Galen: In Hippocratis De fracturis (On Hippocrates' Fractures)
Work
Galen, In Hippocratis De fracturis
(Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν)
English: On Hippocrates' Fractures
Text information
Type: Original (Greek)
Source
Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 18/2. Leipzig (Cnobloch) 1830, 318-628
Download
gal_inhippdefract-orig-gr1.xml [595.34 KB]
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΑΓΜΩΝ ΥΠΟΜΝΗΜΑ Α.
Προοίμιον. Πρὸ τῆς τῶν κατὰ μέρος ἐξηγήσεως ἄμεινον ἀκηκοέναι καθόλου περὶ πάσης ἐξηγήσεως, ὡς ἔστιν ἡ δύναμις αὐτῆς, ὅσα τῶν ἐν τοῖς συγγράμμασίν ἐστιν ἀσαφῆ, ταῦτ’ ἐργάσασθαι σαφῆ. τὸ δ’ ἀποδεῖξαί τι τῶν γεγραμμένων ὡς ἀληθὲς ἢ ὡς ψεῦδος ἐλέγξαι, καὶ εἰ κατηγόρησέ τις σοφιστικῶς ἀπολογήσασθαι, κεχώρισται μὲν ἐξηγήσεως, εἴθισται δὲ γίγνεσθαι πρὸς ἁπάντων ὡς εἰπεῖν τῶν γραφόντων ὑπομνήματα. καὶ
ἀκούσασι πολλάκις τὰ αὐτὰ κατ’ ἄλλην καὶ ἄλλην λέξιν ἑρμηνευόμενα συνιέναι τῶν λεγομένων.
1. Ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων τε καὶ καταγμάτων ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι.
Ἔνιοι τῶν λόγων εἰ μὴ καὶ προὔργου τι διδάσκοιεν, ἀλλὰ μόριά γε τῆς ἐξηγήσεως εἶναι πέπεισται. τοιοῦτοί εἰσι καὶ οἱ τὰς διαφόρους ἐπισημαινόμενοι γραφὰς, ὁποῖόν τι καὶ νῦν ὑπάρχει περὶ τὴν προκειμένην λέξιν, ἐνίων μὲν γραφόντων ἐχρῆν τὸν ἰητρὸν, ἐνίων δὲ χωρὶς τοῦ κατ’ ἀρχὴν ε χρῆν τὸν ἰητρόν. ἔστι γὰρ ἀμέλει καὶ τοῦτο σύνηθες τοῖς Ἀττικοῖς, ὧν τῇ διαλέκτῳ χρῆται κατά τι καὶ ὁ Ἱπποκράτης, ὡς ἀποφήνασθαί τινας αὐτὴν ἀρχαίαν Ἀτθίδα. ἐμοὶ δὲ καθ’ ἕτερον ἰδίᾳ γράμμα μικρὸν ἃ φρονῶ περὶ τῆς Ἱπποκράτους διαλέκτου δεδήλωται καὶ νῦν ἀρκεῖ προειπεῖν ἐν ἀρχῇ τῆς ἐξηγήσεως ὡς τὰ τοιαῦτα πάντα παραλείψω,
τῆς ἰδίας ἕδρας τὸ διηρθρωμένον ὀστοῦν ἢ κατ’ ἐκεῖνο τὸ μέρος, εἰς ὃ τὴν ἔκπτωσιν ἐποιήσατο καταπεφυκυῖα τελευτὴ τοῦ μυὸς, ὡς ἂν εἰς αὐτὸν ὅλου συντρέχοντος αὐτοῦ καὶ πρὸς τὴν ἰδίαν κεφαλὴν ἀνελκομένον συνανασπᾶται συμφυὲς αὐτῷ τοῦ κώλου μόριον, ὅπερ ἐστὶν ἡ κεφαλὴ τοῦ κατὰ τὴν διάρθρωσιν ὀστοῦ, τῆς δ’ ἀνασπωμένης συνανασπᾶται καὶ τὸ σύμπαν ὀστοῦν.
Ἐν τούτῳ δὴ τῷ παθήματι συμβαίνει τὴν κεφαλὴν τοῦ ταπεινοτέρου κατὰ τὴν διάρθρωσιν ὀστοῦ τῆς ἀρχομένης θέσεως ὑψηλοτέραν γίγνεσθαι, ὥστε ἀδύνατον αὐτὴν ἐμβαλεῖν εἰς τὴν οἰκείαν ἕδραν πρὶν κατατείναντα τὸ σύμπαν ὀστοῦν μεταστῆσαι κάτω τοσοῦτον, ὅσον ὑψωθῇ παρὰ φύσιν. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ κατατείνεσθαι δεῖσθαι πρότερον ὅσα τῶν ὀστῶν ἐξήρθρησεν. ὅτι δὲ καὶ τὰ συντριβέντα δεῖται κατατάσεως, ἐνθένδε ἂν μάλιστα μάθοις· ὥσπερ ἐπὶ τῶν ἐξαρθρησάντων ἐμβαλεῖν χρὴ τὸ ἐξηρθρηκὸς, οὗτος ἐπὶ τῶν καταγέντων διαπλάσαι τὸ πεπονθὸς, ὥστε
κίνδυνος οὖν ἐν τούτῳ παραθραυσθῆναί τινας ἐξοχὰς τοῦ καταγέντος. οὐ γὰρ δὴ ἀκριβῶς οὕτως ἑκάτερον τῶν περάτων γίγνεται λεῖον, ὡς ὑπὸ τῶν μαχαιρωτῶν πριόνων. οἱ μὲν γὰρ ὀδοντωτοὶ καλούμενοι καὶ αὐτοὶ τραχύτητας ἐργάζονται.
Διὰ τοῦτ’ οὖν ἀπάγοντες ἀλλήλων τὰ μὲν ἄνω, τὰ δὲ κάτω μέρη τοῦ κατάγματος ἐπὶ τὴν διάπλασιν ἀφικνούμεθα, δεδιότες ἐν τῷ προάγειν ἀλλήλοις τὰ παρηλλαχότα περιτεθραῦσθαί τινας ἐξοχὰς αὐτῶν. ἔστι δὲ τοῦτο πάντως, ἐὰν ἐγχρίμπτοιτο ἀλλήλοις. οὕτως γὰρ αὐτὸς ὁ Ἱπποκράτης ὠνόμασε τὰ μέλη τῶν διαπλαττομένων ὀστῶν, ὅταν εἰς τὴν οἰκείαν ἄγηται χώραν. ἵνα οὖν τὰ διεστῶτα παράγηται, τὸ μὲν ἄνω χρὴ τῶν μερῶν ἕλκειν, τὸ δὲ κάτω καὶ ποιοῦσιν ἤδη οὕτως πάντες οἱ ἰατροὶ ποτὲ μὲν ταῖς χερσὶ μόναις τῶν ὑπηρετῶν ἐπιτρέποντες, ἔστι δ’ ὅτε καὶ βρόχους ἐπιβάλλοντες,
εὑρεῖν χρὴ τοῦθ’, ὅτι τεινόντων μὲν ἄριστον σχῆμα τὸ χωρὶς μεγάλης τάσεως εἰς διάτασιν ἄγειν τὰ κεχωρισμένα τῶν ὀστῶν, ἐν ἀποθέσει δὲ τὸ ἀνωδυνώτατον. ἔσται δ’ ἀμφότερα δι’ ἐκείνου τοῦ σχήματος, ὅ τί περ ἂν ἐπ’ εὐθείας τείνῃ τὰς ἶνας τῶν μυῶν. ἐπ’ εὐθείας δὲ τείνει τὰ καθ’ ἕν τι μέρος τοῦ κώλου φυλάττοντα τὸν ὅλον μῦν. ἵνα γὰρ ἐκ μὲν τῶν ἔνδον ἔχῃ τὴν ἔκφυσιν, οὕτως δ’ αὐτὴν ἐνσχηματίσεις, ὡς τὰ μέσα μὲν αὐτοῦ κάτωθεν ἔχειν τοῦ κώλου, τὸ πέρας δ’ ἔσωθεν, ἢ τὰ μέσα μὲν ἄνωθεν, ἔξωθεν δὲ τὸ πέρας ἄγεσθαι, ἑλιττόμενος ἐν τῷδε περὶ τὸ κῶλον ἐπὶ πλέον ἐκτείνεται.
Ἐὰν μὲν οὖν ἐν τούτῳ τῷ σχήματι κατατείνῃς αὐτὸν, ὡς ἱκανῶς διαστῆσαι τὰ μέρη τοῦ καταγέντος ὀστοῦ, καὶ σφοδρῶς ὀδυνήσεται καὶ κινδυνεύσει διασπασθῆναι. καὶ μέντοι καὶ διεσπάσθησαν ἤδη μύες ἐκκειμένης
εἴρηταί σοι δυνάμει πάντα τὰ περὶ τοῦ σχήματος τῆς χειρὸς, ἃ διὰ μικρῶν Ἱπποκράτης ἐφεξῆς διδάσκει, λέξει διεξοδικῇ καὶ σαφεῖ χρώμενος, ὡς ὀλίγα πάνυ κατ’ αὐτὴν ἐξηγήσεως δεῖσθαι καὶ μάλιστα τοῖς πεπαιδευμένοις τὴν ἐν παισὶ παιδείαν ἢ παρὰ διδασκάλοις ἀνεγνωκόσιν τὸ βιβλίον, οἷσπερ δὴ καὶ γράφεται τὰ ὑπομνήματα.
2. Αὐτὴ γὰρ ἡ δικαιοτάτη φύσις.
Ὡς εἰ καὶ οἰκειοτάτη εἶπεν. ὅταν γὰρ ἑκάστῳ πράγματι τὸ οἰκεῖον φυλάττεται, δικαίως ἔχει τε καὶ διοικεῖται τοῦτο. τὸ δ’ ἄλλο οἰκεῖον ἐν σώματι παρὰ τὸ κατὰ φύσιν οὐδ’ ἐπινοῆσαι ῥᾴδιον. ὅταν οὖν ἑκάστῳ μορίῳ καὶ σχήματι καὶ χρώματι καὶ μεγέθει ὑπάρχῃ τὸ οἰκεῖον, ἄριστα δείκνυται.
3. Ἢν δὲ τις ἐγκλίνῃ τῇ ἢ τῇ ἐπὶ τὸ πρηνὲς ῥέπειν. ἐλάσσων γὰρ ἡ ἁμαρτὰς ἢ ἐπὶ τὸ ὕπτιον.
Δυοῖν σχημάτοιν ἐμνημόνευσεν, ὑπτίου τε καὶ πρηνοῦς, ἃ λέγεται μὲν κατὰ τοῦ σώματος ὅλου, λέγεται δὲ καθ’ ἑνὸς αὐτοῦ μορίου τῆς χειρός. ὅλον μὲν οὖν τὸ σῶμα κεῖσθαι πρηνὲς λέγομεν, ὅταν ἡ μὲν γαστὴρ κάτωθεν, ἄνωθεν δὲ ᾖ τὸ νῶτον. ὕπτιον δὲ ἔμπαλιν, ὅταν ἄνωθεν μὲν ἡ γαστὴρ, κάτωθεν δὲ τὸ νῶτον, ὧν καὶ νῦν αὐτὸς μνημονεύσας σχημάτων ἐνεδείξατο τὸν λόγον αὐτῷ περὶ τῆς χειρὸς ἐσόμενον. οὐ γὰρ δὴ τὸ ὅλον σῶμα κατεαγέναι τις ἢ ἐξηρθρηκέναι δύναται. διὰ τί δὲ ἐπὶ τὸ πρηνὲς αὐτὴν ῥέπειν ἄμεινόν ἐστιν, ὅταν γέ τις σφαλεὶς ἁμάρτῃ τοῦ εὐθέος, αὐτὸς ἐν τοῖς ἑξῆς ἐδίδαξεν.
4. Οἱ μὲν οὖν μηδὲ προβουλεύσαντες οὐδὲν ἐξαμαρτάνουσι ὡς ἐπὶ τὸ πουλύ. αὐτὸς γὰρ ὁ ἐπιδεόμενος τὴν χεῖρα ἀπορέγει οὕτως ὑπὸ τῆς δικαίης φύσεως ἀναγκαζόμενος.
Οἱ ἰατροὶ, φησὶν, οἱ μηδὲν προδιασκεψάμενοι περὶ τοῦ κατὰ φύσιν ἐν τῇ χειρὶ σχήματος, ὡς τὸ πολὺ βέλτιον θεραπεύουσι τῶν μοχθηρῷ λογισμῷ χρωμένων. αὐτὸς γὰρ ὁ ἐπιδεῖσθαι μέλλων ἰδιώτης τὴν χεῖρα παρέχει τῷ ἰατρῷ κατὰ τὸ ἀνωδυνώτατον σχῆμα διδασκόμενος ὑπὸ τῆς φύσεως, ἣν καὶ νῦν δικαίαν ὠνόμασεν, ὡς ἂν τὸ προσῆκον, ὅπερ ἐστὶν οἰκεῖον, εὑρίσκουσαν ἑκάστῳ μορίῳ κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν καὶ τὴν μετὰ ταῦτα διοίκησιν ἐν ἁπάσῃ τῇ ζωῇ. αὐτὸς γὰρ ὁ ἐπιδησόμενος τὴν χεῖρα ἀπορέγει. τὸ ἀπορέγειν τινὲς μὲν ἤκουσαν ἐν ἴσῳ τῷ ὀρέγειν, τουτέστι παρέχειν τῷ ἰατρῷ, τινὲς δὲ ἐπὶ τοῦ ἀποκωλύειν τὸν ἀβελτέστερον ἰατρὸν ἐπὶ τοὐναντίον ἀπάγειν. φύσει γὰρ ἄπαντες ἄνθρωποι τὸ ἀνωδυνώτατον αἱροῦνται σχῆμα καθ’ ἕκαστον
τῶν μορίων. αὐτὸ δὲ τοῦτο δείκνυσιν ὁ Ἱπποκράτης ἰθύτατον εἶναι. παρέχουσί τε οὖν ἑαυτοὺς οἱ κάμνοντες ἐν τούτῳ μετασχηματιζόντων τε τῶν ἰατρῶν εἰς ἕτερον ἀγανακτήσουσιν, ἀντετείνοντές τε καὶ οὐ συνεπόμενοι διὰ τὴν ὀδύνην καὶ τοῦτό φασιν ὑπὸ τοῦ Ἱπποκράτους δεδηλῶσθαι διὰ τοῦ ἀπορέγειν ῥήματος. ὁπότερον δ’ ἂν ᾖ κεχρημένος αὐτῶν τὸ πρᾶγμα ταὐτὸν ἑκατέρως διαμένει. τῶν γὰρ ἰατρῶν ὅσοι μοχθηρῶς σοφιζόμενοι κακῶς σχηματίζουσι τὴν χεῖρα, βελτίους εἰσὶν οἱ ἰδιῶται τὸ ἀνώδυνον αἱρούμενοι σχῆμα. ἀπορέγει γὰρ οὕτως ὑπὸ τῆς δικαίας φύσεως ἀναγκαζόμενος· ἔνιοι μὲν κοινὸν ἀμφοῖν εἶναι νομίζουσι, μένοντος δὲ τοῦ διδασκομένου πράγματος, ὅπως ἄν τις ἀκούῃ, τὸ ζητεῖν ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων περιττόν. ἄχρηστά τε γὰρ ἅμα καὶ δυνατὰ τοὐπίπαν ἐστὶν εὑρίσκεσθαι τὰ κατὰ τὰς ἀμφιβόλους λέξεις εἰρημένα, διὸ καὶ παρατρέχειν αὐτὰ χρὴ τὸν τοῦ χρόνου φειδόμενον ὡς ἐχρῆν εἰς τὰ χρήσιμα μᾶλλον ἀναλίσκειν αὐτόν.
5. Οἱ δὲ ἰητροὶ σοφιζόμενοι δῆθέν ἐστιν οἱ ἁμαρτάνουσιν. σπουδὴ μὲν οὖν οὐ πολλὴ χεῖρα κατεαγυῖαν χειρίσαι καὶ παντὸς δὲ ἰητροῦ, ὡς ἔπος εἰπεῖν.
Σοφιζομένους εἴρηκε τοὺς σοφὸν μέν τι δοκοῦντας εὑρίσκειν, ἁμαρτάνοντες δὲ καὶ διὰ τοῦτο μηδὲ τὰ τοῖς ἰδιώταις ἅπασι καλῶς γινωσκόμενα φυλάττοντας.
6. Ἀναγκάζομαι δὲ πλείω γράφειν περὶ αὐτέου, ὅτι οἶδα ἰητροὺς σοφοὺς δόξαντας εἶναι ἀπὸ σχημάτων χειρὸς ἐν ἐπιδέσει, ἀφ’ ὧν ἀμαθέας αὐτέους ἐχρῆν δοκέειν εἶναι. ἀλλὰ γὰρ πολλὰ οὕτω ταύτης τῆς τέχνης κρίνεται· τὸ γὰρ ξενοπρεπὲς οὕπω ξυνιέντες εἰ χρηστὸν, μᾶλλον ἐπαινέουσιν ἢ τὸ ξύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν, καὶ τὸ ἀλλόκοτον ἢ τὸ εὔδηλον.
Αὐτὸς ἐνεδείξατό σοι διὰ τῶν ἐφεξῆς ἁπάντων, ἅ ἐστιν ἀσαφῆ, διὰ τί μικρὸν ἐποιήσατο τὸν περὶ τοῦ σχήματος τῆς χειρὸς λόγον, καίτοι γε οὔτε δυσάρεστον οὔτε μακρὸν ὄντα κατὰ τὴν αὐτοῦ φύσιν. εὑρήσεις δὲ εὐθέως ἐκ τούτου καὶ τὴν αἰτίαν τοῦ μὴ πάντῃ τεταγμένην αὐτῷ γεγονέναι τὴν διδασκαλίαν. ἀεὶ γὰρ ἕκαστος ἡμῶν περὶ τοῦ κατεπείγοντος ἁπάντων πρῶτον ποιεῖται τὸν λόγον. ἐπεὶ τοίνυν ἐγινώσκετο μὲν ὀρθῶς τοῖς κατ’ αὐτὸν ἰατροῖς ὡς χρὴ τὸν ἰατρὸν κατάτασιν ἡγεῖσθαι τῆς συμπάσης θεραπείας τῶν ἐξαρθρωμάτων τε καὶ καταγμάτων, ἠγνοεῖτο δὲ τὸ κατὰ φύσιν σχῆμα, διὰ τοῦτο περὶ πρώτου τοῦδε τὸν λόγον ἐποιήσατο, καὶ πολύ γε μᾶλλον ἔτι διότι τὰ χείριστα τῶν σχημάτων ἔνιοι τῶν ἰατρῶν αἱρούμενοι πρὸ τοῦ βελτίστου μοχθηροῖς λόγοις ἑαυτούς τε καὶ τοὺς ἄλλους ἔπειθον. εἰ μὲν ἁπλῶς ἠγνόουν, διδασκαλίας ἂν αὐτοῖς ἀληθοῦς ἔδει· ἐπεὶ δ’ οὐ μόνον ἠγνόουν, ἀλλὰ καὶ προσειλήφεσαν οἴησιν γνώσεως, ἀναγκαῖον ἐγένετο τῷ Ἱπποκράτει πρότερον ἐκκόψαντι τήνδε καὶ καθαρὰν ἐργασαμένῳ τὴν ψυχὴν, οὕτως ἀληθῶς εἰς αὐτὴν ἐντιθέναι τὴν τῶν ἀληθῶν ἐπιστήμην.
7. Ῥητέον οὖν ὁκόσας ἐθέλω τῶν ἁμαρτάδων τῶν ἰητρῶν τὰς μὲν ἀποδιδάξαι, τὰς δὲ διδάξαι περὶ τῆς φύσεως τῆς χειρός.
Ἀποδιδάξαι μὲν θέλει τὰς μὴ νομιζομένας τοῖς ἰατροῖς ἁμαρτίας εἶναι, κατ’ ἀλήθειαν δ’ οὔσας, διδάξαι δὲ τὰς νομιζομένας μὲν εἶναι, μὴ οὔσας δέ.
8. Καὶ γὰρ ἄλλων ὀστέων τῶν κατὰ τὸ σῶμα δίδαγμα ὅδε ὁ λόγος ἐστίν.
Εἰκότως φησὶ κοινὸν εἶναι πολλῶν καὶ ἄλλων ὀστέων τῆς ἰάσεως δηλονότι τὸν λόγον τοῦτον. οἱ γὰρ σκοποὶ πρὸς οὓς ἀποβλέποντας εὑρίσκειν χρὴ τὸ κατὰ φύσιν ἐν ἑκάστῳ σχήματι κοινοὶ πάντων εἰσὶν, ὡς εἴρηται πρόσθεν ὑφ’ ἡμῶν, δύο ὄντες, ὅ τε τῆς ἀνωδυνίας καὶ ὁ τῆς εὐθύτητος. εὑρίσκεται δὲ ὁ μὲν τῆς ἀνωδυνίας ἐκ τῆς πείρας, ὁ δὲ
τῆς εὐθύτητος ἐκ τῆς θέσεως τῶν μερῶν, ἣν ἐξ ἀνατομῆς διδασκόμεθα.
9. Τὴν μὲν οὖν χεῖρα, περὶ οὗ ὁ λόγος, ἐδόκεέ τις καταδῆσαι καταπρηνέα ποιήσας, ὁ δ’ ἠνάγκαζεν οὕτως ἔχειν ὥσπερ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλλωσι, καὶ οὕτως ἔχουσαν ἐπέδει, νομίζων ἑωυτῷ εἶναι τοῦτο αὐτέῃ τὸ κατὰ φύσιν καὶ μαρτύριον ἐπήγετο τά τε ὀστέα ἅπαντα τὰ ἐν τῷ πήχει, ὅτι ἰθυωρίην κατ’ ἄλληλα εἶχε τήν τε ὁμόχροιαν, ὅτι αὐτὴ καθ’ ἑωυτὴν τὴν ἰθυωρίην ἔχει. οὕτω καὶ ἐκ τοῦ ἔξωθεν μέρεος καὶ ἐκ τοῦ ἔσωθεν. οὕτω δὲ ἔφη καὶ τὰς σάρκας καὶ τὰ νεῦρα πεφυκέναι καὶ τὴν τοξικὴν ἐπήγετο μαρτύριον, ταῦτα λέγων καὶ ταῦτα ποιέων σοφὸς ἐδόκεεν εἶναι. τῶν δὲ ἄλλων τεχνέων ἐπελελήθη καὶ ὁκόσα ἰσχύϊ ἐργάζονται καὶ ὁκόσα τεχνήμασιν, οὐκ εἰδὼς ὅτι ἄλλο ἐν ἄλλῳ τὸ κατὰ φύσιν σχῆμά ἐστι καὶ
ἐν τῷ αὐτέῳ ἔργῳ ἕτερα τῆς δεξιῆς χειρὸς σχήματα κατὰ φύσιν ἐστὶ καὶ ἕτερα τῆς ἀριστερῆς, ἢν οὕτω τύχῃ. ἄλλο μὲν γὰρ σχῆμα ἐν ἀκοντισμῷ κατὰ φύσιν, ἄλλο δὲ ἐν σφενδόνῃσιν, ἄλλο δὲ ἐν λιθοβολίῃσιν, ἄλλο ἐν πυγμῇ, ἄλλο ἐν τῷ ἐλιννύειν. ὁκόσας δ’ ἄν τις τέχνας εὕροι, ἐν ᾗσιν οὐ τὸ αὐτὸ σχῆμα τῶν χειρέων κατὰ φύσιν ἐστὶ καὶ ἐν ἑκάστῃ τῶν τεχνέων, ἀλλὰ πρὸς τὸ ἅρμενον, ὃ ἂν ἔχῃ ἕκαστος, καὶ πρὸς τὸ ἔργον, ὃ ἂν ἐπιτελέσασθαι θέλῃ, σχηματίζονται αἱ χεῖρες. τοξικὴν δὲ ἀσκέοντι εἰκὸς τοῦτο τὸ σχῆμα κράτιστον εἷναι τῆς ἑτέρης χειρός.
Χρὴ καὶ τῶν τοιούτων ἅπαξ που μνημονεῦσαι, καὶ ἡμῖν οὕτως πραχθήσεται. τῶν δοξοσόφων δέ τις ἰατρῶν ἐπανορθώμενος ὡς ᾤετο τὴν προκειμένην λέξιν, ὡς οὐκ ὀρθῶς ἔχουσαν ἔγραψεν ὡδί· τὴν οὖν χεῖρα, περὶ ἧς ὁ λόγος, ἐνδεικνύμενος ἡμῖν δηλονότι τὴν ἑαυτοῦ παιδείαν, ἣν ἐπαιδεύετο παρὰ γραμματικοῖς τε καὶ ῥήτορσιν, ὡς ἀγνοεῖν τὸ
πρότερον ὁπότε καθεῖτο. παράκειται γὰρ μόνον καὶ ψαύσει τηνικαῦτα, ἅπερ αὐτὸς εἶπεν ἐν τῇδε τῇ λέξει. ὁμιλέει δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλαγίως, ὁπότε παρὰ τὰς πλευρὰς ᾖ παρατεταμένη ἡ χείρ. ἔνιοι ἐκ μεταφορᾶς οὕτως εἰρῆσθαί φασιν ἀπὸ τῆς ἐμβολῆς τῶν νηῶν, ἃς ποιοῦνται καταδῦσαι βουλόμενοι τὰς ἐναντίας. ὅταν γὰρ ἀποσιμώσαντες τὴν πρῷραν ἐπιτηδείαν ἐργάσωνται πρὸς τὸ σφοδρῶς ἐῤῥαγεῖσαν ἐφ’ ἑτέραν εἰ καὶ μάλιστα κατὰ τὸ πλάγιον ὅλην αὐτὴν διαλῦσαί τε καὶ καταδῦσαι, παρεσκευάσθαι φασὶν ὡς εἰς ἐμβολὴν τηνικαῦτα. καὶ παρὰ τοῖς κωμικοῖς δὲ τὰ προτεινόμενα τοῦ σώματος ὡς εἰς ἐμβολὴν παρεσκευάσθαι λέγεται, καθότι καὶ ὁ Ἀριστοφάνης ἐδήλωσεν εἰπών·
Χωρεῖ ἐπὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν.
αἱ δ’ ἐφεξῆς τῇδε λέξεις ἅπασαι σαφεῖς εἰσι τοῖς προσέχουσι τὸν νοῦν ἄχρι τῆς ὑπογεγραμμένης·
10. Τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τουτέῳ τῷ σχήματι ἐρεῖδον ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς ἓν εἴη τὸ πᾶν.
Ὁ λόγος οὖν αὐτός ἐστι πρὸς τοὺς ὑποδοῦντας ἐκτεταμένην τὴν χεῖρα οὕτως πᾶσαν ὡς ἐπὶ τῶν τοξευόντων ἡ ἀριστερὰ διάκειται. λέγει γὰρ ὅτι πρὸς μὲν ἐκείνην τὴν ἐνέργειαν εἰκότως ἐδέησεν ἐκτεταμένην αὐτὴν ἐν τῷ τὴν νευρὰν ὀπίσω πρὸς τῆς δεξιᾶς ἕλκεσθαι μὲν, τὸ δὲ τόξον ὅλον ἐπὶ τῆς αὐτῆς χώρας ὑπὸ τῆς ἀριστερᾶς κρατούμενον ἀκλινές. ἐὰν γὰρ τῆς νευρᾶς ὑπὸ τῆς δεξιᾶς ἑλκομένης σφοδρῶς ὀπίσω συναπενεχθῇ τὸ σύμπαν τόξον, ἡ τοῦ βέλους εἰς τοὐπίσω φορὰ κωλυθήσεται, δεομένη ἀπὸ στερεωτάτης καὶ μετατεταμένης ἀφιέσθαι τῆς νευρᾶς. ὅσον μὲν οὖν αὐτῆς τῆς ἐσχάτης τάσεως ὑφῇ, τοσοῦτον καὶ τῆς ἀφέσεως ἡ βία μειωθήσεται. προομολογουμένου δὴ τούτου
τὴν αἰτίαν Ἱπποκράτης προστίθησιν οὖσαν τοιάνδε. τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τούτῳ τῷ σχήματι ἐρεῖδον ἐπ’ εὐθείας μὲν ἐργάζεται τὸ τοῦ βραχίονος ὀστοῦν καὶ τὸ τοῦ πήχεος, ἀκλινῆ δὲ φυλάττει τὴν ὅλην χεῖρα. τὸ γιγγλυμοειδὲς δὲ βραχίονος ὀνομάζει τὸ κάτω πέρας, ὃ διαρθροῦται πρὸς τὸν πῆχυν, ἐπειδὴ καὶ οἱ γίγγλυμοι τὰ μέν τινα κοῖλα, τὰ δὲ ἐξέχοντα κεκτημένοι τοῖς μὲν κοίλοις ὑποδέχονται τὰς ἐξοχὰς τῶν πλησιαζόντων, τοῖς δὲ ὑπερέχουσιν εἰς τὰς ἐκείνων ἐμβαίνουσι κοιλότητας. ὡσαύτως δὲ καὶ τὸ κάτω τοῦ βραχίονος εἰς κυρτὴν περιφέρειαν τελευτῶν ἐξοχαῖς κυκλοτερέσιν ἑκατέρωθεν ἐχομέναις ὁμοιότατα ταῖς κατὰ τὰς τραχηλίας ὀνομαζομέναις. αὕτη μὲν ταύτῃ τῇ τραχηλώδει περιφερείᾳ στηρίζεται κατὰ τὰς ἐν τῶ πήχει κοιλότητας· ἐπὶ δὲ τοῖς πέρασιν αὐτῆς ἔχων βαθμίδας, τὴν μὲν ἐν τοῖς πρόσω μέρεσι, τὴν δὲ εἰς τοὐπίσω, δέχεται καθ’ ἑτέρας αὐτῶν ἐξοχὰς τοῦ πήχεως ὁμοίας κορώναις.
Ὁ γὰρ πῆχυς ἐοικὼς τῷ σ στοιχείῳ τὸ ἄνωθεν αὐτοῦ πέρας ἔχων, καθ’ ὃ τῷ βραχίονι διαρθροῦται, περιλαμβάνει τε τὴν τραχηλοειδῆ περιφέρειαν τοῦ βραχίονος ὀλίγου δεῖν ὅλην. ὅταν οὖν οὕτως ἔχῃ σχήματος ἡ χεὶρ, ὡς ὀρθὴν γωνίαν ἐργάζεσθαι τὸ τοῦ βραχίονος ὀστοῦν πρὸς τὸ τοῦ πήχεως, αὐτός τε πάλιν ὅταν ἡσυχάζοντος ἐκείνου περὶ τὴν κυρτότητα κινῆται, πρόσω μὲν φερόμενος κάμπτει τὴν κατ’ ἀγκῶνα διάρθρωσιν, ὀπίσω δὲ ἐκτείνει, κατὰ μὲν τὴν ἐσχάτην καμπὴν ἡ πρόσω τοῦ πήχεως κορώνη τῇ κατὰ τοῦτο κοιλότητι τοῦ βραχίονος ἐμβαίνει, κατὰ δὲ τὴν ἔκτασιν ἡ ὄπισθεν αὖ πάλιν ἐγκαταβαίνει τῇ κατὰ τοῦτο τεταγμένῃ βαθμίδι μείζων οὖσα μείζονι καὶ διὰ τοῦτ’ ἐπὶ πλεῖστον ἐκτείνειν τε καὶ κάμπτειν ὅλην τὴν χεῖρα δυνάμεθα, μὴ δυνηθέντες οὕτω πράττειν εἰ μηδεμίαν εἶχεν ὁ βραχίων κοιλότητα. τοιαύτην τοιγαροῦν φύσιν ἐχούσης τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, ἐγγώνιον μὲν λαβούσης σχῆμα τῆς ὅλης χειρὸς, οὕτως δ’ Ἱπποκράτης ὀνομάζει τὴν ἐπ’
ὀρθὴν γωνίαν σχέσιν τοῦ βραχίονος, πρὸς τὸν πῆχυν ἡ τραχηλώδης κυρτότης μέση στηρίζεται κατὰ μέσης τῆς σιγμοειδοῦς τοῦ πήχεως κοιλότητος. ἐν δὲ ταῖς ἐκτάσεσι τῆς ὅλης χειρὸς ὀπίσω φερομένου τοῦ πήχεως ἡ κατὰ τοῦτο κορώνη τῆς κινήσεως ἥγηται. ἵσταται δὲ τότε καὶ παύεται πρῶτον, ὅταν ἐξήγηται πρὸς τὴν ἐνταῦθα κοιλότητα τοῦ βραχίονος. συμβαίνει δ’ ἐν τούτῳ τὴν μὲν διάρθρωσιν ἐκτείνεσθαι, τοῦ δὲ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεως ἐρηρεῖσθαι βαθμίδι. καλεῖ γὰρ οὕτως ὁ Ἱπποκράτης οὐ μόνον ταύτην, ἀλλὰ καὶ τὰς ἄλλας ἁπάσας κοιλότητας, αἷς ἐμβαίνουσιν ἐξοχαί τινες ὀστῶν.
11. Καὶ ἡ ἀνάκλασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι. εἰκὸς οὖν οὕτως ἀκαμπτότατόν τε καὶ τετανώτατον εἶναι τὸ χωρίον καὶ μὴ ἡσσᾶσθαι μηδὲ ξυνδιδόναι, ἑλκομένης τῆς νευρῆς ὑπὸ τῆς δεξιῆς χειρός. καὶ οὕτως ἐπὶ πλεῖστον μὲν τὴν νευρὴν ἑλκύσει, ἀφήσει δὲ ἀπὸ στερεωτάτου καὶ ἀθροωτάτου. ἀπὸ τῶν τοιουτέων γὰρ ἀφεσίων
τῶν τοξευμάτων ταχεῖαι καὶ αἱ ἰσχύες καὶ τὰ μήκεα γίνεται. ἐπιδέσει δὲ καὶ τοξικῇ οὐδὲν κοινόν.
Τῶν τῆς χειρὸς σχημάτων τὸ μὲν ἐκτεταμένης αὐτῆς ἀποτελούμενον ἐναντίον ἐστὶ τῷ κεκαμμένης γιγνομένῳ τὸ ὑπτίας τῷ πρανοῦς. ταῦτα μὲν οὖν ἔσχατα καὶ οἷον ὑπερβολῶν καὶ τέτταρα σχήματα, δύο δ’ ἄλλα μέσα, τὸ μὲν ἐσχάτης ἐκτάσεώς τε καὶ κάμψεως, ὅπως ἔφην, Ἱπποκράτης ἐγγώνιον ὀνομάζει, τὸ δ’ ὑπτίου τε καὶ πραοῦς, ἐν ᾧ τὸν πῆχυν ὑποτετάσθαι φησὶ τῇ κηκίδι. ὥσπερ οὖν τοῦτο προσαγορεύει δίκαιόν τε καὶ εὐθὺ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ καλούμενον ἐγγώνιον, ἐν ᾧ τὸν βραχίονα πρὸς τὸν πῆχυν ἐπ’ ὀρθὴν ἐργάζεται γωνίαν. ἀλλ’ εἴπερ εὐθὺ τοῦτ’ ἐστὶν, ἀκόλουθον καλεῖν οὐκ εὐθὺ τὸ τῆς χειρὸς ἐκτεταμένης γιγνόμενον. εἰ δ’ οὐκ ἔστι τοιοῦτον σχῆμα, κεκλασμένον ἂν εἴη πρὸς τοὐκτὸς δηλονότι, καθάπερ γε καὶ ἀνακλασθείη πρὸς τοὐπίσω τὸ τοῦ πήχεως ὀστοῦν εἰς τοσοῦτον, ὡς ἤδη γωνίαν ἐργάζεσθαι πρὸς τὸ τοῦ βραχίονος, ὥσπερ ἤδη καὶ
ὦπταί τισι γιγνόμενον, οὓς ἀναγκαῖον ἔχειν ἱκανῶς βαθεῖαν τὴν ὀπίσω κοιλότητα τοῦ βραχίονος, εἰς ἣν ἐγκαταβαίνει τὸ τοῦ πήχεως ἡ κατὰ τοῦτο κορώνη. καὶ εἴπερ ἦν ἡ κοιλότης αὕτη βαθυτάτη πᾶσιν ἡμῖν, ἐγκάμπτομεν ἂν εἰς τοὐπίσω τὴν χεῖρα, καθάπερ ἔφην, ἐν οἷς ἐπὶ βραχὺ τοῦτο συμβαίνει οὐκ ἐχούσης αὐτοῖς τὸ ἀκριβὲς κατὰ φύσιν μέτρον τῆς ὄπισθεν βαθμίδος, ἀλλ’ ἐπὶ πλέον ἐκλελυμένης.
12. Τοῦτο μὲν γὰρ εἰ ἐπιδήσας ἔχειν τὴν χεῖρα οὕτω ἔμελλε, πόνους ἂν ἄλλους πολλοὺς προσετίθει μείζονας τοῦ τρώματος, τοῦτο δ’ εἰ συγκάμψαι ἐκέλευε, οὔτε τὰ ὀστέα οὔτε τὰ νεῦρα οὔτε αἱ σάρκες ἔτι ἐν τῷ αὐτέῳ ἐγγίνοντο, ἀλλὰ ἄλλῃ μετεκοσμεῖτο, κρατέοντα τὴν ἐπίδεσιν. καὶ τί ὄφελος τοξικοῦ σχήματος; καὶ ταῦτα ἴσως οὐκ ἂν ἐξημάρτανε σοφιζόμενος, εἰ εἴα τὸν τετρωμένον αὐτὸς τὴν χεῖρα παρασχέσθαι.
Τὴν ἐκτεταμένην ὁ ἐπιδήσας χεῖρα πάντως μὲν ἂν, φησὶν, ἢ οὕτως ἔχουσαν ἐφύλαττεν ἢ συνεχώρησεν οὕτω κάμψαι. καθ’ ἕτερον δ’ ἔβλαψε τὸν κάμνοντα, φυλαττομένου μὲν τοῦ σχήματος τῷ διηνεκεῖ τῆς ὀδύνης, μεταβληθέντος δὲ τῷ διαφθείρεσθαι τὴν χεῖρα τῆς ἐπιδέσεως, ᾗ σκοπὸς μέν ἐστι φυλάττεσθαι τὴν διάπλασιν ὑπὸ τῶν περιβεβλημένων ὀθονίων ἀθλίπτως κρατουμένην, ἐν δὲ τῷ μεταβάλλειν τὸ σχῆμα τοὐναντίον ἂν ἐγένετο τὴν μὲν ἐπίδεσιν μηκέτι κρατεῖν τοῦ κατάγματος, ἄγεσθαι δ’ αὐτὴν καὶ συμμεταφέρεσθαι μετασχηματιζομένοις τοῖς τε νεύροις καὶ τοῖς μυσὶν, οὓς σάρκας ὠνόμασε διδάσκων ἡμᾶς τὴν οὐσίαν αὐτῶν. αἱ γὰρ αἰσθηταὶ σάρκες αὗται κατ’ ἐπικράτειαν ὠνομασμέναι τῶν ἁπλῶν σαρκῶν οἱ μύες εἰσὶν ἔχοντες ἐν ἑαυτοῖς ἴνας ἐκ τῆς τῶν νεύρων καὶ συνδέσμων σχίσεως. ὁ γάρ τοι μῦς ὅλος ὑπὸ τῆς φύσεως γεννᾶται ταῖς ἴνεσι ταύταις ἐπιπηγνυμένης ἐν κύκλῳ τῆς ἁπλῆς σαρκὸς, καὶ αὕτη τοῦ μυός ἐστιν ἡ ἰδία οὐσία. φλέβας γὰρ καὶ ἀρτηρίας εἰς ἑαυτὸν ὑποδέχεται τοῦ τρέφεσθαί τε καὶ ζῇν ἕνεκεν, ὥσπερ καὶ τἄλλα πάντα μόρια. τὸ δὲ ἴδιον
σῶμα τοῦ μυὸς αἱ ἶνές εἰσι τὴν ἁπλῆν περιφυομένην σάρκα ἔχουσαι. πλείστη μὲν οὖν αὕτη περιφύεται κατὰ τὰ μέσα μέρη τῶν μυῶν, ἐλάττων δ’ ἀεὶ καὶ μᾶλλον ἐγγὺς τῆς ἀρχῆς τε καὶ τελευτῆς, διὸ καὶ νευρωδέστεροι μὲν καὶ τὰ τοιαῦτα, σαρκωδέστεροι δὲ ἐν τοῖς μέσοις αὐτῶν εἰσιν οἱ μύες.
