοῦ μαλάξαι τὸ δεψῆσαι λέγει· κηρὸν δεψήσας μελιηδέα.
11. Ἐκπίπτει μὲν γνάθος ὀλιγάκις, σχᾶται μέντοι πολλάκις ἐν χάσμασιν, ὥσπερ καὶ ἄλλοι μυῶν παραλλαγαὶ καὶ νεύρων τοῦτο ποιέουσι.
Τὸ σχᾶται τί ποτ’ αὐτὸ σημαίνει, γνωσόμεθα τοῖς συμφραζομένοις προσέχοντες τὸν νοῦν. φησὶν οὖν, ὡς αἱ ἄλλαι μυῶν παραλλαγαὶ καὶ νεύρων τοῦτο ποιοῦσιν, ὥστε τὸ σχᾶσθαι μυῶν καὶ νεύρων ἐστὶ πάθος ἄνευ ἀρθρήματος. ὁποῖον δέ τι τὸ πάθος τοῦτ’ ἔστι δῆλον μὲν κἀκ τοῦ φάναι παραλλαγαί. βούλεται μὲν γὰρ αὐτὸς ἐκ τῆς κατὰ φύσεως θέσεως εἰς ἑτέραν μεθίστασθαι, βούλεται δὲ καὶ ἀθρόως τοῦτο γίγνεσθαι. καὶ γὰρ καὶ μετ’ ὀλίγον ἐνδείξεται τοῦτο σημαίνειν τὸ σχάσαι λέγων οὕτω, ἔπειτα ἐξαπίνης σχάσαι τρισὶ σχήμασιν ὁμοῦ προσέχοντα τὸν νοῦν,
τουτέστι μεταβάλλειν ἀθρόως τὸ πρὸς τὸ σχῆμα. καὶ μέντοι καὶ νῦν ἔτι λέγουσιν ἔν τε τῇ Κῷ καὶ σχεδόν ἅπασι ταῖς Ἑλληνίσι πόλεσι σχαστηρίαν, ὡς ἐπιβαίνοντες ἐξαίφνης καταπίπτειν, ποιοῦσι τὸν κανόνα, ᾧ παρεστήκασιν ἅπαντες οἱ μέλλοντες τρέχειν. καὶ κατὰ παλαίστραν δὲ τὸ σχάσαι σημαίνει τὴν χεῖρα ταχέως ἄγειν πρὸς αὐτὴν ἐκ τῆς ἔμπροσθεν θέσεως. ὅταν οὖν εἴπῃς σχάσαι τὴν γένυν ἐπὶ τὸ τῶν μυῶν βάθος ἀναφέρειν χρὴ, παραλλασσόντων ἐν τοῖς αἰφνιδίοις τἄλλα τε τῶν σωμάτων, ὡς μὴ φυλάττεσθαι τὴν ἀρχαίαν θέσιν τῶν μυῶν, ἀλλὰ διαστρέφεσθαί τι καὶ τείνεσθαι κατά τι,
12. Δῆλος δὲ τοῖσι μάλιστά ἐστιν, ὅταν ἐκπεπτώκῃ. προΐσχει γὰρ ἡ κάτω γνάθος ἐς τοὔμπροσθεν καὶ παρῆκται τἀναντία τοῦ ὀλισθήματος καὶ τοῦ ὀστέου τὸ κόρωνον ὀγκηρότηρον γίνεται παρὰ τὴν ἄνω γνάθον καὶ χαλεπῶς ξυμβάλλουσι τὰς κάτω γνάθους.
Εἴρηται δέ μοι καὶ πρόσθεν ὡς τὸ καλούμενον ζύγωμα προβέβληται τῆς ἄνω χώρας, ἐν ᾗ τὸ κόρωνόν ἐστι τῆς γένυος, ὅτι τε μὴ παρενεχθέντος αὐτοῦ πρὸς θάτερα μέρη πρὸς τὴν οἰκείαν χώραν ἡ γένυς ἀνασπασθήσεται. ἀναγκαῖον οὖν ἐστιν, ὅταν ἡ γένυς ποτὲ ἐκπέσῃ, τὴν κορώνην αὐτῆς ἔξω φέρεσθαι τοῦ ζυγώματος. ἄλλην γὰρ οὐδεμίαν ἔχει χώραν εἰς ἣν ἐνεχθήσεται, ὥστ’ εἰκότως ἐξέχουσα φαίνεται κατὰ τὴν κάτω γένυν, ἔνθα τὸ ζύγωμά ἐστιν. αὐτὸ δὲ δὴ τοῦτο τὸ ζύγωμα, καθ’ ὅ τι μάλιστα τέτακται μαθήσῃ σαφῶς ἐπὶ τῶν ἰσχνῶν ἀνθρώπων κατασκεψάμενος τόν τε κροταφίτην μῦν καὶ τὸ μῆλον. ἐν γὰρ τῷ μεταξὺ τὸ προφανές ἐστι τὸ ζύγωμα, μεμνημένος αὐτοῦ τὴν χώραν τῆς θέσεως, ὅταν ἴδῃς τινὰ μὴ δυνάμενον κλεῖσαι τὸ στόμα προσεληλυθυίας εἰς τὸ πρόσω τῆς γένυος, ἅμα τὸ παρῆχθαι ζήτησαν ἀκριβῶς διαγνῶναι τοῖς ὀφθαλμοῖς τε καὶ τοῖς δακτύλοις τὸ κόρωνον ἐξέχον παρά τε τὸ μῆλον καὶ τὸ ζύγωμα. κἀπειδὰν εὕρῃς οὕτως ἔχον ἀκριβὴς ἔστω σοὶ διάγνωσις τοῦ τὴν γένυν ὠλισθηκέναι.
13. Τούτοισι δὲ ἐμβολὴ πρόδηλος, ἥτις γίνοιτ’ ἂν ἁρμόζουσα· χρὴ γὰρ τὸν μέν τινα κατέχειν τὴν κεφαλὴν τοῦ τετρωμένου, τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν καὶ ἔξωθεν τοῖσι δακτύλοισι κατὰ τὸ γένειον χάσκοντος τοῦ ἀνθρώπου, ὅσον μετρίως δύναται. πρῶτον μὲν διακινέειν τὴν γνάθον χρόνον τινὰ τῇ καὶ τῇ παράγοντα τῇ χειρὶ καὶ αὐτὸν τὸν ἄνθρωπον κελεύειν χαλαρὴν τὴν γνάθον χρόνον ἔχειν καὶ συμπαράγειν καὶ συνδιδόναι ὡς μάλιστα.
Τοῖς θεασαμένοις ἐξ ἀνατομῆς ἀκριβῶς τὴν σύνθεσιν ὧν διηγήσατο μορίων ἡ ἐμβολὴ πρόδηλός ἐστι, πρὸς οὓς καὶ αὐτὸς ἀποβλέπων οὕτως εἶπε· τὰ δ’ ἐξαίφνης εἰρημένα περὶ τῆς ἐμβολῆς σαφῆ πάντα, πλὴν εἴ πού τις μία λέξις ἢ δύο παρεμπίπτει, περὶ ὧν ἐπισημανοῦμαι.
14. Ἔπειτα ἐξαπίνης σχάσαι τρισὶ σχήμασιν ὁμοῦ προσέχοντα τὸν νόον. δεῖ μὲν γὰρ παράγεσθαι ἐκ τῆς διαστροφῆς εἰς τὴν φύσιν, δεῖ δὲ ἐς τοὐπίσω ἀπωθῆναι τὴν γνάθον τὴν κάτω, δεῖ δὲ ἑπόμενον τούτοισι συμβάλλειν τὰς γνάθους καὶ μὴ χάσκειν. ἐμβολὴ μὲν οὖν αὕτη καὶ οὐκ ἂν γένοιτο ἀπ’ ἄλλων σχημάτων. ἰητρείη δὲ βραχεῖα ἀρκέει σπλῆνα προστιθέντα κεκηρωμένον χαλαρῷ ἐπιδέσμῳ ἐπιδεῖν. ἀσφαλέστερον δὲ χειρίζειν ἐστὶν ὕπτιον κατακλίνοντα τὸν ἄνθρωπον ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ σκύτινον ὑποκεφάλαιον ὡς πληρέστατον, ἵνα ὡς ἥκιστα ὑπείκῃ.
Μετὰ τὸ προδιακινῆσαι καὶ μαλάξαι τὰ νεῦρα καὶ τοὺς μύας ἕλκοντα κάτω τὴν γένυν, ἀπάγοντά τε καθόσον ἐνδέχεται τῆς ἄνω, προσήκει πρᾶξαι τοίνυν τὸ ὑπ’ αὐτοῦ κελευόμενον, ὅπερ εἷπεν ἐξαπίνης σχάσαι, τουτέστιν ἐξαίφνης καὶ ἀθρόως παράγειν εἰς τὸ κατ’ εὐθὺ τῆς κατὰ φύσιν χώρας
τὸ ἄρθρον, ἐν τούτῳ γε καταστήσαντα παραχρῆμα πάλιν ὠθεῖν εἰς τοὐπίσω κελεύσαντα τῷ πάσχοντι συνάγειν τὸ στόμα. πρότερον μὲν οὖν αὐτὸν ἠξίουν χάσκειν, χαλαρὰν παρέχοντα τὴν γένυν, ὅπερ ἐστὶ μηδένα τῶν μυῶν τείνοντα. τοῦτο γὰρ συμφορώτατον εἴς τε τὸ διακινῆσαι τὰ νεῦρα καὶ τοὺς μῦς ἐξαίφνης τε παραγαγεῖν ἐπὶ τὸ κατὰ φύσιν τὴν παρεστραμμένην γένυν ἀπώσασθαί τε πρὸς τοὐπίσω. νυνὶ δ’ ὅταν ἤδη κατ’ εὐθὺ τῶν οἰκείων χωρῶν ἑκατέρων τῶν ἄκρων τῆς γένυος γένηται σύμφησι τοὺς κροταφίτας ἐνεργήσαντας ἐπισπᾶσθαι πρὸς ἑαυτοὺς ὅλην αὐτήν. ἐνεργήσουσι δὲ προθυμηθέντος τοῦ κάμνοντος συνάγειν τε καὶ κλεῖσαι τὸ στόμα.
15. Προσκατέχειν δέ τινα χρὴ τὴν κεφαλὴν τετρωμένον.
Ἐν τῷ διακινεῖσθαι τὴν γένυν ἀπάγειν τε μετρίως εἰς τὸ κάτω τὴν κεφαλὴν κελεύει κατέχεσθαι, χάριν τοῦ μὴ
συνακολουθεῖν αὐτὴν τῇ κάτω γένυϊ. τοῦτο δὲ κοινὸν ἐπὶ πασῶν ἀντιθέσεών ἐστι τὸ παράγγελμα, τοῦ τετρωμένου διάγειν ἐν ἴσῳ τοῦ παρηγγελμένου βεβλαμμένου· πάσας γὰρ τὰς βλάβας οἱ Ἴωνες ὀνομάζουσι κοινῶς τρώματα.
16. Ἢν δ’ ἀμφότεραι γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ᾖ αὐτή. συμβάλλειν δέ τι ἧσσον οὗτος τὸ στόμα δύναται· καὶ γὰρ προπετέστεραι αἱ γένυες τούτοισιν, ἀστραβέες δέ. τὸ δὲ ἀστραβὲς μάλιστ’ ἂν γνοίης τοῖσιν ὁρίοισι τῶν ὀδόντων τῶν τε κάτω κατ’ ἴξιν.
Ἐν ταύτῃ τῇ ῥήσει δόξῃ γνάθους ὀνομάζειν οὐ τὸ γένυν ὅλως, ἀλλ’ ἑκάτερον τῶν μερῶν καθ’ ἃ πλατύνεται αὐτή. δόξῃ δὲ καὶ τὰ κάτω πέρατα, καθ’ ἃ γυμνὸν καὶ ἄσαρκον γίγνεται τὸ ὀστοῦν, ὀνομάζειν γένυας, ἐκ τοῦ φάναι, καὶ γὰρ προπετέστεραι γένυες τούτοισιν· ἀλλὰ μετ’ ὀλίγον τὸ πάλιν ὅλην τὴν κάτω γένυν ὠνόμασε γνάθον, ἔνθα
φησίν· ἢν δὲ ἡ κάτω γνάθος κατὰ ξύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ, μόνιμον. ἡ δ’ αὐτὴ καὶ ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαὶ, ὥστε συγκέχυται παρ’ αὐτῷ τὰ σημαινόμενα τοῦ τε τῆς γνάθου καὶ τοῦ τῆς γένυος ὀνόματος. ὃ μέντοι λέγει κατὰ τὴν προκειμένην ῥῆσίν ἐστι τοιοῦτον. ἐὰν κατ’ ἀμφοτέρας τὰς διαρθρώσεις ἡ ἔκπτωσις γένηται, μᾶλλον μὲν εἰς τὸ πρόσω χωρεῖ νῦν ἡ κάτω γένυος ἤπερ ὅτε κατὰ θάτερον μέρος ἐκπέπτωκε, καὶ πλέον ἀφεστηκυῖα φαίνεται τῆς ἄνω γένυος, οὐ μὴν παρασπᾶταί γε, οὐδὲ διαστρέφεται φυλάσσουσα τὸ κατὰ φύσιν ἀδιάστροφον. διαγνώσεις δὲ τῇ τῶν ὀδόντων εὐθυωρίᾳ, τουτέστιν ὅταν οἱ κάμνοντες ἄνω κέωνται κατ’ εὐθύ. τομεῖς μὲν τομεῦσι, κυνόδοντες δὲ κυνοδοῦσι, τὰς μύλας δὲ ταῖς μύλαις.
17. Τούτοισι ξυμφέρει ἐμβαλέειν ὡς τάχιστα, ἐμβολῆς δὲ τρόπος πρόσθεν εἴρηται.
Τάχιστα μὲν ἐμβάλλειν συμφέρει, πρὶν διὰ τὴν τάσιν τῶν μυῶν εἰς συμπάθειαν ἀφικέσθαι τὸν ἐγκέφαλον. ὁ δὲ τρόπος τῆς ἐμβολῆς ὃν ἐπὶ τῆς κατὰ τὸ ἕτερον μέρος ἐξαρθρώσεως εἶπεν, οὐ κατὰ πᾶν ὁ αὐτός μοι δοκεῖ νῦν γίνεσθαι προσήκειν· τότε μὲν γὰρ εἰς τὸ πλάγιον μέρος ἡ γένυς ἀτρέμα παρῆκται, νυνὶ δὲ ἰσόῤῥοπός ἐστιν, ὥστ’ αὔταρκες διακινήσαντα καὶ πρὸς τὸ κάτω τὸ ὀστοῦν ἑλκύσαντα χάριν τοῦ τὸ πέρας τῆς κορώνης κατωτέρω γενέσθαι τοῦ ζυγώματος, οὕτως ἤδη πρὸς τὴν ἔσω χώραν ὠθεῖν ἑκατέρωθεν ὅλην τὴν γένυν, ἅμα τῷ κελεῦσαι τῷ κάμνοντι κλείειν τὸ στόμα.
18. Ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος.
Οὐκ ἀκίνδυνος μὲν οὖν οὐδὲ ἡ καθ’ ἕτερον μέρος ἐξάρθρωσις. ἡ δὲ κατ’ ἄμφω διάπλασίς ἐστι χαλεπωτέρα πάντας
πάντα περὶ ψυχῆς γίγνεται τὸν κίνδυνον ἐπὶ τῷ τετάσθαι παρὰ φύσιν ὀδυνωμένων τε καὶ διὰ τοῦτο φλεγμαινόντων τῶν μυῶν, εἰς ὁμοίαν δὲ αὐτοῖς ἀγόντων διάθεσιν τὸν ἐγκέφαλον, οὗ παθόντος οἱ ὀξεῖς ἕπονται πυρετοὶ μετὰ τοῦ βλάπτεσθαι τὰς τῆς ψυχῆς ἐνεργείας ἁπάσας. ὁ γάρ τοι καιρὸς τὸ πάθος μήτ’ αἰσθάνεσθαι μήτε κινεῖσθαι τὸν ἄνθρωπον ἢ παρακολουθεῖν ἑαυτῷ πέπονθεν· ἀλλὰ τόν γε λογισμὸν καὶ τὴν μνήμην καὶ τὴν αἴσθησιν ἅμα καὶ τὴν καθ’ ὁρμὴν κίνησιν διέφθαρται.
19. Καρώδεις γὰρ οἱ μύες οὗτοι καὶ ἀλλοιούμενοι καὶ ἐντεινόμενοι παρὰ φύσιν.
Ἱκανὸν ἑκάτερον τῶν εἰρημένων ἐργάσασθαι καιρὸν, ἥ τ’ ἀλλοίωσις καὶ ἡ τάσις τῶν μυῶν εἰς ἐμπάθειαν τῆς σαρκὸς ἀγομένης κατ’ ἄμφω. ἡ μὲν οὖν τάσις αὕτη γίνεται
τῶν ἰνῶν, αἵ τε πρότερον ἦσαν χαλαραὶ νῦν ἁπασῶν κατ’ εὐθεῖαν γραμμὴν ἀποτεινομένων. ἡ δ’ ἀλλοίωσις ὅταν ἤτοι θερμανθῶσιν ἢ ψυχθῶσιν ἀμέτρως ἢ ὑγρανθῶσιν ἢ θαλφθῶσιν ἢ φλεγμήνωσιν ἢ ἐρυσιπελατωδῶς σχῶσιν ἢ σήπωνται· ἐν ἅπασι γὰρ τοῖς τοιούτοις κατ’ αὐτὴν τὴν οὐσίαν ἀλλοιοῦνται, τεινόμενοι δὲ μόνον εὐθύνονται κατὰ τὰς ἶνας ἄνευ τοῦ τὴν οὐσίαν αὐτῶν ἑτεροιοῦσθαι.
20. Φιλέει δὲ καὶ ἡ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα ὀλίγα καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσι.
Τὸ μὲν ἐν τοῖς ὀξυτάτοις πυρετοῖς ἄκρητα χολώδεα γεννᾶσθαι κατὰ τὸ σῶμα θαυμαστὸν οὐδέν· εἴ γε δὴ καὶ πιμελὴ καὶ σὰρξ ἁπαλὴ καὶ νεοπαγὴς ὑπὸ τῶν τοιούτων πυρετῶν τήκεται καὶ κατοπτᾶται τὸ αἷμα. τὸ δὲ καὶ συῤῥεῖν εἰς τὴν γαστέρα καὶ ἔντερα τὰς τοιαύτας συντήξεις ἴδιον τῶν ὀδυνωμένων ἐπὶ νευρώδεσι μόνων. ὅτι τε σὺν
τούτοις κακοῦται καὶ πάσχει τὸ τῆς γαστρὸς στόμα νευρωδέστατον ὄν. εὕρηται δ’ ὀρθῶς ὑπ’ αὐτοῦ τὰ σύνεγγυς καὶ τὰ κοινὰ πρῶτα καὶ μάλιστα κακοῦσθαι, καὶ ὅτι παθεῖν τοῦτο ταῖς ὀδύναις οὐκ ἀνέχει, καίτοι μικραὶ τυγχάνουσιν οὖσαι. λειποψυχίαι γὰρ γίνονται κακοπαθοῦντι τῷ στόματι τῆς γαστρός. ἐν δὲ ταῖς λειποψυχίαις συῤῥεῖ τὰ λεπτὰ περιττώματα πάντα εἰς τὴν γαστέρα. καὶ μέντοι καὶ χωρὶς τοῦ πεπονθέναι τοῦτο κατὰ τὰς ἰσχυρὰς ὀδύνας τε καὶ λύπας φαίνεται τὰ τοιαῦτα περιττώματα συῤῥέοντα πρὸς τὴν γαστέρα καὶ τὰ ἔντερα. τῶν μὲν οὖν εἰς τὴν γαστέρα παραγιγνομένων ἡ κένωσις δι’ ἐμέτων γίγνεται, τῶν δ’ εἰς τὰ ἔντερα διὰ τῆς ὑποχωρήσεως.
21. Οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα.
Ἔστι καὶ παρὰ τοῖς ἄλλοις παλαιοῖς ἐνίοτε μάλιστα φωνῆς τὸ σημαινόμενον τοιοῦτον εὑρεῖν, οἷον καὶ νῦν φαίνεται
παρὰ τῷ Ἱπποκράτει τὸν ἔγγιστα ποσαχὸν ἐμφαῖνον τοῦ λεγομένου κατὰ τὸν ἀριθμὸν πράγματος, ὡς εἰ καὶ οὕτως εἰρήκει· καὶ θνήσκουσιν οἱ οὕτως ἔχοντες ἐπὶ τὸ πολὺ περὶ τὴν δεκάτην ἡμέραν, ὥστ’ εἰ κἂν ἐναταῖοι καὶ ἑνδεκαταῖοι τοῦτο πάθωσιν, ἀληθῶς εἰρῆσθαι τὸν λόγον. ὅτι δ’ οὕτω χρῶνται τῷ μάλιστα, δῆλόν ἐστί σοι καὶ ἐκ τῶνδε τῶν παραδειγμάτων· Θουκυδίδης μὲν ἐν τῷ πρώτῳ φησί· ταῦτα δὲ ξύμπαντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρός τε ἀλλήλους καὶ τὸν βάρβαρον ἐγένετο ἐν ἔτεσι πεντήκοντα μάλιστα. καὶ ἐν τῷ αὐτῷ· ἀπέχει δὲ ξ΄ σταδίους μάλιστα. Ἀνδοκίδης δὲ ἐν τῷ περὶ μυστηρίων· ᾄδων δ’ ἀνθρώπους τὸν μὲν ἀριθμὸν μάλιστα τριακοσίους. πολλή δέ ἐστιν ἡ χρῆσις τῆς λέξεως κατὰ τοῦτο τὸ σημαινόμενον ἅπασι τοῖς Ἕλλησιν.
22. Ἢν δὲ καταγῇ ἡ κάτω γνάθος, ἢν μὲν μὴ ἀποκαυλισθῇ παντάπασιν, ἀλλὰ ξυνέχηται τὸ ὀστέον, ἐγκεκλιμένον δὲ ἔῃ, κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον παρά γε τὴν γλῶσσαν
πλαγίαν ὑπείραντα τοὺς δακτύλους, τὸ δὲ ἔξωθεν ἀντερείδειν, ὡς ἂν ξυμφέρει, κἂν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες οἱ κατὰ τὸ τρῶμα κεκινημένοι, ὁκόταν τὸ ὀστέον κατορθωθῇ, ζεῦξαι τοὺς ὀδόντας χρὴ πρὸς ἀλλήλους μὴ μόνον τοὺς δύο, ἀλλὰ καὶ πλέονας, μάλιστα δὲ δὴ χρυσίῳ. ἔστ’ ἂν κρατηθῇ τὸ ὀστέον· εἰ δὲ μὴ, ἐν λίνῳ. ἔπειτα ἐπιδεῖν κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι, μὴ ἄγαν ἐρείδοντα, ἀλλὰ χαλαροῖσιν.
Ὅταν τοῦ καταγέντος ὀστοῦ μηδὲν ἀπαθὲς ὑπολείπηται, διαλυθέντων ἀπ’ ἀλλήλων τῶν μερῶν, ὡς κατὰ μηδὲν τοῦτο συνέχεσθαι τὸ εἶδος τοῦ κατάγματος οἱ νεώτεροι τῶν ἰατρῶν ὀνομάζουσι καυληδὸν, ἐπειδὴ καὶ ὁ Ἱπποκράτης εἶπεν, ἐὰν μὴ ἀποκαυλισθῇ παντάπασι. τὰ δ’ ἄλλα καὶ ταύτης τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς σαφῆ, πλὴν εἴ πού τι βραχὺ παρεμπίπτοι καὶ τοῦτ’ ἐπισημαινούμεθα.
23. Εὖ γὰρ εἰδέναι χρὴ ὅτι ἐπίδεσις ὀθονίων γνάθῳ καταγείσῃ μικρὰ μὲν ἂν ὠφελέοι, εἰ χρηστῶς ἐπιδέοιτο, μεγάλα δὲ ἂν βλάπτοι, εἰ κακῶς ἐπιδέοιτο.
Τὸ μὲν μέγα βλάπτειν τὴν μοχθηρὰν ἐπίδεσιν κοινὸν ἁπάντων καταγμάτων ἐστὶ, τὸ δὲ μηδὲν ὠφελεῖν μέγα τὴν ἀγαθὴν ἐπίδεσιν ἐν τοῖς τῆς γένυος κατάγμασιν οὐκ ἄρα πάντων κοινόν ἐστι τῶν ὀστῶν, ἀλλὰ μόνων ἐκείνων ὅσα τὴν ἐν κύκλῳ περιβολὴν οὐ δέχεται τῶν ὀθονίων, εἴ τις φυλάττοι τὸ πεπονθὸς ὀστοῦν, ὅπως ἂν αὐτὸ διαπεπλασμένον ὑπὸ τοῦ ἰατροῦ παραλάβῃ. πρόσεστι δ’ ἐξαίρετον τῇ γνάθῳ καὶ τὸ τῆς ἐπιδέσεως ἄσηρον, ὡς ἂν εἰθισμένῃ γυμνῇ καὶ ἀσκεπάστῳ διὰ παντὸς εἶναι.
24. Πυκνὰ δὲ παρὰ τὴν γλῶσσαν ἐσμάττεσθαι χρὴ καὶ πουλὺν χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου
τὸ ἐγκλιθέν. ἄριστον δὲ εἰ ἀεὶ δύναιτο, ἀλλ’ οὐχ οἷόν τε. ἢν δὲ ἀποκαυλισθῇ παντάπασι τὸ ὀστέον, ὀλιγάκις δὲ τοῦτο γίνεται, κατορθοῦν μὲν χρὴ τὸ ὀστέον οὕτως καθάπερ εἴρηται. ὅταν δὲ κατορθώσῃς, τοὺς ὀδόντας χρὴ ζευγνύναι, ὡς ἔμπροσθεν εἴρηται· μέγα γὰρ ἂν συλλαμβάνοι ἐς τὴν ἀτρεμίην, προσέτι καὶ εἴ τις ὀρθῶς ζεύξῃ, ὥσπερ χρὴ τὰς ῥαφὰς ῥάψας· ἀλλὰ γὰρ οὐ ῥηΐδιον ἐν γραφῇ χειρουργίην πᾶσαν ἀτρεκέως ἡγέεσθαι, ἀλλ’ ὑποτυπέεσθαι χρὴ ἀπὸ τῶν γεγραμμένων.
Τὸ μὲν μάττεσθαι ζητεῖν σημαίνει, τὸ δὲ ἐσμάττεσθαι τῶν ἐν βάθει τι ζητεῖν, ὥσπερ καὶ νῦν. ἀξιοῖ γὰρ ὁ Ἱπποκράτης ἐμβάλλοντα τῷ στόματι τὸν δάκτυλον ἐπισκοπεῖσθαι μὴ παραλλάσσῃ τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ καὶ οὕτως ἐπανορθοῦσθαι τῷ δακτύλῳ, πρὸς ὅ τί περ ἃν δόξῃ συμφέρειν ἀντωθοῦντα εἰς ὃ ῥέπει πρὸς τὴν ἐκτὸς χώραν. ὅτι δ’ οὐκ αὐτὸν τὸν ἰατρὸν ἀεὶ χρὴ τοῦτο ποιεῖν,
ἀλλὰ τὸν κάμνοντα διδάξει πράττειν οὕτως, εὔδηλον εἶναι νομίζω.
25. Ἔπειτα χρὴ δέρματος Καρχηδονίου, ἢν μὲν νεώτερος ᾖ ὁ τρωθεὶς, ἀρκέει τῷ λοιπῷ χρέεσθαι, ἢν δὲ τελειότερος ᾖ αὐτῷ τῷ δέρματι τάμνοντα χρὴ εὖρος ὡς τριδάκτυλον ἢ ὅκως ἂν ἁρμόζει ὑπαλείψαντα κόμμι τὴν γνάθον. εὐμενέστερον γὰρ κόλλῃ προσκολλῆσαι τὴν δέριν ἄκρον πρὸς τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ὡς δάκτυλον ἀπὸ τοῦ τρώματος ἢ ὀλίγῳ πλέον. τοῦτο μὲν ἐς τὸ κάτω μέρος, ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ὁ ἱμὰς, ὡς ἀμφιβεβήκει ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου, ἕτερον δὲ ἱμᾶντα τοιοῦτον ἢ ὀλίγῳ πλατύτερον προσκολλῆσαι χρὴ πρὸς τὸ ἄνω μέρος τῆς γνάθου ἀπολιπόντα κατὰ τοσοῦτον ἀπὸ τοῦ τρώματος, ὅσονπερ ὁ ἕτερος ἀπέλιπεν. ἐσχίσθω δὲ καὶ οὗτος ὁ ἱμὰς τὴν ἀμφὶ τὸ οὖς περίβασιν.
Μαλακὸν εἶναι βούλεται τὸ δέρμα, καθάπερ ἦν ἴσως τότ’ ἐν Καρχηδόνι. τούτων γὰρ ἐμνημόνευσεν ὀνομαστὶ παραδείγματος ἕνεκεν, ὥσπερ καὶ πρόσθεν ἐν τῷ περὶ ἀγμῶν Αἰγυπτίου δέρματος. εὔδηλον δ’ ὅτι τοῦ δέρματος τούτου τοῦ ἐξωτάτου σκληρότερόν τε καὶ πυκνότερον ὀνομάζει λοιπόν. ὅπως δ’ αὐτῷ χρῆται, τῆς ἀντιτάσεως ἕνεκα τῶν κατεαγότων μορίων τῆς γένυος, αὐτὸς δηλώσει παρακολουθούντων ἡμῶν τῷ σκοπῷ τοῦ γιγνομένου. βούλεται γὰρ τὸ μὲν ἕτερον μέρος τοῦ κατεαγότος ὀστοῦ πρὸς τὸ γένειον, τὸ κατώτερον τείνεσθαι ἄνω πρὸς τὴν κεφαλήν.
26. Ἀποξέες δ’ ἔστωσαν οἱ ἱμᾶντες ἀμφὶ τὴν ξυναφὴν, ἔνθα ξυνάπτεσθαί τε καὶ συνδεῖσθαι εἰς τὰ πέρατα τῶν ἱμάντων.
Ἐνταῦθα κελεύει στενότερά πως ὑπάρχειν αὐτὰ, μειουμένου κατὰ βραχὺ τοῦ πλάτους, ὅπως ἡ δέσις ἀσφαλεστέρα
γένηται. τὰ γὰρ πλατύτερα πέρατα, κἂν ἐπιμελῶς τις δήσῃ, τὸ μόνιμον οὐκ ἔχει.
27. Ἐν δὲ τῇ κολλήσει ἡ σάρξ τοῦ σκύτεος πρὸς τοῦ χρωτὸς ἔστω, ἐχεκολλότερον γὰρ οὕτως.
Τὸ σκύτος ἐκ δέρματος ζώου γίνεται διττὴν ἔχοντος φύσιν. ὅσον μὲν γὰρ ἔξωθέν ἐστι τοῦ δέρματος ὁμιλοῦν τῷ πέριξ ἀέρι πυκνότερόν τε γίγνεται καὶ νευρωδέστερον, ὅσον δ’ ἐντὸς τοῦδε, μαλακώτερόν τι καὶ ἀραιότερον. αὐτοῦ δὲ τούτου τὸ μὲν ἐγγύτερον τοῦ ἔξω πέρατος ἧττόν ἐστι, τὸ δὲ ἔνδον οὐ ψαύει τῶν ὑποκειμένων τῷ δέρματι, μᾶλλόν τε ἀραιὸν καὶ σαρκῶδες, ὅπερ δὴ καὶ σάρκας τοῦ σκύτους ὠνόμασε καὶ συμβουλεύει κατὰ τοῦτο γίγνεσθαι τὴν κόλλησιν, ἅτε γὰρ μαλακώτερον καὶ ἀραιότερον ἐπιτηδειότερόν ἐστιν εἰς τοιαύτην χρείαν.
28. Ἔπειτα κατατείναντα χρὴ καὶ τοῦτον τὸν ἱμᾶντα, μᾶλλον δέ τι τὸν περὶ τὸ γένειον, ὡς ὅτι μάλιστα μὴ ἀποσμιλαίνῃ ἡ γνάθος, ξυνάψαι τοὺς ἱμᾶντας κατὰ τὴν κορυφὴν, κἄπειτα περὶ τὸ μέτωπον ὀθονίῳ καταδῆσαι.
Ἀνενεχθέντων δηλονότι πρὸς τὴν κεφαλὴν τοῦ κάμνοντος ἀμφοτέρων τῶν περάτων τοῦ ἱμᾶντος ἡ δέσις αὐτῶν πρὸς τὴν κορυφὴν αὐτῆς. μᾶλλον δὲ βούλεται τετάσθαι τὸν κάτω χάριν τοῦ τὴν γένυν, ὡς αὐτὸς εἶπε, μὴ ἀποσμιλαίνειν, ὅπερ ἐστὶν εἰς ὀξὺ παράγεσθαι.
29. Καὶ κατάβλημα χρὴ εἶναι, ὥσπερ νομίζεται, ὡς ἀτρεμέει τὰ δεσμὰ, τὴν δὲ κατάκλισιν ποιεέσθω ἐπὶ τὴν ὑγιέα γνάθον μὴ τῇ γνάθῳ ἐρηρεισμένος, ἀλλὰ τῇ κεφαλῇ. ἰσχναίνειν δὲ χρὴ τὸ σῶμα ἄχρι ἡμερῶν δέκα, ἔπειτα ἀνατρέφειν μὴ βραδέως. ἢ γὰρ οὖν τῇσι πρώτῃσιν ἡμέρῃσι
μὴ φλεγμήνῃ, ἐν εἴκοσιν ἡμέρῃσι γνάθος κρατύνεται. τελέως γὰρ ἐπιπωροῦται, ὥσπερ καὶ τἄλλα τὰ ἀραιὰ ὀστέα, ἢν μὴ ἐπισφακελίσῃ. ἀλλὰ γὰρ περὶ σφακελισμῶν τῶν συμπάντων ὀστέων ἄλλος μακρὸς λόγος λείπεται. αὕτη ἡ διάστασις ἡ ἀπὸ τῶν κολλημάτων εὐμενὴς καὶ εὐταμίευτος καὶ ἐς πολλὰ καὶ πολλαχοῦ διορθώματα εὔχρηστος. τῶν δὲ ἰητρῶν οἱ μὲν σὺν νόῳ εὔχειρες καὶ ἐν ἄλλοισι τρώμασι τοιοῦτοί εἰσι καὶ ἐν γνάθων κατήξεσιν. ἐπιδέουσι γὰρ τὴν γνάθον κατεαγεῖσαν ποικίλως καὶ καλῶς καὶ κακῶς.
Τὸ κατὰ πάντων ἔξωθεν ἐπιβαλλόμενον οὕτως ὠνόμασεν, εἴτε τῶν καλουμένων παραρμάτων εἴτε τῶν ὁμοίων εἴη τι. καλεῖ δ’ αὐτὸς, ὥσπερ νῦν ἔτι συνήθως ὀνομάζεται, παράρματα παραιρούμενα ὑπὸ τῶν ἀμφιεσμάτων, ὑπὸ τῶν ῥαπτόντων αὐτά. μάλιστα γὰρ ἐπιτήδεια διὰ μαλακότητα, ταῦτά ἐστιν εἰς τὴν προκειμένην χρείαν, δύναιτο δ’ ἄν τις ἀπορῶν αὐτῶν ἐπὶ τῶν ὁμοίων ἀφικνεῖσθαι.
30. Πᾶσα γὰρ ἔνδεσις γνάθου οὕτω καταγείσης ἐκκλίνει τὰ ὀστέα τὰ ἐς τὸ κάταγμα ῥέποντα μᾶλλον ἢ ἐς τὴν φύσιν ἄγει.
Τῆς οὕτω, φησὶ, καταγείσης γένυος, τουτέστι τῆς καυληδὸν, ἡ ἐπίδεσις ἐκκλίνει μᾶλλον εἰς τὸ κάταγμα ἢ ἐξευθύνει τὰ ὀστᾶ διὰ τὸ μὴ δύνασθαι περιελιχθῆναι τὰ ὀθόνια κύκλῳ τὰ περὶ τὸ πεπονθὸς, ἀλλ’ ἔξωθεν μόνον ἐπικαλέεσθαι.
31. Ἤν δὲ ἡ κάτω γνάθος κατὰ τὴν σύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ, μόνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαὶ, ἀλλ’ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον· ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον. ἢν οὖν διαστῇ ἡ κατὰ τὸ γένειον σύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστι. τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ εἰς τὸ εἴσω μέρος
προσβάλλοντα τοὺς δακτύλους, τὸ δὲ εἴσω ῥέπον ἀνάγειν ἐς τὸ ἔξω μέρος ἐνερείσαντα τοὺς δακτύλους· ἐς διάστασιν μέντοι διατεινάμενοι ταῦτα χρὴ ποιέειν.
Ἐκ δυοῖν μὲν ἡ κάτω γένυς ὀστῶν σύγκειται κατ’ ἄκρον τὸ γένειον ἀκριβῶς ξυμπεφυκότων, ἐκ πολλῶν δὲ ἡ ἄνω κατὰ συνάρθρωσιν κειμένων. ἀλλ’ ἡ τοιαύτη τῶν ὀνομάτων λεπτουργία παρὰ τοῖς παλαιοῖς οὐκ ἦν. διὸ καὶ Ἱπποκράτης τὴν ἄνω γένυν ξυντιθέντων τῶν ὀστῶν τὰς ἁρμονίας ὑπὸ τῆς ξυμφύσεως ἔταξε γένος, ἑνὶ γνωρίσματι προσέχων τὸν νοῦν ἐπ’ αὐτῶν μηδεμίαν αἰσθητὴν κίνησιν ἐν ταῖς τοιαύταις τῶν ὀστῶν συνθέσεσι.
32. Ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει ἢ εἰ ἐγχρίπτων τις ἐς ἄλληλα τὰ ὀστέα παραναγκάζειν πειρᾶται. τοῦτο παρὰ πάντα τὰ ὑπομνήματα χάριεν εἰδέναι. ὁκόταν
δὲ κατορθώσῃ, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται. ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν.
Ἔθος ἐστὶν Ἱπποκράτους, ὅσα κοινὰ παραγγέλματα τῶν κατὰ μέρος ἐστὶν ἅπαξ αὐτὰ περὶ ἑνὸς εἰπόντα δηλῶσαι τοῦ πράγματος τὴν δύναμιν, ὅτι κοινὴ πάντων τῶν ὁμοίων, ὥσπερ καὶ νῦν ἀξίως τὰ προδιατείνοντα τὴν κάτω γένυν οὕτω διαπλάττειν ἐπήνεγκε. ῥᾷον γὰρ εἰς τὴν φύσιν ἥξει ἢ εἴ τις ἐγχρίπτων εἰς ἄλληλα τὰ ὀστέα παραναγκάζειν πειρᾶται. αὐτὸ τὸ νῦν εἰρημένον, ὅτι κοινὰ ἁπάντων ἐστὶ τῶν διαπλαττομένων ὀστῶν, ἐπεσημήνατο διὰ τῆς προκειμένης ῥήσεως.
33. Ἐπίδεσιν δὲ βραχείην ἢ ποικίλην, μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται, ἐγγὺς γάρ τι τοῦ ἰσοῤῥόπου ἐστὶν, ὡς δὴ μὴ ἰσόῤῥοπον ἐόν.
Ἀκριβῶς μὲν ἰσόῤῥοπόν ἐστι μόριον, ὅταν ὁμοιότατον ᾖ κατὰ τὸ σχῆμα κυλίνδρῳ. καλῶ δὲ κύλινδρον οὐχ ᾧ παίζουσιν αἱ παῖδες, ἀλλὰ καὶ τὸ τοῖς κίοσιν ὑπάρχον σχῆμα. τοῦτο δ’ ἀκριβῶς μὲν οὐδενὶ τῶν ὀστῶν ἐστι, μᾶλλον μέντοι τῶν ἄλλων ἐν μηρῷ καὶ βραχίονι. τῆς δὲ ἄνω γένυος ὅτι μὲν οὐκ ἔστι τοιοῦτον σχῆμα πρόδηλον, ὥσπερ οὐδὲ ἰσόῤῥοπον αὐτὴν εἶναί φασιν, ἐγγὺς μέντοι τοῦ ἰσοῤῥόπου διὰ τοῦτ’ αὐτὴν εἶπεν, ὅτι τὸ ἀριστερὸν μέρος τῷ δεξιῷ κατὰ πᾶν ἐξωμοίωται καὶ ἴσον ἐστὶ καὶ διὰ τοῦτο τὸ συγκείμενον ἐξ ἀμφοῖν ἰσόῤῥοπον γίνεται μηδεμίαν ἔχον ῥοπὴν ἐπὶ θάτερα μέρη. δέχεται δὲ ποικίλας ἐπιδέσεις ἡ γένυς, ὡς κἀν τῇ τῶν ἐπιδέσμων γυμνασίᾳ πρώτῃ πάντων οὔσῃ μεμαθήκατε.
34. Τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν ἡ δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιά· ἐπὶ δεξιὰ δὲ νομίζεται εἶναι, ἢν ἡ δεξιὰ χεὶρ ἡγέηται τῆς ἐπιδέσιος· ἢν δὲ ἡ
ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν κἂν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ, ταχεῖα μὲν ἡ ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται, ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἡ ἄλθεξις, διαστροφὴν δὲ ἴσχουσα, οἱ ὀδόντες δὲ καὶ σιναροὶ καὶ ἀχρήϊοι γίνονται.
Ἐλέχθη καὶ πρόσθεν ἐπὶ τῶν ἑλκῶν ὅσα χεῖλος ἐξῃρημένον ἔχει, τὴν μὲν ἀρχὴν βάλλεσθαι τῆς ὀθόνης ὄπισθεν τοῦ τοιούτου χείλους, ἑλίττειν δ’ οὕτω κατ’ αὐτὸν τὸν ἐπίδεσμον, ὡς προσάγεσθαι θάτερα χείλη τοῦ ἕλκους. ἔστι γὰρ τοῦτο κοινὸν ἁπάντων τῶν ἐπανάγεσθαι δεομένων εἰς τὴν ἀρχαίαν φύσιν. οὕτως οὖν καὶ νῦν τὸ κοινὸν τοῦτο φυλακτέον ἐστὶ προστέλλον τε καὶ καταναγκάζον τὸ ἐφεστηκὸς μέρος. ἔσται δὲ τοῦτο τῶν ὀθονίων αὐτὸ προσαγόντων ἐκείνῳ. προσαχθήσεται δὲ, εἰ μὲν τὸ δεξιὸν εἴη μέρος τὸ ἐξεστηκὸς, ἐντεῦθεν μὲν ἀγομένων, ἐπὶ δὲ τὸ ἀριστερὸν ἀγόντων ἐπίδεσμον. εἰ δὲ τὸ ἀριστερὸν εἴη τὸ πεπονθὸς, ἐκεῖθεν μὲν ἀρχομένων, ἐπὶ τὸ δεξιὸν δὲ ἀφικνουμένων. ὁ
τοίνυν Ἱπποκράτης ὅταν ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενός τις ἐπὶ θάτερον ποιῆται τὴν νομὴν τῶν ὀθονίων, ἐπὶ δεξιὰ καλεῖ τὴν τοιαύτην ἐπίδεσιν, οὐ τῇ φορᾷ τοῦ ἐπιδέσμου προσέχων τὸν νοῦν, ἀλλὰ τῇ τῆς χειρὸς ἡγεμονίᾳ· ἐὰν γὰρ νοήσῃς καταντικρὺς τοῦ μὲν ἐπιδουμένου τὸν ἰατρὸν, ἡ μὲν ἀπὸ τῆς δεξιᾶς γνάθου φορὰ τῶν ὀθονίων ἐπὶ τὴν ἀριστερὰν ἀγομένη ἡ τῆς δεξιᾶς ἔσται χειρὸς, ἡ δ’ ἐναντία τῆς ἀριστερᾶς.
35. Ἢν δὲ ἡ ῥὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατάξιος.
Αὐτὸς δὲ ἐφεξῆς ἐρεῖ τοὺς τρόπους· ἤτοι γὰρ μέρος αὐτῆς κατάγνυται, τῆς συνεχείας φυλαττομένης, ὡς μήτε κάτω χωρῆσαι μήτ’ ἐφ’ ἑκάτερα παραστραφῆναι, ἢ καὶ τούτων τι προσγίγνεται, καὶ ἤτοι κατὰ τὸ χονδρῶδες αὐτῆς τὸ πρόσω τούτων τι συμβαίνειν εἴωθεν, ἢ κατὰ τὸ λοιπὸν τὸ ὀστῶδες.
36. Ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῥῖνα καὶ μάλιστα.
Εἰρωνευόμενος εἴρηκεν οὐ τὰς ὄντως καλὰς σημαίνων, ὧν σκοπός ἐστιν εἰς τὸ κατὰ φύσιν ἄγειν τὸ πεπονθὸς, ἀλλὰ τὰς εὐμόρφους καὶ τερπούσας τοὺς ὁρῶντας. ὁποῖαι δέ εἰσιν αὗται, διὰ τῆς ἑπομένης ῥήσεως μαθήσῃ.
37. Ἐπιδεσίων γάρ ἐστιν αὕτη ἡ ποικιλωτάτη καὶ πλείστους μὲν σκεπάρνους ἔχουσα, διαῤῥωγὰς δὲ καὶ διαλήψιας ποικιλωτάτας τοῦ χρωτὸς ῥομβοειδέας. ὡς οὖν εἴρηται, οἱ τὴν ἀνόητον ἐγχειρίην ἐπιτηδεύοντες ἄσμενοι ῥινὸς καταγείσης ἐπιτυγχάνουσιν ὡς ἐπιδήσωσι. μίαν μὲν οὖν ἡμέρην ἢ δύο ἀγάλλεται μὲν ὁ ἰητρὸς, χαίρει δὲ καὶ ὁ ἐπιδεδεμένος, ἔπειτα ταχέως μὲν ὁ ἐπιδεδεμένος
κορίσκεται· ἀσηρὸν γὰρ τὸ φρόνημα. ἀρκέει δὲ τῷ ἰητρῷ, ἐπειδὴ ἐπέδειξεν ὅτι ἐπίσταται ποικίλως ῥῖνα ἐπιδέειν. ποιέει δὲ ἡ ἐπίδεσις ἡ τοιαύτη πάντα τἀναντία τοῦ δέοντος. τοῦτο μὲν γὰρ ὁκόσοι σιμοῦνται διὰ τὴν κάτηξιν δηλονότι, εἰ ἄνωθέν τις μᾶλλον πιέζοι, σιμότεροι ἂν εἶεν, τοῦτο δὲ ὅσοισι παραστρέφεται ἢ ἔνθα ἢ ἔνθα ἢ ῥὶς ἢ κατὰ τὸν χόνδρον ἢ ἀνωτέρω, δῆλον ὅτι οὐδὲν αὐτοὺς ἡ ἄνωθεν ἐπίδεσις ὠφελήσει, ἀλλὰ καὶ βλάψει μᾶλλον.
Σκέπαρνον μὲν ἐπίδεσμον ὅτι καλεῖ τὸν ἐγκεκλιμένον ὀλίγον ἐκ τῆς ἐγκαρσίας ἐπιβολῆς ἔμπροσθεν εἴρηται. διαῤῥωγὰς δὲ λέγει τὰ μεταξὺ διαστήματα τῶν ὀθονίων. ῥομβοειδῆ δὲ σχήματα τὰ ἰσόπλευρα μὲν, οὐκ ὀρθογώνια δέ· καὶ γὰρ καὶ ὁρίζεται τὸν ῥόμβον οὕτως ὁ Εὐκλείδης. ἔμαθες δὲ ὡς ἐν τοῖς ἐπιδέσμοις πάντων σχεδὸν πρῶτον ὀνομάζουσι ῥόμβον ἀπὸ τοῦ τὰ τοιαῦτα μάλιστα ἐργάσασθαι σχήματα.
38. Οὐχ οὕτω γὰρ συναρμόσει σπλήνεσι τὸ ἐπὶ θάτερον τῆς ῥινὸς, καίτοι οὐδὲ τοῦτο ποιέουσιν οἱ ἐπιδέοντες.
Οὐδὲν ὠφελεῖσθαί φησιν ἐξ ἐπιδέσεως τὴν εἰς τὸ πλάγιον ἐν τῷ καταγῆναι διαστραφεῖσαν ῥῖνα. ὃ γάρ τοι δόξῃ ἄν τινι βοηθεῖν αὐτῇ, μηδ’ αὐτὸ δύνασθαί τι. δόξειε δ’ ἂν εἶναι βοηθεῖν, στηρίσαι κατὰ τὸ πλάγιον αὐτὴν ὀθονίοις, ἐς ὅπερ ἐπεκλήθη, ἀλλ’ οὐδὲ ταῦτά φησιν ἀκριβῶς δύνασθαι πρᾶξαι τόδε.
39. Ἄγχιστα δὲ ἡ ἐπίδεσίς μοι δοκέῃ ἀντιποιέειν, εἰ κατὰ μέσην τὴν ῥῖνα κατὰ τὸ ὀξὺ ἀμφιθλασθείη ἡ σὰρξ κατὰ τὸ ὀστέον, εἰ καὶ τὸ ὀστέον μικρόν τισιν εἴη καὶ μὴ μέγα. τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ἡ ῥὶς καὶ ὀκριοειδεστέρῃ τινὶ γίνεται. ἀλλ’ ὅμως οὐδὲ τούτοισι δήπου πολλοῦ ὄχλου δέεται ἡ ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν.
Ἐν εὐθυτάτῳ δόξειεν ἂν ὠφελεῖν ἡ κοινὴ τῆς ῥινὸς ἐπίδεσις, ὅταν ἐν τῷ μέσῳ αὐτῆς ἤτοι περίθλασις γένηται τοῦ δέρματος ἢ καὶ πάθῃ τι τὸ ὀστοῦν ἐπ’ ὀλίγον. ἐξοχὴ γάρ τις ἕπεται κατὰ τὴν πώρωσιν αὐτοῦ. ἡ τοίνυν ἐπίδεσις ἐν τοῖς τοιούτοις παθήμασιν εἴργουσα καὶ προστέλλουσα τὸ πεπονθὸς ὠφέλειάν τινα δόξει δύνασθαι παρέχειν, ἕν τι δ’ οὐδὲν τούτοις ἀναγκαῖον ἐπιδεῖν· τὰ γὰρ θλάσματα πειρᾶσθαι χρὴ μάλιστα μὲν ἀφλέγμαντα διαφυλάττειν, εἰ δὲ καὶ φλεγμαίνοιεν, ἀφλέγμαντα ποιεῖν ὡς τάχιστα. ὅ γε ἐπιτρεφόμενος πῶρος ὀλίγος οὐδὲν δὴ τούτων ἐπιδέσεων δεῖται.
40. Ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβαλέειν.
Τὸ μέσον τοῦ ὀθονίου κατὰ τοῦ μέσου τῆς ῥινὸς ἐπιβαλόντα μὴ βιαίως ἀπάγειν χρὴ τῶν δαελῶν ἑκάστην
ὀπίσω τῆς κεφαλῆς, ἐντεῦθέν τε ἐπὶ μέτωπον ἀνάγοντα δῆσαι.
41. Ἀρίστη μέντοι ἰητρείη τῷ ἀλήτῳ τῷ σητανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ καταπλάσσειν τὰ τοιαῦτα.
Σητανίους πυροὺς οἱ δόξαντες ἄριστα τὴν Ἱπποκράτους ἐξηγήσασθαι λέξιν εἰρῆσθαί φασι πρὸς αὐτοῦ τοὺς σῆτες ἐσπαρμένους, ὅπερ οἱ Ἀττικοὶ τῆτες ὀνομάζουσι, διὰ τοῦ τ τὰς συλλαβὰς ἀμφοτέρας λέγοντες, ἐξ οὗ σημαίνεσθαί φασι τοὺς ἐν τῷ ἔτει τούτῳ, τουτέστι κατὰ τὸ ἔαρ ἐσπαρμένους, διμηνιαίους τε καὶ τεσσαρακονθημέρους ὀνομαζομένους. ἐγὼ δὲ πυρῶν εἶδός τι σητανίους καλουμένους οἶδα κατά τε τὴν Κῶν αὐτὴν καὶ σύμπαν τὸ κατὰ τὴν Ἀσίαν Ἑλληνικόν. ὀλίγον ἔχουσιν οὗτοι τὸ πυρὸν, ἱκανῶς δὲ γλίσχρον τὸ σταῖς, οὗ μάλιστα νῦν ὁ Ἱπποκράτης δεῖται, καθότι καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ· καὶ ὅταν μὴ ἔχῃ τοιοῦτον, ἤτοι
ὅπερ ἐπὶ τοῦ χόνδρου ποιοῦμεν· ἀλλὰ μάχεται τούτῳ τὸ κελεύειν αὐτὸν φυρᾷν τὸ ἄλευρον, ἕψον γὰρ εἰρήκει. καὶ οὐ φυρᾶται δὲ τὸ οὕτως ὑγρὸν, ἀλλ’ ἕψεται μόνον. ἔτι δ’ ἂν μᾶλλον ὃ λέγει διὰ τῆς πεφυρημένῳ λέξεως κατανοήσαιμεν.
42. Χρὴ δὲ, ἢν μὲν ἀγαθὸν ᾖ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι πάντα τὰ τοιαῦτα· ἢν δὲ μὴ πάνυ ὅλκιμον ᾖ, ἐς ὀλίγην μάνναν ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον ἢ κόμμι πάνυ ὀλίγου ὡσαύτως μίσγειν. ὁκόσοισι μὲν οὖν ῥὶς ἐς τὸ σιμὸν ῥέπουσα καταγῇ, ἢν μὲν ἐκ τοῦ ἔμπροσθεν μέρεος κατὰ τὸν χόνδρον ἵζηται, οἶόν τέ ἐστι καὶ ἐντιθέναι τι διόρθωμα εἰς τοὺς μυκτῆρας· ἢν δὲ μὴ, ἀνορθοῦν μὲν χρὴ πάντα τὰ τοιαῦτα, τοὺς δακτύλους ἐς τοὺς μυκτῆρας ἐντιθέντα, ἢν ἐνδέχηται.
Ἀγαθοὺς πυροὺς τοὺς ἀρίστους δηλονότι λέγει. ταύτην γὰρ οἱ παλαιοὶ τὴν προσηγορίαν ἐπιφέρειν εἰθισμένοι κατὰ παντὸς τοῦ πρώτου ὄντος ἐν τῷ οἰκείῳ γένει. λέγουσι δὲ καὶ νῦν ἅπαντες οἱ περὶ τὴν σιτοποιίαν ἀρίστους εἶναι πυροὺς τοὺς πυκνοὺς τὴν οὐσίαν. οἱ γὰρ χαῦνοι πολὺ τὸ πιτυρῶδες ἔχουσι καὶ τὸ σταῖς αὐτῶν οὐ γίγνεται γλίσχρον, ὡς καὶ μυῶν. ὅλκιμον δὲ ὠνόμασε τὸ γλίσχρον ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ τεινόντων ἡμῶν αὐτὸ πρὸς τἀναντία μέρη, συνεχὲς μὲν οὐ διασπώμενον τοῦ μὴ γλίσχρου φθάνοντος διασπᾶσθαι κατὰ τὰς τοιαύτας ἐνεργείας. εἰ δὲ διασπᾶται, πῶς ἄν τις ἕπεσθαι φαίηται τεινούσαις χερσὶ αὐτό; εἰ δ’ οὐχ ἕπεται, πῶς ἂν ὅλκιμον ἔτι λεχθείη; τό γε μὴν ἀδιάσπαστον καὶ συνεχὲς γενόμενον εἰκότως ἄν τις ὅλκιμον ὀνομάζοι, καθάπερ καὶ τὸν ἰξόν. ἐπὶ πλεῖστον γὰρ οὗτος ἕλκεται πρὸς τἀναντία μέρη διαλαμβανόμενος ὑπὸ τῶν ἡμετέρων χειρῶν, ὥστε καὶ ἐκ τούτων δῆλός ἐστιν ὁ Ἱπποκράτης γλίσχρον ἀξιῶν εἶναι τὸ σταῖς, ὅπου γε καὶ ὅταν
ἀπὸ τοῦ συμβεβηκότος μᾶλλον αὐτοῖς εἶναι τὴν προσηγορίαν, οὐκ ἀπό τινος ἰδίας ἐξαιρέτου.
43. Ἢν δὲ μὴ παχὺ ὑπάλειπτρον μὴ ἐς τὸ ἔμπροσθεν τῆς ῥινὸς ἀπάγοντα τοῖσι δακτύλοισιν, ἀλλ’ ᾖ ἵδρυται. ἔξωθεν δὲ τῆς ῥινὸς ἔνθεν καὶ ἔνθεν ἀμφιλαμβάνοντα τοῖσι δακτύλοισι συναναγκάζειν τε ἅμα καὶ ἀναφέρειν ἐς τὸ ἄνω. καὶ ἢν μὲν πάνυ ἐς τὸ ἔμπροσθεν τὸ κάτηγμα ἔῃ, οἷόν τέ τι καὶ εἴσω τῶν μυκτήρων ἐντιθέναι, ὥσπερ ἤδη εἴρηται, ἄχνην τὴν ἀφ’ ἡμιτυβίου ἢ ἄλλο τι τοιοῦτον ἐν ὀθονίῳ εἱλίσσοντα, μᾶλλον δὲ ἐν Καρχηδονίῳ δέρματι ἐῤῥάψαντα, σχηματίσαντα τὸ ἁρμόσσον σχῆμα τῷ χωρίῳ, ἵνα ἐγκείσεται. ἢν μέντοι προσωτέρω ᾖ τὸ κάτηγμα, οὐδὲν οἷόν τε εἴσω ἐντιθέναι· καὶ γὰρ εἰ ἐν τῷ ἔμπροσθεν ἀσηρὸν τὸ φόρημα, πῶς γε δὴ οὐκ ἐν τῷ ἐσωτέρω; τὸ μὲν οὖν πρῶτον καὶ ἔσωθεν ἀναπλάσσεσθαι καὶ ἔξωθεν ἀφειδήσαντα χρὴ ἀνάγειν ἐς τὴν ἀρχαίαν φύσιν καὶ
τὰ ἐκκριθέντα. ὅτι δ’ ἂν φλεγμονῆς ὑπογίνεται τούτοισι, χρὴ τῷ σταιτὶ χρέεσθαι· τοῖσι μέντοι δακτύλοισι προσέχειν χρὴ ὁμοίως καὶ τοῦ σταιτὸς ἐπικειμένου. ἢν δέ που κατὰ τὸν χόνδρον ἐς τὰ πλάγια καταγῇ, ἀνάγκη τὴν ῥῖνα ἄκρην μετεστράφθαι. χρὴ οὖν τοῖσι τοιούτοισι ἐς τὸν μυκτῆρα ἄκρον διόρθωμά τι τῶν εἰρημένων ἢ ὅ τι τοιούτοισιν ἔοικεν ἐντιθέναι. πολλὰ δ’ ἄν τις εὕροι τὰ ἐπιτήδεια. ὅσα μήτε ὀσμὴν ἴσχει μήτε ἄλλως προσηνέα ἐστίν. ἐγὼ δέ ποτε πνεύμονος προβάτου ἀπότμημα ἐνέθηκα· τοῦτο γάρ πως παρέτυχεν· οἱ γὰρ σπόγγοι ἐντιθέμενοι ὑγράσματα δέχονται.