13. Ἄλλος δ’ αὖθις τῶν ἰατρῶν ὑπτίην τὴν χεῖρα δοὺς οὕτω κατατείνειν ἐκέλευε καὶ οὕτως ἔχουσαν ἐπέδει, τοῦτο νομίζων τὸ κατὰ φύσιν εἶναι, τῷ τε χροῒ σημαινόμενος καὶ τὰ ὀστέα νομίζων κατὰ φύσιν εἶναι οὕτως, ὅτι φαίνεται τὸ ἐξέχον ὀστέον τὸ παρὰ τὸν καρπὸν, ᾗ ὁ σμικρὸς δάκτυλος κατ’ ἰθυωρίην εἶναι τοῦ ὀστέου, ἀφ’ ὁκοίου τε τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσιν ταῦτα τὰ μαρτύρια ἐπήγετο, ὅτι κατὰ φύσιν οὕτως ἔχει καὶ ἐδόκεεν εὖ λέγειν. ἀλλὰ τοῦτο μὲν ἐὰν ὑπτία ἡ χεὶρ κατατείνοιτο, ἰσχυρῶς πονοίη ἄν. γνοίη δ’ ἄν τις τὴν ἑωυτοῦ χεῖρα κατατείνας,
ὡς ἐπώδυνον τὸ σχῆμα, ἐπεὶ καὶ ἀνὴρ ἥσσων κρέσσονα διαλαβὼν οὕτως ἐν τῇσιν ἑωυτοῦ χερσὶν, ὡς κλᾶται ὁ ἀγκὼν ὕπτιος, ἄγοι ἂν ὅπη ἐθέλοι. οὔτε γὰρ εἰ ξίφος ἐν ταύτῃ τῇ χειρὶ ἔχοι ἂν ὅ τι χρήσαιτο τῷ ξίφει· οὕτω βίαιον τοῦτο τὸ σχῆμά ἐστι, τοῦτο δὲ εἰ ἐπιδήσας τις ἐν τούτῳ τῷ σχήματι ἐών· μέζων μὲν πόνος εἰ περιίοι, μέγας δὲ καὶ εἰ κατακέοιτο. τοῦτο δὲ εἰ συγκάμψαι τὴν χεῖρα, ἀνάγκη συνάγειν τοὺς μύας καὶ τὰ ὀστέα ἄλλο σχῆμα ἔχειν. ἠγνόει δὲ καὶ τάδε τὰ ἐν τῷ σχήματι χωρὶς τῆς ἄλλης λύμης. τὸ γὰρ ὀστέον τὸ παρὰ τὸν καρπὸν ἐξέχον τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τοῦτο μὲν τοῦ πήχεώς ἐστι, τὸ δ’ ἐν τῇ συγκάμψει ἐὸν ἀπὸ ταὐτὸν τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσι, τοῦτο δὲ τοῦ βραχίονος ἡ κεφαλή ἐστιν.
Ἐάν τις ὑπτίαν σχηματίσῃ τὴν χεῖρα, δόξει τὴν ἔνδον κεφαλὴν τοῦ βραχίονος, ἣν καὶ κόνδυλον ὀνομάζουσι, τὸ ἄνω πέρας εἶναι τοῦ πήχεος, ἐπειδὴ κατ’ εὐθύ
πως εἶναι φαίνεται τῷ κάτω πέρατι τῷ κατὰ τὸν καρπὸν ἐξέχοντι, κατὰ τὸν μικρὸν δάκτυλον, οὐ μὴν ἅπαντές γε τὸν πῆχυν ἀπὸ τοῦ κατὰ τὸν βραχίονα κονδύλου μετροῦσιν, ἀλλ’ εἰσὶ γάρ τινες οἱ προσηκόντως ἀπὸ τοῦ ὀλεκράνου, ὅπερ καὶ ἀγκῶνα καλοῦσιν, ἄρχονται τῆς μετρήσεως. ὁ δ’ Ἱπποκράτης εἰπὼν ἀπὸ τουτέου οἱ ἄνθρωποι τὸν πῆχυν μετρέουσιν ἐμφαίνειν ἔοικεν ἤτοι πάντας ἢ τοὺς πλείους ἐντεῦθεν μετρεῖν· ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ἔχῃ ἐκεῖ περιττὸν ζητεῖν. ἐκείνου δὲ μεμνῆσθαι προσήκει τοῦ τὸ κάτω πέρας τοῦ πήχεως τὸ πρὸς τῷ καρπῷ κατ’ εὐθὺ γίγνεσθαι τῷ ἄνω πέρατι κατὰ φύσιν σχηματισάντων τὴν χεῖρα, τὸ μὲν κοῖλον αὐτῆς ἐκ τῶν ἔνδον μερῶν ποιησάντων, τὸ κυρτὸν δὲ ἐκ τῶν ἔξωθεν. συνυπάρχει δ’ ἐν τούτῳ τῷ σχήματι καὶ τὸ τὸν μικρὸν δάκτυλον ὑποκεῖσθαι κάτωθεν, ἄνωθεν δὲ ἐπικεῖσθαι τὸν μέγαν.
14. Ὁ δὲ ᾤετο τὠυτὸ ὀστέον εἶναι τοῦτό τε κἀκεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι.
Οὐχ οὕτως εἴρηκε τὸ αὐτὸ εἶναι τοῦτό τε κἀκεῖνο, ὡς αὐτόν τινα λέγομεν ἑαυτῷ τὸν αὐτὸν ὑπάρχειν, οἷον τὸν Τελαμώνιον Αἴαντα τῷ Αἰακίδῃ, ἀλλ’ ὅτι τοῦ αὐτοῦ ὀστέου πέρας ἑκάτερον ὑπολαμβάνει εἶναι, τουτέστι τοῦ πήχεος.
15. Ἐστὶ δὲ ἐκείνῳ τῷ ὀστέῳ τὠυτὸ ὁ ἀγκὼν καλεόμενος, ὃν ποτὶ στηριζόμεθα.
Ὡς ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην αὐτὸν εἰρηκέναι τὸ αὐτὸ καὶ νῦν οὕτως ἀκούειν σε προσῆκεν, ὅτι τοῦ αὐτοῦ ὀστέου μόρια τότε πρὸς τῷ καρπῷ καὶ τὴν ἔνδον ἐξοχὴν τῆς κατ’ ἀγκῶνα διαρθρώσεως ἐνόμιζον εἶναι.
16. Οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα τοῦτο μὲν τὸ ὀστέον διεστραμμένον φαίνεται, τοῦτο δὲ τὰ νεῦρα ἀπὸ τοῦ καρποῦ
τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων, ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται. τείνει τε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. αὗται τοσαῦται καὶ τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χειρός. εἰ δ’, ὡς ἐγὼ κελεύω, χεῖρα καταγυῖαν κατατείνοι τις, ἐπιτρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος τὰ ἄκρα τείνοντα. ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παραπλησίῳ σχήματι ἔσται, ἐν ᾧπερ καὶ ἐπιδεομένη, ἄπονος μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος.
Ὅταν ὀστοῦ τινος ἢ μυὸς ἢ νεύρου τὴν μὲν ἀρχὴν ἐκ τῶν ἔνδον μερῶν εἶναι τοῦ κώλου συμβαίνει, τὴν τελευτὴν δὲ ἤτοι γε ἐκτὸς ἢ ἐκ τῶν κάτω μερῶν, διέστραπται δηλονότι τὸ μόριον τοῦτο. καλῶς οὖν ἔφη διέστραπται πάντα ταῦτα, τῆς ὅλης χειρὸς ὑπτίας σχηματισθείσης. αὐτίκα
αὐτοὺς κἀν τῇ τῶν μυῶν ἀνατομῇ γεγραμμένους, ἐν ᾦ βιβλίῳ συντομώτερον ἢ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἁπάντων τῶν ἐν τῷ σώματι μυῶν φύσις ἑρμηνεύεται.
17. Καθίκνυσθαι δὲ χρὴ τὸν ἄνθρωπον οὕτως, ὅκως ᾖ τὸ ἐξέχον τοῦ ὀστέου πρὸς τὴν λαμπροτάτην τῶν παρεουσέων αὐγέων, ὡς μὴ λάθῃ τὸν χειρίζοντα ἐν τῇ κατατάσει εἰς ἱκανῶς ἐξίθυνται. τοῦ γε μὴν ἐμπείρου οὐδ’ ἂν τὴν χεῖρα λάθοι ἐπαγομένην τὸ ἐξέχον ψαυόμενον.
Εἴτε κατακλίνειν εἴτε καθίζειν ἐκ τοῦ καθίκνυσθαι δηλοῦται, προσυπακούειν αὐτῷ χρὴ τὸ ἕτερον αὐτῶν. εἴτε γὰρ τὴν ῥώμην ἀποβλέπων τοῦ κάμνοντος καὶ τὸ μέγεθος τοῦ κατάγματος, ἐνίοτε μὲν καθήμενον, ἐνίοτε δὲ κατακείμενον ἐπιδήσεις τὸν ἄνθρωπον. ὁπότερον δ’ ἂν ἔχῃ σχῆμα
πρὸς τὴν λαμπρότητα τῶν παρεουσῶν αὐγῶν, βλέπειν χρὴ τὸ πεπονθὸς μέρος, ὅπως εὐκατάσκεπτον εἴη.
18. Τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε, ῥᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον εἴη, καίπερ παχύτερον ἐὸν, ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ’ ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ. παχείη γὰρ ἡ τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. τὸ δὲ κάτω ὀστέον ἄσαρκον καὶ οὐκ εὐξυγκρυπτὸν καὶ κατατάσιος ἰσχυροτέρης δεῖται.
Ὅτι δύο εἰσὶν ὀστᾶ τοῦ πήχεος ἐδήλωσεν εἰπὼν ὦν μὴ ἀμφότερα· οὔτε γὰρ ἐφ’ ἑνὸς οὔτε ἐπὶ τριῶν ἢ καὶ πλειόνων εἰώθασι λέγειν οἱ Ἕλληνες τὴν ἀμφότερα φωνήν. τῶν δὲ δύο τούτων ὀστῶν τὸ μὲν ὑποτεταγμένον ἰδίως ὀνομάζεται πῆχυς, ὃ δὴ καὶ μακρότερόν ἐστι, τὸ δὲ ἐπικείμενον
κερκίς. σαφὴς δ’ οὐχ οὗτος μόνος ὁ λόγος, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες, ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν ἐν τούτῳ τῷ βιβλίῳ καὶ μόνα δεῖσθαι σαφηνείας λέγω ἃ νῦν ἐξηγοῦμαι, ὥστ’ παρὰ ταῦτά σοι δόξειεν ἀσαφὲς εἶναι, σκέψαι δὴ μὴ τὸ ἀντίγραφον ἥμαρται. κατωρθωμένου δὲ αὐτοῦ καὶ ἅπαξ ἀναγνούς τι μὴ νοήσῃς, ἀλλὰ δεύτερόν γε καὶ τρίτον ἐπαναλαμβάνων αὐτὸ πάντως μαθήσῃ τὸ λεγόμενον.
19. Ἢν δὲ τοῦτο μὴ ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέῃ· ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται. παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα μᾶλλον ἢ ὡς ἔδει. οἱ δὲ πλεῖστοι ἧσσον τείνονται ἢ ὡς δεῖ.
Τὴν ἁπλουστέραν καὶ ἄνευ μεγάλης πραγματείας φαυλοτέραν εἶπεν. οὐ γὰρ μόνον τὸ μοχθηρὸν ἐκ τοῦ φαύλου δηλοῦται παρὰ τοῖς παλαιοῖς, ἀλλὰ καὶ τὸ ἁπλοῦν.
20. Χρὴ δ’, ἐπὴν τείνωσι, τὰ θέναρα προσβάλλοντα διορθοῦν.
Τὰ ἐξέχοντα τῶν χειρῶν ὀνομάζουσι θέναρα παρὰ τὸ θείνειν, ὡς ἔνιοι βούλονται τῶν χαιρόντων ἐτυμολογίαις. τούτοις γὰρ τοῖς ἐξέχουσι παίομεν ὅσαπερ ἂν παίωμεν. ἔνιοι δὲ οὐ πάντα τὰ ἐξέχοντα τῆς χειρὸς καλεῖσθαί φασιν, ἀλλὰ μόνα τὰ ὑπὸ τοῖς μεγάλοις δακτύλοις.
21. Ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν.
Δύο χρεῖαι τῆς ἐπιδέσεώς εἰσιν· ἡ μὲν ἑτέρα τὰ καλῶς ὑφ’ ἡμῶν ἀλλήλοις παρατεθέντα μέρη τοῦ καταγέντος ὀστοῦ κρατεῖν ἀσφαλῶς, ἡ δ’ ἑτέρα δεξάμενα τὰ ὀθόνια
ὧν ἐξέσχεν ὀστοῦν οἴνῳ χρῆσθαι κελεύει, ἔνθα δὲ χρῆται τῷ οἴνῳ, περὶ τῆς δυνάμεως αὐτοῦ τὰ πλείω. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐπειδὴ τὰ ἄλλα κατάγματα καὶ χωρὶς οἴνου δύναται θεραπεύεσθαι, μόνῃ τῇ κηρωτῇ χρωμένων ἡμῶν, οὐκ ἀναγκαῖόν ἐστιν ἐπ’ αὐτῶν προσφέροντας ἁμαρτεῖν ὁπότε μέγα διὰ τὴν τῶν ὑπηρετουμένων ἀμέλειαν. ἔνθα δὲ μέγας ὁ κίνδυνος, ἐνταῦθα καὶ αὐτοὶ μὲν ἑκόντες οἱ ὑπηρέται ταλαιπωρεῖσθαι προαιροῦνται καὶ ἡμῖν δὲ παρακαλοῦσι πείθονται. καὶ μέντοι καὶ συνεχέστερον ἐπιφαινόμεθα τοῖς τοιούτοις διὰ τὸ τοῦ κινδύνου μέγεθος ἐνίοτε καὶ παραμένοντες ὅλης νυκτὸς, ὅταν μὴ σφόδρα θαῤῥῶμεν τοῖς ὑπηρέταις τὰ κελευόμενα πρᾶξαι πάντα καλῶς.
22. Ὅπως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ἀλλὰ σμικρῷ καὶ ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλὰ ἀπολαμβάνηται.
Ὅτι μὲν οὖν οὕτως σχηματίζεσθαι προσήκει τὸν πῆχυν ὡς ὑποτετάσθαι μὲν τῇ κερκίδι, γωνίαν δὲ ὀρθὴν ἐργάζεσθαι πρὸς μὲν τὸ τοῦ βραχίονος ὀστοῦν ἔμπροσθεν εἴρηται. δυναμένου δὲ τούτου γίγνεσθαι καὶ κατωτέρω τῆς ἄκρας χειρὸς, ὡς πρὸς τὸν ἀγκῶνα, καὶ ἀνωτέρω, εἰκότως ἐπιδιωρίσατο καὶ περὶ τοῦδε, κελεύσας ἀνωτέρω βραχὺ τὴν ἄκραν τοῦ ἀγκῶνος χεῖρα ἔχειν. ἴσμεν γὰρ τὰ κατάῤῥοπα σχήματα ῥευμάτων αἴτια γιγνόμενα τοῖς πέρασι τῶν κώλων καὶ διὰ τοῦθ’ ὡς οἱ δι’ ὅλης τῆς ἡμέρας περιπατήσαντες, οἱ δ’ ἀλεώτερά πως ἔχοντες τὰ σκέλη πρὸ παντὸς ποιοῦνται, νύκτωρ αὐτὰ σχηματίζειν ὑψηλότερα τοῦ ὅλου σώματος. οὕτως οὖν κἀπὶ τῆς ὅλης χειρὸς ὁ Ἱπποκράτης κελεύει φυλάττεσθαι μὲν τὸ κατάῤῥοπον σχῆμα, μεταδιώκειν δὲ τὸ ἀνάῤῥοπον. κἂν ἐπὶ πλέον δ’ αὐτὴν ὑψηλοτέραν ἐκέλευσε τοῦ ἀγκῶνος ἴσχειν, εἰ μὴ καὶ τοῦτο τὸ σχῆμα τοῖς ἐν αὐτῷ χρονίζουσιν ὀδύνην παρεῖχεν, ὅλῃ τε τῇ χειρὶ καὶ μάλιστα τοῖς προσθίοις τοῦ βραχίονος μυσίν. ὅτι μὲν οὖν ὀδυνῶδές ἐστιν ἡ πεῖρά σε διδάξει. τὴν δ’ αἰτίαν τῆς ὀδύνης
ἡ φύσις τῶν κινούντων μυῶν τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐπιδείξεται. εἰσὶ γὰρ οἱ κατὰ τὸ πρόσω τε κἀκ τῶν ἔνδον μερῶν τοῦ βραχίονος, οὓς ὅταν κάμπτωμεν τὸν πῆχυν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνασπῶντες καὶ τείνοντες ἄνω συνανασπῶμεν καὶ συνανατείνομεν ἑαυτοῖς ὅλον τὸν πῆχυν, εἰς ὅσον ἐμπεφύκασι τοῖς κάτω μέρεσιν ἑαυτῶν, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλ’ ἀπολαμβάνηται ἐς ἄκρην. τοῦτο ἀναφέρειν ἐχρῆν πρὸς τὸ μὴ κατωτέρω τοῦ ἀγκῶνος ἄκραν τὴν χεῖρα ἔχειν. διὰ μέσου δὲ ἀμφοῖν εἴρηται τὸ, ἀλλὰ μικρῷ ἀνωτέρω, ὡς εἶναι τὸν ὅλον λόγον τοιοῦτον. ὅκως δὲ μὴ κατωτέρω ἄκραν τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἀπολαμβάνηται, ἀλλὰ σμικρῷ ἀνωτέρω.
23. Ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ κάτηγμα.
Τὸ τὴν ἀρχὴν βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι κατὰ τὸ κάταγμα διττῶς γίγνεται, ποτὲ μὲν κατὰ τὸ μῆκος τοῦ κώλου νοούντων ἡμῶν αὐτὸ, ποτὲ δὲ καὶ κατὰ τὸ πλάτος. ὅροι δὲ τοῦ κατὰ τὸ μῆκος βαλλομένην τὴν ἀρχὴν τοῦ ἐπιδέσμου τὸ τὴν πρώην αὐτοῦ περιβολὴν ἐν κύκλῳ γιγνομένην ὅλον σκεπάσαι τὸ κάταγμα. εἰ δ’ ἤτοι τοσοῦτον ἀνωτέρω περιβάλλοις, ὡς μηδ’ ὅλως ψαῦσαι τοῦ συντριβέντος ἢ κατωτέρω πάλιν αὖ τοσοῦτον, ὡς μηδ’ ὅλως ἅψασθαι, τοῦτ’ ἂν ἀληθῶς εἴποι τις μὴ κατὰ τὸ κάταγμα τὴν ἀρχὴν τοῦ ἐπιδέσμου. οὕτως μοι νόει κατὰ τὸ κάταγμα βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι τὴν ἀρχὴν τῶν ὀθονίων, κατὰ τὸ πλάτος δὲ, ἐπεὶ δ’ ἄν αὐτὴν πρώτην ἐπίδεσιν ἐπίδεσμος ἤτοι γε τῇ τοῦ κατάγματος ἢ ἐξωτέρω ποιήσεται. ἐνταῦθα μὲν οὖν ὁ Ἱπποκράτης ὡς πρὸς τὸ μῆκος τοῦ κώλου βλέπων ἀπεφήνατο τὴν ἀρχὴν βάλλεσθαι κατὰ τὸ κάταγμα, τουτέστι μήτε ταπεινοτέραν μήθ’ ὑψηλοτέραν αὐτοῦ. δηλοῖ δὲ ἐξ ὧν ἐπιφέρων εἶπεν· ἐπὴν δὲ περιβάλλῃ
κατ’ αὐτὸ δὶς ἢ τρὶς, ἐπὶ τὸ ἄνω δεδέσθω ἐπιδών. ἐν δὲ τῷ κατ’ ἰητρεῖον, ἔνθα φησὶ τὴν ἀρχὴν βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθα καὶ ἔνθα. πρὸς τὸ τοῦ κώλου πλάτος ἀναφέρων εἶπεν, ὡς δηλοῖ πάλιν κἀνταῦθα τὸ ἔνθα ἢ ἔνθα. ταύταις γὰρ ταῖς φωναῖς οἱ Ἕλληνες χρῶνται εἰς πλάτος δηλοῦντες. ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων ἡ λέξις οὕτως ἔχει· ἀρχὴν βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλὰ ἐπὶ τὸ ἅμμα.
24. Ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα.
Τὴν συμμετρίαν τῆς ἐπιβολῆς τῶν δεσμῶν ἐν τούτῳ τῷ λόγῳ διδάσκει. χρὴ γὰρ ἐρηρεῖσθαι μὲν αὐτοὺς εἰς τοσοῦτον, ὡς φυλάττειν ἀκίνητον τὰ κεχωρισμένα πέρατα τῶν ὀστῶν, οὐ μὴν οὕτως γε πεπιέχθαι σφοδρῶς, ὡς ὀδύνην παρέχειν τῷ κάμνοντι. πᾶσα γὰρ ὀδύνη χρονίζουσα καὶ μάλιστα ἐκθλίψεως αἰτία φλεγμονῆς γίγνεται. σκοποὶ μὲν οὗτοι τῆς τῶν ἐπιδέσμων πιέσεως, ἀκριβῶς δ’ αὐτῶν
στοχάζεσθαι κατ’ ἀρχὰς μὲν οὐχ οἷόν τε, πολλάκις δ’ ἐπιδήσας δυνατόν. προσέχων γὰρ τὸν νοῦν ἀκριβῶς τῷ ποσῷ τῆς τάσεως ἣν ἐποιήσω περιβάλλων τὸν ἐπίδεσμον εἶτ’ ἐρωτήσας τὸν ἐπιδούμενον, ὁποίας αἰσθάνεται τῆς περιβολῆς τῶν ὀθονίων, ἐκ δευτέρου περιβάλλων ἴσως προτέρῳ, ἐκλῦσαι δεῖ τὴν τάσιν ἢ ἐπαυξῆσαι· θλίβεσθαι μὲν γὰρ εἰπόντος πρόδηλον ὡς ἐκλῦσαι προσῆκεν. οὕτω δὲ εἶναι χαλαρὸν εἰπόντος, ὡς μηδ’ ὅτι περίκειται γινώσκειν ἐπαυξῆσαι. καὶ μέντοι καὶ πρὶν ἐπ’ αὐτοῦ τοῦ τὸ κάταγμα σχόντος ἄρχεσθαι τῆς ἐπιδέσεως, ἔνεστί σοι προγυμνάσασθαι, παιδάριον ὑγιὲς ἐπιδέσαντι πολλάκις· ἀλλὰ τῷ πυνθάνεσθαι τὰς ἀρτίως εἰρημένας πεύσεις. ἑτοιμότερος γὰρ οὕτως ἔσῃ πρὸς τὰς ἐν τοῖς κατάγμασι ἐπιδέσεις, ἔτι κἀκεῖνο προσεννοῶν, ὅτι τῶν σωμάτων ὅσα μὲν ἰσχυρὰ καὶ σκληρότερα βιαιοτέρας ἀνέχεται τῆς πιέσεως, ὅσα δ’ ἀσθενῆ καὶ μαλακὰ τῆς ἀνειμένης ταῦτα χρῄζει.
25. Ἐπὴν δὲ περιβάλλῃ κατὰ τὠυτὸ δὶς ἢ τρὶς ἐπὶ τὸ ἄνω νεμέσθω ἐπιδέων, ἵνα αἱ ἐπιῤῥοαὶ τοῦ αἵματος ἀπολαμβάνωνται καὶ τελευτησάτω κεῖθι.
Αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ ἣν ἄνω πρῶτον κελεύει τὴν νομὴν τῶν ὀθονίων ποιεῖσθαι. βούλεται γὰρ τὰς ἐπιῤῥοὰς τοῦ αἵματος κωλύεσθαι τῶν ἄνω μερῶν τοῦ κώλου. κατὰ δὲ τὴν εἰρημένην ἐπίδεσιν οὐ μόνον ἀπείργεται τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεται. ἡ μὲν οὖν ἐπιῤῥοὴ μίαν ὁδὸν ἔχει τὴν ἄνωθεν κάτω, ἡ δ’ ἔκθλιψις ἀμφοτέρας, τήν τ’ ἄνωθεν κάτω καὶ τὴν κάτωθεν ἄνω. καὶ γὰρ εἰς τὸ κάτω τοῦ κώλου δυνατὸν ἐκθλῖψαί τι καὶ εἰς τὸ ἄνω. καὶ συμβουλεύει γε ἀμφοῖν ἐστοχάσθαι δύο κελεύων ἐπιδέσμοις χρῆσθαι· τὴν μὲν γὰρ ἀρχὴν ἔχουσιν ἀμφοτέροις ἀπὸ τοῦ πεπονθότος, ὡς κατὰ μῆκος σκοπούντων, ἐντεῦθεν δὲ τοῦ προτέρου μὲν ἄνω, τοῦ δευτέρου δὲ κάτω νεμομένου. βέλτιον
γὰρ ἐκθλίβεσθαι τὸ αἷμα τοῦ πεπονθότος μορίου πρός τε τὰ ὑπερκείμενα μέρη τοῦ κώλου καὶ τὸ σῶμα ἅπαν, ἐπειδὴ τὸ ἄκρον ἔλαττόν ἐστιν ἢ ὥστε δέξασθαι χωρὶς βλάβης δαψιλῆ χυμὸν, ὅπου μετὰ τὸν πρῶτον ἐπίδεσμον ἐκθλίβοντα τοῦ πεπονθότος μορίου τὸ αἷμα πρὸς τὴν ἀρχὴν τῆς χειρὸς, ἐὰν ὁ δεύτερος βιαιότερον σφίγξῃ, φλεγμονὴ γίνεται κατά τε τὸν καρπὸν καὶ τοὺς δακτύλους. διὰ ταῦτα τοιγαροῦν ἄνω πρῶτον ἐκπιέζειν χρὴ, μάλιστα μὲν εἰ οἷόν τε πᾶν τὸ λυπῆσον, εἰ δ’ ὑπολείποιτό τι σμικρὸν, ἐκθλίβειν τοῦτο εἰς κάτω διὰ τοῦ δευτέρου τῶν ἐπιδέσμων· εἰ δὲ βιαιότερος αὐτοῦ τὴν γνώμην ὅλην παρακολουθήσας τῇ περὶ τῆς ἐπιδέσεως διδασκαλίᾳ.
26. Χρὴ δὲ μὴ μακρὰ εἶναι τὰ πρῶτα ὀθόνια.
Προσηκόντως εἶπε τοῦτο· τῶν γὰρ πρώτων ὀθονίων ἀρχομένων μὲν ἀπὸ τοῦ κατάγματος, ἄνω δ’ ἀναφερομένων
κἀνταῦθα τελευτώντων ἀναγκαῖον ἔλαττον γίγνεσθαι τὸ μῆκος, οὐ τὰ δεύτερα μέλη λαμβάνειν, ἐφ’ ὧν κελεύει κάτω πρῶτον ἀπὸ τοῦ κατάγματος ἀφικνουμένους ἄνω πάλιν ἰέναι πρὸς τὸν αὐτὸν τόπον, ἔνθα τοῦ πρώτου τῶν ἐπιδέσμων τὸ τέλος ἐποιησάμεθα.
27. Τῶν δὲ δευτέρων ὀθονίων τὴν μὲν ἀρχὴν βάλλεσθαι ἐπὶ τὸ κάτηγμα.
Κατὰ λόγον ἐντεῦθεν γὰρ ἐκθλῖψαι βούλεται τὸ πλέον τοῦ αἵματος.
28. Περιβαλὼν δὲ ἅπαξ ἐς τὸ αὐτό.
Ἅπαξ κελεύει περιβάλλειν τοῦ δευτέρου τῶν ὀθονίων τὴν ἀρχὴν οὐ δὶς ἢ τρὶς, ὡς τοῦ προτέρου. βούλεται
γὰρ ἄνω μᾶλλον ἢ κάτω τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεσθαι κατὰ τὴν εἰρημένην αἰτίαν.
29. Ἔπειτα νεμέσθω ἐς τὸ κάτω καὶ ἐπὶ ἧσσον πιέζων, ἐπὶ μεῖζον διαβιβάσκων.
Ἧττον σφίγγεσθαι τὸ κῶλον ὑπὸ τοῦ δευτέρου τῶν ἐπιδέσμων βούλεται δι’ ἃς εἶπεν αἰτίας. οὐ μὴν οὐδὲ πυκνὰς τὰς περιβολὰς τῶν ὀθονίων ποιεῖσθαι συμβουλεύων τοῦ προτέρου τῶν ἐπιδέσμων αὐτάρκως ἐργασαμένου τὴν ἐκ τῆς πυκνότητος χρείαν.
30. Ὡς ἂν αὐτέῳ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν.
Ὁ μὲν οὖν Ἱπποκράτης ἐπιδέσμοις δύο χρῆται πρὸ τῆς τῶν σπληνῶν ἐπιβολῆς, ἄλλοι δέ τινες ἐχρήσαντο τρισὶν,
ἑνὶ μὲν ἐκ τοῦ κατάγματος ἄνω νεμομένῳ, καθάπερ ὁ Ἱπποκράτης ἐκέλευσε, δευτέρῳ δὲ ἐκ τοῦ κατάγματος κάτω καὶ τρίτῳ κάτωθεν ἄνω κατ’ ἀμφοτέρων ὁμοῦ τῶν προτέρων ἑλισσομένων. καὶ μέντοι καὶ τῶν τριῶν ἐπιδέσμων ὁ δεύτερος αὐτοῖς ἐστι βραχύτερος ἑκατέρου τῶν λοιπῶν, ἐκεῖνοι δ’ ἀλλήλοις ἴσοι διὰ τὸ τὸν μὲν πρῶτον αὐτῷ τε τῷ κατάγματι περιβάλλεσθαι δὶς ἢ τρὶς, ἑλίσσεσθαί τε περὶ τὸ κῶλον περιβολαῖς πυκνοτέραις, τὸν δὲ δεύτερον ἅπαξ μὲν τῷ κατάγματι περιβάλλεσθαι, τὰς δὲ περιβολὰς ἔχειν ἀραιοτέρας· τὸν δὲ τρίτον κατ’ ἀμφοῖν μὲν περιβάλλεσθαι. διὰ δὲ τὴν ἀραιότητα τῆς νομῆς οὐ γίγνεσθαι μακρότερον τοῦ πρώτου, ἀλλ’ ὅτι τοὺς εἰρημένους τρεῖς ἐπιδέσμους οἱ δύο περιέχουσιν ἐν ἑαυτοῖς, οὓς Ἱπποκράτης ἔγραψε, δῆλόν ἐστι, κἂν ἐγὼ μὴ λέγω, τοῦ δευτέρου τῶν ἐπιδέσμων εἰς δύο χρείας ὑπηρετοῦντος, ἃς ἐκεῖνοι διελόντες ἑνὶ μὲν ἐχρῶντο πρὸς τὴν ἐκ τοῦ κατεαγότος ἐπὶ τὸ κάτω νομὴν, ἑτέρῳ δὲ εἰς τὴν ἐντεῦθεν ἄνω πρὸς τὸ τοῦ πρώτου τῶν ἐπιδέσμων πέρας.
31. Ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ’ ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπιδεδέσθω ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ κατεάγματος καὶ ἐφ’ ὁκότερα ἂν περιῤῥέπειν ξυμφέρῃ.
Ἐν τοῖς κατάγμασι τῶν ὀστῶν ἡ ῥοπὴ τῆς διαστροφῆς ἐνίοτε μὲν ἐπὶ τὸ ἀριστερὸν, ἐνίοτε δ’ ἐπὶ τὸ δεξιὸν γίγνεται τοῦ κώλου. χρὴ τοίνυν τῶν πρώτων δύο ἐπιδέσμων ἐξ ὑπεναντίου ποιεῖσθαι τὴν ἐπίδεσιν, ἀρχομένου μὲν ἐξ ἐκείνου τοῦ μέρους, εἰς ὃ τὸ κῶλον ἐνέκλινε, περιῤῥέοντα δ’ ἐπὶ τοὐναντίον· οὕτως γὰρ ἰσόῤῥοπον ἀπεργασθήσεται τὸ κατεαγὸς ὀστοῦν. τοῦτ’ οὖν ἐστιν ὃ λέγει νῦν Ἱπποκράτης κελεύων ἡμᾶς τὴν νομὴν τῆς ἐπιδέσεως πρὸς τὸ σχῆμα τοῦ κατάγματος ποιεῖσθαι, ὅπερ ἐστὶ περιῤῥέπειν ἐπὶ τἀναντία τῆς ἐκτροπῆς αὐτῶν.
32. Μετὰ δὲ ταῦτα σπλῆνας κατατείνειν χρὴ κεχρισμένους κηρωτῇ ὀλίγῃ· καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον.
Οἱ σπλῆνες στήριγμα τῶν πρώτων δυοῖν ἐπιδέσμων εἰσὶν, οὓς ἰδίως ὑποδεσμίδας ὀνομάζει, ἐπιβάλλεται δ’ αὐτοῖς ἐναντίως. ἐκεῖνοι μὲν γὰρ ἐγκάρσιοι περὶ τὸ κῶλον ἑλίττονται, κατὰ μῆκος δὲ οἱ σπλῆνες ἐπιτείνονται, τὴν πρώτην τὴν ἐκ δυοῖν ὀθονίων ἐπίδεσιν ὅλην καταλαμβάνοντες. κεχρῆσθαι δ’ αὐτοὺς ὀλίγῃ κηρωτῇ κελεύει· περιῤῥυέντες γὰρ ἀστήρικτοι γιγνόμενοι διὰ τὸ πλῆθος αὐτῆς, ὥσπερ καὶ διὰ τὴν ὀλιγότητα τὴν ἀρχὴν οὐδὲν ἑνωθήσονται τοῖς ὑποδέσμοισιν. ἔστι γὰρ ὥσπερ τι πρὸς ἐκείνοις αὐτοῖς ἡ κηρωτή· φαίνεται δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων ὅσα κόλλῃ συνδεῖται τὸ μέτριον αὐτῆς ἄριστον. ἐπὶ δὲ τῶν σπληνῶν καὶ θλίψις γίνεται ξηρῶν τ’ ἐπιτεθειμένων τῶν ὀθονίων, ᾧπερ ἀντίκειται τὸ προσηνέστερον, ὥσπερ γε καὶ τῷ εὐθετώτερον ἀντίκειται τὸ διὰ τὸ πλῆθος τῆς κηρωτῆς ἀνέδραστον. εἰκότως οὖν ἔφη, καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον. ἐκ μὲν τοῦ μηδ’ ὅλως κεχρῆσθαι τῇ κηρωτῇ τοῦ σπληνὸς, ἀπολλυμένου τοῦ προσηνοῦς, ἐκ δὲ τοῦ πλέον ἢ χρὴ τοῦ εὐθέτου, τὸ γὰρ πλῆθος τῆς κηρωτῆς ὄλισθον αὐτῆς ἐργάζεται.
33. Ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς ἐναλλὰξ, ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ’ ἀριστερά· καὶ τὰ μὲν πλείω κάτωθεν ἀρχόμενος ἐς τὸ ἄνω ἄγειν. ἔστι δ’ ὅτε καὶ ἄνωθεν ἐς τὸ κάτω.
Αἱ μὲν ὑποδεσμίδες οὐκ ἐναλλὰξ ἀλλήλαις εἶχον τὴν νομὴν, ἀλλ’ ἐπὶ τοὐναντίον ἀμφότεραι τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς ἐπανῆγον τὸ κῶλον. οἱ δὲ μετὰ τοὺς σπλῆνας ἀπόδεσμοι σκοπὸν ἔχοντες, ὅλον μὲν τὸ κῶλον ἀποδεῖν, ἅπασαν δὲ τὴν ἐπίδεσιν ὁποίαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις ποιοῦνται τὴν νομὴν, ὁ μὲν ἐπὶ τὸ δεξιὸν μέρος, ὁ δ’ ἐπὶ θάτερον ἑλιττόμενος, ὡσαύτως δὲ κάτω μὲν ὁ ἕτερος, ἄνω δὲ ὁ ἕτερος. οὕτως γὰρ μάλιστα φυλάξουσι τὴν ἐπίδεσιν οἵαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις. διόπερ αἱ μὲν ἐπὶ τὰ δεξιά τε καὶ ἀριστερὰ κατὰ πᾶν ἴσαι γιγνέσθωσαν, αἱ δ’ ἄνω καὶ κάτω μὴ πολὺ μὲν ἀλλήλων ὑπερεχέτωσαν. ὅμως δ’ οὖν ἡ κάτωθεν ἄνω πλεονεκτείτω·
ἀσφαλέστερον γὰρ τοῦτο διὰ τὴν ὀλίγον ὕστερον εἰρημένην αἰτίαν, ἡνίκα εἰς τὴν ἀρχὴν τοῦ κώλου τὸ αἷμα συνεβούλευσεν ἐκθλίβειν ἀπὸ τοῦ κατάγματος.
34. Τὰ δὲ ὑπόξηρα ἀκέεσθαι τοῖσι σπλήνεσι κυκλοῦντας. τῷ δὲ πλήθει τῶν περιβολέων μὴ πᾶν ἀθρόον ξυνδιορθοῦντα, ἀλλὰ κατὰ μέρος.
Τὰ πέρατα τῶν κώλων στενότερον ἔχει τὸ εὖρος, ἅπερ· ὑπόξηρα καλεῖ. ταῦτ’ οὖν αὐτῶν τὰ μόρια κελεύει περιβόλαια σπληνῶν ἐγκαρσίων πληροῦν ἅμα ταῖς τῶν ἐπιδεσμίων ἐπιβολαῖς πλεόνεσιν ἐνταῦθα γιγνομέναις οὐκ ἀθρόως ἐργαζόμενον τοῦτο. ποιήσεις γὰρ οὕτως ἀνώμαλον τὴν ἐπίδεσιν, ἀλλὰ κατὰ βραχὺ τὸ ἐνδεὲς ἀναπληροῦντα.
35. Προσπεριβάλλειν δὲ χρὴ χαλαρὰ καὶ περὶ τὸν καρπὸν τῆς χειρὸς ἄλλοτε καὶ ἄλλοτε.