Εἰ μὴ δυνατὸν, φησὶν, εἴη ἐντιθέναι τῇ ῥινὶ τοὺς δακτύλους, ὑπαλείπτρῳ χρηστέον. ὀνομάζει δ’ οὕτως, ὡς ἤδη πρόσθεν εἶπον, ἅπαν ὅ τι ἂν ὑπαλείψειεν, οἷαίπερ εἰσὶ μίλαι τε καὶ σπαθομίλαι καὶ τὰ διαπύρινα κατὰ τὸ πέρας αὐτῶν ἔχοντα ταῦτα πάντα κεφαλὰς περιφερεῖς. ὥσπερ δὲ
ἐν τῷ καίειν τὴν μασχάλην ἐδεόμεθα λεπτοτάτων ὑπαλείπτρων, οὕτω νῦν παχέων ἐστὶ χρεία, ὁπότε γε καὶ τοῖς δακτύλοις, ὅταν ἐγχωρῇ, χρώμεθα, κἂν ἐντὸς εἰς τοὺς μυκτῆρας ὅσοιπερ ἂν αὐτῶν ἁρμόττωσι καὶ ὅσοι διαπλάττωσι τὸ κατεαγὸς μερὸς τῆς ῥινός. ὅπερ δὲ προσήκει χρῆσθαι τῷ ὑπαλείπτρῳ σαφῶς αὐτὸς ἐδίδαξεν, ἀνάγειν αὐτὸ κελεύσας οὐ κατὰ τὸ πρόσθεν μέρος τῆς ῥινὸς, ἀλλὰ καθ’ ὃ μάλιστα καταπέπτωκεν εἰς τὴν κοιλότητα τὸ κατεαγὸς αὐτῆς. ἐκεῖνο γάρ ἐστι τὸ καὶ τῆς μοχλείας δεόμενον, ἵνα ὑψωθὲν. εἰς τὴν κατὰ φύσιν ἀφίκηται χώραν· οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τὸ διαπλάττειν ἐστὶν ὁτιοῦν μέρος ἔξω τοῦ τὴν οἰκείαν ἑκάστῳ τῶν μερῶν αὐτοῦ διδόναι χώραν. τὰ δ’ ἐφεξῆς τῆσδε τῆς ῥήσεως ἄχρι πολλοῦ πάντ’ ἐστὶ σαφῆ.
44. Ἔπειτα χρὴ Καρχηδονίου λοιπὸν πλάτος ὡς τοῦ μεγάλου δακτύλου τετμημένον ἢ ὅκως ἂν ξυμφέρῃ, προσκολλῆσαι ἐς τὸ ἔκτοσθεν πρὸς τὸν μυκτῆρα τὸν ἐγκεκλισμένον, κἄπειτα
τοῖσι δακτύλοισιν ἐν τῷ ἔπειτα χρόνῳ, χαλαρωτέροισι μὲν γὰρ χρώμενον, χεόμενον δέ. εὐπλαστότατον γὰρ τι παντὸς τοῦ σώματος ἡ ῥίς ἐστι. τῶν δὲ ἱμάντων· τῇ κολλήσει καὶ τῇ ἀντιῤῥοπίῃ παντάπασιν οὐδὲν κωλύει χρῆσθαι, οὔτ’ ἢν ἑλκώσῃ οὔτ’ ἢν ἐπιφλεγμήνῃ, ἀλύπητοι γάρ εἰσι.
Διὰ τὴν ἀπαρτῆ φωνὴν σημαίνεται ἅπασα ἡ διὰ τῶν προσκολλημάτων ἀντίτασίς τε καὶ οἷον εὔθυσις τῆς διεστραμμένης ῥινός. ὃ δὲ νῦν κελεύει ποιεῖν, ἀσθενὲς ἐφάνη μοι πειρωμένῳ· εἰ μὲν γὰρ ἰσχυρότερόν τε εἴη ὃ ἀποκολλᾶται καὶ ἀφίσταται μετρίως τείνοντος, οὐδὲν ἀξιόλογον περαίνεται.
45. Ἢν δὲ οὖς κατεαγῇ, ἐπιδέσιες πᾶσαι πολέμιαι· οὐ γὰρ οὕτω τις χαλαρὸν περιβάλλοι· ἢν δὲ μᾶλλον πιέζῃ, πλέον κακὸν ἐργάσεται, ἐπεὶ καὶ ὑγιὲς οὖς ἐπιδέσει πιεχθὲν, ὀδυνηρὸν καὶ σφυγματῶδες καὶ πυρετῶδες γίνεται.
Τῆς συνεχείας ἡ λύσις ἕλκος μὲν ἐν σαρκώδει μορίῳ, κάταγμα δὲ ἐν ὀστῷ καλεῖται. τὸ δὲ ἐν χόνδρῳ γενόμενον οὐκ ἔχον ἰδίαν προσηγορίαν καταχρησάμενος ὁ Ἱπποκράτης τοῦ κατάγματος ὀνόματι προσηγόρευσεν.
46. Ἀτὰρ καὶ τὰ ἐπιπλάσματα κάκιστα μὲν τὰ βαρύτατα ἐπίπαν, ἀτὰρ καὶ τὰ πλεῖστα φλαῦρα καὶ ἀποστατικὰ καὶ μύξαν τε ὑποποιέει πλείω, κἄπειτα ἐκπυήσιας ἀσηρὰς, τούτων δὲ οὖς ἥκιστα κατεαγὲν προσδέεται.
Οἷς ἀπεδείξαμεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ τὰ κατὰ μέρος ὁμολογεῖται πάντα. καὶ γὰρ καὶ νῦν ἐπὶ τῶν ἐπιπλασμάτων βλάπτεσθαί φησι τὸ οὖς ὁ Ἱπποκράτης, ὥσπερ καὶ φαίνεται διὰ τῆς ἐμπειρίας· ἱκανῶς γὰρ βούλεται ξηραίνεσθαι δὴ, ὅτι ξηρότατόν ἐστι τὴν φύσιν ἔχον. ἆρ’ οὖν κἀκ δέρματος συγκείμενον. ἐδείχθη
δὲ ἕκαστον μόριον εἰς ὅσον ἂν ξηρότερον εἰς τοσοῦτο τῆς ξηραντικωτέρας ἀγωγῆς δεόμενον.
47. Ἄγχιστα μὲν, εἴπερ χρὴ, τὸ γλίσχρον ἄλητον, χρὴ δὲ μηδὲ τοῦ βάρος ἔχειν, ψαύειν δὲ ὡς ἥκιστα ξυμφέρει. ἀγαθὸν γὰρ ἐνίοτε φάρμακον καὶ τὸ μὴ φέρειν φάρμακον καὶ πρὸς οὖς καὶ πρὸς ἄλλα πολλά. χρὴ δὲ καὶ τὴν ἐπικοίμασιν φυλάττεσθαι, τὸ δὲ σῶμα ἰσχναίνειν καὶ μᾶλλον ᾧ ἂν κίνδυνος ἔῃ ἔμπυον τὸ οὖς γενέσθαι. ἄμεινον δὲ καὶ μαλθάξαι τὴν κοιλίην.
Ἐγγυτάτω, φησὶν, ἐστὶ τοῦ μὴ βλάπτειν ἐπιπλαττόμενον τὸ γλίσχρον ἄλευρον. ἔστι γὰρ δῆλον ὅτι τοῦτο τῶν ἄλλων ξηραντικώτερον. εἴρηται δὲ ὀλίγῳ ἔμπροσθεν ἡμῖν, ὁποῖον λέγει τὸ γλίσχρον ἄλητον, ἡνίκα τὸν περὶ τῆς καταπλαττομένης ῥινὸς ἐποιεῖτο λόγον. ὁμοιότατον δὲ τούτῳ ποιοῦσι κατάπλασμα τῇ πείρᾳ διδαχθέντες οἱ κατὰ παλαίστραν
ἔχοντες ἐκ τοῦ χόνδρου, βρέχοντες αὐτὸν ὄξει μέχρι διοιδέσει καὶ οὕτως λεαίνοντες.
48. Ἢν δὲ καὶ εὐήμετος ἔῃ, ἐμέειν ἀπὸ συρμεσμοῦ.
Συρμεσμοὺς δὲ ἐκάλουν οἱ παλαιοὶ τὰς μετρίας κενώσεις εἴτε διὰ τῆς ἕδρας εἴτε καὶ δι’ ἐμέτων γίγνοιντο. τοιούτων τινὰ κελεύει καὶ νῦν ποιεῖσθαι. πολλαὶ δ’ ὗλαι τοῦτο περιεργάζονται· καὶ γὰρ μέλι πλέον ληφθὲν αὐτὸ καὶ μελίκρατον ἀκρατέστερον καὶ πτισάνης χυλὸς ἐξ ὕδατος ἑψημένος μόνον καὶ αὐτὸς καθ’ ἑαυτὸν καὶ μετὰ μέλιτος. καὶ τούτων μᾶλλον ὁ ἀπὸ ῥαφανίδων ἔμετος καὶ ὁ ἀπὸ ναρκίσσου βολβοῦ. μείζων δὴ τούτων, οὐ μὴν ἤδη γλίσχρος, ὅταν εἰς ῥαφανῖδας ἐλλεβόρου λευκοῦ κάρφη πήξαντες ἐν τῇ ὑστεραίᾳ τὰς ῥαφανῖδας δῶμεν φαγεῖν, εἴτε μόνας εἴτε καὶ δι’ ὀξυμέλιτος.
49. Ἢν δὲ ἐς πύησιν ἔλθῃ, ταχέως μὲν οὐ χρὴ στομοῦν· πολλὰ γὰρ καὶ τῶν δοκεόντων ἐκπυέεσθαι, ἀναπίνεταί ποτε, κἢν μηδέπω τις καταπλάσῃ.
Φυλάσσεται τὸ οὖς ἅτε μὴν διὰ τὸν ὑποκείμενον τῷ δέρματι χόνδρον· ἂν γὰρ μὴ ταχέως τμηθὲν συναχθῇ τε καὶ κολληθῇ, κίνδυνός ἐστι λυπανθῆναι τὸν χόνδρον. ἀναπίνεται δὲ, τουτέστιν ἐκδαπανᾶται καὶ διαφορεῖται, τὸ συνιστάμενον αὐτόθι πῦον ἐνίοτε διὰ τῶν ἔξωθεν ἐπιτιθεμένων ἁπλῶν καὶ κούφων φαρμάκων, ὅσα ξηραίνειν ἀδήκτως πέφυκεν, οἷόν ἐστι καὶ ἡ τοῦ κοχλίου μύξα μετὰ λιβανωτοῦ καὶ εἰ δέοι ξηραίνεσθαι σφοδρότερον, ἤτοι μετ’ ἀλόης ἢ μετὰ σμύρνης ἢ μετ’ ἀμφοῖν. οὕτως δὲ καὶ μέλι καταχριόμενον Ἀττικὸν ἐπιπασσόμενον λεῖον τῶν εἰρημένων ἕκαστον ξηραντικόν ἐστι τὸ φάρμακον. ἄδηκτον δὲ λέγω τόν τε λιβανωτὸν καὶ τὴν ἀλόην καὶ τὴν σμύρναν.
50. Ἤν δὲ ἀναγκασθῇ στομῶσαι, τάχισται μὲν ὑγιὴς γίνεται, ἤν τις πέρην διακαύσῃ. εἰδέναι μέντοι χρὴ σαφῶς ὅτι κυλλόν ἐστι τὸ οὖς καὶ μεῖον τοῦ ἑτέρου, ἢν πέρην διακαυθῇ.
Κυλλὸν μὲν καὶ μικρότερον ἐξ ἀνάγκης γίγνεται διαφθαρέντος ἐν τῇ καύσει μέρους οὐκ ὀλίγου, τοῦ τε χόνδρου καὶ τοῦ περιέχοντος αὐτὸν δέρματος ἔχεσθαι. ἐπὶ δὲ τοῦτο συμβουλεύει ποτὲ δεδιὼς τὸ δύσαλθες τοῦ χόνδρου. γυμνωθεὶς γὰρ συνουλοῖ καὶ μάλιστα βραχείαις τισὶν ἡμέραις χρονίσεις, μετὰ τὸ τμηθῆναι μὴ συνελθόντος καὶ κολληθέντος τοῦ δέρματος εὐθέως.
51. Ἢν δὲ μὴ πέρην καίηται, τάμνειν χρὴ τὸ μετέωρον μὴ πάνυ σμικρὴν τομήν.
Ἕνεκα τοῦ μηδὲν ἐμμεῖται τοῦ πύου καὶ βλάπτειν τὸν χόνδρον ἀξιόλογον κελεύει ποιεῖσθαι τὴν τομήν.
52. Διὰ παχυτέρου μὴν καὶ τὸ πῦον εὑρίσκεται ἢ ὡς ἄν τις δοκέοι.
Κατὰ τὴν διάγνωσιν τοῦ περιεχομένου γίγνεται πύου τις ἀπάτη τοῖς ἀνατεινομένοις, ὡς δοκέειν ἤδη πολύ τε εἶναι αὐτὸ καὶ λεπτῦναι τὸ δέρμα. κατὰ δὲ τίνα τρόπον εἰς τὴν τοιαύτην ἀπάτην ἀφικνοῦνται διὰ τῶν ἑξῆς αὐτὸς ὁ Ἱπποκράτης δηλώσει.
53. Ὡς δ’ ἐν κεφαλαίῳ εἰπεῖν καὶ πάντα τἄλλα τὰ μυξώδεα καὶ μυξοποιὰ, ἅτε γλίσχρα ἐόντα ὑποθιγγανόμενα, διολισθαίνει ταχέως ὑπὸ τοὺς δακτύλους ἔνθα καὶ ἔνθα. διὰ τοῦτο διὰ παχυτέρου εὑρίσκουσι τὰ τοιαῦτα οἱ ἰητροὶ ἢ ὡς οἴονται.
Κατὰ τὰς διαγνώσεις τῶν ἐκπυϊσκομένων μερῶν ἐπανήκει συμμέτρως πρὸς τὴν ἁφὴν τὸ πάσχον σῶμα, διαιρεθὲν εὑρίσκεται πῦον ἔχον. ἐπειδὰν οὖν εὕρωσιν οἱ ἰατροὶ τὴν αὐτὴν ποσότητα τῆς εἴξεως ἐπὶ παντὸς ἄλλου μέρους ὁμοίως ἐκπεπυηκέναι νομίζοντες τοῖς ἔμπροσθεν ἑωραμένοις, ἐπὶ τὸ τέμνειν ἀφικόμενοι διαμαρτάνουσιν ἐνίοτε διττὴν ἁμαρτίαν, ὡς τὸ μηδ’ ὅλως εὑρεῖν πῦον ἐπὶ τούτων διὰ τοῦ παχύτερα πολλῷ παρὰ τὴν προσδοκίαν εἶναι τοιαῦτα· ἔοικε γὰρ πολλάκις ἰατρῷ ὑγρὸν ἔχοντα ἐν αὐτοῖς μυξῶδες, ὡς οὕτω διαπυήσαντα. καὶ γίγνεται τοῦτο διότι τὰ τοιαῦτα τῶν ὑγρῶν, ὡς αὐτὸς εἷπεν, ὀλισθαίνει ταχέως ἐν τῷ ψαύειν αὐτῶν εἴωθε συνίστασθαι περί τε χόνδρους καὶ τένοντας καὶ νεῦρα καὶ συνδέσμους, ὡς αὐτὸς ἐφεξῆς λέγει.
54. Ἐπεὶ καὶ τῶν γαγγλιωδέων ἔνια ὅσα ἂν πλαδαρὰ ἔῃ καὶ μυξώδεα σάρκα ἔχῃ, πολλοὶ στομοῦσιν οἰόμενοι ῥεῦμα ἀνευρήσειν ἐς τὰ τοιαῦτα. ἡ μὲν οὖν γνώμη τοῦ ἰητροῦ
ἐξαπατᾶται, τῷ δὲ πράγματι τῷ τοιούτῳ οὐδεμία βλάβη στομωθέντι. ὅσα δὲ ὑδατώδεα χωρία ἐστὶν ἢ μύξης πεπληρωμένα καὶ ἐν οἵοισι χωρίοισιν ἕκαστα θάνατον φέρει στομούμενα ἢ κατὰ ἀλλοίας βλάβας, περὶ τούτων ἐν ἄλλῳ λόγῳ γεγράψεται.
Τὰ γὰρ χονδρώδη καὶ ταῦτα τὰ γαγγλία καὶ σύντροφά τινὰ εἰσι περὶ νεῦρα τὴν γένεσιν ἐξ ὑγροῦ, γλίσχρου δὲ μυξώδους ἐσχηκότα. τοιαύτη γὰρ ἡ οἰκεία τῶν νεύρων τροφή.
55. Ὅταν οὖν τάμῃ τις τὸ οὖς, πάντων μὲν καταπλασμάτων καὶ πάσης τῆς μετώσιος ἀπέχεσθαι χρή. ἰητρεύειν δὲ ἢ ἐναίμοις ἢ ἄλλῳ, ὅ τι μήτε βάρος μήτε πόνον παρασχήσει.
Ἐπεὶ ξηρόν ἐστι μόριον τὸ οὖς καὶ διὰ τοῦτο τῶν ξηραινόντων δεῖται φαρμάκων, χρὴ μέντοι οὐ μέγαν τοῦ
προσήκοντος αὐτὸ ξηραίνειν, ὅταν ἐπὶ τὸ τέμνειν εὐθέως τὰ φάρμακα προσφέρωνται. τεῖνον γὰρ ἐργάζεται μηδὲν ἔχοντα παρηγορικὸν, οὐ μὴν οὐδὲ βαρύνεσθαι χρὴ τὸ οὖς τῷ ἐπιτιθεμένῳ ὄγκῳ· καὶ γὰρ τὰ ὦτά γ’ ὀδυνᾶται καὶ ἅμα ἀσηρόν. ἄριστον οὖν ἐστι χρῆσθαι φαρμάκοις μετὰ τὸ στομῶσαι μετρίως ξηραίνουσιν, ὁποῖα τὰ ἔναιμα καλούμενα. τὰ γὰρ καταπλάσματα ἐγκλείει τε καὶ θηλύνει μὴ ξηραίνοντα τὰς περιττὰς ὑγρότητας αὐτῶν καὶ μάλιστα γλίσχρας καὶ παχείας οὔσας.
56. Ἢν γὰρ ὁ χόνδρος ἄρξηται ψιλοῦσθαι καὶ ὑποστάσιας ἴσχῃ πυρώδεας ἢ χαλώδεας, ὀχληρόν.
Προσθεῖναι δὲ χρὴ τῇ λέξει τὸ ὑγρὸν, ὅπερ καὶ παρεγγράφουσί τινες, ὡς εἶναι τὴν ὅλην γραφὴν τοιαύτην· ὅτε γὰρ ὁ χόνδρος ἄρξηται ψιλοῦσθαι καὶ ὑποστάσιας ὑγρῶν ἴσχει. καλεῖ δ’ ὑποστάσεις τὰς ἔνδον μονὰς τῶν
ὑγρῶν, ἃ προσῆκεν ἐκκρίνεσθαι, τοῦ τε πύου δηλονότι καὶ τοῦ μυξώδους χυμοῦ. ὀχλώδη οὖν, φησὶ, γίγνεται, τουτέστι ὀδυνηρὰ, ὅπερ ὁρᾶται τοῦ χόνδρου κακουμένου.
57. Γίγνεται δὲ καὶ τοῦτο δι’ ἐκείνας τὰς ἰήσιας, πάντων δὲ τῶν παλιγκοτησάντων ἡ πέρην διάκαυσις αὐταρκέστατον.
Ποίας ἰήσεις μέμφεται; ἢ δηλονότι περὶ ὧν ἐνεδείξατο μικρὸν ἔμπροσθεν ἀπέχεσθαι κελεύων, καταπλασμάτων καὶ μετώσεως καὶ τῶν βαρυνόντων καὶ ὀδυνώντων.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΤΟ ΠΕΡΙ ΑΡΘΡΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ.
1. Σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν.
Οὐχ ὡς καὶ καθ’ ἕτερον μέρος ἐν τῷ σώματι σφονδύλων ὄντων πρόσκειται τὸ κατὰ ῥάχιν· ἡ γὰρ ἁπάντων τῶν σπονδύλων σύνθεσις ὀνομάζεται ῥάχις, ἀλλ’ εἰ καὶ οὕτως ἔτυχεν εἰπών· σφόνδυλοι δὲ οἷς ὑπάρχει καὶ κατὰ ῥάχιν
εἶναι. τινὲς μέντοι τῶν νεωτέρων ἰατρῶν ἀξιοῦσιν οὐχ ἅπασαν τῶν σπονδύλων τὴν σύνταξιν ὀνομάζειν ῥάχιν, ἀλλὰ μόνον τὸν θώρακα καὶ τὴν ὀσφῦν, καθ’ οὓς ὁ Ἱπποκράτης νῦν δόξει διαλέγεσθαι περὶ τῶν κατὰ τὴν ὀσφῦν τε καὶ τὸν νῶτον μόνον, οὐ τῶν κατὰ τὸν τράχηλον. εἴρηται δὲ ἀκριβῶς ἡμῖν ἅπασα τῶν σφονδύλων ἡ σύνθεσις ἐν τῇ περὶ τῶν ὀστῶν εἰσαγωγῇ, καθ’ ἣν ἠξίωσα ἀπογυμνάσασθαι τὸν ἀκολουθήσαντα τοῖσδε τοῖς ὑπομνήμασι, τεθεαμένος ἀκριβῶς ἕκαστον τῶν ὀστῶν ὁποῖόν ἐστιν, ἐπ’ αὐτῶν μὲν μάλιστα τῶν ἀνθρώπων σκελετῶν, εἰ μὴ πάντως τῶν πιθηκείων.
2. Ὅσοισι μὲν ὑπὸ νοσημάτων ἕλκονται ἐς τὸ κυφόν.
Ὀπισθοκύφωσις ὀνομάζεται ἡ εἰς τοὐπίσω διαστροφὴ τῆς ῥάχεως, ὥσπερ ἡ μὲν εἰς τὸ πρόσω λόρδωσις, ἡ δὲ εἰς τὰ πλάγια σκολίωσις. οἴονται δέ τινες γίγνεσθαι τὴν εἰς
δεξιᾶς χειρὸς περιλαβὼν δακτύλοις, τὸ δ’ ἕτερον τοῖς τῆς ἀριστερᾶς ἐπισπάσαι πρὸς ἑαυτὸν εἰς τὴν ἐναντίαν χώραν ἐπισπώμενόν τε καὶ κυρτούμενον ὄψει τὸ μέσον· οὐ μὴν οὐδὲ σκολιώσεις ἑτέραν ἔχουσιν αἰτίαν γενέσεως, ἀλλὰ καὶ ταύτας τείνεσθαι συμβαίνει σκληροῦ καὶ δυσπέπτου φύματος ἔν τινι τῶν πλαγίων μερῶν συνισταμένου. τρία γὰρ ταῦτα πάθη κατὰ τὴν ῥάχιν ἐν ταῖς τῶν σφονδύλων γίγνεται μεταστάσεσι, κύφωσις, λόρδωσις καὶ σκολίωσις· ὀπίσω μὲν ἀποχωρούντων ἡ κύφωσις, εἰς τὰ πρόσω δὲ ἰόντων ἡ λόρδωσις, ἐπὶ δὲ τὸ πλάγιον ἐκτρεπομένων ἡ σκολίωσις. ἔξωθεν δὲ τούτων ἡ σεῖσις καλουμένη τέταρτον πάθος ἐστὶ τῶν ἐν τῇ ῥάχει σφονδύλων, ὅταν διακινηθῶσι μὲν αἱ ἁρμονίαι, κατὰ χώραν δὲ οἱ σφόνδυλοι μένωσι.
3. Τὰ μὲν πλεῖστα ἀδύνατα λύεσθαι, πρὸς δὲ καὶ ὅσα ἀνωτέρω τῶν φρενῶν τῆς προσφύσιος κυφοῦται.
Καὶ τἄλλα μὲν, φησὶ, τὰ κατὰ ῥάχιν ἐστὶ δύσλυτα, μάλιστα δ’ αὐτῶν ὅσα φρενῶν τῆς προσφύσιος κυφοῦται ἀνώτερον, τουτέστιν ἐν τῷ κατὰ τὸν θώρακα σφονδύλῳ. ὅτι δ’ οὕτως χρῆται τῇ φωνῇ καὶ κατ’ ἀρχὰς εὐθέως τοῦδε τοῦ βιβλίου δῆλόν ἐστιν, ἔνθα φησί· καὶ γὰρ καὶ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχεῖα πόη τῆς βαθείης, ὅτι καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθείην. διὰ τί δὲ μάλιστα δύσλυτα γίνεται τὰ κατὰ τὸν θώρακα φύματα, διὰ τῆς ἐπιφερομένης μαθήσῃ ῥήσεως.
4. Τῶν δὲ κατωτέρω μετεξέτερα λύουσι κιρσοὶ γινόμενοι ἐν τοῖσι σκέλεσι, μᾶλλον δέ τι ἐγγινόμενοι κιρσοὶ ἐν τῇ κατ’ ἰγνύην φλεβὶ. οἷσι δ’ ἄν τι κύφωμα ᾖ, λύουσιν· ἐγγίνονται δὲ καὶ ἐν τῇ κατὰ βουβῶνα.
Ἔνιά φησι τῶν κατωτέρω τοῦ θώρακος παθῶν, τουτέστι τὰ κατ’ ὀσφῦν, ὑπὸ κιρσῶν ἢ δυσεντερίας λύεσθαι, μεταλαμβανομένων
ἀνευρύνονται μὲν καὶ κιρσοῦνται, παχέων μὲν ἱκανῶς ὄντων εὐθέως ἐν τῇ κατὰ βουβῶνα, μετριωτέρων δὲ ὑπαρχόντων ἐν τῇ κατὰ τὴν ἰγνύαν. ἔνθα γὰρ ἂν πρῶτον ὑπὸ πάχους τε καὶ γλισχρότητος ἐμφραχθέντες ἱστῶσιν, ἐνταῦθα διϊστᾶσί τε καὶ διευρύνουσι τὴν φλέβα. καὶ γὰρ τοῖς ἄνευ τοιαύτης αἰτίας ἔχουσιν ἐν τοῖς σκέλεσι κιρσοὺς ἀνάλογον τῷ πάχει τοῦ χυμοῦ τὰς ἀνευρυνομένας φλέβας ἰδεῖν ἐστίν, ἐπὶ μὲν τοῖς παχυτάτοις τὰς εὐρυτάτας οἷαί πέρ εἰσιν αἱ κατὰ βουβῶνα, ἐπὶ δὲ τοῖς ἦττον ἐκείνων παχέσι τὰς ἧττον εὐρείας, ὁποῖαι κατ’ ἰγνύας εἰσί. ποτὲ μὲν γὰρ ἐν ταῖς μείζοσι τροφαῖς ἐμφραττόμενοι τὸ πάθος ἐργάζονται, ποτὲ δὲ εἰς τὰς κατωτέρας χωροῦσιν, ὅσαι στενότεραι. παχὺ δὲ πάντως ἐν τοῖς κιρσοῖς ἐστι τὸ αἷμα, μελαγχολικῶν δ’ ἐστὶ πλειστάκις τὸ πάθος, ἔστι δ’ ὅτε ἑτέρων ὠμῶν καὶ παχέων χυμῶν.
5. Ἤδη δέ τισιν ἔλυσε καὶ ἡ δυσεντερίη πολυχρόνιος γινομένη.
Ὅταν εἰς ἔντερα μετάληψις γένηται τῶν παρὰ φύσιν χυμῶν ἐπὶ δυσεντερίᾳ, τῶν ἐντέρων ξυομένων τῇ δριμύτητι τῶν εἰς αὐτὰ συῤῥεόντων χυμῶν ἐκπυϊσκομένων δηλονότι τῶν φυμάτων. οὐδὲ γὰρ ἄλλως οὐδὲ συῤῥαγεῖέν ποτ’ εἰς ἔντερα διὰ τὸ πάχος αὐτῶν. αἱ δ’ ἐκπυήσεις λεπτύνουσί τε τοὺς παχεῖς χυμοὺς καὶ τὴν ἐν τοῖς πάσχουσι μορίοις φύσιν ἐπεγείρουσιν εἰς ἀπόκρισιν ἀνιαρῶν ἤδη τῶν περιεχομένων χυμῶν.
6. Καὶ οἷσι μὲν κυφοῦται ῥάχις παισὶν ἐοῦσι, πρὶν ἢ τὸ σῶμα τελειωθῆναι ἐς αὔξησιν, τούτοισι μὲν οὐδὲ συναύξεσθαι ἐθέλοι κατὰ τὴν ῥάχιν τὸ σῶμα, ἀλλὰ σκέλεα μὲν καὶ χεῖρες τελειοῦνται, ταῦτα δὲ ἐνδεέστερα γίνονται.
Οὐδὲν θαυμαστόν ἐστιν ἀναυξῆ γενέσθαι τὴν ῥάχιν ἐν τοῖς τοιούτοις νοσήμασιν, ὥσπερ κἀπὶ τῶν ἐξαρθρημάτων
ἔμπροσθεν ἠκούσαμεν αὐτοῦ λέγοντος, ὧν ἡ ἔμπτωσις ἠπορήθη. διά τε γὰρ τὴν διαστροφὴν τῶν ἀγγείων καὶ τὴν δυσκινησίαν καὶ τὸν τῆς φύσεως κάματον, ὃν κάμνει κατὰ τὰ τοιαῦτα πάθη, χεῖρον ἢ πρόσθεν ἀνάγκη τρέφεσθαι τὰ πεπονθότα μόρια. τοῦτο δ’ ἐν μὲν τοῖς ηὐξημένοις ἤδη καὶ τελείοις σώμασιν ἰσχνότερα ποιεῖν εἴωθε τὰ μόρια, τοῖς δ’ ἔτ’ αὐξανομένοις ἡ αὔξησις ἐμποδίζεται τῶν κατὰ ῥάχιν. ὅσα δ’ ἀμφότερα τῶν πεπονθότων ἐστὶν, οἷον αἵ τε χεῖρες καὶ τὰ σκέλη, παντάπασιν ἀβλαβῆ διαμένει· συμπάσχει γὰρ οὐχ ὅλον τὸ σῶμα τοῖς οὕτω πεπονθόσιν, ἀλλ’ ὅσα πλησίον ἐστὶ μόνα.
7. Καὶ ὅσοισιν ἂν ᾖ ἀνωτέρω τῶν φρενῶν τὸ κῦφος, τούτοισι μὲν αἵ τε πλευραὶ οὐκ ἐθέλουσιν ἐς τὸ εὐρὺ αὔξεσθαι, ἀλλ’ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίνεται, ἀλλ’ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίνονται καὶ κερχνώδεες. ἧσσον γὰρ εὐρυχωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι.
Ἐπὶ τῶν ἔτι ἐν αὐξήσει λόγον ποιεῖται, περὶ ὧν προείρηκεν ὅτι οὐχὶ συναύξεται τὰ κατὰ τὴν ῥάχιν αὐτοῖς. ὅταν οὖν ἐν τοῖς κατὰ τὸν θώρακα σφονδύλοις τὸ κύφωμα γένηται, μάλιστα τούτοις ἀναυξητέα ἀποτελεῖται κατὰ τὸ μῆκος. ἔκ τε οὖν τούτων καὶ ὅτι κατὰ τὸ κυφὸν εἰς τοὐπίσω μετάστασις ἐγένετο τῶν σφονδύλων, ἀναγκαῖόν ἐστι στενὸν καὶ ὀξὺν αὐτοῖς γίνεσθαι τὸν θώρακα καὶ κατὰ τοῦτο καὶ τὰς ἐντὸς κοιλίας τὰς ὑποδεχομένας τὸ πνεῦμα μικροτέρας, ὥστε καὶ τοῦ πνεύματος, ὅταν ἀναπνέωσιν, ἐλάττονος ἀπολαύειν τὸ σῶμα. λέλεκται δὲ κἀν τοῖς. περὶ δυσπνοίας ὡς ἀναγκαῖόν ἐστιν, ἔνθα τῆς χρείας ἐλάττων εἰσπνοὴ γίνεται, τὴν ἐφεξῆς αὐτῇ τὴν δευτέραν μετ’ ἐλάττονα χρόνον ἢ εἴπερ εἶχε κατὰ φύσιν ἡ προτέρα ποιῆσαι τὴν ἀρχήν. τὸ δὲ μετ’ ἐλάττονα πυκνὸν ἐργάζεται τὸ πνεῦμα καὶ τοῦτο τὸ τῆς δυσπνοίας εἶδος συνίσταται τὸ κατὰ μικρότητα καὶ πυκνότητα. κερχνώδεις δὲ γίγνονται διὰ τῶν κατὰ τὴν φάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν μορίων στενότητα. συναύξει δὲ ταύτην τὴν στενότητα καὶ τοῦτο περὶ οὗ κατὰ τὴν ἐξῆς ῥῆσιν διδάσκει.
8. Καὶ μέντοι καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σφόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ἔῃ αὐτοῖσιν ἡ κεφαλή. στενοχωρίην μὲν οὖν πολλὴν τῷ φάρυγγι παρέχει καὶ τοῦτο ἐς τὸ εἴσω ῥέπον· καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ, ἔς τ’ ἂν ἀναπιεχθῇ. δι’ οὖν τὸ τοιοῦτον σχῆμα ἐξεχέβρογχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται ὑγιέες.
Εἰς τἀναντία ἐχόντων τῶν κατὰ τὸν θώρακα σφονδύλων εἰς τὴν ὀπίσω χώραν μεταστάντων ἐν τοῖς κυφώμασιν, ἀναγκαῖόν ἐστιν ὅλον τὸν τράχηλον εἰς τὸ πρόσω ῥέπειν, ὥστε καὶ τὴν κεφαλήν· ἐπίκειται γὰρ τούτῳ· κατ’ εὐθὺ τοίνυν συμβήσεται τοῖς κυφοῖς ἐν τοιούτῳ σχήματι βαδίζειν, ἐν ᾧ οἱ πάντες, ὅταν ἐπινεύσωμεν ὅλον τὸν τράχηλον ἅμα τῇ ῥάχει καὶ κάμψαντες ἄμφω καὶ κυρτώσαντες εἰς τοὐπίσω κάτω βλέπομεν εἰς τὴν γῆν. ὅπως οὖν μὴ πάσχωσιν
τὸ προειρημένον ἐν ἀρχῇ τῆς ῥήσεως, ἔνθα φησί· καὶ γὰρ δὴ καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σφόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν. ἐξ οὗ τεκμήραιτ’ ἄν τις μέγαν σφόνδυλον ὀνομάζειν αὐτὸν τὸν δεύτερον, ὃς χωρῆσαι μάλιστα δύναται πρόσω, καὶ πάλιν ἐντεῦθεν ἀναπιεχθῆναι. πρόδηλον δ’ ὅτι καὶ τὴν αὐτὴν χώραν τὴν πρόσω καὶ ἔσω κέκληκε· πρόσω μὲν ὡς βαίνοντα ἐκ τῶν ὀπίσω μερῶν εἰς αὐτὴν σφόνδυλον, ἔσω δ’ ὅτι κατὰ τὸ βάθος ἐστὶ τοῦ σώματος, ἐάν τε πρὸς τὴν ἔσωθεν ἐπιφάνειάν τις, ἐάν τε πρὸς τὴν ὀπίσω σκοπῇ.
9. Φυμάτιά τε ὡς ἐπὶ τὸ πολὺ κατὰ τὸν πνεύμονά εἰσιν οἱ τοιοῦτοι σκληρῶν φυμάτων καὶ ἀπέπτων· καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας συστροφὰς γίνεται, ᾗσιν ἂν κοινωνήσωσιν οἱ τόνοι οἱ σύνεγγυς.
Οἷς ἐν τοῖς ἄνω τῶν φρενῶν ἐστί τὸ κύφωμα, τούτοις κατὰ τὸν πνεύμονα τὰ φύματά φησιν ὡς τὸ πολὺ γίγνεσθαι.
ἂν κοινωνήσωσι τοῖς φύμασι, δύνανται οὖν ἐπισπᾶσθαι τοὺς σφονδύλους.
10. Ὅσοισι δὲ κατωτέρω τῶν φρενῶν τὸ κύφωμά ἐστι, τούτοισι νοσήματα μὲν ἐνίοισι προσγίνεται νεφριτικὰ καὶ κατὰ κύστιν, ἀτὰρ καὶ ἀποστάσιες ἐς ἐμπύημά τι καὶ κατὰ κενεῶνας καὶ κατὰ βουβῶνας χρόνιαι καὶ δυσαλθέες καὶ τουτέων οὐδ’ ἑτέρη λύει τὰ κυφώματα.
Κατὰ συμπάθειαν δηλονότι τὰ εἰρημένα νοσήματα γίγνεται. συμπάσχει δὲ τὰ ὁμογενῆ καὶ τὰ πλησίον ἅπερ ἐλέγετο κἀν τῷ σύνεγγυς καὶ τὰ κοινὰ καὶ μάλιστα κακοῦντα. δυσεντερία μὲν οὖν καὶ κιρσοὶ κατὰ μετάστασιν τῶν ἐργαζομένων τὰ φύματα χυμῶν γεννώμενα θεραπεύει τὴν κύφωσιν. ὅσα δὲ κατὰ συμπάθειαν γίγνεται νοσήματα, τούτων οὐδέν ἐστι λυτικῶν τῶν ἐξ ἀρχῆς παθῶν.
11. Ἰσχία δὲ τοῖσι τουτέοισιν ἀσαρκότερα γίνεται ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν.
Οἷς κατ’ ὀσφῦν ἐστι τὸ κύφωμα, τούτοις ἰσχία μᾶλλόν ἐστιν ἄσαρκα τῶν κατὰ θώρακα κυφῶν. ἐκ τούτου δὲ δῆλον ὡς καὶ τοῖς κατὰ θώρακα κυφοῖς ἄσαρκα μετρίως γίγνεται τὰ κατ’ ἰσχίον, ὡς ἂν κοινωνοῦντα τῇ ῥάχει.
12. Ἡ μέντοι σύμπασα ῥάχις μακροτέρη τούτοισιν ἢ τοῖσιν ἄνωθεν κυφοῖσι.
Τοῖς μηδέπω τελείοις κατὰ τὴν ἡλικίην πρὸς τῷ κοινῷ τῆς ἀτροφίας, ἔτι καὶ ἀναύξητα τὰ πεπονθότα μόρια γίνεται, καθότι καὶ πρόσθεν ἐῤῥέθη. νυνὶ δὲ προστίθησιν ἄλλην διαφορὰν οὐκ ἀπὸ τῆς ἡλικίας, ἀλλ’ ἀπὸ τῶν πεπονθότων μορίων· ὅσῳ γὰρ ἐν ἀρχῇ μᾶλλον ἑαυτῆς ἡ ῥάχις
πάθῃ, τοσούτῳ μᾶλλον ἀναυξεστέρα γίγνεται, διότι τῆς γενέσεως αὕτη καὶ τῆς αὐξήσεως ἄνωθέν ἐστιν.
13. Ἥβη δὲ καὶ γένειον βραχύτερα καὶ ἀτελέστερα καὶ ἀγονώτεροι οὗτοι τῶν ἄνωθεν κυφῶν.
Τῷ κοινῷ λόγῳ τῆς συμπαθείας προσέρχεται διαφορὰ κατὰ τὴν τῶν τόπων φύσιν. ὁ μὲν οὖν κοινὸς λόγος ἐστὶ τὰ πλησιάζοντα τοῖς πεπονθόσι συμπάσχειν. ἴδιος δὲ ἔνθα μὲν ἀναπνευστικὰ μόρια δυσπνουστέρους γίγνεσθαι τοὺς πάσχοντας καὶ κερχνώδεις, ἔνθα δὲ τὰ κατωτέρω τῶν φρενῶν γίνεται βραδυτέρα ἡ ἥβη. ἕπεται δὲ τούτῳ καὶ ἡ κατὰ τὰ γένεια βλάβη.
14. Οἷσι δ’ ἂν ηὐξημένοισι τὸ σῶμα γένηται κύφωσις, τούτοισιν ἀπαντικρὺ μὲν τῆς νόσου τῆς τότε παρεούσης
κρίσιν ποιέει ἡ κύφωσις. ἀνὰ χρόνον μέντοι ἐπισημαίνει τι τῶν αὐτέων, ὥσπερ καὶ τοῖσι ἑτέροισιν ἢ πλέον ἢ ἔλασσον. ἧσσον δὲ κακοήθως, ὡς τὸ ἐπίπαν μὲν τοιαῦτά ἐστι.
Τὸ ἀπαντικρὺ νῦν εἴρηκεν ἐν ἴσῳ τῷ ἐκ τοῦ φανεροῦ, ὅπερ ἄλλοι τινὲς τῶν παλαιῶν ἄντικρυς εἰρήκασιν· ἐκ μὲν τοῦ φανεροῦ καὶ ὡς εἴπῃ τις αἰσθητοῦ κρίσιν ἡ κύφωσις, ὅπερ ἐπὶ λύσιν λαμβάνει καὶ δόξειεν ἂν τὸ πάθος ἀνῃρῆσθαι παντάπασιν. ὑπολείπεται μέντοι τι λείψανον βραχὺ παροξυνόμενον, ἐπί τε τοῖς κατὰ τὴν δίαιταν ἁμαρτήμασι καὶ ἐν τῇ τῶν ἔξωθεν ἀπάτῃ βλαβερόν.
15. Πολλοὶ μέντοι ἤδη καὶ εὐφόρως ἤνεγκαν καὶ ὑγιεινῶς τὴν κύφωσιν ἄχρι γήρως, μάλιστα δὲ οὗτοι, οἷσιν ἂν ἐς τὸ εὔσαρκον καὶ πιμελῶδες προτράπηται τὸ σῶμα. ὀλίγοι μὲν ἤδη καὶ τῶν τοιούτων ὑπὲρ ἑξήκοντα ἔτη ἐβίωσαν, οἱ δὲ πλεῖστοι βραχυβιώτεροί εἰσι.
Διὰ ῥώμην φύσεως καὶ τοῦ πάθους τὴν ἐπιείκειαν, ἤδη δὲ καὶ τὴν ὅλην δίαιταν, ἣν ὁ πάσχων διαιτᾶται, μέχρι γήρως ἔνιοι τὴν κύρωσιν ὑγιεινῶς ἤνεγκαν.
16. Ἔστι δ’ οἷσι καὶ ἐς τὸ πλάγιον σκολιοῦνται σφόνδυλοι ἢ τῇ ἢ τῇ. ἢ τὰ πάντα μὲν ἢ τὰ πλεῖστα τὰ τοιαῦτα γίνεται διὰ συστροφὰς τῆς εἴσωθεν ῥάχιος.
Εἶπον ἔμπροσθεν ἤδη περὶ τῆς σκολιώσεως ὡς γίνεται κατὰ τὸ πλάγιον μέρος τοῦ σφονδύλου συστάντος φύματός πως καὶ ἐφέλκοντος ἐπὶ ἑαυτὸ τοὺς συνδέσμους, τοῦτο λέγει δὲ καὶ ὁ Ἱπποκράτης, ὅτι διὰ τοὺς τόνους.
17. Προσξυμβάλλεται δὲ ἐνίοισι σὺν τῇ νούσῳ καὶ τὰ σχήματα, ἐφ’ ὁποῖα ἂν ἐθισθέωσι κεκλίσθαι.
Τὸ μέντοι τῷ συῤῥεῖν μᾶλλον ὡς ἐπὶ τὸ ταπεινότερον, τὸ δέ τι καὶ τῷ θλίβεσθαι μᾶλλον, ἐφ’ ᾦ κατάκειταί τις, εἰς τὴν τοῦ κυφώματος γένεσιν ἡ συντέλεια γίνεται. πρώτη δ’ αἰτία καὶ κυριωτάτη τῶν φυμάτων καὶ τῶν ἄλλων νοσημάτων ἡ φυσικὴ τοῦ μέρους εὐπάθεια. δέδεικται γὰρ εἰς τὰ τοιαῦτα μόρια συῤῥεῖν τὰ περιττά.
18. Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖσι χρονίοισι κατὰ πνεύμονα νοσήμασιν εἰρήσεται. ἐκεῖ γάρ εἰσιν αὐτῶν χαριέσταται προγνώσιες περὶ τῶν μελλόντων ἔσεσθαι.
Πολλὰ καὶ κατὰ τὸ βιβλίον τοῦτο γράψαι ἐπηγγείλατο μὴ σωζόμενα νῦν, ἃ τάχα μὲν οὐδ’ ὅλως ἔγραψεν ἢ οὐκ ἐσώθη, καθάπερ καὶ ἄλλα πολλὰ τῶν παλαιῶν βιβλίων οὐκέτι σώζεται, περὶ ὧν τῆς ἀπωλείας πολλοῖς γέγραπται. περὶ δ’ οὖν τῶν κατὰ πνεύμονα χρονίων εἴρηται μὲν πολλὰ κἀν τῷ μείζονι περὶ παθῶν, οὗ καὶ ἡ ἀρχή· ἢν ἡ τοῦ
πνεύμονος ἀρτηρίη ἑλκωθῇ. εἴρηται δὲ κἀν τῷ πρώτῳ περὶ νούσων, οὐκ ὀρθῶς ἐπιγεγραμμένῳ, οὗ ἡ ἀρχή· ὃς ἂν περὶ ἰήσιος ἐθέλῃ ἐρωτᾷν ὀρθῶς καὶ ἐπερωτώμενος ἀποκρίνεσθαι. ἀλλ’ οὐδ’ ἐν ἑτέρῳ τούτων ἃ νῦν ἐπηγγείλατο τελέως διώρισται.
19. Ὅσοισι δὲ ἐκ καταπτώσιος ῥάχις κυφοῦται, ὀλίγα δὴ τούτων ἐκρατήθη, ὥστε ἐξιθῦναι.
Ἄχρι νῦν ἔγραψε περὶ τῆς ἔξωθεν αἰτίας διαστρεφομένης ῥάχεως. ὅσα δὲ ἀπὸ τῆσδε τῆς ῥήσεως ἐφεξῆς γέγραπται πάντα περὶ τῶν ἐκ καταπτώσεως ἤ τινος πληγῆς βλαπτομένων τοὺς σφονδύλους εἴρηται καὶ ἔστι τὰ πλεῖστα σαφῆ, πλὴν εἴ που δέοι παραλελειμμένην αἰτίαν προσθεῖναι, καθάπερ καὶ νῦν τὰ ὀλίγα κατὰ τὴν ῥάχιν παραρθρημάτων ἐπανορθοῦται. καίτοι τούτου νῦν δυνάμενος τὴν αἰτίαν ἐν τοῖς ἐφεξῆς αὐτὸς ἐνδείκνυται, γιγγλυμοειδῶς εἰπὼν,
τοὺς σφονδύλους συγκεῖσθαι, ὅταν εἷς τις ἐξ αὐτῶν καθ’ ὁντιναοῦν τρόπον ἐκπίπτῃ εἰς τὴν τῆς διαρθρώσεως, χαλεπώτατόν ἐστιν ἐμβιβάσαι, πολλῶν μὲν ἀποφύσεων οὐσῶν, πολλῶν δὲ κοιλοτήτων ἐν ἑκάστῃ, τοῦτο γὰρ καὶ δι’ αὐτῆς τῆς ὄψεως ἐπὶ τῶν ὀστῶν ἐμάθετε.
20. Τοῦτο μὲν γὰρ αἱ ἐν τῇ κλίμακι κατατάσιες οὐδὲν ἀπεξήθυναν, ὧν γε ἐγὼ οἶδα. χρέονται γὰρ οἱ ἰητροὶ μάλιστα αὐτῇ οὗτοι οἱ ἐπιθυμέοντες ἐκχαυνοῦν τὸν πολὺν ὄχλον. τοῖσι γὰρ τοιούτοισι ταῦτα θαυμάσιά ἐστιν, ἢν ἢ κρεμάμενον ἴδωσιν ἢ ῥιπτούμενον ἢ ὅσα τοῖσι τοιούτοισιν ἔοικε καὶ ταῦτα κληΐζουσιν ἀεὶ καὶ οὐκέτι αὐτοῖσι μέλει ὁκοῖόν τι ἀπέβη ἀπὸ τοῦ χαρίσματος, εἴτε κακὸν εἴτε ἀγαθόν. οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες σκαιοί εἰσιν, οὓς ἔγωγε ἔγνων. τὸ μὲν γὰρ ἐπινόημα ἀρχαῖον, καὶ ἐπαινέω ἔγωγε σφόδρα τὸν πρῶτον ἐπινοήσαντα καὶ τοῦτο καὶ ἄλλο πᾶν ὅ τι μηχάνημα κατὰ φύσιν
ἐπενοήθη. οὐδὲν γάρ μοι ἄελπτον, εἴ τις καλῶς σκευάσας κατασείσειε, κἂν ἐξιθύναι ἔνια. αὐτὸς μέντοι κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν οὕτω, διὰ τοῦτο ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τοιοῦτοι τρόποι.
Ἐπειδὴ προηγεῖσθαι χρὴ πάσης ἐμβολῆς ἄρθρων ἀντιτάσεις, ὡς ἐδείξαμεν, ἔστιν ἀναγκαῖον κἀπὶ τῶν ὀστῶν, ἔστι κἀπὶ τῶν κατὰ ῥάχιν ὡσαύτως πράττειν. ὅπως μὲν οὖν ἀντιτείνειν ὠφελίμως χρὴ μετὰ τόδε διδάξει· νυνὶ δὲ διαλέγεται περὶ τῶν κακῶς γιγνομένων κατατάσεων, ἔθος ὂν αὐτῷ ποιεῖν οὕτως, ὡς ἤδη δέδεικται διὰ τῶν ἔμπροσθεν. δεῖ γὰρ ἐλέγχειν πρότερον ὅσα κακῶς ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν, εἶθ’ οὕτως διδάσκειν τὰ βελτίω. κατασπώντων οὖν πολλῶν διὰ κλίμακος τὰ κατὰ ῥάχιν παραρθρήματα, μάλιστα μέν φησι μηδ’ ἀνύειν τι τὴν ἐπίνοιαν ταύτην. εἰ δ’ ἄρα βούλοιτό τις χρῆσθαι, διδάσκει τρόπους οἷς χρῷτο ἄν τις κάλλιστα. πρόκειται γὰρ ἐν τῇ κατατάσει τὴν μὲν ἄνω τάσιν τῆς ῥάχεως ἐργάσασθαι διὰ τῶν δεσμῶν, οὓς περιβάλλομεν πλησίον
τοῦ πεπονθότος μέρους, τὴν δὲ κάτω διὰ τοῦ βάρους τοῦ σώματος. πρὸς τοῦτον οὖν ἀποβλέπων τὸν σκοπὸν ἀκολουθήσεις τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ἐφεξῆς· ἔστι γὰρ τὰ πλεῖστα σαφῆ.
21. Ὅσοισι μὲν οὖν ἐγγὺς τοῦ αὐχένος ἡ κύφωσις γένηται, ἧσσον εἰκὸς ὠφελέειν κατατάσιας ταύτας τὰς ἐπὶ κεφαλήν· μικρὸν γὰρ τὸ βάρος ἡ κεφαλὴ καὶ τὰ ἀκρώμια τὰ καταῤῥέποντα. ἀλλὰ τούς γε τοιούτους εἰκὸς ἐπὶ τοὺς πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆναι. μείζων γὰρ οὕτως καταῤῥοπίη ἐπὶ τὰ τοιαῦτα. ὅσοισι δὲ κατωτέρω τὸ ὕβωμα, τούτοισιν εἰκὸς μᾶλλον ἐπὶ κεφαλὴν κατασείεσθαι. εἰ οὖν τις ἐθέλει κατασείειν, ὀρθῶς ἂν ὧδε σκευάζοι. τὴν κλίμακα χρὴ σκυτίνοισιν ἐν ὑποκεφαλαίοισι πλαγίοισιν ἢ ἐρινεοῖσι καταστρῶσαι εὖ προσδεδεμένοισιν ὀλίγῳ πλέον καὶ ἐπὶ μῆκος καὶ ἔνθεν καὶ ἔνθεν ἢ ὅσον ἂν τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχοι.
Ἐπειδὴ πάσχει ἡ ῥάχις, ἤτοι πλησίον τῆς ἄνωθεν ἀρχῆς ἢ τῇ κάτω τελευτῇ ἢ κατά τι τῶν μεταξὺ περὶ πρώτης λόγον ποιεῖται βλάβης τῆς ἐγγὺς τοῦ τραχήλου γιγνομένης. ἐπὶ ταύτης οὖν εἴ τις ἐπὶ κλίμακος τὸν πεπονθότα κρεμάσειεν ἐκ τῶν ποδῶν, ὡς εἰώθεισαν ἔνιοι τῶν κατ’ αὐτὸν ἰατρῶν ποιεῖν, οὐκ ἂν εἰς τὸ κάτω γένοιτο τάσις ἀξιόλογος, ὡς ἂν μικροῦ βάρους ὄντος τοῦ κατὰ τὸν αὐχένα καὶ τὴν κεφαλήν. εἰ δὲ κάτω τὸ πάθος εἴη, πλησίον τοῦ ἱεροῦ ὀστοῦ, μάλιστα ἐλπίσειέ τις ἀνύσαι τὴν κατάτασιν, ἐξ οὗ γραφή τις ἅν πως κάλλιστα.
22. Ἔπειτα τὸν ἅνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα χρὴ, κἄπειτα προσδῆσαι μὲν τοὺς πόδας παρὰ τὰ σφυρὰ πρὸς τὴν κλίμακα μὴ διαβεβῶτα ἐν δεσμῷ εὐόχῳ μὲν, μαλθακῷ δέ. προσδῆσαι δὲ κατωτέρω ἑκάτερον τῶν γουνάτων καὶ ἀνωτέρω προσδῆσαι καὶ κατὰ τὰ ἰσχία. κατὰ δὲ τοὺς κενεῶνας καὶ κατὰ τὸ στῆθος χαλαρῇσι ταινίῃσι περιβαλέειν οὕτως, ὅκως μὴ κωλύωσι τὴν κατάσεισιν.
τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς περιτείναντα προσκαταλαβεῖν πρὸς αὐτὸ τὸ σῶμα καὶ μὴ πρὸς τὴν κλίμακα.
Σαφῶς διερχόμενος ἅπαντα εὔοχον καλεῖ δεσμῶν τὸν εὐοχοῦντα, τουτέστιν ἀσφαλῶς τε ἅμα καὶ ἀθλίπτως.
23. Ὅταν δὲ κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα καὶ πρὸς τύρσιν τινὰ ὑψηλὴν ἢ πρὸς ἀέτωμα οἴκου.
Τύρσιν μὲν τὸν πύργον ἀκούειν χρὴ, οἴκου δὲ ἀέτωμα τὸ ὑψηλότατον μέρος· οὕτω γὰρ ὀνομάζουσι τὰς εἰς ὑψὸς ἀνατάσεις τῆς ὀροφῆς τριγωνοειδεῖς. εἰ μὲν γὰρ ἡλιαστήριον ποιήσει τις ἀντὶ κεράμου, ποιήσει τὴν ὀροφὴν ἐνεπίπεδον, οὐκ ἀλέαν ἴσχουσαν ἐργάσεται. κέραμον δὲ ἐπιτιθεὶς εὐαπόῤῥυτον αὐτῇ τὸ ὕδωρ τὸ ὄμβριον εἷναι βούλεται. κατὰ τοῦτ’ οὖν ὑψηλὸν ἐργασάμενος τὸ μέσον τῆς ὀροφῆς κατὰ
τὸ μῆκος ἐκ τῶν ὀπίσω πρὸς τὸ πρόσω τεταγμένον, οὕτω γὰρ ἐντεῦθεν ἐφ’ ἑκατέρων τῶν πλαγίων τοίχων καταγῇ τὴν ὀροφὴν ταπεινὸς μόνην, ὥσπερ τινὰς δὲ τὰς πτέρυγας καθημένας· οὕτω γὰρ ἐοίκασιν εἰκάσαντες οἱ παλαιοὶ καλέσαι τοῦτο τῆς οἰκίας τὸ μέρος, ἀετὸν δὲ καὶ οἵδε, καθάπερ καὶ ὁ Πίνδαρός φησιν ἐν ταῖς Πλειάσιν·
Χρύσεα δ’ ὀξύπτερα αἰετοῦ ἄειδον κληδόνες.
καὶ Εὐριπίδης ἐν Ὑψιπύλῃ φησίν·
Ἰδοὺ πρὸς αἰθέρα ἐξαμμιλλῆσαι κόραι. γραπτοὺς οἷσι πρόσβλεπον τύπους.
ὅτι δὲ καὶ ἡ τύρσις πύργον σημαίνει μάρτυς ἀξιόπιστος καὶ ὁ Διοκλῆς ὁ Καρύστιος ταύτην τὴν νῦν εἰρημένην λέξιν παραφράζων ἐν τῷ περὶ ἐπιδέσμων βιβλίῳ κατὰ τόνδε τὸν τρόπον ἔγραψεν· ἀνέλκειν δὲ τὴν κλίμακα πρὸς πύργον ὑψηλὸν ἢ οἰκίας δετόν.
24. Τὸ δὲ χωρίον ἵνα ὅκου κατασείεις, ἀντίτυπον ἔστω. τοὺς δὲ ἀνατείνοντας εὐπαιδεύτους χρὴ εἶναι, ὅκως ὁμαλῶς καὶ καλῶς καὶ ἰσοῤῥόπως καὶ ἐξαπινέως ἀφήσωσι καὶ μήτε ἡ κλῖμαξ ἑτερόῤῥοπος εἰς γῆν ἀφίξεται μήτε αὐτοὶ προπετέες ἔσονται.
Πρὸς ὑψηλόν τι τὴν ἀρχὴν τῆς κλίμακος ἀναλαβὼν ἔχουσαν ἐπιδεδεμένον, ὡς εἴρηκε, τὸν ἄνθρωπον ἀφίησιν ἀθρόον ἐπ’ ἐδάφους, ἵνα προσπεσούσης τῆς διαγηθείσης σφοδρῶς ἡ ῥάχις εἰς τὴν κατὰ φύσιν χώραν ἐμβιβάσῃ τὸν παρηρθρηκότα σφόνδυλον. εὔλογον οὖν ἐν τούτῳ τῷ ἔργῳ σκληρὸν εἶναι καὶ ἀντίτυπον τὸ ἔδαφος. εἰ γὰρ οὕτως εἴη μαλακὸν, ὡς εἰκὸς, ἐκλύει τὴν διάσεισιν τῆς ῥάχεως, οὐδὲν ἃν γένοιτο πλέον.