Συμφλεγμαίνειν μὲν εἴωθεν ἅπαντα τὰ πλησιάζοντα μέρη τοῖς πεπονθόσι. τὰ δὲ πέρατα τῶν κώλων μᾶλλον, ὅτι μικρὰ καὶ ἄσαρκα τελέως ἐστὶ καὶ διὰ τοῦτο τὴν ἐπιῤῥέουσαν ἐκ τῶν περὶ τὸ κάταγμα χωρίων ὕλην ἐπιπόνως ἐπιδέχεται. παρηγορεῖν οὖν αὐτὰ βούλεται τῇ τῆς κηρωτῆς ἐπιθέσει, ἣν ὁπότε ψιλὴν ἄνευ τοῦ σκεπάσαι τινὶ βέλτιον ἦν ἐπιβάλλειν αὐτοῖς, οὔθ’ ἑτέροις ἐπιδέσμοις χρῆσθαι κατ’ αὐτῶν ἀστήρικτον ἔχουσι τὴν ἀρχὴν καὶ τελευτὴν καὶ διὰ τοῦτο περιῤῥυησομένοις ἐν τάχει. συνεχρήσαντο οὖν τοῖς ὅλου τοῦ κατάγματος ἐπιδέσμοις, οὓς χαλαροὺς εἰκότως ἐπιβάλλει μὴ μέλλοντάς γε δυσχερείας παρέξειν, ἀλλὰ καὶ μίαν μόνην τὴν κώλυσιν τῆς φλεγμονῆς, κρατήματος γὰρ μηδενὸς χρῆται τὸ κατεαγός.
36. Πλῆθος δὲ τῶν ὀθονίων ἱκανὸν τὸ πρῶτον αἱ δύο μοῖραι.
Κατὰ τὴν πρώτην ἁπασῶν ἐπίδεσιν πᾶσαν ἀξιοῖ τὸ πλῆθος τῶν ὀθονίων ἔλαττον ὑπάρχειν, ἧς οὐ δεησόμεθα προϊόντος τοῦ χρόνου. ἐδίδαξε γάρ σε πηλίκα χρὴ πλείστοις ὀθονίοις χρῆσθαι μικρὸν ὕστερον. ἐπεὶ δὲ τὸ πλῆθος τῶν ὀθονίων ἔκ τε τοῦ ἀριθμοῦ καὶ τοῦ μήκους τῶν ἐπιδέσμων τε καὶ σπληνῶν αὐξάνεται ζητήσεις ὡς ποτέρα μείζους ἢ πλείους κελεύει σοι ποιεῖν τοὺς ἐπιδέσμους ἐπὶ προσήκοντι τῷ χρόνῳ, καὶ μέντοι καὶ πηλίκον εἶναι προσήκει ἕκαστον. τὸ μὲν οὖν πλάτος τε καὶ μῆκος αὐτὸς ὥρισεν ἐν τῷ κατ’ ἰητρεῖον εἰπὼν, τριῶν ἢ τεττάρων πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος οὐδὲ νῦν εἰπεῖν παρέλειπε. δύο γὰρ ὑποδεσμίδας ἀξιοῖ ποιεῖσθαι δι’ ὅλης τῆς ἐπιδέσεως. τούς γε μὴν σπλῆνας ὅτι τριπήχεις ἢ τετραπήχεις εἶναι προσήκει καὶ τοῦτ’ αὐτὸς ἐδίδαξεν. ἀριθμὸν δ’ αὐτὸς εἰκὸς εἶναι τοσοῦτον, ὅσον δ’ ἂν αὐτάρκως περιλαμβάνῃ τὸ κῶλον. οἱ δ’ ἔξωθεν ἐπίδεσμοι κατὰ τῶν σπληνῶν ἐπιβαλλόμενοι δύο μὲν εἰς τὰ πολλὰ γενήσονται, κάτωθεν μὲν
τὴν ἀσφαλῆ λαβὴν τῶν ὑποκειμένων σωμάτων, διὰ τοῦτο χρὴ μὴ πάνυ πλατὺν ὑπάρχειν αὐτόν. αὐξανέσθω δή σοι τὸ τοῦ ὑποδέσμου πλάτος ἄχρις ἂν ἐνδέχηται, ὡς μηδέπω γίγνεσθαι χαλαρὸν αὐτοῦ τὸ μέρος, διὸ καὶ τὰ τοιαῦτα πάντα κάλλιον ὁ τετριμμένος πράξει. στοχαστικοὶ γὰρ οἱ σκοποὶ καὶ οὐδεὶς τοιοῦτος, οἷον ἐν τῷ γράφειν τε καὶ ἀναγινώσκειν. διὰ τί δὲ πλείοσιν ὀθονίοις ὕστερον χρῆσθαι κελεύει, τηνικαῦτα ἀκούσῃ ὅταν ἐπὶ τὴν ῥῆσιν ἐν ᾗ ταῦτα γράφει παραγενώμεθα.
37. Σημεῖα δὲ τοῦ καλῶς ἰητρευμένου ταῦτα καὶ ὅρος ἐπιδεομένου εἰ ἐρωτῴης αὐτὸν εἰ πεπίεκται καὶ εἰ φαίη μὲν πεπιέχθαι, ἡσύχως δὲ καὶ μάλιστα εἰ κατὰ τὸ κάτηγμα φαίη. τοιαῦτα τοίνυν φάναι χρὴ πεπρηγμένα διὰ τέλεος τὸν ὀρθῶς ἐπιδεόμενον.
Ἐπεὶ δὲ στοχαστικοῖς, οὐκ ἐπιστημονικοῖς σκοποῖς οὐδὲ ἡμᾶς χρησομένους ἐν ταῖς τῶν ὀθονίων περιβολαῖς, διὰ
αἰσθητικώτερόν τε γὰρ τοῦτο τῶν θλιβέντων ἐστὶ, διότι τε πέπονθεν ἡμεῖς τε μᾶλλον ἐπιέσαμεν ἐνταῦθα τὸν ἐπίδεσμον, ὡς ἂν βουλόμενοι τὸ πᾶν αἷμα ἐκθλίβειν, ἐφ’ ἑκατέρου τοῦ κώλου πόῤῥω τοῦ κατάγματος, οὕτω γὰρ ἔμελλεν ἀφλέγμαντον ἔσεσθαι τὸ πεπονθός.
38. Σημεῖα δὲ ταῦτα τῆς μετριότητος, τὴν μὲν ἡμέρην ἣν ἂν ἐπιδεθῇ καὶ τὴν νύκτα δοκείτω αὐτὸς ἑαυτῷ μὴ ἐπὶ ἧσσον πεπιέχθαι, ἀλλ’ ἐπὶ μᾶλλον. τῇ δ’ ὑστεραίῃ οἰδημάτιον ἐλθεῖν ἐς χεῖρα ἄκρην μαλθακόν· μετριότητος γὰρ σημεῖον τῆς πιέσιός σου.
Ἐπειδὴ τὸ κῦρος τῆς ἐπιδέσεως ἐν τῷ ποσῷ τῆς πιέσεώς ἐστιν, ὑφίσταται δὲ τὸ ποσὸν τοῦθ’ ὑπαλλάσσεσθαι διὰ τὴν ἐν μαλακότητί τε καὶ σκληρότητι διαφορὰν τῶν μορίων, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ τινὰ μὲν σώματα φύσει δυσαίσθητα, τινὰ δὲ εὐαίσθητα ὑπάρχειν, εἰκότως ἐκ πολλῶν
ἀναλόγως δὲ τούτῳ τὸ ποσὸν ὂν τοῦ οἰδήματος, ὥστ’ εἰκότως ἀντίτυπον μὲν καὶ μέγα τὸ κατ’ ἄκρον τὸ κῶλον οἴδημα γίγνεται, σφοδρῶς θλιψάντων τὸ κατεαγὸς αὐτοῦ μέρος. εἶκον δὲ καὶ μικρὸν ἀτρέμα πιεσάντων, ὥσπερ εἰ καὶ μηδ’ ὅλως πιέσαιμεν, οὐδ’ ὅλως ἔσται τὸ οἴδημα. πρόδηλον οὖν ὡς μεγάλου μὲν ἀντιτύπου φανέντος οἰδήματος ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν ἀντικωλυτέον ἐστὶ καὶ καταντλητέον ὕδατι πολλῷ θερμῷ παραχέοντας δαψιλὲς ἔλαιον ἐπιδετέον τε μετρίως πιέζοντας. εἰ δὲ μηδ’ ὅλον εἴη γεγονὸς οἴδημα κατὰ τὴν δευτέραν ἡμέραν, ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἐπιλύσας δήσεις εὐτονώτερον, εἰ δὲ μέτριον εἴη γεγονὸς οἰδημάτιον, ὁ μὲν οὖν Ἱπποκράτης καὶ τοῦτο διὰ τρίτης λύει, ἐγὼ δὲ εἰς τὴν τετάρτην ἡμέραν ἀναβαλλόμενος ἐνίοτε μὲν καὶ πέμπτην μάλιστα ἐν χειμῶνι χεῖρον οὐδὲν εὗρον γιγνόμενον.
39. Τελευτώσης δὲ τῆς ἡμέρης ἐπὶ ἧσσον δοκείτω πεπιέχθαι, τῇ δὲ τρίτῃ χαλαρά σοι δοκείτω εἶναι τὰ ἐπιδέσματα, κἢν
μέν τι τούτων τῶν εἰρημένων ἐλλίπῃ, γινώσκειν χρὴ ὅτι χαλαρωτέρη ἐστὶν ἐπίδεσις τοῦ μετρίου· ἢν δέ τι τῶν εἰρημένων πλεονάζῃ, χρὴ γινώσκειν ὅτι μᾶλλον ἐπιέχθη τοῦ μετρίου καὶ τουτέοισι σημαινόμενος τὸ ὕστερον ἐπιδέων ἢ χαλᾷν μᾶλλον ἢ πιέζειν.
Οὐ μὰ Δία, καθάπερ οἴονταί τινες, ἐκ τῆς τάσεως μακροτέρων γιγνομένων τῶν ὀθονίων ἡ ἐπίδεσις ἐν τῷ χρόνῳ χαλαρωτέρα φαίνεται, ἀλλ’ ὅτι προστέλλεται τὸ κῶλον ἰσχνούμενον, ὅταν ὀρθῶς ἐπιδέηται, καὶ τοῦτ’ ἐναργῶς φαίνεται διὰ παντὸς ἐπὶ πάντων τῶν καταγμάτων, ὡς καὶ αὐτὸς ὁ Ἱπποκράτης δηλώσει.
40. Ἀπολύσαντα δὲ χρὴ τριταῖον ἐόντα κατατεινάμενον καὶ διορθωσάμενον, κἢν μετρίως τὸ πρῶτον ἐτετυχήκεις ἐπιδήσας· ταύτην τὴν ἐπίδεσιν χρὴ ὀλίγῳ μᾶλλον ἢ ἐκείνην πιέσαι. βάλλεσθαι δὲ χρὴ τὰς ἀρχὰς κατὰ τὸ κάτηγμα, ὥσπερ καὶ τὸ πρότερον· ἢν μὲν τοῦτο πρότερον ἐπιδέῃς,
ἐξαρείαται ἐκ τούτου οἱ ἰχῶρες ἐς τὰς ἐσχατιὰς ἔνθα καὶ ἔνθα. ἢν δέ τι ἄλλο πρότερον πιέζῃς, ἐς τοῦτο ἐξαρείαται ἐκ τοῦ πιεχθέντος, ἐς πολλὰ δ’ εὔχρηστον τὸ ξυνιέναι· οὕτως οὖν ἄρχεσθαι μὲν ἀεὶ χρὴ τὴν ἐπίδεσιν καὶ τὴν πίεσιν ἐκ τουτέου τοῦ χωρίου. τὰ δ’ ἄλλα κατὰ λόγον, ὡς ἂν προσωτέρω ἀπὸ τοῦ κατάγματος ἀγάγῃς ἐπὶ ἧσσον τὴν πίεσιν ποιέεσθαι. χαλαρὰ δὲ παντάπασιν μηδέποτε περιβάλλειν, ἀλλὰ προσπεπτωκότα. ἔπειτα δὲ πλείοσιν ὀθονίοισιν χρὴ ἐπιδεῖν ἑκάστην τῶν ἐπιδεσίων. ἐρωτώμενος δὲ φάτω ὀλίγῳ μᾶλλον οἱ πεπιέχθαι ἢ τὸ πρότερον καὶ μάλιστα φάτω κατὰ τὸ κάτηγμα· καὶ τὰ ἄλλα δὲ κατὰ λόγον καὶ ἀμφὶ τῷ οἰδήματι καὶ ἀμφὶ τῷ πονέειν καὶ ἀμφὶ τῷ ῥηίζειν κατὰ λόγον τῆς προτέρης ἐπιδέσιος γινέσθω. ἐπὴν δὲ τριταῖος ᾖ, χαλαρωτέρα οἱ δοκείτω εἶναι τὰ ἐπιδέσματα, ἔπειτα ἀπολύσαντα χρὴ αὖθις ἐπιδῆσαι ὀλίγῳ μᾶλλον πιέζοντα καὶ ἐν πᾶσι τοῖσιν ὀθονίοισιν οἷσί περ ἤμελλεν ἐπιδεῖσθαι καὶ ἔπειτα πάντα αὐτὸν ταῦτα καταλαβέτω, ἅπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισιν τῶν ἐπιδεσίων.
Ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἰ ὅσον προσήκει πιέζειν οὐ πιέσομεν ὀδυνωμένου τοῦ κάμνοντος ἐπὶ τῇ πληγῇ, πάντων δὲ καλῶς γεγενημένων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἀνωδυνώτερον ἔχοντες τὸν ἄνθρωπον αὐξήσομεν τὴν τάσιν, οὐ μὴν οὐδὲ νῦν, εἰς ὅσον ἡ διάθεσις ἀπαιτεῖ. τοῦτο γὰρ ἐὰν ὀρθῶς πάντα γένηται, κατὰ δὲ τὴν πέμπτην ἡμέραν ὑπάρξει, διὸ καὶ τοῖς ὀθονίος πλείστοις χρῆσθαι τηνικαῦτα καὶ τῇ τάσει τελεωτάτῃ μεμνημένων ἡμῶν, ὡς ἁπάντων τῇ προσηκούσῃ τάξει γιγνομένων ὁ λόγος οὗτος αὐτῷ περαίνεται, ὡς εἴ γε διὰ τὸ πλημμεληθὲν ἐν τῷ μεταξὺ μηδέπω τελέως ἀφλέγμαντος ἡ χεὶρ εἴη τῇ πέμπτῃ τῶν ἡμερῶν, οὐδ’ ἡμεῖς χρησόμεθα τοῖς ὀθονίοις πᾶσιν. ἡ μὲν γὰρ ἀσφάλεια τῆς τῶν κατεαγότων ἐπιδέσεως καὶ τοῦ πλήθους τῶν ὀθονίων, ὡς αὐτὸς ἔφη γίγνεται. μάλιστα δ’ αὐτῇ χρώμεθα κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ προσεσταλμένον μὲν ἱκανῶς φαίνεται τὸ περὶ τὸ κάταγμα χωρίον, αὐτὸ δὲ τὸ συντετριμμένον ὀστοῦν χαλαρὸν καὶ εὐπαράγωγον εἰς κατόρθωσιν. ἐὰν οὖν ποτε συμβῇ μὴ γενέσθαι τοῦτο κατὰ τὴν πέμπτην ἡμέραν, ἀναμενοῦμεν ἑτέραν περίοδον λύσεως
εἰς τὴν ἑτέραν ἑβδόμην ἀφικνουμένην δηλονότι. διὰ τρίτης γὰρ ἀξιοῖ λύειν καὶ μετεπιδεῖν, ἄχρις ἂν εἰς νάρθηκας ἐμβάλλῃ τὸ κάταγμα χάριν τοῦ καταντλεῖν ὕδατι θερμῷ κενώσεως ἕνεκα τῶν ἐν τῷ κατεαγότι μορίῳ χυμῶν, ὅσοι λεπτοὶ καὶ ὀῤῥώδεις εἰσὶ διαπνέεσθαι δεόμενοι. ἅμα δὲ καὶ παρηγορητικὸν ὀδύνης τοῦτο καὶ κνήσεως ἰατικὸν, ὡς ὅταν γε μήτε κνήσεως αἰσθάνηται μήτε ὀδύνης ὁ ἄνθρωπος ἅπαντά τε τὰ λελεγμένα σημεῖα τοῦ περαίνεσθαι καλῶς τὰ περὶ τὸ κάταγμα φαίνηται, κἂν διὰ τετάρτης λύσῃς, οὐδὲν βλάψεις καὶ μάλιστα χειμῶνος, ἔτι δὲ μᾶλλον ἀνθρώπους ἀγροίκους ἀλουτεῖν εἰθισμένους τὰ πολλά. τοὺς δὲ καθ’ ἑκάστην ἡμέραν εἰωθότας λούεσθαι καὶ μᾶλλον εἰ δὶς τοῦτο ποιεῖν, οὐ χρὴ διὰ μακροῦ λούειν, ἔτι δὲ μᾶλλον εἰ καὶ μαλακόσαρκοι φύσει τύχοιεν εἶναι.
41. Ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ
δὲ χρὴ μάλιστα μὲν κατ’ ἰθυωρίην τοῦ μεγάλου δακτύλου, ὡς μὴ κείσεται ὁ νάρθηξ, ἀλλὰ τῇ ἢ τῇ, μηδὲ κατὰ τὴν τοῦ σμικροῦ δακτύλου ἰθυωρίην, ᾗ τὸ ὀστέον ὑπερέχειν ἐν τῷ καρπῷ, ἀλλὰ τῇ ἢ τῇ. ἢν δὲ ἄρα πρὸς τὸ κάτηγμα ξυμφέρει κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρθήκων βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν καρπὸν, κίνδυνος γὰρ ἑλκώσιος καὶ νεύρων ψιλώσιος. χρὴ δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξιν πάνυ ἡσυχῇ οὕτω τῇ γνώμῃ ἔχοντας, ὡς οἱ νάρθηκας φυλακῆς εἵνεκα τῆς ἐπιδέσιος προσκέωνται, ἀλλ’ οὐ τῆς πιέσιος εἵνεκεν ἐπιδέωνται. ἢν μὲν οὖν εὖ εἰδῇς ὅτι ἱκανῶς τὰ ὀστέα ἀπίθυνται ἐν τῇσι προτέρῃσιν ἐπιδέσεσιν καὶ μήτε κνησμοί τινες λυπέωσι μήτε τις ἕλκωσις μηδεμία ὑποπτεύηται εἶναι, ἐᾷν χρὴ ἐπιδεδέσθαι ἐν τοῖσι νάρθηξιν, ἔστ’ ἂν ὑπὲρ εἴκοσιν ἡμέρας γίνηται· ἐν τριήκοντα δὲ μάλιστα τῇσι ξυμπάσῃσι κρατύνεται ὀστέα τὰ ἐν τῷ πήχει τὸ ἐπίπαν.
Εἰ τοιοῦτον ἐδυνάμεθα ποιῆσαι τὸ κατεαγὸς ἐν τῇ τρίτῃ τῶν ἡμερῶν, ὁποῖον εἰς τὰ πολλὰ κατὰ τὴν ἑβδόμην γίνεται, τοὺς νάρθηκας ἀναγκαῖον περιεβάλλομεν. ἐπεὶ δὲ, ὡς εἶπεν αὐτὸς, ἐν τῇ ζ΄ πάνυ λεπτὸν φαίνηται, δι’ οὖ ῥήματος ἐδήλωσε τὸ καὶ τῆς ὑγιεινῆς αὐτὸ καταστάσεως ὡς εἶχε πρότερον ἰσχνότερον γίγνεσθαι, διὰ τοῦτο κατ’ αὐτὴν τὴν ἡμέραν αὐτῷ περιτίθησι τοὺς νάρθηκας ἐπιμελέστατα δηλονότι διαπλάσας νῦν τὸ κῶλον, ὡς ἂν καὶ τῶν ὀστῶν μὲν χαλαρῶν. εἰ δὲ χρεία τῶν ναρθήκων ἐστὶν, ἥπερ δὴ καὶ τῶν σπληνῶν ἔμπροσθεν εἴρηται, κρατεῖσθαι τὸ κατεαγὸς ὀστοῦν. ἐπεὶ δὲ συμφῦναι πρὸς ἑαυτὸ καθάπερ ἡ σὰρξ οὐ δύναται διὰ τὴν φυσικὴν ξηρότητα, οἷον δεσμός τις ὢν ὁ πῶρος αὐτῶν γίγνεται περιφυόμενος τοῖς χείλεσι τοῦ κατάγματος. ἡ γένεσις δ’ αὐτῷ τὸ ἐξ αὐτοῦ τοῦ συντριβέντος ὀστοῦ τῆς τροφῆς περίττωμα· καὶ ὅταν γε μὴ καλῶς ὁ κάμνων ᾖ διαιτώμενος ἢ καὶ πληθωρικὸς ὑπάρχων, πολὺ τοῦτο τὸ περίττωμα, ὃ προχεόμενον ὅλους διαβρέχει τοὺς ἐπιδέσμους αἵματι παχεῖ παραπλήσιον. ὅσον οὖν αὐτοῦ κατὰ τὴν ἔγχυσιν ἐπὶ τοῖς χείλεσι τῶν τοῦ κατεαγότος ὀστοῦ
πεπονθότος μορίου· κνησιῶσι γὰρ ὑπὸ τῶν ἐξερχομένων περιττωμάτων ἀτμωδῶν, δακνόμενοι μετρίως, ὡς ὅταν γε σφοδρῶς δάκνωνται μετ’ ὀδύνης αὐτοῖς ἤδη τὸ κνησιᾷν ὑπάρχειν. ὅταν οὖν κενὸν μόριον, ἢ οὐδὲν γεννᾷ περίττωμα τοιοῦτον ἢ παντάπασιν ἐλάχιστον.
42. Ἀτρεκὲς δὲ οὐδέν· μάλα γάρ τε καὶ φύσις φύσιος καὶ ἡλικίη ἡλικίης διαφέρει.
Οὐχ ἁπλῶς εἰπὼν ἡλικίαν ἡλικίας διαφέρειν, ἀλλὰ προσθεὶς τὸν σύνδεσμον ἐπιδείκνυται καὶ ἄλλας αἰτίας εἶναι, δι’ ἃς οὐ πάντα τὰ τοῦ πήχεως κατάγματα τριάκονθ’ ἡμέρας κρατύνεται, τινὰ δὲ ἦττον· ἀλλ’ ἔστιν ἥ τε τοῦ ἔτους ὥρα καὶ χώρα καὶ φύσις τοῦ θεραπευομένου σώματος, ἥ τε τοῦ ἔτους κατάστασις αὐτοῦ καὶ δίαιτα καὶ ὁ τρόπος τῆς δέσεως. θᾶττον γὰρ κρατύνεται, τουτέστιν ἀσφαλῶς πωροῦται διά τε τὴν ὕλην ἑξῆς ὁ πῶρος γίγνεται συμμέτρως
ἐπιδέσεως ἣν ἐπιδοῦνται, τήν θ’ ἡλικίαν καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἔξ ὧν ἁπάντων καὶ ἡ δύναμις ἤτοι γ’ ἀσθενὴς ἢ ἰσχυροτέρα γίγνεται.
43. Ἐπὴν δὲ λύσῃς, ὕδωρ θερμὸν καταχέαι χρὴ καὶ μετεπιδῆσαι ἧσσον μὲν ὀλίγῳ πιέσαντα ἢ τὸ πρόσθεν, ἐλάσσοσι δὲ τοῖσιν ὀθονίοισιν ἢ τὸ πρότερον, καὶ ἔπειτα διὰ τρίτης ἡμέρης λύσαντα ἐπιδεῖν, ἐπὶ μὲν ἧσσον πιέζοντα, ἐπὶ δὲ ἐλάσσοσι τοῖσιν ὀθονίοισιν.
Ηὔξησεν ἀπ’ ἀρχῆς καὶ πλῆθος τῶν ὀθονίων καὶ τὴν πίεσιν ἄχρι τῆς τῶν ναρθήκων ἐπιδέσεως. ἐκείνους δὲ ἐπιθεὶς κατὰ τὴν ζ΄ ἡμέραν ἄλυτον ἐφύλαξε τὸ κῶλον ἄχρι τῆς κ΄, οἷον κρηπῖδα βεβαίαν βάλλεσθαι βουλόμενος τῆ πωρώσει. γιγνομένης δ’ αὐτῆς οὐκέτ’ ἐν ἡσυχίᾳ παντελῶς φυλάττει τὸ κάταγμα· προσήκει γὰρ ἀνατρέφειν τὸν πῶρον, ὅταν ἀσφαλῶς ῥιζωθῇ, τὸ δ’ ἀνατρέφειν γίγνεται τῇ χορηγίᾳ
τῆς ὕλης, ἣν ὥσπερ ἀποστρέψαμεν ἐξ ἀρχῆς ἀπὸ τοῦ πεπονθότος εἰς ἕτερα μόρια τοῦ σώματος, οὕτω νῦν χρὴ προσκαλεῖσθαι καταχέοντας ὕδωρ θερμόν· καὶ ἐν αὐτῇ τῇ ἀρχῇ παντάπασιν αὐτὴν ἐκωλύομεν ἐπὶ τὸ πεπονθὸς ἔρχεσθαι, τῷ πλήθει τῶν ὀθονίων καὶ τῇ πιέσει αὐτὴν νῦν οὐ προσήκει κωλύειν ἐπιῤῥεῖν ἀφαιροῦντας κατὰ βραχὺ τῶν ὀθονίων, ἅμα τῷ καὶ τὴν πίεσιν κωλύειν.
44. Ἐπὴν δὲ, ὅταν τοῖσι νάρθηξι δεθῇ, ὑποπτεύῃς τὰ ὀστέα μὴ ὀρθῶς κεῖσθαι ἢ ἄλλο τι ὀχλέῃ τὸν τετρωμένον, λῦσαι ἐν τῷ ἡμίσει τοῦ χρόνου ἢ ὀλίγῳ πρόσθεν καὶ αὖθις μετεπιδῆσαι.
Τὰ μὲν ἔμπροσθεν αὐτῷ λέλεκται πάντων κατὰ λόγον γιγνομένων. ἐπεὶ δὲ καὶ ὀδύνης τινὸς αἴσθησις γιγνομένη καὶ τῆς ἑλκώσεως φόβος, ὑποψία τοῦ μὴ καλῶς διαπεπλάσθαι τὸ κάταγμα καὶ κίνησις σφοδρὰ κατά τινα συντυχίαν
ἐν τῷ κώλῳ γιγνομένη λύειν μὲν ἀναγκάζει πρὸ τῆς κ΄ ἡμέρας τὴν ἐπίδεσιν, αὐτὸ τοῦτο προδιωρίσατο μή τις οἰηθεὶς διηνεκὲς εἶναι τὸ παρηγγελμένον ὑπ’ αὐτοῦ πρόσθεν ἅπαντα μέχρι τῆς κ΄ ἡμέρας τὰ κατάγματα φυλάττειν τελέως ἀκίνητα. πρὸς γὰρ τὸ κατεπεῖγον ἀεὶ χρὴ τὸν ἰατρὸν ἵστασθαι καὶ μὴ καθάπερ νόμον ἀπαράβατον φυλάττειν τὰ κελευσθέντα πράττεσθαι κατὰ λόγον προβαινόντων ἁπάντων.
45. Δίαιτα δὲ τουτέοισιν οἷσιν ἂν μὴ ἕλκεα ἔξ ἀρχῆς γένηται ἢ ὀστέα ἔξω ἐξίσχει, ἀρκέει ὑποφαύλη, ἐνδεέστερον δὲ χρὴ διαιτᾷν ἄχρι ἡμερέων δέκα, ἅτε ἤδη καὶ ἐλινύοντας.
Τὸ φαῦλον οἱ παλαιοὶ σχεδὸν ἅπαντες εἰώθασι πολλάκις ἀντὶ τοῦ τυχόντος καὶ ἁπλοῦ λέγειν, ᾧ τὸ ἀκριβὲς ἀντίκειται καλούμενον, ὑπὸ τῶν Ἰώνων σκεθρόν. ὥσπερ οὖν τὴν ἀκριβῆ δίαιταν ὀνομάζει σκεθρὰν, οὕτω τὴν ἐναντίαν
δ’ ἐστὶ τῶν κινουμένων τοὺς ἡσυχάζοντας ἀκριβέστερον διαιτᾶσθαι. μετὰ τὴν ι΄ οὖν τῶν πλείστων περιεχομένων ἀνειλημμένης τῆς χειρὸς εἰκότως ἄχρι τῆς ἡμέρας ἐκείνης μέσον εἶδος διαίτης συμβουλεύει παραλαμβάνειν, ἤδη δὲ καὶ ἐλινύοντας. ὡς τὰ πολλὰ μὲν ἐπὶ χρόνου τάττουσι τὸ ἤδη, λέγουσι δ’ αὐτὸ κἀν τοῖς περί τινων πίστευσιν, ὡς εἴ τις οὕτως εἶπεν, ἀλλὰ καὶ διὰ τόδε πιστευτέον τῷδε καὶ ποιητέον τόδε· καθ’ ὃ καὶ νῦν ὁ Ἱπποκράτης φαίνεται κεχρημένος, ἵν’ ὁ λόγος ᾖ τοιοῦτος, διαίτῃ μετρίῳ χρηστέον ἄχρι τῆς δεκάτης ἡμέρας, διά τε τὰ ἄλλα καὶ ἤδη διότι παντάπασιν ἡσυχάζει κατὰ τοῦτον τὸν χρόνον.
46. Και ὄψοισιν ἁπαλοῖσιν χρῆσθαι, ὁκόσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν.
Ἢ πτισάνῃ δηλονότι ἢ τεύτλῳ ἢ μαλάχῃ ἢ ἀτραφάξει, εἴτε καὶ βλίτῳ καὶ κολοκύνθῃ καὶ τῶν ἰχθύων τοῖς ἁπαλοσάρκοις.
47. Οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι.
Ἐδίδαξεν αὐτὸς τῆς ἀκριβοῦς διαίτης εἶδος καὶ τὸ τῆς ἁπλῶς ὑποφαύλης, ἣν νῦν ἄχρι τῆς δεκάτης ἡμέρας κελεύει ποιεῖσθαι. ἡ μὲν γὰρ μετ’ οἴνου τε καὶ κρεοφαγίας φαύλη τέ ἐστι καὶ τυχοῦσα, ἡ δ’ ἐπὶ χυλῷ μόνης πτισάνης ἢ μελικράτου καὶ χρηστὴ καὶ ἀκριβής. ἡ μέση δ’ ἀμφοῖν ἐστιν ἣν ἐν τῇ πρὸ ταύτης λέξει διῆλθεν εἰπὼν, καὶ ὄψοισιν ἁπαλοῖσι χρῆσθαι, ὅσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν.
48. Ἔπειτα μέντοι ἐκ προσαγωγῆς ἀνακομίζεσθαι. οὗτος ὁ λόγος ὥσπερ νόμος κεῖται δίκαιος περὶ κατηγμάτων ἰήσιος.
Ἀνακομίζεσθαι, τουτέστιν ἀνατρέφεσθαι, τὸν ἔχοντα κάταγμα μετὰ ταύτην συμβουλεύει. τὸ δὲ ἐκ προσαγωγῆς ἀντίκειται τῷ ἀθρόως, σημαῖνον τὸ κατὰ βραχύ. μέμφεται γὰρ τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ ὁτιοῦν ἄλλο ποιεῖν.
49. Ὥστε χειρίζειν χρὴ, ὥστε ἀποβαίνειν ἀπὸ τῆς δικαίης χειρίξιος. ὅ τι δ’ ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται ἢ πεπλεόνασται.
Τὴν ἅπαν τὸ οἰκεῖον ἀποδιδοῦσαν τῷ κάμνοντι καὶ μηδὲν παραβαίνουσαν ὠνόμασε δικαίαν· χείριξιν δὲ ἤτοι τὴν χειρουργίαν εἶπεν ἢ πᾶσαν ἁπλῶς τὴν οἷον μεταχείρισιν ἁπάντων πραγμάτων. οἱ γὰρ Ἕλληνες οὐκ ἐκεῖνα μόνα μεταχειρίζεσθαι λέγουσιν ἃ ταῖς χερσὶ περιλαμβάνουσιν, ἀλλὰ καὶ πᾶν ὅ τι περ ἂν πράττωσιν.
50. Ἔτι δὲ τάδε χρὴ προσξυνιέναι ἐν τούτῳ τῷ ἁπλῷ τρόπῳ, ἃ οὐ κάρτα ἐπιμελέονται οἱ ἰητροὶ, καίτοι πᾶσαν μελέτην καὶ πᾶσαν ἐπίδεσιν οἷά τε διαφθείρειν ἐστὶ μὴ ὀρθῶς ποιεύμενα.
Ἁπλοῦν τὸν τρόπον ὀνομάζει κατάγματός τε καὶ ἐξαρθρήματος, ἐφ’ οὗ μήθ’ ἕλκος ἐγένετο μήτ’ ὀστοῦν ἐγυμνώθη μήτ’ αὐτὸ τὸ κατεαγὸς ὀστοῦν πολυειδῶς συνετρίβη, ὅνπερ δὴ τρόπον κατάγματος οἱ νεώτεροι προσαγορεύουσιν ἀλφιτηδὸν, ὥσθ’ ἕκαστον μὲν, ὡς εἶπον, οὐχ ἁπλοῦν εἶναι, μόνον δ’ ἁπλοῦν ἐκεῖνο ἐφ’ οὗ μηδὲν ἄλλο προσεγένετο τῷ κατάγματι σύμπτωμα, οὕτως δ’ ὅτι χρῆται τῷ ὀνόματι σαφῶς ἐνδείκνυται κατ’ αὐτὸ τοῦτο βιβλίον, οὐ μετὰ ταῦτα πάνυ πολλὰ γράφων ἰδίως. εἰ δ’ ἂν τὰ ὀστέα κατέαγεν ἁπλῷ τρόπῳ τοῦ κατάγματος τὸ ἁμάρτημα γίγνεται μικρὸν μὲν τῇ φαντασίᾳ, τῷ γε μὴν πάντ’ ἀκριβῶς ἀθροῦντι μέγιστον δὴ τῇ δυνάμει. διαφθείρεται γοῦν ἡ ἔμπροσθεν ἐπιμέλεια
πᾶσα παροφθέντος αὐτοῦ, καὶ τοῦτό τί ποτ’ ἐστὶν ἐφεξῆς σε διδάξει. γράφεται δὲ καὶ ἑτέρως ἡ αὐτὴ λέξις ὡδί πως, καίτοι πᾶσα μελέτη καὶ πᾶσα ἐπίδεσις οἵα τε διαφθείρεσθαί ἐστι μὴ ὀρθῶς ποιευμένη, ἵνα τὴν ἐπιμέλειαν αὐτὴν, ὅταν κατά τι πλημμεληθῇ, φαίνηται μεμφομένη ὡς ἱκανὴν διαφθεῖραι τὰ περὶ τὸ πεπονθὸς μέρος ὀρθῶς κεχρισμένα.
51. Ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω καταγῇ ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχῃ ἀναλελαμμένος, τυγχάνῃ δὲ ἡ ταινίη κατὰ τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτο ἀνάγκη τὸ ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος.
Ἀξιοῖ σε προσεπιβλέπειν ἀκριβῶς ὁποία τις ἡ ἀνάλυσις ἔσται τῆς ὅλης χειρὸς, ὅταν ἤδη περιέρχηται καὶ μηκέτι κατακείμενος ὁ ἄνθρωπος ᾖ, τουτέστι μετὰ τὴν
οὐ δύναται φυλάξαι, πλημμεληθείσης τῆς ἀναλήψεως, ἐπειδὴ κάτωθεν ὑποτεταγμένος ὁ πῆχυς οὐδὲν ἔχει στηρίζον ἑαυτὸν, ὅτι μὴ τὴν ἐπίδεσιν.
52. Ἢν δὲ κατεηγότων τῶν ὀστέων οὕτως ἄκρην τε τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχει καὶ παρὰ τὸν ἀγκῶνα, ὁ δὲ ἄλλος πῆχυς μὴ μετέωρος ᾖ, οὗτος εὑρεθήσεται τὸ ὀστέον ἐς τὸ κάτω μέρος διεστραμμένον ἔχων.
Τὸν δεύτερον τρόπον ἐνταῦθα διδάσκει ὑπ’ ἐμοῦ τεττάρων ὀλίγῳ ἔμπροσθεν εἰρημένων ὑπεναντίως ἔχοντα τῷ πρώτῳ· ὑπ’ ἐκείνου μὲν γὰρ ἐπὶ τῆς ταινίας μόνον ἐβαστάζετο τὸ κάταγμα. νυνὶ δὲ τῶν ἄλλων ἁπάντων βασταζομένων μερῶν τοῦ πήχεος οὐ βαστάζεται μόνον ἐκεῖνο, καθ’ ὃ τὸ κάταγμα γέγονεν. ὥσπερ οὖν ἐπὶ τῆς ἔμπροσθεν εἰρημένης ἀναλήψεως, ἐπειδὴ τὸ μὲν ὀχούμενον ὑπὸ τῆς ταινίας τοῦ κώλου μέρος, ἔνθα τὸ κάταγμα ὑπάρχει, ὑψηλότερον ᾖ,
τῆς ἀποφάσεως ἔγραψαν, ὁ δ’ ὅλος πῆχυς μὴ μετέωρος ἢ κατὰ τὸ δοκοῦν καθ’ ἑκάτερα τῆς μετεώρου φωνῆς σημαινόμενα ἀπευθύνοντες τὴν γραφήν.
53. Χρὴ οὖν ἐν ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι.
Ἐν ταύτῃ τῇ ῥήσει καὶ περὶ τῶν παραλελειμμένων δυοῖν ἀναλήψεων ἐνεδείξετο. λέγω δ’ ἀναλήψεις δύο κοινὸν μὲν ἐχούσας τὸ κατ’ ἄκρον τὸν πῆχυν ὑποτετάσθαι τὰς ταινίας, ἴδιον δὲ ἑκατέρας τὸ κατὰ τὸν καρπὸν μόνον ἢ κατὰ τὸν ἀγκῶνα. προειρηκὼς γὰρ ἐπὶ τῆς κατὰ τὸ σύντριμμα μόνον ὑποβεβλημμένης ταινίας ἔτι τὸ τῆς κατ’ ἄμφω τὰ πέρατα καὶ μετὰ ταῦτα γράψας τὴν νῦν προκειμένην ῥῆσιν, ἐν ᾗ κελεύει τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν ὁμαλῶς ἐστηρίχθαι κατὰ τῆς ταινίας, εὔδηλός
ἐστι καὶ τὰς ὑπολοίπους δύο μεμφόμενος ἀναλήψεις οὐκ ἐχούσας ὃ κελεύει μάλιστα ἔχειν. οὐδετέρα γὰρ αὐτῶν τὸν καρπὸν ἅμα καὶ τὸ πλεῖστον τοῦ πήχεος ὁμαλῶς στηρίζει, οὐ μὴν ἥξει ἐν ταύταις ἰδίας διδασκαλίας, μάλιστα μὲν, ὡς ἔφην, ὅτι συνεπινοοῦνται ταῖς εἰρημέναις, ἔπειτα δὲ καὶ διότι μικρὰ παντάπασί τισιν ἡ ἀπ’ αὐτῶν γίγνεται βλάβη, τῆς ἐπιδέσεως ἀμέμπτως ἐχούσης· αἱ γάρ τοι προειρημέναι δύο ἀναλήψεις διὰ τοῦτ’ ἦσαν ἱκανῶς μοχθηραὶ, διότι τὸ κάταγμα τοῖς ἑκατέρωθεν αὐτοῦ μέρεσιν ἐναντίως διέκειτο, ποτὲ μὲν ἄνω μόνον ὑπὸ τῆς ταινίας ἀνασπώμενον οὐδενὸς ἄλλου μορίου κατ’ αὐτῆς ἐστηριγμένου, ποτὲ δὲ κάτω μόνον.