25. Ἀπὸ μέντοι τύρσιος ἀφιεὶς ἢ ἀπὸ ἱστοῦ καταπεπηγότος καρχήσιον ἔχοντος ἔτι μᾶλλον ἄν τις σκευάσαιτο, ὥστε
ἀπὸ τροχιλίης τὰ χαλώμενα εἶναι ὅπλα ἢ ἀπὸ ὄνου. ἀηδὲς μὴν καὶ μακρηγορεῖν περὶ τούτων. ὅμως δὲ ἐκ τουτέων ἂν τῶν κατασκευῶν μάλιστα ἄν τις κατασεισθείη. εἰ μέν τι κάρτα ἄνω εἴη τὸ ὕβωμα, δέοι δὲ κατασείειν, πάντως ἐπὶ πόδας λυσιτελέει, ὥσπερ ἤδη εἴρηται. πλείων γὰρ οὕτω γίνεται ἡ καταῤῥοπίη ἐπὶ ταῦτα.
Ἐπειδὴ τὴν κλίμακα πρὸς ὑψηλόν τι χωρίον ἀναταθεῖσαν ἀφεῖσθαι χρὴ κατὰ τῆς γῆς ἐξαίφνης τε καὶ ὁμαλῶς καὶ ἰσοῤῥόπως, ἄμεινον εἶναί φησι τοὺς δέσμους αὐτῆς περὶ τροχιλίας ἑλίττεσθαι· καὶ γὰρ εὔδρομον τὴν κίνησιν οὕτως ἐργασόμεθα καὶ ὁμαλὴν καὶ ἰσόῤῥοπον. ἔμπροσθεν τύρσεως καὶ ἀετώματος οἴκου μνημονεύσας μόνον, νῦν καὶ ἱστὸν προσέθηκε διπλοῦν, οὗ δῆλον ὅτι τὸ μέγιστόν τε καὶ ὄρθιον ξύλον ὡς κατὰ τὸ ἄνω πέρας ἐπιτίθεται, ἄλλο δὲ ξύλον θέσιν ἐγκαρσίαν ἔχον ὡς πρὸς τὸν ἱστὸν, ἐξ οὗ ξύλου τὸ ἱστίον ἐξῆπται. διαφέρει γὰρ ἱστίον εἰπεῖν ἐν ταῖς
τρισὶ συλλαβαῖς ἢ ἱστὸν ἐν δυοῖν. ἱστὸς μὲν γὰρ, ὡς εἶπον, ὀνομάζεται τὸ κατὰ τῆς νηὸς ἐμπεπηγὸς ὀρθὸν ξύλον, ἱστίον δὲ ἡ φυσωμένη πρὸς τῶν ἀνέμων ὀθόνη. τοὺς δὲ κατὰ τὴν ἄνω τελευτὴν τοῦ ἱστοῦ κάλους ὀνομάζουσι καρχησίους. ἕστ’ ἂν οὖν ἱστῷ μέλλῃ χρῆσθαι πρὸς τὸ κρεμάσαι τὴν κλίμακα διὰ τροχιλιῶν τε καὶ καρχησίων, ἐργάζου τοῦτο. χεῖρον δ’ οὐδὲν εἷναί φησι καὶ ὀνίσκοις εἰς τὰ τοιαῦτα χρῆσθαι. καλεῖ δ’ οὕτως δηλονότι τοὺς ἄξονας.
26. Ἑρμῆσαι μὲν χρὴ κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα προσδήσαντα ἰσχυρῶς, κατὰ δὲ τὸν αὐχένα ὡς χαλαρωτάτῃ ταινίῃ, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα καὶ αὐτὴν τὴν κεφαλὴν κατὰ τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακα· τὰς δὲ χεῖρας παρατανύσαντα πρὸς τὸ σῶμα προσδῆσαι, μὴ πρὸς τὴν κλίμακα. τὸ μέντοι ἄλλο σῶμα ἄδετον εἶναι χρὴ, πλὴν ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβεβλῆσθαι.
Λέλεκταί μοι καὶ πρόσθεν ἕρματα τὰ ἐρείσματα καὶ ἑρμάσαι τὸ ἐρεῖσαι, καὶ τοῦτ’ εἶναι καὶ τὸ παρὰ τῷ ποιητῇ γεγραμμένον, ὑπὸ δ’ εἴρεον ἕρματα νηῶν.
27. Ὅκως δὲ μὴ κωλύωσιν οὗτοι οἱ δεσμοὶ τὴν κατάσεισιν σκοπέειν τάδε. σκέλεα πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθω, πρὸς ἄλληλα δὲ ὡς κατὰ τὴν ῥάχιν ἰθύῤῥοπα ἔῃ, ταῦτα μέντοι τοιουτοτρόπως ποιητέα, εἰ πάντως δέοι ἐν κλίμακι κατασεισθῆναι. αἰσχρὸν μέντοι καὶ ἐν πάσῃ τέχνῃ καὶ οὐχ ἤκιστα ἐν ἰητρικῇ πολὺν ὄχλον καὶ πολλὴν ὄψιν καὶ πολὺν λόγον παρασχόντα, ἔπειτα μηδὲν ὠφελῆσαι.
Ἐὰν μὲν μηδ’ ὅλως ὁ κατασειόμενος ἑρμασθῇ τὸ σῶμα, πρὸς τὴν κλίμακα δεθεὶς μόνον ἐκ τῶν ἄνω μερῶν ἐκκυλισθήσεται ῥᾳδίως εἰς τὰ πλάγια μέρη, καταδεθεὶς δὲ αὖ πάλιν ἰσχυρῶς, ὡς ἀκίνητος εἶναι πρὸς τῆς κατασείσεως
οὐδὲν ὀνήσεται. χρῆται γὰρ ἀμφοτέρων στοχαζόμενος, οὕτω δεσμεῖν αὐτὸν, ὡς μήτε ἀκίνητον εἶναι κατασειόμενον ὑπὸ τῆς τῶν δεσμῶν ἀσφαλείας σφιγγόμενον, ἀλλὰ μήτε χαλαρὸν οὕτως ἐπικεῖσθαι, ὡς κυλισθήσεσθαι εἰς τὰ πλάγια. κατεγνωκὼς δὲ τῆς τοιαύτης ἀντιτάσεως ὁ Ἱπποκράτης ὅμως ἔγραψεν, ὡς ἂν κάλλιστα σκευάσειεν αὐτὴν, ἐπειδὴ τοὺς χρωμένους ἑώρα, μηδ’ ὅλως κάλλιστα ποιεῖν τὸ ἔργον ἐπισταμένους, ἀλλὰ καὶ ὡς εἶπεν, οὐδὲν γάρ μοι ἄμεμπτον, εἴ τις καλῶς σκευάσας κατασείσειε κἂν ἑξῆς συνθεῖναι ἔνια.
28. Χρὴ δὲ πρῶτον μὲν γινώσκειν τὴν φύσιν τῆς ῥάχιος, οἵη τίς ἐστιν, ἐς πολλὰ γὰρ νοσήματα προσδέοι ἂν αὐτῆς.
Ἐπισημαίνεσθαι βούλομαι κἂν ἅπαξ που καὶ ἀναμνῆσαι τῶν εἰρημένων τέ μοι κατὰ τὸ πρῶτον εὐθέως βιβλίον περὶ τῆς Ἱπποκράτους ἀνατομῆς, ἐν ᾧ γνώσῃ τὴν ἀναισχυντίαν τῶν ἐμπειρικῶν ἰατρῶν τολμησάντων Ἱπποκράτην
καλεῖν ἐμπειρικόν. ἐμπειρικώτατος μὲν γὰρ ἦν ἁπάντων τῶν κατὰ τὴν ἰατρικὴν τέχνην καὶ μάλιστα τῇ πείρᾳ προσέχων νοῦν καὶ πάντα ταύτῃ δοκιμάζων, ἵνα δ’ ὅλως ἀφίκηται πολλαῖς ἐπινοίαις χρώμενος λογικαῖς ἀνατομήν τε μάλιστα σπουδάζων, ὡς ὠφελοῦσαν ἱκανῶς τὴν τέχνην, ὅπερ καὶ νῦν ἐδήλωσε σαφῶς, τὴν φύσιν τῆς ῥάχεως ἀξιῶν γινώσκειν, ἣν ἄχρηστον φασιν οἱ ἐμπειρικοὶ, καθάπερ καὶ τῶν ἄλλων ἁπάντων μορίων.
29. Τοῦτο μὲν γὰρ τὸ πρὸς τὴν κοιλίην ῥέπον οἱ σφόνδυλοι ἐντὸς ἄρτιοί εἰσιν ἀλλήλοισι.
Τῶν σφονδύλων τὸ μὲν ὀπίσω μέρος ἀπόφυσιν ὀξεῖαν ἔχει χονδρώδη κατὰ τὸ πέρας, ἣν ὀνομάζουσιν ἄκανθαν, τὸ δ’ ἀντικείμενον τούτῳ τὸ πρόσω τε καὶ ἐντὸς, ἑκάτερον μὲν γὰρ ὀνομάζεται, χόνδρῳ μὲν ἐπαλείφεται καὶ αὐτό. περιφερὲς
δέ ἐστι καὶ λεῖον οὐδεμίαν ὀξεῖαν ἀπόφυσιν ἔχον, οὐδ’ ὅλως ἐξοχήν τινα βραχυτάτην, ὥσπερ ὀπίσω τε καὶ τῶν πλαγίων ἔχει. ὁποῖαι μὲν οὖν εἰσιν ἑκάστῳ τῶν σφονδύλων αἱ ἀποφύσεις, ἐπί τε τῶν σκελετῶν εἶπεν, εἰρημένον νῦν περὶ τῶν σφονδύλων, οὓς κατὰ τὰ ἔνδον μέρη κέκληκεν ἀρτίους, τουτέστιν ἀπηρτισμένους αὐτῶν τε καθ’ ἑαυτῶν ἕκαστον, ἐν τε τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ, διότι γὰρ οὔτ’ ἐξοχή τις αὐτοῖς ἐστιν ἐνταῦθα καὶ κατὰ πᾶν ἀλλήλοις ἐφαρμόττουσιν, ἀρτίους αὐτοὺς ὠνόμασεν εἶναι πρὸς ἀλλήλους, οἶον ἀπηρτισμένους ὁμιλοῦντας.
30. Καὶ δέδενται πρὸς ἀλλήλους δεσμῷ μυξώδει καὶ νευρώδει ἀπὸ χόνδρων ἀποπεφυκότι ἄχρι πρὸς τὸν νωτιαῖον.
Ἀκριβῶς πάνυ διηγήσατο τὴν φύσιν τῆς συμβολῆς τῶν σφονδύλων. οὐ γὰρ διὰ πολλοῦ, καθάπερ ᾠήθησάν τινες,
ἀλείφουσιν, οἷς ἐπὶ τῶν ὀχημάτων τε καὶ αὐτῶν τῶν ὑποζυγίων χρῶνται. καίτοι τὸν αὐτὸν τοῦτον τὸν μυξώδη χυμὸν ἐν ἅπασι τοῖς ἄρθροις εὑρεῖν ἐστι διὰ τὴν αὐτὴν αἰτίαν.
31. Ἄλλοι δέ τινες τόνοι νευρώδεες διαντέοι, πρόσφυτοι παρατέτανται ἔνθεν καὶ ἔνθεν αὐτῶν.
Διαντέους μὲν ἀκούειν χρὴ τοὺς ἄνωθεν κάτω διήκοντας ἐπὶ πολὺ μακρούς. οὐ μὴν ἔχω γε γράφειν διὰ τί νευρώδεις εἶπε τοὺς παρατεταμένους τόνους τῶν σφονδύλων. οὐ γὰρ νευρώδεις εἰσὶν, ἐχρῆν εἰπεῖν, ἀλλὰ νεῦρα πλὴν τοὺς ἰσχυροὺς νευρώδεις ὠνόμασε. παρατέτανται δὲ νεῦρα σαφῶς μὲν ἑκάστῳ σφονδύλῳ καθ’ ὅλον τὸν θώρακα, περὶ ὧν ἄνωθεν γενέσεως ἐν ταῖς ἀνατομαῖς ἐθεάσασθε δεικνύντος μου, κατὰ μὲν τὸν τράχηλόν τε καὶ τὴν ὀσφῦν ἐπίκεινται μύες τοῖς σφονδύλοις, καθ’ ὃν φέρονται τὰ νεῦρα.
32. Αἱ δὲ φλεβῶν καὶ ἀρτηριῶν κοινωνίαι ἐν ἑτέρῳ λόγῳ δεδηλώσονται, ὅσαι τε καὶ οἷαι καὶ ὅθεν ὡρμημέναι καὶ ἐν οἵῃσιν οἷα δύνανται.
Καὶ περὶ τούτων ἐμάθετε κατὰ τὰς ἀνατομὰς, ἀλλὰ καὶ δι’ ὑπομνημάτων ἔχετε φλεβῶν μὲν καὶ ἀρτηριῶν ἀνατομὴν γεγραμμένην, ὥσπερ γε καὶ νεύρων. ἀκριβέστερον δὲ κατὰ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων πραγματείαν. οὐκοῦν χρὴ μηκύνειν ἔτι περὶ αὐτῶν γράφοντα ἐνταυθοῖ, μηδ’ αὐτοῦ τοῦ Ἱπποκράτους ἐθελήσαντος ἅπασαν αὐτῶν τὴν φύσιν διελθεῖν κατὰ τοῦτο τὸ βιβλίον, ἀλλ’ ἀναβαλλομένου, καθάπερ καὶ ἄλλα πολλά. σώζεται δὲ οὐ κατὰ τὰ προκείμενα νῦν ἐν τῷ λόγῳ χωρία φλεβῶν καὶ ἀρτηριῶν συγγραφή. ἐπὶ δὲ τῶν παρατεταμένων τοῖς σφονδύλοις μερῶν ὑπομνηματικῶς, οὐ συγγραφικῶς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ὑπ’ αὐτοῦ λέλεκται, παραπλησίως τοῖς ἄλλοις ὅσα κατ’ ἐκεῖνο τὸ βιβλίον ἐδείξαμεν ὑπομνήματά τινα τοῦ Ἱπποκράτους,
οὐ συγγράμματα. μόνον γὰρ τὸ πρῶτον καὶ τρίτον τῶν ἐπιδημιῶν ὡς πρὸς ἔκδοσιν πρὸς αὐτοῦ γέγραπται.
33. Αὐτὸς δὲ ὁ νωτιαῖος, οἷσιν ἐλλύτρωται ἐλλύτροισι καὶ ὅθεν ὡρμημένοισι καὶ ὅπῃ κραίνουσι καὶ οἷσι κοινωνέουσι καὶ οἷα δυναμένοισι.
Τὰ σκεπτάσματά τε καὶ περιπλήματά τινων ἔλλυτρα καλοῦσιν οἱ παλαιοὶ, διὰ τοῦτ’ οὖν καὶ νῦν ὁ Ἱπποκράτης ἔλλυτρα τοῦ νωτιαίου κέκληκε τὰ πρὸ βραχέος εἰρημένα μοι. δύο μὲν οὖν ἔνδοθεν ἦν ἅπαντα, ἔξωθεν δὲ τὰ κοινὰ τῶν σφονδύλων δεσμά. ὁρμῶνται δὲ αἱ μήνιγγες ἀπὸ τῶν τὸν ἐγκέφαλον περιεχουσῶν. ὁ δὲ ἔξωθεν αὐτὰς περιλαμβάνων τρίτος χιτὼν ἀπὸ τοῦ τῆς κεφαλῆς ὀστοῦ καθ’ ὃ διαρθροῦται πρὸς τὸν πρῶτον σφόνδυλον. τελευτῶσι δέ τοι οὗτοι δεσμοὶ, καθάπερ καὶ αὐτὸς ὁ νωτιαῖος ἄχρι τοῦ κατὰ τὴν
ῥάχιν πέρατος. ὠνόμασε δὲ αὐτὸς ὁ Ἱπποκράτης τὸ τελευτῶσιν ὁμοίως τῷ ποιητῇ Ἀριστοφάνει·
Εἴπερ δὴ κρανέω γε καὶ εἰ τετελεσμένον ἔσται.
οἷα δὲ δύνανται λέλεκται μὲν ἀκριβῶς ἤδη αὐτὰ κατὰ τὰς ἀνατομικὰς πραγματείας ἅμα ταῖς οἰκείαις ἐξ ἐκείνων ἐστὶ μάλιστα καὶ ἡ περὶ χρείας μορίων. ἀρκεῖ δὲ νῦν εἰπεῖν τὰς μὲν περικειμένας τῷ νωτιαίῳ μήνιγγας τὴν αὐτὴν παρέχειν χρείαν ἥνπερ καὶ τῷ ἐγκεφάλῳ, ἡ δ’ ἐν ἐκείνῳ φρουρὰ μὲν τις αὐτοῦ πρὸς τὸ μηδὲν πάσχειν ὑπὸ τῶν περικειμένων ὀστῶν ἡ παχεῖα. σύνδεσμος δὲ τούτων καὶ ἄλλο σύμφυτόν τι δέρμα καὶ σκέπασμα τοῦ ἐγκεφάλου ἡ λεπτὴ, περὶ ὧν τοῦ τρίτου χιτῶνος ἐν τῷ νωτιαίῳ μικρὸν ἔμπροσθεν εἴρηται.
34. Ἐν δὲ τῷ ἐπέκεινα ἐν ἄρθροισι γεγιγγλύμωνται πρὸς ἀλλήλους οἱ σφόνδυλοι.
Τὴν φύσιν τῆς ῥάχεως διηγεῖσθαι προθέμενος, εἶτ’ ἀρξάμενος ἀπὸ τῶν ἔνδον μερῶν αὐτῆς, ἔνθ’ ἀφήπτοντο μὲν οἱ σφόνδυλοι τὸ πρὸς τὴν κοιλίαν ῥέπον ἐν τοῖς ἀρτίοις οὖσιν ἀλλήλοισιν. εἰκότως νῦν εἶπεν, ἐν δὲ τῷ ἐπέκεινα ἐν ἄρθροισι γεγιγγλύμωνται. τὸ γὰρ ἐπέκεινα τῶν προειρημένων μερῶν τι κατὰ τὴν ὀπίσω χώραν ἔσται, ἔνθα φησὶν αὐτὸ γεγιγγλύμωνται. συνδεῖσθαι δὲ ὀπίσω φησὶ σύνδεσμον εἰρημένον τὸν ἀπὸ τῆς συνδέσεως τῶν σφονδύλων, οὐ μόνον τὸν κατὰ τὴν ἄκανθαν, ὅσπερ ἐστὶν ἀκριβῶς ὀπίσω τὸ μέγεθος τῆς ἐνταῦθα χώρας κατειληφυίας αὐτὸν, οὗ πάλιν ἑκατέρωθέν εἰσιν αἱ διαρθρώσεις τῶν σφονδύλων. εἰ μὲν ὡς πρὸς τὴν ἄκανθαν ἐξετάζοι τις, κατὰ τὰ πλάγια μέρη τῆς ῥάχεως, εἰ δ’ ὡς πρὸς τὴν ὀπίσω παραβάλλουσαν χώραν, ἣν διηγήσατο καθ’ ἣν οἱ σφόνδυλοι δέδενται πρὸς ἀλλήλους ὀπίσω γιγνόμενοι, γεγιγγλυμῶσθαι δ’ εἶπε τοὺς σφονδύλους πρὸς ἀλλήλους, ἐπειδὴ τέτταρας ἀποφύσεις ἔχοντες οἷς διαρθροῦνται, ταῖς δύο μὲν γὰρ ὑποδέχονται τὰς ἐξοχὰς τοῦ πλησιάζοντος σφονδύλου, ταῖς δύο δὲ ἐπιβαίνουσι
κατὰ θάτερα. παραπλησία δέ πώς ἐστι καὶ ἡ τῶν γιγγλυσμῶν παρασκευή.
35. Τόνοι δὲ κοινοὶ παρὰ πάντας καὶ ἐν τοῖσιν ἔξω μέρεσι καὶ ἐν τοῖσιν εἴσω παρατέτανται.
Τὰ ἀντικείμενα μέρη τῶν σφονδύλων τῇ συνδέσει ὀπίσω τε καὶ ἔξω καλεῖν ἐγχωρεῖ, καθάπερ γε καὶ αὐτὰ τὰ κατὰ τὴν σύνδεσιν ἔνδον τε καὶ πρόσω· ἀλλὰ τόνους γε κατὰ τὴν ὀπίσω χώραν οὐκ ἂν εὕροις παρατεταμένους, εἴ γε τόνοι ὀνομάζονται τὰ προαιρετὰ νεῦρα. κατὰ γὰρ τὰς συμβολὰς τῶν σφονδύλων ἐστὶ τὸ τρίμμα, δι’ οὗ τῶν ἀπὸ νωτιαίου νεύρων ἕκαστον αὐτίκα σχίζεται καὶ τῶν μερῶν αὐτοῦ τὸ μὲν εἰς τὴν πρόσω χώραν ἀφικνεῖται, τὸ δὲ εἰς τὴν ὀπίσω διανεμόμενον εἰς τοὺς ἐπικειμένους ἐνταῦθα μύας, οὓς ῥαχίτας ὀνομάζουσιν.
36. Ἀπόφυσίς τέ ἐστιν ὀστέου ἐς τὸ ἔξω μέρος ἀπὸ πάντων τῶν σφονδύλων, μία ἀπὸ ἑνὸς ἑκάστου, ἀπό τε τῶν μειζόνων ἀπό τε τῶν ἐλασσόνων. ἐπὶ δὲ τῇσιν ἀποφύσεσι ταύτῃσι χονδρίων ἐπιφύσιες καὶ ἀπ’ ἐκείνων, νεύρων ἀποβλάστησις ἠδελφισμένη τοῖσιν ἐξωτάτω τόνοισιν.
Εἰς μέσην εἴτ’ ὀπίσω χώραν τῆς ῥάχεως ἀπόφυσις ἑκάστου τῶν σφονδύλων ἀνατείνεται συνθεῖσα τὴν ὅλην ἄκανθαν. ἐπὶ τῷ πέρατι δὲ καὶ τῆς ἀποφύσεως χόνδρος ἐπίκειται νεύρων ἀποβλαστήσεις ἔχων συνδετικὰς. ἠδελφισμένη φησὶ τοῖς τόνοις, ὅπερ ἤτοι τῶν ὁμοιουμένων εἰς ταὐτὸ ἰόντων καὶ ἀναμιγνυμένων, ἑκάτερον γὰρ αὐτῶν ἀληθές ἐστι.
37. Πλευραὶ δὲ προσπεφύκασιν ἐς τὸ εἴσω μέρος τὰς κεφαλὰς ῥέπουσαι μᾶλλον ἢ ἐς τὸ ἕξω, καθ’ ἕνα δὲ ἕκαστον τῶν σφονδύλων προσήρθρωνται.
Τὰ τοῦ θώρακος ὀστᾶ διήκοντα κατὰ θέσιν ἐγκαρσίαν ἀτρέμα λοξῶς κατὰ τῆς ῥάχεως ἐπὶ τὸ στέρνον ὠνόμαζον πλευρὰς οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ μετ’ αὐτὸν ἅπαντες ἰατροί. ταύτας οὖν φησι προσηρθρῶσθαι τοῖς σφονδύλοις, οὐδὲν διαφέρον εἰ καὶ διηρθρῶσθαι φαίης, ὅπερ ἐστὶ συνηθέστερον ὄνομα τοῖς ἰατροῖς τοῖς νεωτέροις, οὕτως ὀνομαζόντων αὐτῶν τὰς ἐμβολὰς τῶν ὀστῶν, ὡς ἐκείνοις αἰσθητικήν τινα ἀξιόλογον ἔχουσι κεφαλάς τε τῶν πλευρῶν εἴρηκε τὰ πέρατα, δι’ ὧν τοῖς σφονδύλοις διαρθροῦνται κατὰ τὰς ῥίζας τῶν πλαγίων ἐν ἑαυτοῖς ἀποφύσεων. ἀκριβῶς δὲ εἶπεν ἔσω ῥέπειν αὐτὰς μᾶλλον, ἴστε γὰρ οὕτως ἔχειν, ἀλλὰ καὶ ὅτι διαφυής πώς ἐστιν αὐτῶν ἡ διάρθρωσις ἐθεασάμεθα. παραλελοιπότος τοῦτο τοῦ Ἱπποκράτους ἢ τῷ παρελθεῖν οὐκ ἀκριβῶς θεασαμένου τὴν ὅλην φύσιν τῆς διαρθρώσεως ἢ τῷ μὴ νομισθῆναι τὴν τοιαύτην λεπτολογίαν οἰκείαν εἶναι τῇ προκειμένῃ πραγματείᾳ.
38. Καμπυλώταται δὲ πλευραὶ ἀνθρώπου εἰσὶ ῥοιβοειδέα τρόπον.
Ἀπάντων τῶν ζώων ἄνθρωπος καμπυλωτάτας ἔχει πλευρὰς, ὅτι καὶ τὸ στέρνον ἁπάντων πλατύτατον· τῶν μὲν γὰρ ἄλλων ζώων τὸ μὲν μᾶλλόν ἐστι, τὸ δ’ ἧττον ὀξύστερνον. πλατυστερνότατος δ’ ἄνθρωπος, εἶθ’ ἑξῆς πίθηκος ἁπάντων μὲν τῶν ἄλλων ζώων μᾶλλον, ἧττον δ’ ἀνθρώπου. ἔστι δὲ κοινὸν ἅπασι μὲν ζώοις ὅσα θώρακα ἔχει τὸ τὰς πλευρὰς ἐκ μὲν τῶν ἔξω μερῶν, ἔνθα καὶ ψαύομεν αὐτῶν, κυρτὰς, ἐκ δὲ τῶν ἀντικειμένων τῶν ἔνδον εἶναι κοίλας· εἰς γὰρ τὴν γένεσιν τῆς τοῦ θώρακος εὐρυχωρίας ἀναγκαῖον ἦν τοῦτο τοῖς ἀνθρώποις, ἐπειδὴ κατὰ τὸ στέρνον εὐθύνεσθαι τὰς πλευρὰς ἔδει, τὸ μετὰ τοῦτο πᾶν ἱκανῶς ἐκάμφθη, δεομένων δ’ αὐτῶν ἐπὶ τοὺς τῆς ῥάχεως ἀφικέσθαι σφονδύλους. τὸ μὲν γὰρ ἑρμηνευόμενον ὑπ’ αὐτοῦ πρᾶγμα σαφὲς ἡμῖν γέγονεν ἔκ τε τοῦ καμπυλωτάτας εἰπεῖν
εἶναι τὰς πλευρὰς, κἀκ τούτου γιγνώσκεσθαι, ἀφ’ οὗ ὅμοιαι κατὰ τὸ σχῆμά εἰσιν. ἀπολείπεται δὲ ἡ ζήτησις οὐκ ἐν τῇ πραγματείᾳ, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἀλλ’ ἐν ὀνόματι χρησαμένου τοῦ Ἱπποκράτους τῇ ῥοιβοειδέα φωνῇ σαφηνείας μὲν ἕνεκεν, ἥτις παράδειγμα λέλεκται πρὸς αὐτοῦ, μείζονα δ’ ἀσάφειαν ἐργαζομένη αὐτοῦ τοῦ γιγνωσκομένου πράγματος ἢ τῆς σαφηνείας ἕνεκα παράδειγμά τι ὤφθη. τότε μὲν οὖν ἴσως ἦν ἡ φωνὴ συνήθης ἢ οὐκ ἂν εἴρηκε ῥοιβοειδέα τρόπον. ἐν δὲ τῷ μετὰ ταῦτα χρήσεως αὐτῆς ἐκβληθείσης εἰς ἀσάφειαν ἧκε. τὸ μὲν γὰρ διὰ τοῦ κ λεγόμενον ῥοικοειδέα καὶ παρὰ Θεοκρίτῳ γεγραμμένον ἔνθα φησί·
Ῥοικὸν δέ κεν ἀγριελαίας δεξιτερᾷ κορύναν.
καὶ παρ’ Ἀρχιλόχῳ·
Ἀλλὰ μικρός τις εἴη καὶ περὶ κνήμας ἰδεῖν Ῥοικὸς, ἀσφαλέως βεβηκυίας ποσὶ, καρδίης πλέως.
καὶ παρὰ Νικάνδρῳ·
Ἄλλοι δὲ ῥοικοῖσιν ἰσήρεες ἂν τὰ παγούροις Γυῖα βαρύνονται.
τὸ μέντοι διὰ β ῥοιβὸν οὐκ οἶδα, καίτοι τινὰ τῶν ἀντιγράφων διὰ τοῦ β γέγραπται, ἀλλ’ ἐν τοῖς ἀξιοπιστοτέροις εὑρίσκεται τὸ κ.
39. Τὸ δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῶν ὀστέων τῶν ἀποπεφυκότων ἀπὸ τῶν σφονδύλων ἀποπληρέουσιν ἑκατέρωθεν οἱ μύες ἀπὸ τοῦ αὐχένος ἀρξάμενοι ἄχρι τῶν φρενῶν τῆς προσφύσιος.
Οὐ πάνυ τι συμφωνεῖ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς τῇ διανοίᾳ τῆς λέξεως. τὸ μὲν γὰρ φαινόμενον ὧδε ἔχει· κατὰ τὰς κεφαλὰς τῶν πλευρῶν ᾗ εἰσαρθροῦνται εἰς τοὺς σφονδύλους μύες εἰσὶν, ὄπισθεν μέν οἱ ῥαχῖται καλούμενοι κατὰ τὸ μῆκος τῆς ῥάχεως ἐκτεταμένοι μέχρι τῆς τῶν σκελῶν ἀρχῆς, ἔμπροσθεν δὲ κατὰ μῆκος, οὐ δι’ ὅλου τοῦ
τὴν λέξιν ἀπορῶ προσαρμόσαι τῷ φαινομένῳ, καί μοι δοκεῖ κατ’ ἀρχὴν εὐθέως ὑπὸ τοῦ πρώτου γράψαντος ἡμαρτῆσθαι ὥστε καὶ ἄλλων πολλῶν. ἐχόντων δ’ ὡς εἴρηται τῶν φαινομένων ζήτησις τῆς ἁρμοττούσης ἐξηγήσεως εἰς τὸ κοινὸν προκείσθω. τὸ δ’ οὖν ὡς ἐν διορισμοῖς δόξαν ἔχειν τινὰ πιθανότητα τοιόνδ’ ἐστί· πλευρὰς μὲν ἀκουσόμεθα τὰς τῶν σφονδύλων αὐτῶν κεφαλὰς, ἀποπεφυκότα δὲ τῶν σφονδύλων ὀστᾶ τὰ τὴν ἀκάνθην ἐργαζόμενα, τοὺς δὲ τὴν μεταξὺ χώραν ἑκατέρων ἀναπληροῦντας μῦς τοὺς ῥαχίτας, πρόσφυσιν δὲ τὴν τῶν φρενῶν. ὅ γε μὴν διδάσκαλος ἡμῶν Πέλοψ τὰς μὲν πλαγίας ἀποφύσεις τῶν σφονδύλων ἁπάντων πλευρὰς ἔφασκεν εἰρῆσθαι νῦν ὑπ’ αὐτοῦ, πρόσφυσιν δὲ τὴν τῶν φρενῶν.
40. Αὕτη δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστι.
Σκολίωσις μὲν ἡ εἰς τὸ πλάγιον αὐτῆς ὀνομάζεται διαστροφή. νυνὶ δὲ οὐ τὴν εἰς τὸ πλάγιον, ἀλλὰ τὴν εἰς τοὐπίσω τε καὶ πρόσω βούλεται δηλοῦν. εὐθεῖα γὰρ οὖσα κατὰ τὸ μῆκος ἐκκλίνεται βραχὺ πρός τε τὴν ὀπίσω καὶ τὴν πρόσω χώραν, ὡς αὐτὸς ἐφεξῆς διδάσκει.
41. Ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου ἄχρι τοῦ μεγάλου σφονδύλου, παρ’ ὃν προσήρτηται τῶν σκελέων ἡ πρόσφυσις ἄχρι μὲν τούτου κυφή. κύστις τε γὰρ καὶ γοναὶ καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τουτέῳ ἔκτισται.
Τὴν τῶν σκελῶν πρόσφυσιν ἔνεστιν ἀκούειν πολυειδῶς, κυριώτατον μὲν ἴσως τὴν ἀπὸ τῆς κατ’ ἰσχίον διαρθρώσεως ἥτις γίγνεται τοῦ μηροῦ τῆς κεφαλῆς συνδονουμένης τῷ κατ’ ἰσχίον ὀστῷ, διά τε τῶν πλατέων συνδέσμων καὶ τοῦ στρογγύλου, καθ’ ὃν τῷ βαθυτάτῳ τῆς κοτύλης συμφύεται καὶ διὰ τῶν μυῶν κινούντων τὴν τοῦ μηροῦ διάρθρωσιν, εἰκότως
ἂν λέγοιτο τοῖς ὑπερκειμένοις συμφύεσθαι τὸ σκέλος καὶ μετὰ ταῦτα διὰ νεύρων, εἶτ’ ἔπειτα διὰ ἀρτηριῶν τε καὶ φλεβῶν. ἔοικε δὲ νῦν ὁ Ἱπποκράτης τὴν διὰ τῶν νεύρων προσάρτησιν δηλοῦν. εἰ δὲ τῶν κατὰ ὀσφῦν ἔσχατον σφόνδυλον ὃ διαρθροῦται τῷ πλάτει γε καὶ ἱερῷ καλουμένῳ ὀστῷ τῶν ἐπὶ τὰ σκέλη φερομένων νεύρων ἐστὶν ἡ ἔκφυσις. ἀλλὰ καὶ τὸ ἵνα χρὴ τὸ ὑπὸ τοῦ τόπου κατ’ αὐτὴν εἷναι τὴν ῥάχιν, ὑπὸ τοῦ κατὰ τὴν ἀνατομὴν φαινομένου μαρτυρεῖται καὶ τὸ κύστιν καὶ γονὰς καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τούτῳ κεῖσθαι· διόπερ καὶ κυρτὸν ἔξωθεν ἐγένετο. γονὰς δὲ εἴρηκε τὰ γεννητὰ μόρια, μήτραν μὲν ἐπὶ τῶν θηλειῶν, ἐπὶ δὲ τῶν ἀνδρῶν τὰ σπερμάτικά τινα καλούμενα, χαλαρὸν δ’ ἀρχοῦ κέκληκε τὸ μετὰ σφιγκτῆρα· καὶ γὰρ καὶ ἐπίκειται τῷ ἱερῷ ὀστῷ τοῦτο καὶ ὄντως ἐστὶ χαλαρὸν οὐκ ἔχων τοὺς σφίγγοντας μῦς τὸ πέρας τοῦ ἀπευθυσμένου.
42. Ἀπὸ δὲ τούτου ἄχρι φρενῶν προσαρτήσιος ἰθυλόρδη.
Οὐδὲν ἐνταῦθα τοιοῦτον περιέχεταί τι κατὰ τῆς ῥάχεως, οἷον ἐν τοῖς κατὰ μήτραν ἢ ἐν κύστει, ὅθεν οὐδὲ σιμωθῆναι τὸ ἔνδον ἔχρηζε καὶ διὰ τοῦτο οὐδὲ κυφωθῆναι τὸ ἔξω, ἀλλὰ καὶ βραχὺ ῥέπειν ἐώρα κατὰ τοῦθ’ ἡ ῥάχις. ἐπὶ δὲ τὴν ἀρτηρίαν ἔδει τὴν μεγάλην καὶ τὴν φλέβα ἣ κατ’ αὐτῆς ἐστηρίχθαι.
43. Καὶ παραφύσιας ἔχει μυῶν τοῦτο μοῦνον τὸ χωρίον ἐκ τῶν εἴσωθεν, ἃς δὴ καλέουσι ψόας.
Ἐκ ταύτης τῆς ῥήσεως μάλιστά τις τεκμήραιτο μὴ συναριθμεῖν αὐτὸν τῇ ῥάχει τοὺς κατὰ τράχηλον σφονδύλους. ὡς γὰρ ἐκ τοῦ πλατέος ὀστοῦ καὶ τῶν κατὰ θώρακα σφονδύλων συγκειμένης ὅλης τῆς ῥάχεως, οὕτω παραφύσιας
ἔχει μυῶν τοῦτο μόνον τὸ ἔσωθεν. εἰ γὰρ δὴ καὶ τοὺς κατὰ τράχηλον αὐτοῖς συνηρίθμει, ψευδὲς ἂν ἦν ἐναργῶς· οὐ γὰρ μόνον τούτου τοῦ χωρίου παραφύσεις μυῶν ἔχοντος καὶ τοῦ τραχήλου μεγάλους μῦς ἐκ τῶν ἔνδον μερῶν. οὐδὲ γὰρ ἠγνόησέ τις αὐτοὺς ἀξιολόγους ὄντας, ὅπως καὶ οἱ μικρότεροι μύες ἦσαν, οὐκ ἂν αὐτοὺς ἠγνόησεν. εἰ μέντοι μόριόν τι τῶν ψοῶν ὑπὲρ τὴν τῶν φρενῶν ἀναγίνεται πρόσφυσιν, οὐκ ἐπεσημήνατο τοῖς προκειμένοις νῦν οὐχ ἡγούμενος ἁρμόττειν τὴν τοιαύτην ἀκριβολογίαν.
44. Ἀπὸ δὲ τούτου ἄχρι τοῦ μεγάλου σφονδύλου τοῦ ὑπὲρ τῶν ἐπωμίδων ἰθυκύφη, ἔτι δὲ μᾶλλον δοκέῃ ἤ ἐστιν. ἡ γὰρ ἄκανθα κατὰ μέσον ὑψηλοτάτας τὰς ἐκφύσιας τῶν ὀστέων ἔχει, ἔνθεν δὲ καὶ ἔνθεν ἐλάσσους.
Ὀλίγον τι κατὰ τὸν θώρακα φαίνονται σιμούμενοι τὰ ἔνδον τῶν ὀστῶν οἱ σφόνδυλοι. τὸ δ’ ὀπίσω μέρος αὐτῶν ἱκανῶς κυφὸν φαίνεται διὰ τὴν τῆς ἀκάνθης ἀπόφυσιν. ὃν δὲ λέγει μέγαν σφόνδυλον ὑπὲρ τῶν ἐπωμίδων εἴσεσθαι καὶ δι’ ὑπομνήματος ἔρχεται πρὸς ἀνάμνησιν, ἐν ᾧ περὶ τῶν ὀστῶν ἔγραψα. προσαρμόζειν δ’ ἡμᾶς προσήκει τοίνυν τοῖς λεγομένοις ἐκεῖνα μὴ δεομένοις ὑπ’ ἐμοῦ πλὴν εἴ που λέξις ἐμπίπτοι χρῄζουσά τινος ἐξηγήσεως, ἧς ἕνεκεν καὶ τὰ τοιαῦτα ὑπομνήματα γράφεται, καθάπερ γε καὶ τὸ ἐπὶ τῇ προκειμένῃ νῦν ῥήσει.
45. Αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστιν. ὁκόσοισι μὲν οὖν κυφώματα γίνεται κατὰ τοὺς σφονδύλους ἔξωσις μὲν μεγάλη ἀποῤῥαγεῖσα ἀπὸ τῆς συμφύσιος ἢ ἑνὸς σφονδύλου ἢ καὶ πλειόνων οὐ μάλα πολλοῖσι γίνεται, ἀλλ’ ὀλίγοισιν. οὐδὲ γὰρ τὰ τρώματα τὰ τοιαῦτα ῥηΐδιον γίνεσθαι, οὔτε γὰρ ἐς τὸ ἔξω ἐξωθῆναι ῥηΐδιον ἐστιν, εἰ μὴ
ἐκ τοῦ ἔμπροσθεν ἰσχυρῷ τινι τρωθείη διὰ τῆς κοιλίης. οὕτω δ’ ἂν ἀπόλοιτο ἢ εἴ τις ἀφ’ ὑψηλοῦ τοῦ χωρίου πεσὼν ἐρείσειε τοῖσιν ἰσχίοισιν ἢ τοῖσιν ὤμοισιν· ἀλλὰ καὶ οὕτως ἂν ἀποθάνοι, παραχρῆμα δὲ οὐκ ἂν ἀποθάνοι. ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι ἐς τὸ εἴσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι. τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη, πρὶν ἢ μεγάλην ῥοπὴν εἴσω ποιῆσαι τούς τε συνδέσμους βιασάμενον.
Εἰς τὸ πρόσω ῥέπον δηλονότι, καὶ γὰρ φαίνεται τοῦτο. δύο δὲ εἰσιν οἱ πρῶτοι σφόνδυλοι, καθ’ οὓς τὸ ἄρθρον γίγνεται τοῦ αὐχένος, καθ’ ὃ λοιπὸν τρεῖς εἰσιν, ὧν οὐκ ἐμνημόνευσεν, ὅπως ἔχουσι θέσεως ἐν τῷ μεταξὺ τοῦ δευτέρου καὶ τοῦ ἕκτου, τρίτος καὶ τέταρτος καὶ πέμπτος. οἳ δὴ μάλιστα φαίνονται θέσιν εὐθεῖαν ἔχοντες ὄντες καὶ ἄλλοι μικρότατοι τῶν δύο σφονδύλων, καὶ μάλισθ’ ὁ τρίτος· ὁ γάρ τοι τέταρτος ἢ μείζων ἐστὶν αὐτοῦ, καθάπερ καὶ τούτοις
πάλιν ὁ πέμπτος· ὁ δὲ ἕκτος οὐ τούτων μόνον, ἀλλὰ καὶ τοῦ ἑβδόμου μείζων. οἱ δ’ ἀπὸ τοῦδε πάντες ἄχρι καὶ τοῦ πέρατος τῆς ῥάχεως ἀλλήλων ἀνάλογον μείζους εἰσὶν ἐπ’ ἀνθρώπου ἐξειαζομένου τοῦ λόγου καὶ μετ’ αὐτὸν ἐπὶ πιθήκοις, ὅσοι τὸ πρόσωπον ἀνθρωποειδέστερον ἔχουσι καὶ μᾶλλον τῶν ἄλλων ὄρθιοι βαδίζουσιν, οὗτοι τά τ’ ἄλλα καὶ τὴν τῶν ὀστῶν θέσιν ἂν ἐοίκασιν ἀνθρώποις ἔχουσι δέ τι κοινὸν ἐν τῇ ῥάχει πρὸς τὰ ἄλλα ζῶα τὰ τετραπόδα τοῖς ἀνθρώποις οὐχ ὑπάρχον. ἔστι γὰρ αὐτοῖς ὀσφὺς μακροτέρα τῆς ἐπ’ ἀνθρώπου ἀνάλογον δηλονότι τοῦ μεγέθους τοῦ ἄλλου ἐξεταζόντων ἡμῶν ἀνθρώποις μόνον ε΄ κατὰ τὴν ὀσφῦν εἰσι σφόνδυλοι τοῖς πιθήκοις, ὥσπερ καὶ τοῖς ἄλλοις τετράποσίν εἰσιν. ἐπισημήνασθαι δὲ προσήκει κατὰ τὸν ἐνεστῶτα λόγον ὅτι προθέμενος εἰπεῖν περὶ τοῦ τῆς ῥάχεως σχήματος ἀρξάμενός τε τοῦ λόγου κατὰ τήνδε τὴν λέξιν, αὐτὴ δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν. ἐπὶ τελευτῇ τοῦ λόγου προσέθηκεν, αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστι. δόξει γὰρ οὖν πάλιν ἐν τούτῳ καὶ τὸν τράχηλον προσνέμειν τῇ ῥάχει.
46. Κατὰ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα ὃ τε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι τοιαύτην ἔξαλσιν ἐξαλλομένου σφονδύλου, ὅ τ’ ἐκπηδήσας σφόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤῥήξειε, πιεχθεὶς δ’ ἂν καὶ ἀπολελαμμένος πολλῶν ἂν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν, ὥστε οὐκ ἂν μέλλοι τῷ ἰητρῷ, ὅπως χρὴ τὸν σφόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων, , ὥστε δὴ οὐδ’ ἐμβαλεῖν οἷόν τε οὔτε κατασεῖσαι οὔτ’ ἄλλῳ τρόπῳ τινὶ, πρόδηλον τὸ τοιοῦτον, εἰ μή τις διαταμὼν τὸν ἄνθρωπον.
Τῶν σφονδύλων ἄρθρα φησὶν ἅ πρὸς ἀλλήλους ἀπολλυμένων κατὰ τὰς πλαγίας ἀποφύσεις. ἐνηλλαγμένα δὲ εἶπεν, ὅτι δύο μὲν ὑψηλοτέρας ἀποφύσεις ἔσχον αὐτῶν, ἕκαστος δὲ διαρθροῦται πρὸς τὸν ὑπερκείμενον. ἄλλας δὲ ταπεινοτέρας αὖ πάλιν αἷς πρὸς τὸν ὑποκείμενον διαρθροῦται, κατὰ μὲν τὰς ἑτέρας αὐτῶν ὑποδέχεται τὰς ἐξοχὰς τοῦ πλησιάζοντος,
κατὰ δὲ τὰς ἑτέρας ἐπιβαίνει θάτερον. γέγραπται δὲ περὶ τούτων ἀκριβῶς ἐν τῷ περὶ τῶν ὀστέων.
47. Ἔπειτα ἐσμασάμενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι, καὶ ταῦτα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι δὲ οὐ πάνυ. διὰ τί οὖν ταῦτα γράφω; ὅτι οἴονταί τινες ἰητρευκέναι ἀνθρώπους, οἶσιν εἴσωθεν ἔπεσον σφόνδυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα. καίτοι γε ῥηΐστην ἐς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι καὶ οὐδὲν δεῖσθαι ἐμβολῆς, ἀλλ’ αὐτόματα ὑγιέα γενέσθαι τὰ τοιαῦτα. ἀγνοέουσι δὲ πολλοὶ καὶ κερδαίνουσιν ὅτι ἀγνοέουσι· πείθουσι γὰρ τοὺς θέλας, ἐξαπατῶνται δὲ διὰ τόδε. οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοὺς σφονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοοῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σφονδύλων πεφυκότα, περὶ ὧν ὁ λόγος ὀλίγῳ πρόσθεν εἴρηται.
τοιοῦτοι γίνονται. ταχέως γὰρ πάντα τὰ τοιαῦτα ὀστέα ἐπιπωροῦται ὅσα χαῦνά ἐστιν.
Ἐσμασάμενος τουτέστι ἐντιθεὶς εἰς βάθος τὴν χεῖρα χάριν τοῦ διαζητῆσαί τι τῶν ἐν αὐτῷ.
48. Σκολιαίνεται γοῦν ῥάχις καὶ ὑγιαίνουσι κατὰ πολλοὺς τρόπους· καὶ γὰρ ἐν τῇ φύσει καὶ ἐν τῇ χρήσει οὕτως ἔχει, ἀτὰρ καὶ ὑπὸ γήραος καὶ ὑπὸ ὀδυνημάτων, ἐπεὶ ξυνδετική ἐστιν. αἱ δὲ δὴ κυφώσιες αἱ ἐν τοῖσι πτώμασιν ὡς ἐπὶ τὸ πολὺ γίνονται ἢν ἢ τοῖσιν ἰσχίοισιν ἐρείσῃ ἢ ἐπὶ τοὺς ὤμους πέσῃ. ἀνάγκη γὰρ ἔξω φαίνεσθαι ἐν τῷ κυφώματι ἕνα μέν τινα ὑψηλότατον τῶν σφονδύλων, τοὺς δὲ ἔνθεν καὶ ἔνθεν ἐπὶ ἧσσον. οὔκουν ὡς ἐπὶ πολὺ ἀποπεπηδηκὼς ἀπὸ τῶν ἄλλων ἐστὶν, ἀλλὰ μικρὸν, ἢν ἕκαστος συνδιδοῖ ἀθρόως πολύ. διὰ οὖν τοῦτο καὶ ὁ νωτιαῖος μυελὸς εὐφόρως φέρει τὰς τοιαύτας διαστροφὰς,
ὅτι κυκλώδης αὐτῷ ἡ διαστροφὴ γίνεται, ἀλλ’ οὐ γωνιώδης.
Τὴν μὲν εἰς τοὐπίσω διαστροφὴν τῆς ῥάχεως κύφωσιν ὀνομάζει, τὴν δὲ εἰς τὸ πρόσω λόρδωσιν, τὴν δὲ εἰς τὰ πλάγια σκολίωσιν. ἀλλὰ τούτῳ γε τῷ ὀνόματι τῆς σκολιώσεως καθ’ ἕτερον χρῆται τρόπον καθ’ ἅπασαν διαστροφὴν ῥάχεως, ἐνδεικνυμένου δὴ αὐτοῦ ὡς σημαίνοντός τι γενικώτερον τῶν ἄλλων. οὕτω γὰρ καὶ νῦν εἶπε, σκολιαίνεσθαι ῥάχιν ἐν ἴσῳ τῷ διαστρέφεσθαι καθ’ ὁντιναοῦν τρόπον. καὶ ἔμπροσθεν δέ που ἔλεγεν. αὐτὴ δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν, αὐτῆς δηλώσας διαστροφὴν εἴς τε τοὐπίσω καὶ πρόσω.
49. Χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκαζομένου τοιήνδε κατεσκευάσθαι. ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ ἐντομὴν παραμήκεα ἔχον κατορύξαι, ἔξεστι δὲ καὶ ἀντὶ τοῦ
αἱ κατὰ φύσιν κατατάσιες. οὔκουν ἐγὼ ἔχω τουτέων ἀνάγκας καλλίους οὐδὲ δικαιοτέρας.
Τὰ ἐφεξῆς ἅπαντα σαφῶς ἑρμηνεύοντι, δι’ ὧν νῦν καὶ ἔστιν ὅτε παρακολουθεῖ τις λεγομένοις, οὔτε ἐξηγήσεως, ἀλλὰ δείξεώς ἐστιν αὐτοῦ χρεία. καὶ μέντοι καὶ τὰ ὑπομνήματα τοῖς ἑωρακόσιν ἤδη τὰς τοιαύτας ἐνεργείας γράφεται. λέλεκται δέ μοι καὶ πρόσθεν ὅτι τὰ οὕτω σαφῶς ὑπ’ αὐτοῦ γεγραμμένα μὴ νοήσας τις κατὰ τὴν πρώτην ἐπιβολὴν καὶ δὶς καὶ τρὶς καὶ πλεονάκις ἀναγνώτω προσέχων τὸν νοῦν. εἰ γὰρ τοῦτο ποιήσῃ, πάντως ταῦτ’ ἐννοήσει σαφῶς ἑρμηνευόμενον.
50. Ἡ γὰρ κατ’ αὐτὴν τὴν ἄκανθαν ἰθυωρία τῆς κατατάσιος κάτωθέν τε καὶ κατὰ τὸ ἱερὸν ὀστέον καλεόμενον οὐκ ἔχει ἐπιλαβὴν οὐδεμίην, ἄνωθεν δὲ κατὰ τὸν αὐχένα καὶ κατὰ τὴν κεφαλὴν ἐπιλαβὴν μὲν ἔχει, ἀλλ’ ἐς ἰδέην γε ἀπρεπής.
ταύτῃ τοι γενομένη ἡ κατάτασις καὶ ἄλλας βλάβας ἂν προσπαρέχει πλεονασθεῖσα. ἐπειρήθην δὲ δή ποτε ὕπτιον τὸν ἄνθρωπον κατατείνας ἀσκὸν ἀφύσητον ὑποθεῖναι ὑπὸ τὸ ὕβωμα, κἄπειτα αὐλὸν ἐκ χαλκείου ἐς τὸν ἀσκὸν τὸν ὑποκείμενον ἐνιέντα φυσᾷν, ἀλλά μοι οὐκ εὐπορεῖτο. ὅτε γὰρ εὖ κατατείνοιμι τὸν ἄνθρωπον, ἡσσᾶτο ὁ ἀσκὸς καὶ οὐκ ἠδύνατο ἡ φῦσα ἐπαναγκάζεσθαι· καὶ ἄλλως ἕτοιμον περιολισθαίνειν ἦν, ἅτε ἐς τὸ αὐτὸ ἀναγκαζόμενον τό τε τοῦ ἀνθρώπου ὕβωμα καὶ τὸ τοῦ ἀσκοῦ πληρουμένου κύρτωμα. ὅτε δ’ αὖ μὴ κάρτα κατατείνουσι τὸν ἄνθρωπον, ὁ μὲν ἀσκὸς ὑπὸ τῆς φύσης ἐκυρτοῦτο, ὁ δὲ ἄνθρωπος πάντῃ μᾶλλον ἐλορδαίνετο ἢ συνέφερεν. ἔγραψα δὲ ἐπίτηδες τοῦτο. καλὰ γὰρ καὶ ταῦτα μαθήματά ἐστιν, ἃ πειρηθέντα ἀπορηθέντα ἐφάνη καὶ δι’ ἅπερ ἠπορήθη.
Αὐτὸς ἂν ἐπιλαβὴν εἴρηκε τὴν οἷον ἀντιλαβὴν καὶ ἀντίληψιν, ὥστε στηριχθῆναι τοὺς περιβαλλομένους τροχοὺς
πρός τε τῶν ἐξεχόντων ἕνεκα τοῦ ἀπορεῖν. κατὰ μὲν τὸ ἱερὸν ὀστέον οὐδὲν ἔχει τοιοῦτον ἄνωθέν τ’ ἢν τό τέ τι ἔχῃ καὶ τὴν κεφαλὴν, ἅμα φαίνοιτ’ ἂν ὁ ἄνθρωπος πνιγόμενος, εἴ τις ἐνταῦθα περιλάβοι, καὶ κατὰ τοῦτ’ ἂν ἀπρεπὴς ἡ κατάτασις φαίνοιτο. καὶ μέντοι καὶ βλάβας ἂν παράσχοι εἰ ὀλισθῇ τὸν βρόχον τις ἐπὶ τὸν λάρυγγα.
51. Ὅσοισι δὲ ἐς τὸ εἴσω σκολιαίνονται οἱ σφόνδυλοι ὑπὸ πτώματος ἢ καὶ ἐμπεσόντος τινὸς βαρέος, εἷς μὲν οὐδεὶς τῶν σφονδύλων μέγα ἐξίσταται κάρτα ὡς ἐπὶ τὸ πολὺ ἐκ τῶν ἄλλων. ἢν δὲ ἐκστῇ μέγα ἢ εἷς ἢ πλείονες, θάνατον φέρουσιν, ὥσπερ δὴ καὶ πρόσθεν εἴρηται, κυκλώδης καὶ αὕτη καὶ οὐ γωνιώδης γίνεται ἡ παραλλαγή. οὖρα μὲν οὖν τοῖσι τοιούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται ἢ τοῖσιν ἔξω κυφοῖσι καὶ πόδες καὶ ὅλα τὰ σκέλεα ψύχεται μᾶλλον καὶ θανατηφόρα ταῦτα μᾶλλον ὧν ἔφην. καὶ ἢν περιγένωνται δὲ ῥυώδεες τὰ οὖρα μᾶλλον οὗτοι
μείζω προσβάλλῃ, τοσούτῳ μᾶλλον λορδοῦντες οἱ προσβληθέντες συναναγκαζομένου ἄνω τοῦ δέρματος. τρόπους δὲ ἄλλους κατασεισίων ἢ οἶοί τε πρόσθεν εἴρηνται, ἔχοιμ’ ἂν εἰπεῖν, ἁρμόσαι οὓς ἄν τι δοκέῃ τῷ παθήματι μᾶλλον, ἀλλ’ οὐ κάρτα πιστεύω αὐτοῖς, διὰ τοῦτο οὐ γράφω. ἀθρόον δὴ ξυνιέναι χρὴ περὶ τούτων ὧν ἐν κεφαλαίῳ εἴρηται. ὅτι τὰ μὲν εἰς τὸ λορδὸν ῥεύσαντα ὀλέθριά εἰσι καὶ σινόμωρα, τὰ δὲ ἐς τὸ κυφὸν ἀσινέα θανάτου καὶ οὔρων σχεσίων καὶ ἀποναρκωσίων τὸ ἐπίπαν.
Περὶ τῆς ἔσω μεταστάσεως τῶν σφονδύλων γράφει ταῦτα, χαλεπωτέραν αὐτὴν τῆς ἔξω λέγων εἶναι, καὶ ἡ αἰτία πρόδηλος. καὶ γὰρ ἔσω ῥέπει τὰ νεῦρα πάντα τὰ ἀπὸ τοῦ νωτιαίου πεφυκότα. θλίβεται οὖν ἐν ταῖς τοιαύταις μεταστάσεσι μᾶλλον ἤπερ ἐν ταῖς ἔξω. σὺν τούτοις δὲ καὶ τὰ ἐπικείμενα μόρια τῇ ῥάχει θλίβεται πάντα καὶ κατὰ τοῦτο καὶ τῆς κύστεως τὸ ἄνω πέρας θλίβεταί ποτε. καὶ μέντοι καὶ κατὰ συμπάθειαν εἰς φλεγμονὴν ἀφίξεται
πάντα καὶ διὰ τοῦτ’ οὔτε ἡ κύστις οὖρον ἐκκρίνει οὔτε τὰ ἔντερα ἀπόπατον. τῆς γὰρ ἐκκριτικῆς δυνάμεως, ἥτις ἐστὶ μία τῶν φυσικῶν, πάθος ἐστὶν ἴσχεσθαι τὸ οὖρον καὶ τὸ ἀπόπατον. τὸ δὲ ναρκώδη γίνεσθαι τὰ μόρια τῆς τῶν νεύρων βλάβης ἐστίν. ἐκ μὲν οὖν τῆς κατὰ τὰ ἔντερα καὶ τὴν κύστιν βλάβης ἄχρι περ ἂν παύσεται φλεγμαίνοντα, κίνδυνος ἀπολέσθαι τὸν ἄνθρωπον καὶ δι’ ἄκρα καὶ ἀκώρω ἔντερα διαμένει καὶ διὰ τοῦτο καὶ ὁ σφίγγων τὴν κύστιν μῦς οὐκ ἐᾷ ἀκριβῶς ἐνεργῶν ἐπιτρέπειν τοῖς οὔροις. εἰκὸς καὶ δήπου καὶ τὸν ἐπὶ τῆς ἕδρας μῦν τὸν σφιγκτῆρα καλούμενον τὴν αὐτὴν ἀτονίαν ἔχειν.
52. Οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίην οὐδὲ κωλύει εὐρόους εἶναι ἡ εἰς τὸ ἔξω κύφωσις, ἡ δὲ λόρδωσις ταῦτα ἀμφότερα ποιέει καὶ ἐς τἆλλα πολλὰ προσγίνεται.
Κατὰ τὴν προγεγραμμένην ῥῆσιν εἰρηκὼς οὖρα μὲν οὖν τοῖσι τοιούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται ἢ τοῖσιν ἔξω κυφοῖσι, νῦν τὴν αἰτίαν προσέθηκεν εἰπών· οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίαν δηλονότι τὰς ἐκροὰς εἰπὼν, τήν τε κατὰ κύστιν καὶ τὴν κατὰ τὴν ἕδραν. ἐντείνεσθαι δὲ τὰ μόρια δι’ ὧν αὗται γίνονται κατά τε τὴν θλίψιν, ἣν ἐκ τῆς τῶν σφονδύλων εἴσω μεταστάσεως ἴσχουσιν, εἰκός ἐστι καὶ πρὸς τῆς κατὰ τὰ νεῦρα συμπαθείας.
53. Ἐπεί τοι πολὺ πλείονες σκελέων τε καὶ χειρῶν ἀκρατέες γίνονται καὶ καταναρκοῦνται τὸ σῶμα καὶ οὖρα τούτοισιν ἴσχεται, οἷσιν ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε ἔξω μήτε ἔσω, σεισθέωσι δὲ ἰσχυρῶς ἐς τὴν ἰθυνίην τῆς ῥάχιος. οἷσι δὲ ἂν ἐκστῇ μὲν τὸ ὕβωμα, ἧσσον τοιαῦτα πάσχουσιν.
Ἐνταῦθα τὴν ὕβωμα φωνὴν ὡς γενικόν τι σημαῖνον ἀνέγραψεν ἐπὶ πάσης εἰπὼν, τῆς τῶν σφονδύλων εἰς τὸ παρὰ
φύσιν ἐκτροπῆς, ὅλος δὲ ὁ λόγος εὔδηλος. ἐπὶ γὰρ τὴν τετάρτην διαφορὰν τῶν κατὰ τὴν ῥάχιν παθῶν ἀφικνεῖται τῷ λόγῳ. καλοῦσι δὲ αὐτὴν σεῖσιν, ὅταν αἱ ἁρμονίαι σύμπασαι διακινηθῶσι τῶν σφονδύλων τῆς ῥάχεως καὶ κινδυνεύσει διασπασθῆναί τε καὶ θλασθῆναι διασεισθείσης σφοδρῶς αὐτῆς, καί φησι τοῦτο πολὺ χεῖρον εἶναι τῶν ἄνευ τοῦ διασεισθῆναι γιγνομένων διαστροφῶν τῆς ῥάχεως. εἶθ’ ἑξῆς ὅτι καὶ ταῖς πλευραῖς καταγνυμέναις τοιοῦτόν γέ τι συμβαίνει διήγηται.
54. Πολλὰ δὲ καὶ ἄλλα ἐν ἰητρικῇ ἄν τις θεάσαιτο, ὦν τὰ μὲν ἰσχυρὰ ἀσινέα ἐστὶ, καθ’ ἑωυτὰ τὴν κρίσιν ὅλην λαμβάνοντα τοῦ νοσήματος, τὸ δὲ ἀσθενέστερα σινόμωρα καὶ ἀποτόκους νοσημάτων χρονίους ποιέοντα καὶ κοινωνέοντα καὶ τῷ ἄλλῳ σώματι ἐπὶ πλέον.
Προειρηκὼς περὶ τοῦ κατὰ ῥάχιν πάθους ὃ προσαγορεύουσι σεῖσιν ἄνευ τοῦ μεταστῆναι σφόνδυλόν τινα γενόμενον
ἐν τῇ ἐφεξῆς γραφῇ πολλὰ λέγει τῶν κατ’ ἰατρικὴν ἐπιεικέστερα κατ’ ἀλήθειαν εἶναι, κἂν φαίνηται χαλεπώτερα. συμβαίνει δ’ ἐκεῖνα τῶν παθῶν, ἐφ’ ὧν συμπάθειαί εἰσι μείζους, ὡς ὅσα γε μηδεμίαν ἐπιφέρει μορίων κυρίων συμπάθειαν, ἀλλὰ καθ’ ἑαυτὰ ποιεῖται τὴν κρᾶσιν, ἧττόν ἐστι χαλεπὰ καὶ ἰσχυρότερά σοι κατασκευαῖς. ἐφεξῆς οὖν ὡς ἐν παραδείγματος μέρει μνημονεύει τῶν κατὰ τὰς πλευρὰς παθῶν ὑποδεικνύων, ἔνια μὲν αὐτῶν εἶναι τὴν φαντασίαν μόνον, ἔνια δὲ τῇ δυνάμει χαλεπά.
55. Ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν· οἷσι μὲν γὰρ ἂν καταγῇ πλευρὴ μία ἢ πλέονες, ὡς τοῖσι πλείστοισι κατάγνυται μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ εἴσω μέρος, μηδὲ ψιλωθέντα, ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν· ἀτὰρ οὐδὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν, οὐδὲ ἔμπυοι πολλοὶ γίνονται, οὐδὲ ἔμμοτοι, οὐδὲ ἐπισφακελίσιες τῶν ὀστέων, δίαιτά τε φαύλη ἀρκέει.
Ὅτι τὸ σύμμετρον τοῦ λόγου σαφήνειαν συντελεῖ, μαθεῖν ἐστιν οὐχ ἥκιστα καὶ ἐκ τῆς προκειμένης ῥήσεως μακρᾶς οὔσης. ἐγὼ τὸ πρῶτον μέρος ἄρτι προεχειρισάμην· ἐκ τινὸς γὰρ ἐπὶ πλεῖον ὁ Ἱπποκράτης ἀσάφειάν τινα ἐργάσατο, διὰ βραχέων δ’ ἂν οὕτως ἑρμηνεύοιτο. τὰ κατάγματα τῶν πλευρῶν, ὅταν ἁπλᾶ καὶ μόνα γένηται, τὴν μὲν φαντασίαν χαλεπωτέραν τῶν περιθλάσεων ἔχει, τῇ δυνάμει δὲ ἐπιεικεστέραν, θεραπεύεται γὰρ ἄνευ κινδύνου τάχιστα. χωρὶς δὲ κατάγματος ὅταν περὶ τὰς πλευρὰς σάρκες θλασθῶσιν, εἰς μέγιστον ἐνίοτε κίνδυνον ἥκουσιν οἱ οὕτω παθόντες. τὸ μὲν κεφάλαιον τοῦ λόγου τοῦτο· τὰ δὲ κατὰ μέρος ἐφεξῆς ἴδωμεν, εἰ ἐν τῷ πρώτῳ μέρει τῆς ῥήσεως, ὅπερ ἐγὼ διὰ βραχέων εἶπον, ὅταν ἁπλᾶ καὶ μόνα γένηται τὰ κατάγματα τῶν πλευρῶν. ὁ δὲ Ἱπποκράτης εἴρηκεν, ὅπερ ἐξηγούμενος ἔγραψε, μὴ διασχόντα τὰ ὀστᾶ εἰς τὸ ἔσω μέρος εἰπὼν, τὴν εὐρυχωρίαν τοῦ θώρακος εἰς ἣν ἀδύνατόν ἐστι διασχεῖν ὀστῷ τῷ κατ’ αὐτὸν ἄνευ τοῦ γυμνωθῆναι μὲν αὐτὸ τὸ ὀστοῦν ἁπάσης τῆς περικειμένης σαρκὸς,
διατμηθῆναι δὲ τὸν ὑπεζωκότα καλούμενον ὑμένα. διὰ τοῦτο μὲν οὖν ἐδήλωσε τὸ ἁπλοῦν τοῦ κατάγματος, διά τε τῶν ἐφεξῆς τὸ ἐπιεικὲς, ὀλίγους μὲν εἰπὼν ἐπιπυρέττειν, πτύσαι δὲ αἷμά τινα σπανίως, ὥσπερ γε καὶ ἔμπυον καὶ ἔμμοτον γενέσθαι, σφακελίσαι τε τὸ τῆς πλευρᾶς ὀστοῦν· διὸ καὶ τὴν δίαιταν αὐτοῖς ἐξαρκέσειν φαύλην. ἔμαθες δὲ ὅτι φαύλην ἀεὶ λέγει τὴν ἐναντίαν τῇ ἀκριβεῖ τὴν ἐπιτυχοῦσαν. ἐν μὲν οὖν τῷ προκειμένῳ μορίῳ τῆς ἄλλης αὐτοῦ ῥήσεως ὅλη διάνοια τοιαύτη τίς ἐστιν. ἴδωμεν δὲ ἐφεξῆς τὰ λοιπά.
56. Ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς καὶ κενεαγγέειν κάκιον τοῖσι τούτοισιν ἢ μὴ κενεαγγέειν καὶ ἐπωδυνέστερον καὶ πυρετωδέστερον καὶ βηχωδέστερον. τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης διόρθωμα τῶν πλευρέων γίνεται. ἡ δὲ κένωσις κρεμασμὸν μὲν τῇσι πλευρῇσι ποιέει, ὁ δὲ κρεμασμὸς ὀδύνην.
Ὁ τῆς κοιλίης ὄγκος στήριγμά τι γίνεται ταῖς πλευραῖς, διὸ καὶ ὅσοι μείζονας ἔχουσι τὰς γαστέρας, ἦττον ὀδυνῶνται καταγείσης τῆς πλευρᾶς· ὅσοις δὲ ἰσχναί τέ εἰσι καὶ προσεσταλμέναι, μᾶλλον ἀλγοῦσιν ἀστηρίκτων καὶ μετεώρων αἰσθανόμενοι τῶν πλευρῶν. ἐὰν μὲν οὖν συνεχὴς ἐπιλάβῃ πυρετὸς, αὐτούς ἐστι κενεαγγεῖν, ὅπερ δηλοῖ νῦν αὐτὸ τὸ ἀσιτεῖν, ἐπειδήπερ ἡ ἐκ τῆς ἐδωδῆς βλάβη γίγνεται μείζων τῆς ἐκ τοῦ κρεμασμοῦ. εἰ δή τι μηδ’ ὅλως πυρέξει, ἄμεινον ἐσθίειν τοσαῦτα τὸ πλῆθος, ὡς εἰς ὄγκον ἀρθῆναι τὴν γαστέρα τοσοῦτον, ὅσον ἡλίκος ὡς ἄνευ τοῦ θλίβειν τὸ πεπονθὸς, ἕδρα τε καὶ στήριγμα γενήσεται ταῖς πλευραῖς.
57. Ἔξωθεν δὲ φαύλη ἐπίδεσις τοῖσι τοιούτοισιν ἀρκέει, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν ἡσύχως ἐρείδοντα ὁμαλὴν τὴν ἐπίδεσιν ποιέεσθαι ἢ καὶ ἐριῶδές τι προσεπιθέντα. κρατύνεται δὲ πλευρὴ ἐν εἴκοσιν ἡμέρῃσι, παχεῖαι γὰρ αἱ ἐπιπωρώσιες τούτων τῶν ὀστέων.
Φαύλην ἐπίδεσιν εἶπεν, ὥσπερ καὶ δίαιταν, τὴν ἐπιτυχοῦσαν, ἥτις ἐστὶν ἐναντία τῇ ἐπιμελῶς γεγενημένῃ.
58. Ἀμφιθλασθείσης δὲ τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν ἢ ὑπὸ πληγῆς ἢ ὑπὸ πτώματος ἢ ὑπὸ ἀντερείσιος ἢ ἄλλου τινὸς τοιουτοτρόπου πολλοὶ ἤδη πολὺ αἷμα ἔπτυσαν.
Μέμνηται καὶ τούτου τοῦ λόγου διὰ τοὺς οἰομένους ἐν ταῖς πλευρίτισιν ἐξ ἀνάγκης ἀνάγειν τινὰ τῶν λοβῶν τοῦ πνεύμονος πάσχειν καὶ συναπτόμενόν γε τοῦτόν φασι τῇ φλεγμαινούσῃ πλευρᾷ διδόναι τι τοῦ κατὰ τὴν φλεγμονὴν ἰχῶρος. ἐν τῷ πνεύμονι γὰρ οὐδὲν πνεύμονος πεπονθότος, ἀλλὰ τῆς διαθέσεως τῇ πλευρᾷ γενομένης πτύειν φησὶν ἐνίους αἷμα. πῶς μὲν οὖν γίγνεται τοῦτο ζητεῖν ἔξεστιν ἐπὶ σχολῆς, ἡμῖν τε βασανιζομένοις τὸ ζήτημα κατά γε τὸ περὶ αἵματος ἀναγωγῆς Ἐρασιστράτου βιβλίον. ἐξαρκεῖν δὲ δεῖ νῦν αὐτὸ τοῦτο μόνον ἐγνωκέναι, τὸ χωρὶς τοῦ παθεῖν
τι τὸν πνεύμονα πτύειν ἐνίους αἷμα διὰ τὸ κατὰ τὰς πλευρὰς πάθος. ἐθεάσασθε δὲ κἀπὶ τῶν ἄλλων πολλάκις ἀτρώτου τοῦ προκειμένου τῷ κατάγματι δέρματος ὄντος ἐκχεόμενον αἱματώδη χυμὸν διὰ τοῦ τοιοῦτον πληρῶσαι τοὺς ἐπιδέσμους. καίτοι πολλῷ πυκνότερόν ἐστι τὸ παρὰ τοῖς κώλοις δέρμα τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὥστ’ οὐδὲν θαυμαστόν ἐστι δι’ ἐκείνου ῥυῆναι πρὸς τὴν ἐκτὸς χώραν ἐκ τῆς πεπονθυίας πλευρᾶς. εἶτ’ εὐθέως εἰς τὰ βρόγχια τοῦ πνεύμονος ἀναληφθῆναι κατὰ τὰς ἐκπνοὰς, ὥσπερ ὁρῶμεν ἐπὶ τῶν συντρωθέντων τὸν ὑμένα τοῦτον. ὅ τι γὰρ ἂν ἐκχέῃς εἰς τὸν θώρακα διὰ τοῦ τραύματος ἀναβήσσεται τοῦτο παραχρῆμα διὰ τοῦ στόματος καὶ διὰ τοῦτο Ἐρασίστρατος οὐκ ἐννοήσας εἰς ἀτόπους ἐνέπεσε λόγους ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ὧν τὴν κακίαν ἐμάθετε διερχομένου μου πολλάκις ἀκούσαντες ἐπ’ αὐτοῦ τοῦ συγγράμματος.
59. Οἱ γὰρ ὀχετοὶ οἱ κατὰ τὸ λαπαρὸν τῆς πλευρῆς ἑκάστης παρατεταμένοι καὶ οἱ τόνοι ἀπὸ τῶν ἐπικαιροτάτων τῶν ἐν τῷ σώματι τὰς ἀφορμὰς ἔχουσι. πολλοὶ γοῦν ἤδη βηχώδιες καὶ φυματίαι καὶ ἔμπυοι ἐγένοντο καὶ ἔμμοτοι καὶ ἡ πλευρὴ ἐπεσφακέλισεν αὐτοῖσιν, ἀτὰρ καὶ οἷσι μηδὲν τοιοῦτον προσεγένετο ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν. ὅμως δὲ βραδύτερον ὀδυνώμενοι παύονται οὗτοι ἢ οἷσιν ἂν πλευρὴ καταγῇ καὶ ὑποστροφὰς μᾶλλον ἴσχει ὀδυνημάτων τὸ χωρίον ἐν τοῖσι τοιούτοισι τρώμασι. μάλα μὲν οὖν μετεξέτεροι καταμελέουσι τῶν τοιούτων σινέων μᾶλλον ἢν πλευρὴ κατεάγῃ αὐτοῖσιν.
Ὀχετοὺς μὲν εἷπε τὰς ἀρτηρίας δηλονότι καὶ τὰς φλέβας, λαπαρὰν δὲ τῆς πλευρᾶς ἑκάστης τὸ μεταξὺ τῶν ὀστῶν καθ’ ἃ καὶ οἱ μεσοπλεύριοι μῦς εἰσι, τόνους δὲ δηλονότι τὰ νεῦρα. πεφυκέναι δέ φησιν ἀπὸ τῶν ἐπικαιροτάτων πάντα ταῦτα· διότι μὲν τῶν φλεβῶν τούτων ἡ ἀρχὴ πλησίον
ἐστὶ τῆς καρδίας, ὥσπερ καὶ τῶν ἀρτηριῶν. τῶν δὲ νεύρων ἀπὸ τῶν κατὰ τὸν θώρακα νωτιαίων κοινωνίας τινὸς οὕσης αὐτοῖς καὶ πρὸς ἄλλην συζυγίαν νεύρων ἐξ ἐγκεφάλου καθηκόντων. τὰ δ’ ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένα δῆλα τοῖς μεμνημένοις ἁπάντων τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων ὑπομνήμασιν.
60. Ἀτὰρ καὶ ἰήσιος σκεθροτέρης οἱ τοιοῦτοι δέονται, εἰ σωφρονοῖεν, τῇ τε γὰρ διαίτῃ ξυμφέρει ξυνεστάλκαι, ἀτρεμέειν δὲ τῷ σώματι ὡς μάλιστα ἀφροδισίων τε ἀπέχεσθαι.
Τὴν ἀκριβεστέραν ἀεὶ λέγει σκεθροτέραν ἀντικειμένην τῇ φαύλῃ.
61. Βρωμάτων τε λιπαρῶν καὶ κερχνωδέων καὶ ἰσχυρῶν πάντων.
Ὅσα βρώματα τραχύνοντα τὸν φάρυγγα βραχεῖαν βῆχα κινεῖ, κερχνώδη ταῦτα καλεῖ. τοῦτο δὲ ἕπεται τοῖς λιπαροῖς καὶ ὀξέσι καὶ δριμέσιν, ἰσχυρὰ δὲ λέγει σιτία τὰ δύσπεπτα. γέγραπται δ’ ἐν τοῖς ἀκριβέσι τοῖς αὐτογράφοις τουτὶ τὸ κερχνωδέων διὰ τοῦ ν κατὰ τὴν δευτέραν συλλαβήν· ἀπὸ γὰρ τῆς κέρχνου γέγονεν. οὕτως δὲ ὀνομάζουσι τὴν κέγχρον οἱ Ἴωνες, ὅταν αἴσθησις ἐν τῇ φάρυγγι τραχυτάτων γίγνεται μικρῶν ὥσπερ κέγχρων. τὸ δ’ ἐν τοῖς πρόσθεν, εἰ καὶ ἔλεγε τὰ κατὰ τὸν πνεύμονα φύματα καὶ χρόνια καὶ δύσπεπτα ἔχοντα κεγχρώδεις γίγνεσθαι χωρὶς τοῦ ν γέγραπται, γεγονὸς ἀπὸ τοῦ κέγχρειν, ὅπερ αὐτὸ πάλιν γέγονεν ἀπὸ τοῦ ψόφου τοῦ συμβαίνοντος, ὅταν ἤτοι στενοχωρία ᾖ τις κατὰ τὰς ἀναπνευστικὰς ὁδοὺς ἢ ὑγρότης πλείων, ὡς πολὺ δὲ συνιόντων ἀμφοῖν γίγνεται. καλοῦσι δ’ ἔνιοι μὲν τοιαύτην ἀναπνοὴν δασεῖαν· διὰ τί δὲ τῶν βῆχα κινούντων ἐδεσμάτων ἀπέχεσθαι κελεύει πρόδηλόν ἐστιν ἡσυχάζειν δεομένων ἁπάντων τῶν πεπονθότων μορίων. διὰ τοῦτο γοῦν καὶ σιγᾷν αὐτὸν πάλιν κελεύει. πρόδηλον
δὲ καὶ περὶ τῶν ἄλλων ὅσα παρεῖναι φυλάττεσθαι κίνησιν σφοδρὰν ἐπιφέροντα τῷ παντὶ σώματι· σὺν γὰρ τῷ ὅλῳ καὶ τὸ μόριον κινεῖται.
62. Φλέβα τε κατ’ ἀγκῶνα τέμνεσθαι, σιγᾷν τε ὡς μάλιστα. ἐπιδέεσθαι δὲ εἰς τὸ χωρίον τὸ θλασθὲν σπλήνεσι μὴ πολυπτύχεσι, συχνοῖσι δὲ καὶ πολὺ πλατυτέροισι πάντα τοῦ θλάσματος κηρωτῇ τε ὑποχρίειν ὀθονίοισί τε πλατέσι σὺν ταινίῃσι πλατείῃσι καὶ μαλθακῇσι ἐπιδέειν, ἐρείδειν τε μετρίως, ὥστε μὴ κάρτα πεπιέχθαι φάναι τὸν ἐπιδεδεσμένον, μηδ’ αὖ χαλαρόν. ἄρχεσθαι δὲ τὸν ἐπιδέοντα κατὰ τὸ θλάσμα καὶ ἐρηρεῖσθαι ταύτῃ μάλιστα.
Μέμνηται δὴ τούτου πρὸς τοὺς ἀξιοῦντας ἐπὶ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ μόνον φλεβοτομίαν ἡμᾶς παραλαμβάνειν. τούτων δέ ἐστι καὶ Μηνόδοτος ὁ ἐμπειρικός.
ἐδείχθη δ’ ἐν τῷ περὶ φλεβοτομίας γράμματι κἀν τῷ περὶ πλήθους ὁ λόγος οὗτος ψευδὴς, ἐξ ἄλλων τε τινῶν ἐλεγχθεὶς κἀκ τοῦ διὰ τοιαύτας πληγὰς γιγνομένας ἔν τισι μορίοισι τοῦ σώματος ἐπὶ φλεβοτομίαν ἥκειν ἡμᾶς, εἰ καὶ μὴ πληθωρικοὶ τύχοιεν οἱ πληγέντες ὄντες, ὅτι τε μὴ φλεβοτομηθέντων αὐτῶν αἱ φλεγμοναὶ μέγισται γίγνονται καὶ δηλονότι ταύταις ἑπομέναις συμπτώματα ἀκολουθεῖ.
63. Τὴν δὲ ἐπίδεσιν ποιέεσθαι ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέειν τε, ἵνα μὴ περιῤῥεπὲς τὸ δέρμα τὸ περὶ τὰς πλευρέας ἔῃ, ἀλλ’ ἰσόῤῥοπον. ἐπιδέειν δὲ ἢ καθ’ ἑκάστην ἡμέρην ἢ παρ’ ἑτέρην. ἄμεινον δὲ καὶ τὴν κοιλίην μαλθάξαι κούφῳ τινὶ, ὅσον κενώσιος εἵνεκεν τοῦ σίτου, καὶ ἐπὶ μὲν δέκα ἡμέρας ἰσχναίνειν, ἔπειτα ἀναθρέψαι τὸ σῶμα καὶ ἁπαλῦναι.
Χαλαρὸν ἐπὶ τῶν πλευρῶν ἐστι τοῖς πλείστοις τὸ δέρμα καὶ μάλιστ’ ἂν παχεῖς τύχωσιν ὄντες ἢ κατ’ αὐτὸν ὃν ἐπλήγησαν καιρόν· καί φησι τούτους οὖν [φημὶ ἐγὼ] δεῖσθαι μάλιστα τῶν ἄλλων ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖσθαι. περιτρέπεται γὰρ αὐτῶν τὸ δέρμα κατὰ τὴν ἐκ μιᾶς ἀρχῆς ἐπίδεσιν, ἐκ περιουσίας δὲ καὶ τοὺς παχεῖς ἐπιδέων οὐδὲν βλάψεις καὶ μάλισθ’ ὅταν ᾖ θλάσμα πλησίον τῆς μασχάλης, ἐν ταύτῃ γὰρ ἀεὶ χαλαρόν ἐστι.
64. Τῇ δὲ ἐπιδέσει ἔστ’ ἂν μὲν ἰσχναίνῃς ἐρηρεισμένῃ μᾶλλον χρέεσθαι, ὁκόταν δὲ ἐς τὸν ἁπαλυσμὸν ἄγῃς, ἐπιχαλαρωτέρῃ· καὶ ἢν μὲν αἷμα ἀποπτύσῃ καταρχὰς, τεσσαρακονθήμερον τὴν μελέτην καὶ τὴν ἐπίδεσιν ποιέεσθαι χρή· ἢν δὲ μὴ πτύσῃ τὸ αἷμα, ἀρκέει εἴκοσιν ἡμέρῃσιν ἡ μελέτη ὡς ἐπὶ τὸ πολύ. τῇ ἰσχύϊ δὲ τοῦ τρώματος τοὺς χρόνους προστεκμαίρεσθαι χρή.
Τοῦτο κοινὸν ἁπάντων καταγμάτων ἐστὶ καὶ λέλεκταί μοι πρόσθεν ἡνίκα τὸ περὶ ἀγμῶν ἐξηγούμην καὶ ἄλλα πολλὰ
τῶν νῦν λεγομένων ὑπ’ αὐτοῦ. ἐκείνων οὖν ὑμᾶς χρὴ μεμνῆσθαι μᾶλλον, οὐκ ἐμὲ λέγειν ἀξιοῦν πολλάκις ταῦτα.
65. Ὅσοι δἂν ἀμελήσωσι τῶν τοιουτέων ἀμφιθλασμάτων, ἢν καὶ ἄλλο μηδὲν αὐτοῖσι φλαῦρον μέζον γένηται, ὅμως τό γε χωρίον ἀμφιθλασθὲν μυξωδεστέρην τὴν σάρκα ἴσχει ἢ πρόσθεν εἶχεν. ὅκου δέ τι τοιοῦτον ἐγκαταλείπεται καὶ μὴ εὖ ἐξιποῦται τῇ γε ἀλθέξει. φαυλότερον μὲν, ἢν παρ’ αὐτὸ τὸ ὀστέον ἐγκαταλειφθῇ τὸ μυξῶδες· οὔτε γὰρ ἔτι ἡ σὰρξ ὁμοίως ἅπτεται τοῦ ὀστέου, τό τε ὀστέον νοσηρότερον γίνεται, σφακελισμοί τε χρόνιοι ὀστέου πολλοῖσιν ἤδη ἀπὸ τοιουτέων προφασίων ἐγένοντο.
Μυξῶδες ὑγρὸν εἴωθεν ὀνομάζειν τὸ γλίσχρον τε καὶ λευκόν. ἀθροίζεται δὲ τοῦτο παρὰ τοῖς ἀναίμοις μέρεσιν ὀστοῖς καὶ χόνδροις, ὅταν ἀδυνατήσῃ καλῶς κατεργάσασθαι
τὴν τροφὴν ἐν αὐτοῖς ἡ φύσις. ἀπολείπει γὰρ οἶον ἡμίπεπτόν τι, καθάπερ ἐν ὀφθαλμοῖς ὑμένες ἀπολείπουσιν, ὅταν ἀῤῥωστῶσι τὴν ὀνομαζομένην λήμην. ἀσθενεστέρα δὲ ἡ δύναμις ἤτοι δι’ οἰκείαν γίγνεται δυσκρασίαν ἢ διὰ τὸ πλῆθος τῆς ἐπιῤῥυείσης ὑγρότητος, ὡς ἐν τοῖς παρὰ φύσιν ὄγκοις συμβαίνει. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.
66. Ἀτὰρ καὶ ἢν μὴ παρὰ τὸ ὀστέον, ἀλλ’ αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ· ὅμως γοῦν ὑποστροφαὶ γίνονται καὶ ὀδύναι ἄλλοτε καὶ ἄλλοτε. ἤν τις τῷ σώματι τύχῃ πονήσας, διὰ τοῦτο τῇ ἐπιδέσει δέεσθαι χρὴ, ἅμα μὲν ἀγαθῇ, ἅμα δὲ πολὺ προσηκούσῃ, ἕως ἂν ξηρανθῇ μὲν καὶ ἀναποθῇ τουτὶ τὸ ἐκχύμωμα τὸ ἐν τῇ θλάσει γενόμενον, αὐξηθῇ δὲ σαρκὶ ὑγιεϊ τὸ χωρίον, αὔξηται δὲ τοῦ ὀστέου ἡ σάρξ.
Μυξώδης ἡ σὰρξ οὐ κατὰ τὸν ἑαυτῆς γίγνεται λόγον καὶ ὅσα τῶν μορίων ἐστὶν ἔναιμα. τὸ γὰρ ἴδιον περίττωμα
ἑαυτῶν τοιοῦτόν ἐστιν, οἶον ἔν τε ταῖς ῥευματικαῖς διαθέσεσι φαίνεται καὶ τοῖς ἡπατικοῖς διαχωρήμασι. διὸ καὶ συνεχῶς μὲν τοῖς ὀστοῖς καὶ τοῖς χόνδροις καὶ ὑμέσι πάσχουσι τὸ μυξῶδες ὑγρὸν ἀθροίζεται, σπανίζεται δὲ ἐν ταῖς σαρξίν· ἢ γὰρ πρὸς τὰ τοιαῦτα μόρια κοινωνίᾳ ἢ διὰ τὸν ἐπιῤῥέοντα χυμὸν ἱκανῶς, ὅταν φλεγματῶδες ἢ μυξῶδες ἐν αὐτῇ ὑγρὸν συνίσταται. πρόδηλον δ’ ὅτι δυσκενότατός ἐστιν ὁ τοιοῦτος χυμὸς, οὔτε τῶν αἰονήσεων οὔτε τῶν καταπλασμάτων οὔτε τῶν φαρμάκων ἐπισπᾶσθαί τε καὶ διαφορεῖν αὐτὸν δυναμένων. οὐδὲ γὰρ οὐδ’ ἄλλων πρὶν ἀκριβῶς λεπτῦναί τε καὶ εἰς ἀτμὸν διαλῦσαι δύναται κενοῦν. ἐπεὶ τοίνυν ὁ γλίσχρος χυμὸς εἰς ἀτμοὺς διαλύεται, διὰ τοῦτό ἐστι δυσκίνητος. ὅπου δ’ ἂν ἐγκαταληφθῇ τι τοιοῦτον τὸ περισσὸν, ἐνοχλεῖται μέρος ἐπὶ βραχείαις προφάσεσι διὰ τὴν ἀσθένειαν ἑτοίμως δεχόμενον, ὅ τι ἂν ἐν τῷ ἄλλῳ σώματι περιττὸν ἤτοι κατὰ τὸ ποιὸν ἢ κατὰ τὸ ποσὸν ἀθροισθῇ.
67. Οἶσι δ’ ἂν ἀμεληθεῖσι χρονιωθῇ καὶ ὀδυνῶδες τὸ χωρίον γένηται καὶ ἡ σὰρξ ὑπόμυξος ἔῃ, τούτοισι καῦσις ἴησις ἀρίστη. καὶ ἢν μὲν αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ἄχρι τοῦ ὀστέου καίειν χρὴ, μὴ μὴν διαθερμανθῆναι τὸ ὀστέον, ἢν δὲ μεσηγὺ τῶν πλευρέων ἔῃ, ἐπιπολῆς μὲν οὐδ’ οὕτως χρὴ καίειν, φυλάσσεσθαι μέντοι μὴ διακαύσῃς πέρην. ἢν δὲ πρὸς τῷ ὀστέῳ δοκέῃ εἶναι τὸ θλάσμα καὶ ἔτι νεαρὸν ἔῃ καὶ μήπω σφακελίσῃ τὸ ὀστέον, ἢν μὲν κατ’ ὀλίγον ἔῃ, οὕτω καίειν χρὴ ὥσπερ εἴρηται· ἢν μέντοι παραμήκης ἔῃ ὁ μετεωρισμὸς ὁ κατὰ τὸ ὀστέον, πλείονας ἐσχάρας ἐμβάλλειν χρή. περὶ δὲ σφακελισμοῦ πλευρῆς ἅμα τῇ ἐμμότων ἰητρείῃ εἰρήσεται.
Τὸν γλίσχρον χυμὸν, ὅταν ἀδυνατήσωμεν ἐκδαπανῆσαι φαρμάκοις, ὑπόλοιπος ἴασίς ἐστιν ἡ διὰ τῶν καύσεων· ὅπως δ’ αὐτὴν χρὴ ποιεῖσθαι σαφῶς ἐδίδαξεν.
68. Ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ, ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἐς μὲν τὸ εἴσω πλειστάκις, ἐς δὲ τὸ ἔξω τῶν ἄλλων πλειστάκις, ἐς δὲ τὸ ὄπισθεν καὶ ἔμπροσθεν ἐκπίπτει μὲν, ὀλιγάκις δέ.
Ὁ τεθεαμένος ἰσχίου κοτύλην οὐ δεῖται τὴν αἰτίαν ἀκοῦσαι παρ’ ἐμοῦ, δι’ ἣν μὲν ἔσω ἐκπίπτει πλειστάκις ὁ μηρὸς, ἐφεξῆς δὲ τῶν ἔξω. τὸ γὰρ τῆς κοτύλης βάθος οὐκ ἔστιν ἴσον ἅπασι τοῖς μέρεσιν. ἔνθα ᾖ ὁ ὑμὴν ταπεινότερος, ἐνταῦθα ῥᾷον ἐξίστατο τὸ ἄρθρον.
69. Οἷσι μὲν οὖν ἂν ἐκβῇ εἰς τὸ εἴσω, μακρότερον τὸ σκέλος φαίνεται παραβαλλόμενον πρὸς τὸ ἕτερον διὰ δισσὰς προφάσιας εἰκότως. ἐπὶ μὲν γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πεφυκὸς ὀστέον τὸ ἄνω φερόμενον πρὸς τὸν κτένα ἐπὶ τούτου ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται καὶ ὁ
αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται, ἔξωθέν τε αὖ ὁ γλουτὸς κοῖλος φαίνεται, ἅτε εἴσω ῥευσάσης τῆς κεφαλῆς τοῦ μηροῦ.
Σχεδὸν ἅπαντα σαφῶς αὐτὸς οὕτως ἔγραψε τὰ κατὰ λόγον ἀρχὴν αὐτὴν παραθέμενος, ὡς μηδένα δύνασθαι σαφέστερον εἰπεῖν· ἀλλὰ καὶ τὰς αἰτίας ὧν λέγει προστίθησιν αὐτὸς, ὥσθ’ ὅπερ ἤδη πολλάκις εἶπον, ἐρῶ καὶ νῦν εἴ τις προσέχοι τοῖς λεγομένοις ἀκολουθήσειεν αὐτοῖς, εἰ καὶ μὴ ἅπαξ ἀναγνοὺς, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον πάντως.
70. Τό τε αὖ κατὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἀναγκάζεται ἔξω ῥέπειν καὶ ἡ κνήμη καὶ ὁ ποὺς ὡσαύτως. ἅτε οὖν ἔξω ῥέποντος τοῦ ποδὸς οἱ ἰητροὶ δι’ ἀπειρίην τὸν ὑγιέα πόδα πρὸς τοῦτον προσίσχουσιν, ἀλλ’ οὐ τοῦτον πρὸς τὸν ὑγιέα, διὰ τοῦτο πολὺ μακρότερον φαίνεται τὸ σιναρὸν τοῦ ὑγιέος.
Καὶ τοῦθ’ ὅτι κοινόν ἐστι ἁπάντων τῶν μεθισταμένων ὀστῶν ἐπιδέδεικται πρόσθεν, εἰς τὸν ἀντικείμενον τόπον τῷ μεταστάντι πέρατι ῥέποντος ἀεὶ θατέρου. καὶ νῦν οὖν μεταστάσης τῆς κεφαλῆς τοῦ μηροῦ τὸ κατὰ γόνυ πέρας εἰκότως εἰς τὴν ἐκτὸς χώραν ῥέπει.
71. Πολλαχῇ δὲ καὶ ἄλλῃ τὰ τοιαῦτα παρασύνεσιν ἔχει.
Ὅτι παρασύνεσιν οὐχ ἁπλῶς τὴν ἀπάτην, ἀλλὰ τὴν παρακειμένην τῷ ἀληθεῖ καὶ διὰ τοῦτο πιθανὴν ὀνομάζειν εἴωθε, λέλεκταί μοι πρόσθεν. ἔστι δ’ ἡ νῦν ἀπάτη λεγομένη, καθ’ ἣν ἐν τῷ παραβάλλειν τὸ πεπονθὸς τῷ ὑγιεῖ περὶ τὸ κατὰ φύσιν ἁμαρτάνουσι σχῆμα. δέον γὰρ ἀποτείνοντα κατ’ εὐθὺ τοῦ ὑγιοῦς σκέλους αὐτῷ παραβάλλειν τὸ πεπονθὸς, ἐναντίως πράττουσι τῷ πεπονθότι προσάγοντες τὸ ὑγιές.
72. Οὐδὲ μὴν οὐδὲ ξυγκάμπτειν δύναται κατὰ τὸν βουβῶνα ὁμοίως τῷ ὑγιεῖ. ἀτὰρ καὶ ψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ κατὰ τὸν περίναιον ὑπερογκέουσα εὔδηλός ἐστι. τὰ μὲν οὖν σημήϊα ταῦτά ἐστιν, οἷσιν ἂν εἴσω ἐκπεπτώκῃ ὁ μηρός.
Συγκάμπτουσι μὲν γὰρ, ἀλλὰ μετ’ ὀδύνης τε καὶ οὐ τελέως. αἴτιοι δὲ οἱ ἀντιτεταμένοι τοῖς κάμπτουσι τὸν μηρὸν μύες οἱ ὄπισθεν οὐκ ἀκολουθοῦντες ἀλύπως ἄχρι τελέας κάμψεως, ἐπειδὴ πλείονος τοῦ κατὰ φύσιν ἕκαστοι ὑπομένουσι κατὰ τὰς ἐσχάτας καμπὰς, ὅταν οὕτως ὁ μηρὸς ἐξαρθρήσῃ.
73. Οἷσι μὲν ἂν οὖν ἐκπεσὼν μὴ ἐμπέσῃ, ἀλλὰ καταπορηθῇ καὶ ἀμεληθῇ ἣ τε ὁδοιπορίη περιφοράδην τοῦ σκέλεος, ὥσπερ τοῖς βουσὶ γίνεται καὶ ὄχλησις πλείστη αὐτοῖσιν ἐπὶ τοῦ ὑγιέος σκέλεός ἐστι.
Μακροτέρου τοῦ πεπονθότος σκέλους κατὰ τὴν ἐξάρθρησιν γενομένου ὁδοιπορίαν, ἀναγκαῖόν ἐστι τοὺς οὕτω παθόντας ὁμοίως τοῖς βουσὶ ποιεῖσθαι, διότι κἀκεῖνοι χαλαρὸν ἔχουσι τὸ κατ’ ἰσχίον ἄρθρον, ὡς αὐτὸς εἶπεν ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου, τάχα δ’ οὐ μόνον ἐχρῆν τὸ χαλαρὸν τῆς διαρθρώσεως, ἀλλὰ καὶ τὴν ἀτονίαν αἰτιάσασθαι τῶν κινούντων αὐτὸ μυῶν. οὐ γὰρ εἰ ἦσαν εὔρωστοι, ῥᾳδίως ἀνέκαμπτον τὴν διάρθρωσιν τῆς φθασάσης καμφθῆναι, τὸ περιφέρειν ἔξω τὸ σκέλος οὐκ ἦν ἀναγκαῖον. ἡ γάρ τοι βάδισις γίνεται τῶν σκελῶν ἑκατέρου καὶ περὶ μέρος ἐστηριγμένου τε καὶ κινουμένου. ἡνίκα μὲν γὰρ τὸ ἀριστερὸν ἐστήρικται, τηνικαῦτα τὸ δεξιὸν ἐκ τῶν ὀπίσω μερῶν εἰς τὸ πρόσω φέρομεν· ἡνίκα δὲ τοῦτο πρόσωθεν ἐστηρίξαμεν, ἐπὶ τὸ ἕτερον μεταβάντες ἐκεῖνο πάλιν ὄπισθεν πρόσω φέρομεν, εἶτ’ αὖθις ἐν τῷ πρόσω τοῦτο στηρίξαντες, ἐπὶ τὴν τοῦ δεξιοῦ μεταβαίνοντες κίνησιν, ὀρθίου μὲν θατέρου τῶν σκελῶν ἐστηριγμένου κατὰ τῆς γῆς, ἀναφερομένου δὲ εἰς τὸ ὕψος τοῦ κινουμένου, μήτε κατὰ γόνυ μήτε κατ’ ἰσχίον πεφύκασι κάμπτεσθαι τὰ σκέλη, πάντως ἂν ἠναγκαζόμεθα, καθάπερ
ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ ἐν κνήμῃ κάρτα μὴ δύνανται ἐπιβαίνειν τῷ σκέλει πάντες καὶ οἱ νήπιοι οὕτως ὁδοιπορέουσι. τούτοις γὰρ ἄνευ τοῦ μεμηκύνθαι τὸ σκέλος, ὁδοιπορεῖν οὕτως συμβαίνειν διὰ τὴν γιγνομένην ὀδύνην, εἰ κάμπτοιεν τὰς διαρθρώσεις, μάλιστα, μὲν τὰς κατὰ βουβῶνα καὶ γόνυ, καὶ τρίτην δ’ ἐπ’ αὐταῖς τὴν κατὰ τὸ σφυρὸν, ἐπεὶ σιμοῦσθαι κατὰ τὴν διάρθρωσιν ταύτην ἄκρον τὸ σκέλος ἀναγκαῖόν ἐστιν ἐν τῷ κατὰ φύσιν ὁδοιπορεῖν, ἀναφέρειν τε εἰς ὕψος ὅλον τὸν πόδα· προσκόπτοι μὲν γὰρ, εἰ τοῦτο γένοιτο, καὶ μάλιστα ἐν τοῖς ἀνωμάλοις ἐδάφεσι.
74. Καὶ ἀναγκάζονται κατὰ τὸν κενεῶνα ἢ κατὰ τὸ ἄρθρον τὸ ἐκπεπτωκὸς κυλλοὶ καὶ σκολιοὶ εἶναι.
Οὐχ ὅταν ἐρείσαντες τὸ ὑγιὲς κινῶσι καὶ μεταφέρωσι περιφοράδην τὸ ἐξηρθρηκὸς ἀναγκάζονται σχηματίζειν οὕτως ἑαυτοὺς, ἀλλ’ ὅταν ἐπὶ τοῦ πεπονθότος ἐρειδόμενον μεταφέρειν τὸ ὑγιές. οὐ γὰρ ὑπερήρεισται τῷ ὑπερκειμένῳ σώματι
τὸ πεπονθὸς ὄρθιον, ὡς ὅθεν εἶχε κατὰ φύσιν ἐν εὐθείᾳ γραμμῇ, καθ’ ὃ πρὸς τὸ ἔδαφος, ἀλλὰ λοξὸν ἐκ τοῦ βουβῶνος εἰς τὴν ἐκτὸς ἀπονεύει χώραν. ἐπ’ ἐκείνην οὖν τὸ κατ’ εὐθὺ τῷ πεπονθότι σκέλει μέρος τοῦ σώματος ἀποκλείουσιν εἰς κίνδυνον ἀφικνούμενοι τοῦ περιτραπῆναι πρὸς τὴν ἐναντίαν χώραν καὶ οὕτω συμβαίνει κατὰ τὸν κενεῶνα λαμβάνειν αὐτῶν τὸ σῶμα. κενεῶνα δὲ δηλονότι καὶ τὸ μεταξὺ τοῦτο τῆς λαγόνος ὀστοῦ καὶ τῆς νόθου πλευρᾶς καλεῖ χωρίον, ὅπερ δὴ καὶ κενὸν ὀστῶν ἐστι. δυνάμενον δὲ οὐδ’ οὕτω τὸ πεπονθὸς σκέλος ὀχεῖν τὸ σῶμα διά τε τὴν ἀσθένειαν καὶ τὸ σχῆμα βοηθείας δεῖται. ταύτην οὖν ἐπ’ αὐτοῦ τοῦ πράγματος οἱ πάσχοντες διδασκόμενοι πορίζουσιν αὐτὸ στηρίζοντες τῇ χειρὶ τὸ πεπονθὸς σκέλος. ἔνθα δὲ μάλιστα δεῖται, κατ’ ἐκεῖνον τὸν μηρὸν ἔξωθεν ἐριζομένου τοῦ στηρίζοντος· καὶ τοῦτ’ οὖν πάλιν αὐτοὺς ἀναγκάζον ἐπινεύειν εἰς τὴν τοῦ βεβλαμμένου σκέλους χώραν, αὐξάνει τὴν κατὰ τὸν κενεῶνα σκολίωσιν. εἰ γὰρ καὶ χωρὶς τοῦ ἔξω ῥέπειν τὸ σκέλος οὕτω τις αὐτὸν σχηματίσειεν ὑφίσαρφος ὁ κενεὼν αὐτός.
75. Κατὰ δὲ τὸ ὑγιὲς ἐς τὸ ἔξω ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἶναι. εἰ γάρ τις ἔξω τῷ ποδὶ τοῦ ὑγιέος σκέλεος βαίνει, ἀπωθοίη ἂν τὸ σῶμα τὸ ἄλλο ἐς τὸ σιναρὸν σκέλος τὴν ὄχησιν ποιέεσθαι. τὸ δὲ σιναρὸν οὐκ ἂν δύναιτο ὀχέειν· πῶς γάρ; ἀναγκάζεται οὖν οὕτω κατὰ τοῦ ὑγιέος σκέλεος τῷ ποδὶ εἴσω βαίνειν, ἀλλὰ μὴ ἔξω. τοῦτο γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ ὑγιὲς καὶ τὸ ἑωυτοῦ μέρος τοῦ σώματος καὶ τὸ τοῦ σιναροῦ σκέλεος μέρος.
Ἐναλλάξας τὴν ἑρμηνείαν ἀσάφειάν τινα βραχεῖαν εἰργάσατο κατὰ φύσιν· ἢ γὰρ οὕτω μᾶλλον εἰπεῖν, ὡς ἐγὼ νῦν ἐρῶ, κατά γε τὸ ὑγιὲς ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἷναι εἰς τὸ ἔξω, διὰ τὸ βαίνειν ἔσω τούτῳ τῷ σκέλει. εἰ γὰρ ἔξω βαίνοι, ἀπωθοίη ἂν τὸ σῶμα, τὸ δ’ ἄλλο ἐπὶ σιναροῦ σκέλους τῇ ὀχήσει ποιεῖσθαι, ὅπερ ἐστὶν ἀδύνατον. οὕτως γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ
ὑγιὲς, ὡς προείρηται, τουτέστιν ὅταν ἔσω βαίνῃ τοῦ ὑγιοῦς σκέλους ποδί. δυνήσεται γὰρ τὸ πᾶν ἐπ’ αὐτῶν στηρίζεσθαι δυσπεριτρέπτως.
76. Κοιλαινόμενοι δὲ κατὰ τὸν κενεῶνα καὶ κατὰ τὰ ἄρθρα μικροὶ φαίνονται καὶ τῷ ξύλῳ ἀναγκάζονται ἀντερείδεσθαι πλάγιοι κατὰ τὸ ὑγιὲς σκέλος, δέονται γὰρ ἀντικοντώσιος ταύτῃ. ἐπὶ τοῦτο γὰρ οἱ γλουτοὶ ῥέπουσι καὶ τὸ ἄχθος τοῦ σώματος ὀχέεται ἐπὶ τοῦτο.
Ἐπειδὴ τὸ πεπονθὸς σκέλος ἀδυνατεῖ βαστάζειν τὸ ὑπερκείμενον ἑαυτοῦ μέρος τοῦ σώματος, διὰ τοῦτο καὶ τὸ σκέλος μὲν ὅλον τὸ ὑγιὲς ὑπερείδουσιν ἐσωτάτω καὶ αὐτοὶ δὲ ῥέπουσιν ἐπ’ αὐτῷ παντὶ τῷ σώματι. συμβαίνει γὰρ αὐτοὺς ἑτεροκλινεῖς γινομένους περιτραπῆναι κινδυνεύειν ἐπὶ τἀναντία τοῦ πεπονθότος. ὥσπερ οὖν ὁπότ’ ἐπ’ ἐκείνου στηριζόμενον μεταφέρειν εἰς τὸ πρόσω τὸ ὑγιὲς, ἐστήριζον
τοῦ πεπονθότος τῇ χειρὶ κινδυνεύοντος ἐπ’ αὐτῷ περιτραπῆναι δεινῶς τὸ ὑγιὲς σκέλος ἐπὶ τὴν γῆν καὶ διὰ τῆς ἐκείνων ἀφικνοῦνται βοηθείας.
77. Ἀναγκάζονται δὲ καὶ ἐπικόπτειν. τὴν γὰρ χεῖρα τὴν κατὰ τὸ σκέλος τὸ σιναρὸν ἀναγκάζονται κατὰ πλάγιον τὸν μηρὸν ἐρείδειν. οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχέειν τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελέων, ἢν μὴ κατέχηται πρὸς τὴν γῆν πιεζόμενον.
Κἀνταῦθα πάλιν παρὰ τὴν ἀσάφειαν, ἣν εἰργάσατο, μὴ προειπὼν ὅτι μεταβαίνει τῷ λόγῳ πρὸς ἑτέρων καιρῶν βάδισιν. ἄχρι μὲν γὰρ οὗ τὸν λόγον ἐποιεῖτο περὶ μέρους βαδίσεως, ἐν ᾗ τοῦ κατὰ φύσιν ἔχοντος σκέλους ἐρηρεισμένου κατὰ τῆς εἰς τὸ πρόσω μεταφερούσης τὸ πεπονθός. ὁ δὲ νῦν λόγος ἐστὶν ἐπὶ θατέρου μέρους τῆς βαδίσεως στηριζόμενοι τῷ πεπονθότι μεταφέρουσι τὸ ὑγιές. εἴρηται δ’ ὀλίγον τὸ ὑγιὲς ἔμπροσθεν ἤδη περὶ τοῦδε τοῦ μέρους τῆς βαδίσεως.
78. Ἐν τούτοισι γοῦν τοῖσι σχήμασιν ἀναγκάζονται ἐσχηματίσθαι, οἷσιν ἂν εἴσω ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέση οὐ προβουλεύσαντος τοῦ ἀνθρώπου, ὅπως ἂν ῥήϊστα ἐσχηματισμένον ἔῃ, ἀλλ’ αὐτὴ ἡ ξυμφορὴ διδάσκει ἐκ τῶν παρεόντων τὰ ῥήϊστα αἱρέεσθαι. ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ κνήμῃ, οὐ κάρτα δύνανται ἐπιβαίνειν τῷ σκέλει πάντες καὶ οἱ νήπιοι οὕτως ὁδοιπορέουσιν. ἕξω γὰρ βαίνουσι τῷ σιναρῷ σκέλει.
Δυοῖν σχήμασιν, οὐχὶ ἑνὶ χρωμένων ἐν ταῖς ὁδοιπορίαις τῶν οὕτω πεπονθότων εἰκότως εἶπεν ἐν τούτοισι ἐπ’ αὐτὸ καὶ τῇ χειρὶ τὸν μηρὸν στηρίζοντες· ἕτερον δ’ ὅταν ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος ὅλοι πάλιν ἐπὶ τοῦτ’ ἐγκλινόμενοι, διὸ καὶ τοῦ κοντοῦ δέονται. δι’ οὗ ῥέπειν οὖν ἐπὶ τἀναντία συμβαίνει τὸ σῶμα ποτὲ μὲν ἐπὶ τὸ δεξιὸν ἐγκλινόμενον μέρος, ὅταν τῷ δεξιῷ ποδὶ στηρίζωνται, ποτὲ δὲ ἐπὶ θάτερον, ὅταν θατέρῳ. καὶ ὅταν πρὸς τοῖς ἄλλοις ἔτυχεν
ἀσχήμονι χρῆσθαι τῇ βαδίσει μᾶλλον τῶν ἐξαρθρησάντων ἑτέρῳ ἰσχίων, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ.
79. Καὶ δισσὰ κερδαίνουσι, δισσῶν γὰρ δέονται. τό τε γὰρ σῶμα οὐκ ὀχέεται ὁμοίως ἐπὶ τοῦ ἔξω ἀποβαινομένου, ὥσπερ ἐπὶ τοῦ εἴσω. οὐδὲ γὰρ κατ’ ἰθυωρίην αὐτῷ γίνεται τὸ ἄχθος, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τοῦ ὑπερβαινομένου, κατ’ ἰθυωρίην γὰρ αὐτῷ γίνεται τὸ ἄχθος ἔν τε αὐτῇ τῇ ὁδοιπορίῃ καὶ τῇ μεταλλαγῇ τῶν σκελέων. ἐν τούτῳ τῷ σχήματι τάχιστα ἂν δύναιτο ὑποτιθέναι τὸ ὑγιὲς σκέλος. ἢν τῷ μὲν σιναρῷ ἐξωτέρω βαίνοι, τῷ δὲ ὑγιεῖ ἐσωτέρω, περὶ οὗ νῦν ὁ λόγος. ἀγαθὸν εὑρίσκεσθαι αὐτὸ ἑωυτῷ τὸ σῶμα ἐς τὰ ῥήϊστα τῶν σχημάτων.
Ἐν τῷ περιφέρειν μὲν ἔξω τὸ πεπονθὸς σκέλος, ἐρίζειν δὲ ἐνδοτάτω τοῦ ὑγιέος τὸ δισσὸν κέρδος αὐτοῖς γίγνεται,
μήτε βαρύνεσθαί ποτε τὸ πεπονθὸς ὑπερειδόμενον ὅλον τῷ σώματι μήθ’ ὑπηρεσίαν αὐτοῦ πολυχρόνιον γίγνεσθαι, βραχύτατον διάστημα κινουμένου τοῦ ὑγιοῦς. ἐὰν γὰρ θελήσῃς ἀκριβῶς προσέχειν, ἑκατέρου τοῦ χρόνου τῆς ἑκατέρου τῶν σκελῶν ὑπηρεσίας οὐ διπλάσιον μόνον, ἀλλὰ καὶ τριπλάσιον εὑρήσεις γιγνόμενον. ὀλίγιστον μὲν γὰρ διάστημα καὶ ταχείᾳ τῇ φορᾷ μόνῃ κινουμένου τοῦ ὑγιοῦς, πολὺ δὲ καὶ βραδείᾳ τοῦ πεπονθότος. εὔδηλον γὰρ ὁπόσῳ μείζων ἐστὶν ἡ κυκλοτερὴς ὁδοιπορία τῆς εὐθείας, εἰ καὶ τοῖς αὐτοῖς πέρασιν ἀμφότεραι χρῶνται.
80. Ὅσοισι μὲν οὖν μήπω τελειουμένοισιν ἐς αὔξησιν ἐκπεσὼν μὴ ἐμπέσῃ, γυιοῦται ὁ μηρὸς καὶ κνήμη καὶ ὁ πούς· οὔτε γὰρ τὰ ὀστέα ἐς τὸ μῆκος ὁμοίως αὔξεται, ἀλλὰ βραχύτερα γίνεται, μάλιστα δὲ τὰ τοῦ μηροῦ.
Ἔλαττον γίγνεται, φησὶν, ὅλον τὸ σκέλος οἷς ἔξαρθρος οὔπω ὅλος ὁ μηρὸς αὐξανόμενος, ἔτι τε κοινὸν αὐτὸ τῶν ἄρθρων ἐστὶν, ὥσπερ καὶ πρόσθεν εἶπον. ἀλλὰ νῦν γε τοῦ κοινοῦ τὴν αἰτίαν ἔγραψεν, ὡς εἴωθεν· ἅπαξ που μεμνῆσθαι τοῦ κοινοῦ καθ’ ἕν τι τῶν ἐν μέρει. διὰ τοῦτο γάρ φησιν ἀναυξὲς καὶ ἄτροφον αὐτοῖς γίγνεσθαι τὸ σκέλος, ἅμα μὲν διὰ τὴν στέρησιν τῆς χώρας τοῦ ἄρθρου, ἅμα δὲ ὅτι ἀδύνατον χρῆσθαί ἐστιν. ἐγὼ δ’ ἐν τοῖς ἔμπροσθεν ἔφην τῶν μορίων καὶ τὴν αἰτίαν ἀργίαν εἷναι. γίγνεται δὲ ἄμφω διὰ τὴν ἀνάρθρησιν, ὥστ’ οὐκ οἷδ’ ὅπως Ἱπποκράτης εἰπὼν, εἶναι τὴν ἐξάρθρησιν, ἐφεξῆς ἐπήνεγκε τὴν ἀργίαν. ἡ γὰρ ἐξάρθρησις οὐ πρώτως ἀτροφίαν ἐργάζεσθαι πέφυκεν, ἀλλὰ διὰ μέσης διαστροφῆς τῶν ὀργάνων καὶ τῆς ἀργίας.
81. Ἄσαρκόν τε ἅπαν τὸ σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον καὶ λεπτότερον γίνεται, ἅμα μὲν διὰ τὴν στέρησιν τῆς
χώρης τοῦ ἄρθρου, ἅμα δὲ ὅτι ἀδύνατον χρέεσθαί ἐστιν, ὅτι οὐ κατὰ φύσιν κέεται.
Τῆς ὅλης τῶν μηρῶν οὐσίας μόριά εἰσιν αἱ σάρκες, ὡς ἐθεάσασθε πολλάκις ἐν τῇ τῶν μυῶν ἀνατομῆ, δεικνύοντος μου τὰ τῆς αἰσθήσεως αὐτῶν αἰσθητὰ στοιχεῖα δύο ὄντα τάς τε νευρώδεις ἶνας καὶ τὰς ἔξωθεν αὐταῖς περιπηγνυμένας σάρκας. ὅταν οὖν τις ἐκ γυμνασίων καὶ τρίψεων ἰσχυρότερος ἑαυτοῦ γένοιτο, τὴν μὲν τῶν ἰνῶν οὐσίαν ἐντροφοτέραν ἔχει, τὴν δὲ τῶν σαρκῶν ἐλάττονα μὲν, ἰσχυροτέραν δέ. τοῖς δὲ ἀγυμνάστοις καλουμένοις πολλὰ τοὐναντίον συμβαίνει τῶν ἴνων ἰσχνῶν οὐσῶν πολλὴν μὲν, ἀλλὰ μαλακὴν δι’ ὑγρότητος γίγνεσθαι. προσέοικε γὰρ ἡ τοιαύτη σὰρξ τοῖς ἐπιπηγνυμένοις τυροῖς, ὥσπερ ἡ τῶν γυμναστικῶν τοῖς ἀκριβῶς ἤδη πεπηγόσι· διὸ καὶ φαίνονται μὲν τούτοισιν οἱ μύες σκληροὶ καὶ νευρώδεις καὶ περιγραφὰς ἔχοντες. τοῖς δ’ ἀγυμνάστοις μαλακοὶ καὶ σαρκώδεις, ἤτοι δ’ οὐδ’ ὅλως, ἀλλ’ ἀμυδρῶς φαινόμενοι ἐμφαίνοντες τὰς
ὑπογραφάς. διὰ τοῦτ’ οὖν εἰπὼν ὁ Ἱπποκράτης τὸ σκέλος τούτοις ἄσαρκον γίγνεσθαι. γιγνώσκειν δὲ καὶ τοῖς ἐκ γυμνασίων πλεόνων τοιοῦτον γενόμενον ἐπήνεγκε τῷ καὶ ἄσαρκον καὶ ἄμυον ἐν ἴσῳ τῷ τὰς περιγραφὰς οὐκ ἔχον αἰσθητὰς μυῶν. οὐ γὰρ δὴ παντάπασι καὶ διαφθείρεταί τις αὐτῶν μῦς, ἀλλὰ ὥσπερ ἄφλεβον σῶμα λέγομεν τὸ μὴ φαινομένας ἔχον τὰς φλέβας, οὕτω καὶ ἄμυον, ἐν ᾧ παντάπασιν ἀφανεῖς εἰσιν αἱ περιγραφαὶ τῶν μυῶν. ἔτι δὲ σαφέστερον ἐνδείξασθαι βουλόμενος ὁποία τις ἡ τοῦ σκέλους αὐτοῖς ἰδέα γίγνεται προσέθηκε τὸ ἐκτεθηλυσμένον, ὅπερ ἐστὶν ὑγρὸν καὶ μαλακὸν καὶ μὴ σφίγγον καὶ διαῤῥέον, ὁποῖον αἱ γυναῖκες ἔχουσιν. ἅπαντα γὰρ ταῦτα προσηκόντως ἄν τις εἴποι κατὰ τῆς τῶν γυναικῶν σαρκὸς, ἀφ’ ἧς κατὰ μεταφορὰν ἐποιήσατο ἐκτεθηλυσμένον ὄνομα. τὸ δὲ λεπτότερον ἐπὶ τῆς τελευτῆς τοῦ λόγου προσέθηκεν ἐνδεικνύμενος, ἁπάντων τῶν κατ’ αὐτὸ μορίων ὅπερ ἐν ἀρχῇ τῆς ῥήσεως εἶπε γυιοῦται. τὸ γὰρ ἄσαρκον ἐπὶ τῆς κατὰ σάρκα ἐνδείας μόνης λέγεται, τὸ γυιοῦσθαι δὲ τὸ σκέλος ἐπὶ πάντων τῶν μερῶν ἐλαττόνων γιγνομένων.