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΑΓΜΩΝ ΥΠΟΜΝΗΜΑ Β.
1. Ἢν δὲ ὁ βραχίων καταγῇ.
Τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς κατὰ τὸν ἔμπροσθεν λόγον, ὠνόμαζον πῆχυν ἐνίοτε μὲν ὅλον τὸ μόριον, ὃ μεταξὺ τῆς κατὰ καρπόν τε καὶ ἀγκῶνα διαρθρώσεώς ἐστιν, ἐνίοτε δὲ τοῖν κατ’ αὐτὸν δυοῖν ὀστοῖν τὸ μακρότερον οὕτως αὐτὸν ὀνομάζειν βραχίονά φασι τὸ μεταξὺ ἐὸν
ἤτοι γε εἴη διαφορά τις ἢ ἀνάληψις. ἐπὶ προεγνωσμένοις οὖν τούτοις εἴ τι παραπίπτοι βραχὺ μὴ σαφὲς ἐξηγησόμεθα διὰ τῶν ἑξῆς.
2. Ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσεται. ἐπὴν δ’ ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ βραχίονος ἄλλο σχῆμα σχήσει.
Τῷ κατὰ τὴν λέξιν εἰρημένῳ λόγῳ προσθεῖναι χρὴ τὰ λεγόμενα πρόσθεν, ὡς ἐπειδὰν ἄλλο σχῆμα λάβῃ μετὰ τὴν ἐπίδεσιν ὁ μῦς τοῦ βραχίονος, ἔνια μὲν αὐτοῦ θλιβήσεται μέρη βιαίως ὑπὸ τῶν ἐπιδέσμων, ἔνια δὲ χαλαροὺς καὶ περιῤῥέοντας αὐτοὺς ἕξει καὶ συμβήσεται διὰ μὲν τὰ θλιβόμενα μόρια φλεγμονὴν γενέσθαι, διὰ δὲ τὸ χαλαρὸν τῆς ἐπιδέσεως διαστραφῆναι τὸ κῶλον, ὥστ’ οὐ χρὴ μεταβάλλειν τὸ σχῆμα τῆς χειρὸς, ἀλλ’ αὐτὸ ἀεὶ φυλάττειν ἔξ ἀρχῆς
ἄχρι τέλους, ὡς καὶ πρόσθεν ἐῤῥέθη. εἰ δ’ αὖ πάλιν ἐμφυλάττῃς, ἐν ᾧ κατατείνας ἐπιδέσεις οὐδὲν μὲν οὔτε χαλαρὸν ἔσται τῆς ἐπιδέσεως οὔτε βιαίως θλῖβον. αὐτὸ δὲ σχῆμα μοχθηρὸν ὑπάρχον, ὡς ἐδείχθη πρόσθεν, ὀδύνην τε παρέξει καὶ δι’ ἐκείνην φλεγμονήν.
3. Δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε. ξύλον πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁποῖοι οἱ στειλαιοί εἰσι τῶν σκαφίων, κρεμάσαι χρὴ ἔνθεν καὶ ἔνθεν σειρῇ δήσαντα. καθίσαντα δὲ τὸν ἄνθρωπον ἀπὸ ὑψηλοῦ τινος τὴν χεῖρα ὑπερκεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθικνεῖσθαι τὸν ἄνθρωπον σμικροῦ δέοντα μετέωρον εἶναι. ἔπειτα θέντα τι ἄλλο ἔφεδρον καὶ ὑποθέντα σκύτινον ὑποκεφάλαιον ἢ ἓν ἢ πλείω, ὅκως ξυμμέτρως σχοίη ὕψιος τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. ἄριστον μὲν σκότος πλατὺ καὶ μαλθακὸν ἢ ταινίην πλατείην ἀμφιβάλλοντα τῶν
μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατατείνειν, εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐῤῥωμένος ἐν τούτῳ σχήματι τοῦ πήχεος παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω ἐς τὸ κάτω.
Ὅτι τῇ φύσει δικαιοσύνης ἐστὶ τὸ οἰκεῖον νέμειν ἑκάστῳ οὐ κατὰ νόμον, ἀλλὰ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔν τε τοῖς κατὰ φιλοσοφίαν ἐπιδέδεικται λόγοις. εἴρηται δὲ διὰ τῶν ἔμπροσθεν ἤδη καὶ πρός γε τούτῳ λέλεκται δίκαιον εἶναι σχῆμα τὸ φυλάττον ἑκάστου τῶν ἐν τῷ κώλῳ μορίων τὴν οἰκείαν θέσιν. ἐδείχθη δὲ ταὐτὸ τοῦτο καὶ ἀνωδυνώτατον εἶναι τῶν ἄλλων ἁπάντων ὅπερ ἐστὶν ἔν τε τῇ χειρὶ τοῦ βραχίονος ἐν ὀρθῇ γωνίᾳ τὴν πρὸς τὸν πῆχυν ἐργαζόμενον σχέσιν. ἐν τούτῳ δὴ τῷ σχήματι καταστήσαντα τὴν ὅλην χεῖρα κελεύει τὸν μὲν ἄνθρωπον καθίσαι, παραθεῖναι δ’ αὐτῷ ἔμπροσθεν ξύλον ἐγκάρσιον τηλικοῦτόν τε καὶ τοιοῦτον ἡλίκον τε καὶ ὁποῖον τῶν σκαφείων εἰσὶν οἱ στειλαιοί. σκαφίας δὲ δηλονότι κέκληκε δι’ ὧν σκάπτομεν τὴν γῆν
ὀστοῦν, ὅταν ἡ διὰ τῶν χειρῶν κατάτασις ἐνδεεστέρα τοῦ προσήκοντος ᾖ. ταύτης δέ ποτε μόγις ἐλπὶς εἰς ἀνύσειν τὸ δέον, ὥσπερ ἐπὶ τῶν παιδίων οὐδεμία χρεία βρόχων, ἔτι δὲ μᾶλλον οὐδ’ ὀργάνων ἐχόντων ἄξονας, οἷς περιβάλλοντες τὰ πέρατα τῶν βρόχων ἰσχυροτέραν ἐργαζόμεθα τὴν ἀντίτασιν καὶ μάλιστά γε τούτῳ τῷ τρόπῳ τῆς ἀντιτάσεως ἐπὶ τῶν ἐξαρθρημάτων χρώμεθα. τοῦ δὲ νῦν ἀξιουμένου γίγνεσθαι τρόπου κατατάσεως οἷόν τι καὶ τοῦτ’ ἔστιν, ἐστηρίχθαι βούλεται τὸν πῆχυν ἐπί τινος, ὃ οὗτος ὠνόμασεν ἔφεδρον, τουτέστιν ἐπί τινος τοιούτου ἐφ’ οὗ καθεζόμενος ἑδραίως ἐπικειμένων αὐτῷ σκυτίνων ἐπικεφαλαίων εἴτ’ ἐξάπτεται κατὰ τὸ κάτω πέρας τοῦ βραχίονος, τὸ κατ’ ἀγκῶνα τῶν βάρος ἐχόντων τι σωμάτων. αὐτὸς δ’ εἶπε τῶν σταθμίων τι, ταῦτα δέ ἐστιν οἷς χρώμεθα συνήθως ἐξ ὕλης χαλκοῦ καὶ σιδήρου καὶ μολύβδου γεγονός· καὶ μέντοι καὶ ὡς ἱμάντα χρὴ πλατὺν καὶ μαλθακὸν ἢ ταινίαν εὔτονον δηλονότι περιβεβλῆσθαι τῷ κάτω πέρατι τοῦ βραχίονος, ἐξ οὗ τῶν σταθμίων ἡ ἐξάρτησις ἔσται.
4. Ὁ δὲ ἰητρὸς ὀρθὸς μὲν ἐὼν χειριζέτω τὸν ἕτερον πόδα ἐπὶ ὑψηλοτέρου τινὸς ἔχων. κατορθώσας δὲ τοῖσιν θέναρσι τὸ ὀστέον, ῥηϊδίως δὲ κατορθώσεται. ἀγαθὴ γὰρ ἡ κατάτασις, ἥν τις καλῶς παρασκευάσηται. ἔπειτα ἐπιδείτω τάς τε ἀρχὰς βαλλόμενος ἐπὶ τὸ κάτηγμα καὶ τἄλλα πάντα ὥσπερ πρότερον παρῃνέθη χειριζέτω καὶ ἐρωτήματα ταῦτα ἐρωτάτω καὶ σημείοισι χρήσθω τοῖσιν αὐτέοισιν, ἢν μετρίως ἔχῃ ἢ οὔ. καὶ διὰ τρίτης ἐπιδείτω καὶ ἐπὶ μᾶλλον πιεζέτω.
Ὡς ἑδραιότερον αἱρεῖται τοῦτο σχῆμα τῷ χειρουργοῦντι, καθάπερ ἐν τῷ κατ’ ἰητρεῖον ἠξίωσε γράψας· ἑστεῶτα δὲ δεῖ ἐπ’ ἀμφοτέρων βεβεῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις δρῇν γε τῷ ἑτέρῳ ἐπιβεβεῶτα μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα.
5. Καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω· καὶ ἢν ὑποπτεύσῃ μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ τουτέου τοῦ χρόνου λυσάτω καὶ εὐθετησάμενος μετεπιδησάτω.
Ὅπερ ἐπὶ τοῦ πήχεος εἴρηκεν ἔμπροσθεν ἀξιώσας προσυπακούειν σε τοῦτο καὶ νῦν ἀξιῶ κατὰ λόγον πάντων ἀποβαινόντων ἐν ταύτῃ χρόνου τῇ προθεσμίᾳ τοὺς νάρθηκας ἐπιβάλλειν, ἀλλ’ ἐπὶ μὲν τοῦ πήχεος ἑβδομαῖον ἁπλῶς ἐκέλευσε νάρθηξι δεσμεῖν, ἐπὶ δὲ τοῦ βραχίονος τῷ καλουμένῳ παραδιαζευκτικῷ συνδέσμῳ τὴν ἑρμηνείαν ἐποιήσατο. φησὶ μὲν ὡς ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω. διὰ γὰρ τὸ μέγεθος τῶν περὶ τὸν βραχίονα μυῶν ἐν πλείονι χρόνῳ τελείως ἰσχνὰ καὶ δευσὰ γίνεται τὰ περὶ τὸ κάταγμα μόρια. τοιούτων δὲ ὄντων αὐτῶν ἐδείχθη καιρὸς εἶναι τῆς τῶν ναρθήκων ἐπιθέσεως.
6. Κρατύνεται δὲ μάλιστα βραχίονος ὀστέον ἐν τεσσαράκοντα ἡμέρῃσιν. ἐπὴν δὲ ταύτας ὑποβάλῃ, λύειν χρὴ καὶ ἐπὶ ἧσσον πιέζειν τοῖσιν ὀθονίοισιν καὶ ἐπὶ ἐλάσσοσιν ἐπιδεῖν. δίαιταν δὲ ἀκριβεστέρην τινὰ ἢ τὸ πρότερον διαιτᾷν καὶ πλείω χρόνον, τεκμαίρεσθαι δὲ πρὸς τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρὶ τὴν ῥώμην ὁρῶν.
Τὸ διὰ πώρου συνδεῖσθαι τὰ κεχωρισμένα μέρη τοῦ συντριβέντος ὀστοῦ κρατύνεσθαι κέκληκεν, ὡς καὶ πρόσθεν ἐπὶ τοῦ πήχεος. ὅσῳ δὲ μεῖζόν ἐστι τὸ τοῦ βραχίονος ὀστοῦν τοσούτῳ δηλονότι καὶ ὁ χρόνος αὐτῷ τῆς πωρώσεως μακρότερος γίγνεται. τὰ δ’ ἄλλα πάντα διὰ τῶν ἐπὶ τοῦ πήχεος εἰρημένων ἐστὶ δῆλα, μηδεμιᾶς οὖν ἐξηγήσεως δεόμενα.
7. Προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι βραχίων κυρτὸς πέφυκεν ἐς τὸ ἔξω μέρος καὶ διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ
καλῶς ἰητρεύηται. ἀτὰρ καὶ τἄλλα πάντα ὀστέα εἰς ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φιλέει διαστρέφεσθαι ἐπὴν κατεαγῇ. χρὴ τοίνυν, ἐπὴν τοιοῦτό τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα· καὶ ἐπὴν ἀναπαύεσθαι μέλλῃ μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευρέων σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι ἢ ἄλλο τι ὃ τουτέῳ ἔοικεν. οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα τοῦ ὀστέου γένοιτο. φυλάσσεσθαι μέντοι χρὴ ὅπως μὴ ᾖ ἄγαν ἐς τὸ ἔσω μέρος.
Τὰ κατὰ τὴν ῥῆσιν ὅλην ἄχρι τῆς τελευτῆς τοῦ κατὰ τὸν βραχίονα λόγου πάντ’ ἔστι σαφῆ· καὶ γὰρ τὴν αἰτίαν αὐτὸς εἶπε τῆς ἐπὶ τοὐκτὸς διαστροφῆς καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς ἐπὶ τἀναντία περιῤῥοπῆς. ἐδίδαξε καὶ τὸν πολύπτυχον σπλῆνα καὶ μεταξὺ τῶν πλευρῶν τε καὶ τοῦ ἀγκῶνος ἐκέλευσε τιθέναι χάριν τοῦ τὸν βραχίονα μὴ ψαύειν τῶν πλευρῶν, ἀλλ’ ἐν τῷ μεταξὺ χώρας οὔσης, κἂν εἰς ἐκείνην ὠθούμενον ὑπὸ τῆς τῷ στήθει προσαγούσης αὐτὸν ταινίας
ἀδιάστροφον γίγνεσθαι, τῆς φυσικῆς αὐτοτέρως εἰς τὴν ἔξωθεν χώραν ἐκτροπῆς ἐπανορθουμένης ὑπὸ τῆς ἔσω ῥοπῆς.
8. Ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν ὀστέων ξύγκειται, ὥσπερ καὶ χεὶρ ἄκρη.
Ἀναλογία τίς ἐστι τοῖς τῆς χειρὸς ὅλης μέρεσι πρὸς τὰ τοῦ σκέλους· ὁποῖον μὲν γὰρ ἐν τῇ χειρὶ βραχίων ἐστὶ, τοιοῦτον ἐν τῷ σκέλει μηρός· ὁποῖος δὲ ἐν ἐκείνῃ πῆχυς, ἐν σκέλει κνήμη. καὶ δὴ τὸ λοιπὸν μέρος ἡ ἄκρα χεὶρ ἀνάλογόν ἐστι ποδὶ, περὶ ὃν οὐδὲν ἴδιον ὄνομα τοιοῦτον ἔχομεν ἄκρας χειρὸς, ὁποῖον πούς ἐστι χωρὶς τοῦ σκέλους. εἰκότως οὖν καὶ πόδα μὲν ἁπλῶς εἶπε μὴ προσθεὶς ἄκρον. χεῖρα δὲ οὐκέθ’ ἁπλῶς ὠνόμασεν, ἀλλ’ ἄκραν προσέθηκε. ταῦθ’ ἡμῖν ὑπὲρ τῆς τῶν ὀνομάτων χρήσεως αὐτάρκως εἴρηται. περὶ δὲ τῶν πραγμάτων αὐτῶν ἐφεξῆς λέγομεν·
κείμενα· καὶ εἴπερ τις ἐθέλει καὶ τὸν ἀστράγαλον ἄκρον τῷ σκέλει προσνέμειν, ὁ αὐτὸς ἀριθμὸς ἔσται τῶν ὀστῶν ἐν ἑκατέρῳ πέρατι τῶν κώλων, ὥστε τρόπῳ διδασκαλίας οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει διαφέρεσθαι τοὺς ζ΄ καὶ κ΄ εἶναι λέγοντας ὀστᾶ πρὸς τοὺς στ΄ καὶ κ΄ εἰπόντας. εἰ μὲν γὰρ προσνέμοις ἄκρῳ τῷ σκέλει τὸν ἀστράγαλον ζ΄ καὶ κ΄ ἔσται. χωρὶς δὲ ἐκείνου τὰ πάντα τοῦ ποδὸς στ΄ καὶ κ΄ ὀστᾶ γίνεται. διὰ τοῦτ’ οὖν ὀρθῶς προσεῖπε· ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν σύγκειται ὀστῶν, ὥσπερ καὶ χεὶρ ἄκρη, τὸν μὲν λόγον ποιούμενος ὡς πρὸς εἰσαγομένους καὶ ἀνατετμηκότας, ἀναμιμνήσκων δέ ὧν ἐμάθομεν εἰς τὰ παρόντα χρησίμων· οὐ γὰρ δὴ τοῦτο μόνον εἰδέναι προσῆκεν, ὡς ἐκ πολλῶν καὶ σκληρῶν καὶ μικρῶν ὀστῶν ἑκάτερον ὧν εἴπομεν σύγκειται. προσαναμεμνῆσθαι δὲ χρὴ καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος ἑκάστου καὶ τὴν πρὸς τὰ πλησιάζοντα σχέσιν, ὅπερ ὀνομάζεται θέσις, ἵν’ ὅταν ἐκ τῆς ἰδίας χώρας κινηθῇ τι τῶν ἐν τούτοις τοῖς μέρεσιν ὀστῶν ἑτοίμως αὐτῷ καταντῶμεν.
9. Κατάγνυται μὲν οὐ πάνυ τι ταῦτα τὰ ὀστέα, ἢν μὴ ξὺν τῷ χρωτὶ τιτρωσκομένῳ ὑπὸ ὀξέος τινὸς ἢ βαρέος· τὰ μὲν οὖν τιτρωσκόμενα ἐν ἑλκοσίων μέρει εἰρήσεται ὡς χρὴ ἰητρεύειν.
Χρῶτα καλοῦσιν οἱ Ἴωνες, ὃ ἦν τοῦ σώματος ἡμῶν σαρκῶδες, ἐν ᾧ μάλιστα γένει τὸ δέρμα καὶ οἱ μύες εἰσὶν, ἐφεξῆς δὲ οἱ ὑμένες καὶ σπλάγχνα. τὸ δὲ τῶν ὀστῶν γένος οὐκ ὀνομάζουσι χρῶτα, καθάπερ οὐδὲ τοὺς χόνδρους, οὐδὲ τοὺς συνδέσμους. οὕτως οὖν καὶ Ὅμηρος φαίνεται τῇ προσηγορίᾳ χρώμενος ἐν οἷς φησιν·
Ἀεὶ τῶν ἔσται χρὼς ἔμπεδος ἢ καὶ ἀρείων.
καὶ ἔμπαλιν·
Ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
ὁ τοίνυν προσεῖπεν ἐπὶ τῶν προειρημένων μορίων, ἅπερ ἦν πούς τε καὶ ἄκρα χεὶρ οὐ πάνυ τι κατάγνυσθαί φησι τὰ
γὰρ ἄν τις ἑρμηνεύσειε σαφῶς, ὥσπερ κἀπὶ τοῦ συντριβέντος τὴν κνήμην, μετὰ τῆς περόνης ἅμα τραύματι μεγάλῳ γυμνωθέντων τῶν ὀστῶν. συνέβη γὰρ ἐκεῖνο γενέσθαι τὸ κάταγμα τῆς κνήμης ἐγκαρσίας ὑποβεβλημένης τῷ τοῦ παλαίοντος κώλῳ καταναγκαζομένων αὐτῆς κάτω τῶν περάτων ἀμφοτέρων παραπλησίου συμβαίνοντος τῷ γιγνομένῳ, ὥσπερ περὶ τὰ κλώμενα ξύλα κατὰ προαίρεσιν ὑφ’ ἡμῶν αὐτῶν. ἐπιτιθέντες γὰρ αὐτὰ καθ’ ἑκατέρου μηροῦ λοξὰ κἀπὶ τῶν χειρῶν ἑκάτερον τὸ ἄκρον ἰσχυρῶς ἀναγκάζοντες κάτω κατὰ τὸ μέσον αὐτῶν ὁρῶμεν ῥηγνύμενα.
Ὥσπερ οὖν οὔτε μέγα ξύλον οὔτ’ εὔτονον, ἀλλὰ καὶ σμικρὸν καὶ ἄῤῥωστον ἐν τούτῳ τῷ τρόπῳ κλῶμεν, οὕτως ἐπειδὰν ὀστοῦν ἀσθενὲς ᾖ φύσει κατὰ τὰς εἰρημένας ἐνεργείας διακλᾶται μέσον τοιούτων. ἀλλ’ ὁ τοιοῦτος τρόπος τῶν παλαισμάτων ἐν ἄκροις τοῖς κώλοις ὀστῶν, οὔθ’ ὅταν ἀφ’ ὑψηλοῦ πηδήσαντες ἢ καταφερόμενοι τηρήσουσιν ἐπὶ τῆς γῆς ἢ βιαίως τὸν πόδα διασπῶντες, μᾶλλον γὰρ ἐν ταῖς
τοιαύταις πληγαῖς οἱ σύνδεσμοι τῶν ὀστῶν ἤπερ αὐτὰ κατάγνυται. τοῦτο δ’ αὐτοῖς συμβαίνει καὶ διὰ τὴν σμικρότητα μὲν, ἀλλὰ καὶ διὰ τὴν σκληρότητα μᾶλλον, οὐ μὴν οὐδὲ τοῖς ἔξωθεν αὐτοῖς ἐμπιπτόντων σφοδρῶς δύναταί τι ῥᾳδίως συντρῖψαι μὴ σκληρότερόν τε τῶν ὀστῶν ὑπάρχον, ἀξιόλογον δὲ τῷ μεγέθει. τὸ δὲ τοιοῦτον οὐδὲ τοῦ δέρματος φείδεται, καθάπερ οὐδ’ ὅταν ὀξὺ τὸ τιτρῶσκον ᾖ· καὶ γὰρ καὶ τοῦτο φθάνει προδιατέμνον ἃ τοῖς ὀστοῖς ἐπίκειται, πρὶν ἐντυχεῖν αὐτοῖς ὅπερ εὐλόγως ἔφη μὴ πάνυ τι κατάγνυσθαι τὰ ὀστᾶ ταῦτα χωρὶς ἕλκους. ἀλλ’ ἐπεὶ μέλλει περὶ τῶν μεθ’ ἕλκους καταγμάτων ἰδίαν ποιεῖσθαι τὴν διδασκαλίαν, ἐν τοῖς ἐφεξῆς εἰς ἐκεῖνο τοῦ βιβλίου χωρίον ἀνέβαλε καὶ τὸν περὶ τούτων λόγον.
10. Ἢν δέ τι κινηθῇ ἐκ τῆς χώρης ἢ τῶν δακτύλων ἄρθρον ἢ ἄλλο τι τῶν ὀστέων τοῦ ταρσοῦ καλεομένου ἀναγκάζειν μὲν χρὴ ἐς τὴν ἑωυτοῦ χώρην ἕκαστον, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ εἴρηται.
Οὐχ ὡς προειρηκώς τι περὶ τῶν ἐν τῇ χειρὶ συνισταμένων ὀστῶν εἶπε τὸ, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ, ἀλλ’ εἰ καὶ οὕτως ἔτυχεν εἰπών· ἀναγκάζειν μὲν χρὴ εἰς τὴν ἑαυτοῦ χώραν ἕκαστον τῶν ἐν τῷ ποδὶ, κατὰ δὲ τὸν αὐτὸν τρόπον χρὴ καὶ τὰ ἐν τῇ χειρί. γέγραπται δὲ ἐν τισὶ μὲν ἀναγκάζειν, ἐν τισὶ δὲ καταναγκάζειν εἴρηται. σημαίνει δ’ ἡ λέξις τοῖον, εἰ εἶπε μὲν τιθέντα ἐν τῇ οἰκείᾳ χώρᾳ τὸ κινηθὲν ὀστοῦν. κινεῖται δὲ ἀποῤῥηγνυμένων τῶν συναπτόντων αὐτὰ πρὸς τὰ πλησιάζοντα συνδέσμων, ἀλλὰ οὔτε πάντες οἱ περιέχοντες ἐγκύκλως σύνδεσμοι τὸ κινηθὲν ὀστοῦν ἀποῤῥήγνυνται. σπάνιον γὰρ ἀκριβῶς τὸ τοιοῦτον καταλιπὸν ἅπασαν τὴν ἑαυτοῦ χώραν τὸ βλαβὲν οὕτως ἀναπηδᾷν πρὸς τὸ δέρμα καὶ μάλιστα οἷς ἐστι χαλαρὸν, ὥστε γε σύντομον ἀνθίσταται τὴν ἑαυτοῦ φορὰν τοῦ κινηθέντος ὀστοῦ. διὰ τοῦτο οὖν οὐδὲ εἰς τὸ κάτω τοῦ ποδὸς εἴωθε τὰ πολλὰ τὸ κινηθὲν ὀστοῦν ἐξίσχειν, ὅτι σκληρὸν καὶ παχὺ τὸ ταύτης δέρμα τὸ καλούμενον ἴχνος· ἀλλὰ καὶ διότι τὰ πλήττοντα τοὐπίπαν ἐκ τῶν ἄνω μερῶν ἐμπίπτει τῷ ποδί.
μόνος οὖν οὗτος εἰς τὸ κάτω μέρος ἐκστήσεται τὸ κινηθὲν ὀστοῦν, ὅταν ἀφ’ ὑψηλοῦ τινος ὁ ἄνθρωπος ἐπὶ λίαν τραχεῖς ἐξοχὰς ἢ ὀξείας ἔχοντα πηδήσεται. τὰ μὲν οὖν πάντοθεν ἀπολυθέντα τελέως, ὁκόταν τῆς ἑαυτοῦ χώρας εἴτε κάτω τοῦ ποδὸς εἴτ’ ἄνωθεν χωρήσειε χαλεπώτερόν ἐστιν εἰς τὴν οἰκείαν ἐμβαλεῖν χώραν. εἰ δέ γε καὶ σπανίως τυχηθείη τινὰ τὸ ἔργον, ἀλλὰ καὶ τὸ φυλάξαι γε τὴν χώραν ἀεὶ χαλαρόν. ἔνθα γὰρ ὀστοῦν πάλιν σφοδρότερον κινηθῇ, κλήσεται τοὺς κρατοῦντας αὐτὸ συνδέσμους, οὐκ ἔχοντα δὲ ἐκ μέρους μὲν ἐχόμενα φυλαττομένων ἡμῶν τῶν συνδέσμων, ἐκ μέρους δ’ ἀπολελυμένα καθάπερ ἂν ἀποῤῥαγῶσιν εἰ προκύπτειν εἴωθε, διατείνοντας οὖν ὅλον τὸν πόδα καταναγκάζειν αὐτὸν προσήκει.
11. Καὶ ἰητρεύειν δὲ κηρωτῇ καὶ σπλήνεσιν καὶ ὀθονίοισιν, ὥσπερ καὶ τὰ κατήγματα, πλὴν τῶν ναρθήκων. τὸν μὲν αὐτὸν τρόπον πιεζεῦντα, διὰ τρίτης δὲ ἐπιδέοντα. ὑποκρινέσθω
δὲ ὁ ἐπιδεόμενος παραπλήσια οἷάπερ καὶ ἐν τοῖσι κατήγμασι καὶ περὶ τοῦ πεπιέχθαι καὶ περὶ τοῦ χαλαρὰν εἶναι.
Ὁποίαν ἐπὶ τῶν καταγμάτων ἐκέλευσε θεραπείαν, τοιαύτην ἀξιοῖ σε ποιεῖσθαι καὶ νῦν ἐπὶ τῶν ἐν ἄκροις τοῖς κώλοις κινηθέντων ὀστῶν· καὶ γὰρ ἀπὸ διατάσεως ἄρξασθαι χρὴ χάριν τοῦ καλῶς διαπλάσαι τὰ κεκινημένα τῶν ὀστῶν καὶ μετὰ τὴν διάπλασιν ἐπιδοῦντα τῶν αὐτῶν ὑποστοχάζεσθαι σκοπῶν. ἀφλέγμαντόν τε μὲν γὰρ εἶναι βουλόμεθα τὸ μόριον ἐσφίγχθαι τε καὶ διακρατεῖσθαι τὸ πεπλασμένον ὀστοῦν ὑπὸ τῶν ὀθονίων. ἐδείχθη δ’ ἔμπροσθεν ταῦτα οὐ δυνάμενα γενέσθαι καλῶς ἄνευ τοῦ τὸ μὲν ἐν τοῖς πεπονθόσι μορίοις αἷμα πρὸς τὴν ἀρχὴν τοῦ κώλου καὶ τὸ πέρας ἐκθλίβεσθαι, κωλύεσθαι δ’ ἐπιῤῥεῖν ἄλλο. πρὸς ταῦτα δ’ οὖν, εἴ τι μεμνήμεθα, σκοποῦντες εὕρομεν ἅπασαν τὴν καταγματικὴν ἐπίδεσιν ἣν κελεύει ποιεῖσθαι πλὴν τῶν ναρθήκων, ἐπειδὴ τοῦ μέρους ἡ φύσις οὐ προσίεται τὴν τούτων
ἐπίθεσιν. ὁμαλὴν γὰρ εἶναι δεῖ τὴν ἐπιφάνειαν τῶν μερῶν οἷς μέλλομεν νάρθηκας, οὐ μὴν τοιοῦτός ἐστιν ὁ ταρσὸς τοῦ ποδός.
12. Ὑγιῆ δὲ γίνεται ἐν εἴκοσιν ἡμέρῃσι τελέως ἅπαντα πλὴν ὁκόσα κοινωνέει τοῖσι τῆς κνήμης ὀστέοισι καὶ αὐτέῃ τῇ ἵξει. ξυμφέρει δὲ κατακεῖσθαι τοῦτον τὸν χρόνον· ἀλλὰ γὰρ οὐ τολμέουσιν ὑπερορῶντες τὸ νόσημα, ἀλλὰ περιέρχονται πρὶν ὑγιέες γενέσθαι. διὰ τοῦτο καὶ οἱ πλεῖστοι οὐκ ἐξυγιαίνουσι τελέως, ἀλλὰ πολλάκις ἐπιβάλλειν αὐτοὺς ὁ πόνος ὑπομιμνήσκει εἰκότως· ὅλον γὰρ τὸ ἄχθος τοῦ σώματος οἱ πόδες ὀχέουσιν. ὁκόταν οὖν μήπω ὑγιέες ἐόντες ὁδοιπορέουσι φλαύρως ξυναλθάσσεται τὰ ἄρθρα κινηθέντα. διὰ τοῦτο ἄλλοτε καὶ ἄλλοτε ὀδυνῶνται τὰ πρὸς τῇ κνήμῃ, τὰ δὲ κοινωνέοντα τοῖσι τῆς κνήμης ὀστέοισιν μείζω τε τῶν ἑτέρων ἐστὶ καὶ κινηθέντων τούτων πολυχρονιωτέρα ἡ ἄλθαξις. ἴησις μὲν οὖν ἡ αὐτή.
Λέγει τῆς ὅλης κνήμης εἴγε καὶ τὸ κατὰ τὴν ἴξιν αὐτὸ σημαίνει τὸ κατ’ εὐθὺ πολλάκις ἐν πολλοῖς εἰρημένον, ἀλλὰ καὶ κατωτέρω τρὶς ἐφεξῆς κέχρηται τῷ ὀνόματι περὶ κνήμης διαλεγόμενος ἐν τῇ ῥήσει· τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τὸ ὕπερθεν τοῦ σώματος αὕτη τε ἔσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν, ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ ἔσω τοῦ ἔξωθεν, ὡς καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν, λεπτότερον καὶ μακρότερον.
13. Ὀθονίοισι δὲ πλείοσι χρέεσθαι καὶ σπλήνεσιν.
Εἰθίσθη ὡς κατὰ χώραν μένειν τὰ ἐμβληθέντα τῶν ὀστῶν καὶ τοῖς ὀθονίοις καὶ τοῖς σπλήνεσι χρῆσθαι καὶ μάλισθ’ ὅταν ναρθήκων ἐπίδεσιν οὐκ ἐφίεται τὸ χωρίον ἀνώμαλον ὑπάρχον.
14. Καὶ ἐπὶ πᾶν ἔνθεν καὶ ἔνθεν ἐπιδέειν, πιέζειν δὲ ὥσπερ καὶ τἄλλα πάντα ταύτῃ μάλιστα ᾗ ἐκινήθη καὶ τὰς πρώτας περιβολὰς τῶν ὀθονίων κατὰ ταῦτα ποιέεσθαι.
Ἔμπροσθεν ἐκέλευσεν ἡμᾶς ἐν ταῖς ῥοπαῖς τῶν κατεαγότων, ἵν’ εἰ μὲν ἐπὶ τῇ δεξιᾷ ῥέποιεν εἰς τὰ ἀριστερὰ περιτρέποιμεν, εἰ δ’ εἰς ἐκεῖνα, πρὸς τὴν δεξιὰν ἐπανάγωμεν, ἐν δὲ τοῖς κατὰ τὸν πόδα τοὐπίπαν ἰσόῤῤοπον ποιεῖσθαι χρὴ τὴν ἐπίδεσιν, ἐπειδὴ τὰ τῆς ἰδίας χώρας ἐξιστάμενα τῶν ὀστῶν οὐκ εἰς τὰ πλάγια ποιεῖται τὴν ῥοπὴν, ἀλλ’ εἰς τὸν ἄνω τόπον ἢ τὸν κάτω.
15. Ἐν δὲ ἑκάστῃ τῶν ἀπολυσίων ὕδατι πολλῷ θερμῷ χρέεσθαι. ἐν πᾶσι δὲ πολλὸν ὕδωρ θερμὸν καταχέειν τοῖσι κατ’ ἄρθρα σίνεσιν. αἱ δὲ πιήζιες καὶ αἱ καλάσιες ἐν τοῖσιν αὐτέοισιν χρόνοισι τὰ αὐτὰ σημεῖα δεικνυόντων
ἅπερ ἐπὶ τοῖσιν πρόσθεν καὶ τὰς μετ’ ἐπιδέσιας ὡσαύτως χρὴ ποιέεσθαι. ὑγιέες δὲ τελέως οὗτοι γίνονται ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα, ἢν τολμέωσι κατακεῖσθαι. ἢν δὲ μὴ, πάσχουσι ταῦτα ἃ καὶ πρότερον καὶ ἐπὶ μᾶλλον.
Ἔνθα πραΰνειν μὲν ὀδύνην, χαλάσαι δὲ τὴν τάσιν βούλεται τῶν σωμάτων, ἐνταῦθα πλέονι χρῆσθαι καταντλήσει θερμοῦ ὕδατος, ἔστι δὲ μάλιστα ἐν τοῖς κατ’ ἄρθρα τοιαῦτα παθήματα· νευρωδέστερά τε γὰρ καὶ ὀστωδέστερα ταῦτα τὰ μόρια. θλίβεται οὖν ὑπὸ τοῦ φλεγμαίνοντος καὶ μᾶλλον αἰσθάνεται τῆς ὀδύνης, ὅτι νευρωδέστερα εἶναι. σίνεσιν δ’ εἶπε τὰ οἷον βλάμματα, διότι καὶ τὸ βλάπτεσθαι σίνεσθαι καλεῖ.
16. Ὅσοι δὲ πηδήσαντες ἀφ’ ὑψηλοῦ τινος ἐστηρίξαντο τῇ πτέρνῃ ἰσχυρῶς, τουτέοισι διΐστανται μὲν τὰ ὀστέα, φλεβία
δ’ ἐκχυμοῦνται ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ ὀστέον, οἴδημα δ’ ἐπιγίνεται καὶ πόνος πουλύς. τὸ γὰρ ὀστέον τοῦτο οὐ σμικρόν ἐστι καὶ ὑπερέχει μὲν ὑπὸ τὴν ἰθυωρίην τῆς κνήμης.
Ἐκχυμοῦσθαι τὰς φλέβας εἶπε σημῆναι βουλόμενος ἐκχεῖσθαι τὸν ἐν ἑαυταῖς περιεχόμενον ἔξω χυμὸν, ὅπερ ἐστὶ τὸ αἷμα. γίγνεται δὲ τοῦτο θλασθέντος αὐτοῦ τοῦ χιτῶνος· ὅσα γὰρ θλάττεται σώματα τὴν φυσικὴν ἕνωσιν ἀπόλλυται κατὰ πολλὰ μέρη καὶ μικρὰ διασπώμενα, καθ’ ἃ καὶ περιεκχεῖται τὸ αἷμα. τοῦτο οὖν τὸ ἐκχυθὲν αἷμα δέχονται μὲν αἱ περιεχόμεναι χῶραι τὴν φλέβα, δεξάμεναι δὲ οὐ φυλάσσουσιν οἷον ἐδέξαντο, μελαίνεται μὲν γὰρ ἐν τῷ χρόνῳ, καθάπερ εἰ κἀκτὸς ἐκχυθὲν ἐχρόνισε, καὶ γίνεται πάθος ὃ καλεῖται θρόμβωσις, ἐξ οὗ παθήματος ἐγγενομένου τῷ αἵματι, θρόμβος μὲν ἤδη τὸ αἷμα καλεῖται καὶ ἔστι. μέλαν δὲ γίγνεται τῇ χρόᾳ καὶ σήπεται ἐντεῦθεν μοχθηρῶς. ἀλλὰ ταῦτα μὲν οὐχ οἷόν τε χαλεπώτατα συμπίπτειν τοῖς ἐκχύμασιν,
ἵν’ ὅταν ὑπὸ τῆς φύσεως κρατεῖται μεταβάλλῃ, καθάπερ καὶ ἄλλο κατὰ τὰς πεττομένας φλέγμονας αἷμα, καὶ γίγνεται πῦον. ἵνα δὲ κρατήσῃ τοῦ αἵματος ἡ ἐν τοῖς μορίοις φύσις, ἐστοχάσθαι χρὴ δυοῖν τούτοιν, ἑτέρου μὲν ὡς μὴ φλεγμῆναι τὰ σώματα καὶ ὅπως τοῦτο γίγνεται πρότερον ἐμάθομεν, ἑτέρου δὲ τοῦ διωρίσθαι τὸ παρεκκεχυμένον αἷμα. τοῦτο οὖν στοχαζόμενος ὁ Ἱπποκράτης κατὰ μέρος ἐφεξῆς πάντα συμβουλεύει. διΐσταται δὲ, ἔφη, τὰ ὀστέα τῶν οὕτω πηδησάντων ἀποῤῥηγνυμένων δηλονότι τῶν συμφυόντων αὐτὰ συνδέσμων, ὥσπερ ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν κατὰ τὸν ταρσὸν ἐλέγομεν. ἔζευκται δὲ τῇ πτέρνῃ κατὰ τὸ ἄνω μέρος ὁ ἀστράγαλος. ἔμπροσθεν δὲ τὸ καλούμενον κυβοειδὲς, ὥσπερ γε καὶ τῷ ἀστραγάλῳ κατὰ τὰ πρόσω μέρη συνήρθρωται τὸ σκαφοειδὲς ὀνομαζόμενον ὀστοῦν καὶ τούτοις ἀμφοτέροις τῷ τε κυβοειδεῖ καὶ τῷ σκαφοειδεῖ τὰ τοῦ ταρσοῦ τέτταρα. δέδεικται δὲ ὑπὲρ τούτων ἁπάντων τῶν ὀστῶν τῶν τε κατὰ πόδα καὶ ἄκραν χεῖρα κατὰ τὸ περὶ τῶν ὀστῶν ὑπόμνημα.