82. Χρῆσις γὰρ μετεξετέρη ῥύεται τῆς ἄγαν ἐκθηλύνσιος, ῥύεται δέ τι καὶ τῆς ἐπὶ μῆκος ἀναυξήσιος. κακοῦται μὲν οὖν μάλιστα, οἷσιν ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, δεύτερον δὲ οἷσιν ἂν ὡς νηπιωτάτοισιν ἐοῦσιν, ἥκιστα δὲ τοῖσι τετελειωμένοισι. τοῖσι μὲν οὖν τετελειωμένοισιν, οἵη τις ὁδοιπορίη γίνεται, οἷσι δ’ ἂν νηπίοισιν ἐοῦσιν ἡ ξυμφορὴ αὕτη φαίνεται.
Ἔνεστι μὲν παρ’ Ἡρόδοτον μάλιστα μαθεῖν οὐδὲν πλέον σημαῖνον παρὰ τοῖς Ἴωσι τὸ μετεξετέρην τοῦ παρ’ ἡμῖν ἑτέρην· πολλάκις γὰρ αὐτῷ κέχρηται, καθάπερ καὶ τῷ μετεξέτερον. δῆλον οὖν καὶ διὰ τοῦτο πάλιν ὅπερ ἡμῖν διὰ τοῦ τινὲς μὲν εἰ καὶ νῦν οὖν οὐ καὶ μετεξετέρου τοιοῦτον τὸ δῆλον. προειρηκὼς γὰρ ὅτι διὰ τὴν ἀργίαν αὐτοῖς τὸ σκέλος γυιοῦται καὶ τάχα τινὰ παρακοῦσαι νομίσας, ὡς ἅπασιν χρῆσιν τῶν μορίων οὐ τρόφιμον εἶναί φησι πᾶσαν,
ἀλλά τινα ἐργάσασθαι λέγει τὴν σύμμετρον δηλονότι, καθάπερ καὶ τἄλλα πάντα καθ’ ὅλην τὴν ὑγιεινὴν δίαιταν, ὡς ἐν ἄλλοις τέ τισιν ὑπ’ αὐτοῦ λέλεκται τοῦτο καὶ δι’ ἑνὸς κεφαλαίου ἐν τῷ τῶν ἐπιδημιῶν ἕκτῳ, ἔνθα φησὶ, πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, πάντα μέτρα.
83. Οἱ μὲν πλεῖστοι καταβλακεύουσι τὴν διόρθωσιν τοῦ σώματος, ἀλλὰ κακῶς εἱλέονται ἐπὶ τὸ ὑγιὲς σκέλος τῇ χειρὶ πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ κατὰ τὸ ὑγιὲς σκέλος. καταβλακεύουσι δὲ ἔνιοι, τὴν ἐς τὸ ὀρθὸν ὁδοιπορίην καὶ οἷσιν ἂν τετελειωμένοισιν αὕτη ἡ ξυμφορὰ γένηται. ὁκόσοι δ’ ἂν νήπιοι ὄντες ταύτῃ τῇ ξυμφορῇ χρησάμενοι ὀρθῶς παιδαγωγηθῶσι, τῷ μὲν ὑγιεῖ σκέλει χρέονται ἐς ὀρθὸν, ἐπὶ δὲ τὴν μασχάλην τὴν κατὰ τὸ ὑγιὲς σκέλος σκίπωνα περιφέρουσι. μετεξέτεροι δὲ καὶ ὑπ’ ἀμφοτέρας τὰς χεῖρας, τὸ δὲ σιναρὸν σκέλος μετέωρον ἔχουσι.
Τοῖς μὲν ἤδη κεκρατυσμένοις τὰ κῶλα τοιαύτης συμφορᾶς γιγνομένης, γίγνεται χρῆσθαι τῷ σκέλει χωλεύοντι. τοῖς δὲ μικροῖς πάνυ παιδίοις, ἀλλ’ εἰ καὶ κατὰ φύσιν ἔχοι καὶ χρῆσθαι πῶς καλῶς δύναιτο τοῖς σκέλεσι; ῥαθυμία τις ἐγγίγνεται περὶ τὴν τοῦ κώλου ἐνέργειαν καὶ διὰ τοῦτο καταβλακεύουσιν ὀρθοῦσθαι, τουτέστιν ἀμελοῦσι καὶ καταῤῥαθυμοῦσι. καὶ τί θαυμαστὸν, εἰ καὶ αὐτὰ καταφρονεῖ τοῦ διαναστάντος κωλύειν ὀρθὰ καὶ τῶν ἤδη τελειουμένων ἐνίοτε μὴ τολμώντων ὀρθῶς χωλεύειν, ἀλλ’ ὡς εἴρηκεν αὐτὸς, εἱλουμένων ἐπὶ τὸ ὑγιὲς σκέλος; ἐνεδείξατο δὲ σαφῶς αὐτῶν καὶ τὸν τρόπον τῆς κινήσεως, ὁποῖός τις γίγνεται διὰ τοῦ εἱλέονται ῥήματος.
84. Καὶ τοσούτῳ ῥηίους εἰσὶν, ἔσω ἂν αὐτοῖσιν ἔλασσον τὸ σκέλος τὸ σιναρὸν ἔῃ.
Ῥηίους εἴρηκε τοὺς ἑτοιμότερον βαδίζοντας, ὅπερ αὐτοῖς συμβαίνει βραχέος ὄντος τῷ μήκει τοῦ σιναροῦ σκέλους.
οὐ γὰρ δέονται μεταφέρειν ἑλίσσοντες αὐτὸ, καθάπερ οἷς τελείοις οὖσιν ἔξαρθρον ἔμελλε, μακρότερον ἐπὶ τούτῳ διὰ τὴν ἔκπτωσιν γενόμενον εἰς ἀνάγκην αὐτοὺς ἄγειν τῆς ὑπ’ αὐτοῦ λεγομένης ὄπισθεν ὁδοιπορίας περιφοράδην γινομένης.
85. Τὸ δὲ ὑγιὲς ἰσχύῃ αὐτέοισιν οὐδὲν ἧσσον ἢ εἰ καὶ ἀμφότερα ὑγιέα ἦν.
Εἰκότως τοῦτ’ εἶπε· χρῶνται γὰρ εἰκότως τῷ ὑγιεῖ παραπλησίως ἢ εἰ καὶ ἀμφότερα ὑγιεινὰ ἦν. ἅτε οὖν τὴν αὐτὴν ἔχοντες αὐτῷ χρῆσιν, ἣν καὶ κατὰ φύσιν ἀμφοῖν διακειμένων εἶχον, ὁμοίως εὐτροφοῦντι καὶ ῥωμαλέῳ χρῶνται.
86. Θηλύνονται δὲ πᾶσι τοῖς τοιούτοισιν αἱ σάρκες τοῦ σκέλεος, μᾶλλον δ’ ἔτι θηλύνονται αἱ ἐκ τοῦ ἔξω μέρεος ἢ αἱ ἐκ
εἴσω ὡς ἐπὶ πολύ. μυθολογοῦσι δέ τινες ὅτι αἱ Ἀμαζονίδες τὸ ἄρσεν γένος τὸ ἑωυτῶν αὐτίκα νήπιον ἐὸν ἐξαρθρέουσιν, αἱ μὲν κατὰ τὰ γούνατα, αἱ δὲ κατὰ τὰ ἰσχία, ὡς δῆθεν χωλὰ γίνοιτο καὶ μὴ ἐπιβουλεύοι τὸ ἄῤῥεν γένος τῷ θήλει. χειρώναξιν ἄρα τούτοισι χρέονται, ὁκόσα ἢ σκυτίης ἔργα ἢ χαλκείης ἢ ἄλλο τι ἑδραῖον ἔργον. εἰ μὲν οὖν ἀληθέα ταῦτά ἐστιν, ἐγὼ μὲν οὐκ οἶδα. ὅτι δὲ γίνοιτο ἂν τοιαῦτα οἶδα, εἴ τις ἐξαρθρέοι αὐτίκα νήπια ἐόντα.
Πᾶσι μᾶλλον θηλύνονται, φησὶν, αἱ ἔξω τοῦ ἄρθρου σάρκες ἢ ἔσω, εἰ εἰς τὴν ἐντὸς χώραν μεταστῇ, διὸ καὶ μᾶλλον ἀργεῖ τ’ αὐτὸ τὸ μέρος· εἰ γὰρ καὶ παρὰ φύσιν, ἀλλ’ ὅμως γίγνονταί τινες κνήσεις εἰς τὴν κεφαλὴν τοῦ μηροῦ κατὰ τὰ ἔνδον ἐστηριγμένα μέρη.
87. Κατὰ μὲν οὖν τὰ ἰσχία μέζον τὸ διάφορόν ἐστιν, ἐς τὸ εἴσω ἢ ἐς τὸ ἔξω ἐξαρθρῆσαι. κατὰ γούνατα δὲ διαφέρει μέν
τι, ἔλασσον δέ τι διαφέρει. τρόπος δὲ ἑκατέρου τοῦ χωλώματος ἴδιός ἐστι. γυιοῦνται γὰρ μᾶλλον οἷσιν ἂν ἐς τὸ ἔξω ἐξαρθρήσῃ. ὀρθοὶ δὲ ἧσσον ἵστανται οἷσιν ἂν ἐς τὸ εἴσω ἐξαρθρήσῃ. ὡσαύτως δὲ καὶ εἰ παρὰ τὸ σφυρὸν ἐξαρθρήσῃ, ἢν μὲν ἐς τὸ ἔξω μέρος κυλλοὶ μὲν γίνονται, ἑστάναι δὲ δύνανται. ἢν δὲ ἐς τὸ εἴσω μέρος ἐξαρθρήσῃ, βλαισσοὶ μὲν γίνονται, ἧσσον δὲ ἑστάναι δύνανται.
Τὸ κυλλὸν ὄνομα τινὲς μὲν ἅπασαν διαστροφὴν κώλου φασὶ δηλοῦν, γενικόν τι σημαινόμενον ὑποτιθέντες αὐτῷ, τινὲς δὲ τὴν τοιαύτην μόνην διαστροφὴν δηλοῦσθαί φασιν, ἐν ᾗ πρὸς τὴν ἔσω χώραν ἡ ῥοπὴ γίνεται τοῦ κώλου. τούτου γὰρ συμβάντος ἀναγκαῖόν ἐστι τὸ ἄκρον αὐτοῦ, τουτέστι πρὸς πόδα πρὸς τὴν ἔσω χώραν, ὅπερ εἰς τὸ τῆς στάσιος ἑδραῖον οὐ μικρὰ συντελεῖ, ὥστε καὶ αὐτῶν τῶν κατὰ φύσιν ἐχόντων τῶν ῥαιβῶν ἢ ῥοικῶν ὀνομαζομένων, ἀσφαλέστερον δὲ καὶ δυσανατρεπτότερον ἵστασθαι τῶν
μέγεθος δηλονότι τῆς διαρθρώσεως καὶ τῆς βλάβης ἕπεται μέγεθος. ἐκ τούτων οὖν δῆλον ὡς ἄμεινον ἵστανται καὶ βαδίζουσιν οἷς εἰς τὴν ἔξω χώραν ὤλισθεν ἡ κεφαλὴ τοῦ μηροῦ, περὶ ἧς ὀλίγον ὕστερον ἐρεῖ.
88. Ἥ γε μὴν ξυναύξησις τῶν ὀστέων τοιήδε γίνεται· οἷσι μὲν οὖν κατὰ τὸ σφυρὸν ὀστέον τὸ τῆς κνήμης ἐκστῇ, τούτοισι μὲν τὰ τοῦ ποδὸς ὀστέα ἥκιστα ξυναύξεται. ταῦτα γὰρ ἐγγυτάτω τοῦ τρώματός εἰσι, τὰ δὲ τῆς κνήμης ὀστέα αὔξεται μὲν, οὐ πολὺ δὲ ἐνδεεστέρως. αἱ μέντοι σάρκες μινύθουσιν, οἷσι δ’ ἂν κατὰ μὲν τὸ σφυρὸν μένῃ τὸ ἄρθρον κατὰ φύσιν, κατὰ δὲ τὸ γόνυ ἐξεστήκῃ, τούτοισι τὸ τῆς κνήμης ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, ἀλλὰ βραχύτατον γίνεται. τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν· τοῦ μέντοι ποδὸς τὰ ὀστέα μινύθει μὲν, ἀτὰρ οὐχ ὁμοίως ὥσπερ ὀλίγον τι πρόσθεν εἴρηται, ὅτι τὸ ἄρθρον τὸ παρὰ τὸν πόδα σῶόν ἐστιν. εἰ δὲ οἱ χρέεσθαι ἠδύναντο, ὥσπερ καὶ τῷ κυλλῷ, ἔτι ἂν ἧσσον
τοῦτο βραχύτερος γέγονεν. ὁ δ’ αὖ πῆχυς διὰ τοῦτο οὐχ ὁμοίως ἐνακούει τῆς ξυμφορῆς, ὅτι τὸ τοῦ βραχίονος ἄρθρον τὸ πρὸ τοῦ πήχεος ἐν τῇ ἀρχαίῃ φύσει μένει, ἥ τε αὖ χεὶρ ἔτι τηλοτέρω ἄπεστιν ἢ ὁ πῆχυς ἀπὸ τῆς ξυμφορῆς. διὰ ταύτας οὖν τὰς εἰρημένας προφάσιας τῶν ὀστέων τά τε μὴ συναυξόμενα οὐ συναύξεται, τό τε ξυναυξόμενον ξυναύξεται. ἐς δὲ τὸ εὔσαρκον τῇ χειρὶ καὶ τῷ βραχίονι ἡ ταλαιπωρίη τῆς χειρὸς μέγα προσωφελήσει. ὅσα γὰρ χειρῶν ἔργα ἐστὶ, τὰ πλεῖστα προθυμέονται οἱ γαλιάγκωνες ἐργάζεσθαι τῇ χειρὶ ταύτῃ, ὅσα καὶ τῇ ἑτέρῃ δύνανται, οὐδὲν ἐνδεεστέρως τῆς ἀσινέος. οὐ γὰρ δεῖ ὀχέεσθαι τὸ σῶμα ἐπὶ τῶν χειρῶν, ὡς ἐπὶ τῶν σκελέων, ἀλλὰ κοῦφα αὐτοῖσι τὰ ἔργα ἐστί. διὰ δὲ τὴν χρῆσιν οὐ μινύθουσιν αἱ σάρκες αἱ κατὰ τὴν χεῖρα καὶ κατὰ τὸν πῆχυν τοῖσι γαλιάγκωσιν, ἀλλὰ καὶ ὁ βραχίων τι προσωφελέεται ἐς εὐσαρκίην διὰ ταῦτα. ὅταν δὲ ἰσχίον ἐκπαλὲς γένηται ἐς τὸ εἴσω μέρος ἐκ γενεῆς ἢ καὶ ἔτι νηπίῳ ἐόντι μινύθουσι αἱ σάρκες, διὰ τοῦτο μᾶλλον ἢ τῆς χειρὸς ὅτι οὐ δύνανται χρέεσθαι τῷ σκέλει.
Σαφὴς οὗτός ἐστιν ἅπαξ ὁ ἐφεξῆς λόγος αὐτῷ κεφάλαια μὲν ἔχων τῆς διδασκαλίας δὴ ταῦτα. τῶν ἐξεστηκότων τῆς οἰκείας ἕδρας ἄρθρων τὰ μὲν ἐγγύτερον μᾶλλον ἀναυξῆ καὶ ἄτροφα γίγνεσθαι, τὰ δ’ ἄποθεν ἧττον. ἐπὶ δὲ τῶν ἐξαρθρήσεων τοῦ μηροῦ πολὺ μᾶλλον ἤπερ ἐπὶ τῶν ἔξω καὶ ἄναυξες καὶ ἄτροφον ἀποτελεῖται τὸ κῶλον, διότι καὶ χεῖρον οὖν οὗτοι κινοῦνται καὶ μᾶλλον κωλύουσι. λέγει δὲ καὶ ἐπὶ τῶν γαλιαγκώνων, οὕτω δ’ αὐτὸν ὀνομάζειν τοὺς βραχὺν ἔχοντας τὸν βραχίονα ἔφην, διὰ τὴν εἰς μασχάλην ἐκπτώσιν, ὅταν ἔτι αὐξανομένων τῶν σωμάτων τοῦτο παθοῦσι. τούτους οὖν φησι τοὺς γαλιάγκωνας ἧττον βλάπτεσθαι τὴν ὅλην χεῖρα, βλαπτόμενον τὸ σκέλος ἅπαν, ὅταν ἐκπαλαίσωσι τὸ κατ’ ἰσχίον ἄρθρον, ὅτι πολλὰ τῶν κατὰ τὸν βίον ἔργων ἱκανῶς διαπονοῦσιν οὐ δυναμένων ὁμοίως τούτοις χρῆσθαι τῷ σκέλει, οἷς ἐξεπάλαισαν ἔσω τὸ κατ’ ἰσχίον ἄρθρον.
89. Μαρτύριον δέ τι ἓν ἔσται ἐν τοῖσιν ὀλίγον ὕστερον εἰρησομένοισιν, ὅτι ταῦτα τοιαῦτά ἐστι.
Τίνα λέγει τοιαῦτα τὰ ἔκτεινε, καίτοι τὸ μαρτύριον ἐρεῖν ἐπαγγέλλεται; ὅτι καὶ τῶν παρὰ φύσιν ἐχόντων αὐτῶν τὰ μὲν ἧττον κινούμενα μᾶλλον ἀναυξῆ καὶ ἄτροφα γίγνεται. ἐπηγγείλατο μὲν ὁ αὐτὸς δείξειν ὁ Ἱπποκράτης ἐπὶ τῶν ὀλίγον ὕστερον εἰρησομένων. ἐγὼ δ’ ὅταν ἐπὶ τῶν λέξεων ἔνεστι τοῦτο πράττειν, τηνικαῦτα ἀναμνήσω τοῦ λόγου.
90. Ὁκόσοισι δ’ ἂν ἐς τὸ ἔξω ἡ τοῦ μηροῦ κεφαλὴ ἐκβῇ, τούτοισι βραχύτερον μὲν τὸ σκέλος φαίνεται, παρατεινόμενον παρὰ τὸ ἕτερον εἰκότως· οὐ γὰρ ἐπ’ ὀστέον ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν, ὡς ὅτε εἴσω ἐξέπιπτεν, ἀλλὰ παρ’ ὀστέον παρεγκεκλιμένην τὴν φύσιν ἔχον, ἐν σαρκὶ δὲ στηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ, διὰ
τοῦτο μὲν βραχύτερον φαίνεται. ἔσωθεν δὲ ὁ μηρὸς παρὰ τὴν πληχάδα καλεομένην κυλλότερος καὶ ἀσαρκότερος γίνεται, ἔξωθεν δὲ ὁ γλουτὸς κυρτότερος, ἅτε ἐς τὸ ἔξω τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυΐας· ἀτὰρ καὶ ἀνωτέρω φαίνεται ὁ γλουτὸς, ἅτε ὑπειξάσης τῆς σαρκὸς τῆς ἐνταῦθα τῇ τοῦ μηροῦ κεφαλῇ, τὸ δὲ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον εἴσω ῥέπον φαίνεται καὶ ἡ κνήμη καὶ ὁ πούς.
Περὶ τῆς δευτέρας διαφορᾶς τῶν εἰς τὸ ἰσχίον ἐξαρθρήσεων ὁ λόγος αὐτῷ νῦν ἐστι, τὰ φαινόμενα νοσήματα διηγουμένῳ καὶ τὰς αἰτίας αὐτῶν προστιθέντι, καθάπερ ἐπὶ τῶν πασῶν ἐποίησεν ἐμπειρικῆς διδασκαλίας οὔτε ἀπολιπών τι. σαφὴς δὲ καὶ οὗτος ὁ λόγος ἐστὶ σύμπας.
91. Ἀτὰρ οὐδὲ ξυγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος δύνανται. τὰ μὲν οὖν σημήϊα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηροῦ εἰσι.
Καὶ τοῦτο γίνεται τῶν ὄπισθεν μυῶν ἀντιβαινόντων τῇ κάμψει διὰ τὸ μὴ δύνασθαι μέχρι πλείστου τὴν ἔκτασιν ὑπομένειν ἐν τῷ τοιούτῳ σχήματι.
92. Οἷσι μὲν οὖν τετελειωμένοισιν ἤδη ἐκπεσὸν τὸ ἄρθρον μὴ ἐμπέσῃ, τούτοισι βραχύτερον μὲν φαίνεται τὸ σύμπαν σκέλος, ἐν δὲ τῇ ὁδοιπορίῃ τῇ μὲν πτέρνῃ οὐ δύνανται καθικνέεσθαι ἐπὶ τῆς γῆς, τῷ δὲ στήθει τοῦ ποδὸς βαίνουσι ἐπὶ τὴν γῆν. ὀλίγον δὲ εἰς τὸ ἔσω μέρος ῥέπουσι τοῖσι δακτύλοισιν ἄκροισιν. ὀχέειν δὲ δύναται τὸ σῶμα τὸ σιναρὸν σκέλος τούτοισι πολλῷ μᾶλλον ἢ οἷσιν ἂν ἐς τὸ ἔσω μέρος ἐκπεπτώκῃ, ἅμα μὲν ὅτι ἡ κεφαλὴ τοῦ μηροῦ καὶ ὁ αὐχὴν τοῦ ἄρθρου πλάγιος φύσει πεφυκὼς ὑπὸ συχνῷ μέρει τοῦ ἰσχίου τὴν ὑπόστασιν πεποίηται, ἅμα δὲ ἄκρος ὁ ποὺς οὐκ ἐς τὸ ἔξω μέρος ἀναγκάζεται ἐγκεκλεῖσθαι, ἀλλ’ ἐγγύς ἐστι τῆς ἰθυωρίης τῆς κατὰ τὸ σῶμα καὶ τείνει καὶ ἐσωτέρω.
Στῆθος ποδὸς εἴρηκε τὸ καλούμενον ἐπὶ τῶν ἀνατομικῶν πεδίον, ἔστι δὲ τοῦτο πρὸ τῆς τῶν δακτύλων ἀρχῆς, ἐπὶ γὰρ τῶν κατὰ φύσιν ἐσχηματισμένων ποδῶν τὸ μέσον κοῖλόν ἐστιν, ὀπίσω μὲν ὁριζόμενον τῷ τῆς πτέρνης πέρατι, κατὰ δὲ τὰ πρόσω τῇ ἀρχῇ τοῦ πεδίου, ὥστε ἐπὶ μέν τι τῆς γῆς στηρίζεσθαι τὸν πόδα διά τε τῆς πτέρνης καὶ τοῦ πεδίου καὶ τῶν ποδῶν καὶ τῆς ἐν τῷ πέρατι τῶν δακτύλων ὑποκάτω σαρκὸς μετέωρον εἶναι, τὸ δ’ ἄλλο πᾶν τοῦ ποδὸς ὅσον ἐν τῷ μεταξὺ τῶν εἰρημένων μορίων ἐστὶ, πλὴν κατὰ τὸ ἔξω τοῦ ποδός ἐστιν· ἐνταῦθα γὰρ ὅλος ἐπὶ γῆς στηρίζεται. μοχθηρῶς δ’ ἐνίοις διαπέπλασται τὰ κατὰ τοὺς πόδας οὓς ὀνομάζουσι λειόποδας οὐκ ἔχοντας τὸ μέσον αὐτῶν ἔνδοθεν ὑψηλόν· ἀλλὰ τούτοις μὲν οὐκ ἄλλως διαπεπλασμένους, ὥσπερ καὶ τοὺς βλαισοὺς, ἐν τῷ νῦν λόγῳ κατέλιπε. παρακολούθησον δὲ τοῖς ἐφεξῆς εἰρημένοις ἐξετάζων τὸν λόγον ἐπὶ τῶν κατὰ φύσιν ἐσχηματισμένων. οὗτοι γὰρ ἐπειδὰν μὲν μετρίως προβαίνουσιν, ἐρείδουσι κατὰ τῆς γῆς ὅλην τε τὴν πτέρναν καὶ τὸ πεδίον καὶ τὰ σαρκώδη
ἔλαττόν σοι φαίνεται θατέρου τὸ σκέλος καὶ τῆς γῆς οὐκέθ’ ὁμοίως δύναται ψαύειν, ὡς ὅτ’ εἶχε κατὰ φύσιν. ὅταν οὖν ἀναγκάζωνται βαδίζειν οἱ οὕτω παθόντες, ἐναντίως σχηματίζουσι τὸν πόδα τοῖς ἔμπροσθεν εἰρημένοις, ὧν μακρότερον ἐφαίνετο τοῦ κατὰ φύσιν ἔχοντος σκέλος τὸ πεπονθός. ἐκεῖνοι μὲν γὰρ τῇ κατὰ τὸν ἀστράγαλον διαρθρώσει τὸν πόδα σιμοῦντες εἰς ὕψος ἀνέτειναν τοὺς δακτύλους, οὗτοι δ’ ἔμπαλιν ἐπινεύουσί τε καὶ κατακάμπτουσιν ἐπὶ τὴν γῆν τὸν πόδα καὶ διὰ τῶν δακτύλων ἄκρων αὐτῆς ἐπιψαῦσαι ποθοῦντες· διὰ τοῦτο δὲ καὶ ταπεινοῦσιν ἑαυτοὺς κατὰ τὸ πεπονθὸς ἰσχίον, ὅπως ἐρείσωνται κατὰ τῆς γῆς οὐ μόνον ἄκρους τοὺς δακτύλους, ἀλλὰ καὶ ἐπὶ πλέον αὐτῶν, ὥσπερ ἔφην ὀνομάζεσθαι πεδίον ὑπὸ τῶν ἀνατομικῶν. Ἱπποκράτης δὲ αὐτὸ στῆθος ἐκάλεσεν, εἰ καὶ τὴν πτέρναν ἐπὶ τῆς γῆς ἠθέλησεν ἑδράσαι, πάνυ χρὴ ταπεινοὺς αὐτοὺς γενέσθαι κατὰ τὸ πεπονθὸς ἰσχίον, ὡς κινδυνεῦσαι καταπεσεῖν, ἑτεροκλινεῖς ἀπεργασθέντας. οὗτοι τοίνυν οὐδ’ ἐπιχειροῦσι διὰ τοῦτ’ αὐτὸ χρῆσθαι τῇ πτέρνῃ.
93. Ὅταν μὲν οὖν τρίβον λάβῃ τὸ ἄρθρον, ἐν τῇ σαρκὶ εἰς ἣν ἐξεκλείσθη, ἡ δὲ σὰρξ γλισχρανθῇ, ἀνώδυνον τῷ χρόνῳ γίνεται. ὅταν δὲ ἀνώδυνον γένηται, δύνανται μὲν ὁδοιπορέειν ἄνευ ξύλου· ἢν ἄλλως βούλωνται, δύναται δὲ ὀχέειν τὸ σῶμα ἐπὶ τὸ σιναρὸν σκέλος. δι’ οὖν τὴν χρῆσιν ἧσσον τοῖσι τοιούτοισιν ἐκθηλύνονται αἱ σάρκες ἢ οἷσιν ὀλίγον πρόσθεν εἴρηται. ἐκθηλύνονται δὲ ἢ πλεῖον ἢ ἔλασσον. μᾶλλον δ’ ἔτι ἐκθηλύνονται κατὰ τὸ εἴσω μέρος ἢ κατὰ τὸ ἔξω ὡς ἐπὶ τὸ πολύ. τὸ μέντοι ὑπόδημα μετεξέτεροι τούτων ὑποδέεσθαι οὐ δύνανται διὰ τὴν ἀκαμπίην τοῦ σκέλεος, οἱ δέ τινες καὶ δύνανται. οἷσι δὲ ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον ἢ ἔτι ἐν αὐξήσει ἐοῦσι βίῃ ἐκπεσὸν ἤδη μὴ διεμπέσῃ ἢ καὶ ὑπὸ νόσου ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον καὶ ἐκπαλήσῃ, πολλὰ γὰρ τοιαῦτα γίνεται· καὶ ἐνίων μὲν τῶν τοιούτων, ἢν ἐπισφακελίσῃ ὁ μηρὸς, ἐκπυήματα χρόνια καὶ ἔμμοτα γίνεται καὶ ὀστέων ψιλώσιες ἐνίοισιν. ὁμοίως δὲ καὶ οἷσιν ἐπισφακελίζει καὶ οἷσι μὴ ἐπισφακελίζει τοῦ μηροῦ
τὸ ὀστέον πολλῷ βραχύτερον γίνεται καὶ οὐκ ἐθέλει ξυναύξεσθαι, ὥσπερ τοῦ ὑγιέος. τὰ μέντοι τῆς κνήμης βραχύτερα μὲν γίνεται ἢ τὰ τῆς ἑτέρης, ὀλίγῳ δὲ διὰ τὰς αὐτὰς προφάσιας αἳ καὶ πρόσθεν εἴρηνται ὁδοιπορέειν τε δύνανται οἱ τοιοῦτοι. οἱ μέν τινες αὐτῶν τοῦτον τὸν τρόπον, ὥσπερ τοῖς τετελειωμένοισιν ἐξέπεσε καὶ μὴ ἐνέπεσεν, οἱ δὲ καὶ βαίνουσι μὲν παντὶ τῷ ποδί.
Κατὰ μεταφορὰν εἴρηκε τρίβον ἀπὸ τῶν τετριμμένων χωρίων ὑπὸ τῶν ὁδοιπορούντων. ἔστι δὲ ὁ λόγος αὐτοῦ οὗτος· ἡ κεφαλὴ τοῦ μηροῦ τῆς οἰκείας χώρας μεταστᾶσα ἐν τοῖς ἔξω μέρεσι τῆς διαρθρώσεως ἐν σαρκὶ στηρίζεται. κατ’ ἀρχὰς μὲν οὖν οἱ οὕτω παθόντες ὀδυνῶνται τὴν θλιβομένην ὑπ’ αὐτοῦ σάρκα, τῷ χρόνῳ δὲ τυλοῦται καθάπερ αἱ τῶν σκαπτόντων χεῖρες. ὅταν δὲ τοῦτο γένηται, παραπλησίον τῇ διαρθρώσει κατασκευάζεται χρωμένου τῇ γεγενημένῃ τρίβῳ καθάπερ ἔμπροσθεν ἐχρῆτο τῇ κοτύλῃ τοῦ ἰσχίου· τά τε γὰρ ἄλλα καὶ ὑγρότης τις αὕτη γίγνεται,
κατ’ ἀρχὰς μὲν διὰ τὴν φλεγμονὴν ἀθροιζομένη πλείων, ἐν δὲ τῷ χρόνῳ τοῦ λεπτοτέρου τε καὶ ὑδατώδους ἐν αὐτῇ διατμηθέντος ὑπὸ τῶν συμπιπτόντων ἐπιτιθεμένων ἔξωθεν φαρμάκων καταλειπομένου τε τοῦ γλίσχρου τε καὶ μυξώδους ὃ πρὸς τὴν κίνησιν τῇ κεφαλῇ τοῦ μηροῦ συμφορώτατόν ἐστι. καὶ διὰ ταύτην οὖν τὴν ὑγρότητα καθάπερ ἄρθρῳ χρῶνται τῇ τρίβῳ, μᾶλλον δὲ ἐπικλίνονται κατὰ τὸ ἔξω μέρος ἢ κατὰ τὸ ἔσω· εἴρηται δὲ καὶ πρόσθεν ὡς καὶ τἀναντία μέρη τῶν ὑποδεξαμένων τὸ ἐκπεπτωκὸς ἄρθρον ἀτροφώτερά τε καὶ μαλακώτερα γίνεται κατὰ τὸ μᾶλλον ἀργεῖν. ἐν οἷς δ’ ἂν μᾶλλον στηριχθῇ τὸ ἐκπεπτωκὸς καὶ παρὰ φύσιν· ὅμως γοῦν γίνονταί τινες κινήσεις ὅθεν ἀπεχώρησε. πρῶτον μὲν οὖν γίγνονται, κατὰ συμβεβηκὸς δέ τινες βραχεῖαι ἕπονται τοῖς πρώτοις κινουμένοις θηλυνομένων τῶν μορίων ἐν τοῖς νῦν, τουτέστι τὸ μαρτύριον ὃ ἐν τοῖς ἐφεξῆς λόγοις ἐρεῖν ἐπηγγείλατο, περὶ τῶν μᾶλλον ἢ ἧττον ἀτροφούντων τε καὶ καταλεπτυνομένων μερῶν.
94. Διαῤῥέπουσι δὲ ἐν τῇσιν ὁδοιπορίῃσιν ἀναγκαζόμενοι διὰ τὴν βραχύτητα τοῦ σκέλεος. ταῦτα δὲ τοιαῦτα γίνεται, ἢν ἐπιμελῶς μὲν παιδαγωγηθῶσιν ἐν τοῖσι σχήμασι καὶ ὀρθῶς ἐν οἷσι δεῖ πρὶν κρατηθῆναι ἐς τὴν ὁδοιπορίην, ἐπιμελῶς δὲ καὶ ὀρθῶς ἐπὴν κρατηθῶσιν. πλείστης δὲ ἐπιμελείης δέονται οἷσιν ἂν νηπιωτάτοισιν ἐοῦσιν αὕτη ἡ ξυμφορὴ γένηται· ἢν γὰρ ἀμεληθῶσι νήπιοι ἔοντες ἀχρήϊον παντάπασιν καὶ ἀναυξὲς ὅλον τὸ σκέλος γίνεται, αἵ τε σάρκες τοῦ ξύμπαντος σκέλεος μινύθουσι μᾶλλον ἢ τοῦ ὑγιέος. πάνυ μὴν πολλῷ ἧσσον τούτοισι μινύθουσιν ἢ οἷσιν ἂν εἴσω ἐκπεπτώκῃ διὰ τὴν χρῆσιν καὶ τὴν ταλαιπωρίην. οἷον εὐθέως δύνασθαι χρέεσθαι τῷ σκέλεϊ, ὡς καὶ πρόσθεν ὀλίγον ἐπὶ τῶν γαλιαγκώνων εἴρηται. εἰσὶ δέ τινες ὧν τοῖσι μὲν ἐκ γενεῆς αὐτίκα, τοῖσι δὲ καὶ ὑπὸ νόσου ἀμφοτέρων τῶν σκέλεων ἐξέστη τὰ ἄρθρα ἐς τὸ ἔξω μέρος. τούτοισιν οὖν
τὰ μὲν ὀστέα ταὐτὰ παθήματα πάσχει· αἱ μέντοι σάρκες ἥκιστα ἐκθηλύνονται, ἄσαρκα δὲ καὶ τὰ σκέλεα γίνονται, πλὴν εἴ τι ἄρα κατὰ τὸ εἴσω μέρος ἐκλείποι ὀλίγον. διὰ τοῦτο δὲ εὔσαρκά ἐστιν, ὅτι ἀμφοτέροισι τοῖσι σκέλεσιν ὁμοίως ἡ χρῆσις γίνεται.
Ὁποῖόν τι σημαίνει τὸ διαῤῥέπουσιν εἴρηται μὲν μοι καὶ πρόσθεν· εἰρήσεται δ’ οὐδὲν ἧττον ἔτι καὶ νῦν, ὅτι γὰρ ἐξήρθρησεν ὁ μηρὸς εἰς τὴν ἕσω χώραν ἀνασπώμενος ὑπὸ τῶν ταύτῃ μυῶν, ὡς ὀλίγον ἔμπροσθεν ἐλέχθη, τὸ συνεχὲς σκέλος αὐτῷ ὅλον ὑψηλότερον ἐργάζεται καὶ διὰ τοῦτο μόγις ἁπτόμενος γῆς ἐῤῥήθη διὰ ταύτην τὴν αἰτίαν ἀναγκάζονται τῷ στήθει μόνῳ τοῦ ποδὸς χρῆσθαι κατὰ τῆς γῆς ἐπιβαίνοντες ἅμα τῷ καὶ συνεπινεύειν ὅλῳ τῷ σώματι πρὸς τὸ πεπονθὸς σκέλος, ὅταν ἐπ’ αὐτοῦ στηρίζωνται. ἀναγκαῖον οὖν ἐστιν, ἐπειδὰν θατέρου τοῦ ὑγιοῦς ἐργάζεσθαι
δεηθῶσιν ἐν τῷ μεταφέρειν ἕσω τὸ πεπονθὸς ἐπ’ ἐκεῖνο πάλον αὐτοὺς ῥέπειν ὀρθούμενον τοῦ μηροῦ, ὥστε κατὰ τὴν ὁδοιπορίαν ἀμείβειν ἀεὶ καὶ μεταβάλλειν εἰς ἄλληλα τὰ δύο σχήματα. καθ’ ὃν μὲν χρόνον ἔτι κατὰ φύσιν ἔχοντες σκέλη στηρίζοντές τε καὶ ὀρθοῦντες τὸ σῶμα μετεωρίζονταί τε ἅμα καὶ ὁδοιποροῦσι. καθ’ ὃν δ’ αὖ πάλιν ἐπὶ τοῦ πεπονθότος καμπτόμενοι ἐν τῇ κατ’ ἐκεῖνο τὸ μέρος. ὑψηλὸν οὖν εἰς τὸ μεταβάλλειν τὸ σῶμα ποτὲ μὲν ἐξ ὀρθοῦ καὶ ἀκλινοῦς ἐπὶ τὸ πεπονθός τε καὶ κεκαμμένον, αὖθις δὲ ἀπὸ τοῦ πεπονθότος καὶ κεκαμμένου πρὸς ὑψηλόν τε καὶ ὀρθὸν ὠνόμασε διαῤῥέπειν ἑνὶ ῥήματι τὴν εἰρημένην μεταβολὴν τῶν σχημάτων ἐνδειξάμενος.
95. Ὁμοίως γὰρ σαλεύουσιν ἐν τῇ ὁδοιπορίῃ ἔνθα καὶ ἔνθα, ἐξεχέγλουτοι δὲ οὗτοι ἰσχυρῶς φαίνονται διὰ τὴν ἔκστασιν τῶν ἄρθρων.
Οἶσιν ἀμφότερα τὰ ἄρθρα παθόντων σκελῶν ἑκατέρων τὴν εἰς τοὐκτὸς ἐξάρθρησιν ἢ μεταβολὴν τῶν γινομένων σχημάτων ὅλου τοῦ σώματος ὁδοιποροῦσιν αὐτοῖς ὅμοια γίνεται καθ’ ἕτερον τὸ σκέλος, ὅταν ἐπ’ αὐτῷ στηρίζωνται ταπεινουμένων τε καὶ κοιλαινομένων κατὰ τὸν κενεῶνα, θατέρου μόνον ἐξαρθρήσαντος. ἡνίκα μὲν οὖν τοῦ πεπονθότος ἐστηρίζοντο, τὸν εἰρημένον νῦν τρόπον ἐσχημάτιζον αὐτό· ὁπότε δὲ ἐπὶ θατέρου, τὸν ἐναντίον ἀνατεταμένον μὲν ἔχοντες σῶμα ὑψηλὸν, εὐθεῖαν δὲ τὴν λαγόνα· πρόδηλον οὖν ὡς τεταμένον ὁμοίως ἐσχηματίζοντο. νυνὶ δ’ ὁμοίως καθ’ ἕτερα τὰ μέρη τό τε δεξιὸν καὶ τὸ ἀριστερόν. διαῤῥέπουσι δὲ καὶ νῦν οὐδὲν ἧττον τῇ μεταβολῇ τῶν στηριζόντων ποδῶν, ὅπερ ὠνόμασε σαλεύειν ἐν τῇ ὁδοιπορίῃ, δύναμιν δὲ τὴν αὐτὴν ἔχει τὸ σαλεύουσι τῷ διαῤῥέπουσιν, ἀλλ’ ἐπὶ τῷ κοινῷ τὸ διαῤῥέπειν. ἐνταῦθα δὲ ὁμοίως ἀμφοτέροις τοῖς τοῦ σώματος μέρεσι συμβαίνει σχηματίζεσθαι στηριζομένου τοῦ σκέλους ἑκατέρου παρὰ μέρος ἐπὶ τῆς γῆς, ἔμπροσθεν δὲ οὐ τοῦθ’ ὑπῆρχεν αὐτοῖς, ὡς δέδεικται.
96. Ἢν δὲ μὴ ἐπισφακελίσῃ αὐτοῖσι τὰ ὀστέα μηδὲ κυφοὶ ἀνωτέρω τῶν ἰσχίων γένωνται· ἐνίους γὰρ καὶ τὰ τοιαῦτα καταλαμβάνει· ἢν οὖν μὴ τοιοῦτόν τι γένηται, ἱκανῶς ὑγιηροὶ τἄλλα διαφέρονται.
Κατὰ συμπάθειαν δῆλον ὅτι οὕτω τῶν ἐξαρθρήσεων τῶν σκελῶν ἔνιαι κυφοῦνται, φλεγμονῆς μὲν τὸ πρῶτον ἐν τοῖς συνδέσμοις τῶν σφονδύλων γενομένης, ὕστερον δὲ καὶ σκιῤῥώδους τινὸς ἀπολειφθέντος λειψάνου. φαίνεται γὰρ καὶ ἐπὶ τῶν ἐκτὸς τοῦτο γιγνόμενον ἐν ἰγνύϊ τε καὶ τῇ κατ’ ἀγκῶνα διαρθρώσει κἀπὶ τῶν δακτύλων οὐκ ὀλίγον, ὅπερ ὀνομάζουσιν ἀγκύλην. καὶ πρόδηλός ἐστιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ ἀγκύλη γινομένη διὰ τὸν σκίῤῥον, οὐχ ἑπομένου τοῦ τένοντος τοῖς ἐκτείνουσι τὸ μόριον μυσὶν, ὥσπερ οὐδ’ ὅταν τις τῶν ἐκτεινόντων σκιῤῥωθῇ. τοῖς κάμπτουσιν ἑπομένου τὸ καλούμενον ὀρθόκωλον σχῆμα περὶ τὴν οὕτω πεπονθυῖαν ἀποτελεῖται διάρθρωσιν. δύναται μὲν οὖν καὶ
διὰ τοιοῦτόν τινα σκίῤῥον ἡ ῥάχις διαστραφῆναι, δύναται δὲ καὶ τῷ λόγῳ τῆς συμπαθείας φύματος ἀπέπτου καὶ κακοῦ γενέσθαι στέγνωσις ἐπ’ αὐτῆς. ὅπως δὲ ἕπεται ταῖς τοιαύταις διαθέσεσιν ἡ διαστροφὴ τῆς ῥάχεως, ἔμπροσθεν εἴρηται κατὰ τὸν ἴδιον ὑπὲρ αὐτῆς λόγον.
97. Ἀναυξέστεροι μέντοι τὸ πᾶν σῶμα οὗτοι γίνονται πλὴν τῆς κεφαλῆς.
Ἢν ἔξω τὸ κατ’ ἰσχίον ἄρθρον ἐκπέσῃ, βέλτιον μὲν βαδίζουσιν οἱ τοιοῦτοι τῶν ἔσω τὴν μετάστασιν τοῦ ἄρθρου ἐχόντων, ὅταν ἐκφύγωσι τοὺς ἐκ τῆς φλεγμονῆς τε καὶ συμπαθείας τῶν ἐπικαίρων μορίων κινδύνους, αὐτὰ δὲ ταῦτα μᾶλλον ἐκείνων πάσχουσιν· ἡ μὲν γὰρ εἰς τὴν ἔσω χώραν μετάστασις τοῦ ἄρθρου· κἀκ τούτου οὖν ἐπίβασιν ἔχει, μήτε θλιβόμενος διὰ τὴν σκληρότητα μήτε καὶ τούτου αὐτῷ συμβαίνεσθαι δυναμένου. τὸ δ’ ἔξω τοῦ μηροῦ
ἐστίν. ὅταν οὖν αὕτη τε μικροτέρα γένηται καὶ σύμπαν τὸ σκέλος, εἰκότως ἐπὶ τῶν τοιούτων ἐρεῖ, πλὴν τῆς κεφαλῆς, ἀναυξεστέρους τοὺς ἀνθρώπους γεγονέναι τὸ πᾶν σῶμα.
98. Ὅσοισι δ’ ἂν εἰς τοὔπισθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσοι, ὀλίγοισι δὲ ἐκπίπτει, οὗτοι ἐκτανύειν οὐ δύνανται τὸ σκέλος, οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν οὔτε τι κάρτα κατὰ τὴν ἰγνύην, ἀλλ’ ἥκιστα τῶν ἐκ παλαιῶν, οὗτοι μᾶλλον ἐκταννύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον.
Ὀλίγοις μὲν διαρθρεῖ τὸν νῦν προκείμενον τρόπον ἡ κεφαλὴ τοῦ μηροῦ δι’ ἣν εἴπομεν ἔμπροσθεν αἰτίαν, ὅτι τὸ βάθος τῆς κοτύλης ἄνισόν ἐστιν. ἔνθα μὲν οὖν βραχύτερον μᾶλλον ἐκπίπτει καὶ διὰ τοῦτ’ ἔσω μᾶλλον, ἔνθα δὲ ὑψηλότερον, ὀλίγοις, ἐνταῦθα δὲ ἐξανίσταται τοῦτο σπανίως ὀπίσω. συμβαίνει δὲ ἐν τούτῳ τῷ τρόπῳ τῆς
οὕτως ἰδίῳ πάθει καὶ τὴν οἰκείαν ἀπολείπει χώραν, ἀλλ’ ἀπὸ τοῦ συνεχοῦς ἑλκόμενον ἕλκει μὲν τὸ συνεχὲς ἑνὶ μὲν λόγῳ κοινῷ τεινόμενον, οὐχ ὑπὸ μιᾶς δὲ προφάσεως τοῦτο πάσχει· καὶ γὰρ ὑγρανθέντι πόῤῥω τοῦ προσήκοντος αὐτῷ καὶ ξηρανθέντι, φλεγμαίνοντί τε καὶ σκιῤῥωθέντι καὶ τῆς οἰκείας χώρας μεταστάντι κοινὸν ὑπάρχει τὸ γίνεσθαι πάθημα. διὸ περὶ πάντων τῶν τοιούτων ἐπὶ πλέον ἑξῆς ὁ Ἱπποκράτης ἐδίδαξε. καὶ ἡμεῖς ἀκολουθήσαντες αὐτοῦ ταῖς ῥήσεσιν ἁπάσας τὰς λέξεις ἐξηγησάμεθα.
99. Προσξυνιέναι μὲν οὖν καὶ τόδε χρή· εὔχρηστον γὰρ καὶ πολλοῦ ἄξιόν ἐστι καὶ τοὺς πλείστους λήθει ὅτι οὔτε ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκταννύειν τὸ ἄρθρον, εἰ μὴ ξυνεκταννύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον, πλὴν ἢν μὴ πάνυ ἄνω ἀείρωσι τὸν πόδα, οὕτω δ’ ἂν δύναιντο. οὗτοι τοίνυν οὐδὲ ξυγκάμπτειν δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ὁμοίως, ἀλλὰ πολὺ χαλεπώτερον,
ἢν μὴ συγκάμψωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον.
Ἣν ἔφη εἶναι κοινότητά τινα τῶν ἀποστερουμένων τινὰς κινήσεις μορίων, οὐ δι’ ἴδιον πάθος, ἀλλά τινα τῶν κοινωνούντων σωμάτων γιγνομένην ἐντεῦθεν ἤρξατο διδάσκειν, ἐπὶ τῶν κατὰ φύσιν μυῶν οὐδὲν ἐκφύεσθαι τοῦ μηροῦ, καίτοι πολλῶν ὄντων. ἔνιοι μὲν ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ κατέρχονται, τινὲς δὲ ἐξ ἰσχίου πεφύκασιν, εἷς δὲ μόνος τοῦ ἐκ τῆς ἥβης ὀστοῦ. διὰ τοῦτ’ ἀναγκαῖόν ἐστι συγκινεῖσθαι τὰς διαρθρώσεις ἀλλήλαις, ὥσπερ ἀρτίως ἐπὶ τῆς κατὰ τὸν πόδα καὶ τὴν ἰγνύαν ἐδείχθη, συμφαινομένης ἅμα καὶ τῆς κατὰ τὸν βουβῶνα κοινωνίας αὐτῶν. ὥσπερ γὰρ ἐδείχθησαν οἱ κινοῦντες τὸ ὄπισθεν αὐτῶν ἥκοντες, ὡς ἔφην, ἐκπεφυκέναι τῶν κάτω περάτων τοῦ μηροῦ κατὰ τὰς ῥίζας τῶν κονδύλων, οὕτω καὶ νῦν ἄνω τοῦ ποδὸς εἰς τὴν κνήμην καθήκοντας ἐκ τῶν εἰρημένων ἀρχῶν ἀναγκαῖόν ἐστι τείνεσθαι, τοὺς μὲν ὄπισθεν ἐκτεινομένης τῆς ἰγνύας, τοὺς
οὖν ποτε τοῖς εἰς τὴν αὐτῶν σύνοδον ἐνεργοῦσι μυσὶν οἱ ἀντιτεταγμένοι μὴ ὀδυνῶνται, συνεκτείνεται κατὰ φύσιν μὲν ἐν ταῖς εἰρημέναις ἄρτι κοινωνίαις τῶν διαρθρώσεων, παρὰ φύσιν δ’ ἐν ταῖς ἐφεξῆς εἰρησομέναις. τηνικαῦτα συμβαίνει πολλοὺς τῶν ἰατρῶν ἀπατᾶσθαι καὶ νομίζειν πεπονθέναι τοὺς μύας ἐκείνους, ὧν ὁρῶσι τὴν ἐνέργειαν ἐμποδιζομένην. ἔτι δὲ ἐναργέστερον τοῦτο γνωσθήσεται διὰ τῶν ἐφεξῆς εἰρησομένων.
100. Πολλὰ δὲ καὶ ἄλλα κατὰ τὸ σῶμα τοιαύτας ἀδελφίξιας ἔχει καὶ κατὰ νεύρων ξυντάσεας καὶ κατὰ μυῶν σχήματα καὶ πλεῖστά τε καὶ πλείστου ἄξια γινώσκεσθαι ἢ ὅστις οἴεται καὶ κατὰ τὴν τοῦ ἐντέρου φύσιν καὶ τὴν τῆς ξυμπάσης κοιλίης καὶ κατὰ τὰς τῶν ὑστερέων πλάνας καὶ ξυντάσιας. ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι λόγος ἔσται ἠδελφισμένος τοῖσι νῦν λεγομένοισι. περὶ οὗ δὲ ὁ λόγος ἐστὶν, οὔτε ἐκταννύειν δύναται, ὥσπερ ἤδη εἴρηται, βραχύτερόν
τε τὸ σκέλος φαίνεται διὰ δισσὰς προφάσιας, ὅτι τε οὐκ ἐκταννύεται, ὅτι τε πρὸς τὴν σάρκα ὠλίσθηκε τὴν τοῦ πυγαίου.
Εἴρηταί μοι καὶ πρόσθεν, ὡς τὰς κοινωνίας καὶ οἷον συγγενείας τῶν μορίων ἀδελφίξιας εἴωθεν ὀνομάζειν, ὡσεὶ καὶ ἀδελφότητας εἶπεν. ἔστι δὲ αὐτῶν τὸ κεφάλαιον ἑτέρου μορίου πεπονθότος ἐν ἄλλῳ φαίνεσθαι τὴν βλάβην ἤτοι τῆς ἐνεργείας ἢ τῆς θέσεως ἢ τοῦ σχήματος ἢ τοῦ μεγέθους. κοινὴ δὲ ἐπὶ πάντων αἰτία τάσις εἰς τὸν ἀντικείμενον τόπον· οἷον ἐκθέσεως, ἵν’ ἀπὸ τῶν προφανεστάτων ἄρξωμαι, πολλοὺς τῶν ἐπιπηδώντων τῇ τέχνῃ χωρὶς τοῦ νομίμως αὐτὴν ἐκμαθεῖν, ἐθεασάμην ἐξαίφνης συσταθέντος τινὸς μορίου καὶ τῷ τε μεγέθει βραχύ τι φαινομένου καὶ τὴν ἀρχαίαν θέσιν οὐκ ἀκριβῶς φυλάττοντος αὐτῷ τούτῳ τῷ μορίῳ προσφέροντας τὰ βοηθήματα, καίτοι μηδεμίαν ἔχοντι διάθεσιν ἰάσεως δεομένην. παραλυθέντων γοῦν τῶν κατὰ τὴν ἑτέραν γνάθον μυῶν συμβαίνει τὴν μὲν ἀντικειμένην
ἐπέδωκε, κοινὸν γὰρ τούτων πάντων ἐστὶ τῶν ἐκτάσεις τε καὶ συστολὰς ἐχόντων σωμάτων, οὐ τῶν ζώντων μόνον, ἀλλὰ καὶ τῶν ἀψύχων, οἷον ἀσκῶν τε καὶ θυλάκων καὶ πλοκάμων. ἥ τε οὖν μήτρα κατὰ τοιαύτην αἰτίαν ἀνασπᾶταί τε καὶ κατασπᾶται καὶ τῶν ἐντέρων ἔνια καὶ μύες πολλοὶ καὶ δι’ αὐτοὺς τά τε κῶλα καὶ αἱ γένυες. ἀνάλογον δέ τι τούτῳ κἀπὶ τῶν τῆς ῥάχεως παθῶν ἔμπροσθεν ἐδείκνυτο κυφώσεώς τε καὶ λορδώσεως καὶ σκολιώσεως.
101. Ἡ γὰρ φύσις τοῦ ἰσχίου τοῦ ὀστέου ταύτῃ, ᾗ καὶ ἡ κεφαλὴ καὶ ὁ αὐχὴν τοῦ μηροῦ γίνεται, ὅταν δὲ ἐξαρθρήσῃ, καταφερής τε πέφυκεν ἐπὶ τοῦ πυγαίου τὸ ἔξω μέρος ξυγκάμπτειν μέντοι δύνανται, ὅταν μὴ ὀδύνη κωλύοι.
Φύσις ὀστοῦ λεπτοῦ κατὰ τὸ ἰσχίον, ἐν ᾧ καὶ ἡ κοτύλη, πρόδηλον γὰρ ὅτι τὴν ὀπίσω τοῦ μηροῦ τῆς κεφαλῆς μετάστασιν ἐπὶ τῆς ὀπίσω χώρας ὀχεῖσθαι τῆς κοτύλης
ὀδυνᾶσθαι τὸν κάμνοντα καμπτομένης τῆς ἰγνύας· εἰς ὅσον γὰρ αὕτη κάμπτεται, περιτείνεσθαί τε καὶ περιθλᾶσθαι τῇ μύλῃ τὸν τένοντα. τεινόμενος δ’ οὗτος ἀναπέμπει τὴν τάσιν ἐπὶ τὸν μῦν αὐτὸν, ὅθεν ἀπέφυ, τὸν μέγαν ἐκεῖνον, ἐν ᾧ τὴν κεφαλὴν ἔφην ἐστηρίχθαι τοῦ μηροῦ. τοῦ χωρίου μὲν τούτου προϊόντος, ὅταν ἥ τε φλεγμονὴ παύσηται τούτου τοῦ μυὸς ὑγρότητά τέ τινα ἴσχει γλίσχραν καὶ τύλον ἐν ἑαυτῷ κτήσεται τὸ ψαῦον τοῦ ἄρθρου μέρος μυὸς, ἀνώδυνος ἡ κατ’ ἰγνύαν γίνεται καμπή. συντελεῖ δὲ εἰς τοῦτο καὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα περὶ τῶν κατὰ τὸ σκέλος μυῶν.
102. Καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς ὀρθὰ ἐπιεικέως φαίνονται καὶ οὔτε τῇ οὔτε τῇ πολὺ ἐγκεκλιμένα.
Ὅτι μήτε τελείως καὶ πάνυ σφοδρῶς μήτε παντελῶς ἐκ τῆς ἐπιεικέως δηλοῦται φωνῆς, ἀλλὰ τὸ μετρίως, εὔδηλόν ἐστι κατ’ αὐτῆς τῆς λέξεως. αὐτὸς γὰρ ἐφεξῆς ὁ Ἱπποκράτης
εἶπε καὶ οὔτε τῇ οὔτε τῇ πολὺ ἐγκεκλιμένα σαφῶς ἐνδεικνύμενος δι’ αὐτοῦ προσγράψαι τὸ πολὺ μὴ παρεῖναι τῷ σκέλει, τὸ δ’ ἐπ’ ὀλίγον ἐκτετράφθαι τε καὶ διεστράφθαι παρεῖναι. διὰ τοῦτ’ οὖν ἔφη καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς ὀρθὰ ἐπιεικῶς φαίνεσθαι, ὡς εἰ καὶ μετρίως ὀρθὰ φαίνεσθαι τὰ μόρια ταῦτ’ εἰρήκει.
103. Κατὰ δὲ τὸν βουβῶνα δοκέει τι ἡ σὰρξ λαπαρωτέρα εἶναι, ποτὶ καὶ ψαυομένη, ἅτε τοῦ ἄρθρου εἰς τὰ ἐπὶ θάτερα μέρη ὠλισθηκότος, κατὰ δὲ τὸ αὐτὸ πυγαῖον διαψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ δοκέει τι ἐξογκέειν καὶ μᾶλλον. τὰ μὲν οὖν σημήϊα ταῦτα, ᾧ ἂν ἐς τὸ ὄπισθεν ἐκπεπτώκῃ ὁ μηρός. ὅτῳ μὲν οὖν τετελειωμένῳ ἤδη ἐκπεσὼν μὴ ἐμπέσῃ, ὁδοιπορέειν μὲν δύναται, ὅταν ὁ χρόνος ἐγγένηται καὶ ἡ ὀδύνη παύσηται καὶ ἐθισθῇ τὸ ἄρθρον ἐν τῇ σαρκὶ ἐνστροφᾶσθαι. ἀναγκάζεται μέντοι ἰσχυρῶς ξυγκάμπτειν κατὰ τοὺς βουβῶνας ὁδοιπορέων διὰ δισσὰς
μηροῦ τὸ ὀστέον βραχὺ γίνεται, κακοῦται δὲ πᾶν τὸ σκέλος καὶ ἀναυξέστερον γίνεται καὶ ἀσαρκότερον πολλῷ διὰ τὸ μηδὲν προσχρέεσθαι αὐτῷ.