17. Κοινωνέει δὲ φλεψὶ καὶ νεύροις ἐπικαίροισιν, ὁ τένων δὲ ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. τούτους χρὴ ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν. ὕδατι δὲ θερμῷ πλείστῳ τουτέοισιν χρῆσθαι καὶ ὀθονίοισι πλείοσιν· ἐπὶ τουτέοισι δεῖ καὶ ἄλλως ὡς βελτίστων καὶ προσηνεστάτων.
Τῷ τῆς πτέρνης, φησὶν, ὀστέῳ κοινωνεῖ μὲν νεῦρα μεγάλα, τοῦτο γὰρ αὐτὸ νῦν δηλοῖ τὸ ἐπίκαιρα· καθάπερ δὲ καὶ φλέβες οὐ μικραί. συμπέφυκε δὲ ὀπίσθιος τένων ὁ ἐκ τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν γενόμενος. εἴρηται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τῇ τῶν μυῶν ἀνατομῇ· καὶ χρὴ ταῦτά γε ἀκριβῶς μεμαθηκέναι τὸν ἀκολουθεῖν βουλόμενον οἷς νῦν ὁ Ἱπποκράτης διδάσκει.
18. Καὶ ἢν μὲν τύχῃ ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ πτέρνῃ ἐᾷν οὕτως· ἢν δὲ παχὺ καὶ σκληρὸν οἷα μετεξέτεροι ἴσχουσι, κατατέμνειν χρὴ ὁμαλῶς καὶ διαλεπτύνειν μὴ διατρώσκοντα.
Τῶν προειρημένων παθημάτων περὶ τὴν πτέρναν τε καὶ κατὰ τὰ συνεχῆ μόρια γενομένων κίνδυνός ἐστιν ὀδύνας τε μεγάλας ἀκολουθήσειν καὶ φλεγμονὴν οὐ σμικράν. ὀστώδη τε γὰρ τὰ χωρία καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων ὀστῶν, ἀλλ’ ἐκ πάνυ μικρῶν συνηρθρωμένα, ὥστε ἐὰν καὶ βραχέα τινὰ γένηται φλεγμονῆς μεγάλας ὀδύνας ἔσεσθαι διὰ τὴν θλίψιν. ὁ δ’ ἐμφυόμενος τῇ πτέρνῃ τένων ἀξιόλογος ὢν τὸ μέγεθος, εἰ φλεγμήνῃ, κίνδυνον ἕξει σπασμῶν. καὶ μὴν καὶ νεῦρα κατὰ τὸ μόριον τοῦτο μεγάλα τέτακται ψαύοντα τῶν ὀστῶν, ὡς καὶ τοῦτ’ ἔμαθες ἐν τῇ τῶν νεύρων ἀνατομῇ. ταῦτα οὖν τἄλλα τῆς θεραπείας ἁπάσης ἠκριβῶσθαι χρὴ κατά τε τὴν τῆς διαίτης λεπτότητα καὶ
δ’ εἰ γένοιτο καὶ σπασμὸν ἀκολουθήσειν εἰκός. διὰ ταῦτ’ οὖν ἅπαντα τέμνειν μὲν, ὡς εἴρηται, προσήκει τὸ ἴχνος, ἑξῆς δὲ λεπτύνειν, ὡς ἔφην, τουτέστι λεπτὸν ἐργάζεσθαι. γένοιτο δ’ ἂν τοῦτο τῆς μὲν σκληρότητος αὐτοῦ μαλαττομένης, τοῦ δὲ πλήθους καθαιρομένου. γενήσεται δ’ ἄμφω ταῦτα καταντλούντων ἔλαιόν τε καὶ ὕδωρ θερμὸν οὐκ ὀλίγον· εἶτ’ ἐπὶ τῇ καταντλήσει πρὸ τῶν ἐπιδέσμων ὑπολειφόντων ἔλαιον μηδεμίαν ἔχον στύψιν.
19. Ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα· ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα ἐπιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξεις αὗται χωρίζουσι μὲν τὴν πτέρνην, ᾗ τὸ θλάσμα ἐγένετο.
Τῷ μὲν ἀγαθῶς ἀντὶ τοῦ καλῶς οὗτός τε καὶ οἱ ἄλλοι παλαιοὶ πολλάκις εἰρήκασιν. ἀξιοῖ δὲ καὶ τὰ περὶ τὴν
πτέρναν ἐπιδεῖν τῷ καταγματικῷ τρόπῳ μεμφόμενος τοὺς οὕτως ἐπιδοῦντας, ὡς ἐπιδεῖν εἰθίσμεθα πολλάκις ἕνεκα τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων αὐτοῖς φαρμάκων ἢ καταπλασμάτων ἢ καὶ τινας ἐπιβροχάς. ἔστι δ’ ὁ τρόπος τῆς ἐπιδέσεως ᾧ μέμφεται τοιόσδε.
Τῆς ἀρχῆς τοῦ ἐπιδέσμου λοξῆς ἀνατεταμένης κατὰ τὸ σφυρὸν ἡ νομὴ τῆς ἐπιδέσεως γίγνεται πρὸς τὸ κάτω τοῦ ποδὸς ἔμπροσθεν τοῦ προπετοῦς τῆς κνήμης πέρατος ὃ καλοῦσιν ἀστράγαλον. ἐντεῦθεν δὲ πάλιν ὑποστρεψάντων ἐγκαρσίως ὑπὸ τὸ τοῦ ποδὸς ἴχνος ἐπίδεσμος ἀχθεὶς καὶ διελθὼν ὅλον τὸν πόδα μέχρι τῆς ἀντικειμένης χώρας αὖθις ἀνάγεται λοξὸς, ἐκ τῶν κάτω τε καὶ πρόσω μερῶν τοῦ ἀστραγάλου ψαύων αὐτοῦ, καθάπερ καὶ πρόσθεν τε κατήγετο τῇ αὐτῇ χρωμένων τῇ νομῇ συντυχεῖν ἀναγκαῖόν ἐστι κατὰ τὸ πρόσω τοῦ ποδὸς ἑαυτῷ τὸν ἐπίδεσμον γενέσθαι τὸ σχῆμα παραπλήσιον τῷ χ γράμματι. κἀντεῦθεν κύκλῳ κατὰ τὸ σφυρὸν ἑλιχθέντα παραγενέσθαι πάλιν ἐπ’ ἐκεῖνον τὸν τρόπον, ὅθεν ἤρξατο καὶ οὕτως ἐκ δευτέρου τὰς αὐτὰς ἔχειν περιβολὰς αἷς διῆλθον, ὡς ἐπὶ τὴν
ἀρχὴν αὖθις ἀνελθεῖν, εἶτ’ ἐντεῦθεν εἴς τε τὸ τρίτον ἑλιχθέντα κατὰ τὴν αὐτὴν νομὴν ἐπὶ τὴν ἀρχὴν ἀφικέσθαι πάλιν ἐντεῦθέν τε περὶ τὸ σφυρόν. ἔνιοι δ’ ὅταν ἑλίξωσι τὴν ὑπὸ τὸ ἴχνος ἐγκαρσίαν οὐκ εὐθέως ἀνάγουσι λοξὸν ἐπὶ τὸ σφυρὸν ἄνω τὸν ἐπίδεσμον, ἀλλὰ κυκλοτερῶς πρῶτον ἑλίττουσιν ἐπὶ τὸν ταρσὸν, ὥσπερ γε καὶ τὸ σφυρόν. ἔνιοι κυκλοτερῶς ὡς διαλαμβάνεσθαι τὰς λοξὰς ὑπὸ τῶν κυκλοτερῶν. αἱ μὲν οὖν συνήθως γιγνόμεναι περιβολαὶ τῶν ἐπιδέσμων ἐνταῦθα μύες εἰσίν. ἐν δὲ τοῖς προκειμένοις πάθεσι τοιαῦται, διότι μήτε προσυποβάλλεταί τι πρὸ τῶν ἐπιδέσμων ἕτερον οὗ τῆς κρατήσεως ἐν ἐκείνῃ ἐπίδεσις γίγνεται μήτ’ ἀπαθής ἐστιν ἡ πτέρνα, καθάπερ ἐπ’ ἐκείνων, ἀλλ’ αὕτη πρώτη πέπονθεν, ὥστε ὁ προειρημένος τρόπος τῆς ἐπιδέσεως ἐπὶ τὴν πτέρναν ἐκθλίβειν τὸ αἷμα χωρίζει αὐτὴν τὴν ἐπίδεσιν. χρὴ δὲ τὸ ἐναντίον τούτου γίγνεσθαι τῆς ἐπιδέσεως ἐκ τῆς πτέρνης παραπλησιάζοντα χωρία τὸ αἷμα διωθουμένης, ὅπερ ὁ καταγματικὸς τρόπος τῆς περιβολῆς τῶν ὀθονίων ἐργάζεται μόνος, ὡς ἔμπροσθεν ἐμάθομεν· ἐκείνῳ τοιγαροῦν καὶ νῦν κέχρηται.
20. Καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης.
Τὴν ὅλην τῆς οὐσίας ἑκάστου μορίου φθορὰν ὀνομάζουσιν οἱ παλαιοὶ σφακελὸν, ἀλλὰ ἐν τῇ μὲν τῶν σαρκώδων μορίων καὶ ἄλλοις ὀνόμασι χρῶνται. λέγει οὖν αὐτὸς καὶ σαπρὰν σάρκα καὶ μυδῶσαν καὶ σηπομένην καὶ ἄλλα τοιαῦτα ὀνόματα. κατὰ δὲ τοῦ φθειρομένου δι’ ὅλης αὐτῆς οὐσίας ὀστοῦ σφάκελον ἐπιφέρει. συμβαίνει δὲ τοῦτο τὸ πάθημα τοῖς ὀστοῖς, ὅταν ἡ παρακειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεννῶσα καὶ διαβρέξασα τούτοις αὐτὰ διασήψῃ.
21. Καίτοι ἢν σφακελίσῃ, τὸν αἰῶνα πάντα ἱκανὸν ἀντισχεῖν τὸ νόσημα.
Φανερώτερον νῦν εἰρηκέναι τὸν ὅλον Βίον τοῦ ἀνθρώπου, καὶ ἔστιν ὁ λόγος αὐτοῦ τοιοῦτος· ἄν ποτε ἡ πτέρνα
σφακελίσῃ, ἀνίατον γίγνεται τὸ πάθημα καὶ παραμένει τῷ βίῳ παντὶ ἡ ἐξ αὐτοῦ κάκωσις.
22. Καὶ γὰρ τἄλλα ὅσα μὴ ἐκ τοιούτου τρόπου σφακελίζει, ἀλλ’ ἐν κατακλίσει μελανθείσης τῆς πτέρνης ὑπ’ ἀμελείης τοῦ σχήματος ἢ ἐν κνήμῃ τρώματος γινομένου, ἐπικαίρου καὶ χρονίου καὶ κοινοῦ τῇ πτέρνῃ ἢ ἐν μηρῷ ἢ ἐπὶ ἄλλῳ νοσήματι ὑπτιασμοῦ χρονίου γενομένου, ὅμως καὶ τοῖσι τοιούτοισι χρόνια καὶ ὀχλώδεα καὶ πολλάκις ἀναῤῥηγνύμενα, ἢν μὴ χρηστῇ μὲν μελέτῃ θεραπευθῇ, πολλῇ δ’ ἡσυχίῃ, ὥστ’ ἐκ τοῦ τοιούτου τρόπου σφακελίζοντα κινδύνους μεγάλους τῷ σώματι παρέχει πρὸς τῇ ἄλλῃ λύμῃ.
Οὐ μόνον, φησὶν, ἐκ τῶν προειρημένων διαθέσεων εἴωθε κακοῦσθαι τὸ τῆς πτέρνης ὀστοῦν, ἀλλὰ καὶ ταῖς χρονίαις ἐπικλίσεσιν, ἃς ὑπτιασμοὺς ὠνόμασεν, ἀμελῶς κειμένη
μελαίνεται πολλάκις ἡ πτέρνα. τοιαύτη δὲ θέσις ἐστὶν ὅταν ἐπὶ σκληροῦ τε καίηται καὶ μὴ συνεχῶς ἐπαίρηται, μηδ’ ἀεὶ θερμαινομένη τε καὶ πιλουμένη πρὸς τῶν ὑποκειμένων. διότι αἱρεθεὶς μεταποιεῖν τροχίσκον ἐξ ἐρίου μαλακοῦ, καλοῦσι δὲ ἔνιοι τρόφιον αὐτὸν ἀνάλογον τῷ μεγέθει τῆς πτέρνης ἔχοντα τὴν ἐντὸς ἑαυτοῦ κοιλότητα, καθ’ οὗ κυκλίσκου στηρίζομεν οὕτως τὴν πτέρναν, ὡς αἱρεῖσθαι τὸ κάτωθεν αὐτοῦ μέρος, ὅπως ἄθλιπτός τε ἅμα καὶ διαπνεόμενος καὶ ἀθέρμαντος φυλάττοιτο.
23. Καὶ γὰρ πυρετοὶ ὑπεροξέες, ξυνεχέες, τρομώδεες, λυγγώδεες, γνώμης ἁπτόμενοι καὶ ὀλιγήμεροι κτείνοντές τε.
Ἐν τῷ σφακέλῳ τῆς πτέρνης ταῦτα γίγνεσθαί φησιν, οὐ διότι τὸ ὀστοῦν αὐτῆς διαφθείρεται· τούτῳ γὰρ οὐδὲν τῶν ἄνω συνυπάρχει κατὰ τὸν αὐτὸν λόγον ἰδίαν ἔχοντι περιγραφὴν ἐπί τε τὰ πέριξ αὐτῆς σώματά τε ψαύοντα καὶ
τὰ συμπεφυκότα μεταλαμβάνειν τοῦ κατ’ αὐτὴν πάθους. διὰ τοῦτο καὶ τῶν ἄνω τοῦ σώματος μερῶν αἱ κακώσεις γίγνονται. ὁ γοῦν τένων ὁ συμφυόμενος αὐτῇ φλεγμήνας εὔδηλον ὅτι καὶ τοὺς κατὰ γαστροκνημίας μῦς ὅλους εἰς συμπάθειαν ἄξει τὴν γένεσιν ἐξ αὐτῶν ἔχων. εἰ δ’ ἐκεῖνοι πάθοιεν οἱ μύες, ἕτοιμον ἤδη καὶ τοῖς εἰς τούτους διασπειρομένοις παθεῖν, ὥσπερ γε καὶ ταῖς ἀρτηρίαις· ἀλλὰ διὰ μὲν τὰς ἀρτηρίας ἡ καρδία συμπαθοῦσα, διὰ δὲ τῆς τῶν νεύρων οὐσίας ὁ ἐγκέφαλος. οὔσης οὖν τῆς καρδίας αὐτῆς τοῦ ἐμφύτου θερμοῦ πηγῆς, τοῦ δ’ ἐγκεφάλου καθ’ ἑαυτὸν μὲν ἔχοντος τὸ λογίζεσθαι, διὰ δὲ τῶν μυῶν κινεῖν τὰ μόρια τὰς προαιρετικὰς ὠνομασμένας κινήσεις ἀκόλουθόν ἐστι, πυρετὸν μὲν γίγνεσθαι διὰ τὴν καρδίαν, παραφροσύνας δὲ διὰ τὸν ἐγκέφαλον, τρόμους τε καὶ σπασμοὺς διὰ τοὺς μύας, λύγγας δὲ διὰ τὸν στόμαχον, ἐπειδὴ πλέον μετέχει νεύρων.
24. Γένοιτο δ’ ἂν καὶ φλεβῶν αἱμοῤῥόων πελιώσιες, ναυσιώσιες καὶ γαγγραινώσιες ὑπὸ τῆς πιέσιος, γένοιτο δ’ ἂν ταῦτα ἔξω τοῦ ἄλλου σφακελισμοῦ. ταῦτα μὲν οὖν εἴρηται οἷα τὰ ἰσχυρότατα θλάσματα γίνεται, ταῦτα μέντοι πλεῖστα ἡσυχαίως ἀμφιθλᾶται καὶ οὐδεμίη πολλὴ σπουδὴ τῆς μελέτης, ἀλλ’ ὅμως ὀρθῶς γε δεῖ χειρίζειν. ἐπὴν μέντοι ἰσχυρὸν δόξῃ εἶναι τὸ ἔρεισμα, τά τε εἰρημένα ποιέειν χρή.
Αἱμόῤῥους μὲν φλέβας ὀνομάζει τὰς μεγάλας, ἐπειδὴ διαιρουμένων αὐτῶν αἱμοῤῥαγίαι γίγνονται μὴ συμβαίνουσαι κατὰ τὰς μικράς. ὀλίγον τε γὰρ ἐπὶ τούτων ἐκχεῖται τὸ αἷμα καὶ ταχέως περιπήγνυται τοῖς χείλεσι τῆς διαιρέσεως ὃ βλαβήσεται. ναυσιώσεις ὠνόμασεν ἰδίως ἀπὸ τῶν ναυτιώντων καὶ διὰ τοῦτ’ ἐμούντων ποιήσας τοὔνομα. ναυσίαν γὰρ τὴν ναυτίαν ὀνομάζουσιν οἱ Ἴωνες καὶ σχεδὸν ἃς ἔμπροσθεν ἐκχυμώσεις ἐκάλεσε, ταύτας νῦν ναυσιώσεις
εἶπεν, ὅταν αἱ φλέβες ἀποπτύουσί τε καὶ οἷον ἐμοῦσιν ἐξ αὐτῶν αἷμα βαρυνόμεναι διά τε τὴν σφῶν αὐτῶν ἀσθένειαν, ἣν ἐκ τοῦ φλεγμαίνειν ἴσχουσι καὶ διὰ τὸ πλῆθός τε καὶ κακίαν αὐτοῦ τοῦ αἵματος. πρόδηλον γὰρ ὡς ἐν τῇ τοιαύτῃ διαθέσει διαφθείρεται. γαγγραινώσεις δὲ φλεβῶν εἶπε τὰς δι’ ὑπερβολὴν τῆς φλεγμονῆς αὐτῶν ἀκολουθούσας νεκρώσεις, τὰ δὲ πάντα φησὶ διὰ τὴν μοχθηρὰν ἐπίδεσιν, ἧς καὶ αὐτῆς ἐστι δύο κεφάλαια, τό τε χωρισθῆναι τὴν πτέρναν ὑπ’ αὐτῆς γυμνὴν γιγνομένην καὶ τὸ θλιβῆναι σφοδρῶς τὰ δεξάμενα τὰς ἐπιβολὰς τῶν ὀθονίων μόρια. μελέτης δὲ πρόδηλον ὅτι τῆς ἐπιμελείας λέγει κατὰ σύνηθες τοῦτο τοῖς Ἴωσι καὶ πολλάκις ἐπὶ τούτου σημαινομένου καὶ αὐτὸς ἐχρήσατο τῇ προσηγορίᾳ.
25. Καὶ τὴν ἐπίδεσιν τὴν πλείστην ποιέεσθαι ἀμφὶ τὴν πτέρνην περιβάλλοντα ἄλλοτε πρὸς τὰ ἄκρα ποδὸς ἀντιπεριβάλλοντα, ἄλλοτε πρὸς τὰ μέσα, ἄλλοτε πρὸς τὰ περὶ τὴν κνήμην. προσεπιδεῖν δὲ καὶ τὰ πλησίον πάντα καὶ
ἔνθεν καὶ ἔνθεν, ὥσπερ καὶ πρόσθεν εἴρηται, καὶ ἰσχυρὴν μὲν μὴ ποιέεσθαι τὴν πίεσιν.
Τὴν ἐναντίαν ἐπίδεσιν ἐπαινεῖ τὴν τοῖς πολλοῖς συνήθη, ἣν ἔμπροσθεν ἐμέμψατο, καθ’ ἣν ἐκ τῶν ἄλλων μερῶν τοῦ ποδὸς ἐπὶ τὴν φλέβα ἐκτείνεται τὸ αἷμα. προσήκει γὰρ ἐξ ἐκείνης τὰ ἄλλα τὴν περιουσίαν τῶν χυμῶν πτέρνης ἐπιδουμένης, ὡς ἐπὶ τῶν καταγμάτων ἔμπροσθεν ἐπέδειξε καὶ τὰς πλείστας ἐπιβολὰς τῶν ὀθονίων αὐτῆς λαβούσης καὶ ἰσχυρὴν μὲν μὴ ποιεῖσθαι τὴν πίεσιν.
26. Ἐν πολλοῖσι δὲ τοῖς ὀθονίοισιν.
Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ἀσφάλειαν τῆς ἐπιδέσεως ἢ τῇ πιέσει κελεύει ποιεῖν ἢ τῷ πλήθει τῶν ὀθονίων ἐργάζεσθαι τὴν ἀσφάλειαν οὕτως τῆς τάσεως ἰσχυρῶς.
27. Ἄμεινον δὲ καὶ ἐλλέβορον πιπίσκειν αὐθήμερον ἢ τῇ ὑστεραίῃ, ἀπολῦσαι δὲ τριταῖον καὶ αὖθις μετεπιδῆσαι.
Οὐ μόνον ἕνεκα τοῦ κενῶσαι τὸ περίττωμα δίδωσιν ἐλλέβορον, ἀλλὰ καὶ τῆς ἀντισπάσεως χάριν. εὔδηλον γὰρ ὅτι τὸν λευκὸν δίδωσιν ὃς ἐμέτους κινεῖ φθάνων εἰς τὴν ἄνω γαστέρα ἐξ ὅλου τοῦ σώματος ἐπισπᾶσθαι, πλὴν εἰς τὰς τῶν ἐντέρων ἕλικας αὐτὸν κατενεχθῆναι. ὅτι δὲ τὸν λευκὸν ἐλλέβορον δίδωσι κἀξ ὦν ἐπιφέρει δῆλον. ἐφεξῆς μὲν γάρ φησιν, ἀλλ’ εἰ μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται. τὸ μὲν δὴ κενοῦσθαι τὰ περιττὰ τῶν οὕτως ἐχόντων, ἀντισπᾶσθαι δὲ πρὸς τἀναντία μόρια τῶν πεπονθότων τοὺς χυμοὺς, ὅτι μεγάλως ὠφελεῖ δῆλον. εἰ δὲ δι’ ἐλλεβόρου λευκοῦ τοῦτο ποιητέον, οὐκέτι δῆλον. εἴωθε γὰρ ἐνίοτε πνίγειν, ὅταν χυμοὺς παχεῖς ἢ γλίσχρους ἐν αὑτῷ πολλοὺς τὸ σῶμα περιέχει, διὸ καὶ προδιαλύομεν αὐτοὺς
τῇ λεπτυνούσῃ διαίτῃ χρώμενοι, περὶ ἧς ὅλον ἔχεις ἡμέτερον ὑπόμνημα. τὸ τοίνυν διδόναι τὸν ἐλλέβορον ἄνευ τοῦ προδιαιτῆσαι σφαλερὸν, ἀδήλου γε ὄντος ἐπὶ πολλῶν ὁποίους ἔχει τὸ σῶμα χυμούς. ἴσως οὖν ἐπὶ τῶν τότε σωμάτων ἀκινδύνως ἐχρῆτο τῷ λευκῷ ἐλλεβόρῳ διὰ τὴν δίαιταν ὧν ἐθεράπευεν ἀνθρώπων, οὐκ ἀπολαυστικὴν καὶ ἀργὸν οὖσαν, ἀλλ’ ἐν πόνοις μὲν πολλοῖς, ἐδέσμασι δὲ ὀλίγοις, ὡς μὴ πάχος ἀθροίζεσθαι χυμῶν. ἴσμεν γὰρ ὅτι τοὺς τοιούτους ἀργίαι τε καὶ πλησμοναὶ γεννῶσιν. εἰ δὲ καὶ τὴν ἰσχὺν ἐννοήσεις τῶν τότε σωμάτων ἐκ τῆς εἰρημένης διαίτης γιγνομένην, ἔτι καὶ μᾶλλον αὐτῷ συγχωρήσεις ἐλλέβορον αὐτοῖς διδόναι, δυναμένων γε τῶν τότε ἀνθρώπων ἀντέχειν πρὸς τὰς τῶν ἐμέτων ταλαιπωρίας.
28. Σημεῖα δὲ τάδε ἢν παλιγκοταίνει ἢ οὔ. ἐπὴν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν καὶ τὰ μελάσματα καὶ τὰ ἐγγὺς
ἐκείνων ὑπέρυθρα γίνεται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι.
Τὰ κακοήθη παθήματα παλίγκοτα καλεῖ καὶ τὸ παλιγκοταίνειν τὸ οἷον πάλιν κακοηθεύεσθαι. σημεῖα δέ σε διδάσκει τῆς κακοηθείας τῶν προκειμένων ὑπὲρ ὦν ὁ λόγος, ἅτινα σημεῖα τὸ κεφάλαιον ἔχει φλεγμονῆς γένεσιν, ἣ ἀντὶ παντὸς ἐφυλάττετο μὴ γενέσθαι. πάσης οὖν φλεγμονῆς ἐρυθρότερόν τε καὶ σκληρότερον ἐργαζομένης τὸ δέρμα, τούτων οὐδ’ ἕτερον χρὴ γενέσθαι κατὰ τὰ πεπονθότα μόρια. μαλακὰ δὲ εἶναι καὶ ὑπόχλωρα τὰ ἐκχυμώματα δεῖ. βούλεται γὰρ ἐκπυΐσκειν αὐτὰ χωρὶς φλεγμονῆς, ὥστε τοῦ μὲν μὴ φλεγμαίνειν ἐστὶ σημεῖον, εἰ μαλακότης μὲν ὑπάρχει τοῖς μέλεσιν, ἐρυθρότης δὲ οὐχ ὑπάρχει. τοῦ δὲ μὴ ἐκπυῆσαι τὸ οὐδ’ ἕτερον ἔχειν χρῶμα, μήτε τὸ ἐρυθρὸν μήτε τὸ μέλαν. τὸ μὲν γὰρ ἐρυθρὸν φλεγμαίνειν αὐτὰ, τὸ δ’ ὅλως ἤδη μέλαν μήτε κρατεῖσθαι μήτε πέττεσθαι ὑπὸ τῆς φύσεως, ἀλλά γε θρόμβος τὸ αἷμα. τοῦτο γὰρ αὐτῷ συμβαίνει χρονιζομένῳ,
κἂν ἐντὸς τοῦ σώματος ἐκχυθῇ, κἀνταῦθα μὲν οὐδέποτ’ ἐκπυΐσκεται, κατὰ δὲ τὸ σῶμα κρατούσης μὲν τῆς φύσεως εἰς πῦον μεταβάλλει, μὴ κρατούσης δὲ σήπεται τὸν αὐτὸν τρόπον ὥσπερ ἐκτὸς ἢ καὶ μᾶλλον, ὅτι θερμόν ἐστι τὸ χωρίον ἐν ᾦ περιέχεται.
29. Ἀλλ’ ἢν μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται, καὶ ὅσα μὴ ξυνεχῆ πυρεταίνηται· ἢν δὲ ξυνεχῆ πυρεταίνηται, μὴ φαρμακεύειν. ἀπέχειν δὲ σιτίων καὶ ῥοφημάτων, ποτῷ δὲ χρῆσθαι ὕδατι καὶ μὴ οἴνῳ, ἀλλὰ ὀξυγλυκεῖ.
Σύνηθες αὐτῷ τὸ φαρμακεύειν οὐκ ἐπὶ πάσης προσφορᾶς φαρμάκου λέγειν, ἀλλ’ ἐπὶ τῆς τῶν καθαιρόντων μόνης. ἐκέλευσε δὲ νῦν ἐλλέβορον αὐθημερὸν ἢ τῇ ὑστέρῃ διδόναι, πρὶν ἄρξασθαι φλεγμαίνειν δηλονότι τὰ μόρια καὶ πυρέττειν τὸν ἄνθρωπον. εἰ δὲ πυρετῆναι φθάσειεν, εἰ δὲ
γε συμφέρει χρῆσθαι πεπονθότων νευρωδῶν μορίων. ἅπτεται γὰρ αὐτῶν τὸ ὄξος, ὡς ἥ τε πεῖρα διδάσκει καὶ αὐτός σοι ἐδήλωσεν· ἀλλ’ ἐφ’ ὦν ἐστὶν ὀξυμέλιτος χρεία ἐδίδαξέ σε κατὰ τὸ περὶ διαίτης ὀξέων, ὃ τινὲς μὲν ἐπιγράφουσι πρὸς τὰς κνιδίας, οὐκ ὀρθῶς, ἔνιοι δὲ περὶ πτισάνης, οὐδ’ οὗτοι καλῶς.
30. Ἢν δὲ μὴ μέλλῃ παλιγκοταίνειν, τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περιέχοντα ὑπόχλωρα γίνεται καὶ μὴ σκληρά.
Ἤδη ταῦτα δεδήλωται δυνάμει δι’ ἐκείνης τῆς λέξεως ἐν ᾖ φησὶν, ἢν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν καὶ τὰ μελάσματα καὶ τὰ ἐγγὺς ἐκείνων ὑπέρυθρα γίγνεται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι· τῷ γὰρ ὑπόσκληρά τε καὶ ὑπέρυθρα ἀντικείμενα νῦν γράφει τὰ ὑπόχλωρα καὶ μὴ σκληρά. γίγνεται μὲν τὰ μὲν ὑπόχλωρα κατὰ μικρὸν ὑποστρεφομένου καὶ γενομένου τοῦ πύου· τὰ δὲ μὴ σκληρὰ,
διότι μὴ φλεγμαίνει μεγάλως τὰ μόρια. τοῦτο γὰρ ἦν τὸ αἴτιον καὶ τοῦ μεταβάλλειν εἰς πῦον τὸ παρεγκεχυμένον αἷμα.
31. Ἀγαθὸν τοῦτο τὸ μαρτύριον ἐν πᾶσιν ἐκχυμώμασιν τοῖσι μὴ μέλλουσιν παλιγκοταίνειν.
Ἀγαθὸν μὲν εἶπεν ἐν ἴσῳ τὸ ἀσφαλὲς καὶ βέβαιον καὶ ἀληθὲς καὶ διηνεκές. μαρτύριον δ’ ἀντὶ τοῦ σημεῖον, ἐπειδὴ μαρτυρεῖ καὶ πιστοῦται τὴν δόξαν ἡμῶν, ἣν ἐν τῷ προκειμένῳ γράμματι διδάσκει νῦν ὁ Ἱπποκράτης, φησὶ δ’ οὐ μόνον ἐπὶ τῶν κατὰ τὴν πτέρναν ἐκχυμωμάτων ἀσφαλὲς τὸ εἰρημένον σημεῖον, ἀλλὰ κἀπὶ τῶν ἄλλων ἁπάντων εἰκότως. οὐ γὰρ ἐκ τῆς τῶν τῇδε μορίων ἐνδείξεως, ἀλλ’ ἐξ αὐτοῦ τοῦ ἐκχυμώματος ἐγνώσθη. κίνδυνος μὲν οὖν οὐκ ἴσον ἡ κακοήθεια τῶν ἐκχυμωμάτων ἐπάξει· κατὰ γὰρ τὴν τῶν μορίων φύσιν ἐν οἷς γίγνεται διαφορά τις αὕτη προσέρχεται, τήν γε μὴν γένεσιν οὐκ ἐκ τῶν μορίων, ἀλλ’ ἐκ
τοῦ μὴ διαπυΐσκεσθαι τὸ παρεγκεχυθὲν αἷμα λαμβάνει. οὐ διαπυΐσκεται δὲ φλεγμονῆς μεγάλης ἐπιγινομένης, ἤτοι διὰ τὴν μοχθηρίαν τῆς ἐπιδέσεως ἢ διὰ τὴν τῶν χυμῶν κακοήθειάν τε καὶ πλῆθος, ἣν ὁ μὲν ἐπηνόρθου τῇ διὰ τῆς φαρμακείας κενώσει, ἡμεῖς δὲ τῇ φλεβοτομίᾳ. καὶ θαυμάζω πῶς οὐκ ἀρκεῖται ταύτῃ μόνῃ, καίτοι γιγνώσκων τε καὶ χρώμενος ἐπὶ τῶν τοιούτων αὐτῇ. λέγει γοῦν ἐν τῷ περὶ ἄρθρων αὐτός· ὁπόταν τὰ περὶ ταῖς πλευραῖς θλάσματα θεραπεύει σὺν τοῖς ἄλλοις οἷς ἀξιοῖ ποιεῖν καὶ τόδε, φλέβα τε τὴν κατ’ ἀγκῶνα τέμνεσθαι.
32. Ὅσα δὲ σὺν σκληρύσμασι πελιοῦται κίνδυνος μὲν μελανθῆναι.
Καὶ τὸ κατὰ τῆς γῆς ἐκχεόμενον αἷμα ποτὲ μὲν ἄχρι πολλοῦ διαμένει, ποτὲ δὲ ξανθότερον γίγνεται, ποτὲ δὲ ἐπὶ τὸ μελάντερον τρέπεται, καί ποτε σαφῶς γίγνεται μέλαν. εἰκὸς μὲν οὖν καὶ διὰ τὸ ὑπερέχον ἤτοι γ’
πρὸς δὲ τὴν τοῦ πυρὸς χρόαν ἐρχόμενα λευκότερα γίγνεται. τεφρώδης γάρ ἐστιν ἡ τοῦ πύου χρόα. νῦν οὖν ὁ Ἱπποκράτης διδάσκει σε διορισμὸν ἐπὶ τοῖς ἐκχυμώμασιν ὀφθεῖσι πελιδνοῖς· ἐὰν μὲν γὰρ κατὰ σκληρότητα, αὐτοῖς τοῦθ’ ὑπάρχει, φλεγμαίνει τὰ μόρια, χωρὶς δὲ σκληρότητος ἀφλέγμαντον διαμένει. τὰ μὲν οὖν ἀφλέγμαντα τὴν φύσιν ἐῤῥῶσθαι δηλοῖ καὶ τὸ τῶν φλεβῶν ἐκκεχυμένον αἷμα πεφθήσεσθαι καὶ πῦον ἔσεσθαι, τὰ δὲ φλεγμαίνοντα ἀῤῥωστίαν τῆς φύσεως διὰ τὴν ἀσθένειαν τῶν φλεγμαινόντων μορίων καὶ διὰ τὸ πλῆθος τοῦ περιεχομένου κακοχύμου μὴ πέττειν τὸ ἐκχύμωμα μήτε ἐκπυΐσκειν. λείπεται οὖν αὐτὸ μελανθῆναί τε καὶ διαφθαρῆναι.
33. Τὸν δὲ πόδα ἐπιτηδεύειν χρὴ ὅκως ἀνωτέρω τοῦ ἄλλου σώματος ἔσται τὰ πλεῖστα ὀλίγον. ὑγιὴς δ’ ἂν γένοιτο ἐν ἑξήκοντα ἡμέρῃσιν, εἰ ἀτρεμέοι.
Εἰς μὲν τὸν ταπεινότερον πόδα τὸ ἐκ τοῦ σκέλους ἐπιῤῥέον αἷμα γεννήσει φλεγμονὴν, εἰς δὲ τὸν ὑψηλότερον οὐδὲν μὲν ἐπιῤῥεῖ καὶ διὰ τοῦτο πάντως αὐτὸν ὑψηλότερον θετέον, οὐ μὴν πολλῷ γε. προσέρχεται γὰρ ὀδύνη τῇ τοιαύτῃ θέσει χρονιζομένῃ, τὰ δ’ ὀδυνώμενα φλεγμαίνει. ὅρος γοῦν τῆς ὑψώσεως τοῦ ποδός ἐστι τὸ ἀνώδυνον σχῆμα. τοῦτο δ’ εὑρήσεις εἰ πειραθείη τηνικαῦτα τεινόμενον, ὅταν ὀλίγον ὑψωθῇ τὸν πόδα.
34. Ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, τῇ μὲν συχνῷ λεπτότερον τὸ ἕτερον τοῦ ἑτέρου, τῇ δὲ οὐ πολλῷ λεπτότερον.
Ἡ λέξις δ’ αὐτὴ μαρτυρεῖν δόξει τοῖς φάσκουσι καὶ πῆχυν καὶ βραχίονα καὶ κνήμην καὶ μηρὸν ὑφ’ Ἱπποκράτους ὀνομάζεσθαι μὴ τὸ συγκείμενον ἅπαν ἔκ τε τῶν ὀστῶν καὶ τῶν ἀμφ’ αὐτὰ σωμάτων, ἀλλὰ μόνα τὰ ὀστᾶ, οὐ μὴν ὅτι γε οὐ μόνον οὕτως λέγεται δηλοῦται διὰ τῆς λέξεως,
ἀλλ’ ὅτι καὶ οὕτως ὡς ἐγχωρεῖ διττὸν ἀπ’ αὐτοῦ λέγεσθαι τὰ τοιαῦτα πάντα καθάπερ ὑπέλαβον εἶναι οἱ ποτὲ μὲν ἐπὶ τῶν ὀστῶν μόνον τιθέντες αὐτῶν τὴν προσηγορίαν, ποτὲ δὲ συμπεριλαμβάνοντες καὶ τὰ περικείμενα πάντα, ὥστε κνήμην ὀνομάζεσθαι τὸ μεταξὺ τῆς κατὰ γόνυ διαρθρώσεως. ὅτι δὲ δυοῖν ὀστῶν ἐνταῦθα τὸ μὲν ἕτερον ἀμφοῖν ὀνομάζεται κνήμη, τὸ δ’ ἕτερον περόνη, καὶ ὅτι πλατύτερον μέν ἐστιν ἡ κνήμη, λεπτότερον δὲ ἡ περόνη, καὶ ὅτι τὸ μέσον μὲν καὶ ἄσαρκον ἐν ὅλῳ τῷδε τῷ μορίῳ κατὰ μῆκος ἐκτεταμένον ἄνωθεν κάτω ἐπὶ τῶν ἰσχνῶν φαινόμενον, ὅπερ ἀντικνήμιον ὀνομάζουσι τῆς κνήμης ἐστὶ μέρος, οὐ τῆς περόνης, ὅσα τ’ ἄλλα τῶν ὀστῶν ἐπίστασθαι προσήκει, λέλεκται πάντα κατὰ τὸ περὶ τῶν ὀστῶν ἡμέτερον ὑπόμνημα τοῖς εἰσαγομένοις γραφέν.
35. Ξυνέχεται δὲ ἀλλήλοισι τὰ πρὸς τοῦ ποδὸς καὶ ἐπίφυσιν κοινὴν ἔχει.
Τοῦ κοινὴν ὀνόματος οὐχ οὕτως προσῆκεν ἀκούειν, ὡς συνεχῆ λέγοντος αὐτοῦ τὴν ἐπίφυσιν εἶναι καὶ μίαν ἀκριβῶς, ἀλλ’ ὡς ἐζευγμένων ἀμφοτέρων τῶν ἐπιφύσεων καὶ συνεχομένων εἰς ἑνὸς τὴν φαντασίαν. οὐδενὸς γὰρ ἀλλήλαις κοινωνοῦσιν αἱ ἐπιφύσεις, ὡς μίαν δοκεῖν εἶναι. τὰ γυμνὰ δ’ αὐτῶν μόρια τὰ τελευταῖα περιφερῆ κατὰ τὸ σχῆμα καλεῖται μὲν οὐκ ὀρθῶς ὑπό τινων ἀστράγαλον. συνεχὴς γὰρ τένων τὸν ἀστράγαλον ἔχων ἔνδον, ὡς καὶ δι’ αὐτοῦ οὕτω· κατακρυπτόμενος ἀφανής ἐστι καὶ πρὸς τὴν ἁφὴν καὶ πρὸς τὴν ὄψιν.
36. Ἐν ἰθυωρίῃ δὲ τῆς κνήμης οὐ ξυνέχεται.
Οὐ συνέχεται τὰ προειρημένα δύο ὀστᾶ τῆς κνήμης κατὰ τὴν εὐθύτητα τῆς κνήμης, ὅπερ ἐστὶ κατὰ τὸ μῆκος οὐ συνέχεται, τουτέστιν οὐχ ἅπτεται κατὰ τοῦτ’ ἀλλήλων οὔτε συνδεῖται.
37. Τὰ δὲ πρὸς τοῦ μηροῦ ξυνέχεται καὶ ἐπίφυσιν ἔχει καὶ ἡ ἐπίφυσις διάφυσιν.
Πολλαπλάσιόν ἐστι τῷ πάχει τὸ τῆς κνήμης πέρας ἐν τῇ κατὰ γόνυ διαρθρώσει τοῦ τῆς περόνης, ὥστε καὶ ἡ ἐπίφυσις ὅλη σοι δόξει τῆς κνήμης εἶναι, κατὰ δὲ τὸ ἔξω πέρας αὐτῆς ὑπερήρεισται ἡ περόνη. διάφυσιν δ’ ἔχει, φησὶ, τὴν ἐν τῷ μέσῳ γεννωμένην ὑπεροχὴν νευροχονδρώδη διάφυσιν εἰπών. διορίζει δ’ αὐτὴ τοὺς ἐπιβαίνοντας τῇ κνήμῃ κονδύλους. καταπαλαιουμένους τῶν ὀστῶν ἐπὶ τῶν νεκρῶν σωμάτων ἀποσήπεται πολλάκις, ὡς ἀπατηθῆναί τινα, καὶ δόξει ψεῦδος εἰρῆσθαι πρὸς Ἱπποκράτους ὑπὲρ αὐτῆς ἀλόγως γε τῶν προσφάτων ἁπάντων φαίνεται.
38. Μακρότερον δὲ τὸ ἕτερον ὀστέον σμικρῷ τὸ κατὰ τὸν σμικρὸν δάκτυλον. ἡ μὲν φύσις τοιαύτη τῶν ὀστέων τῶν ἐν τῇ κνήμῃ.
Μακρότερον ὅπερ ἐγὼ γράφειν οὕτως ἀξιῶ, μικρότερον δ’ ἐστὶ τὸ ἕτερον ὀστοῦν κατὰ σμικρὸν δάκτυλον, καὶ εἰ οὕτως ἔγραψεν αὐτὸς ὁ Ἱπποκράτης, οὕτως πέπειστο τὴν κατὰ τὸ γόνυ τῆς κνήμης ἐπίφυσιν κοινὴν ἀμφοτέρων εἶναι ὀστῶν, οὐ μόνης τῆς κνήμης, ἁπλῶς ἔσται μακρότερον καὶ οὐ κατὰ τὸ κάτω πέρας μόνον.
39. Ὀλισθαίνει δὲ ἔστιν ὅτε τὰ πρὸς τοῦ ποδὸς, ὁτὲ μὲν ξὺν τῇ ἐπιφύσει ἀμφότερα τὰ ὀστέα, ὁτὲ δὲ ἡ ἐπίφυσις ἐκινήθη, ὁτὲ δὲ τὸ ἕτερον ὀστέον.
Ἔνιοι τῶν ἰατρῶν οἴονται τὸ ἐξαρθρεῖν λέγεσθαι κατὰ τῶν ἐξισταμένων τελέως ὀστῶν. τὸ δὲ ὀλισθαίνειν ἐπὶ τῶν παραρθρούντων μὲν, οὐ μὴν παντάπασί γε ἐκπιπτόντων τῆς φυσικῆς διαρθρώσεως, οὐδὲ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον ἐν τῷ περὶ ἄρθρων ἔχον οὕτως. ὤμου δ’ ἄρθρον
ἕνα τρόπον οἶδα ὀλισθάνον τὸν ἐς τὴν μασχάλην· ὅλη γὰρ ἡ κεφαλὴ τοῦ βραχίονος ἀποχωρεῖ τῆς κοιλότητος, ᾗ διήρθρωται μὴ δυναμένης γενέσθαι βραχείας παραρθρήσεως, καθάπερ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ τὴν αἰτίαν προσθεὶς, ἣν ὅταν ἐπ’ ἐκεῖνο τὸ βιβλίον ἀφικώμεθα μαθησόμεθα.
40. Ταῦτα δ’ ὀχλώδεα μὲν ἧσσον ἢ τὰ ἐν τῷ καρπῷ τῶν χειρέων, εἰ τολμῷεν ἀτρεμέειν οἱ ἄνθρωποι. ἴησις δὲ παραπλησίη οἵηπερ ἐκείνῳ, τήν τε γὰρ ἐμβολὴν χρὴ ποιέεσθαι ἐκ κατατάσιος ὥσπερ ἐκείνων, ἰσχυροτέρης δὲ δεῖται τῆς κατατάσιος, ὅσῳ ἰσχυρότερον τὸ σῶμα ταύτῃ. ἐς τὰ πλεῖστα μὲν γὰρ ἀρκέουσιν ἄνδρες δύο, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν τείνοντες. ἢν δὲ μὴ ἰσχύουσι, ἰσχυροτέρην ῥηίδιόν ἐστι ποιέειν τὴν κατάτασιν.
Οὐ μόνον τῶν ἐν τῷ καρπῷ τῆς χειρὸς ἧσσόν ἐστιν ὀχλώδη, ἀλλὰ καὶ τῶν ἐν τῷ ποδὶ πολὺ μᾶλλον. ἐπεὶ δὲ
κοινὴν τὴν διδασκαλίαν ἐποιήσατο τὴν κατὰ τὸν πόδα καὶ ἄκραν τὴν χεῖρα, διὰ τοῦτο ἤρκεσεν αὐτῷ μνημονεῦσαι τοῦ ἑτέρου τῶν μορίων, ὃ πρῶτόν ἐστι τῆς κνήμης καὶ τοῦ ποδὸς κατ’ εὐθεῖαν. ὅσον γὰρ ἀπολείπεται τῶν κατὰ τὸν πόδα καὶ μάλιστα τῶν κατὰ τὴν πτέρναν ἐστὶν ὀχλωδεστέρα μικρὸν ἔμπροσθεν αὐτὸς εἶπεν.
41. Ἢ γὰρ πλήμνην κατορύξαντα χρὴ ἢ ἄλλο τι ὅ. τι τούτῳ ἔοικε μαλθακόν τι περὶ τὸν πόδα περιβάλλειν, ἔπειτα πλατέσι βοείοισιν ἱμᾶσι περιδήσαντα τὸν πόδα τὰς ἀρχὰς τῶν ἱμάντων ἢ πρὸς ὕπερον ἢ πρὸς ἕτερον ξύλον προσδήσαντας τὸ ξύλον πρὸς τὴν πλήμνην ἄκρον ἐνθέντα ἀνακλᾷν. τοὺς δ’ ἀντιτείνειν ἄνωθέν τε τῶν ὤμων ἐχομένους καὶ τῆς ἰγνύης.
Ξύλον τι κατορύττειν ἀξιοῖ δυνάμενον ὑποδέξασθαι πέρας μοχλοῦ, δι’ οὗ τὴν κατάτασιν τοῦ κώλου μέλλει ποιεῖσθαι.
γιγνώσκεν δὲ οἶμαί σε τὴν καλουμένην χοινικίδα τοῦ τρόχου πλήμνην ὑπὸ τῶν Ἰώνων λέγεσθαι, καὶ γὰρ παρὰ τῷ ποιητῇ τοὔνομά ἐστι. τὴν δ’ εὐπορίαν τῶν εἰς τὰς θεραπείας χρησίμων ἀσκεῖν ἀεὶ συμβουλεύων ὁ Ἱπποκράτης ἐμνημόνευσε καὶ νῦν τῆς πλήμνης ἐν ἅπασι τόποις ὑπ’ ἀνθρώπων οἰκουμένος εὐπορῆσαι δυναμένων ἡμῶν αὐτῆς, ὥσπερ καὶ τῷ ὑπέρῳ πρὸς τὴν ἐνεστῶσαν κατάστασιν ἀντὶ μοχλοῦ χρῆται. καὶ τίνα δὲ τρόπον αὐτοῖς προσήκει χρῆσθαι σαφῶς αὐτὸς ἐδήλωσε διὰ τῆς ἰδίας λέξεως τοῖς προσέχουσι τὸν νοῦν αὐτῷ.
42. Ἔστι δὲ καὶ τὸ ἄνω τοῦ σώματος ἀνάγκη προσλαβεῖν.
Τὰς ἰσχυρὰς ἀντιτάσεις ἀνάγκας εἴρηκε τὸ βίαιον αὐτῶν ἐνδείξασθαι βουλόμενος.
43. Τοῦτο μὲν ἢν βούλῃ ξύλον στρογγύλον λεῖον κατορύξας βαθέως, μέρος τι αὐτοῦ ὑπερέχον τοῦ ξύλου μεσηγὺ τῶν σκελέων ποιήσασθαι παρὰ τὸν περίνεον, ὡς κωλύῃ ἀκολουθέειν τὸ σῶμα τοῖσι πρὸς ποδῶν τείνουσιν.
Ὀρθὸν τοῦτο τὸ ξύλον ἵστησιν ἀσφαλῶς ἐστηριγμένον, ὅπως ὁ κατατεινόμενος, ὡς προείρηται, μὴ συνακολουθῶν τῇ κατατάσει μέσον τῶν δύο σκελῶν ἡδρασμένου τοῦ ξύλου κατὰ τὸν περίνεον, οὕτω δ’ ὀνομάζεται τοῦ σώματος ἡμῶν ἐκεῖνο τὸ μέρος ὃ μεταξὺ τῆς ἕδρας ἐστὶ καὶ τῆς ἀρχῆς τοῦ αἰδοίου.
44. Ἔπειτα πρὸς τὸ τεινόμενον σκέλος μὴ ῥέπειν. τὸν δέ τινα πλάγιον παρακαθήμενον ἀπωθέειν τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα.
Κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἐφεξῆς τῆς προγεγραμμένης ῥήσεως αὕτη γέγραπται, δυναμένης τῆς ὅλης διανοίας
σώζεσθαι χωρὶς αὐτῆς. βούλεται γὰρ μέσον τῶν δύο σκελῶν ὀρθὸν στηρίξας τὸ ξύλον οὕτως κατατείνειν τὸ πεπονθὸς σκέλος ἀντωθοῦντός τινος ἄνω τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα ταύτῃ καὶ γιγνόμενον ἑτερόῤῥοπον ἕπεσθαι συγχωρεῖ τὸ σκέλος τῷ κατατείνοντι. τοῦτο γὰρ εἰ γένοιτο, τὴν κατάτασιν ἐκλυθῆναι συμβήσεται.
45. Τοῦτο δὲ καὶ ἢν περὶ τὰς μασχάλας ἔνθεν καὶ ἔνθεν τὰ ξύλα παραπέπηγεν, αἱ δὲ χεῖρες παρατεταμέναι φυλάσσονται, προσεπιλαμβανέτω δέ τις κατὰ γόνυ, καὶ οὕτως ἀντιτείνοιτο.
Ἄλλην ἐπίνοιαν αὐτῶν διδάσκει σε καθ’ ἣν οὐκ ἀκολουθήσει τὸ λοιπὸν σῶμα τῷ κατατεινομένῳ μέρει τοῦ κώλου, τὸ παρ’ ἑκατέρᾳ τῇ μασχάλῃ καταπηγνύμενον ξύλον, ὃ ἀντιστηρίζον τε καὶ ἀντερεῖδον τῷ σώματι κωλύει τὸν ἄνθρωπον ἕπεσθαι τῇ πρὸς τὰ κάτω μέρη γιγνομένῃ τάσει.
χρὴ δ’ ὅμως καὶ νῦν αὐτὸ τὸ κατατεινόμενον σκέλος ἰδίᾳ πάλιν ἀντιτείνειν ἄνω κατὰ γόνυ τὸν ἀνάτασιν ποιούμενον.
46. Τοῦτο δ’ ἢν παρὰ τὸ γόνυ βούληται, ἄλλους ἱμᾶντας περιδήσας καὶ περὶ τὸν μηρὸν, πλήμνην ἄλλην ὑπὲρ κεφαλῆς κατορύξας ἐξαρτήσας τε τοὺς ἱμᾶντας ἔκ τινος ξύλου τὸ ξύλον στηρίζων ἐς τὴν πλήμνην.
Εἰ ἑλκόντων ἄνω τὸ σκέλος ἐπιτρέψει τὴν ἀντίτασιν, ἔστι σοι διὰ περιθέσεως ἱμάντων αὐτὸ ποιῆσαι, τὰς ἀρχὰς αὐτῶν ἄνω τοῦ σώματος ἀγαγόντα, κἄπειτ’ ἐντεῦθεν περιβάλλοντα μοχλῷ. χρὴ δὲ δηλονότι τοῦ μοχλοῦ τὸ πρὸς τῇ γῇ στηριζόμενον πέρας ὑποβεβλημένον ἔχειν τι κοῖλον. οἷά περ ἐστὶν ἡ πλήμνη τοῦ τρόχου, πρὸς ἣν ἀντερείδων ὁ μοχλὸς ἐργάσεται πρὸς τἀναντία τὴν τάσιν.
47. Τἀναντία τῶν πρὸς ποδῶν ἕλκειν.
Εἴπερ ἐγέγραπτο πρὸς τἀναντία, τί ἀσαφὲς ἂν ἦν, ὥσπερ κατὰ τὴν διάνοιαν τὸ λεγόμενον, οὕτω καὶ κατὰ τὴν λέξιν. ἐπεὶ δὲ τἀναντία γέγραπται, ἢ λείπειν νομιστέον ἐξ ἀρχῆς ὑπὸ τοῦ βιβλιογράφου παραλελειμμένην τὴν εἰς τὸ πρόσθεν ἢ αὐτὸν Ἱπποκράτην κατὰ προαίρεσιν, ὡς ἰσοδυνάμως, ἢ κεχρῆσθαι τῇ φωνῇ τἀναντία ἢ οἷον ἐπίῤῥημα εἰρηκέναι τἀναντία, ὡς εἰ καὶ ἐναντίως ἔλεγε.
48. Τοῦτο δ’ ἢν βούλῃ ἀντὶ τῶν πλημνέων δοκίδα ὑποτείνας ὑπὸ τὴν κλίνην μερίην, ἔπειτα πρὸς τῆς δοκίδος, ἔνθεν καὶ ἔνθεν τὴν κεφαλὴν στηρίζων καὶ ἀνακλῶν τὰ ξύλα κατατείνειν τοὺς ἱμᾶντας.
Δύο πλῆμναι πρόσθεν αὐτῷ καὶ δύο μοχλοὶ τὴν ἀντίτασιν ἐργάζονται, μίαν ἣν ὑποκάτω τοῦ κατατεινομένου σκέλους, ἑτέραν δὲ ὑπεράνω τῆς κεφαλῆς. ἐπεὶ δὲ, ὥσπερ ἔφην, ἀσκεῖν ἡμᾶς ἀξιοῖ τὴν εὐπορίαν τῶν ἰαμάτων, ἑτέραν ἐπίνοιαν ἑαυτοῦ διδάσκων γυμνάζει σε πρὸς τὴν τῶν ὁμοίων εὕρεσιν. εἰ γὰρ αἱ πλῆμναι μὴ παρεῖεν, ὑποτείνας ξύλον μακρὸν κατὰ τὸ μῆκος τῆς κλίνης, ἐφ’ ἧς ὁ θεραπευόμενος κατάκειται· τὰ μὲν ἄλλα ταῦτα τοῖς ἔμπροσθεν πράξεις περιβάλλων τοὺς ἱμᾶντας ὁμοίως οἷς ἐδίδαξε τὸ ποῖα τοῦ σώματος ἐξαρτήσεις τε καὶ διὰ τῶν ξύλων, δι’ ὧν αὐτοὺς μοχλεύσεις, ἀντὶ δὲ τῶν πλημνῶν ἔτι χρήσῃ τοῖς τοῦ μακροῦ ξύλου πέρασιν, ἃς κεφαλὰς ὀνομάζουσι τὴν ἀντέρεισιν τῶν μοχλευόντων ξύλων πρὸς ἐκεῖνα ποιούμενος ὑπερέχοντα τῆς κλίνης σύμμετρον ἑκατέρωθεν, ἔκ τε τῶν πρὸς τῇ κεφαλῇ καὶ τῶν πρὸς τοῖς ποσὶ μερῶν. δοκίδα δὲ τὸ ὑποτεινόμενον κατὰ τὸ μῆκος τῇ κλίνῃ ξύλον ὠνόμασεν, εἰ καὶ μικρὰν εἶπε δοκόν.
49. Ἢν δὲ θέλῃς ὀνίσκους καταστήσας ἔνθεν καὶ ἔνθεν ἐπ’ ἐκείνων τὴν κατάτασιν ποιέεσθαι, πολλοὶ δὲ καὶ ἄλλοι τρόποι κατατασίων.
Τοὺς ἄξονας αὐτοὺς ὄνους εἴωθε καλεῖν, ὥσπερ καὶ τὸ λέγειν ὄνου τε περιαγωγήν. νῦν οὖν τοὺς μικροὺς ἄξονας ὀνίσκους εἴρηκεν ὑποκοριστικῶς, ὥσπερ ἐν τῇ προγεγραμμένῃ ῥήσει τὴν μικρὰν δοκὸν δοκίδα. χρὴ γάρ σε μὴ μόνον ἠσκῆσθαι πρὸς τὴν τῶν εὐπορίστων ἐπίνοιάν τε καὶ χρῆσιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν παρ’ ἰατροῖς παρεσκευασμένων ὀργάνων πρὸς τὰς τοιαύτας ἀντιτάσεις. ἄξονας οὖν θεὶς οὐ κατὰ τὸ μῆκος τοῦ σώματος, ἀλλ’ ἐγκαρσίαν, ὡς ἐκεῖνο, θέσιν ἔχον ἔνθεν καὶ ἔνθεν τοῦ θεραπευομένου σώματος, ὅπερ αὐτὸ σημαίνει, κάτωθεν μὲν τῶν ποδῶν τὸν ἕτερον, ἄνωθεν δὲ τῆς κεφαλῆς τετάχθαι τὸν ἕτερον, ἔπειτα δὲ περιβάλλων τῶν ἱμάντων τὰς τελευτὰς τοῖς ἄξοσιν ἐκ τῆς
ἐκείνων περιαγωγῆς τὴν ἀντίτασιν ἐργάσῃ τοῦ θεραπευομένου σκέλους.
50. Ἄριστον δὲ ὅστις ἐν πόλει μεγάλῃ ἰητρεύει κεκτῆσθαι ἐσκευασμένον ξύλον, ἐν ᾧ πᾶσαι ἀνάγκαι ἔσονται, πάντων μὲν κατηγμάτων, πάντων δὲ ἄρθρων ἐμβολῆς ἐκ κατατάσιος καὶ μοχλεύσιος. ἀρκέει δὲ τὸ ξύλον, ἢν ᾖ τοιοῦτον οἷον οἱ τετράγωνοι στῦλοι, οἷοι δρυΐνοι γίνονται, μῆκος καὶ πλάτος καὶ πάχος.
Ὀργάνου τινὸς καὶ μηχανήματος, οὗτινος ἂν ἐθέλει ἐμνημόνευσεν. ἐν δὲ τῷ λόγῳ περὶ οὗ τὴν κατασκευὴν αὐτοῦ διδάξει κατὰ τὸ περὶ τῶν ἄρθρων βιβλίον ἑπόμενον τῷδε· καὶ ἡμεῖς οὖν ἐν ἐκείνῳ τὴν ἐξήγησιν ὧν ἀσαφῶς εἶπε ποιησόμεθα· νυνὶ δὲ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβῆναι καὶ προσθείς.
51. Ἐπὴν δὲ ἱκανῶς κατατανύσῃς.
Τὸ σκέλος δηλονότι· περὶ γὰρ τῶν τῆς κνήμης περὶ τὸν ἀστράγαλον ἐξαρθρημάτων ὁ λόγος ἦν αὐτῷ, κἀν τῷ μεταξὺ περὶ τῆς ἀντιτάσεως διδάξας, οὕτω πάλιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανῆλθεν.
52. Ῥηΐδιον ἤδη τὸ ἄρθρον ἐμβαλεῖν, ὑπεραιωρέεται γὰρ ἐς ἰθυωρίην ὑπὲρ τῆς ἀρχαίης ἕδρης. κατορθώσαντα οὖν χρὴ τοῖσι θέναρσι τῶν χειρῶν, τοῖσι δὲ ἐς τὸ ἐξεστηκὸς ἐρείδοντα, τοῖσι δὲ ἐπὶ θάτερα κατώτερον τοῦ σφυροῦ ἀντερείδοντα. ἐπὴν δὲ ἐμβάλῃς, ἢν μὲν οἷόν τε ᾖ, κατατεταμένα ἐπιδεῖν χρή· ἢν δὲ κωλύηται ὑπὸ τῶν ἱμάντων, ἐκείνους λύσαντα ἀντικατατείνειν ἔς τ’ ἂν ἐπιδήσῃς.
Ἐκ τῶν τοιούτων αὐτοῦ λέξεων ὁρμώμενοί τινες ἄρθρον καλεῖν αὐτὸν φάσκουσι τὰ πέρατα τῶν διηρθρωμένων
πρὸς τὰς κοιλότητας ὀστῶν, ὥστε τὸ μὲν σύμπαν διάρθρωσιν καλεῖσθαι, καθ’ ὃ συνάπτεται πρὸς ἀλλήλοις τὰ πέρατα τῶν κινουμένων ὀστῶν, ἐν ταῖς ἐκτάσεσί τε καὶ κάμψεσιν. αὐτῶν δὲ τῶν ὀστῶν ἑκατέρου τοῦ μὲν ἐμβαίνοντος τὸ πέρας ἄρθρον, τοῦ δ’ ὑποδεχομένου τὴν κοιλότητα κοτύλην ἢ γλήνην ὀνομάζειν αὐτόν· ἀλλὰ ταῦτα μὲν ὀνόματα τὴν ἔκθλιψιν ἔχειν. μετὰ ταῦτα δέ σε διδάξει κοινὴν ἁπάσης ἐμβολῆς μέθοδον, ὡς κατ’ ἀρχὰς ἡμεῖς εἰρήκαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἔνθεν περὶ τῆς χρείας ἐδιδάξαμεν ἐν ἐκείνοις τοῖς λόγοις ὡς οὐχ οἷόν τέ ἐστιν ἐμβάλλειν αὐτὰ προσηκόντως ἄνες τῆς ὑπεραιωρήσεως. εὐθὺ δὲ καὶ τὸν ὅρον διδάξει μέχρι πόσου χρὴ κατατείνειν. ὅταν γὰρ ἤδη δόξεις ἱκανῶς ἔχειν, ὡς ὑπεραιωρεῖσθαι δύνασθαι, παύσει τῆς ἀντιτάσεως.
53. Ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ὡσαύτως βαλλόμενον κατὰ τὸ ἐξεστηκὸς καὶ τὰς περιβολὰς τὰς πρώτας πλείστας
κατὰ τοῦτο ποιέεσθαι καὶ τοὺς σπλῆνας πλείστους κατὰ τοῦτο καὶ τὴν πίεσιν μάλιστα κατὰ τὠϋτό.
Τὰ κεφάλαια συντεμὼν ἀνέμνησε τῆς καταγμάτων ἐπιδέσεως, ἣν ἔμπροσθεν ἐδείξαμεν· καὶ μέντοι καὶ μεμνῆσθαι χρὴ τά τε κατ’ ἄκραν τὴν χεῖρα καὶ τὰ κατὰ τὸν πόδα καὶ τὰ κατὰ τὴν πτέρναν καὶ προσέτι ταῦτα τὰ κατὰ τὰ σφυρὰ ἐξαρθρήματα τῷ καταγματικῷ τρόπῳ τῆς ἐπιδέσεως πείθεσθαι, διὸ κἀν τούτῳ τῷ βιβλίῳ περιέχεται πάντα. τὴν δ’ αἰτίαν τοῦ χρῆναι τὴν ἐπίδεσιν οὕτως ποιεῖσθαι, κἂν ἐξάρθρημα, κἂν κάταγμα τὸ γεγονὸς ᾖ, πρώην μεμαθήκαμεν.
54. Προσεπιδεῖν δὲ καὶ ἔνθεν καὶ ἔνθεν ἐπὶ συχνόν.
Τοῦτ’ ἐν τῷ κατ’ ἰητρεῖον διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν· ἢν δ’ ἐπιδέοι, πολλὸν τοῦ ὑγιέος προσλαμβανέτω καὶ ἡ αἰτία πρόσθεν εἴρηται. ἄμεινον γὰρ ἐκθλίβεσθαι
τοῦ πεπονθότος μορίου τοὺς χυμοὺς οὐκ εἰς τὰ παρακείμενα μόνον, ἀλλὰ μέχρι πολλοῦ τε προστεθεῖσθαι καὶ μακροῦ κωλύεσθαι.
55. Μᾶλλον δέ τι τοῦτο τὸ ἄρθρον πεπιέχθαι χρὴ ἐν τῇ πρώτῃ ἐπιδέσει ἢ τὸ ἐν τῇ χειρί.
Κατὰ τὰ μεγέθη τῶν ἄρθρων ποιεῖται τὸ μέτρον τῆς πιέσεως καὶ τὸ πλῆθος τῶν ὀθονίων προσεπισκοπούμενος τὸ νευρῶδες αὐτῶν καὶ εὐαίσθητον, ἧττον γὰρ ἀποθλίβεσθαι βούλεται.
56. Ἐπὴν δὲ ἐπιδήσῃς, ἀνωτέρω μὲν τοῦ ἄλλου σώματος ἐχέτω τὸ ἐπιδεθὲν, τὴν δὲ θέσιν δεῖ ποιήσασθαι οὕτως, ὅκως ἥκιστα ἀπαιωρηθήσεται ὁ πούς.
Ὅτι μὲν ἐπὶ βραχὺ χρὴ μετεωρότερον εἶναι τὸν πόδα τοῦ ἄλλου σκέλους ἐλέχθη καὶ πρόσθεν. ἐλέχθη δὲ καὶ
ὅτι τοσοῦτον ὑψοῦσθαι προσῆκεν αὐτὸν, ὡς μηδὲ τῇ ἀντιτάσει κάμνειν τοὺς μύας. νυνὶ δὲ προσέθηκε περὶ τῆς κατὰ τὴν ἀπόθεσιν ἀσφαλείας παράγγελμα, μηδὲ μόλις κελεύων αἰωρεῖσθαι τὸν πόδα. τοῦτο δέ ἐστι μαλακῶν ἐρίων πανταχόθεν αὐτῷ παρατιθεμένων· καὶ δὴ μὲν τὸ κατὰ τὸ πέρας, ἔνθα τὸ ἴχνος ἐστὶ στηρίζεσθαί τινος μαλακοῦ ἢ ὑπαυχενίου ἢ καὶ ξύλου ὀρθοῦ, ᾧ καὶ προσδεδεμένος ἔσται μαλακαῖς ταινίαις.
57. Τὸν δὲ ἰχνασμὸν τοῦ σώματος, οὕτως ποιέεσθαι ὁκοίην τινὰ δύναμιν ἔχει καὶ τὸ ὀλίσθημα, τὰ μὲν γὰρ σμικρὸν, τὰ δὲ μέγα ὀλισθάνει.
Πρόδηλον οὖν ὅτι τὰ μὲν σμικρὸν ὀλισθήσαντα μετριωτέρας δεῖται τῆς ἐπιμελείας, τὰ δ’ ἐπὶ πλέον ἐκστάντα καὶ τῆς διαίτης ἀκριβεστέρας καὶ τῶν ἄλλων οἷς ἰσχναίνεται τὸ σῶμα.
58. Τὸ ἐπίπαν δὲ ἰσχναίνειν μᾶλλον καὶ ἐπὶ πλείω χρόνον χρὴ ἐν τοῖσι κατὰ σκέλεα τρώμασιν ἢ ἐν τοῖσι κατὰ χεῖρας· καὶ γὰρ μείζω καὶ παχύτερα ταῦτα ἐκείνων· καὶ δὴ καὶ ἀναγκαῖον ἐλινύειν τὸ σῶμα καὶ κατακεῖσθαι. μετεπιδῆσαι δὲ τὸ ἄρθρον οὔτε τὶ κωλύει τριταῖον, οὔτε κατεπείγει. καὶ τὰ ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥσπερ καὶ τὰ παροιχόμενα· καὶ ἢν μὲν ἀτρέμα κατακεῖσθαι, ἱκαναὶ τεσσαράκοντα ἡμέραι, ἢν μοῦνον ἐς τὴν ἑωυτῶν χώρην τὰ ὀστέα αὖθις καθίζηται, ἢν δὲ μὴ θέλῃ ἀτρεμέειν, χρῷτο μὲν ἂν οὐ ῥᾳδίως τῷ σκέλει, ἐπιδεῖσθαι δὲ ἀναγκάζοιτ’ ἂν πολὺν χρόνον.
Αὐτὸς εἶπε τὴν αἰτίαν οὗ κελεύει· καὶ γὰρ μείζω φησὶ καὶ παχύτερα ταῦτα ἐκείνων καὶ τρίτον ἐπὶ τούτοις ἐστὶ τὸ κατακείμενον ὑγιάζεσθαι τὸν ἄνθρωπον, οὐχ ὥσπερ ἐπὶ τῶν κατὰ χεῖρα περιερχόμενον. ταῦτ’ οὖν ἐν τῷ καθόλου περὶ πάντων ἡμῖν τῶν ἄρθρων εἰρῆσθαι νομίζομεν.
59. Ὁκόσα μέντοι τῶν ὀστέων μὴ τελέως ἵζει ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τι ἐπιλείπει, τῷ χρόνῳ λεπτύνεται ἰσχίον καὶ μηρὸς καὶ κνήμη· καὶ ἢν μὲν εἴσω ὀλισθῇ, τὸ ἔξω μέρος λεπτύνεται, ἢν δὲ ἔξω, τὸ εἴσω.
Εἰ καὶ τῶν ὑγιῶν τι μορίων ἐν ἡσυχίᾳ πολυχρονίῳ φυλάττοις ἢ βραχείαις κινήσεσι, λεπτότερον ἑαυτοῦ γίγνεται. θερμαίνει τε γὰρ ἡ κίνησις τὰ σώματα καὶ ῥώννυσι τὴν ἐν αὐτοῖς δύναμιν, ὑφ’ ἧς εἰς εὐτροφίαν ἐπιδίδωσι τὰ μέρη. ὁπόταν δὲ μὴ καλῶς ἐμβληθῇ τῶν ὀλισθησάντων τι, χείρους αἱ κινήσεις ἐπιτελοῦνται, καὶ μᾶλλον δὲ κατὰ τὰ ἀντικείμενα μέρη τῶν ὀλισθημάτων. ἐπειδὴ κενὸς ὁ τόπος καταλείπεται τοῦ μέρους κινηθέντος ὀστοῦ πρὸς τἀναντία. ῥᾷον οὖν ἐπ’ ἐκείνου στηρίζεται τοῦ μέρους εἰς ὃ μετέστη τὸ ἄρθρον. ἕδρας μὲν γὰρ δεῖται τὰ ὑπερκείμενα μόρια. ταῦτα δὲ αὐτοῖς οὐ κεναὶ χῶραι παρέχουσιν, ἀλλ’ αἱ πεπληρωμέναι· κατὰ γὰρ τοι τῆς κενῆς χώρας οὐδὲν στηρίζεσθαι
δύναται. διὰ τοῦτ’ οὖν καὶ τὸ σκέλος εἴωθε προφέρειν, ἔνθα τὴν ἔκπτωσιν ἔχει καὶ τοῖς κατ’ ἐκεῖνο τὸ μέρος ἐνεργεῖν μόνον· αὐτοὶ γὰρ οὖν καὶ τρέφονται καλῶς, οἱ δ’ ἄρχοντες ἐνδεῶς, οἵπερ εἰσὶν ἐκ τῶν ἀντικειμένων μερῶν.
60. Τὰ πλεῖστα δὲ ἐς τὸ εἴσω ὀλισθάνει· ἐπὴν δὲ κνήμης ὀστέα ἀμφότερα καταγῇ ἄνευ ἑλκώσιος, κατατάσιος ἰσχυροτέρης δεῖται. τείνειν δὲ τουτέων τῶν τρόπων ἐνίοισι τῶν προειρημένων τισὶ, ἢν μεγάλαι αἱ παραλλάξιες ἔωσιν. ἱκαναὶ δὲ καὶ ἀπὸ τῶν ἀνδρῶν κατατάσιες· τὰ πλεῖστα γὰρ ἀρκέοιεν ἂν δύο ἄνδρες ἐῤῥωμένοι, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν ἀντιτείνοντες. τείνειν δὲ ἐς τὸ ἰθὺ χρὴ κατὰ φύσιν καὶ κατὰ τὴν ἰθυωρίην τῆς κνήμης καὶ τοῦ μηροῦ, καὶ ἢν κνήμης ὀστέα κατεηγυίης κατατείνῃς καὶ ἢν μηροῦ.
Τὰ κάτω πρὸς τὴν τοῖς σφυροῖς διάθεσιν ἐξαρθρήματα μᾶλλον ἔσω ὀλισθάνει. αἰτία δὲ ἡ τῆς περόνης ἀπόφυσις
ἔξωθεν ἀκριβέστερον περιλαμβάνουσα τὸν ἀστράγαλον ἢ περὶ τῆς κνήμης ἔσωθεν.
61. Καὶ ἐπιδεῖν δὲ οὕτως ἐκτεταμένων ἀμφοτέρων, ὁκότερον ἂν τουτέων ἐπιδέῃς· οὐ γὰρ ταῦτα ξυμφέρει σκέλει τε καὶ χειρί. πήχεος μὲν γὰρ καὶ βραχίονος, ἐπὴν ἐπιδεθῶσιν ὀστέα κατεηγότα, ἀναλαμβάνεται ἡ χεὶρ, καὶ ἢν ἐκτεταμένα ἐπιδέῃς τὰ σχήματα τῶν σαρκῶν, ἑτεροιοῦται ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος. ἀδύνατος γὰρ ὁ ἀγκὼν ἐκτετάσθαι πουλὺν χρόνον· οὐ γὰρ πολλάκις ἐν τοιούτῳ εἴθισται, ἀλλ’ ἐν τῷ ξυγκεκάμφθαι. καὶ δὴ καὶ ἅτε δυνάμενοι οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσιν, ξυγκεκάμφθαι κατὰ τὸν ἀγκῶνα δέονται. σκέλος δὲ ἔν τε τῇσιν ὁδοιπορίῃσι καὶ ἐν τῷ ἑστάναι εἴθισται, ὁτὲ μὲν ἐκτετάσθαι, ὁτὲ δὲ μικροῦ δεῖν ἐκτετάσθαι ἐς τὸ κάτω κατὰ φύσιν. καὶ δὴ καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα, διὰ τοῦτο εὔφορον αὐτῷ ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃ- καὶ δὴ καὶ ἐν τῇσι κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστὶν ἐν τῷ ἐπιτετάσθαι.
ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται, ὥστε οὐδὲ μέμνηνται περὶ τοῦ συγκαμφθῆναι καὶ ἀναστῆναι, ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι.
Ἐάν τε κνήμην ἐάν τε μηρὸν ἐπιδέῃς, ἑκατέραν τῶν διαρθρώσεων ἐκτετάσθαι κελεύει, τὴν κατ’ ἰσχίον καὶ τὴν κατὰ γόνυ. τὴν δ’ αἰτίαν τοῦ σχήματος ἐφεξῆς ἐρεῖ σαφῶς, ἀποδείξει χρώμενος καὶ ἑτοίμως νοήσαις τὸν νοῦν. ἔστι δὲ τούτων τὰ κεφάλαια προειθίσθαι μὲν τὸ σκέλος ἑστώτων καὶ βαδιζόντων ἐκτετάσθαι. πρὸς γὰρ τὸ βαδίζειν τὸ σῶμα γεγονὸς ὑπὸ τῆς φύσεως εἰς τοῦτο σχῆμα περεσκεύασται πρὸς αὐτῆς καὶ διὰ τοῦτο καὶ κατακειμένων ἐκτεταμένον ἐστὶν ὡς τὰ πολλά. τὰς χεῖρας δὲ καὶ κατὰ τὰς ὁδοιπορίας καὶ ἄλλως ὡς τὸ πολὺ κεκλασμένας μετρίως ἔχομεν. οὐδεὶς γὰρ ἀποτετακὼς αὐτὰς περιέρχεται. διὰ τοῦτο κἂν ἐπιδεθῇ τις χεῖρα, δυνατόν ἐστιν αὐτῷ περιέρχεσθαι ταινίαν
ὑποτείνοντι τῷ πήχει. σκέλους δὲ καταγέντος ἀδύνατον ἐπιβαίνειν πρὶν ἀκριβῶς πωρωθῆναι.
62. Διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος οὔτε ἡ κατάτασις οὔτε ἡ ἐπίδεσις τοῦ σχήματος ξυμφέρει αὐτῇ. ἢν μὲν οὖν ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν ᾖ, οὐθὲν δεῖ μάτην πονέεσθαι· καὶ γὰρ σολοικότερον μηχανοποιέειν μηθὲν δέον. ἢν δὲ μὴ ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκαίων προσφέρειν, ἤν τινά γε προχωρέῃ, ὅταν δὲ δὴ ἱκανῶς καταταθῇ, ῥηΐδιον ἤδη κατορθῶσθαι τὰ ὀστέα καὶ ἐς τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύνοντα καὶ ἐξευκρινέοντα. ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν τοῖσιν ὀθονίοισιν κατατεταμένα, ἤν τ’ ἐπὶ δεξιὰ ἤν τ’ ἐπ’ ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισιν τὰ πρῶτα ὀθόνια. βαλλέσθω δὲ τὴν ἀρχὴν κατὰ τὸ κάτηγμα καὶ περιβαλλέσθω κατὰ τοῦτο τὰς πρώτας περιβολὰς, κἄπειτα νεμέσθω
ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασι εἴρηται. τὰ δὲ ὀθόνια πλατύτερα χρὴ εἶναι καὶ μακρότερα καὶ πλέω πολὺ αὐτὰ κατὰ τὸ σκέλος τῶν ἐν τῇ χειρί. ἐπὴν δὲ ἐπιδέῃς, καταθεῖναι ἐφ’ ὁμαλοῦ τινὸς καὶ μαλθακοῦ, ὥστε μὴ διαστρέφεσθαι ἢ τῇ ἢ τῇ μήτε λορδὸν μήτε κυφὸν εἶναι.
Φανερωτάτας μὲν εἴρηκε τὰς αἰτίας προφάσεις, καίτοι γε ἀληθῶς ἃς προείρηκεν οὐχ ὡς ἐν τῇ συνηθείᾳ προφάσεις εἴωθε λέγειν τὰς ψευδεῖς αἰτίας καὶ μικρὸν δὲ κατωτέρω πάλιν, οὕτω κέχρηται τῷ ὀνόματι κατὰ τήνδε τὴν ῥῆσιν. δι’ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν τοῦ ὀστέου καταγέντος ταχεῖαι αἱ ἐπιβάσεις. εἴρηκε δὲ τοῦτο περὶ περόνης ἀληθὲς ἐπιδοὺς ταχεῖαν μὲν ἐπ’ ἐκείνῃ καταγείσῃ τὴν τοῦ σκέλους γίνεσθαι κίνησιν, εἰ δὲ κνήμη συντριβῇ μετὰ πλείονα χρόνον δύνασθαι χρῆσθαι τοὺς οὕτως παθόντας.