Εἴρηται καὶ πρόσθεν ὅτι τῇ φωνῇ χρῆται ὁ Ἱπποκράτης, ὅταν αὐξῆσαί ποτε βουληθῇ τὸ λεγόμενον. ἔστι γὰρ ὁ λόγος τοιόσδε· κατὰ βουβῶνα δοκεῖ τι ἡ σὰρξ λαπαρωτέρα θεωμένοις καὶ πολὺ μᾶλλον, εἰ ψαύσειέ τις τοῦ χωρίου. τὰ δ’ ἐφεξῆς πάντα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων ἐστὶ δῆλα.
104. Κακοῦται γὰρ τούτοισι καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον· τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται διὰ τὰ πρόσθεν εἰρημένα, διὸ οὐ δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ἐκταννύειν, οἷσιν ἂν οὕτως ἰσχίον ἐκπέσῃ. ὡς γὰρ ἐν κεφαλαίῳ εἶπε, πάντα τὰ ἐν τῷ σώματι, ὁκόσα ἐπὶ χρήσει γέγονε, χρεομένοισι μὲν μέτρια καὶ γυμναζομένοισιν
ἐν τῇσι ταλαιπωρίῃσιν ἐν ᾗσιν ἕκαστα εἴθισται, οὕτω μὲν ὑγιεινὰ καὶ αὔξημα καὶ εὔγηρα γίνεται, μὴ χρεομένοισι δὲ, ἀλλ’ ἐλινύουσι νοσηρότερα γίνεται καὶ ἀναυξέα καὶ ταχύγηρα. ἐν δὲ τούτοισιν οὐχ ἥκιστα τὰ ἄρθρα τοῦτο πέπονθε καὶ τὰ νεῦρα, ἢν μή τις αὐτοῖσι χρέηται. κακοῦται οὖν διὰ ταύτας τὰς προφάσιας μᾶλλόν τι ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ἢ ἐν τοῖσιν ἄλλοισιν. ὅλον γὰρ τὸ σκέλος ἀναυξὲς γίνεται καὶ τῇ ἀπὸ τῶν ὀστέων φύσει καὶ τῇ ἀπὸ τῶν σαρκῶν. οἱ οὖν τοιοῦτοι ὁκόταν ἀνδρωθῶσι, μετέωρον καὶ συγκεκλιμένον τὸ σκέλος ἴσχουσιν, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχέονται καὶ τῷ ξύλῳ ἀντιστηριζόμενοι οἱ μὲν ἑνὶ, οἱ δὲ δυσί.
Δῆλον ὅτι μὲν ἰσχίον εἴρηκεν ἐκπίπτειν ἀντὶ τοῦ κατ’ ἰσχίον ἄρθρου. εἴρηται γὰρ ἡμῖν πολλάκις, ὡς οἱ παλαιοὶ πάντες, οὔπω τὴν ὕστερον ἀσκηθεῖσαν εἴδεσαν ἀκριβολογίαν τε καὶ λεπτολογίαν ἐν τοῖς ὀνόμασιν, ἀλλ’ ἱκανὸν ἦν αὐτοῖς ἑρμηνεύειν, ἑνὸς μόνου στοχαζομένοις τὸ παρακολουθεῖν τοῖς
ὀπίσω τοῦ ἄρθρου θλίβεται καὶ τείνεται· καὶ διὰ τοῦτ’ ἔφην ἐν τῇ προκειμένῃ ῥήσει δύνασθαι τὸν Ἱπποκράτην καὶ τὰ κυρίως καλούμενα νεῦρα τείνεσθαι λέγειν.
105. Οἷσι δ’ ἂν ἐς τοὔμπροσθεν ἡ κεφαλὴ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δὲ τοῦτο γίνεται, οὗτοι ἐκταννύειν μὲν τὸ σκέλος δύνανται τελείως, ξυγκάμπτειν δὲ ἥκιστα οὗτοι δύνανται τὰ κατὰ τὸν βουβῶνα. πονέουσι δὲ καὶ ἢν κατὰ τὴν ἰγνύην ἀναγκάζωνται ξυγκάμπτειν, μῆκος δὲ τοῦ σκέλεος παραπλήσιον φαίνεται κατὰ μὲν τὴν πτέρνην καὶ πάνυ.
Ὅτι μὲν τὸ βάθος τῆς κοτύλης οὐκ ἴσον ἐν ἅπασι τοῖς μέρεσιν αἴτιον μέν ἐστι τοῦ κατά τινα μὲν ὀλιστάκις ἐκπίπτειν, ἐν ἄλλοις δὲ τόποις πλειστάκις ἔμπροσθεν εἴρηται. νυνὶ δὲ περὶ τῆς εἰς τὸ πρόσω γιγνομένης ὀλισθήσεως τοῦ μηροῦ διαλεγόμενος ἐναντία φησὶ πάσχειν τοὺς οὕτω διακειμένους τοῖς ὀπίσω τὴν ἐξάρθρησιν ἐσχηκόσιν. ἐκεῖνοι μὲν
ἄρκος γὰρ ὁ ποὺς ἧσσον ἐπινεύειν δύναται πρὸς τὴν γῆν. εἴρηται δ’ ἡμῖν τούτου πρόσθεν ἡ αἰτία καὶ νῦν δ’ ἐφεξῆς εἰρήσεται διὰ κεφαλαίων.
106. Ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει ἐς τοὔμπροσθεν. ὅλον δὲ τὸ σκέλος ἔχει τὴν ἰθυωρίην κατὰ τὴν φύσιν καὶ οὔτε τῇ οὔτε τῇ ῥέπει.
Τὸ μὲν ἐθέλειν αὐτὸ σημαίνει τὸ δύνασθαι, καθάπερ που καὶ παρὰ τῷ ποιητῇ·
οὐδ’ ἔθελε προρέειν.
ἐπὶ τῷ μὴ δύνασθαι λέλεκται· ποδὸς δὲ ἄκρον εἴρηκε τὸ ἀπὸ τοῦ πεδίου μέχρι τοῦ κατὰ τοὺς δακτύλους ὀνύχων τε μέρος τοῦ ποδός· συμβαίνει δ’, ὡς καὶ πρόσθεν ἐῤῥέθη, μὴ δύνασθαι καλῶς εἰς τοὐπίσω τὸ κατὰ τὸν ἀστράγαλον ἄρθρον ἐκτεταμένης τῆς ἰγνύος. ταῦτ’ οὖν καὶ νῦν ἑρμηνεῦσαι
θέλων εἶπεν· ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει εἰς τοὔμπροσθεν, ἐνδεικνύμενος ὅτι τοὺς δακτύλους, οἵπερ ἦσαν ἄκρος ποὺς οὐχ οἷόν τε εὐκόλως κατατείνειν τε καὶ κατανεύειν καὶ καταφέρειν εἰς τοὔδαφος.
107. Ὀδυνῶνται δὲ αὐτίκα οὗτοι μάλιστα καὶ οὖρον ἴσχεται τὸ πρῶτον μᾶλλόν τι ἢ τοῖσιν ἄλλοισιν ἐξαρθρήμασιν.
Αὐτὸς εἶπε τὴν αἰτίαν δι’ ἣν ταῦτα γίνεται.
108. Ἐγκέεται γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ ἐγγυτάτω τούτοισι τῶν πόνων τῶν ἐπικαίρων καὶ κατὰ μὲν τὸν βουβῶνα ἐξογκέονται καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, κατὰ δὲ τὸ πυγαῖον στολιδωδέστερον καὶ ἀσαρκότατον. ταῦτα μὲν οὖν σημήϊά ἐστι τὰ εἰρημένα, ὧν ἂν οὕτως ἐκπεπτώκῃ ὁ μηρός.
Ὠνόμασε δ’ οὕτω τὰ συγκαταφερόμενα διὰ τοῦ βουβῶνος νεῦρα τῇ τ’ ἀρτηρίᾳ καὶ τῇ φλεβί. κέκληκε δὲ ἐπίκαιρα ταῦτα τὰ νεῦρα, καθότι καὶ πρόσθεν ἐμάθομεν, ὅσοι μεγάλην οὕτως ἔχει δύναμιν αὐτὸν ὀνομάζειν. ἔχει δὲ ταῦτα μεγάλην δύναμιν ἐγγυτάτω τοῦ τε νωτιαίου κείμενα καὶ κατ’ ἐκεῖνα τὰ μέρη τὴν ἔκφυσιν αὐτῶν λαμβάνοντα, καθ’ ἃ καὶ εἰς τὴν κύστιν ἀποφύεται νεῦρα, διὸ καὶ ἡ συμπάθεια τῆς κύστεως ἀκολουθεῖ τοῖς τοιούτοις ἐξαρθρήμασι φλεγμαινούσης τε καὶ ἀδυνατούσης ἐκκρίνειν τὸ οὖρον. ἴσως δ’ ἄν ποτε καὶ διὰ μέγεθος φλεγμονῆς ἐν τῷ τραχήλῳ τῆς κύστεως γενόμενον, ἔνθα καὶ ὁ μῦς ἐστιν ὁ σφίγγων αὐτὸν ἐπισχεθῇ τὰ οὖρα τὴν κατὰ τὸν πόρον χώραν τῶν φλεγμαινόντων μορίων καταλαμβανόντων τε καὶ ἀποφραττόντων.
109. Ὁκόσοισι μὲν οὖν ἂν ἤδη ἠνδρωμένοισι τοῦτο τὸ ἄρθρον ἐκπεσὸν μὴ ἐμπέσῃ, οὗτοι ὁκόταν αὐτοῖσιν ἡ ὀδύνη παύσηται καὶ τὸ ἄρθρον ἐθισθείη ἐν τῷ χωρίῳ
τούτῳ στρωφᾶσθαι, ἵνα ἐξέπεσεν, οὗτοι δύνανται σχεδὸν εὐθὺς ὀρθοὶ ὁδοιπορέειν ἄνευ ξύλου καὶ πάνυ μέντοι εὐθέες, ἐπὶ δὲ τὸ σιναρὸν, ἅτε οὔτε κατὰ τὸν βουβῶνα εὔκαμπτοι ἐόντες οὔτε κατὰ τὴν ἰγνύην. διὰ γοῦν τοῦ βουβῶνος τὴν ἀκαμπίην εὐθυτέρῳ ὅλῳ τῷ σκέλει ἐν τῇ ὁδοιπορίῃ χρέονται ἢ ὅτε ὑγίαινον.
Τὸ μὲν αὐτίκα, τουτέστι παραχρῆμα, κατὰ τὸν τῆς ἐκπτώσεως καιρὸν ὀδυνᾶσθαί τε αὐτοὺς εἶπε καὶ οὔρων ἐπίσχεσιν γίγνεσθαι. τοῦ μέντοι χρόνου προϊόντος, ὅταν ταῦτα παύσηται, βαδίζειν δύνασθαι· διὰ τί δὲ ταῦτα πέπαυται, καίτοι κατὰ τὴν αὐτὴν χώραν μενούσης τῆς κεφαλῆς τοῦ μηροῦ καὶ θλιβούσης τε καὶ τεινούσης ὁμοίως τὰ νεῦρα διδάξει τε διὰ τοῦ προσθεῖναι τῇ λέξει τὸ ἐθισθείη ἐν τῷ χωρίῳ στροφᾶσθαι, ἕνα ἐξέπεσεν. εἰς γὰρ τὸν ἐθισμὸν ἀναφέρειν φαίνεται τοῦ γινομένου τὴν αἰτίαν, ἐπειδὴ τά τε θλιβόμενα πρός τινων ἐν τῷ χρόνῳ τυλουμένων ῥᾷον αὐτῶν ἀνέχεται καὶ τὰ τεινόμενα κατὰ τὸν αὐτὸν χρόνον, ὅταν ἐθισθῇ τοῦτο πάσχειν, ἀνιώμενα παύεται. διὰ τί δ’ ὀρθοὶ
δύνανται βαδίζειν ἄνευ ξύλου κατὰ τὴν ἐχομένην ῥῆσιν αὐτὸς ἐδίδαξε· κεφάλαιον δ’ ἐστὶ τοῦ λόγου τό τε κατὰ τὴν εὐθυωρίαν φυλάττεσθαι τὸ σκέλος καὶ τὸ μηδέτερον κάμπτεσθαι τῶν ἄρθρων, μήτε τὸ κατὰ βουβῶνα, μήτε τὸ κατὰ γόνυ.
110. Καὶ σύρουσι δὲ ἐνίοτε πρὸς τὴν γῆν τὸν πόδα, ἅτε οὐ ῥηϊδίως ξυγκάμπτοντες τὰ ἄνω ἄρθρα καὶ ἅτε παντὶ βαίνοντες τῷ ποδί. οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ τῷ ἔμπροσθεν.
Τὰ ἄνω ἄρθρα λέγει τό τε κατ’ ἰγνύαν καὶ τὸ κατὰ βουβῶνα. τέτταρα δ’ ἐστὶν ἄρθρα τὰ πρὸς τὸ βαδίζειν ὑπηρετοῦντα, τὸ κατὰ βουβῶνα, τὸ κατ’ ἰγνύαν, τὸ κατ’ ἀστράγαλον, τὸ κατὰ τοὺς δακτύλους. ὡς ἓν γὰρ ἀριθμῷ τοῦτο, κἂν ᾖ πολλὰ, διὰ τὸ τῆς χρείας τε καὶ τῆς ἐνεργείας κοινόν. τοῦτο μὲν οὖν τὸ ἄρθρον ὀλίγον τι συντελεῖ, τὸ
ὡς ἂν μικρότερον ἔχοντες τὸ σκέλος οὐκ ἐχρῶντο τῇ πτέρνῃ βαδίζοντες, ἀλλ’ ἤρκει μόνον αὐτοῖς εἰς τοῦτο τοῦ ποδὸς τὸ στῆθος, ὅπερ ἔφην ὑπὸ τῶν ἀνατομικῶν ὀνομάζεσθαι πεδίον. ἀλλ’ οἷς γε εἰς τὸ πρόσω τὸ κατ’ ἰσχίον ἄρθρον ἐξέπεσεν, ὡς ἂν τὴν πτέρναν ἐπὶ τῆς γῆς ἑδράζοντες διὰ τὸ μὴ δύνασθαι τῷ κατὰ τοὺς δακτύλους μέρει τοῦ ποδὸς ἐπιβαίνειν, ὧν ὑστέρῳ χρῶνται τῷ πρόσω κατ’ ἐκεῖνον τὸν καιρὸν, ἡνίκα ἤδη μέλλωσι στηριχθέντες ἐπὶ τοῦ πεπονθότος σκέλους ἐπιχειρεῖν τὸ ἕτερον μεταφέρειν.
111. Εἰ δέ γε ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ πτερνοβάται ἦσαν. καὶ γὰρ οἱ ὑγιαίνοντες, ὅσῳ ἂν μεῖζον προβαίνοντες ὁδοιπορέωσι, τοσούτῳ μᾶλλον πτερνοβάται εἰσὶ τιθέντες τὸν πόδα, αἴροντες δὲ τὸν ἐναντίον.
Ὅτι μὲν οἱ μέγα προβαίνοντες τὴν πτέρναν ἐπὶ τῆς γῆς στηρίζουσιν, εἴρηταί μοι πρόσθεν ἐναργῶς τε φαίνεται.
οὐδὲν δὲ ἧττον φαίνεται καὶ τὸ μὴ προβαίνειν μέγα πάντως, ὅσοι δύνανται κάμπτειν τὰ ἄνω ἄρθρα δι’ ἡντινοῦν αἰτίαν. πάσχουσι δὲ τοῦτο τὴν ταλαιπωρίαν οὐ φέροντες, ἣν ἐν τῷ μεταφέρειν ἀποτεταμένον τὸ σκέλος ἴσχουσιν· ὡς ἄλλο δ’ οὐδέν ἐστι τὸ κωλύον αὐτοὺς μέγιστον προβαίνειν ἐστηριγμένου τηνικαῦτα τοῦ ὑγιοῦς σκέλους, καὶ προελόμενοί γε πρᾶξαι τοῦτο, δύνανται ποιεῖν αὐτὸ μετὰ καμάτου, ὥστε ἄμεινον ἦν ἴσως οὕτως ἑρμηνεύεσθαι τὸν λόγον· οἷς ἐξέπεσε τὸ κατ’ ἰσχίον ἄρθρον πρόσω, τούτοις κατὰ τὰς ὁδοιπορίας ὑπάρχει μηδὲν ἧττον τοῦ πεδίου τε καὶ τῶν δακτύλων τῇ πτέρνῃ χρῆσθαι. εἰ δ’ ὑπέμενον μέγα διαβαίνειν τῷ πεπονθότι σκέλει, κἂν πάνυ πτερνοβάται ἦσαν· ἀλλὰ γὰρ οὐ τολμῶσι πράττειν οὕτω, διότι ταλαιπωροῦνται μόγις μεταφέροντες ἄκαμπτόν γε τὸ σκέλος.
112. Ὁκόσοισι δὲ δὴ οὕτως ἐκπέπτωκε καὶ ἔτι μᾶλλον τῇ πτέρνῃ προσεγχρίπτουσιν ἢ τὸ ἔμπροσθεν.
Τὸ ἐγχρίπτειν εἴωθε λέγειν ἐπὶ τῶν ἐρειδόντων ἄλληλα, καὶ τοῦτο γοῦν σημαινόμενον ὅτε συνεβούλευε διαπλάττειν τὰ κατάγματα διιστάντα πρότερον ἀπ’ ἀλλήλων τῇ τάσει τὰ κατεαγότα, οὕτως ἔφη ῥᾷον γίγνεσθαι τὴν ἐπανόρθωσιν αὐτῶν ἢ εἴ τις ἐγχρίπτοντα πρὸς ἄλληλα συνάγοι τὰ ὀστέα. σαφῶς οὖν καὶ κατὰ τὴν νῦν προκειμένην ῥῆσιν ἐδήλωσεν ὃ μικρὸν ἔμπροσθεν εἶπεν. οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ τὸ ἔμπροσθεν. ὅτι σαφέστερον ἂν εἴρητο καὶ κάλλιον, εἴ τις αὐτὸ κατὰ τήνδε τὴν λέξιν ἡρμήνευσεν· οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ τὸ ἔμπροσθεν, ἀλλ’ ἔτι μᾶλλον· οὐ μὴν ἐκεῖ γε προσέθηκε τὸ ἔτι καὶ μᾶλλον.
113. Τὸ γὰρ ἔμπροσθεν τοῦ ποδὸς ὅταν ἐκτεταμένον ἔῃ τὸ ἄλλο σκέλος, οὐχ ὁμοίως δύναται ἐς τὸ πρόσω καμπυλέεσθαι, ὥσπερ ὅταν ξυγκεκαμμένον ἔῃ τὸ σκέλος, οὔτ’ αὖ σιμοῦσθαι δύναται ὁ ποὺς ξυγκεκλιμένου τοῦ σκέλεος, ὡς ὅταν
ἐκτεταμένον ἔῃ τὸ σκέλος. ὑγιαίνουσά τε οὖν ἡ φύσις οὕτω πέφυκεν, ὥσπερ εἴρηται. ὅταν δὲ ἐκπεσὸν μὴ ἐμπέσῃ τὸ ἄρθρον, οὕτως ὁδοιπορέουσιν, ὡς εἴρηται, διὰ τὰς προφάσιας ταύτας τὰς εἰρημένας, ἀσαρκότερον μέντοι τὸ σκέλος τοῦ ἑτέρου γίνεται, κατά τε τὸ πυγαῖον κατά τε τὴν γαστροκνημίην καὶ κατὰ τὴν ὄπισθεν ἴξιν. οἷσι δ’ ἂν νηπίοισιν ἔτι ἐοῦσι τὸ ἄρθρον οὕτως ὀλισθάνον μὴ ἐμπέσῃ ἢ καὶ ἐκ γενεῆς οὕτω γένηται καὶ τούτοισι τὸ τοῦ μηροῦ ὀστέον μᾶλλόν τι μινύθει ἢ τὰ τῆς κνήμης καὶ τὰ τοῦ ποδός.
Τὸ κατὰ τὸ πεδίον τε καὶ τοὺς δακτύλους μέρος τοῦ ποδὸς, ὅπερ ἔμπροσθεν εἶπον, αὐτὸ πρὸς τὴν γῆν ἐπινεύειν ἀδύνατόν ἐστι τῆς ἰγνύας ἐκτεταμένης. ὠνόμασε δὲ τὸ σχῆμα τοῦτο τοῦ ποδὸς καμπύλεσθαι διὰ τὸ μήτ’ ἔκτασιν εἰθίσθαι λέγεσθαι μήτε κάμψιν ἐπὶ τοῦ κατ’ ἀστράγαλον ἄρθρου, καθάπερ ἐπὶ τῆς ἰγνύας τε καὶ τοῦ βουβῶνος. ὅταν μὲν οὖν οἱ πρόσθιοι μύες ἀνατείνωσι τὸν ταρσὸν εἰθισμένον
μὲν ταύτης εἰθίσθαι τὸν πόδα λέγειν. ἐπὶ δὲ τῆς ἐναντίας οὐδέν ἐστιν ἅπασι σύμφωνον ὄνομα. βλάπτεται δ’ οὐδὲν ἡ τῶν πραγμάτων γνῶσις ἐκ τῆς τῶν ὀνομάτων διαφωνίας. ἐγὼ γὰρ νομίζω, σαφῶς ἑκάτερον ἐδήλωσα διὰ τοῦ λόγου χωρὶς τῶν διαπεφωνημένων ὀνομάτων.
114. Ἤκιστα μὲν ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ὁ μηρὸς μειοῦται. μινύθουσι μέντοι αἱ σάρκες πάντῃ, μάλιστα δὲ κατὰ τὴν ὄπισθεν ἴξιν, ὥσπερ ἤδη καὶ πρόσθεν εἴρηται. ὅσοι μὲν οὖν ἂν τιθηνηθῶσιν ὀρθῶς, οὗτοι μὲν δύνανται προσχρέεσθαι τῷ σκέλεϊ αὐξανόμενοι βραχυτέρῳ μέν τινι τοῦ ἑτέρου ἐόντι, ὅμως δὲ ἐρειδόμενοι ξύλῳ ἐπὶ ταῦτα, ᾗ τὸ σιναρὸν σκέλος· οὐ γὰρ κάρτα δύνανται ἄνευ τῆς πτέρνης τῷ στήθει τοῦ ποδὸς χρέεσθαι ἐπικαθιέντες, ὥσπερ ἐν ἑτέροις χωλεύμασιν ἔνιοι δύνανται. αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὸ ὀλίγῳ πρόσθεν εἰρημένον,
διὰ οὖν τοῦτο προσδέονται ξύλου. ὅσοι δ’ ἂν καταμεληθῶσι καὶ μηδὲν χρέονται ἐπὶ τὴν γῆν τῷ σκέλεϊ, ἀλλὰ μετέωρον ἔχουσι, τούτοισι μινύθουσι μὲν τὰ ὀστέα ἐς αὔξησιν μᾶλλον ἢ τοῖσι χρεομένοισι, μινύθουσι δὲ καὶ αἱ σάρκες πολὺ μᾶλλον ἢ τοῖσι χρεομένοισι. κατὰ δὲ τὰ ἄρθρα ἐς τὸ εὐθὺ πηροῦται τούτοισι τὸ σκέλος, μᾶλλόν τι ἢ οἷσιν ἄλλως ἐκπεπτώκῃ.
Ἔνιοι τῶν ἐξηγουμένων τὰς τοιαύτας λέξεις οὕτως ἐοίκασιν ἐμπείρως ἔχειν αὐτῶν, ὥστε τὸ μὲν ἥκιστα σημαίνειν νομίζουσιν οὐδ’ ὅλως, τὸ δ’ οὐχ ἥκιστα μάλιστα. οὗτοι δ’ ἂν νομίσαιεν ὑφ’ Ἱπποκράτους εἰρῆσθαι, τοῖς οὕτω παθοῦσι μηδ’ ὅλως μειοῦσθαι τὸν μηρόν· ἀλλὰ φαίνεταί γε μειούμενος, οὐ μὴν ὥσπερ ἐπὶ ταῖς ἄλλαις ἐκπτώσεσιν, ὅτι μετριωτέρας ἐκείνων ἔχει τὰς μειούσας αἰτίας. ἐλέχθησαν δὲ εἶναι δύο, διαστροφή τε τῶν ὀργάνων καὶ βλάβη τῶν ἐνεργειῶν, δι’ ἣν ὀλίγα χρῶνται τῷ σκέλει· ἀλλ’ ἐν τούτῳ τῷ παθήματι
πρὸς τῷ μὴ διεστράφθαι μεγάλως οὐδ’ ἡ τῆς ἐνεργείας βλάβη σφόδρα τὸ σκέλος γίγνεται.
115. Ὡς μὲν οὖν ἐν κεφαλαίῳ εἰρέεσθαι τὰ ἄρθρα τὰ ἐκπίπτοντα καὶ τὰ ὀλισθαίνοντα ἀνίσως αὐτὰ ἑωυτοῖσιν ἐκπίπτει καὶ ὀλισθαίνει, ἄλλοτε μὲν πολὺ πλείονα, ἄλλοτε δὲ πολὺ ἐλάσσονα. καὶ οἷσι μὲν ἂν πολὺ πλεῖον ὀλισθῇ ἢ ἐκπέσῃ, χαλεπώτερα ἐμβάλλειν τὸ ἐπίπαν ἐστί· καὶ ἢν μὴ ἐμβιβασθῇ, μείζους καὶ ἐπιδηλοτέρας τὰς πηρώσιας καὶ κακώσιας ἴσχει τὰ τοιαῦτα τῶν ὀστέων καὶ σαρκῶν καὶ σχημάτων. ὅταν δὲ μεῖον ἐμπέσῃ καὶ ὀλισθῇ, ῥηΐδιον μὲν ἐμβάλλειν τὰ τοιαῦτα τῶν ὀστέων γίνεται· ἢν δὲ καταπορηθῇ ἢ ἀμεληθῇ ἐμπεσεῖν, μείους καὶ ἀσινέστεραι αἱ πηρώσιες γίνονται τούτοισιν ἢ οἷσιν ὀλίγῳ πρόσθεν εἴρηται. τὰ μὲν οὖν ἄλλα ἄρθρα καὶ πάνυ πολὺ διαφέρει ἐς τὸ, ὅτε μὲν μεῖον, ὅτε δὲ μεῖζον τὸ ὀλίσθημα ποιέεσθαι. μηροῦ δὲ καὶ βραχίονος κεφαλαὶ παρὰ πλησιότητα
ὀλισθαίνουσιν αὐτὴ ἑωυτῇ ἑκατέρη. ἅτε γὰρ στρογγύλαι μὲν αἱ κεφαλαὶ ἐοῦσαι ἁπλὴν τὴν στρογγύλωσιν καὶ φαλακρὴν ἔχουσι. κυκλοτερέες δὲ αἱ κοιλίαι ἐοῦσαι αἱ δεχόμεναι τὰς κεφαλὰς, ἁρμόζουσαι δὲ τῇσι κεφαλῇσι. διὰ τοῦτο οὐκ ἔστιν αὐτῇσι τὸ ἥμισυ ἐκστῆναι τοῦ ἄρθρου. ὀλισθαίνοι γὰρ ἂν διὰ τὴν περιφερίην ἢ ἐς τὸ ἔξω ἢ ἐς τὸ εἴσω. περὶ οὗ νῦν ὁ λόγος ἐστὶν, ἐκπίπτουσι τελέως ἤδη, ἐπεὶ ἄλλως γε οὐκ ἐκπίπτουσιν. ὅμως δὲ καὶ ταῦτα ὅτε μὲν πλείω ἀποπηδᾷ ἀπὸ τῆς φύσεως, ὅτε δὲ ἔλασσον, μᾶλλον δέ τι μηρὸς τοῦ βραχίονος πέπονθεν.
Οὐ ταύτης μόνης τῆς ῥήσεως, ἀλλὰ καὶ τῶν ἐφεξῆς ἁπασῶν ἕν ἐστι κεφάλαιον κοινὸν ἀλλήλων διαφέρειν τὰς ἐξαρθρήσεις, οὐ σμικρὰν διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. ἔνιαι μὲν γὰρ ἐπὶ πολὺ τοῦ κατὰ φύσιν, ἔνιαι δ’ ἐπ’ ὀλίγον ἀφίστανται μᾶλλον καὶ ἧττον ἑκάτεραι τοῦτο πάσχουσαι. περὶ μὲν οὖν τῶν ἄλλων ἄρθρων εὔδηλόν ἐστιν, οἷον τοῦ τε κατ’ ἀγκῶνα καὶ καρπὸν καὶ κνήμην καὶ πόδα
καὶ δακτύλους. ἐπὶ δὲ τοῦ κατ’ ὦμον καὶ ἰσχίον ἐπιδεικνύει, μὴ δυνάμενον γενέσθαι τὸ καλούμενον παράρθρημα διὰ τὸ τὰς κεφαλὰς τῶν ἄρθρων σφαιροειδεῖς οὔσας ἐμβαίνειν κοιλότησιν ὀφρῦς ἐχούσας κυκλοτερεῖς, ἐφ’ ὧν ἀδύνατόν ἐστι διαμένειν τὰς κεφαλάς. ἐξ ἀνάγκης γὰρ εὐθέως, εἴ τισι τὰς κοιλότητας ἐμπίπτουσιν ἐκτὸς αὐτῶν ὀλισθαίνουσιν· ἀλλ’ ὅμως φησὶ κἀπὶ τούτων ἐνίοτε μὲν ἀξιόλογον, ἐνίοτε δ’ ὀλίγιστον ἀφίστασθαι τὰς κεφαλὰς τοῦ κατὰ φύσιν. εὔδηλον δ’ ὅτι τοῦ τε βραχυτάτου καὶ τοῦ πλείστου τὸ μεταξὺ διαφορὰς ἔχει κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ὀλίγας.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΤΟ ΠΕΡΙ ΑΡΘΡΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ ΤΕΤΑΡΤΟΝ.
1. Περὶ ἔνια καὶ τῶν ἐκ γενεῆς γινομένων ὀλισθημάτων, ἢν μικρὸν ὀλισθῇ, οἷά τε ἐς τὴν φύσιν ἄγεσθαι καὶ μάλιστα παρὰ τὰ τοῦ ποδὸς ἄρθρα.
Ἐκ γενεῆς ἔνιοι μὲν οὖν ἐπὶ τῶν συγγενομένων εἰρῆσθαί φασιν, ἔνιοι δ’ ἐπὶ τῶν οὐ μετὰ πολὺν χρόνον τοῦ γεννηθῆναι. τούτοις μὲν οὖν μαρτυρεῖ τὰ εἰρημένα
ἐφεξῆς καὶ προφανῶς ἁμαρτάνουσιν οἱ περὶ μόνων τῶν γεννηθέντων ἀκούοντες· ἄμεινον γὰρ ἐπ’ ἀμφοτέρων ἡγεῖσθαι λελέχθαι τὸν λόγον. ὅτι δὲ τοῖς ἑτέροις μαρτυρεῖ τὰ ἐφεξῆς εἰρημένα μικρὸν ὕστερον ἐπιδείξομεν, ὅταν ἐκείνην ἐξηγώμεθα τὴν ῥῆσιν.
2. Ὁκόσοι ἐκ γενεῆς κυλλοὶ γίνονται.
Τὴν ἐπὶ τὰ ἔξω διαστροφὴν τοῦ σκέλους αὐτὸς ἔμπροσθεν ὠνόμασε κύλλωσιν, ἐφ’ ἧς ἔφη συμβαίνειν ῥέπειν ἔσω τὸν πόδα. ἄρθρα δὲ ποδὸς εἶπεν, ἐπειδὴ πλείω τὸν ἀριθμόν εἰσι γιγνόμενα μὲν ἅπαντα κατὰ τὰς κατὰ τὸν ἀστράγαλον διαρθρώσεις, οὐ μὴν ἑνὸς ὀστοῦ τὴν διάρθρωσιν ἔσχετο πρὸς αὐτόν· ἡ μὲν γὰρ περόνη κατὰ τὸ ἔξω μέρος, ἡ δὲ κνήμη κατὰ τὸ ἔνδον ἑκατέρα μεγάλαις ἀποφύσεσιν αὐτὸν περιλαμβάνει, τὸ δὲ πρόσω μέρος αὐτοῦ περιφερὲς ὂν, οἷον κεφαλήν τινα ἔχει πεφυκυῖαν ἐπ’ αὐχένι περιλαμβανομένην
ὑπὸ κοιλότητος ὀστοῦ τοῦ καλουμένου σκαφοειδοῦς καὶ κατὰ ταύτην γε μάλιστα τὴν διάρθρωσιν ἀνατείνεσθαί τε σιμουμένῳ τῷ ποδὶ καὶ πρὸς τὴν ὀπίσω χώραν ἀπάγεσθαι συμβαίνει· καὶ μὴν κἀκ τῶν κάτω μὲν ὁ ἀστράγαλος πρὸς τὴν πτέρναν διαρθροῦται, καθ’ ὃν εἴρηται τρόπον ἐν τῷ περὶ ὀστῶν ὑπομνήματι καὶ γεγυμνάσθαι συνεβούλευσα τὸν μέλλοντα ταῖσδε ταῖς ἐξηγήσεσιν ὁμιλέειν. ἀλλ’ αἵ γε κυλλώσεις τοῦ ποδὸς μάλιστα γίνονται πρὸς τὴν ἔξω χώραν ἀφικνουμένης τῆς κνήμης ὡς αἰωρεῖσθαί τε καὶ ἀστήρικτον κρέμασθαι τὴν κάτω τῆς περόνης ἐπίφυσιν, ἣ περιλαμβάνει τὸν ἀστράγαλον ἔξωθεν.
3. Τὰ πλεῖστα τούτων ἰήσιμά ἐστιν, ἢν μὴ πάνυ ἡ ἔκκλισις εἴη ἢ καὶ προαυξέων γεγονότων ἤδη παιδίων ξυμβῇ· ἄριστον μὲν οὖν ὡς τάχιστα ἰητρεύειν τὰ τοιαῦτα πρὶν πάνυ μεγάλην τὴν ἔνδειαν τῶν ὀστέων ἐν τῷ ποδὶ γενέσθαι, πρίν τε πάνυ μεγάλην τὴν ἔνδειαν τῶν σαρκῶν τῶν κατὰ τὴν κνήμην εἶναι.
Προαυξέων λέγει τῶν ἐπὶ πλέον ηὐξημένων, ὧν οὐχ ὁμοίως ἐστὶν ἀνάπλαστος τῶν ὀστῶν οὐσία, καθάπερ τῶν βρεφῶν διὰ μαλακότητα· πρόδηλον ἐκ τοῦδε περὶ τῶν ἤδη γεγονότων αὐτὸν διαλέγεσθαι· εἰ δὲ καὶ περὶ τῶν ἔτι κυουμένων οὐχ ὁμοίως δῆλον, ἀλλὰ πολλάκις τε διὰ τῶν ἔμπροσθεν ἐμνημόνευσε καὶ τοῖς κυουμένοις ἐξαρθρήματα γίγνεσθαι.
4. Τρόπος μὲν οὖν κυλλώσιος οὐχ εἷς, ἀλλὰ πλείονες. τὰ πλεῖστα μὲν οὐκ ἐξηρθρηκότα παντάπασιν, ἀλλὰ δι’ ἔθος σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς κεκυλλωμένα.
Ὡς τὸ πολὺ μὲν ἐπὶ τῶν καθ’ ἕκαστον διαφερόντων, ὑπὲρ οὗπερ ἂν ἑκάστοτε τύχῃ διαλεγόμενος, εἴωθεν ἐπιφέρειν τρόπος ὄνομα. δύναταί γε μὴν νῦν καὶ περὶ τῆς γενέσεως τῶν κυλλωμάτων λέγειν, ὅτι κατὰ πολλοὺς γίνεται τρόπους· καὶ γὰρ τὸ ἐπιφερόμενον ἀμφοτέροις μαρτυρεῖ
λέγοντος αὐτοῦ, τὰ πλεῖστα μὲν οὐκ ἐξηρθρηκότα παντάπασιν, ἀλλὰ δι’ ἔθος σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς κεκυλλωμένα. ἐκ μὲν γὰρ τοῦ φάναι, μὴ ἐξηρθρηκότα τελέως ἕνα τινὰ τρόπον ἐδήλωσε τοῦ πάθους. ἐκ δὲ τοῦ δι’ ἔθος σχήματος ἁπαλά τε ὄντα καὶ οἷον κηροειδῆ τὰ τῶν βρεφῶν ὀστᾶ διαστρέφεσθαι μοχθηρῶς ὑπὸ τῶν τροφῶν σχηματιζόμενα κατατιθεμένων ἐν τοῖς λίχνοις παρεστραμμένα πως ἢ καὶ περιηγμένα πλέοσιν ἐπιβλήμασιν ἢ θλώμενα πρός τινων, ὑφ’ ὧν ἁπάντων αἱ διαστροφαὶ γίνονται.
5. Προσέχειν δὲ τῇ ἰητρείῃ. τοῖσι δὲ χρὴ ἀπωθέειν μὲν καὶ κατορθοῦν τῆς κνήμης τὸ κατὰ τὸ σφυρὸν ὀστέον τὸ ἔξωθεν ἐς τὸ εἴσω μέρος, ἀντωθέειν δὲ ἐς τὸ ἕξω μέρος τὸ τῆς περόνης, τὸ κατ’ αὐτὴν τὴν ἴξιν, ὅπως ἀλλήλοις ἀπαντήσῃ τὰ ὀστέα τὰ ἐξίσχοντα, κατὰ μέσον δὲ καὶ πλάγιον τὸν πόδα. τοὺς δ’ αὖ δακτύλους ἀθρόους ξὺν
τῷ μεγάλῳ δακτύλῳ ἐς τὸ εἴσω μέρος ἐγκλίνειν καὶ περιαναγκάζειν οὕτως.
Αὐτὸς ἐν τῷ περὶ ἀγμῶν εἶπεν· ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, πῇ μὲν συχνῷ λεπτότερον τὸ ἕτερον τοῦ ἑτέρου, πῇ δὲ οὐ πολλῷ λεπτότερον, ἀλλὰ τοῖς τε μετ’ αὐτὸν εἰθίσθη τὸ ἔξωθεν ὀνομάζειν περόνην. ταύτην οὖν ὠθεῖν ἔσω κελεύει καὶ τοῦτο πράττοντα τὴν πτέρναν ἀντωθεῖν ἐκτὸς καὶ μάλιστα αὐτῆς τὸ κατὰ τὴν ἴξιν, ὅπερ δηλοῖ τὴν εὐθυωρίαν, ὡς πρὸς τὴν κνήμην δηλονότι τὴν ἐν τῷ κατὰ φύσιν ἐπικειμένην αὐτῇ. πολλάκις δ’ ἔμπροσθεν ἤδη περὶ τοιούτου τρόπου τῆς ἐμβολῆς εἶπεν ἁπάντων ὄντων κοινοῦ. χρὴ γὰρ τὸ μὲν ἐξέχοντος τοῦ κατὰ φύσιν εἰς τὴν ἀρχαίαν χώραν ἐπαναγαγεῖν, ὅπως ἀλλήλοις ἀπαντήσῃ τὰ ὀστᾶ. τὰ δ’ ἐφεξῆς εἰρημένα περὶ τῆς διαπλάσεως αὐτῶν ἱκανῶς ἐστι σαφῆ τοῖς μεμνημένοις ὧν τ’ ἔμπροσθεν εἰς τοῦτο τὸ βιβλίον εἴπομεν ἐξηγούμενοι καὶ ὧν ἔτι τούτου πρότερον εἰς
τὸ περὶ ἀγμῶν. εἰ δέ τι παρεμπίπτοι δοκοῦν ἀσαφέστερον εἰρῆσθαι, περὶ μόνου τούτου ποιήσομαι τὸν λόγον.
6. Ἐπιδεῖν δὲ κηρωτῇ ἐῤῥητινωμένῃ εὖ καὶ σπλήνεσι καὶ ὀθονίοισι μαλθακοῖσι, μὴ ὀλίγοισι μηδὲ ἄγαν πιέζοντα.
Τοῖς διαπλασσομένοις μέρεσιν ἐπιτήδειός ἐστι τὴν ῥητίνην ἔχουσα κηρωτὴ, διότι συνέχεται μᾶλλον τῷ δέρματι καὶ τὰ ὀθόνια καὶ ξηραίνεται μᾶλλον τὰ σώματα. ἐκ μὲν οὖν τοῦ συνέχεσθαι τὸ φυλάττεσθαι τὴν διάπλασιν ἀμετακίνητον ὑπάρξει τοῖς θεραπευομένοις μορίοις, ἐκ δὲ τοῦ ξηραίνεσθαι τὸ πήγνυσθαί τε καὶ κρατύνεσθαι. τοῦτο δ’ αὐτὸ μόνιμον αὐτοῖς φυλάξει τὴν διάπλασιν. ὀθονίοις δὲ χρῆσθαι κελεύει μαλθακοῖς μὲν διὰ τὴν μαλθακότητα τῶν σωμάτων, ἣν ἐκ τῆς ἡλικίας ἔχει τὰ βρέφη. περιβεβλημένοις δὲ ἀτρέμα φυλαττόμενος τὴν ἐκ τῆς βιαίας περιβολῆς θλῖψιν αὐτῶν καὶ μάλισθ’ ὅταν ἐπὶ μαλακῶν
γίνωνται σωμάτων. ὅτι δὲ ἧττον πιέζεσθαι κελεύει, διὰ τοῦτο πλέοσι χρῆσθαι τοῖς ὀθονίοις ἀξιοῖ· τὴν γὰρ ἀσφάλειαν τῆς ἐπιδέσεως ἔφασκεν ἢ πίεσιν ἢ πλῆθος τῶν ὀθονίων γίγνεσθαι.
7. Οὕτω δὲ τὰς περιαγωγὰς ποιέεσθαι τῆς ἐπιδέσιος, ὥσπερ καὶ τῇσι χερσὶν ἡ κατόρθωσις ἦν τοῦ ποδὸς, ὅκως ὁ ποὺς ὀλίγον μᾶλλον ἐς τὸ βλαισσὸν ῥέπων φαίνηται.
Καὶ τοῦτο κοινὸν ἁπάσης ἐπανορθώσεως ἄρθρων τε καὶ καταγμάτων ἐστὶ παράγγελμα πολλάκις ὑπ’ αὐτοῦ παρῃνημένον. οὐ βούλεται γὰρ ἐν ταῖς ἐπανορθώσεσι τὰ διαπλαττόμενα πρὸς τὸ κατὰ φύσιν ἀκριβῶς ἀχθέντα καταλιπεῖν αὐτόθι. κελεύει μὲν περιβάλλειν ὀλίγον ὅτι ὡς ἐκ τούτου τὴν πολυχρόνιον αὐτῶν ῥοπὴν ἐπὶ τὴν διαστροφὴν ἀντισπῶντες ἐν τῷ μέσῳ καταστήσωμεν, ὅπερ ἦν τὸ κατὰ φύσιν ἀκριβῶς. εἰ γὰρ ἐν τούτῳ διαπλάττοντες καταλείπομεν,
ἐπὶ τὴν πολυχρόνιον διαστροφὴν ὑποῤῥεῖ τὰ μόρια. δῆλον δ’ ὅτι καὶ τοῦτο παράγγελμα ἐν τῷ γενικωτάτῳ πάντων ὑποπέπτωκε θεραπευτικῷ σκοπῷ, καθ’ ὃν ἔφασκε τὰ ἐναντία τῶν ἐναντίων ἰήματα εἶναι, μήτε τὰ κατεψυγμένα θερμαινόντων ἡμῶν τῇ μετρίᾳ θερμασίᾳ, μήτε τὰ θερμαινόμενα μετρίως ψυχόντων, ἀλλ’ εἰς τοσοῦτον ἐπέκεινα τῆς μεσότητος εἰς τἀναντία προχωρούντων, ὅσον ἀπεχώρησεν αὐτῆς τὸ πάθος ἐπὶ θάτερον· καὶ νῦν οὖν ἐπεὶ μὲν πάθος ᾖ ἡ κύλλωσις ἐναντία βλαισσώσει διὰ πάντων τῷ λόγῳ, τὸ κῶλον ὁ Ἱπποκράτης πρὸς τὸ βλαισσὸν ἀξιοῖ ῥέπειν ἐπέκεινα δηλονότι τῶν κατὰ φύσιν ἀκριβῶς ὄντων.
8. Ἴχνος δέ τι ποιέεσθαι ἢ δέρματος μὴ ἄγαν σκληροῦ μολυβδίνου.
Καὶ τοῦθ’ ἕνεκα τοῦ μονίμου τῆς ἐπιδέσεως ἐπιτεχνᾶται. διὰ τοῦτο δ’ οὖν καὶ προσκαταδεῖν αὐτὸ κελεύει τῇ
ἐπιδέσει πάντων ὕστατον, ὅπως ἐκείνην τε συνέχῃ πᾶσαν αὐτόν τε μὴ θλίβῃ τὸν χρῶτα. τοῦτο δὲ ἐδήλωσε τῇ προκειμένῃ ῥήσει γράψας ἐφεξῆς τήνδε.
9. Προσεπιδεῖν δὲ μὴ πρὸς τὸν χρῶτα τιθέντα, ἀλλ’ ὅταν ἤδη τοῖσιν ὑστάτοισιν ὀθονίοισι μέλλῃς ἐπιδέειν. Ὅταν δὲ ἤδη ἐπιδεδεμένος ἔῃ, ἑνός τινος τῶν ὀθονίων χρὴ, οἷσιν ἐπιδέεται, τὴν ἀρχὴν προσράψαι πρὸς τὰ κάτω τοῦ ποδὸς ἐπιδέσματα κατὰ τὴν ἴξιν τοῦ μικροῦ δακτύλου, ἔπειτα ἐς τὸ ἄνω τείνοντα, ὅκως ἢν δοκέῃ μετρίως ἔχειν, περιβάλλειν ἄνωθεν τῆς γαστροκνημίης, ὡς μόνιμον ᾖ κατατεταγμένον οὕτως. ἁπλῷ δὲ λόγῳ ὥσπερ κηροπλαστέοντα χρὴ ἐς τὴν φύσιν τὴν δικαίην ἄγειν καὶ τὰ ἐκκεκλιμένα καὶ τὰ συντεταμένα τὴν φύσιν καὶ τῇσι χερσὶν οὕτω διορθοῦντα καὶ τῇ ἐπιδέσει ὡσαύτως. προσάγειν δὲ οὐ βιαίως, ἀλλὰ παρηγορικῶς.
Ἐκ τοῦ κατὰ τὸν μικρὸν δάκτυλον χωρίου, τουτέστι τῶν ἐκτὸς τοῦ ποδὸς τὴν ἄρτησιν ποιεῖται πρὸς τὴν γαστροκνημίαν,
ἐπειδὴ κεκυλλωμένον πόδα θεραπεύει, βεβλαισσωμένον δ’ εἴπερ ἐθεράπευε, πάλιν ἂν ἐποίησε τὴν ἀνάρτησιν. ἐπὶ τἀναντία γὰρ χρὴ περιῤῥέειν τὸν πόδα τῇ διαστροφῇ ὡς τὰ μὲν εἰς τὴν ἔξω χώραν διεστραμμένα εἰς τὴν ἐντὸς ἐπιστρέψαι, τὰ δ’ ἔσω τὴν μετάστασιν πεποιημένα καὶ ταῦτα πρὸς τὸν ἐναντίον ἀπάγειν τόπον.
10. Προσράπτειν δὲ τὰ ὀθόνια, ὅκως ἂν ξυμφέρῃ τὰς ἀναλήψιας ποιέεσθαι. ἀλλὰ γὰρ ἄλλης τῶν χωλωμάτων δέεται ἀναλήψιος.
Ὅπερ ἀρτίως ἐγὼ προειρήκειν αὐτὸς ἐν τῷ λόγῳ διῆλθεν, ἄλλα ἄλλης τῶν χωλωμάτων δεῖσθαι λέγων ἀναλήψεως, τὰ μὲν κεκυλλωμένα δῆλον ὅτι τῆς ἔσω μὲν προσαγούσης τὸ τῆς κνήμης πέρας, ἔξω δὲ τὸν πόδα, τὰ δὲ βεβλαισσωμένα τῆς ἔξω μὲν τὴν κνήμην, ἔσω δὲ τὸν πόδα, καὶ τὰ μὲν ἐπ’ ὀλίγον ἑκάτερον πεπονθότα μετρίως ἀντισπᾶν ἐπὶ τὴν
ἐναντίαν χώραν ποιούμενον τὴν ἀνάληψιν, τὰ δὲ ἐπὶ πλέον ἀποκεχωρηκότα σφοδρότερον ἀντιτείνοντα· διὰ τοῦτο καὶ κοινὸν ἐπὶ πασῶν τῶν διαστροφῶν ὄνομα νῦν εἶπε τὸ χώλωμα.
11. Ὑποδημάτιον δὲ ποιέεσθαι μολύβδινον ἔξωθεν τῆς ἐπιδέσιος ἐπιδεδεμένον, οἷον αἱ Χῖαι κρηπῖδες ῥυθμὸν εἶχον, ἀλλ’ οὐδὲν αὐτοῦ δεῖ, ἤν τις ὀρθῶς μὲν τῇσι χερσὶ διορθώσῃ, ὀρθῶς δὲ τοῖσιν ὀθονίοισιν ἐπιδέῃ, ὀρθῶς δὲ καὶ τὰς ἀναλήψιας ποιοῖτο. ἡ μὲν οὖν ἴησις αὕτη, καὶ οὔτε τομῆς οὔτε καύσιος οὐδὲν δεῖ οὐδ’ ἄλλης ποικιλίης. θᾶσσον γὰρ ἐνακούει τὰ τοιαῦτα τῆς ἰητρείης ἢ ὡς ἄν τις οἴοιτο. προσνικᾷν μέντοι χρὴ τῷ χρόνῳ, ἕως ἂν αὐξηθῇ τὸ σῶμα ἐν τοῖσι δικαίοισι σχήμασιν.
Ὁποῖον μὲν ῥυθμὸν εἶχον αἱ Χῖαι κρηπῖδες οὐχ οἷόν τε γνῶναι σαφές· οὐδὲ γὰρ κατ’ αὐτὸν ἔτι τὸν
Ἱπποκράτην ἐσώζετο. διὰ τοῦτο γοῦν εἶπεν, οἷς αἱ Χῖαι κρηπῖδες ῥυθμὸν εἶχον, δυνάμενος εἰπεῖν ἔχουσιν. εὔδηλον δ’ ὅτι τὸ συνέχον μὲν ἀκριβῶς τὸν πόδα, μὴ θλῖβον δὲ τὸν χρῶτα τοῖς διαπλασσομένοις παιδίοις ἐπιτηδειότατόν ἐστιν ὑπόδημα, ὥστε πρὸς τούτους ἀποβλέποντι τοὺς σκοποὺς καὶ νῦν ἂν δύναιντο ποιεῖν ὑπόδημα χρήσιμον ἄνευ τοῦ ζητεῖν ὁποῖαί τινες ἦσαν αἱ Χῖαι κρηπῖδες.
12. Ὅταν δὲ ἐς ὑποδήματος λόγον εἴη, ἀρβύλαι ἐπιτηδειόταται αἱ πηλοπατίδες καλεόμεναι.
Εἰς ὑποδήματος ἥξει λόγον τὸ θεραπευόμενον παιδίον, ὅταν τε τὸ κατορθούμενον μόριον ὑγιὲς ᾖ καὶ τηλικοῦτον ὅταν ἐν τῷ τέως αὐξηθὲν γένηται καὶ μηκέτι μαλακὴν αὐτῶν τῶν ὀστῶν τὴν οὐσίαν εἶναι. οὐδὲ γὰρ οὐδ’ ἐπιτρέψαι χρὴ πρότερον αὐτὸ βαδίζειν, ἵνα μὴ πάλιν ἐπὶ τὴν ἔμπροσθεν διαστροφὴν ἐπανέλθῃ τὸ μόριον. ὅταν δ’ ἀβλαβῶς
δύναται βαδίζειν, ἀρβύλας ὑποδεῖν αὐτῷ προσήκει. κοῖλον δ’ ἔστιν ὑπόδημα τοῦτο καὶ περιεσφιγμένον ἀκριβῶς τῷ ὅλῳ ποδὶ μέχρι τῶν σφυρῶν. εὔδηλον δ’ ὅτι τοιοῦτόν ἐστι κἀξ ὧν ἐπήνεγκεν αὐτὸς ὁ Ἱπποκράτης εἰπὼν, αὐτὰς πηλοβατίδας ὀνομάζεσθαι. τοῦτο γὰρ γέγονε τὸ ὄνομα, εἰ μὲν διὰ τοῦ π γράφοιτο πηλοπατίδας διὰ τὸ πατεῖσθαι τὸν πηλὸν ὑπ’ αὐτῶν, εἰ δὲ διὰ τοῦ β πηλοβατίδας, ἐπειδὰν βαίνειν ἀσφαλῶς ἐν πηλῷ δυνατόν ἐστι τοῖς ὑποδεδεμένοις τοιοῦτον ὑπόδημα.
13. Τοῦτο γὰρ ὑποδημάτων ἥκιστα κρατέεται ὑπὸ τοῦ ποδὸς, ἀλλὰ κρατέει μᾶλλον.
Ἄλλως ἄλλος ἄνθρωπος εἴθισταί τε καὶ πέφυκε βαδίζειν, ὁ μὲν τις ὀρθῶς ἀκριβῶς ἔχων, ὁ δ’ εἴσω μᾶλλον ἢ ἔξω ῥέποντα τὸν πόδα, καὶ τινὲς μὲν αὐτῷ τῷ στήθει, τινὲς
κατὰ τῆς γῆς· κεφάλαιον δὲ τῆς τούτου κατασκευῆς ἐστιν ἐσφίγχθαι τε περὶ ὅλον ἀκριβῶς τὸν πόδα καὶ βάθος ἔχειν δαψιλές. ἐσφίγχθαι δ’ ἀδύνατον μὴ πολυσχιδὲς γινόμενον, ὥστε καὶ οἱ κυνηγέται δι’ αὐτὸ τοῦτο τοιούτοις ὑποδήμασι χρῶνται, πηδᾷν καὶ τρέχειν ἀναγκαζόμενοι δι’ ἀνωμάλων χωρίων. ἐν οἷς ἐὰν μὴ συνηρμοσμένον ᾖ ἀκριβῶς τῷ χρωτὶ τὸ ὑπόδημα, στρέμματά τε καὶ τίλματα γίγνεται κατά τε τὰ σφυρὰ καὶ τοὺς πόδας.
14. Ἐπιτήδειος δὲ καὶ ὁ Κρητικὸς τρόπος τῶν ὑποδημάτων.
Ἔτι καὶ νῦν οὗτος ἀσκεῖται κατὰ τὴν ἡμετέραν Ἀσίαν καὶ κατὰ τὴν Κρήτην οὐχ ἥκιστα μέχρι κνήμης μέσος ἀνήκων. ἔστι δ’ ἱκανῶς ὑπ’ αὐτοῦ πολυσχιδές τι δέρμα καθ’ ἑκάτερον τὸ μέρος ἀριστερόν τε καὶ δεξιὸν ἴσον ἐντεταμένον τε καὶ ἰδίᾳ συντετρημένον ἐπὶ τοῖς πέρασιν, ὡς ἱμάντι διεκβαλλομένων τῶν τρημάτων συνάγεσθαι κατ’ ἄλληλα τὰ τεταγμένα τοῦ δέρματος τμήματα. πρόδηλον οὖν ὅτι συνέχει
τε καὶ σφίγγει τὸν πόδα, μετὰ τῆς κατὰ φύσιν διαρθρώσεως ὅλης ἀκριβῶς τὸ τοιοῦτον ὑπόδημα. χρῶνται δὲ αὐτῷ μάλιστα παρ’ ἡμῖν οἱ κυνηγέται θηρεύοντες, ἐπειδή περ ἐν τραχέσι καὶ ἀνωμάλοις χωρίοις ἀναγκάζονται πολλάκις οὐ τρέχειν μόνον, ἀλλὰ καὶ πηδᾷν· ἡ δ’ αὐτὴ καὶ τοὺς Κρῆτας αἰτία τοιούτοις ὑποδήμασι χρῆσθαι ἔπεισε, διά τε τὰ μεγέθη τῶν ὀρῶν τῶν ἐν τῇ νήσῳ καὶ τὰς τραχύτητας.
15. Ὁκόσοισι δ’ ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα καὶ ἕλκος ποιήσαντα τελείως ἐξίσχῃ τὰ παρὰ τὸν πόδα ἄρθρα, εἴτε εἴσω ῥεύσαντα, εἴτε μέντοι καὶ ἔξω, τὰ τοιαῦτα μὴ ἐμβάλλειν, ἀλλ’ ἐᾷν τὸν βουλόμενον τῶν ἰητρῶν ἐμβαλεῖν. σαφέως γὰρ εἰδέναι, ὅτι ἀποθανεῖται, ἐὰν ἐμβληθέντα ἐμμείνῃ καὶ ἡ ζωὴ δὲ ὀλιγήμερος τούτοισι γενήσεται· ὀλίγοι γὰρ αὐτῶν τὰς ἑπτὰ ἡμέρας ὑπερβάλλοιεν, σπασμὸς γὰρ ὁ κτείνων ἐστίν.
Ἐμβάλλειν μὲν ὀστᾶ λέγει τὰ τῆς περόνης καὶ τὰ τῆς ὁμωνύμως παντὶ τῷ μορίῳ ὀνομαζομένης κνήμης. ἐξίσχει δὲ ταῦτα καὶ γυμνοῦται τοῦ χρωτὸς ἐν ἑκατέρᾳ τῇ διαρθρώσει τῆς κνήμης, ἥν τε πρὸς τὸν πόδα καὶ τὸν μηρὸν ποιεῖται. περὶ πρώτης οὖν διαλέγεται τῆς πρὸς τὸν πόδα διαρθρώσεως, ἀξιῶν ὅταν ἐνταῦθα τὸ τῆς κνήμης ὀστοῦν ἐξαρθρήσῃ, γυμνωθὲν ἀφίστασθαι τῆς ἐμβολῆς διὰ τὸν ἐπιγιγνόμενον σπασμόν. εἴρηται δὲ ἤδη περὶ τούτου κἀν τῷ περὶ τῶν ἀγμῶν, ὅτι συμβαίνει κατὰ τὰς τοιαύτας διαθέσεις τὸν μέντοι διασπᾶσθαι τῶν μυῶν, τὸν δὲ συνέρχεσθαι καὶ σώζειν τὴν ἕνωσιν, ἀνασπασθέντων οὖν αὐτῶν ἐπὶ τὴν ἀρχὴν ἔλαττον γίγνεται τὸ κῶλον ὅλον ἀκολουθεῖ τε καὶ συνανασπώμενον τοῖς μυσίν. ἐὰν δή τις κατατείνας ἐμβάλῃ τὸ ἐξέχον ὀστοῦν, ἅμα μὲν ἡ κατάτασις αὕτη βλάβην οὐ σμικρὰν ἐργάσεται τοῖς μυσὶν, ἅμα δὲ καὶ τὸ μῆκος τοῦ κώλου συναποτεῖνον αὐτοὺς ὀδυνήσει σφοδρῶς καὶ κατὰ τοῦτο μεγάλων μὲν ὄντων τῶν μυῶν ἐξ ἀνάγκης ἀκολουθήσει σπασμός. εἰ δὲ μικροὶ τύχοιεν ὄντες οἷοι κατὰ τοὺς
εἰώθασι προσαγορεύειν οἱ τὰ Προδίκου ζηλώσαντες. ὅτι δὲ οὐδὲν ἡ σαφήνεια τῆς διηγήσεως βλάπτεται, δῆλόν ἐστιν ἐξ αὐτῆς τῆς ῥήσεως εἰπόντος τοῦ Ἱπποκράτους, οἷσι δ’ ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα τελέως ἐξίσχῃ τὰ παρὰ τὸν πόδα ἄρθρα· καὶ γὰρ ἐὰν ὀλίγον ἄρῃς τὸ ἐξαρθρήσαντα, δῆλόν ἐστι τὸ λεγόμενον, ὥστε τοῦτο τοὔνομα προσέθηκεν Ἱπποκράτης, μηδὲν ὅλως τὴν τοιαύτην μικρολογίαν, ἣν οἱ ζητοῦντες ἐπὶ τὸ πολὺ πάντες ἀδύνατοι λέγειν εἰσίν. οἱ δέ γε δύναμιν ἔχοντες ἑρμηνευτικὴν εἰς τὴν ἐνέργειαν τῆς ἑρμηνείας ἀποβλέποντες οὐδὲ παρακολουθοῦσι τοῖς κατὰ μέρος ὀνόμασιν, ἀλλ’ ἐπιῤῥέουσιν αὐτοῖς χρῶνται κατὰ τὴν τῶν Ἑλλήνων συνήθειαν. ὁ γοῦν Ἱπποκράτης ἔοικε νῦν ἐννοήσας, ὅτι ἐξίσχει τῆς διαρθρώσεως τὰ τῆς κνήμης ὀστᾶ διαπείραντα τὸ δέρμα τὴν ἑρμηνείαν οὕτως ποιήσασθαι. τὸ γὰρ ἐξέχον καὶ προκύπτον ἐπὶ πολὺ τῆς διαρθρώσεως ἐξηρθρηκέναι λέγων ἄν τις ἐναργέστερον ἑρμηνεύσειε καὶ τῇ τοῦ πράγματος φαντασίᾳ προσάγοι τὸν ἀκούοντα.
16. Ἀτὰρ καὶ γαγγραινοῦσθαι ἱκνέεται κνήμην καὶ τὸν πόδα· ταῦτα βεβαίως εἰδέναι χρὴ οὕτως ἐσόμενα.
Καὶ τὸ τῆς γαγγραίνης πάθημα παραγίνεσθαί φησιν αὐτοῖς ἐμβληθέντων τῶν ἐξεχόντων ὀστῶν παρὰ τῷ μεγέθει δηλονότι τῆς φλεγμονῆς. ὅταν γοῦν ὑπὲρ τὰ πάθη τὰ φλεγμαίνοντα τό τ’ ἐρυθρὸν τῆς φλεγμονῆς ἀπόλλυται, πελιδνῶν γιγνομένων τῶν σωμάτων, ἥ τε ὀδύνη μεμειῶσθαι δοκεῖ, διότι καὶ ἡ αἴσθησις ἐναρκώθη, καὶ ὅταν γε τελέως ἀναίσθητα γένωνται τὰ οὕτως πάσχοντα σώματα, τὸ πάθος οὐκέτι γάγγραιναν, ἀλλὰ σφάκελον ὀνομάζουσι. μεταξὺ γὰρ τούτου τοῦ σφακέλου καὶ τῆς μεγάλης φλεγμονῆς ἐστιν ἡ γάγγραινα, τοσοῦτον χεῖρον τῆς τηλικαύτης φλεγμονῆς ὅσον μετριώτερον τοῦ σφακέλου. φθορὰ γὰρ οὗτός ἐστι τῆς ὅλης οὐσίας τοῦ σφακελίσαντος μέλους, ὥστε οὐδ’ ἂν ἰήσαιτό τις αὐτὸν ἤδη συνιστάμενον, ἀλλ’ ἔτ’ ἀρχόμενον, ὅπερ οὐδὲ σφάκελός ἐστιν ὄντως, ἀλλὰ γάγγραινα μεγάλη πλησίον ἥκουσα σφακέλου.
καταχρώμεθα δ’ οὖν ἐνίοτε τοῖς τῶν παρακειμένων παθῶν ὀνόμασι ἐπὶ τῶν ἀφικνουμένων μὲν εἰς αὐτὰ, μηδέπω δὲ ἐχόντων τὴν ἐκείνων ἰδέαν τε καὶ φύσιν. οὕτως οὖν καὶ τὴν μεγίστην φλεγμονὴν, ὅταν μήτε τὴν εὔχροιαν διασώζῃ τὴν ἑαυτῆς μήτε τὴν ὀδύνην, ἐνίοτε γάγγραιναν ὀνομάζομεν, μηδέπω μὲν οὖσαν ἀκριβῶς γάγγραιναν, εἰ δ’ ἀμεληθείη, μικρὸν ὕστερον ἐσομένην.
17. Καὶ οὐκ ἄν μοι δοκέῃ οὔτ’ ἐλλέβορος ὠφελήσειν αὐθήμερόν τε δοθεὶς καὶ αὖθις πινόμενος, ἄγχιστα δὲ εἴπερ τι τοιοῦτον, οὐ μέντοι οὐδὲ τοῦτο δοκέω· ἢν δὲ μὴ ἐμβληθῇ, μηδὲ ἀπ’ ἀρχῆς, μηδὲ εἰσπειρηθῇ ἐμβάλλειν, περιγίνονται οἱ πλεῖστοι αὐτῶν.
Περὶ τῆς τοῦ ἑλλεβόρου χρήσεως ἐπὶ τῶν τοιούτων παθῶν εἴρηταί μοι διὰ τῶν εἰς τὸ περὶ ἀγμῶν ὑπομνημάτων.
18. Χρὴ δὲ ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα οὕτως, ὡς αὐτὸς ἐθέλει.
Ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα τὸ ἀσφαλῶς ἐστιν ἐστηρίχθαι. τούτου δὲ στοχαζόμενόν σε κελεύει τὸ ἀνωδυνώτατον αἱρεῖσθαι σχῆμα τῷ κάμνοντι· τὸ γὰρ, ὡς αὐτὸς ἐθέλει ὁ κάμνων, τοῦτον ἔχει τὸν σκοπόν.
19. Μοῦνον δὲ μὴ ἀπαιωρευμένα, μηδὲ κεκινευμένα ἔστω.
Τὸ μὲν μὴ κεκινευμένα δυνάμει προείρητο κἀν τῷ ἡρμόσθαι· τοῦτο γάρ ἐστιν αὐτὸ τὸ ἡρμόσθαι τὸ ἐστηρίχθαι οὕτω κατὰ πᾶν μέλος τὸ κῶλον, ὡς μηδαμόθι δύνασθαι κινεῖσθαι. τὸ δὲ μὴ ἀπαιωρευμένα καλῶς προσέθηκεν. εἰρηκὼς γὰρ ὅτι περ ἂν εὐφορώτατον ᾖ τῷ κάμνοντι σχῆμα, τοῦθ’ ἡμᾶς αἱρεῖσθαι, τῶν σχημάτων δ’ ἕν τι τὸ κατάῤῥοπον
ἐπιστάμενος ἀξιοῖ τοῦτο φυλάττεσθαι, διότι ῥευματίζεσθαι τὰ πεπονθότα φλεγμονῆς αἴτιον γίγνεται. μεμνήμεθα δήπου κατὰ τὴν ἔμπροσθεν διδασκαλίαν εἰρημένου ὑπ’ αὐτοῦ κατὰ τὸ σκέλος σχήματος, ὡς ἄκρον τὸν πόδα βραχεῖ τινι τῆς ἀκριβεστάτης εὐθύτητος ὑψηλότερον εἶναι προσήκει. νῦν οὖν ἔοικε συγχωρεῖν τοῖς κάμνουσι χρῆσθαι τῷ κατ’ εὐθεῖαν. ὄντων γὰρ τριῶν τῶν πάντων, τοῦ τε καταῤῥόπου τε καὶ τοῦ ἰσοῤῥόπου καὶ τρίτου ἀναῤῥόπου συγχωρῶν ὡς ἂν ὁ κάμνων ἐθέλῃ σχηματίζεσθαι τὸ σκέλος, ἄνευ τοῦ καταῤῥόπου προστίθησιν. ἔμπροσθεν δ’ ἐκέλευε μόνῳ χρῆσθαι τῷ ἀνθρώπῳ τῷ κατ’ εὐθυωρίαν. εὔδηλον οὖν ἐστιν, ὅτι μάλιστα φροντίζει κατὰ τὰς τοιαύτας διαθέσεις ἀνωδυνίας φόβῳ σπασμοῦ. τοῦτον γὰρ ἐν τοῖς νευρώδεσι μορίοις, αἱ ὀδύναι μάλιστα ἐργάζονται, ὥστ’ εἴγε μήτε ψύχοιτο τὰ οὕτω πεπονθότα μήτ’ ὀδυνῷτο, σπασμὸν αὐτοῖς ἐπιγενέσθαι ἀδύνατόν ἐστι.
20. Καὶ ἰητρεύειν δὲ πισσηρῇ καὶ σπλήνεσιν οἰνηροῖσιν ὀλίγοισι μὴ ἄγαν ψυχροῖσι. ψῦχος γὰρ ἐν τοῖσι τοιούτοισι σπασμὸν ἐπικαλέεται.
Καὶ περὶ τῶν τοιούτων ἤδη μοι λέλεκται, θεραπευούσης μὲν τῆς πισσηρᾶς κηρωτῆς τὰ ἕλκη, τοῦ δ’ οἴνου καὶ μάλιστα, ὡς αὐτὸς ἐδίδαξε, μέλανός τε ὄντος καὶ αὐστηροῦ διαφυλάττοντος ἀφλέγμαντα τὰ πεπονθότα μέρη. περὶ δὲ τοῦ φεύγειν χρῆναι τὸ ψῦχος, ὡς σπασμῶδες ἴσως μὲν ἐπὶ τῶν σαρκωδῶν μερῶν ἔδει τινὸς ἐξηγήσεως, ἐπὶ δὲ τῶν νεύρων ἄντικρυς δῆλον· ἀμφότερον γὰρ αὐτοῖς ὑπάρχει καὶ τὸ ψύχεσθαι ῥᾳδίως, ἅτε φύσει ψυχροῖς οὖσι καὶ ἀναίμοις καὶ τὸ παθοῦσιν εἰς σπασμὸν ἥκειν. οὐδὲ γὰρ οὐδ’ ἄλλο τι δύναται σπασθῆναι μέρος ἄνευ τοῦ συμπαθῆσαι τὰ νεῦρα· καὶ μὴν δὴ καὶ ὅτι νευρώδεις τε τῶν ἄλλων μερῶν εἰσιν αἱ διαρθρώσεις πρόδηλον. οἱ γάρ τοι μύες ἐν αὐτοῖς εἰς τένοντα τελευτῶσιν ἀποτιθέμενοι τὰς σάρκας, ἃς ἐν τοῖς ἄλλοις
ὅσον μὲν ἐπὶ τῇ διαθέσει τῶν ἡλκωμένων μορίων ἐχρῆτο ἂν αὐτοῖς τοῖς ψυχροῖς, ὥσπερ κἀπὶ τῶν ἄλλων τραυμάτων· ὅσον δ’ ἐπὶ τῷ φοβεῖσθαι τὸν διὰ τὴν ψῦξιν εἰωθότα γίγνεσθαι σπασμὸν, οὐ τολμᾷ τελέως ἐψυγμένου χρῆσθαι καὶ διὰ τοῦτο προσέθηκε τῷ περὶ αὐτῶν λόγῳ τὸ μὴ ἄγαν ψυχροῖσιν.
21. Ἐπιτήδεια δὲ καὶ φύλλα τεύτλων ἢ βηχίου ἢ ἄλλου τινὸς τῶν τοιούτων ἐν οἴνῳ μέλανι αὐστηρῷ ἡμίεφθα ἐπιτεθέντα ἰητρεύειν ἐπί τε τὸ ἕλκος ἐπί τε τὰ περιέχοντα.
Ποία τίς ἐστι καὶ τὸ βήχιον ἐπιτηδεία πρὸς τὰ παρόντα διὰ τὸ ξηραίνειν μετρίως, οὗ χρήζειν ἐδείχθη τὰ ἕλκη πάντα. περὶ δὲ τοῦ μέλανος οἴνου καὶ αὐστηροῦ λέλεκταί μοι κἀν τοῖς περὶ ἀγμῶν ὑπομνήμασιν, ὅτι τὸ μὲν ἀποκρούεσθαι τοῖς ἄλλοις οἴνοις ὁμοίως ἔχει. παχυμερέστερος
δὲ ὑπάρχων αὐτῶν οὐ δάκνει τὰ ἡλκωμένα μόρια καὶ κατὰ τοῦτ’ ἔστιν αἱρετώτερος ἐκείνων.
22. Κηρωτῇ δὲ χλιερῇ ἐπιχρίειν αὐτὸ τὸ ἕλκος.
Οὐχ ὡς ἕλκει συμφέρουσαν ἐπιδέδεικταί μοι αἱρεῖσθαι νῦν τὴν κηρωτὴν τὸ περὶ τῶν ἑλκῶν ἐξηγουμένῳ, φεύγων τὰ τοιαῦτα φάρμακα κωλύοντα τὴν κόλλησιν αὐτῶν, ἀλλ’ ὅτι νῦν οὐχ ἁπλῶς ὡς ἕλκος ἰᾶται τὸ ἕλκος, ὅτι μήτε κολλᾷν αὐτῷ πρόκειται, καθάπερ ἄλλα τὰ νεότρωτα. τὸν πρῶτον δ’ ἔχει σκοπὸν ἐν τῇ θεραπείᾳ μὴ σπασθῆναι τὸν ἄνθρωπον, δι’ ὧν οὐδ’ ἐμβάλλειν αἱρεῖται τὸ ἄρθρον, ἀλλὰ μᾶλλον ἐᾶσαι χωλὸν αἰσχρῶς ἀποδειχθῆναι τὸ ἕλκος, οὔτ’ οὖν ἁπλῶς προσφέρει τὰ μαλθακώδη φάρμακα· καλεῖ γὰρ οὕτως αὐτὸς ἐν τῷ περὶ ἑλκῶν αὐτὰ, καίτοι παρηγορικὰ τῶν φλεγμαινόντων ὄντα. κατ’ ἀρχὴν γὰρ οὕτω γεγονυίας φλεγμονῆς
αὐτοῦ τοῦ μὴ γενέσθαι πρὸς τὴν ἀρχὴν αὐτὴν φροντίζει καὶ διὰ τοῦτο χρῆται τοῖς ἀποκρουστικοῖς. οὔτ’ αὖ μόνοις τούτοις χρῆται, καθάπερ ἐπὶ τῶν ἄλλων διὰ τὸ σπασμοῦ δεδιὼς, ἀλλ’ ἔστιν αὐτῷ μικτὸς ὁ τρόπος τῆς θεραπείας ἐπιπεπλεγμένων ἀλλήλοις τῶν ἐναντίων ταῖς δυνάμεσι φαρμάκων ἐν μέτρῳ προσήκοντι. φανεῖται δέ γε καὶ διὰ τῶν ἐφεξῆς γεγραμμένων τούτου στοχαζόμενος, οἷς ἤδη πρόσεχε τὸν νοῦν.
23. Ἢν δὲ ἡ ὥρη χειμερινὴ ἔῃ καὶ ἔρια ῥυπαρὰ ἐν οἴνῳ καὶ ἐλαίῳ καταῤῥαίνοντα χλιεροῖσι ἄνωθεν ἐπιτέγγειν.
Οὔτε χλιαροῖς ἐχρῆτο τοῖς φαρμάκοις, οὔθ’ ὅλως ἐμίγνυεν ἔλαιον, εἴπερ ὡς ἡλκωμένον ἁπλῶς ἐθεράπευε τὸ μόριον, ἀλλ’ ὅπερ ἔμπροσθεν ἔφην, ἐπειδὴ φοβεῖται τὸν σπασμὸν, ἔλαιόν τε μίγνυσι καὶ χλιαρὰ προσφέρει πάντα, μήθ’ ὡς πρὸς σπασμὸν ἱστάμενος μόνον· ἀποκεχώρηκε γὰρ ἂν
ψυχρᾶς, ἡλικίας δὲ πρεσβυτικῆς, ἐθῶν δὲ τῶν καταψυχόντων τὸ σῶμα καὶ φυσικῆς κράσεως τῆς ψυχροτέρας. ἅπαντα γὰρ ἐνδείκνυται ταῦτα τὴν αὐτὴν ἔνδειξιν τῇ πρὸς Ἱπποκράτους ὥρᾳ γεγραμμένῃ. ἀλλὰ καὶ ὥσπερ ἐν χειμῶνι πρὸς τὸ θερμότερον ὑπαλλάττει τὴν θεραπείαν, οὕτως ἐν θέρει κατὰ τοὐναντίον ἐπὶ τὸ ψυχρότερον ὑπαλλάξεις. ἀνάλογον δὲ τῷ θέρει κατὰ τὰς θερμὰς ἡλικίας τε καὶ χώρας ἔθη τε καὶ κράσεις σωμάτων. πάντων μὲν οὖν θερμαίνειν ἐνδεικνυμένων αὐξήσεις ἐπὶ τὸ θερμὸν ἅπασαν τὴν θεραπείαν, ἁπάντων δὲ ψύχειν ἐπὶ τὸ ψυχρόν· εἰ δὲ τὰ μὲν ἐπὶ τὸ θερμαίνειν γε, τὰ δὲ ἐπὶ τὸ ψύχειν προτρέπει, πρός τε τὸν ἀριθμὸν αὐτῶν ἀποβλέπων καὶ τὴν δύναμιν, οὕτως ἂν μάλιστα στοχάσαι τοῦ προσήκοντος μετρίως κατὰ τὸ θερμαίνειν τε καὶ ψύχειν.
24. Καταδεῖν δὲ μηδὲν μηδενὶ, μηδὲ περιπλάσσειν. εὖ γὰρ εἰδέναι χρὴ, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖσι τοιούτοισίν ἐστιν.
Οὐ μόνον ἀφεῖλε τὴν διὰ τῶν ὑποδεσμίδων ἐπίθεσιν ἐπὶ τούτων, ᾗ διὰ παντὸς ἐχρῆτο κατά τε τὰ κατάγματα καὶ τὰς ἐξαρθρήσεις, ἀλλὰ καὶ τὰς ἔξωθεν ἐπὶ τοῖς ἐρίοις γινομένας περιβολὰς τῶν ἐπιδέσμων· καὶ τὴν αἰτίαν εἶπεν αὐτὸς, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖς τοιούτοις ἐστίν. ἀρκεῖ τοιγαροῦν αὐτοῖς μόνα τὰ ἔργα μήτε πίεσιν ἐργάσασθαι μήτ’ ἀχθοφορίαν δυνάμενα διὰ μαλακότητά τε καὶ κουφότητα. ταῦτα δὲ πάλιν οὐχ ὡς ἕλκος ἰώμενος δέδιεν, ἀλλὰ καὶ τὸν ἐκ τῶν γεγυμνωμένων τε καὶ τεθλασμένων τενόντων καὶ νεύρων φυλαττόμενος σπασμόν.
25. Ἐπιτήδεια δὲ πρὸς τὰ τοιαῦτα καὶ τῶν ἐναίμων μετεξέτερα, ὅσοισιν αὐτῶν ξυμφέρει. ἔρια δὲ ἐπιτιθέντα οἴνῳ ἐπιτέγγοντα πολὺν χρόνον ἐᾷν· τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων καὶ ὅσα ῥητίνῃ προκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια ἐκείνοισίν ἐστι. χρονίη γὰρ ἡ κάθαρσις τῶν ἑλκέων γίνεται τούτων, πολὺν γὰρ χρόνον πλαδαρὴ
γίνεται, τινὰς δὲ τούτων ἀγαθὸν ἐπιδέειν. εἰδέναι μὲν δή που σάφα χρὴ, ὅτι ἀνάγκη τὸν ἄνθρωπον χωλὸν αἰσχρῶς γενέσθαι. ὁ γὰρ ὁ ποὺς ἐπὶ τὸ ἄνω ἀνέσπασται τῶν τοιούτων καὶ τὰ ὀστέα τὰ διολισθήσαντα ἔξω ἐξέχοντα φαίνεται. οὔτε γὰρ ψιλοῦται τῶν τοιούτων ὀστέων οὐδὲν ὡς ἐπὶ τὸ πολὺ, εἰ μὴ κατὰ βραχύ τι, οὔτε ἀφίσταται, ἀλλὰ περιωτειλοῦται λεπτῇσιν ὠτειλῇσι καὶ ἀσθενέσι και ταῦτα ἢν ἀτρεμίζωσι πουλὺν χρόνον· ἢν δὲ μὴ, ἑλκύδριον ἐγκαταλειφθῆναι κίνδυνος ἀναλθές. ὅμως δὲ περὶ οὗ λόγος οὕτω μὲν οἱ ἰητρευόμενοι σώζονται, ἐμβληθέντος δὲ τοῦ ἄρθρου καὶ ἐμμείναντος ἀποθνήσκουσιν.
Ἔναιμα καλεῖ φάρμακα κἀν τούτοις τοῖς βιβλίοις καὶ τῷ περὶ ἑλκῶν, ὅσα παραχρῆμα τοῖς τραύμασι προσφέρεται. τούτων οὖν, φησὶν, ὅσα διὰ πλείονος χρόνου λυόμενα δύναται μεταξὺ τῶν λύσεων ἐπιτέγγεσθαι, παραληπτέον ἐστὶ μάλιστα. βούλεται γὰρ ὥσπερ τἆλλα πάντα τῆς θεραπείας
προκειμένων αὐτάρκως λέλεκται καὶ τὰ τούτων ἐφεξῆς εἰρημένα ἅπαντα ὑπερβήσομαι τοῖς μεμνημένοις τῶν προεξηγουμένων ταῦτα σαφῆ.
26. Ὁ αὐτὸς δὲ λόγος οὗτος, ἢν καὶ τὰ τοῦ πήχεος ὀστέα τὰ παρὰ τὸν καρπὸν τῆς χειρὸς ἕλκος ποιήσαντα ἐξίσχῃ, ἤν τε εἰς τὸ εἴσω μέρος τῆς χειρὸς, ἤν τε εἰς τὸ ἔξω. σάφα γὰρ ἐπίστασθαι χρὴ, ὅτε ἀποθανεῖται ἐν ὀλίγῃσιν ἡμέρῃσι τοιούτῳ θανάτῳ, οἵῳπερ πρόσθεν εἴρηται, ὅτῳ ἂν ἐμβληθέντα τὰ ὀστέα ἐμμείνῃ· οἷσι δ’ ἂν μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι, οὗτοι πολὺ πλείονες περιγίνονται. ἰητρείη δὲ τοιαύτη τοῖσι τοιούτοισιν ἐπιτηδείη οἵηπερ εἴρηται. τὸ δὲ σχῆμα αἰσχρὸν τοῦ χωλώματος ἀνάγκη εἶναι καὶ τοὺς δακτύλους τῆς χειρὸς ἀσθενέας καὶ ἀχρηΐους.
Ὥσπερ ὅλον τὸ μεταξὺ γόνατος καὶ ἀστραγάλου κνήμην ὀνομάζει συγκείμενον ἐκ δυοῖν ὀστῶν, οὕτω καὶ τὸ
μεταξὺ βραχίονος καὶ καρποῦ πῆχυν, οὐδὲ τοῦθ’ ἓν ἁπλῶς ὑπάρχον, ἀλλ’ ἐκ δυοῖν σύνθετον. ὀνομάζεται δὲ τὸ μὲν ἕτερον αὐτῶν κερκὶς, τὸ δὲ ἕτερον ἰδίως πῆχυς, ὥσπερ γε κἀπὶ τῆς κνήμης· τὸ δὲ κατ’ ἀγκῶνα, τῷ κατὰ γόνυ. χαλεπώτερα δὲ ἀεὶ τὰ πάθη τῶν μειζόνων ἐστὶ μορίων, ἐάν τε καταγῇ τι τῶν ἐν αὐτοῖς, ἐάν τε ἐξαρθρήσῃ. τοῦτ’ οὖν ἐάν τις ᾖ μεμνημένος ὀλίγης τῆς ἐξηγήσεως εἰς τὰ μέλλοντα ῥηθήσεσθαι δεηθήσεται.
27. Ἢν μὲν γὰρ ἐς τὸ εἴσω μέρος ὀλισθῇ τὰ ὀστέα, κάμπτειν οὐ δύναται τοὺς δακτύλους, ἢν δὲ ἐς τὸ ἔξω μέρος, ἐκταννύειν οὐ δύναται.
Τῷ μὲν ὀλισθῇ ῥήματι διὰ τὶ χρῆται, δεδήλωται κατὰ τὸν ἔμπροσθεν λόγον, ἡνίκα τὰ τῆς κνήμης ὀστᾶ παρὰ τὸν πόδα μεθ’ ἕλκους ἐξαρθρεῖν ἔφη. νυνὶ δὲ τὴν αἰτίαν εἰπεῖν
ἐμποδίζει τὴν καμπὴν, ὅταν ὁ πῆχυς ἐκ τῶν ἔνδον μερῶν ἐπιβαίνῃ τῷ καρπῷ· τὴν ἔκτασιν, ὅταν ἐκ τῶν ἔξωθεν.
28. Ὅσοισι δ’ ἂν κνήμης ὀστέον ἕλκος ποιησάμενον παρὰ τὸ γόνυ ἔξω ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔξω μέρος, ἤν τε ἐς τὸ εἴσω, τούτοισιν ἢν μέν τις ἐμβάλῃ, ἔτι ἑτοιμότερος ὁ θάνατός ἐστιν ἤπερ τοῖσιν ἑτέροισι, καίπερ κἀκείνοισιν ἕτοιμος ἐών. ἢν δὲ μὴ ἐμβαλὼν ἰητρεύῃς, ἐλπίδες μὲν σωτηρίης οὕτω μόνως εἰσί. κινδυνωδέστερα δὲ ταῦτα τῶν ὀστέων γίνεται, ὅσῳ ἂν ἀνωτέρω καὶ ὅσῳ ἂν ἰσχυρότερα ἔῃ καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ. ἢν δὲ τὸ ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῦ γόνατος ἕλκος ποιησάμενον ἐξολισθῇ, ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν ἔτι βιαιότερον θᾶσσον τὸν θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων· μὴ ἐμβληθὲν δὲ πολὺ ἀκινδυνωδέστερον ἢ τὰ πρόσθεν, ὅμως δὲ μούνη ἐλπὶς αὕτη σωτηρίης.
Μαρτύριον οὐ σμικρόν ἐστι καὶ τοῦτο καὶ τὸ κατὰ τὴν ἑξῆς ῥῆσιν ὑπ’ αὐτοῦ γεγραμμένον, ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἐπὶ τῶν ἐξισχόντων ὀστῶν ἐπί τε τῆς κατὰ τὰ σφυρὰ καὶ τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως. οὔτε γὰρ ὁ ἀστράγαλος καὶ ἡ κνήμη κατὰ τὴν πρὸς τὸν πόδα διάρθρωσιν ἐξίσχει τοῦ δέρματος, οὔθ’ ὁ καρπὸς ἐν τῇ πρὸς τὸν πῆχυν, ἀλλ’ ἡ κνήμη μὲν ἐπὶ τοῦ σκέλους, ὁ πῆχυς δὲ ἐπὶ τῆς χειρός. εἰκότως οὖν ἐξαρθρεῖν ταῦτα καὶ ὀλισθαίνειν εἶπεν, ὡς ἂν ἔξω τῶν διαρθρώσεων γιγνόμενα. νῦν γοῦν τὴν κνήμην ἐν τῇ πρὸς τῶν σφυρῶν διαρθρώσει φησὶν ἐξίσχειν ἐνίοτε, ποτὲ μὲν ἔξω τῆς διαρθρώσεως, ποτὲ δ’ εἴσω, καίτοι κατὰ τὴν ἑξῆς ῥῆσιν οὐ τὴν κνήμην, ἀλλὰ τὸν μηρὸν ἐξίσχειν λέγων εἰκότως, ἐν μὲν τῇ κατὰ γόνυ διαρθρώσει ποτὲ μὲν ἡ κνήμη φαίνεται, ποτὲ δὲ ὁ μηρὸς ἐξίσχειν. ἐν δὲ τῇ κατὰ τὸν πόδα διὰ παντὸς ἡ κνήμη, ὥσπερ γε κἀν τῇ κατὰ τὸν καρπὸν ὁ πῆχυς. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων.
29. Ὁ ωὐτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων καὶ περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος. ἃ γὰρ ἂν τούτων ἐξαρθρήσαντα ἐξίσχῃ, ἕλκος ποιησάμενα πάντα, ἢν ἐμβληθῇ, θάνατον φέρει, μὴ ἐμβληθέντα δὲ ἐλπίδα σωτηρίης. χώλωσις δὲ τοῖσι περιγενομένοισι. θανατωδέστερα δὲ τοῖσιν ἐμβαλλομένοισίν ἐστι τὰ ἀνωτέρω τῶν ἄρθρων· ἀτὰρ καὶ τοῖσιν ἐμβαλλομένοισι κινδυνωδέστερα αὐτὰ ταῦτα. εἰ δέ τινι τὰ ἀνωτέρω ἄρθρα ἐξαρθρήσαντα ἕλκος ποιήσαντα ἐξίσχοι, ταῦτα δέ τι καὶ ἐμβαλλόμενα ταχυθανατώτατα ἔῃ καὶ μὴ ἐμβαλλόμενα κινδυνωδέστερα. ἰητρείη δὲ ἤδη εἴρηται, οἵη τις ἐμοὶ δοκέει ἐπιτηδειοτάτη εἶναι· ὅσοισι δὲ ἄρθρα δακτύλων ἢ ποδὸς ἢ χειρὸς ἐξαρθρήσαντα ἕλκος ποιήσαντα ἐξέσχε, μὴ κατεηγότος τοῦ ὀστέου, ἀλλὰ κατ’ αὐτὴν τὴν ξύμφυσιν ἀποσπασθέντος, τούτοισιν εἰ ἐμβληθέντα ἐμμένει, ἔνι μέντοι κίνδυνος σπασμοῦ, ἢν μὴ χρηστῶς ἰητρεύωνται, ὅμως δέ τι ἄξιον ἐμβάλλειν, προειπόντα ὅτι φυλακῆς
πολλῆς καὶ μελέτης δέεται· ἐμβάλλειν μέντοι ῥήϊστον καὶ δυνατώτατον καὶ τεχνικώτατόν ἐστι τῷ μοχλίσκῳ, ὥσπερ καὶ πρόσθεν εἴρηται ἐν τοῖσι κατεαγνυμένοισι καὶ ἐξίσχουσιν ὀστέοισιν, ἔπειτα ἀτρεμέειν ὡς μάλιστα χρὴ καὶ κατακεῖσθαι καὶ ὀλιγοσιτέειν. ἄμεινον δὲ καὶ φαρμακεῦσαι ἄνω κούφῳ τινὶ φαρμάκῳ.
Εἰκότως εἶπεν ἄρθρων ἐνταῦθα κατὰ πλῆθος, ὥσπερ ἐπὶ τῶν κατὰ τὸ γόνυ. περὶ μέντοι τοῦ περὶ τὸν καρπόν τε καὶ τὸ σφυρὸν διερχόμενος, οὐκ εἶπεν ἄρθρα πληθυντικῶς. ὅτι δὲ ἄρθρα πλείω κατὰ τοῦτο τὸ χωρίον εἰσὶν, ὑπὲρ οὗ νῦν ὁ λόγος αὐτῷ πρόκειται, διὰ τοῦ τρίτου τῶν εἰς τὸ περὶ ἀγμῶν ὑπομνημάτων ἐδήλωσε. τὸν αὐτὸν λόγον εἶναί φησι τὸν νῦν ἐνεστῶτα τῷ προειρημένῳ περὶ τῆς κατὰ γόνυ διαρθρώσεως· ὥσπερ γὰρ ἐκεῖ ποτὲ μὲν ἡ κνήμη, ποτὲ δὲ ὁ μηρὸς ἐξίσχειν ἐλέχθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν ἐνίοτε μὲν ὁ πῆχυς, ἐνίοτε δὲ ὁ βραχίων εἰς τὴν τοιαύτην
ἔρχεται διάθεσιν. ἃ δ’ ἐφεξῆς λέγει τούτοις, ἅπαντά ἐστιν εὔδηλα.
30. Τὸ δὲ ἕλκος ἰητρεύειν ἢ ἐναίμοισι τοῖσιν ἐπιτέγκτοισιν ἢ πολυοφθάλμοισιν ἢ οἷσιν ἐν κεφαλῇ ὀστέα κατεηγότα ἰητρεύεται, κατάψυχρον δὲ κάρτα μηδὲν προσφέρειν. ἥκιστα μὲν οὖν τὰ πρῶτα ἄρθρα κινδυνώδεά ἐστι, τὰ δὲ ἔτι ἄνω κινδυνωδέστερα. ἐμβάλλειν δὲ χρὴ αὐθημερὸν ἢ τῇ ὑστεραίῃ, τριταίῳ δὲ ἢ τεταρταίῳ ἥκιστα. τεταρταῖα γὰρ ἐόντα ἐπισημαίνει τῇσι παλιγκοτίῃσι μάλιστα. οἷσιν ἂν οὖν μὴ αὐτίκα γένηται ἐμβάλλειν, ὑπερβαίνειν χρὴ ταύτας τὰς εἰρημένας ἡμέρας· ὅ τι γὰρ ἂν εἴσω δέκα ἡμερέων ἐμβάλλῃ, πᾶν καταληπτόν. ἢν δ’ ἄρα ἐμβεβλημένῳ σπασμὸς ἐπιγένηται, ἐμβάλλειν τὸ ἄρθρον δεῖ ταχὺ καὶ θερμῷ τέγγειν ὡς πλειστάκις.
Τίνα μέν ἔσιν ἔναιμα ἐπίτεγκτα πρόσθεν εἴρηται. τῆς βοτάνης δὲ τῆς πολυοφθάλμου καλουμένης, ἥτις καὶ βοὸς ὀφθαλμὸς ὀνομάζεται, τῷ φύλλῳ χρῆσθαι κελεύει παραπλησίως, ὡς ἔμπροσθεν ἐχρῆτο τῷ τοῦ βηχίου, τὴν αὐτὴν ἔχοντι καὶ τούτῳ δύναμιν. μέμνηται δὲ ταύτης τῆς βοτάνης καὶ Διοκλῆς ἐν τῷ περὶ λαχάνων. τὸ μέντοι κεφάλαιον ὅλης τῆς θεραπείας φησὶ χρῆναι ποιεῖσθαι τοιοῦτον, οἷον κἀπὶ τῶν τῆς κεφαλῆς καταγμάτων ἐδήλωσεν. ἐν ἐκείνῳ τῷ βιβλίῳ καὶ ἡμῖν ἐδείχθη ξηραντικώτερος ὁ τρόπος εἶναι τῆς θεραπείας ἐκείνης, ἧς κατὰ τὸ περὶ ἑλκῶν βιβλίον ἐποιήσατο καὶ μάλιστα τῆς κατὰ ἄρθρα.
31. Κεκάμφθαι δὲ μᾶλλον ἢ ἐκτετάσθαι πᾶν τὸ σῶμα χρή. προσδέχεσθαι μέντοι κατὰ τοὺς δακτύλους τὰ ἄρθρα τὰ ἐμβαλλόμενα ἀποστατικὰ ἔσεσθαι· τὰ γὰρ πλεῖστα οὕτω γίνεται, ἢν καὶ ὁτιοῦν φλεγμονῆς ὑπογένηται, ὡς εἰ μὴ δι’ ἀμαθίην τῶν δημοτέων ἐν αἰτίῃ ἔμελλεν ὁ ἰητρὸς ἔσεσθαι,
οὐδὲν ἂν πάντως οὐδ’ ἐμβάλλειν ἔδει. τὰ μὲν οὖν κατὰ τὰ ἄρθρα ὀστέα ἐξίσχοντα ἐμβαλλόμενα οὕτω κινδυνώδεά ἐστιν ὡς εἴρηται.
Οὐ ταὐτόν ἐστιν ἐκτετάσθαι τε λέγειν καὶ ἐκτείνεσθαι, καθάπερ οὐδὲ κεκάμφθαι καὶ κάμπτεσθαι· ἐκτετάσθαι μὲν γάρ τις εἰπὼν τὸ κῶλον ἓν αὐτοῦ σχῆμα μόνον δηλοῖ τὸ κατ’ εὐθυωρίαν οὐκ ἔχον τε τὸ μᾶλλον καὶ τὸ ἧττον· κεκάμφθαι δὲ εἰπὼν πάντα τὰ μετὰ τὴν ἔκτασιν σχήματα σημαίνει μᾶλλον καὶ ἧττον ἀλλήλων διαφέροντα μέχρι τῆς ἐσχάτης καμπῆς. τὸ δέ γε ἐκτείνεσθαι καὶ κάμπτεσθαι τῶν κινήσεων αὐτῶν ἐστι δηλωτικὸν ἐν τοῖς μετασχηματιζομένοις κώλοις γιγνόμενον. τὸ μὲν ἐκτείνεσθαι κατὰ τοῦ μεταξὺ τῆς τε ἐσχάτης καμπῆς καὶ τῆς ἀκριβοῦς ἐκτάσεως. τὸ κάμπτεσθαι δ’ ἔμπαλιν ἄχρι τῆς ἄκρας ἐκτάσεως, ἄχρι τῆς τελευταίας καμπῆς. νῦν οὖν ὁ Ἱπποκράτης εἰπὼν κεκάμφθαι μᾶλλον ἢ ἄχρι τῆς τελευταίας καμπῆς, τὸ κατ’ εὐθυωρίαν μόνον παραιτεῖται· διὰ δὲ τοῦ κεκάμφθαι
πάντα τὰ μεταξὺ ταύτης τε καὶ τῆς ἐσχάτης καμπῆς, ἐν οἷς ἀεὶ τὸ προσφορώτερον αἱρεῖσθαι προσήκει, ποτὲ μὲν ἐλάχιστον ἀποχωροῦντα τῆς ἄκρας ἐκτάσεώς πως, ἔστιν ὅτε καὶ πλέον. ὁπόταν δὲ χρῇ τούτων ἑκάτερον πράττειν, ἐκ τῶν προειρημένων δυνήσῃ στοχάζεσθαι.
32. Ὅσα δὲ κατὰ τὰ ἄρθρα τὰ κατὰ τοὺς δακτύλους ἀποκόπτεται τελείως, ταῦτα ἀσινέα τὰ πλεῖστά ἐστιν, ἢν μή τις ἐν αὐτῇ τῇ τρώσει λειποθυμήσας βλαβείη.
Περὶ τῶν ἀποκοπτομένων ὀστῶν ἐντεῦθεν ἄρχεται διδάσκειν σαφῶς ἅπαντα διεξιὼν, ὡς μὴ δεῖσθαι τῆς παρ’ ἡμῶν ἐξηγήσεως, ἀλλ’ ἀρκεῖ τοσοῦτόν μοι προειπεῖν, ὡς ἀκολουθήσεις σχεδὸν ἅπασιν οἷς λέγει, σκοπὸν ἔχων ὅνπερ κἀπὶ τῶν ἐξισχόντων ἄρθρων, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἐκβυρσώματα. κατὰ γὰρ τὸ
μέγεθος τῶν ἄρθρων καὶ τὸ τοῦ κινδύνου μέγεθος, ὥσπερ ἐπ’ ἐκείνων τονῦν, οὕτως ἐπὶ τῶν ἀποκοπτομένων ὀστῶν εἴωθε γίγνεσθαι. προσθήσω δὲ κἀγὼ τῶν ἀσαφές τι δοκούντων ἔχειν ἐξήγησιν.
33. Καὶ ἰητρείη φαύλη ἀρκέσει τῶν τοιούτων ἑλκέων· ἀτὰρ καὶ ὅσα μὴ κατὰ τὰ ἄρθρα, ἀλλὰ κατ’ ἄλλην τινὰ ἴξιν τῶν ὀστέων ἀποκόπτεται, καὶ ταῦτα ἀσινέα ἐστὶ καὶ ἔτι εὐαλθέστερα τῶν ἑτέρων, καὶ ὅσα κατὰ τοὺς δακτύλους ὀστέα κατεαγότα ἐξίσχει μὴ κατὰ τὸ ἄρθρον, καὶ ταῦτα ἀσινέα ἐστὶν ἐμβαλλόμενα. ἀποκόψιες δὲ τέλειαι ὀστέων καὶ κατὰ τὰ ἄρθρα καὶ ἐν ποδὶ καὶ ἐν χειρὶ καὶ ἐν κνήμῃ τοῖσι παρὰ τὰ σφυρὰ καὶ ἐν πήχεϊ τοῖσι κατὰ τοὺς καρποὺς, τοῖσι πλείστοισιν ἀποκοπτομένοισιν ἀσινέα γίνεται, ὅσα ἂν μὴ αὐτίκα λειποθυμίη ἀνατρέψῃ ἢ τεταρταίοισιν ἐοῦσι πυρετὸς ξυνεχὴς ἐπιγένηται. ἀποσφακελίσιες μέντοι σαρκῶν καὶ ἐν τρώμασιν αἱμοῤῥόοισι γενομένοισιν
ἢ ἀποσφίγξεσιν ἰσχυραῖς καὶ ἐν ὀστέων κατήγμασι γενομένοισι, πιεχθεῖσι μᾶλλον τοῦ καιροῦ, καὶ ἐν ἄλλοισι δεσμοῖσι βιαίοισι ἀποληφθέντα ἀποπίπτει πολλοῖσι, καὶ οἱ πολλοὶ περιγίνονται τῶν τοιούτων καὶ οἷσι μηροῦ μέρος τι ἀποπίπτει καὶ τῶν σαρκῶν καὶ τοῦ ὀστέου καὶ οἷσι βραχίονος. ἧσσον δὲ πήχεός τε καὶ κνήμης ἀποπεσούσης καὶ ἔτι εὐφόρως περιγίνονται. οἷσι μὲν οὖν κατεαγέντων ὀστέων ἀποσφακελίσιες αὐτίκα ἐγένοντο καὶ μελασμοὶ, τούτοισι μὲν ταχεῖαι περιῤῥήξιες γίνονται τοῦ σώματος καὶ τὰ ὑποπίπτοντα ταχέως ἀποπίπτει ἤδη τῶν ὀστέων προενδεδωκότων· οἷσι δὲ ὑγιέων ἐόντων τῶν ὀστέων οἱ μελασμοὶ γίνονται αἱ μὲν σάρκες ταχέως θνήσκουσι καὶ τούτοισι. τὰ δὲ ὀστέα βραδέως ἀφίστανται, ᾗ ἂν τὰ ὅρια τοῦ μελασμοῦ γένηται καὶ ἡ ψίλωσις τοῦ ὀστέου.
Λέλεκται δὲ πολλάκις ἤδη φαύλην ὀνομάζειν ἰατρείαν τὴν ἀντικειμένην τῇ ἀκριβεῖ.
34. Χρὴ δὲ ὅσα ἂν κατωτέρω τοῦ σώματος τῶν ὁρίων τοῦ μελασμοῦ ἔῃ, ταῦτα ὅταν ἤδη πάμπαν τεθνήκῃ καὶ ἀνάλγεα ᾖ, ἀφαιρέειν κατὰ τὸ ἄρθρον προμυθεόμενον ὅκως μὴ τετρώσῃς· ἢν γὰρ ὀδυνηθῇ ἀποταμνόμενος καὶ μήπω κηρήσῃ τὸ σῶμα τεθνεὸς ταύτῃ ᾗ ἀποτέμνεται, κάρτα κίνδυνος ὑπὸ τῆς ὀδύνης λειποθυμῆσαι. αἱ δὲ τοιαῦται λειποθυμίαι πολλοὺς παραχρῆμα ἤδη ἀπώλεσαν. μηροῦ μὲν οὖν ὀστέον ψιλωθὲν ἐκ τοιούτου τρόπου ὀγδοηκοσταῖον εἶδον ἀποστάν. ἡ μέντοι κνήμη τούτῳ τῷ ἀνθρώπῳ κατὰ τὸ γόνυ ἀφῃρέθη εἰκοσταίη, ἐδόκεε δέ μοι καὶ ἐγγυτέρω. οὐ γὰρ ἅμα, ἀλλ’ ἐπὶ τὸ προμηθέστερον ἔδοξέ μοί τι ποιέειν· κνήμης δὲ ὀστέα ἐκ τοιούτου μελασμοῦ μάλα κατὰ μέσην τὴν κνήμην ἐόντα, ἑξηκοσταῖά μοι ἀπέπεσεν, ὅσα ἐψιλώθη αὐτῶν. διενέγκοι μὲν γὰρ ἄν τι καὶ ἰητρείη ἰητρείης ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον τὰ ὀστέα ψιλούμενα ἀποπίπτειν. διενέγκοι δ’ ἄν τι καὶ πίεξις πιέξιος καὶ ἐπὶ τὸ ἰσχυρότερόν τε καὶ ἀσθενέστερον καὶ ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον
ἀπομελανθέντα ἀποθανεῖν τὰ νεῦρα καὶ τὰς σάρκας καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας. ἐπεὶ ὅσα μὴ ἰσχυρῶς ἀποληφθέντα θνήσκει, ἔνια τῶν τοιουτέων οὐκ ἀφικνέεται ἐς ὀστέων ψιλώματα, ἀλλ’ ἐπιπολαιότερα ἐκπίπτει, ἔνια δὲ οὐδὲ ἐς νεύρων ψιλώματα ἀφικνεῖται, ἀλλ’ ἐπιπολαιότερα ἐκπίπτει, διά γ’ οὖν ταύτας τὰς προφάσιας οὐκ ἔστιν ἓν ὄνομα ἀριθμοῦ τῷ χρόνῳ θέσθαι, ἐν ὁκόσῳ ἕκαστα τούτων κρίνεται.
Προειρηκὼς ὅτι μελαινομένων καὶ φθειρομένων τῶν περικειμένων τοῖς ὀστοῖς σαρκῶν ἀναγκαῖόν ἐστι καὶ τοῖς γυμνωθεῖσιν αὐτῶν ὀστοῖς τῷ χρόνῳ ταὐτὸν συμβῆναι καὶ διὰ τοῦτο κελεύσας ἀποκόπτειν αὐτὰ, νῦν συμβουλεύει τὴν ἀφαίρεσιν ποιεῖσθαι, μὴ ψαύοντα τῶν ὑγιῶν, ὅπως μὴ διὰ τὴν ὀδύνην ὁ κάμνων λειποθυμήσας ἰσχυρῶς δυσανακόμιστος γένηται. κατ’ ἄρθρον δὲ μᾶλλον, εἰ οἷόν τε, ποιεῖσθαι κελεύει τὴν ἀφαίρεσιν ἕνεκα τοῦ τάχους. ἐν μέσοις γὰρ τοῖς κώλοις χρόνος τρίβεται τῶν ὀστέων ἐκκοπτομένων, ἐπὶ δὲ τῶν ἄρθρων ἄνευ τοῦ ψαῦσαι τῶν ὀστῶν, ἀποκόπτεται τὸ πεπονθὸς μέρος τοῦ κώλου.
35. Προσδέχεσθαι δὲ μάλα χρὴ τοιαῦτα ἰήματα. ἐπιδέειν γὰρ φοβερώτερά ἐστιν ἤ τινι ἰητρεύειν καὶ ἰητρείη πραείη ἀρκέει πᾶσι τοιούτοισι· αὐτὰ γὰρ ἑωυτὰ κρίνει μόνον· τῆς τε διαίτης ἐπιμελέεσθαι χρὴ ὡς κατὰ δύναμιν ἀπύρετος ἔῃ.
Οὐ μόνον τῶν καμνόντων ἀεὶ φαίνεται κηδόμενος ὁ Ἱπποκράτης, ἀλλὰ καὶ τῶν ἰατρῶν ὡς ἀνέγκλητοι μὲν ἀεὶ παρὰ τοῖς κάμνουσιν ὦσιν, εὐδοκιμῶσι δὲ τὰ πλεῖστα. διὰ τοῦτ’ οὖν ἐπισημαίνεταί τε καὶ διορίζεται τὰ κατὰ φαντασίαν μεγάλα πάθη τῶν κατὰ δύναμιν. ἐπὶ μὲν οὖν τῶν κατὰ δύναμιν ἰσχυρῶν, οὐ μὴν φαινομένων γε τοιούτων, ἀποδιδράσκειν κελεύει. προΐεσθαι δὲ τὰ κατὰ φαντασίαν μεγάλα, καθάπερ καὶ ταυτὶ τὰ νῦν περὶ ὧν ὁ λόγος. ὅταν γὰρ ἀκριβῶς τι νεκρωθῇ μέρος, οὐκέτι συμπάθειαν ἰσχυρὰν ἄγει τὰ πλησιάζοντα. ταῦτ’ οὖν ἐὰν ἀποκόψῃς, τὸν ἐν
τῇ χειρουργίᾳ τῆς λειποθυμίας φυλαξάμενος κίνδυνον οὐκέτι οὐδὲν ἀκολουθήσει δυσχερές.
36. Καὶ ἐν σχήμασι δικαίοισιν εὐθετίζειν τὸ σῶμα. δίκαια δὲ καὶ ταῦτα μηδὲ μετεωροποιέειν, μηδὲ ἐς τὸ κάτω ῥέπειν, ἀλλὰ μᾶλλον ἐς τὸ ἄνω ποτὶ καὶ ἔστ’ ἂν τελείως περιῤῥαγῇ· αἱμοῤῥαγιέων γὰρ ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος· διὰ τοῦτο γοῦν οὐ χρὴ κατάῤῥοπα ποιέειν τὰ τραύματα, ἀλλὰ τἀναντία.
Πολλάκις ἤδη μοι λέλεκται τὸ δίκαιον ἐπὶ τοῦ κατὰ δύναμιν ἴσου λέγειν ὁ Ἱπποκράτης. ἔστι δὲ τοῦτο ταὐτὸ τῷ κατὰ τὴν ἀξίαν ἑκάστου. τοιοῦτο δέ τι καὶ τὴν δικαιοσύνην ἴσμεν οὖσαν. ὅσον μὲν οὖν ἐπὶ τοῖς μυσὶ δίκαιον σχῆμά ἐστιν, ἐν ᾧ μηδετέρως τείνονται, μήθ’ οἱ κάμπτοντες μήθ’ οἱ ἐκτείνοντες τὸ κῶλον· ὅσον δ’ ἐπὶ τὸ κάταντες ἢ ἄναντες ἀποθέσθαι τὸ μόριον, ἴσον μὲν ἄν τῳ
εἰ καὶ οὕτως εἶπε, μηδὲν μετέωρον ποιεῖν μηδὲ ἐς τὸ κάτω ῥέπον, ἀλλὰ μᾶλλον ἄνω καὶ μάλισθ’ ὅταν τελέως περιῤῥαγῇ τὰ σεσηπότα. τῶν γὰρ αἱμοῤῥαγιῶν ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος.
37. Ἐπεὶ ὅταν γε ὁ χρόνος ἐγγένηται πλείων καὶ καθαρὰ τὰ ἕλκεα γένηται, οὐκέτι ταῦτα τὰ σχήματα ἐπιτήδειά ἐστιν, ἀλλ’ ἡ εὐθεῖα θέσις καὶ ἐνίοτε ἐπὶ τὸ κατάῤῥοπον ῥέποντα· ἀνὰ χρόνον γὰρ ἐνίοισι τούτων ἀποστάσιες ὀστέου γίνονται καὶ ὑποδεσμίδων δέονται.
Ὥσπερ ὁπόταν τὰς αἱμοῤῥαγίας ἐφυλάττετο τὴν εὐθεῖαν θέσιν τοῦ κώλου, καίτοι μέσην τε καὶ δικαίαν οὖσαν, ἐπὶ τὸ ἀνάῤῥοπον ἦγεν εἰς τοσοῦτον ἄχρι τοῦ χωρὶς ὀδύνης τοῦ κάμνοντος ἀναταθῆναι τὸ κῶλον, οὕτως νῦν ἐνίοτε μετρίως κατάῤῥοπον ἀξιοῖ σχηματίζεσθαι τὸ κῶλον ἕνεκα τῆς ἐκκρίσεως τῶν ἰχώρων. ὅπου γὰρ οὔθ’ αἱμοῤῥαγίας ἐστὶ
κίνδυνος οὔτε συμπαθείας οὔτε φλεγμονῆς, ἤδη ὄντα καθαρὰ τὰ ἕλκη μόνης ἐπουλώσεως χρήζει, περὶ παντός ἐστι ποιητέον, ὡς μήτε πῦον ὑφίσταται τότε μήτε ἰχώρ τις λεπτὸς, ἀλλ’ ἀποῤῥέει πάντα. κολπωθέντος μέντοι τινὸς αὐτόθι μέρους, εἴωθε γὰρ ἐνίοτε καὶ τοῦτο γίγνεσθαι, τῶν ἰχώρων ἀναβιβρωσκόντων ἐκεῖνα τὰ μόρια, ἃ κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ διὰ τὸν φόβον τῆς αἱμοῤῥαγίας ἀνάῤῥοπον ἡγούμεθα σχῆμα, χρείας ἕξομεν ὑποδεσμίδων αἷς προστελοῦμεν τὸν κόλπον. ἡ δ’ ἐπίδεσις ἐν τῷ τοιούτῳ καιρῷ κατὰ τὸν ἐναντίον γίνεται τρόπον ἁπάσαις ταῖς ἔμπροσθεν εἰρημέναις. ἐπ’ ἐκείνων μὲν γὰρ ἐκ τῶν κάτω μερῶν ἀρχόμενοι τελευτῶμεν ἄνω. κατὰ δὲ τὰς νῦν προκειμένας διαθέσεις, ἐφ’ ὦν ἐκκρίνεσθαι βουλόμεθα τὸ πῦον ἄνωθεν, ἀρχομένους ἐπὶ τὰ κάτω χρὴ νέμεσθαι παυομένους ἀνωτέρω βραχεῖ τοῦ κατὰ τὸν κόλπον στόματος, ἵν’ ἐκ μὲν τοῦ πυθμένος αὐτοῦ πᾶν ἐκθλίβηται διὰ τῆς εἰρημένης ἐπιδέσεως, ἀνεῳγμένου δὲ τοῦ στόματος εὐθέως ἐκρέῃ.
38. Προσδέχεσθαι δὲ χρὴ τοὺς τοιούτους ἀνὰ χρόνον ὑπὸ δυσεντερίης πιέζεσθαι· καὶ γὰρ ἐπὶ τοῖς μελαινομένοισι τοῖσι πλείστοισι ἐπιγίνεται δυσεντερίη καὶ ἐπὶ τῇσιν αἱμοῤῥαγίῃσιν ἐξ ἑλκέων. ἐπιγίνεται δὲ ὡς ἐπὶ τὸ πολὺ κεκριμένων ἤδη καὶ τῶν μελασμῶν καὶ τῆς αἱμοῤῥαγίης.
Τὴν τῆς δυσεντερίας προσηγορίαν ἔοικεν ὁ Ἱπποκράτης οὐ κατὰ τῆς τῶν ἐντέρων ἑλκώσεως ἐπιφέρειν, ὡς οἱ πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ κατὰ τῆς αἱματώδους ἐκκρίσεως διὰ τῶν ἐντέρων γιγνομένης, ὥστε καὶ ὅταν ἀῤῥωστίᾳ τοῦ ἥπατος αἱματώδη διαχωρῆται καὶ τότε ὀνομάζεσθαι δυσεντερίαν τὸ πάθος, ὅπερ καὶ φαίνεται γιγνόμενόν τε καὶ λεγόμενον ὑπὸ τῶν ἰατρῶν. καὶ πολλοὺς ἴστε τῶν οὕτω πεπονθότων ἀπολλυμένους ἀγνοίᾳ τῶν θεραπευόντων. ἐπεὶ δ’ ἐνίοτε διὰ τὴν τῶν ἐξιόντων δριμύτητα συνεκκρίνηταί τις ἅμα τοῖς διαχωρήμασι κατ’ ἀρχὰς, ἀμελῇ δὲ τοῦ χρόνου προϊόντος ἤδη καὶ τῶν ἐντέρων αὐτῶν ξύσματα διὰ τοῦ
ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ τῆς φύσεως ὁρμώσης ἔμπαλιν ἢ ἐπὶ τῶν ἡπατικῶν ἔχει διαθέσεων. ἐν ἐκείναις γὰρ ἀῤῥωστία τοῦ ἥπατος αἱματώδη δι’ ἐντέρων ὑπέρχεται. ἐὰν μὲν ἤτοι δι’ αἱμοῤῥοΐδων ἢ διὰ τῶν εἰς ἔντερα καθηκουσῶν φλεβῶν ἢ διὰ τῶν εἰς τὰς ῥῖνας ἡ φύσις ἰσχύσῃ τὸ περιττὸν ἐκκρῖναι, σὺν εὐτυχίᾳ τοῦ πληθωριῶντος ἡ κένωσις ἐγένετο· μὴ δεξαμένων δὲ τῶν ἐνταῦθα χωρίων τὸ πλῆθος, ἀλλ’ ἐπὶ θώρακα καὶ πνεύμονα ῥυέντος αὐτοῦ, χαλεπὸν ἤδη τὸ πάθημα. δυοῖν γὰρ θάτερον περιπλευμονίαις τε καὶ πλευρίτισιν ἢ ἀναγωγαῖς αἵματος οἱ τοιοῦτοι περιπίπτουσι.
39. Καὶ ὁρμᾶται μὲν λαύρως καὶ ἰσχυρῶς, ἀτὰρ οὔτε πολυήμερος γίνεται οὔτε θανατώδης, οὔτε γὰρ μάλα ἀπόσιτοι γίνονται οἱ τοιοῦτοι οὔτε ἄλλως ξυμφέρει κενεαγγέειν.