63. Μάλιστα δὲ ξυμφέρει προσκεφάλαιον ἢ κλίνον ἢ ἐρινέον, μὴ σκληρὸν, λαπαρὸν, μέσον κατὰ μῆκος ποιήσαντα ὑποθεῖναι ἢ ἄλλο τι ὃ τούτῳ ἔοικεν.
Τὴν κνήμην ἀξιοῖ στηρίζειν ὅν εἶπε τρόπον προσκεφαλαίων μᾶλλον ἢ σωλῆνος, ἐφεξῆς γράφων ἃ μέμφεται τοὺς χρωμένους αὐτῷ πρὸς τὰ τοιαῦτα.
64. Περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα τὰ κατεηγότα, ἀπορέω ὅτι ξυμβουλεύσω ἢ ὑποτιθέναι χρὴ ἢ οὔ. ὠφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέντες οἴονται· οὐ γὰρ ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν ὡς οἴονται. οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ ἔνθα ἢ ἔνθα ἢ ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν τὸ σκέλος, ἢν μὴ ἐπιμελεῖται αὐτὸς ὁ ἄνθρωπος, οὔτε αὖ τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι
τοῦ γούνατος τὸ τρῶμα. κατατείνειν δὲ μετρίως καὶ ἐπικατορθοῦν ἐφ’ ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα. ἢν γὰρ ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ, ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα δὲ τῆς κατατάσιος μᾶλλον. ἐπὴν δὲ ἑβδομαῖος ἢ ἑνδεκαταῖος γένηται τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ τοῖς ἄλλοισι κατήγμασιν εἴρηται.
Ἔτι καὶ νῦν οἶδά τινας ἰατροὺς ὑποτιθέντας τῷ σκέλει σωλῆνας καὶ γλωσσόκομον κνήμης τε καὶ μηροῦ πεπονθότος, ἐπὶ μὲν τοῦ μηροῦ παντὶ τῷ σκέλει, τῆς κνήμης δὲ πεπονθυίας ἔνιοι μὲν καὶ τοῦθ’ ὑποβάλλουσιν ὅλῳ τῷ σκέλει τὸ ξύλον, ἔνιοι δὲ τὴν κνήμην ὅλην στηρίζοντες ἐν τῷ γλωσσοκόμῳ. βλάπτουσι δέ τι καὶ οἱ μετ’ αὐτῆς τὸν μηρὸν, ἀλλ’ ἦττον ἐκείνων. τὰς φλέβας δὲ αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσε σαφῶς, ὥστ’ αὐτὰς οὐδὲν ἐμὲ δεῖν ἔτι λέγειν, ἀλλ’ εἴπου κατὰ τὴν λέξιν ἀσαφὲς ἔσεσθαί τισι νομίσω,
τις ἰατρὸς ἐκ φιλυροῦ γεγονότας εἶχε πλείους τοιούτους σωλῆνας, ὥστε χρῆσθαι καθ’ ἕκαστον σκέλος τῷ προσήκοντι κατὰ τὸ μέγεθος μὴ ἀδέσμοις, οἴους ἔφην παραλαμβάνεσθαι πρός τινων ἐπὶ τῶν ὑπαυχενίων· ἀλλ’ ἐπ’ ἐκείνων μὲν οἱ δεσμοὶ χαλαρὸν γενόμενοι οὐ διαφθείρουσιν ἀθλίπτως τε κρατοῦσι τὸ σκέλος ἐν τῷ μετακομίζεσθαι διὰ τὴν μαλακότητα τοῦ ξύλου. προσεξεύρηταί γε μὴν ὑπὸ τῶν νεωτέρων ἰατρῶν γλωσσόκομον ὀργανικὸν εἰς ἀσφαλῆ κράτησιν, ὁπότερον ἂν ᾖ πεπονθὸς τῶν ὀστῶν.
Εἴτ’ οὖν μηρὸς ἢ κνήμη κατασκευὴν καὶ χρῆσιν ἔχον τὴν ὑπογεγραμμένην. περὶ τοῦ ὀργανικοῦ γλωσσοκόμου οὐκ ἀλόγως ηὑρῆσθαί μοι δοκεῖ τοῖς νεωτέροις ἰατροῖς γλωσσόκομον ὄργανον ἐπιτήδειον εἰς τὰς πωρώσεις, ἐάν τε μέρος ἐάν τε κνήμη συντρίβηται. πρόσκειται γὰρ αὐτῷ κατὰ τὸ πέρας ἄξων, ἐφ’ ὃν αἱ τελευταὶ τῶν ἀντιτεινόντων τὸ κῶλον βρόχων ἀχθεῖσαι περιβάλλονται. τοὺς δ’ αὐτοὺς βρόχους περιτιθέναι χρὴ κατὰ τὰ πέρατα τοῦ θεραπευομένου
τῶν ὀστῶν. ἔστωσαν δ’ ἐκ δυοῖν διανταίων, ὡς εἶναι σκέλη δ΄ τῶν βρόχων ἑκατέρου, δύο μὲν ἐκ τῶν δεξιῶν, δύο δὲ ἐκ τῶν ἀριστερῶν. ταῦτ’ οὖν τὰ σκέλη τὰ μὲν ἐκ τοῦ κάτω βρόχους διεκβάλλοντα διὰ τρημάτων τινῶν ἐν τῷ κάτω πέρατι τοῦ γλωσσοκόμου γεγονότων ἐπὶ τὸν ἄξονα φέρειν χρή. τὰ δὲ ἐκ τοῦ ἄνω βρόχους πρότερον ἀπάγοντα πρὸς τὴν ἄνω χώραν τοῦ γλωσσοκόμου διεκβάλλειν καὶ αὐτὰ τρημάτων τινῶν ἐν τοῖς πλαγίοις αὐτοῦ μέρεσι γεγονότων. ἐχέτω δὲ τὰ τρήματα τροχηλίας ἐν ἑαυτοῖς. ἑκατέρωθεν δὲ ἐκ τῶν ἕξω μερῶν κατάγοντα χρὴ φέρειν ἐπὶ τὸν ἄξονα τὰ εἰρημένα πέρατα τῶν βρόχων. τούτων γὰρ οὕτως σκευασθέντων μία περιστροφὴ τοῦ ἄξονος ὡσαύτως τείνει τοὺς δύο βρόχους, κάτω μὲν τὸν ἐν τῷ κάτω πέρατι τοῦ κατεαγότος ὀστοῦ περιβεβλημένον, ἄνω δὲ τὸν ἕτερον, ὥστε μετὰ τὴν ἀπόθεσιν ἔτι σοι λοιπὸν εἶναι καθ’ ἑκάστην ἡμέραν ἐπανορθοῦσθαι τὴν ἀντίτασιν τῶν βρόχων ἤτοι γε ἐπιτείνοντι τὴν τάσιν αὐτῶν ἢ ἐκλύοντι. τὸν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσι τοῦ κώλου βρόχον ὁ ἄξων δι’ εὐθυπόρου τάσεως ἀντισπᾶται, τὸν δὲ ἄνω διὰ τῆς μεταληπτικῆς ὀνομαζομένης.
65. Τῶν δὲ ναρθήκων τὰς ἐνέδρας χρὴ φυλάττεσθαι, κατά τε τῶν σφυρῶν τὴν ἴξιν καὶ κατὰ τὸν τένοντα τὸν ἐν τῇ κνήμῃ τοῦ ποδός. ὀστέα δὲ κνήμης κρατύνεται ἐν τεσσαράκοντα ἡμέρῃσιν ἢν ὀρθῶς ἰητρεύηται, ἢν δὲ ὑποπτεύῃς τῶν ὀστέων τι δεῖσθαί τινος διορθώσιος ἤ τινα ἕλκωσιν ὀῤῥωδέῃς ἐν τῷ μεσηγὺ χρόνῳ χρὴ λύσαντα καὶ εὐθετησάμενον μετεπιδῆσαι. ἢν δὲ τὸ ἕτερον ὀστέον κατεαγῇ ἐν κνήμῃ, κατατάσιος μὲν ἀσθενεστέρης δεῖται, οὐ μὴν ἐπιλείπειν χρὴ οὐδὲ βλακεύειν ἐν τῇ κατατάσει. μάλιστα μὲν ἐν τῇ πρώτῃ ἐπιδέσει κατατείνεσθαι ὅσον ἐφικνέεται αἰεί ποτε πάντα τὰ κατήγματα, εἰ δὲ μὴ, ὡς τάχιστα. ὅ τι γὰρ ἂν μὴ κατὰ τρόπον εὐθετισμένων τῶν ὀστέων ἐπιδέων τις πιέζῃ ὀδυναίτερον τὸ χωρίον γίνεται. ἡ δὲ ἄλλη ἰητρείη ἡ αὐτή. τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλωδέστερον ἐν τῇ ἰητρείῃ ἐστὶν καὶ κατατάσιος μᾶλλον δεόμενον, καὶ ἢν μὴ ὀρθῶς τὰ ὀστέα τεθῇ, ἀδύνατον κρύψαι. φανερὸν γὰρ καὶ ἄσαρκον
πᾶν ἐστὶν καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βραδύτερον δύναιτ’ ἂν τουτέον κατεηγέντος. ἢν δὲ τὸ ἔξω ὀστέον κατεηγῇ, πουλὺ μὲν εὐφορώτερον φέρουσι, πουλὺ δ’ εὐκρυπτότερον, καὶ ἢν μὴ καλῶς ξυντεθῇ. ἐπίσαρκον γάρ ἐστιν ἐπὶ πόδας τε ταχέως ἵστανται, τὸ πλεῖστον γὰρ τοῦ ἀχθέντος ὀχέει τὸ ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον. ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ σκέλεος τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον. τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τῇ ὕπερθεν τοῦ σώματος, αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν· ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται ταύτῃ μᾶλλον τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ εἴσω τοῦ ἔξωθεν, ὥσπερ καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν λεπτότερον καὶ μακρότερον.
Τὰ ἐξέχοντα μέρη τῶν ὀστῶν ὁποῖα τῆς κνήμης ἐστὶ καὶ τῆς περόνης τὰ κάτω πέρατα, τὰς ἐπιθέσεις τῶν ναρθήκων οὐ φέρει· ταῦτ’ οὖν ἀξιοῖ φυλάττεσθαι. ἐνέδρας δ’ εἶπεν, ὡς εἰ καὶ ἕδρας εἰρήκει μετὰ τῆς ἐν προθέσεως τὸ σημαινόμενον ἐκ τῆς λέξεως ἐναργέστερον ἐλπίσας ποιήσειν. ταυτὶ μὲν οὖν τὰ ὀστᾶ διότι προπετῆ καὶ γυμνὰ σαρκῶν ἐστὶν, ὑπὸ τῆς τῶν ναρθήκων ἕδρας θλίβεται, μᾶλλον δὲ οὐκ αὐτὰ θλίβεσθαι χρὴ λέγειν, ἀλλὰ τοὺς ἐπ’ ἐκείνοις τε μῦς καί τινας ἀπονευρώσεις καὶ τὸ δέρμα. ταῦτα γὰρ ἐν τῷ μεταξὺ γενόμενα δυοῖν σκληρῶν σωμάτων, ἔξωθεν μὲν τοῦ νάρθηκος, ἔσωθεν δὲ τοῦ ὀστοῦ θλίβεταί τε καὶ θλᾶται καὶ πολλάκις οὕτως ἔπαθεν ὡς ἑλκωθῆναι. κατὰ δὲ τὴν πτέρναν ἐκ τῶν ὄπισθεν μερῶν εἰς ἔμπροσθεν ἐμφύεται τένων κατὰ τὴν γαστροκνημίαν ἐκφυόμενος μυοῖν, ὅστις ἐγκείμενος ἱκανῶς καὶ μάλιστα ἐπὶ τῶν ἀσάρκων οὐ φέρει τὸν ἐπιτιθέμενον νάρθηκα, ἀλλ’ οὗτος μὲν αἰσθητικώτατος ὢν ὑπὸ τῆς ἐκθλίψεως φλεγμαίνει, τὰ δὲ ἐπικείμενα τοῖς ὀστοῖς τῶν σφυρῶν σώματα διὰ τὴν σκληρότητα τῶν περιλαμβανόντων
αὐτὰ, καθότι προείρηται, θλιβόμενα πάσχει μέχρι τοῦ καὶ ἐκθλίμματος κατεργάζεσθαι. καλεῖ γὰρ ὁ Ἱπποκράτης οὕτω τὰς ἐκ τῶν θλιβόντων ἐπιπολῆς ἑλκώσεις τοῦ δέρματος.
66. Ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου· ἀνομοίως γὰρ ὁ ἀγκών τε καὶ ἡ ἰγνύη κάμπτεται. διὰ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν ὀστέου κατεαγέντος ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ δὲ εἴσωθεν κατεαγέντος βραδεῖαι αἱ ἐπιβάσιες.
Προειρηκὼς αὐτὸς ἀνωτέρω μακρότερον ὀστοῦν εἶναι τὸ τῆς περόνης, ὥσπερ καὶ ἐν χειρὶ τὸ τοῦ πήχεος. εἰρηκὼς δὲ ὅτι κατὰ τὴν εὐθυωρίαν ἐστὶν ἑκάτερον τοῦ μικροῦ δακτύλου καὶ μέντοι καὶ ὅτι λεπτότερον τοῦ συνεζευγμένου προσέθηκεν ἐφεξῆς, ᾗ διαφέρουσιν ἀλλήλων. εἴρηται δὲ σαφῶς ὑφ’ ἡμῶν ἐν τῷ περὶ τῶν ὀστῶν ὑπομνήματι τά τε
καθάπερ γε καὶ αὐτὸ τὸ τῆς μύλης πάθοι σῶμα. καλοῦσι δ’ αὐτὴν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ ἐπιγονατίδα· καὶ μέντοι καὶ τὰ πλάγια μέρη τοῦ σώματος ἑρμηνεύοντες λέγουσι ποτὲ μὲν ἔξω, ποτὲ δ’ ἔσω τοῦ γόνατος γεγονέναι τὸ ἕλκος. ὅλον γὰρ τὸ χωρίον ἐν πλατεῖ γόνυ καλοῦσιν ὥσπερ καὶ ἰγνύαν καὶ μασχάλην καὶ ὦμον. οὕτως οὖν καὶ ἀγκῶνα καὶ σφυρὰ καὶ καρπὸν ὅλον τὸ χωρίον ὀνομάζει, πολλάκις δ’ αὐτὸ προτίθεται τὸ κατ’ ὦμον ἄρθρον, τὸ κατ’ ἀγκῶνα, τὸ κατὰ γόνυ, τὸ κατ’ ἰσχίον, τὸ κατὰ σφυρὸν, πρόδηλον ὅτι πως ποικίλως χρῆται τοῖς ὀνόμασιν, ὥσπερ ἔφην καὶ τοὺς ἄλλους παλαιοὺς, καταφρονῶν τῆς ὕστερον ἀσκηθείσης περὶ αὐτῶν μικρολογίας, ἣν οἱ μεταχειρισάμενοι καλοῦσιν ἀκρίβειαν.
67. Ἢν δὲ τὸ τοῦ μηροῦ ὀστέον καταγῇ, τὴν κατάτασιν χρὴ ποιέεσθαι περὶ παντὸς, ὅκως μὴ ἐνδεεστέρως σχήσει. πλεονασθεῖσα μὲν γὰρ οὐδὲν ἂν σίνοιτο, οὐδὲ γὰρ εἰ διεστεῶτα τὰ ὀστέα ὑπὸ τῆς ἰσχύος τῆς κατατάσιος ἐπιδέοι
τις, οὐκ ἂν δύναιτο κρατέειν ἡ ἐπίδεσις, ὥστε διεστάναι, ἀλλὰ συνέλθοι ἂν πρὸς ἄλληλα τὰ ὀστέα ὅτι τάχιστα ἂν ἀφῶσιν οἱ τείνοντες.
Ἐπειδὴ μέγιστοι μύες εἰσὶν οἱ περὶ τὸν μηρὸν, εἰκότως εὐλαβεῖται μὴ κατατείνοντες τὸ κῶλον ἐλλίπωμέν τι συμμέτρων· καὶ γὰρ γίνεται πολλάκις οὕτως. ὅπως οὖν ἀδεέστερον ἀντιτείνωμεν, οὐδ’ ἂν πληγαίνηται, βλάψειν φησὶ τὴν τάσιν. ὃ γὰρ ὑπ’ ἄλλων μορίων ὑπώπτευσεν ἄν τις ἐνταῦθα συμβαίη. τί δὲ τοῦτ’ ἐστὶν ἐπιτεθῆναι τὸ κατεαγὸς ὀστοῦν διεστώτων αὐτοῦ τῶν κεχρισμένων μερῶν, ἅπερ ἐχρῆν τούτων ἀλλήλων, ὡς ὁπότε κατὰ φύσιν ἔχει τοῦτο τὸ κῶλον, οὐδεμιᾶς μεταξὺ χώρας ἀπολειπομένης κενῆς, ἐν ᾗ τῶν ἰχώρων ἀθροιζομένων κίνδυνος ᾖ σφακελίσαι τὸ ὀστοῦν· εἰ γὰρ καὶ διεστῶτά ποτε δεθείη τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ πλεονασθείσης τῆς ἀντιτάσεως, οὐκ ἂν διαμείναι μετὰ τὴν ἐπίδεσιν, ὡς ἐπ’ ἀλλήλων μορίων, ἐν οἷς ἡ ἐπιβολὴ τῶν ἐπιδέσμων ἀκινήτους φυλάττει τοὺς μύας· ἀλλ’ οὐκ ἕν γε
τῷ μηρῷ φησὶ χρῆναι δεδιέναι τοῦτο διὰ τὸ μέγεθος τῶν μυῶν. οὐ γὰρ κρατήσει αὐτῶν τὴν ἐπίδεσιν, ἀλλὰ κρατυνθήσεται. τοῦτο δὲ εἶπεν, ἐπεὶ τῇ μὲν ἐπιδέσει πρόκειται φυλάττειν οὕτως ἔχοντα τὸν μηρὸν, ὡς ἐπιδούμενος εἶχε, τοῖς δὲ μυσὶν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνατρέχειν. ἐναντίων οὖν ἑκατέρων προκειμένων τῶν σκοπῶν, ἐὰν μὲν ἡ ἐπίδεσις κρατήσῃ, νικήσασα τὴν φυσικὴν κίνησιν τῶν μυῶν ἐν τῷ διεστάναι τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ, ἐὰν δ’ ἢ τῶν μυῶν κίνησις ἰσχυροτέρα γένηται τῆς ἐπιδέσεως, ἀνασπασθήσονται αὐτοὶ πρὸς τὴν ἀρχήν. συνανασπάσουσι δὲ καὶ κάτω μέρη τοῦ κατάγματος ὀστοῦ καὶ προσάξουσι τῷ ἄνω.
68. Παχεῖαι γὰρ καὶ ἰσχυραὶ αἱ σάρκες ἐοῦσαι κρατήσουσι τῆς ἐπιδέσιος, ἀλλ’ οὐ κρατηθήσονται. περὶ οὗ οὖν ὁ λόγος, διατείνειν εὖ καὶ ἀδιαστρέπτως χρὴ, μηδὲν ἐπιλείποντα· μεγάλη γὰρ ἡ αἰσχύνη καὶ βλάβη βραχύτερον τὸν μηρὸν ἀποδεῖξαι. χεὶρ μὲν γὰρ βραχυτέρη γινομένη καὶ ξυγκρυφθείη
ἂν καὶ οὐ μέγα τὸ σφάλμα, σκέλος δὲ βραχύτερον γενόμενον χωλὸν ἀποδείξει τὸν ἄνθρωπον. τὸ γὰρ ὑγιὲς ἐλέγχει μακρότερον ἐὸν ὥστε λυσιτελέει τὸν μέλλοντα κακῶς ἰητρεύεσθαι ἀμφότερα καταγῆναι τὰ σκέλεα μᾶλλον ἢ τὸ ἕτερον. ἰσόῤῥοπος γοῦν ἂν εἴη αὐτὸς ἑωυτῷ· ἐπὴν μέντοι ἱκανῶς κατατανύσῃς, κατορθωσάμενον χρὴ τοῖσι θέναρσι τῶν χειρῶν ἐπιδεῖν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρόσθεν γέγραπται καὶ τὰς ἀρχὰς βαλλόμενον, ὥσπερ εἴρηται καὶ νεμόμενον ἐς τὸ ἄνω τῇ ἐπιδέσει καὶ ὑποκρινέσθω ταῦτα ὥσπερ καὶ πρόσθεν καὶ πονεέτω κατ’ αὐτὰ καὶ ῥηϊζέτω καὶ μετεπιδείσθω ὡσαύτως καὶ ναρθήκων πρόσθεσις ἡ αὐτή. κρατύνεται δὲ ὁ μηρὸς ἐν πεντήκοντα ἡμέρῃσιν.
Οὓς ἡμεῖς μῦς εἴπομεν ἐν τῷ προγεγραμμένῳ λόγῳ, τούτους ὠνόμασε σάρκας συνήθει χρώμενος τῇ προσηγορίᾳ, διότι πᾶσα σὰρξ αἰσθητὴ μυός ἐστι μέρος ἐν τοῖς μέσοις
μάλιστα μέρεσιν αὐτῶν τοιαύτη φαινομένη. κατὰ γὰρ τὰ πέρατα νευρωδέστεροί πως οἱ μύες φαίνονται τὸ σαρκῶδες ἔλαττον ἔχοντες.
69. Προσξυνιέναι δὲ χρὴ καὶ τόδε, ὅτι μηρὸς γαῦσός ἐστιν ἐς τὸ ἔξω μέρος μᾶλλον ἢ ἐς τὸ ἔσω καὶ ἐς τὸ ἔμπροσθεν μᾶλλον ἢ ἐς τοὔπισθεν. ἐς ταῦτα τοίνυν τὰ μέρεα καὶ διαστρέφεται, ἐπὴν μὴ καλῶς ἰητρεύηται· καὶ δὴ καὶ κατὰ ταῦτα ἀσαρκότερος αὐτὸς ἑωυτοῦ ἐστιν, ὥστε οὐδὲ ξυγκρύπτειν δύναται ἐν τῇ διαστροφῇ. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, μηχανοποιέεσθαι χρὴ οἷάπερ ἐν τῷ βραχίονι τῷ διαστρεφομένῳ παρῄνηται.
Ὅτι μὲν τὸν κυρτὸν ἡ γαῦσος φωνὴ δηλοῖ πρόδηλον ἐξ αὐτοῦ τοῦ πράγματος. ὁ γὰρ μηρὸς οὐκ ἀκριβῶς ἐστιν εὐθὺς, ἀλλὰ εἴς τε τὸ ἔξω κυρτότερος, ὥσπερ καὶ κατ’ ἐναντία μέρη κοιλότερος. εἴτε δ’ ὀξύνειν
τέχνη δέεται πρὸς τὸ ἑαυτῆς τέλος τῆς τῶν ἐπιτρίπτων τούτων ὀνομάτων μακρολογίας, οὐ μόνον οὐ χρὴ προσίεσθαι τὸ ἐπιτήδευμα τῶν ἀνδρῶν, ἀλλὰ καὶ καταγελᾷν ὡς μάλιστα.
70. Προσπεριβάλλειν δὲ χρὴ ὀλίγα τῶν ὀθονίων κύκλῳ ἀμφὶ τὸ ἰσχίον καὶ τὰς ἰξύας, ὅκως ἂν οἱ βουβῶνές τε καὶ τὸ ἄρθρον τὸ κατὰ τὴν πληχάδα καλεομένην προσεπιδέηται· καὶ γὰρ ἄλλως ξυμφέρει καὶ ὅκως μὴ τὰ ἄκρεα τῶν ναρθήκων σίνηται, πρὸς τὰ ἀνεπίδετα προσβαλλόμενα.
Τὸ μὲν ὑποδεχόμενον ὀστοῦν τὴν τοῦ μηροῦ κεφαλὴν ἰσχίον ὀνομάζεται, καθάπερ καὶ ἡ κοιλότης αὐτοῦ κοτύλη. κέχρηται δὲ τοῖς ὀνόμασιν ἀμφοτέροις ὁ ποιητὴς εἰπών·
Ἔνθα τε μηρὸς ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τε μὶν καλέουσιν.
ἰξύας τινὲς μὲν τὰ τῶν λαγόνων ἤκουσαν ὀστᾶ, τινὲς δὲ τὸ
ὑπὲρ ἄνω αὐτῶν ὅπερ ἰδίως ὀνομάζεται λαπάρα καὶ γέγραπται παρὰ τῷ ποιητῇ τοῦτο τοὔνομα κατ’ ἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν·
οὖσα κατὰ λαπάρην.
ἐγὼ δὲ τὸ μὲν τῆς λαπάρας ἔχοιμ’ ἂν ἀποφήνασθαι κἀκ τῆς πείρας αὐτῆς κἀκ τῆς χρήσεως Ἱπποκράτους τε καὶ τοῦ ποιητοῦ καὶ αὐτοῦ τοῦ νοσήματος, ὅτι τῶν μεταξὺ τῶν τε τοῦ θώρακος ὀστῶν καὶ τῶν ἰδίως καλουμένων λαγόνων ὀστῶν ἐστι καὶ ῥηθήσεται περὶ αὐτοῦ κατὰ τὸν οἰκεῖον καιρόν. περὶ δὲ τῶν ἰξύων οὐκ ἔχω διατείνεσθαι· καὶ μέσον μὲν γὰρ ὁ ποιητὴς ἑνικῶς εἶπεν αὐτό·
περὶ ζώνην βάλλεται· ἰξύην ἑκατὸν θυσάνοις ἀραρυῖαν.
καὶ καθόσον ἔτι πιθανώτερον ἐν τῷ μεταξὺ τῶν τε κατὰ τοὺς λαγόνας ὀστῶν καὶ τῶν τοῦ θώρακος περιβάλλεσθαι τὴν ζώνην αὐτὸ τοῦτο τοῦ σώματος ἰξύαν ἄν τις ὀνομάζεσθαι
νομίζῃ, καθόσον δὲ πάλιν ὁ Ἱπποκράτης τῇ παρακειμένῃ λέξει πληθυντικῶς εἶπεν ἰξύας εἰρῆσθαι, διὰ τοῦτο περὶ τῶν λαγόνων ὀστᾶ τὴν ἐπίδεσιν ἐπαναβαίνειν, εὐλόγως ἄν τις αὐτὰ ταῦτα νομίζειεν ἰξύας εἰρῆσθαι.
Τὸ δ’ οὖν εἰς τὰ παρόντα χρήσιμόν ἐστιν, ὅταν ἐν τοῖς ἄνω μέρεσι τοῦ μηροῦ γένηται τὸ κάταγμα μὴ μόνον ἄχρι τοῦ βουβῶνος ἐπιδεῖν, ἀλλὰ καὶ προσαναβαίνειν ἐπιλαμβάνοντά τινα τῶν ὑψηλοτέρων χωρίων. ἔστι δὲ ταῦτα πρῶτον μὲν ἴσχιον, εἶθ’ ἑξῆς τὸ τοῦ λαγόνος ὀστοῦν, εἶθ’ ἡ μετ’ αὐτὸ κενὴ χώρα τῶν ὀστῶν, ἣν λαπάραν ὀνομάζουσιν· ἢν μὲν οὖν τις βούληται καὶ μέχρι ταύτης ἀνιέναι συγχωρητέον, ἐὰν δὲ προσεπιδήσας τὰ τῶν λαγόνων ὀστᾶ τοῦτο πράττῃ, ταῦτα δὲ ὑπερβάντα περιβάλλειν εὐθέως ταῖς λαπάραις τὸν ἐπίδεσμον οὐκ ἀξιῶ, περὶ παντός γε ποιουμένου τοῦ Ἱπποκράτους μηδεμίαν ἐν ταῖς ἐπιδέσεσιν ἀπολείπεσθαι χώραν, κἂν ἀνεπίδετον, ἀλλ’ ἐξ ἴσου ἅπαντα τὰ μέλη κατειλῆφθαι συνεχῶς τοῖς ὀθονίοις ἄχρι περ ἂν ἐπιλαμβάνειν δόξῃ τοῦ ὑγιοῦς. πληχάδα δὲ τινὲς μὲν διὰ τοῦ γ γράφουσι
πλιγάδα, τινὲς δὲ διὰ τοῦ χ πληχάδα. δηλοῖ δὲ τοὔνομα τὸ μεταξὺ τῶν δύο σκελῶν χωρίον, ἐντεῦθεν καὶ τὸ ἐκπεπλῆσθαι καὶ διαπεπλῆσθαι παρ’ αὐτῷ γέγραπται καὶ παρὰ τῷ ποιητῇ, τοὶ δ’ ἐπλήσσοντο πόδεσσι.
71. Ἀπολείπειν δὲ χρὴ ἀπὸ τοῦ γυμνοῦ αἰεὶ τοὺς νάρθηκας καὶ ἔνθεν καὶ ἔνθεν ἱκανῶς καὶ τὴν θέσιν αἰεὶ τῶν ναρθήκων προμηθέεσθαι χρὴ ὅκως μήτε κατὰ τὸ ὀστέον τῶν ἐξεχόντων παρὰ τὰ ἄρθρα φύσει πεφυκότων μήτε κατὰ τὸ ἄρθρον νεῦρον ἔσται.
Πολλὰ τῶν κοινῶν καὶ γενικῶν ἐφ’ ἑνὸς τῶν κατ’ εἶδος ἐσομένων εἴωθε διδάσκειν ὁ Ἱπποκράτης ἐπισημαινόμενος, ὅτι μὴ μόνου τοῦ εἴδους ἐστὶν, ἀλλὰ καὶ πάντων ἢ πλειόνων ἤ τινων. προστίθησι δὲ τῷ λόγῳ ποτέ μὲν τὸ ἀεὶ, καθάπερ καὶ νῦν, ἐνίοτε δὲ εἰς τὰ πολλὰ χρηστὸν τοῦτο συνιέναι, ἐνίοτε δὲ ὅτι πρὸς πάντα τοῦτο χρήσιμον.
ἔσται γὰρ ὄντως ἀεὶ καὶ τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ χρήσιμον οὐκ ἐπὶ μηροῦ μόνον, ἀλλ’ ἐπὶ πάντων ἁπλῶς τῶν λαμβανόντων καταγμάτων τοὺς νάρθηκας. οὕτως γὰρ αὐτὸς ἔχειν μήκους προσῆκεν, ὡς μὴ ψαύειν τοῦ γυμνοῦ, καὶ μάλιστα δὲ αὐτὸ φυλάττεσθαί φησι δεῖν, ὅταν ἐξοχαῖς ὀστῶν πλησιάζῃ τὰ τῶν ναρθήκων πέρατα.
72. Τὰ δὲ οἰδήματα κατ’ ἰγνύην ἢ κατὰ πόδα ἢ κατά τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέσιος εἰρίοισι πολλοῖσι ῥυπαροῖσιν εὖ κατειργασμένοισιν οἴνῳ καὶ ἐλαίῳ ῥήνας, κηρωτῇ ὑποχρίων καταδεῖν καὶ ἢν πιέζωσιν οἱ νάρθηκες, χαλῶν θᾶσσον. ἰσχναίνειε δ’ ἂν, εἰ ἐπάνω ἐς τὰς νάρθηκας ὀθονίοισιν ἰσχνοῖσιν ἐπιδέοις τὰ οἰδήματα ἀρξάμενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος.
Τὰ ἐξαειρεύμενά φησιν οἰδήματα πρὸς τῆς πιέσεως, ὅπερ ἐστὶν ἐξαιρόμενα διὰ τὴν ἐκ τῶν χυμῶν θλίψιν ἐνεχθέντων
παρεωραμένον ἐνίοτε προσέγραψεν εὖ κατειργασμένοις· καὶ μέντοι καὶ πολλοῖς αὐτοῖς χρῆται χάριν τοῦ φυλάττειν τὴν ἐκ τοῦ οἴνου καὶ ἐλαίου νοτίδα. τὰ γὰρ ὀλίγα ῥᾳδίως ξηραίνεται, τοῦ πρώτου δ’ ἔχεται σκοποῦ καὶ ὁ τῆς ἐπιδέσεως τρόπος, ὡς εἴρηται, τῶν οἰδισκομένων μορίων ἀπάγων τὸ αἷμα πρὸς τὰ ὑπερκείμενα.
73. Οὕτω γὰρ ἂν τάχιστα ἰσχνὸν τὸ οἴημα γένοιτο.
Κυρίως μὲν ἑρμηνευόντων τὸ οἰδηκὸς μόριον ἰσχνὸν ἂν γενέσθαι λέγοιτο καὶ οὐ τὸ οἴδημα. ταῦτα γὰρ ἀφανίσαι παντάπασιν ἡμῖν πρόκειται, πολλὰ δὲ οὕτω λέγουσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱ λέγειν δεινότατοι, καταφρονοῦντες τῆς ὕστερον ἀσκηθείσης μακρολογίας ἐν τοῖς ὀνόμασιν, οὐχ ὡς οἱ μεταχειριζόμενοι προσαγορεύουσιν αὐτὴν ἀκριβολογίαν, οὓς εἰ μὲν σαφέστερον ἑρμηνεύοιεν τὰ τοῦ παλαιοῦ ἐκ τῆς τοιαύτης ἀκριβολογίας, εἴτε κυριολογίας ἐθέλοιεν ὀνομάζειν,
ἐπαινεῖν προσῆκον. εἰ δ’ ἀσαφῶς καὶ ταπεινῶς, ἄμεινόν ἐστι τὴν τῶν παλαιῶν ἀμέλειαν αἱρεῖσθαι.
74. Καὶ ὑπερθείη ὑπὲρ τὰ ἀρχαῖα ἐπιδέσματα, ἀλλ’ οὐ χρὴ τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ. γίνεται δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα ἢ κατακεκραμένον ἔχῃ ἢ κνῆται τῇ χειρὶ ἢ ἄλλο τι προσπίπτῃ ἐρεθιστικὸν πρὸς τὸν χρῶτα.
Μία μὲν αὕτη γραφὴ, τινῶν μὲν οἰδημάτων βουλομένων ἐπὶ τὴν ἐπίδεσιν ἀνιέναι τῶν ἐκθλιβομένων τῶν οἰδημάτων χυμῶν, ἐνίων δὲ εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία παραγίνεσθαι. κρῖναι δὲ οὐ χαλεπόν ἐστι τὴν διαφωνίαν αὐτῶν, ὁρισθείσης τῆς ἐπιδέσεως· εἰ μὲν γὰρ ἐπανέντες τοὺς νάρθηκας ἐπιδήσαιμεν ὡς εἴρηται τὸ οἰδηκὸς, ἀφίκοιτ’ ἄν τι τοῦ αἵματος εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία.
εἰ δὲ ἀφελόντες τοὺς νάρθηκας καὶ λύσαντες ὅλην τὴν ἐπίδεσιν εὐθὺς ἐξ ἀρχῆς ἐπιδήσαιμεν, ἅμα μὲν τῷ καταγματικῷ τρόπῳ χρώμενοι τῆς ἐπιδέσεως, ἅμα δὲ καὶ μὴ μιγνύντες αὐτῶν τῶν ἀπὸ τῶν οἰδημάτων ἀρχομένων ὑπερεῖκαν οὕτως τὴν ἀρχαίαν ἐπίδεσιν, ὁ ἐκθλιβόμενος χυμὸς ἐπὶ τὰ τῆς ἐπιδέσεως ὑψηλὰ χωρία.
75. Σωλῆνα δ’ ἢν μέν τις ὑπ’ αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι. οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι οὔτε τὴν κνήμην ἄνευ τοῦ μηροῦ κινεῖσθαι. ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον, καὶ ὃ ἥκιστα δεῖ, τοῦτ’ ἂν ἐποτρύνοι ποιέειν. ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν. πᾶσαν γὰρ ἂν τυρβὴν παρέχοι τῇσιν ἐπιδέσεσιν καὶ μηροῦ ἐπιδεδεμένου καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε καὶ ἄλλοτε ἄλλο σχῆμα ἴσχειν. ἀνάγκη δ’ ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα κίνησιν ἔχειν· περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι.
δοκεῖ ἂν οὖν ὁμοίως ὁ σωλὴν ὁ περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου ὠφελέειν ὑποτιθέμενος.
Ἐφεξῆς τῷ τῶν οἰδημάτων λόγῳ ἔγραψε περὶ τοῦ σωλῆνος σαφῶς. εἴρηται δ’ ἂν ἡμῖν ἔμπροσθεν ὡς ἤτοι διαμπερῆ, τουτέστι δι’ ὄλου τοῦ σκέλους ὑποτίθεσθαι τὸν σωλῆνα προσήκει ἢ μηδ’ ὅλως ὑποτίθεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ μηχανικοῦ γλωττοκόμου τοῖς νεωτέροις ἰατροῖς ἐπινοηθέντος ὀρθῶς.
76. Καὶ ἄλλως κατ’ ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν ξὺν τῷ σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦνται, εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο ἢ ἐς τὸ πλάγιον, εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως. ἢν οὖν διαμπερὲς εἴη, ποιητέος ὁ σωλὴν ἢ οὐ ποιητέος.
Τὸ σὺν τῷ σωλῆνι ἤκουσαν ἔνιοι μὲν ἔξω τοῦ σωλῆνος περιβάλλεσθαι τὴν ταινίαν ἀξιοῦντες ὡς εἶναι τὸ λεγόμενον·
ταινίαν περιβάλλειν χαλαρῶς προσήκει σὺν ἀμφοτέρῳ, τῇ τε ἰγνύῃ τοῦ κάμνοντος καὶ τῷ ἔξω ἐν αὐτῇ σωλῆνι, τουτέστιν ὥστε μὴ τηνικαῦτα αὐτὴν, ἀλλὰ σὺν τῷ σωλῆνι κατειλῆφθαι. τινὲς δ’ ἔξωθεν ἀξιοῦσι περὶ αὐτὴν τὴν ἰγνύαν περιβεβλῆσθαι τὴν ταινίαν, ὅπως σηρίζῃ καὶ αὐτὴ τὸ σκέλος ἅμα τῷ σωλῆνι, τουτέστι σὺν τῆς τοῦ σωλῆνος κρίσεως, μήτ’ αὐτῆς μόνης ἱκανῆς οὔσης εἰς ἀσφάλειαν μήτε τοῦ σωλῆνος, ἀλλ’ ἀμφοῖν ἅμα συνιόντων.
77. Πτέρνης δ’ ἄκρης κάρτα χρὴ ἐπιμελέεσθαι, ὡς εὐθέτως ἔχοι καὶ ἐν τοῖσι κατὰ κνήμην καὶ ἐν τοῖσι κατὰ μηρὸν κατήγμασιν· ἢν μὲν γὰρ ἀπαιώρηται ὁ ποὺς τῆς ἄλλης κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ ὀστέα κυρτὰ φαίνεσθαι, ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη ᾖ τοῦ μετρίου ἠρτισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος ᾖ, ἀνάγκη τῷ ὀστέῳ τούτῳ κατὰ τὸ ἀντικνήμιον τοῦτο κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. ἀτὰρ καὶ
κρατύνεται πάντα τὰ ὀστέα βραδύτερον, ἢν μὴ κατὰ φύσιν κείμενα ᾖ καὶ τὰ μὴ ἀτρεμέοντα ἐν τῷ αὐτέῳ σχήματι καὶ αἱ πωρώσιες ἀσθενέστεραι.