Οὐχ ὡς ἱστορίαν γράφων τῶν συμβαινόντων τοῖς οὕτω κάμνουσιν, ὥσπερ ὁ Θουκυδίδης, ἡνίκα διηγεῖται τὸν λοιμὸν, ἀλλ’ ἕνεκα διορισμοῦ τῶν ἐφ’ ἑτέραις αἰτίαις γιγνομένων δυσεντεριῶν, ταῦτα προσέθηκεν ὁ Ἱπποκράτης, ὥστ’ εἰ μὴ καὶ τῆς προκειμένης πραγματείας ἴδιός ἐστιν ὁ λόγος, οὐδὲν χεῖρον αὐτὸν ἐξεργάσασθαι παμπόλλων ἰατρῶν ἀδυνατούντων διακρῖναι τὰς διαθέσεις, ἐφ’ αἷς ἐκκρίσεις αἵματος γίγνονται. νομίζουσι γοῦν ἔνιοι πάσας αὐτὰς ἑλκώσεσιν ἐντέρων ἕπεσθαι, μεγάλως σφαλλόμενοι. ἡ μὲν οὖν ἀπὸ τῶν αἱμοῤῥοΐδων ἔκκρισις οὐδ’ αὐτοὺς τοὺς κάμνοντας λανθάνει. τῶν δ’ ἄνωθεν ἐπὶ τὴν ἕδραν ἀφικνουμένων αἱματωδῶν ἔνια μὲν εὐθὺς ἐξ ἀρχῆς ἥκει, τινὰ δὲ προηγήσατό τι τοιοῦτον, εἰ ἐξαίφνης διαχωρήσειεν αἷμα πολὺ, γιγνώσκειν ἀναστόμωσιν ἀγγείου γεγονέναι τῆς φύσεως τὸ βαρῦνον αὐτὴν ἀποκρινούσης. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη δυσεντερία λάβρως ὁρμᾶται καὶ ταχέως παύεται, μετὰ τοῦ μηδ’ ἀνορέκτους τοὺς
αἷμα, βέλτιόν ἐστι διδόναι τροφὴν σύμμετρον ἐῤῥωμένου τοῦ ἥπατος καὶ κρατεῖν αὐτῆς δυναμένου.
40. Μηροῦ δὲ ὀλίσθημα κατ’ ἰσχίον ὧδε χρὴ ἐμβάλλειν, ἢν ἐς τὸ εἴσω μέρος ὠλισθήκῃ.
Κατεγνώκασιν Ἱπποκράτους ἐπεμβαλεῖν τὸ κατ’ ἰσχίον ἄρθρον, ὡς ἂν ἐκπίπτον αὐτίκα πρῶτος μὲν Κτησίας ὁ Κνίδιος συγγενὴς αὐτοῦ· καὶ γὰρ αὐτὸς ἦν Ἀσκληπιάδης τὸ γένος, ἐφεξῆς δὲ Κτησίου καὶ ἄλλοι τινές. διττῆς οὖν οὔσης κρίσεως ἁπάντων τῶν τοιούτων πραγμάτων τῆς μὲν ἑτέρας, ὅταν αὐτόπτης τις γένηται τοῦ ζητουμένου, τῆς δ’ ἑτέρας ὅταν ἐκ τῆς φύσεως αὐτοῦ μὴ περιμένων μακρὰν πεῖραν ἐνδεικτικῶς ἀποφαίνηταί τι, καὶ ἡμεῖς ἀμφοτέρας ποιησόμεθα. τὸ μὲν οὖν τῆς φύσεως τοῦ πράγματος ἐστὶ τοιόνδε. κατὰ τὴν διάρθρωσιν ταύτην ἰσχυρότατός ἐστι σύνδεσμος,
στρογγύλος, ἐγκατακεκρυμμένος αὐτῇ, συνάπτων τὴν κορυφὴν τῆς κεφαλῆς τοῦ μηροῦ τῷ βαθυτάτῳ τε καὶ κοιλοτάτῳ μέρει τῆς κοτύλης, ὥστε καὶ μὴ τεθέαταί τις τὸν κίνδυνον, ἀλλ’ ἐκ ταύτης γε τῆς διηγήσεως ἀκόλουθον αὐτὸ νοῆσαι βραχὺν εἶναι κατὰ μῆκος αὐτὸν, ὅπου ὁ μηρὸς ἐνστρέφεται ἀεὶ, καθάπερ ὁ Ἱπποκράτης εἶπεν·
Ἰσχίῳ ἐνστρέφεται.
μηδέποτ’ ἐκτὸς ὑπερβαίνων τὴν ὀφρὺν τῆς κοτύλης ἀναγκαῖον ἐλάχιστον εἶναι τῷ μήκει τὸν σύνδεσμον. οὗτος οὖν αὐτός ἐστιν ὁ κωλύων ἐκπίπτειν τὸν μηρὸν, ἄχρι περ ἂν ἔχῃ κατὰ φύσιν. ἐγχωρεῖ δ’ αὐτὸν οὐκ ἀποῤῥαγέντα μόνον, ἀλλὰ καὶ δι’ ὑγρότητα πολλὴν ἀθροισθεῖσαν ἐν τῇ κοιλότητι παρὰ φύσιν ἔκτασιν τοσαύτην σχεῖν, ὡς ἐπιτρέψαι ποτὲ ἐκπεσεῖν τῆς κατὰ φύσιν ἕδρας τὸν μηρόν. εἰ μὲν οὖν ἀποῤῥαγέντος τοῦ συνδέσμου τὸν μηρὸν ἐππεσεῖν συμβαίνει, κἂν ἐμβληθῇ, παραχρῆμα εἶναι κατὰ χώραν οὐ δυνήσεται. καταντοῦς γὰρ οὔσης τῆς κοτύλης καὶ μεγάλου βάρους αὐτῆς
τρόπῳ τὴν ἀπόφασιν ποιούμενοι. οὐ γὰρ ἂν Ἱπποκράτης καὶ Διοκλῆς ἀνέγραψαν ἐμβολὰς, ἔτι δὲ Φιλότιμος, Εὐήνωρ, Νηλεὺς, Μόλπις, Νυμφόδωρος, ἄλλοι δέ τινες. ἡμεῖς δ’ ἐπὶ δύο παιδίων ἐκρατήσαμεν τῆς προθέσεως. πολλάκις τοί γε καὶ μᾶλλον ἐπὶ τῶν τελείων ὀλισθαίνει πάλιν τὸ ἄρθρον. οὐκ ἐκ λόγου δὲ δεῖ τὸ πρᾶγμα κρίνειν, ἀλλ’ ἐπειδή ποτε καὶ μένει, διαλαμβάνειν μὴ διὰ παντὸς ἀποσπασμὸν γίνεσθαι τοῦ νεύρου, ἀλλὰ καὶ ἀποχαλᾶσθαι καὶ συστρέφεσθαι πάλιν, ἐπειδὰν τοῦ ζητεῖν ἐστι χρήσιμον, ἀλλ’ οὐ παντελῶς κοινόν. ἐπὶ τῷ τέλει τῆς ῥήσεως ὁ Ταραντῖνος τοῦτο προσέγραψε φυλάττων τὴν ἑαυτοῦ προαίρεσιν ἐμπειρικὴν οὖσαν. ἔστι δ’ αὐτῶν ἡ προαίρεσις ὅσα φανερῶς ὦπται καὶ τὸ χρήσιμον ἤδη πρὸς τὴν τέχνην ἔχομεν ἐξ αὐτῶν εἰπεῖν, ἄχρηστον ἐπὶ τούτων εἶναι τὴν τῆς αἰτίας ζήτησιν, ἀλλὰ καὶ μετὰ τὸν Ἡρακλείδην ἄλλοι πολλοὶ τῶν νεωτέρων γεγράφασιν ἐμβληθέντα μηρὸν ὑπ’ αὐτῶν ἄχρι παντὸς μεμενηκέναι.
41. Ἀγαθὴ μὲν ἥδε καὶ δικαίη καὶ κατὰ φύσιν ἡ ἐμβολὴ καὶ δή τι καὶ ἀγωνιστικὸν ἔχουσα ὅστις γε τοῖσι τοιούτοισιν ἥδεται κομψευόμενος. κρεμάσαι χρὴ τὸν ἄνθρωπον τῶν ποδῶν πρὸς μεσόδμην δεσμῷ δυνατῷ, μαλθακῷ δὲ καὶ πλάτος ἔχοντι, τοὺς δὲ πόδας ἔχειν χρὴ, ὅσον τέσσαρας δακτύλους ἀπ’ ἀλλήλων ἢ καὶ ἔλασσον· χρὴ δὲ καὶ ἐπάνωθεν τῶν ἐπιγουνίδων προσπεριβεβλῆσθαι πλατεῖ ἱμάντι καὶ μαλθακῷ ἀνατείνοντι ἐς τὴν μεσόδμην.
Τὸ χαριέντως τι πανουργεῖν εἰώθασιν οἱ Ἀττικοὶ κομψεύεσθαι λέγειν, ὅπερ καὶ νῦν σημαίνει παρὰ τῷ Ἱπποκράτει τὸ κομψευόμενος. καὶ γὰρ καὶ πρόσθεν εἷπεν ἐπὶ τῶν τῆς κλίμακος κατακλίσεων, ὡς ἐκχαυνοῦν τὸν πολὺν ὄχλον ἐπιτηδεύοντές τινες ἐπ’ αὐτὴν ἥκουσιν, ἀλλ’ ὅμως κἀκείνην ἔγραψεν, ἐπεὶ καὶ καλῶς αὐτῇ χρωμένους ἑώρα τοὺς καθ’ ἑαυτὸν ἰατρούς. οὕτως οὖν καὶ νῦν ὡς ἄν τις κάλλιστα διὰ κλίμακος κατατείνας ἐμβάλλοι μηρὸν ἐβουλήθη διδάξαι.
ἴσως δ’ ἄν ποτε καὶ χρησαίμεθα αὐτῇ μὴ παρόντος τοῦ βάθρου, περὶ οὖ μετὰ ταῦτα ἐρεῖ. κελεύει τοιγαροῦν ἐπὶ κλίμακος τὸν θεραπευόμενον δήσαντας ἱμᾶσιν κρεμάσαι τὴν κλίμακα πρὸς μεσόδμην ἀνατείναντας. οὕτως δὲ ὀνομάζεται τὸ μέγα ξύλον ἀπὸ τοῦ ἑτέρου τοίχου πρὸς τὸν ἕτερον διῆκον, ἔν τε τοῖς τῶν πανδοχείων οἴκοις τοῖς μεγάλοις ἐν οἶς ἱστᾶσι τὰ κτήνη καὶ κατ’ ἀγρὸν ὁμοίως ἐν τοῖς γεωργικοῖς οἴκοις. βούλεται δὲ τοὺς μὲν πόδας ἄνω πρὸς τὴν μεσόδμην ἐστράφθαι, τοῦ κατατεινομένου δὲ τὴν κεφαλὴν οὐ πολὺ τῆς γῆς ἀπέχειν, ἄλλως τε δυνηθῆναι τὸν ἐμβάλλοντα τὸ ἄρθρον ὀρθὸν παρεστῶτα ταῖς ἑαυτοῦ χερσὶ χρῆσθαι πρὸς τὴν ἐμβολὴν, ὡς ἐφεξῆς διδάσκει.
42. Τὸ δὲ σκέλος τὸ σιναρὸν τετάσθαι χρὴ, ὡς δύο δακτύλοισι μᾶλλον τοῦ ἑτέρου. ἀπὸ δὲ τῆς γῆς τὴν κεφαλὴν ἀπεχέτω, ὡς δύο πήχεας ἢ ὀλίγῳ πλέον ἢ ἔλασσον. τὰς δὲ χεῖρας παρατεταμένας παρὰ τὰς πλευρὰς προσδεδεμένος
ἔστω μαλθακῷ τινι. πάντα δὲ ταῦτα ὑπτίῳ κατακειμένῳ κατασκευασθήτω ὡς ὅτε ἐλάχιστον χρόνον κρεμάσηται· ὅταν δὲ κρεμασθῇ ἄνδρα, χρὴ εὐπαίδευτον καὶ μὴ ἀσθενέα ἐνείραντα τὸν πῆχυν μεσηγὺ τῶν μηρῶν.
Τοὺς μὲν δεσμοὺς ὅπως προσήκει περιβαλεῖν οἶς εἶπε μέρεσι τοῦ σώματος, ἐδήλωσε σαφῶς. ἰσχυροτέρους μέντοι κελεύει καὶ μαλθακοὺς ἀνατείνοντας εἶναι τοὺς κατὰ τὸ πεπονθὸς σκέλος εἰκότως. ὅλη γὰρ ἡ κατάτασις ἕνεκα τῆς ἐκείνου θεραπείας γίγνεται κατὰ τὸν κοινὸν ἁπάντων τῶν ἐμβαλλομένων λόγον. ἐπειδὴ γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ τῆς κοτύλης ἐκπεσοῦσα πρὸς τὴν ἐκτὸς χώραν ἧκεν ὑπὸ τῶν ἐνταῦθα μυῶν ἀνασπασθεῖσα. προσήκει δήπου πρότερον εἰς τὸ κάτω μέρος αὐτὴν ἀγαγεῖν ἅμα τῷ μηρῷ δηλονότι, κἄπειθ’ οὕτως ἀπῶσαι πρὸς τὴν ἐκτὸς χώραν, εἶτα ἐπειδὰν κατ’ εὐθὺ γένηται τῆς κοτύλης ἤτοι τοῖς μυσὶν ἐπιτρέψαι μόνοις τοὐντεῦθεν ἢ καὶ συνεπωθεῖν αὐτόν. εἴρηται δὲ ἤδη πολλάκις ὡς οἱ μύες ἅπαντες ἐπὶ τὰς ἑαυτῶν κεφαλάς
ἀνασπᾶσθαι πεφύκασι. συνανασπῶσιν οὖν δηλονότι καὶ τὸν μηρὸν ἑαυτοῖς, ἀνασπώμενος δ’ ἐμβήσεται τῇ κοτύλῃ τοῦ ἰσχίου κατὰ τὴν κεφαλὴν αὐτοῦ.
43. Εἶτα θέσθαι τὸν πῆχυν μεσηγὺ τοῦ περιναίου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ ἐξεστηκυίης, ἔπειτα συνάψαντα τὴν ἑτέρην χεῖρα πρὸς τὴν διῃρημένην παραστάντα ὀρθὸν παρὰ τὸ σῶμα τοῦ κρεμαμένου ἐξαπίνης ἐκκρεμασθέντα, μετέωρον αἰωρηθῆναι ὡς ἰσοῤῥοπώτατον. αὕτη δὲ ἡ ἐμβολὴ παρέχεται πάντα ὅσα χρὴ κατὰ φύσιν. αὐτό τε γὰρ τὸ σῶμα κρεμάμενον τῷ ἑωυτοῦ βάρει κατάτασιν ποιέεται, ὅ τε ἐκκρεμασθεὶς ἅμα μὲν τῇ κατατάσει ἀναγκάζει ὑπεραιωρεῖσθαι τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ τῷ ὀστέῳ τοῦ πήχεος ἀπομοχλεύειν καὶ ἀναγκάζειν εἰς τὴν ἀρχαίην φύσιν ὀλισθαίνειν. χρὴ δὲ παγκάλως μὲν τοῖσι δεσμοῖσιν ἐσκευάσθαι, φρονέοντα δὲ ὡς ἰσχυρότατον τὸν ἐξαιωρούμενον εἷναι. ὡς μὲν οὖν καὶ
πρόσθεν εἴρηται, μέγα τὸ διαφέρον ἐστὶ τῶν φυσίων τοῖσιν ἀνθρώποισιν ἐς τὸ εὐέμβλητα εἶναι καὶ δυσέμβλητα καὶ διότι μέγα διαφέρει, εἴρηται πρόσθεν ἐν τοῖς περὶ ὤμου.
Πλιχάδα μὲν ὀνομάζειν εἴωθεν ἅπαν τὸ μεταξὺ τῶν βουβώνων ἑκατέρου σκέλους. ἐν ταύτῃ δὲ τῇ πλιχάδι τὸ μέσον προσαγορεύει περίναιον, ὅπερ ἀπὸ τῆς ἐκφύσεως αἰδοίου καθήκει πρὸς τὴν ἕδραν. ἐν αὐτῷ δὲ καὶ τῆς κύστεως ὁ τράχηλος τέτακται· μεταξὺ δὲ τούτου γε κατὰ τὸ μῆκος ἐν τῇ πλιχάδι μέσῃ καὶ τῆς τοῦ μηροῦ κεφαλῆς ἀξιοῖ θέντα τὸν πῆχυν ἐπισυζεύξαντά τε τὴν ἑτέραν χεῖρα, καθότι σαφῶς αὐτὸς ἔγραψεν ἐκκρεμασθῆναι τὸν εἰς τὸ κάτω μέλλοντα τὴν κεφαλὴν ἐπισπάσαι τοῦ μηροῦ. γενήσεται δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μοχλεία πρὸς τὴν εἰς τὸ ἔξω μετάστασιν τοῦ ἄρθρου, χάριν τοῦ κατ’ εὐθὺ γενέσθαι τῆς κοτύλης τοῦ ἰσχίου τὴν κεφαλὴν τοῦ μηροῦ.
44. Ἐνίοισι γὰρ ὁ μηρὸς ἐμπίπτει ἀπ’ οὐδεμιῆς παρασκευῆς, ἀλλ’ ὀλίγης μὲν κατατάσιος, ὅσον τῇσι χερσὶ κατιθῦναι, βραχείης δὲ κιγκλίσιος.
Ὥσπερ ἐν τοῖς ἔμπροσθεν ἀῤῥενικῶς εἶπε κιγκλισμὸν, οὕτω νῦν κίγκλισιν θηλυκῶς τὴν ἐπὶ βραχὺ γιγνομένην διακίνησιν. αὐτὸς γὰρ τὸ διακινῆσαι ῥῆμα κατὰ τῆς βραχείας κινήσεως, ἧσπερ μέμνηκε γράφων ἐμβολὴν ἐξηρθρηκυίας γένυος.
45. Πολλοῖσι δὲ συγκάμψασι τὸ σκέλος κατὰ τὸ ἄρθρον ἐνέπεσεν ἤδη ἀμφίσφαλσιν ποιησάμενον· ἀλλὰ γὰρ τὰ πολὺ πλείω οὐκ ἐνακούει τῆς τυχούσης παρασκευῆς. διὰ τοῦτο ἐπίστασθαι μὲν χρὴ τὰ κράτιστα περὶ ἑκάστου ἐν πάσῃ τῇ τέχνῃ, χρέεσθαι δὲ οἶσιν ἂν δόξη ἑκάστοτε. εἴρηνται μὲν οὖν τρόποι κατατασίων καὶ ἐν τοῖσιν ἔμπροσθεν γεγραμμένοισιν,
ὥστε χρέεσθαι τούτων ὅστις ἂν παρατύχῃ. δεῖ γὰρ ἀντικατατετάσθαι ἰσχυρῶς ἐπὶ θάτερα μὲν τοῦ σκέλεος, ἐπὶ θάτερα δὲ τοῖ σώματος. ἢν γὰρ εὖ καταταθῇ, ὑπεραιωρηθήσεται ἡ κεφαλὴ τοῦ μηροῦ ὑπὲρ τῆς ἀρχαίης ἕδρης· καὶ ἢν μὲν ὑπεραιωρηθῇ οὕτως, οὐδὲ κωλῦσαι ἔτι ῥηΐδιον ἵζεσθαι αὐτὴν ἐς τὴν ἑωυτῆς ἕδρην, ὥστε ἤδη πᾶσα ἀρκέει μόχλευσίς τε καὶ κατόρθωσις. ἀλλὰ γὰρ ἐλλείπουσιν ἐν τῇ κατατάσει, διὰ τοῦτο ὄχλον πλείω παρέχει ἡ ἐμβολή.
Ἐν τῷ κάμπτειν τὸ σκέλος κατὰ βουβῶνα μετέωρος ὅλος ὁ μηρὸς γίνεται. κατὰ τὴν τοιαύτην γοῦν ἐνέργειαν ἡ ἐκπεπτωκυῖα κεφαλὴ τοῦ μηροῦ διακινηθεῖσα τὰ κατὰ περίσφαλσιν εἴωθεν ἐκπίπτειν ἔστιν ὅτε. τὸ δὲ κατὰ περίσφαλσιν ἔστιν ὅτε ποῖόν τι δηλοῖ καὶ ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου καὶ τὸ κατ’ ἰσχίον ἐκπιπτόντων τε καὶ ἐκβαλλομένων γίνεται, διὰ τῶν ἔμπροσθεν αὐτὸς ἐδίδαξεν ἡνίκα διδάσκει ἐπὶ τούτων τῶν διαρθρώσεων μὴ δύνασθαι γενέσθαι
παράρθρημα, καθάπερ ἐπ’ ἀγκῶνος καὶ καρποῦ καὶ γόνατος καὶ σφυροῦ· διὰ γὰρ τὰς σφαιροειδεῖς μὲν εἶναι τὰς κεφαλὰς τῶν μηρῶν ὀστῶν, κυκλοτερῆ δὲ τὴν ὀφρὺν τῶν πρὸς αὐτὰς διαρθρουμένων κοιλοτήτων, οὐκ ἐνδέχεται μέρος μέν τι τῶν κεφαλῶν ἐν ταῖς κοιλότησιν εἶναι· μέρος δὲ οὐκ εἶναι, καθάπερ οὐδ’ ἐπὶ τῆς ὀφρύος ὀχεῖσθαι τῆς κοτύλης, ἀλλ’ εὐθέως ἀποκυλιομένας αὐτὰς ἢ εἴσω χωρεῖν ἢ ἔξω τῆς διαρθρώσεως. ἐπεὶ τοίνυν ἐλαχίστη ῥοπὴ τὴν ἐφ’ ἑκάτερα φορὰν τῆς κεφαλῆς οἰακίζει περίσφαλσιν ὠνόμασε τὸ γιγνόμενον.
46. Χρὴ οὖν οὐ μόνον παρὰ τὸν πόδα τὰ δεσμὰ ἐξηρτῆσθαι, ἀλλὰ καὶ ἄνωθεν τοῦ γούνατος, ὅκως μὴ κατὰ τὸ τοῦ γούνατος ἄρθρον ἐν τῇ τανύσει ἡ ἐπίδεσις ἔῃ μᾶλλον ἢ κατὰ τὸ τοῦ ἰσχίου ἄρθρον. οὕτω μὲν οὖν χρὴ τὴν κατάτασιν τὴν πρὸς τὸ τοῦ ποδὸς μέρος ἐσκευάσθαι· ἀτὰρ καὶ τὴν ἐπὶ θάτερα κατάτασιν μὴ μόνον ἐκ τῆς περὶ τὸ στῆθος καὶ τὰς μασχάλας περιβολῆς ἀντιτείνεσθαι, ἀλλὰ
καὶ ἱμάντι μακρῷ, διπτύχῳ, ἰσχυρῷ, προσηνεῖ, παρὰ τὸν περίναιον βεβλημένῳ παρατεταμένῳ ἐπὶ μὲν τὰ ὄπισθεν παρὰ τὴν ῥάχιν, ἐπὶ δὲ τὰ ἔμπροσθεν παρὰ τὴν κληῖδα προσηρτημένῳ τὴν ἀρχὴν τὴν ἀντικατατείνουσαν οὕτω διαναγκάζεσθαι, τοῖσι μὲν ἔνθα διατεινομένοισι, τοῖσι δὲ ἔνθα. ὅκως δὲ ὁ ἱμὰς ὁ παρὰ τὸν περίναιον μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ μηροῦ παρατεταμένος ἔσται, ἀλλὰ μεσηγὺ τῆς κεφαλῆς ἐπὶ τοῦ περιναίου. ἐν δὲ τῇ κατατάσει κατὰ μὲν τὴν κεφαλὴν τοῦ μηροῦ ἐρείσας τὴν πυγμὴν ἐς τὸ ἔξω ὠθεέτω. ἢν δὲ μετεωρίζηται ἑλκόμενος, διέρσας τὴν χεῖρα καὶ ἐπισυνάξας τῇ ἑτέρῃ χειρὶ ἅμα μὲν συγκατατεινέτω, ἅμα δὲ ἐς τὸ ἕξω συναναγκαζέτω· ἄλλος δέ τις τὸ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἡσύχως ἐς τὸ εἴσω μέρος κατορθούτω.
Ἐκ τῶν ποδῶν κρεμαμένου τοῦ ἀνθρώπου καὶ τὴν κεφαλὴν ἔχοντος κάτω, πᾶσι τοῖς ἄρθροις διατείνεσθαι συμβαίνει, βουλόμεθα δὲ ἡμεῖς ἓν μόνον ἄρθρον τὸ κατὰ τοὺς
βουβῶνας τοῦτο πάσχειν. εἰκότως οὖν τοῦ γόνατος ἐπιβάλλειν κελεύει δεσμὰ τῶν μηρῶν τὴν τάσιν ἄνω ποιούμενα· μόνοις γὰρ τοῖς κατὰ τὴν κνήμην, ἐὰν ἐπιτρέψωμεν ἀνέλκειν τὸ σκέλος οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον τῆς κατ’ ἰσχίον διαρθρώσεως ἔκτασιν εἶναι συμβήσεται τὴν κατὰ γόνυ τοῖς τείνουσι δεσμοῖς οὖσαν ἐγγυτέρω.
47. Εἴρηται δὲ καὶ πρόσθεν ὅτι ἐπάξιον ὅστις ἐν πόλει πολυανθρώπῳ ἰητρεύει ξύλον κεκτῆσθαι τετράγωνον, ὡς ἑξάπηχυ ἢ ὀλίγῳ μεῖζον, εὖρος δὲ ὡς δίπηχυ, πάχος δὲ ἀρκέει σπιθαμιαῖον.
Ἐν τῷ περὶ ἀγμῶν εἰρήκει περὶ τοῦδε τοῦ μηχανήματος, ὥστε κἀντεῦθεν ἐφέλκονται μαρτύριον ὧν λέγουσιν ἔνιοι περὶ τοῦ γεγράφθαι μὲν ὑφ’ Ἱπποκράτους ἓν βιβλίον ἐξ ἀρχῆς ἐπιγεγραμμένον κατ’ ἰητρεῖον, ὕστερον δὲ εἰς δύο τμηθῆναι διὰ τὸ μέγεθος ἐπιγραφῆναί τε ἕτερον μὲν πρότερον
ἐπὶ μὲν οὖν τῶν ἀναγιγνωσκόντων παρ’ ἐμοὶ τὸ βιβλίον ἑτοίμως ποιοῦμαι παρακειμένου τοῦ ὀργάνου πολλάκις μὲν αὐτοῦ τοῦ μεγάλου, πολλάκις δὲ καὶ τῶν μιμημάτων αὐτοῦ τινος ἃ διὰ ταύτην μόνην τὴν χρείαν κατασκευάζομεν, ἵνα ἔχωμεν δεικνύναι τοῖς ἀναγιγνώσκουσιν. οὐ γὰρ δὴ δι’ αὐτῶν ἐστιν ἐμβαλεῖν ἄρθρον, ἀλλὰ νῦν γε τοῦτο μὲν ἀδύνατόν ἐστι πρᾶξαι. τὸ δ’ ἐξηγήσασθαί τι τῶν κατὰ τὴν λέξιν ἀσαφῶν δυνατὸν, ὅπερ ἔν τε τοῖς ἔμπροσθεν ἐποίησα, καὶ νῦν ἐν τοῖς ἐφεξῆς πράξω.
48. Ἔπειτα κατὰ μῆκος μὲν ἔνθεν καὶ ἔνθεν τομὴν ἔχειν χρὴ ὡς μὴ ὑψηλοτέρη τοῦ καιροῦ ἡ μηχάνησις εἴη.
Τὸ μὲν ἔνθεν καὶ ἔνθεν ἐξ ἀριστερῶν καὶ ἐκ δεξιῶν λέγει. δῆλον δὲ ἐκ τοῦ προσθεῖναι κατὰ μῆκος, ἀλλὰ καὶ τὸ παραμήκεα ταὐτόν ἐστι. τὴν γὰρ ἄνωθεν τῆς κεφαλῆς καὶ κάτωθεν τῶν ποδῶν τομὴν ἐγκαρσίαν ἂν εἰρήκει μᾶλλον
οὐ παραμήκη. ὃ δὲ σύμπασα φράσις ἑρμηνεύει τοιόνδ’ ἐστίν· οὐδὲν γὰρ χεῖρον αὐτὴν παραφράσαι σαφηνείας ἕνεκεν. ἔπειτα κατὰ μῆκος μὲν ἔνθεν καὶ ἔνθεν ἐντομὴν εἶναι χρὴ παραμήκη τοῦ ξύλου βάθος ἔχουσαν σύμμετρον, ὡς πρὸς μοχλείαν, ὅπως μὴ ὑψηλοτέρα τοῦ προσήκοντος ἡ μηχάνησις εἴη. τὸ γὰρ τοῦ καιροῦ λέγουσιν οἱ Ἕλληνες ἐνίοτε καὶ τοῦ προσήκοντος, ὅπερ καὶ δέον ὀνομάζουσιν. ἔστω τοιγαροῦν ἡ τομὴ τηλικαύτη τοῦ βάθρου, ὡς ἐν αὐτῇ στηρίζεσθαι μοχλὸν ἁρμόττοντα τῇ μελλούσῃ γενήσεσθαι μοχλείᾳ.
49. Ἔπειτα φλιὰς βραχείας, ἰσχυρὰς, ἐνηρμοσμένας, ὀνίσκους ἔχειν ἑκατέρωθεν.
Ὀνίσκους μὲν τοὺς ἄξονας ὀνομάζει, φλιὰς δὲ τὰ διαλαμβάνοντα τοὺς ἄξονας στηρίγματα. ταῦτα δὲ
βούλεται κατὰ τὸ μέγα ξύλον ἑκατέρωθεν ἐνηρμόσθαι, τὸ μὲν γὰρ ἐκ τῶν ἄνωθεν μερῶν τοῦ βάθρου, τὸ δὲ ἐκ τῶν κάτω. πρὸς γὰρ τοὺς ἄξονας τούτους τὰ πέρατα τῶν περιβαλλομένων τῷ κάμνοντι βρόχων ἐνανάπτει κατὰ τὸν καιρὸν τῆς ἀντιτάσεως.
50. Ἔπειτα ἀρκέει μὲν ἐν τῷ ἡμίσει τοῦ ξύλου, οὐδὲν δὲ κωλύει καὶ διὰ παντὸς ἐντετμῆσθαι ὡς καπέτους μακρὰς πέντε ἢ ἓξ διαλειπούσας ἀπ’ ἀλλήλων τέσσαρας δακτύλους. αὐτὰς δὲ ἀρκέει εὖρος τριδακτύλους εἶναι καὶ βάθος οὕτως.
Καπέτους μὲν οὐκ ὀλίγοι τῶν παλαιῶν εἰρήκασι τὰς τάφρους. ὁ δὲ Ἱπποκράτης νῦν ἐκ μεταφορᾶς κέχρηται τῇ προσηγορίᾳ τὰς ἐκτετμημένας τῷ βάθρῳ κοιλότητας ἑρμηνεῦσαι βουλόμενος, ἕνεκα τοῦ στηρίζεσθαι κατ’ αὐτὰς τοὺς μοχλοὺς, ἅς τινας κοιλότητας ἀξιοῖ μάλιστα μὲν ἐν τῷ ἡμίσει τοῦ ξύλου, τουτέστι τῷ κάτω διαγλύψαι. κωλύειν δὲ
οὐδὲν ἐκ περιουσίας φησὶν, εἰ καὶ κατὰ τὸ ἄνω μέρος εἶεν· οὐ μόνον γὰρ τὸ κατ’ ἰσχίον ἄρθρον ἐμβάλλουσιν ἡμῖν ἐστι χρήσιμον τὸ νῦν ἑρμηνευόμενον ὄργανον, ἀλλὰ καὶ τὰ κατὰ τοὺς σφονδύλους πάντα καὶ τὸν ὦμον. εἶναι δὲ χρὴ πλείους ταύτας, ἐπειδὴ καὶ ταῖς ἡλικίας καὶ τοῖς μεγέθεσιν, ὅλῃ τῇ σχέσει τοῦ σώματος ἀλλήλων διαφέρουσιν οἱ θεραπευόμενοι. τὸ μέγεθος δ’ αὐτῶν ὁπηλίκον εἶναι κελεύει καὶ τὴν διάστασιν, ἣν ἀλλήλων ἀπέχουσιν, αὐτὸς ἔγραψε σαφῶς.
51. Ἔχειν δὲ κατὰ μέσον τὸ ξύλον καὶ καταγλυφὴν χρὴ βαθυτέρην ἐπὶ τετράγωνον ὡς τριῶν δακτύλων καὶ ἐς μὲν τὴν καταγλυφὴν ταύτην, ὅταν δοκέῃ προσδεῖν ξύλον, ἐμπηγνύναι ἐναρμόζον τῇ καταγλυφῇ, τὸ δὲ ἄνω στρογγύλον, ἐμπηγνύναι δὲ ἐπήν ποτε δοκέει ξυμφέρειν, μεσηγὺ τοῦ περιναίου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ. τοῦτο τὸ ξύλον ἑστεὸς κωλύει τὴν ἐπίδεσιν ἐπιδιδόναι τὸ σῶμα τοῖσι
πρὸς ποδῶν ἕλκουσιν. ἐνίοτε γὰρ ἀρκέει αὐτὸ τὸ ξύλον τοῦτο ἀντὶ τῆς ἄνωθεν ἀντικατατάσιος, ἐνίοτε δὲ καὶ κατατεινομένου τοῦ σκέλεος ἔνθεν καὶ ἔνθεν αὐτὸ τὸ ξύλον τοῦτο χαλαρὸν ἐγκείμενον ἢ τῇ ἢ τῇ ἐκμοχλεύειν ἐπιτήδειον ἂν εἴη τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὸ ἔξω μέρος. διὰ τοῦτο γὰρ καὶ αἱ κάπετοι ἐντέτμηνται, ὡς καθ’ ὁκοίην ἂν αὐτέων ἁρμόσῃ ἐμβαλλόμενος ξύλινος μοχλὸς μοχλεύοι ἢ παρὰ τὰς κεφαλὰς τῶν ἄρθρων ἢ κατὰ τὰς κεφαλὰς τελέως ἐρειδόμενος ἅμα τῇ κατατάσει, ἤν τε ἐς τὸ ἔξω μέρος συμφέρῃ ἐκμοχλεύεσθαι, ἤν τε ἐς τὸ εἴσω.
Ἐντετμῆσθαι βούλεταί τινα τοῦ βάθρου κοιλότητα πρὸς ὑποδοχὴν ἐπιτηδείαν τοῦ μέλλοντος ἵστασθαι κατ’ αὐτὸ ξύλον μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας κεφαλῆς τοῦ μηροῦ. σαφῶς δὲ αὐτὸς ἐδήλωσε, τίνος ἕνεκα ἵστησιν ἐν τῷ κατατείνειν τὸ ξύλον τοῦτο, καθάπερ καὶ τἆλλα πάντα τὰ ἐφεξῆς ἃ λέγει. διὰ δὲ τοὺς νωθροτέρους
τὴν διάνοιαν οὐκ ὀκνήσω παράφρασιν τὴν αὐτὴν εἰπεῖν. τὸ τοίνυν ξύλον τοῦτο μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας τοῦ μηροῦ κεφαλῆς ὀρθὸν ἱστάμενον ἀντιστήριγμα γίνεται τῇ κάτω τάσει. λέλεκται γὰρ ἤδη πολλάκις ἔμπροσθεν, εἰ μή τις ἀντιτείνει πρὸς τὴν ἐναντίαν χώραν τοῦ κατατεινομένου κώλου, συνακολουθῶν ὁ κάμνων ἐκλύσει τὴν τάσιν. ἐργάζεται μὲν τοῦτο καὶ ἡ διὰ τῶν ἄνω βροχῶν ἀντίτασις, ἀσφαλείας δὲ ἕνεκα καὶ τούτῳ τῷ ξύλῳ χρῆται καὶ μέντοι καὶ μοχλεύει ποτ’ αὐτὸ ποιήσας τηνικαῦτα χαλαρόν.
52. Καὶ ἤν τε στρογγύλον τὸν μοχλὸν ξυμφέρῃ εἶναι, ἤν τε πλάτος ἔχοντα, ἄλλος γὰρ ἄλλῳ τῶν ἄρθρων ἁρμόζει. εὔχρηστος δέ ἐστιν ἐπὶ πάντων τῶν ἄρθρων ἐμβολῆς τῶν κατὰ τὰ σκέλεα αὕτη ἡ μόχλευσις σὺν κατασείσει, περὶ οὗ νῦν ὁ λόγος ἐστί· στρογγύλος ἁρμόζει ὁ μοχλὸς εἶναι ἀπὸ τουτέων τῶν μηχανέων καὶ ἀναγκαῖον οὐδὲν ἄρθρον
μοὶ δοκέει οἶόν τε εἶναι, ἀπορηθῆναι τοῦ ἐμπεσεῖν. εὕροι δ’ ἄν τις καὶ ἄλλους τρόπους τούτου τοῦ ἄρθρου ἐμβολῆς.
Αὐτὸς ἐφεξῆς ἐρεῖ στρογγύλῳ μὲν χρῆσθαι μοχλῷ μοχλεύοντας ἔξω τὸν μηρὸν, ὅπερ αὐτῷ νῦν πρόκειται τὴν ἔσωθεν μετάστασιν ἐμβάλλοντι κεφαλήν. ἐπὶ δὲ τῆς ἔξωθεν μεθεστηκυίας τῷ πλατεῖ χρῆται μοχλῷ· νῦν μὲν γὰρ βούλεται πορευθῆναι μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας κεφαλῆς αὐτὸν ἄνωθέν πως μᾶλλον πειρωμένης τῆς κεφαλῆς τιθέναι· κατὰ δὲ τὴν ἔξω μετάστασιν εὐρυχωρίας οὔσης ἱκανῆς ἀσφαλεστέραν ἕξει περίβασιν ὁ πλατὺς μοχλὸς, ὡς καὶ μετ’ ὀλίγον αὖθις εἰρήσεται κατὰ τὸν ἴδιον αὐτοῦ λόγον.
53. Εἰ γὰρ τὸ ξύλον τοῦτο τὸ μέγα ἔχει κατὰ μέσον καὶ ἐκ πλαγίων φλιὰς δύο ποδιαίας, ὕψος δὲ ὅκως δοκέει ξυμφέρειν
τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν τῇσι φλιῇσιν ὡς κλιμακτὴρ, ἔπειτα διέρσαι τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιέων, τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχοι ἐναρμόσον. ἀτάρ τι πρὸς τὸ ὕψος καὶ πρὸς τὸ ἄρθρον ᾗ ἐκπέπτωκε, ῥηΐδιον χρὴ ἁρμόζειν. τὸν γὰρ κλιμακτῆρα ὑψηλότερον χρὴ ποιέειν τοῦ μετρίου καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ ὑποτείνειν ὑπὸ τὸ σῶμα.
Ὅτι μὴ μόνα τὰ τῶν ἀξόνων στηρίγματα φλιὰς ὀνομάζει, δῆλον ἐκ τῆσδε τῆς ῥήσεως ἐποίησε. τῇ γὰρ κατὰ τὸ μῆκος ὅλου τοῦ βάθρου μέσῃ χώρᾳ τέταταί τι ξύλον ἐγκάρσιον, οἷον κλιμακτῆρα διατείνας ἀπὸ δεξιῶν ἐπὶ ἀριστερὰ διῆκον, ὑπὲρ αὐτὸ κατατείνειν τὸ ἔξαρθρον σκέλος οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ξύλου αὐτῷ προσῆχθαι κατὰ μῆκος ἄνωθεν κάτω διῆκον, ὥστε μετ’ ἐκείνου τοῦ ξύλου τὸ σκέλος ὑπὲρ τὸν κλιμακτῆρα καταναγκάζεσθαι. πρόδηλον δ’ ὅτι τὸ ὑγιὲς σκέλος ὑποκάτω τοῦ κλιμακτῆρος ἔχειν προσήκει
τὸν θεραπευόμενον ἐν τῇ μεταξὺ χώρᾳ τῶν φλιῶν· οὕτως γὰρ ὠνόμασε τὰ στηρίγματα τοῦ κλιμακτῆρος ἓν ἑκατέρωθεν ἐναρμόσας αὐτῷ τῷ βάθρῳ. δῆλον οὖν ὡς κατὰ μεταφορὰν ἀπὸ τῶν κατὰ τὰς θύρας φλιῶν ὠνόμασε καὶ τὰς κατὰ τὸ βάθρον ὡσαύτως.
54. Ἔπειτα χρὴ ξύλον ἔχοντα πλάτος μέτριον καὶ μῆκος ἄχρι τοῦ σφυροῦ ὑποτεταμένον ὑπὸ τὸ σκέλος εἶναι ἱκνεόμενον ἐπέκεινα τῆς κεφαλῆς τοῦ μηροῦ ὡς οἷόν τε. προσκαταδεδέσθαι δὲ χρὴ πρὸς τὸ σκέλος ὁκοσαχῶς ἢν μετρίως ἔχῃ.
Ὅτι τὸ ξύλον προσκαταδεῖ τὸ σκέλος ὅλον, εἴρηταί μοι καὶ πρόσθεν, ἀλλὰ νῦν γε τοῦ ξύλου τὴν ἄνωθεν ἀρχὴν ὑψηλοτέραν ἀξιοῖ ποιεῖσθαι τῆς κεφαλῆς τοῦ μηροῦ προσθεὶς τῷ λόγῳ, τὸ οἶόν τε. πάνυ γάρ ἐστι χαλεπὸν ὃ λέγει ποιῆσαι, πλὴν εἰ τὸ μὲν εἰς τὸν βουβῶνα τοῦ μακροῦ ξύλου στηριζόμενον εἰργάσαιτό τις ταπεινότερον, ὑψηλότερον δὲ τὸ
ἔξω πέρας ὁμαλόν τε καὶ ἰσόϋψον ἂν εἴη πάνυ χαλεπόν ἐστιν, ἅμα μὲν στηρίζειν αὐτοῦ τὴν ἀρχὴν ἐν τῷ βουβῶνι, ἅμα δὲ ὑπερέχουσαν ποιεῖν τῆς κεφαλῆς τοῦ μηροῦ κατὰ τὴν νῦν προκειμένην ἔκπτωσιν ὑψηλοτέραν οὖσαν τοῦ βουβῶνος.
55. Κἄπειτα κατατεινομένου τοῦ σκέλεος εἴτε ξύλῳ ὑπεροειδέϊ εἴτε τουτέων τινὶ τῶν κατατασίων, ὁμοῦ χρὴ καταναγκάζεσθαι τὸ σκέλος περὶ τὸν κλιμακτῆρα ἐς τὸ κάτω μέρος ξὺν τῷ ξύλῳ τῷ προσδεδεμένῳ. τὸν δέ τινα κατέχειν τὸν ἄνθρωπον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίον· καὶ γὰρ οὕτως ἅμα μὲν ἡ κατάτασις ὑπεξαίροιτο τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι τὴν κεφαλὴν τοῦ μηροῦ εἰς τὴν ἀρχαίην φύσιν. αὗται πᾶσαι αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ καὶ πᾶσαι κρείσσους τῆς ξυμφορῆς, ἤν τις ὀρθῶς καὶ καλῶς σκευάζοι. ὥσπερ δὲ καὶ πρόσθεν εἴρηται, πουλύ τι ἀπὸ ἀσθενεστέρων κατατασίων καὶ φαυλοτέρης κατασκευῆς τοῖσι πλείοσιν ἐμπίπτει.
Ἀναταθέντος τοῦ μηροῦ περὶ τὸν κλιμακτῆρα ταπεινότερον γίγνεται τὸ ἐκπεπτωκὸς ἄρθρον. ἐπιτήδειον δὲ τοῦτο πρὸς τὴν ἐμβολήν ἐστιν, ἐπειδὴ ταπεινότερος νῦν ἡ ὀφρὺς τῆς κοτύλης γέγονε τῆς κεφαλῆς τοῦ μηροῦ· καὶ νῦν εἰ χωρὶς μὲν τῆς κοτύλης τὴν ὀφρὺν ὑπερβῆναι τὸ ἐκπεπτωκὸς ἄρθρον οὐχ οἷόν τέ ἐστιν αὐτὸ πάλιν ἐμπεσεῖν, ἀπεχώρισε δὲ ἀνωτέρω τῆς ὀφρύος, ἄριστον ἂν εἴη ταπεινὸν αὐτὸ ποιήσαντα κατατείνειν. ἐξαρτῆσαι δὲ δηλονότι δεῖ τοὺς κατατείνοντας αὐτῷ βρόχους ἤτοι ξύλου τινὸς ὑπεροειδοῦς ἀντιστηριζομένου τῷ κάτω πέρατι πρὸς ἑδραῖόν τι κατὰ τοὔδαφος κείμενον· εἰ δὲ μὴ διὰ τοῦ τοιούτου ξύλου βούλοιο τὴν κατανάγκασιν ποιεῖσθαι, τῷ πρὸς τῶν ποδῶν ἄξονι τοῦ βάθρου περιβαλεῖν τὰ πέρατα τῶν κατατεινόντων ἱμαντίων. τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ φάναι εἴτε τούτων τινὶ, εἴτε τῶν κατατασίων, λέγων τούτων δηλονότι τῶν προειρημένων πρὸς διαστολὴν τοῦ ὑπεροειδοῦς ξύλου. τὰ δ’ ἐφεξῆς τῆς ῥήσεως τῆσδε δῆλα.
56. Ἢν δὲ ἐς τὸ ἔξω ἡ κεφαλὴ τοῦ μηροῦ ὀλισθῇ, τὰς μὲν κατατάσιας ἔνθα καὶ ἔνθα χρὴ ποιέεσθαι, ὥσπερ εἴρηται τοιουτοτρόπως. τὴν δὲ μόχλευσιν πλάτος ἔχοντι μοχλῷ μοχλεύειν χρὴ ἅμα τῇ κατατάσει ἐκ τοῦ ἔξω μέρους ἐς τὸ εἴσω ἀναγκάζοντα, κατά τε αὐτὸν ἤδη τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγῳ ἀνωτέρω. ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον κατὰ τὸν γλουτὸν ἀντιστηριζέτω τις τῇσι χερσὶν, ὡς μὴ ὑπείκῃ τὸ σῶμα ἢ ἑτέρῳ τινὶ τοιούτῳ μοχλῷ ὑπερβάλλων καὶ ἐρείσας ἐκ τῶν καπέτων τὴν ἁρμόζουσαν ἀντικατασχέτω. τοῦ δὲ μηροῦ τοῦ ἐξηρθρηκότος τὸ παρὰ τὸ γόνυ εἴσωθεν ἔξω παραγέτω ἡσύχως. ἡ δὲ κρέμασις οὐχ ἁρμόσει τούτῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος τοῦ ἄρθρου· ὁ γὰρ πῆχυς τοῦ ἐκκρεμαμένου ἀπωθέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ἀπὸ τῆς κοτύλης. τὴν μέντοι ξὺν τῷ ὑποκειμένῳ ξύλῳ μόχλευσιν μηχανήσαιτ’ ἄν τις, ὥστε ἁρμόζειν καὶ τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ἔξωθεν προσαρτέον. ἀλλὰ τί καὶ δεῖ πλείω λέγειν; ἢν γὰρ ὀρθῶς
μὲν καὶ εὖ κατατείνηται, ὀρθῶς δὲ μοχλεύηται, τί οὐκ ἂν ἐμπέσοι ἄρθρον οὕτως ἐκπεπτωκός;
Ἐὰν κατατείνῃ τις ἰσχυρῶς τὸ σκέλος οὐδὲ τῆς διὰ τοῦ ξύλου μοχλείας ἐστὶ χρεία. καὶ γὰρ αἱ χεῖρες ἡμῶν ἱκαναὶ περιλαβοῦσαι κατὰ τὸν γλουτὸν ἔξωθεν ὅλον τὸ πέρας τοῦ μηροῦ πρὸς τὴν ἔσω χώραν ἀπῶσαι, μέχρις ἂν κατ’ εὐθὺ γένηται τῆς κοτύλης. εὔδηλον δὲ ὅτι στρογγύλος μοχλὸς ἀνεπιτήδειός ἐστιν εἰς τὴν τοιαύτην μοχλείαν, ὅπου γε καὶ ὁ πλατὺς ἐνδεής ἐστιν, εἰ μὴ τοιοῦτος εἴη καθ’ ἃ περιλαμβάνει τὸν γλουτὸν, ὁποίαν ἐκέλευσε ποιεῖν ἡμᾶς τὴν καλουμένην ἄμβην. αὐτὸς γοῦν εἴρηκε κατὰ λέξιν, ὡς κατ’ αὐτόν γε τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγον ἀνωτέρω, οὕτως ἐπιχειρεῖν χρὴ τῇ μοχλείᾳ. τοῦτο δὲ τὸ ὀλίγον ἀνωτέρω σιμοτέρου δεῖται τοῦ περιλαμβάνοντος οὐκ εὐθέως ἀκριβῶς. τὰ δ’ ἐφεξῆς πάντα δῆλα καὶ τῆσδε τῆς ῥήσεως.
57. Ἢν δὲ ἐς τοὔπισθεν μέρος ἐκπεπτώκῃ ὁ μηρὸς, τὰς μὲν κατατάσιας καὶ ἀντιτάσιας, οὕτω δεῖ ποιέεσθαι καθάπερ εἴρηται. ἐπιστορέσαντα δὲ ἐπὶ τὸ ξύλον ἱμάτιον πολύπτυχον, ὡς μαλακώτατον ἔῃ, πρηνέα κατακλίναντα τὸν ἄνθρωπον οὕτω κατατείνειν, ἅμα δὲ τῇ κατατάσει χρὴ τῇ σανίδι καταναγκάζειν τὸν αὐτὸν τρόπον, ὡς τὰ ὑβώματα κατ’ ἴξιν τοῦ πυγαίου ποιησάμενον τὴν σανίδα καὶ μᾶλλον ἐς τὸ κάτω μέρος ἢ ἐς τὸ ἄνω τῶν ἰσχίων· καὶ ἡ ἐντομὴ ἐν τῷ τοίχῳ τῇ σανίδι μὴ εὐθεῖα ἔστω, ἀλλ’ ὀλίγον καταφερὴς πρὸς τὸ τῶν ποδῶν μέρος· αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν μάλιστα τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματός ἐστι καὶ ἅμα ἰσχυροτάτη. ἀρκέσειε δ’ ἂν ἴσως ἀντὶ τῆς σανίδος καὶ ἐφεζόμενόν τινα ἢ τῇσι χερσὶν ἐρεισάμενον ἢ ἐπιβάντα ἐξαπίνης ὁμοίως ἐπαιωρηθῆναι ἅμα τῇ κατατάσει. ἄλλη δὲ οὐδεμίη ἐμβολὴ τῶν προειρημένων κατὰ φύσιν ἐστὶ τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματος.
Καὶ τὰ περὶ τοῦ τρόπου τούτου τῆς ἐκπτώσεως εἰρημένα πάντ’ ἐστὶ σαφῆ τοῖς μεμνημένοις τῶν προειρημένων. ἀξιοῖ γὰρ οὐχ ὡς τοὺς προτέρους, οὕτω καὶ τοῦτον ὕπτιον κατακλίνειν, ἀλλ’ ἐπὶ τὴν γαστέρα· τοῦτο γὰρ δηλονότι τὸ πρηνές ἐστι σχῆμα. κατατείναντα δὲ ἰσχυρῶς ἐκ τῶν ὀπίσω μερῶν εἰς τὸ πρόσω χρὴ τὸ ἄρθρον ὠθεῖν. ἐν δὲ τῇ νῦν κατακλίσει τὸ μὲν ὀπίσω μέρος ἄνωθεν γίνεται, τὸ πρόσω δὲ ὑποκάτω τούτου. διὸ προσήκει τὸν ἐμβάλλοντα καταναγκάζειν εἰς τὸ κάτω τὴν κεφαλὴν τοῦ μηροῦ καὶ τοῦθ’ ἱκανώτατον μὲν ἡ διὰ τῆς σανίδος σήπωσις ἐργάζεται. δύναιτο δ’ ἄν τις αὐτὸ καλῶς πρᾶξαι κατ’ αὐτὴν τὴν ἐξοχὴν ἐπικαθίσας μετὰ τοῦ προσεμβληθῆναι βιαίως· ἀλλ’ ἐὰν τὸ τῆς ἰδίας πυγῆς ἐξέχον, ἐρείσει κατὰ τῆς ἐξηρθρηκυίας κεφαλῆς, οὐδὲν ὀνήσει τὸν κάμνοντα. δεῖται τοίνυν τοῦτο τὸ ἔργον ἀνδρὸς ἐπιμελοῦς τε καὶ συνετοῦ.
58. Ἢν δὲ ἐς τὸ ἔμπροσθεν ὀλισθῇ, τῶν μὲν κατατασίων ὁ αὐτὸς τρόπος ποιητέος. ἄνδρα δὲ χρὴ ὡς ἰσχυρότατον ἀπὸ
χειρῶν καὶ ὡς εὐπαιδευτότατον ἐρείσαντα τὸ θέναρ τῆς χειρὸς ἑτέρης παρὰ τὸν βουβῶνα καὶ τῇ ἑτέρῃ χειρὶ τὴν ἑωυτοῦ χεῖρα προσκαταλαβόντα, ἅμα μὲν ἐς τὸ κάτω ὠθέειν τὸ ὀλίσθημα, ἅμα δὲ ἐς τὸ ἔμπροσθεν τοῦ γούνατος μέρος. οὗτος γὰρ ὁ τρόπος τῆς ἐμβολῆς μάλιστα κατὰ φύσιν τούτῳ τῷ ὀλισθήματί ἐστιν· ἀτὰρ καὶ ὁ κρεμασμὸς ἐγγύς τι τοῦ κατὰ φύσιν. δεῖ μέντοι τὸν ἐκκρεμάμενον ἔμπειρον εἶναι, ὡς μὴ ἐκμοχλεύοι τῷ πήχεϊ τὸ ἄρθρον, ἀλλὰ περὶ μέσον τὸν περίναιον καὶ κατὰ τὸ ἱερὸν ὀστέον τὴν ἐκκρέμασιν ποιέεται.
Ἐπὶ τὴν τετάρτην διαφορὰν τῆς ἐκπτώσεως τοῦ κατ’ ἰσχίον ἄρθρου μεταβὰς, σαφέστατα πάντα τὰ περὶ αὐτοῦ εἶπε καὶ μάλιστα τῶν μεμνημένων τῶν ἔμπροσθεν ὥστε οὐδὲν ἡμᾶς τῶν ἐνταῦθα δεῖ παραφλυαρεῖν.
59. Εὐδοκιμέει δὲ καὶ ὁ πειραθεὶς ἀσκῷ τοῦτο τὸ ἄρθρον ἐμβαλέσθαι. καὶ ἤδη μέν τινας εἶδον, οἵτινες ὑπὸ
πράγματος ἐπιτυχόντες. εὐφόρως δὲ οὐ πάνυ ἔχει διαναγκάζεσθαι οὕτως. ὅ τε γὰρ ἀσκὸς ἐμφυσώμενος οὐ τὰ ὀγκηρότατα αὐτοῦ ἔχει πρὸς τῷ ἄρθρῳ τῆς κεφαλῆς, ἣν δεῖ μάλιστα ἐκμοχλεύσασθαι, ἀλλὰ κατὰ τὸν ἑωυτὸν, αὐτὸς μέσος καὶ τῶν μερῶν ἴσως ἢ κατὰ τὸ μέσον ἢ ἔτι κατωτέρω. οἵ τε αὖ μηροὶ γαυσοὶ πεφύκασιν· ἄνωθεν γὰρ σαρκώδεές τε καὶ ξύμμηροι, ἐς δὲ τὸ κάτω ὑπόξηροι, ὥστε καὶ ἡ τῶν μηρῶν φύσις ἐπαναγκάζει τὸν ἀσκὸν ἀπὸ τοῦ ἐπικαιροτάτου χωρίου· εἴτε οὖν τις μικρὸν ἐνθήσει τὸν ἀσκὸν, μικρὴ ἡ ἰσχὺς ἐοῦσα ἀδύνατόν ἐστιν ἀναγκάζειν τὸ ἄρθρον. εἰ δὲ δεῖ ἀσκῷ χρέεσθαι ἐπὶ πολὺ οἱ μηροὶ ξυνδετέοι πρὸς ἀλλήλους καὶ ἅμα τῇ κατατάσει τοῦ σώματος ὁ ἀσκὸς φυσητέος. τὰ δὲ σκέλεα ἀμφότερα ὁμοῦ καταδεῖν ἐν τούτῳ τῷ τρόπῳ τῆς ἐμβολῆς ἐπὶ τὴν τελευτήν.
Καὶ τὸν διὰ τοῦ ἀσκοῦ τρόπον τῆς ἐμβολῆς οὐκ ἐπαινῶν, ὅμως ὡς ἄν τις ἄριστα καὶ τούτῳ χρήσαιτο διδάσκει, σαφῶς ἅπαντα διερχόμενος.
60. Χρὴ δὲ περὶ πλείστου μὲν ποιέεσθαι ἐν πάσῃ τῇ τέχνῃ, ὅκως ὑγιὲς μὲν ποιήσῃς τὸ νοσέον. εἰ δὲ πολλοῖσι τρόποισιν οἷόν τε εἴη ὑγιέας ποιέειν τὸν ἀοχλότατον χρὴ αἱρέεσθαι· καὶ γὰρ ἀνδραγαθικώτερον τοῦτο καὶ τεχνικώτερον, ὅστις μὴ ἐπιθυμέει δημοειδέος κιβδηλίης, περὶ οὗ νῦν ὁ λόγος ἐστί. τοιοίδε τ’ ἄν τινες κατοικίδιοι κατατάσιες εἶεν τοῦ σώματος, ὥστε ἐκ τῶν παρεόντων τὸ εὔπορον εὑρίσκειν.
Οὗτος ὕστατος αὐτῷ λόγος ἐστὶ παρακελευομένῳ τὴν εὐπορίαν ἀσκεῖν τῶν ἐπιτηδείων πρὸς τὴν θεραπείαν, ὥστε κἂν μήτε τὸ βάθρον παρῇ, μήτε ἄλλο τι τῶν προειρημένων ἐπινοεῖν αὐτὸν ὅμοιόν τι, περὶ ὧν ἐφεξῆς σαφέστατα διῆλθεν, ὡς μηδὲν αὐτῶν δεῖσθαι μηδὲ βραχυτάτης ἐξηγήσεως. ἅπαντα γάρ ἐστι σαφέστατα τοῖς γε μεμνημένοις
τῶν προειρημένων, ὃ δὲ μοι δοκεῖ ἀσαφέστερον εἶναι τοῦτο προσγράψω.
61. Τοῦτο μὲν ἢν τὰ δεσμὰ τὰ ἱμάντινα μὴ παρείη τὰ μαλθακὰ καὶ προσηνέα, ἀλλ’ ἢ σιδήρεα ἢ ὅπλα ἢ σχοινία ταινίῃσι χρὴ ἢ ἐῤῥήγμασι τρυχίων ἐρινεῶν περιελίσσειν ταύτῃ μάλιστα, εἰ μέλλοι τὰ δεσμὰ καθέξειν καὶ ἔτι ἐπὶ πλέον ἔπειτα οὕτω δεῖν τοῖσι δεσμοῖσι.
Τὰ κατὰ τὴν ναῦν σχοινία καλοῦσιν ὅπλα, δηλοῖ δὲ τοῦτο καὶ ὁ ποιητὴς εἰπών·
Κεῖτο δ’ ὑπ’ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης.
Δῆλον οὖν ὅτι νῦν ὁ Ἱπποκράτης εἴρηκεν ὅπλα μὲν ἰδίως τὰ ἐν τῇ νηῒ σχοινία. τὰ δὲ ἔξω τῆς νηὸς ἐν ταῖς πόλεσι καὶ κατ’ ἀγρὸν διὰ τῆς κοινῆς προσηγορίας ἐδήλωσε τῆς σχοινία.