Οὕτως ἐν τοῖς ἔμπροσθεν ἡνίκα περὶ πήχεως παραλαμβανομένου τῇ ταινίᾳ τὸν λόγον ἐποιεῖτο, ἔφαμεν γεγονέναι γραφήν· ἐνίων μὲν ἄνευ τῆς ἀποφάσεως τῆς μὴ γραψάντων μετέωρος, ἐνίων δὲ σὺν ἐκείνῃ μὴ μετέωρος, οἱ μὲν ἐν ἴσῳ τῷ ἀστηρίκτῳ οὐδενὸς ἐρείσματος ὑποβεβλημένου, οἱ δ’ ἔμπαλιν ἐπὶ τῆς ὀχουμένης ἐπί τινος ἕδρας ἀσφαλῶς, ἡρματισμένης δὲ παρὰ τὰ ἕρματα, τουτέστι τὰ ἐρείσματα πεποίηκε τοὔνομα. γινώσκομεν δή που καὶ τὰ ἕρματα καὶ παρὰ τῷ ποιητῇ γεγραμμένα κατ’ ἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν·
ὑπὸ δ’ ᾔρεον ἕρματα νηῶν.
εἴη ἂν οὖν τὸ ἡρματισμένης ἀντὶ τοῦ ἠρτημένης.
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΑΓΜΩΝ ΥΠΟΜΝΗΜΑ Γ.
1. Ταῦτα μὲν δὴ ὅσοισι τὰ μὲν ὀστέα κατέηγεν, ἐξέχει δὲ μὴ μηδὲ ἄλλως ἕλκος ἐγένετο.
Περὶ τῶν ἁπλῶν καταγμάτων ἄχρι δεῦρο διηγήσατο, καθ’ ἃ μηδὲ ὑπερεῖχεν ὀστοῦν τοῦ δέρματος εἰς τὸ συμφανὲς, ὡς βλέπεσθαι γυμνὸν, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἕλκος ἐγένετο. πρόδηλον μὲν γὰρ ὀστᾶ μὲν ἔχοντα καὶ γυμνούμενα
τῶν ὀστῶν οὐκ ἄνευ τοῦ διαιρεθῆναι τούς γε περικειμένους μύας καὶ τὸ δέρμα δύναται παθεῖν. χωρὶς μέντοι τοῦ γυμνωθῆναί τι τῶν κατεαγότων ὀστῶν ἕλκος γίνεσθαι δύναται. μεταβαίνει τοιγαροῦν ἤδη καὶ διαλέγεται περὶ τῶν μεθ’ ἑλκώσεως καταγμάτων ἤτοι μόνον γενομένων ἢ καὶ μετὰ τοῦ γυμνωθῆναί τι τῶν ὀστῶν.
2. Οἷσί δὲ τὰ ὀστέα κατέηγεν ἁπλῶς τῷ τρόπῳ καὶ μὴ πουλυσχιδεῖ, αὐθήμερα ἐμβληθέντα ἢ τῇ ὑστεραίῃ κατὰ χώρην ἱζόμενα καὶ μὴ ἐπίδοξος ἡ ἀπόστασις παρασχίδων ὀστέων ἀπιέναι ἢ καὶ οἷσιν ἕλκος μὲν ἐγένετο, τὰ δὲ ὀστέα κατεηγότα οὐκ ἐξίσχει, οὐδ’ ὁ τρόπος τῆς κατήξιος τοιοῦτος, οἷος παρασχίδας ὀστέων ἐούσας ἐπιδόξους εἶναι, ἀναπλῶσαι τοὺς τοιούτους.
Τὰ μὲν ἕλκους κατάγματα διττῷ τρόπῳ θεραπείαν ὑπάγει, τῷ μὲν ἑτέρῳ καθ’ ὃν ἤτοι γυμνόν τι μέρος ἐστὶ
τοῦ κατεαγότος ἢ πρὸς τοῦ κατεπείγοντος ἀποσχιθὲν τοῦ συντριβέντος ὀστοῦ, τῷ δ’ ἑτέρῳ καθ’ ὃν οὐδέτερον μὲν τούτων ἐστὶν, ἕλκος δὲ μόνον ἅμα κατάγματι διαπεπλασμένῳ προσηκόντως. οὐδὲ γὰρ εἰ κατ’ αὐτὴν τὴν πληγὴν μέρος τι τοῦ κατεαγότος ὀστοῦ γυμνωθὲν ἐξέσχε τοῦ δέρματος, εἴτ’ εὐθέως κατετάθη καὶ διεπλάσθη κατὰ τὸν προσήκοντα τρόπον. ἡγεῖται δ’ ὑπαλλάττεσθαι τὴν θεραπείαν· ἀλλ’ ἔστιν αὐτῷ τὸ μὲν ἕτερον τῆς θεραπείας εἶδος, ὅταν ἕλκος ἅμα κατάγματι θεραπευομένου τοῦ ἐξέχοντός τινος οὕτως ἀποστήσασθαι προσδοκωμένου μορίου τοῦ καταγέντος ὀστοῦ. τὸ δ’ ἕτερον ὅταν καλύπτηται μὲν ὑπὸ τοῦ δέρματος, τὸ κατεαγὸς ἐπίδοξόν τι μέρος αὐτοῦ τῷ χρόνῳ μερισθὲν ἀποκριθήσεσθαι πρὸς τῆς φύσεως διὰ τῆς κατὰ τὸ ἕλκος χώρας. ὅταν μὲν οὖν ἡ προτέρα διαφορὰ γένηται τοῦ παθήματος, ἀξιοῖ χρῆσθαι τῷ τρόπῳ τῆς ἐπιδέσεως ὃν ἐδίδαξεν ἐπὶ τῶν χωρὶς ἕλκους καταγμάτων. ὅταν δὲ ἡ δευτέρα μετατίθησί πως τὸν τρόπον τῆς θεραπείας, ὡς ἐφεξῆς μαθησόμεθα, βέλτιον γὰρ ἀκολουθεῖν αὐτῷ.
3. Οἱ μὲν μήτε μέγα ἀγαθὸν μήτε μέγα κακὸν ποιέοντες ἰητρεύουσι τὰ μὲν ἕλκεα καθαρτικῷ τινι ἢ πισσηρὴν ἐπιθέντες ἢ ἔναιμον ἢ ἄλλο τι ὧν εἰώθασι ποιέειν. ἐπαινέω δὲ τοὺς οἰνηροὺς σπλῆνας ἢ εἴρια ῥυπαρὰ ὁκόσοι ἐπιδέουσιν ἢ ἄλλο τι τοιοῦτον. ἐπὴν δὲ τὰ ἕλκεα καθαρὰ γένηται καὶ ἤδη ξυμφύηται, τότε τοῖς ὀθονίοισι συχνοῖσι πειρῶνται ἐπιδεῖν καὶ νάρθηξι κατορθοῦν. αὕτη μὲν ἡ ἴησις ἀγαθόν τι ποιεῖ, κακὸν δ’ οὐ μέγα. τὰ μέντοι ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τινι ὀγκηρότερα τὰ σώματα τοῦ καιροῦ ταύτῃ γίνεται.
Τῶν μεθ’ ἑλκώσεως καταγμάτων διττὴν ἔφην αὐτῷ γεγονέναι τῆς θεραπείας διδασκαλίαν. ἄρχεται δὲ νῦν ἀπὸ τῆς πρώτης ὧν εἴπομεν ἐλέγχων πρότερον, ὅσοι καλῶς μεταχειρίζονται τὸν τρόπον τῆς ἑλκώσεως ἐκείνης, ἐν ᾗ μετὰ
νῦν γὰρ ἑτέρων ἰατρῶν μέμνηται καί φησιν αὐτοὺς οὐδὲν ἀξιόλογον ἁμαρτάνειν, ὥσπερ ἐκείνους ὧν μνημονεύει. τί τοίνυν ἐστὶν ὃ ἁμαρτάνουσιν; ἅμα γὰρ τούτῳ γνωσθέντι μαθησόμεθα τὸ καλῶς εἰρημένον παρ’ αὐτῷ, μήτε μέγα τι ποιεῖν ἀγαθὸν αὐτοὺς μήτε κακὸν, ὅτι τῆς μὲν ἑλκώσεως οὐ κακῶς προνοοῦνται, τοῦ κατάγματος δ’ ἀμελοῦσι τό γε κατ’ ἀρχὰς, ὕστερον μὲν τὴν οἰκείαν ἐπίδεσιν αὐτῷ προσφέροντες, ἣν ἔφην ἀπ’ ἀρχῆς προῆχθαι. διὰ τοῦτ’ οὖν, φησὶν, ὀγκηρότερα γίνεται τὰ ὀστᾶ· βέλτιον οὖν αὐτὰ προστέλλεσθαί τε καὶ πιλεῖσθαι διὰ παντὸς τοῦ χρόνου. παραλείπουσι δὲ κατὰ τὰς πρώτας ἡμέρας οὐκ ὀλίγας τὸν ἀριθμὸν οὔσας, εἴγε φησὶν, ὅταν ἤδη τὰ ἕλκη συμφύεσθαι μέλλῃ, τηνικαῦτα τοὺς οὕτω θεραπεύοντας ἰατροὺς ἄρχεσθαι τῆς καταγματικῆς ἐπιδέσεως, ἐπίδηλον ὅτι διαπυήσεσθαι χρὴ πρότερον αὐτὰ καὶ καθαρθῆναι πρὶν μέλλειν συμφύεσθαι, τοῦτο δ’ οὐ κατὰ γ΄ ἢ δ΄ ἡμέρας ἀριθμόν ἐστι.
4. Γένοιτο δ’ ἂν καὶ βραχύτερα, ὧν ἀμφότερα τὰ ὀστέα κατέηγεν ἢ πήχεος ἢ κνήμης.
Ἴδιόν ἐστι τῆς Ἱπποκράτους βραχυλογίας ἅμα σαφηνείας διὰ τῶν ἐπιφερομένων ἐπιδείκνυσθαι τὸ παραλελειμμένον ἐν τῷ προειρημένῳ λόγῳ, τοῦτ’ οὖν ἐποίησε νῦν. εἰρηκὼς γὰρ ὀγκηρότερα γίνεσθαι τὰ ὀστέα τῶν θεραπευομένων διὰ τῆς πρώτης παραγωγῆς, οὐ προωρίσατο πότερον ἁπάντων ἤ τινων, ἀλλ’ ἔν τε τῇ νῦν ῥήσει σαφῶς ἐδήλωσεν ὅτι μὴ πάντων, ἀλλ’ ἐκείνων μόνων ὅσον τὸ ἀμφότερον ὀστοῦν ἔπαθεν ὄγκον. μήτ’ ἆρ’ ἴσχει τὰ μέρη τοῦ κατάγματος, ὡς ἂν μὴ πιληθέντα καὶ σφιγγέντα διὰ παντὸς τοῦ γένους τοῦ χρόνου τῆς θεραπείας, οὐ μὴν βραχύτερόν γε γίγνεται τὸ κῶλον, ὡς ἔνθα θατέρου τῶν ὀστῶν ὅσον ἀπαθὲς ἔμεινε διαφυλάττοντος αὐτῷ τὸ κατὰ φύσιν μέγεθος, ἀλλ’ ἐφ’ ὧν γε τὰ δύο καταγῇ, συνέβη δηλονότι συνανασπασθῆναι τοῖς μυσὶν, ὡς ἔμπροσθεν ἐδείχθη, τὰ
ὑψηλότερα μέρη τῶν παθόντων ὀστῶν, οὗπερ ἕνεκα καὶ τὴν κατάτασιν ἐποιεῖτο πρὸ τῆς διαπλάσεως· ἀλλ’ ἐπεὶ χωρὶς τῆς προσηκούσης ἐπιδέσεως οὐκ ἂν ἡ σύνθεσις τῶν ὀστῶν φυλαχθείη, διὰ τοῦτ’ ἀκριβοῦς ἐπιδέσεως ποὐνοήσατο μέχρι τῆς πωρώσεως. οἱ τοίνυν ἀμελοῦντες μὲν ταύτης, ἑλκώσεως δὲ πεφρονηκότες, οὐ μόνον εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν ἄγουσι τὸ κῶλον, ἀλλὰ καὶ μικρότερον ἀποφαίνουσιν.
5. Ἄλλοι δ’ αὖ τινές εἰσιν οἱ ὀθονίοισι τὰ τοιαῦτα ἰητρεύουσιν εὐθέως καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖς ὀθονίοισι, κατὰ δὲ τὸ ἕλκος αὐτὸ διαλείπουσι καὶ ἐῶσιν ἀνεψῦχθαι, ἔπειτα ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι καὶ σπλήνεσιν οἰνηροῖσιν ἢ εἰρίοισιν ῥυπαροῖσι θεραπεύουσιν. αὕτη ὁ ἴησις κακή. καὶ εἰκὸς τοὺς ἰήτρεύοντας τὰ μέγιστα ἀσυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι κατήγμασι καὶ ἐν τοῖσι τοιούτοισι. μέγιστον γάρ ἐστι τὸ
γινώσκειν καθ’ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου καὶ καθ’ ὁποῖον μάλιστα πεπιέχθαι καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ μάλιστα χρὴ καὶ οἷα βλάπτονται, ἢν μὴ ὀρθῶς τις βάλληται μηδὲ πιέζῃ ᾗ μάλιστα χρή, ἀλλὰ ἔνθεν καὶ ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν γεγραμμένοισιν ὁποῖα ἐφ’ ἑκατέρων ἀποβαίνει, μαρτυρεῖ δὲ καὶ αὕτη ἡ ἰατρική· ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι ἐς αὐτὸ ἕλκος.
Τῶν μεγάλως βλαπτόντων ἐἰητρεύονταςν τούτῳ τῷ λόγῳ μέμνηται, σαφῶς διδάσκων αὐτὸς ἃ πράττουσιν ἅπαντα· καὶ μέντοι καὶ τὰς ἁμαρτίας αὐτῶν ἐλέγχει σαφῶς, ὥστε μηδ’ ἂν ἐμοῦ δεῖσθαι τὸν ἐθέλοντα φιλοπόνως τοῖς λεγομένοις προσέχειν τὸν νοῦν.
6. Καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν καὶ ἔνθεν ἐπιδεθείη, ἐν μέσῳ δὲ διαλειφθῇ, μάλιστα κατὰ τὴν διάληψιν οἰδήσειεν
ἂν καὶ ἀχοιήσειεν. πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτα ἂν πάθοι;
Ὅτι τὸ σαρκῶδες ὀνομάζει χρῶτα λέλεκταί μοι καὶ πρόσθεν· ἀλλὰ νῦν γε πρόσεχέ μοι τὸν νοῦν, ὅπως ἂν ἢν ὁ λογικὸς εὑρίσκῃ τὸ προσῆκον, οὐ περιμένει μακρὰν πεῖραν. οἴονται μὲν ἕλκος ἀνεπίδετον ἐῶντες, ἑκατέρωθεν δ’ αὐτοῦ περιβάλλοντες ἐπιδέσμους, οὐκ ἐξ ὦν αὐτοὶ πράττουσιν, ἀλλὰ διὰ τὴν κακοήθειαν τοῦ παθήματος ἐπιμίγνυσθαι φλεγμονὰς καὶ μοχθηρῶς διατίθεσθαι τὸ ἕλκος, τοῦ μὲν πρώτου τὴν τοιαύτην θεραπείαν ἐπινοήσαντος, ἑαυτὸν παρακρουσαμένου λόγῳ μοχθηρῷ, τῶν διαδεξαμένων δ’ αὐτὸ τὸ ἔθος φυλαξάντων διὰ τὸ μὴ τολμᾷν ὑπαλλάξαι. τί δὲ εἰ τοῦ μέγα κακὸν ἐργάσασθαι; τοῦτο γὰρ ἐπιεικῶς συμβαίνει τοῖς ἀλόγῳ τριβῇ μεταχειριζομένοις τὰς τέχνας, ὥστε μόνος ὁ ἀπολογισμὸς θαῤῥῶν ἐξ αὐτῆς τῆς τοῦ πράγματος φύσεως ὁρμώμενος ὑπαλλάττειν ἐπιχειρεῖται δι’ ἔθους μακροῦ πραττόμενα κακῶς. τίς οὖν ὁ λόγος ἐστὶν ᾦ
θαῤῥήσας ὁ Ἱπποκράτης ὑπήλλαξε τῆς θεραπείας αὐτῶν οὐ μὰ Δία πιθανῶν, οὐδὲ ξένων δεχομένων λημμάτων, ἀλλ’ ἐξ ἐπιστημονικῶν τε καὶ ἀναγκαίων. εἰ γὰρ ἐπὶ τῶν ὑγιαινόντων σωμάτων ὁ τοιοῦτος τρόπος τῆς ἐπιδέσεως εἰς τὴν μεταξὺ τῶν ἐπιδουμένων χώραν ἐκθλίβων ἑκατέρωθεν τὸ αἷμα φλεγμονὴν ἐργάζεται, πῶς οὐ πολὺ μᾶλλον ἐπὶ τῶν ἤδη πεπονθότων ἐργάσεται.
7. Ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπιεσμένον τὸ ἕλκος εἶναι, δακρυῶδες δὲ καὶ ἀνεκπύητον εἶναι, ὀστέα δὲ καὶ μὴ μέλλοντα ἀποστῆναι ἀποστατικὰ γενέσθαι.
Τὰ καταλαμβάνοντα συμπτώματα διὰ τὴν μοχθηρὰν ἐπίδεσιν ἔγραψεν ἐν τούτῳ τῷ λόγῳ, γιγνόμενα πάντα διὰ τὸ μέγεθος τῆς φλεγμονῆς. ἐκτρέπονται μὲν γὰρ τοῦ ἕλκους τὰ χείλη διὰ ταύτην, ὥσπερ αὐτὰ τὰ κυρίως ὀνομαζόμενα χείλη τοῦ στόματος, ὅταν φλεγμαίνῃ. κακόχρουν
δὲ τὸ σύμπαν χωρίον εἰκότως φαίνεται. καὶ γὰρ καὶ τοῦτο σύμπτωμά ἐστι μεγάλης φλεγμονῆς. ἐξ αὐτοῦ δὲ τοῦ ἕλκους ἰχὼρ λεπτὸς καὶ ἄπεπτος ῥυεῖ, καθάπερ ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν φλεγμαίνωσι, τὸ δάκρυον· ἐντεῦθεν μὲν ὠνόμασται κατὰ μεταφορὰν τὸ οὕτω διακείμενον ἕλκος δακρυῶδες. οὐκοῦν ἐνδέχεται πέψιν ἀκολουθῆσαι τοῖς τὴν φλεγμονὴν ἐργαζομένοις χυμοῖς, ἄχρις ἂν οὕτως ἐπιδέηται τὸ μόριον· ἀλλὰ καὶ τῶν ὀστῶν ἀνάγκη τι τῷ χρόνῳ βλαβῆναι, διαδεχομένων ὑπὸ τῆς περιουσίας τῶν ἀπέπτων χυμῶν. οὐδὲν οὖν θαυμαστὸν ὑποστῆναί τι μέρος αὐτῶν, εἰ μὴ παύσαιτο ὑπό τε τῆς μοχθηρᾶς ἐπιδέσεως οὕτω θεραπεύων. τὰ δ’ ἄλλα κατὰ μέρος ἐν ὅλῳ τῷ λόγῳ σαφῆ πάντ’ ἐστὶ τοῖς προσέχουσι τὸν νοῦν, ὡς ἔφην, καὶ μεμνημένοις τῶν προδεδιδαγμένων· εἰς ἐκεῖνα γὰρ ἀναφέρεται πάντα καὶ μαρτυρεῖ τοῖς καλῶς διδαχθεῖσιν, ὡς καὶ αὐτὸς Ἱπποκράτης ἐπισημαίνεται.
8. Σφυγηῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη, ἀναγκάζονται δὲ διὰ τὸ οἶδος ἐπικαταπλάσσειν. ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν. ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίνεται. τελευτῶντες δὲ ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπότ’ ἄν σφιν παλιγκοτέῃ, καὶ ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος. οὐδὲν δ’ ἧσσον καὶ ἤν τι ἄλλο τρῶμα τοιοῦτο λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν. οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν καὶ τὴν ἀνάψυξιν τοῦ ἕλκεος αἰτίην, ἀλλ’ ἄλλην τινὰ ἀτυχίην· οὐ μέντοι γε ἂν ἔγραφον περὶ τουτέου τοσαῦτα, εἰ μὴ εὖ μὲν ᾔδειν ἀσύμφορον ἐοῦσαν τὴν ἐπίδεσιν, συχνοὺς δὲ οὕτως ἰητρεύοντας, ἐπίκαιρον δὲ τὸ ἀπομάθημα. μαρτύριον δὲ τοῦ ὀρθῶς γεγράφθαι τὰ πρόσθεν γεγραμμένα, εἴτε μάλιστα πιεστέα τὰ κατήγματα εἴτε ἥκιστα. χρὴ δὲ ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, οἷσιν ἂν μὴ ἐπίδοξος ᾖ ἡ τῶν ὀστέων ἀπόστασις ἔσεσθαι, τὴν αὐτὴν ἰητρεύειν, ὥσπερ ἂν οἷσιν ὀστέα μὲν κατεηγότα εἴη, ἕλκος δὲ μὴ
ἔχοντα. τάς τε γὰρ κατατάσιας καὶ κατορθώσιας τῶν ὀστέων τὸν αὐτὸν τρόπον ποιέεσθαι, τήν τε ἐπίδεσιν παραπλησίαν. ἐπὶ μὲν γὰρ αὐτὸ τὸ ἕλκος πισσηρὴν κηρωτὴν χρίσαντα σπλῆνα λεπτὸν ἐπιδεθῆναι, τὰ δὲ πέριξ κηρωτῇ λεπτῇ χρίειν. τὰ δὲ ὀθόνια καὶ τὰ ἄλλα πλατύτερά τινι ἐσχισμένα ἔστω ἢ εἰ μὴ ἕλκος εἶχε· καὶ ᾧ ἂν πρώτῳ ἐπιδέηται, συχνῷ ἔσται τοῦ ἕλκεος πλατύτερον. τὰ γὰρ στενώτερα τοῦ ἕλκεος ζώσαντα ἔχει τὸ ἕλκος. τὸ δ’ οὐ χρὴ, ἀλλ’ ἡ πρώτη περιβολὴ ὅλον κατεχέτω τὸ ἕλκος.
Μικρὸν ἔμπροσθεν ἔφη τῶν οὕτως ἐπιδεομένων ἐκθλίβεται τὸ οἶδος εἰς αὐτὰ τὰ ἕλκη. οἶδος δὲ δηλονότι τὸ οἴδημα λέγων ὡς εἶναι τὸν λόγον τοιόνδε· διὰ τὴν κακὴν ἐπίδεσιν ἑκατέρωθεν τοῦ ἕλκους γιγνομένην ἐκθλιβόμενον τὸ αἷμα τὸν παρὰ φύσιν ὄγκον ἐργάζεται. τοῦτο γὰρ οἶδός τε καὶ οἴδημα δι’ ἔθους ἐστὶν ὀνομάζειν αὐτῷ. προσλαβὼν δὲ σφυγμὸν ὁ τοιοῦτος ὄγκος καὶ θερμασίαν πυρώδη
τὴν ὀνομασθεῖσαν πρότερον ἰδίως ἀποτελεῖ φλεγμονήν. πάλαι γὰρ οὐχ οὕτως, ἀλλὰ τὴν φλόγωσιν ἅπασαν ὠνόμαζον φλεγμονὴν, ὡς πολλάκις ἡμῖν δέδεικται. ἀλλὰ ἀπό γε τῶν Ἐρασιστράτου χρόνων εἰθίσθη τὸ τῆς φλεγμονῆς ὄνομα λέγεσθαι κατὰ τῶν ὄγκων ἐκείνων, ἐν οἷς οὐ μόνον ἐστὶ θερμασία φλογώδης, ἀλλὰ καὶ ἀντιτυπία καὶ σφυγμός. ἐξ ἀνάγκης δ’ ἂν ἔχωσιν οὕτω καὶ τὸ καλούμενον ἔρευθος. ἐκ μὲν γὰρ τῆς πλείονος θερμασίας τοῦτο τὴν γένεσιν ἀναγκαῖον λαμβάνειν, ἡ δ’ ἀντιτυπία καὶ ὁ σφυγμὸς ἐκ τοῦ πεπληρῶσθαι. δυνάμενος οὖν εἰπεῖν ὁ Ἱπποκράτης πυρετῶδες γίγνεσθαι τὸ ἕλκος, πυρῶδες εἶπεν ἀπὸ τοῦ πυρὸς ἐργασάμενος τὴν παράκαυσιν εἰς ἀνάμνησιν ἐμοὶ δοκεῖν, ὅτι καὶ αὐτὸς ὁ πυρετὸς ἀπὸ τοῦ πυρὸς ὠνόμασται καὶ τοῦτ’ ἔστιν αὐτῷ τῷ πυρετῷ εἶναι τὸ θερμασίαν ἔχειν καπνώδη.
9. Καὶ ὑπερεχέτω τὸ ὀθόνιον ἔνθεν τε καὶ ἔνθεν.
Σπανίως τοίνυν τὸ ἄνωθεν καὶ κάτωθεν ὀνομάζεται πρὸς τῶν παλαιῶν ἔνθεν καὶ ἔνθεν· ὡς τὰ πολλὰ γὰρ εἰώθασιν ἐπὶ τῶν κατὰ τὰ πλάγια μερῶν τοιαύτῃ χρῆσθαι λέξει. νῦν μέντοι τῷ παλαιῷ τρόπῳ τῆς ἑρμηνείας ὁ Ἱπποκράτης ἐχρήσατο.
10. Βάλλεσθαι μὲν οὖν χρὴ τὸ ὀθόνιον κατ’ αὐτὴν τὴν ἴξιν τοῦ ἕλκεος, πιέζειν δὲ ὀλίγῳ ἧσσον ἢ εἰ μὴ ἕλκος εἶχεν· ἐπινέμεσθαι δὲ τῇ ἐπιδέσει, ὥσπερ καὶ πρόσθεν εἴρηται. τὰ δὲ ὀθόνια αἰεὶ μὲν τοῦ τρόπου τοῦ μαλθακοῦ ἵστωσαν. μᾶλλον δέ τε δεῖ ἐν τοῖσι τοιούτοισιν ἢ εἰ μὴ ἕλκος εἶχε. πλῆθος δὲ τῶν ὀθονίων μὴ ἐλάσσω ἔστω τῶν πρότερον εἰρημένων, ἀλλά τινι καὶ πλείω· ἢν δὲ ἐπιδεθῇ, δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέσθαι δὲ μή. φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι. τοὺς δὲ χρόνους αὐτοὺς μὲν χρὴ, εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμόσθαι. τοὺς αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσπερ καὶ ἐν τοῖσι πρόσθεν εἴρηται, μετεπιδεῖν δὲ διὰ τρίτης πάντα μεταποιέοντα ἐς τοὺς τρόπους τοὺς παραπλησίους,
ὥσπερ καὶ πρόσθεν εἴρηται, πλὴν ἐς τὸ σύμπαν ἧσσόν τινι πιέζειν ταῦτα ἢ ἐκεῖνα· καὶ ἢν κατὰ λόγον τὰ εἰκότα γένηται ἰσχνότερον μὲν αἰεὶ εὑρεθήσεται τὸ κατὰ τὸ ἕλκος. ἰσχνὸν δὲ καὶ τὸ ἄλλο πᾶν τὸ ὑπὸ τῆς ἐπιδέσιος κατεχόμενον καὶ αἵ τε ἐκπυέσιες ἔσονται θάσσους ἢ τῶν ἄλλων ἰητρευμένων ἑλκέων. ὅσα τε σάρκια ἐν τῷ τρώματι ἐμελάνθη καὶ ἐθανατώδη θᾶσσον περιῤῥηγνυται καὶ ἐκπίπτει ἐπὶ ταύτῃ τῇ ἰητρείῃ ἢ ἐν τῇσιν ἄλλῃσιν ἐς ὠτειλάς τε θᾶσσον ὁρμᾶται τὸ ἕλκος, οὕτως ἢ ἄλλως ἰητρευμένον. πάντων δὲ τούτων αἴτιον ὅτι ἰσχνὸν μὲν τὸ κατὰ τὸ ἕλκος χωρίον γίνεται, ἰσχνὰ δὲ τὰ περιέχοντα.
Ἴξιν ἀεὶ τὴν εὐθυωρίαν ὀνομάζει ποτὲ μὲν τὴν κατὰ τὸ μῆκος τοῦ σώματος, ἔστι δ’ ὅτε τὴν κατὰ τὸ πλάτος, ὥσπερ νῦν, ἀξιῶν τοῦ πρώτου τῶν ἐπιδέσμων τὴν ἀρχὴν ἢ ἐκ τῶν δεξιῶν ἢ τῶν ἀριστερῶν μερῶν τοῦ ἕλκους θέντας ἐπιλίττειν ὅλον αὐτὸ καταληφθῆναι καὶ μηδὲν ἀπολειφθῆναι μέρος γυμνόν.
11. Τὰ μὲν οὖν ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥστε ἄνευ ἑλκωσίων ὀστέα καταγνύμενα, τοὺς δὲ νάρθηκας οὐ χρὴ προστιθέναι. διὰ τοῦτο καὶ τὰ ὀθόνια χρὴ τούτοισιν πλείω εἶναι ἢ τοῖσιν ἑτέροισιν, ὅτι τε ἧσσον πιέζεται, ὅτι τε οἱ νάρθηκες βραδύτερον προστίθενται.
Τοὺς νάρθηκας ἐπιβάλλειν φυλάττεται τοῖς ἡλκωμένοις κατάγμασι δεδιὼς δηλονότι τὴν ἐξ αὐτῶν θλίψιν. δι’ αὐτὸ δὲ τοῦτο καὶ τοῖς ὀθονίοις ταῦτα μὴ πιέζειν ἐκέλευσε καὶ δι’ ἄμφω δὲ ταῦτα πλέοσιν αὐτοῖς χρῆσθαι. μέμνησο τοιγαροῦν ὡς αὐτὸς εἶπεν ὀθονίοισι πλείοσι χρῆσθαι, διότι τε ἧττον πιέζεται καὶ οἱ νάρθηκες βραδύτερον προστίθενται.
12. Ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, μη κατὰ τὴν ἴξιν τοῦ ἕλκεος προστιθέναι, ἀλλ’ ὥστε καὶ χαλαρῶς προστιθέναι,
προθυμεύμενος ὅκως μηδεμία σφίγξις μεγάλη ἔσται ἀπὸ τῶν ναρθήκων. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖσι πρότερον γεγραμμένοισι· τὴν μέντοι δίαιταν ἀκριβεστέρην καὶ πλείω χρόνον χρὴ ποιέεσθαι, οἶσιν ἐξ ἀρχῆς ἕλκεα γίνεται, καὶ οἶσιν ὀστέα ἐξίσχει, καὶ τὸ ξύμπαν δὲ εἰρῆσθαι ἐπὶ τοῖσιν ἰσχυροτάτοισι τρώμασιν ἀκριβεστέρην καὶ πουλυχρονιωτέρην εἶναι χρὴ τὴν δίαιταν.
Τὴν κατὰ τὸ μῆκος ἴξιν ἀκούειν προσήκει νῦν, κατὰ ταύτην γὰρ οἱ νάρθηκες ἐπιβάλλονται. ἔμπροσθεν μὲν ὡς κωλύων νάρθηξι χρῆσθαι τὸν λόγον ἐποιεῖτο, νῦν δὲ ὡς συγχωρῶν ἐνίοτέ φησιν· ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, ὅπερ ἐγὼ ποιεῖν ἐπὶ τῶν τοιούτων εἴωθα· καὶ αὖ σκέλει πράττειν οὐκ ἔχω διατείνεσθαι, μηδένα αὐτοῦ διορισμὸν προστιθέντος. ὃ δ’ ἐγὼ ποιῷ καὶ δὴ φράσω. τῶν μετὰ κατάγματος ἑλκώσεων ἐνίοτε κατὰ τὸ μῆκος τοῦ κώλου γιγνομένων ἐγχωρεῖ τοὺς νάρθηκας ἑκατέρωθεν τοῦ ἕλκους ἐπιβάλλειν. ὅταν δὲ ἐγκάρσιον γένηται
τὸ ἕλκος, κωλύει τὴν ἐπίθεσιν τῶν ναρθήκων καὶ μάλιστα εἰ μεῖζον ᾖ.
13. Ἡ αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων καὶ οἶσιν ὀστέα μὲν κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ᾖ. ἢν δὲ ἐν τῇ ἰητρείῃ ἕλκος γένηται ἢ τοῖσιν ὀθονίοισιν μᾶλλον πιεχθέντος ἢ ὑπὸ νάρθηκος ἐνέδρης ἢ ὑπὸ ἄλλης τινὸς προφάσιος. γινώσκεται μὲν οὖν τὰ τοιαῦτα, ἢν ἕλκος ὑπῇ τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν, καὶ τὸ οἴδημα τὸ ἐν τοῖσιν ἄκροισιν, σκληρὸν γίνεται τῶν τοιουτέων καὶ εἰ τὸν δάκτυλον ἐπαγάγοις ἐξαείραται, ἀτὰρ καὶ αὖθις ὑποτρέχει ταχέως. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, λύσαντα χρὴ, ἢ μὲν ᾖ κνησμὸς κατὰ τὰς ὑποδεσμίδας ἢ ἐπὶ τὸ ἄλλο τὸ ἐπιδεδεμένον πισσηρῇ κηρωτῇ ἀντὶ τῆς ἑτέρης χρῆσθαι.
Ὁ λόγος αὐτῷ νῦν ἐστι περὶ τῶν ἐπιγινομένων ἑλκῶν τοῖς κατάγμασιν ἐν τῷ χρόνῳ ἐκ τῆς τῶν ναρθήκων ἐπιδέσεως.
ἐδήλωσεν οὖν τάς τε τῶν γενέσεων αὐτῶν αἰτίας καὶ τὰ σημεῖα, δι’ ὧν ἄν τις γνωρίσαι γεγονὸς ἕλκος. εἶτα συμβουλεύει μὴ περιμένειν τὸν εἰθισμένον τρόπον τῆς ἐπιδέσεως, ἀλλὰ θᾶττον ἀφελόντα τοὺς ἐπιδέσμους τὴν προσήκουσαν ποιεῖσθαι θεραπείαν ἣν αὐτὸς σαφῶς ἔγραψεν.
14. Ἤν δὲ τούτων μὲν μηδὲν ᾖ, αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον εὑρίσκεται μέλαν ἐπὶ πουλὺ ἢ ἀκάθαρτον, καὶ τῶν μὲν σαρκῶν ἐκπυησομένων, τῶν δὲ νεύρων προσεκπεσουμένων, τουτέους οὐδὲν δεῖ ἀναψύχειν παντάπασιν, οὐδέ τι φοβεῖσθαι τὰς ἐκπυήσιας ταύτας, ἀλλ’ ἰητρεύειν. τὰ μὲν ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν ἐξ ἀρχῆς ἕλκος ἐγένετο.
Ἀναψύχειν ἔοικεν ἐπὶ τοῦ γυμνῶσθαι φέρειν, ὅπερ σημαίνει τὴν καταγματικὴν ἐπίδεσιν ἀφελόντας, ὡς ἕλκος μὲν θεραπεύειν. οὐ γὰρ δὴ τό γε μηδὲν ἐπιτιθέναι καὶ
παντάπασιν ἐᾷν γυμνὸν ἀναψύχειν ὠνόμασε προσγεγραμμένον, οὐδὲ τὸ ἀναψύχειν τὸ παντάπασι δείκνυταί τι διὰ μέσην ὁδὸν ἐπιμελείας. εἴη δ’ ἂν μέση τοιάδε τις, εἰ τὸ ἕλκος, ὡς εἴρηκεν, ἔχον τι τῶν προειρημένων σημείων κινηθέντων αὐτίκα τελευτῆσαι βούλεται τὴν καταγματικὴν ἐπίδεσιν, ἐπιμέλειάν τε ποιησάμενος τῶν κατὰ τὸ ἕλκος ἡμέρᾳ μιᾷ καὶ δευτέρᾳ πάλιν ἐπιδήσαιμεν τὸ κῶλον, ὡς αὐτὸς ἐκέλευσε διὰ τῆς ἐχομένης λέξεως.
15. Τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν τοῖς ἀκραίοις πάνυ χαλαροῖσι καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω καὶ πεπιέχθαι μὲν μηδαμῇ. ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος τὰ μὲν ἄλλα ἐπὶ ἧσσον, τὰ δὲ ὀθόνια τὰ πρῶτα ταῦτα μὲν καθαρὰ ἔστω καὶ μὴ στενά· τὸ δὲ πλῆθος τῶν ὀθονίων ἔστω ὅσονπερ καὶ ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιτο ἢ ὀλίγῳ ἔλασσον.
Ἐν τούτῳ τῷ λόγῳ δῆλός ἐστιν ἐπίδεσιν ἀξιῶν ἀρξαμένην ἀπὸ τοῦ οἰδήματος, ὅπερ ἂν ἐν ἄκροις τοῖς κώλος γένηται προσεπινέμεσθαι κατὰ τὸ συνεχὲς ἀπ’ ἐκείνου καὶ ἀνέρχεσθαι μέχρι τοῦ κατάγματος, ἔνθα ἡ ἕλκωσίς ἐστιν, ὡς συνῆφθαι τὴν θεραπευτικὴν τῶν οἰδημάτων ἐπίδεσιν τῇ καταγματικῇ καὶ μίαν τάσιν γενέσθαι διὰ μικρῶν ἐπιδέσεων συντελουμένων. ἀξιοῖ δ’ αὐτὴν ἡρμόσθαι κατὰ τὸ ἕλκος, ὅπερ ἐστὶ χαλαρὰν, σφίγγειν δ’ οὐδέπω. τά τ’ ἄλλα μέρη τὰ κατὰ τὸ κάταγμα κελεύει, [καθάπερ ἐπὶ τῶν χωρὶς τὸ κάταγμα ἑλκῶν, οὕτω καὶ νῦν ἧσσον πεπιέχθαι.] φυλάττει γὰρ ἀεὶ τὸ μᾶλλον ἐκεῖνο πεπιέχθαι τὸ μέρος ἐπὶ πάσης ἐπιδέσεως, ὅθεν ἐκθλίβεσθαι βούλεται τὸ δ’ αἷμα. τὰς δ’ ἐπὶ τῶν ἄκρων αὐτῶν τῶν οἰδισκομένων ἐπιβολὰς τῶν ὀθονίων χαλαρωτέρας εἶναι κελεύει, τοσοῦτον αὐτῶν μόνον φροντίζων, ὡς εἰς μίαν ἕνωσιν ἐπιδέσεως ἀγαγεῖν· οὐ μὴν τὸ σύμπαν τῆς ὅλης θεραπείας κεφάλαιον αὐτοῖς ἀνατίθησιν. οὐ γὰρ τοιαῦτά ἐστιν ἃ θεραπεύειν νῦν τοὺς μελασμοὺς καὶ νεκρώσεις ἀγμῶν ἔοικεν. εἰρήκει γὰρ ὑπὲρ αὐτοῦ κατὰ λέξιν οὕτως· καὶ τὸ οἴδημα τὸ ἐν τοῖς ἄκροις
σκληρότερον γίγνεται τῶν τοιούτων, καὶ εἰ τὸν δάκτυλον ἐπάγοις, τὸ ἔρευθος ἐξαείραται καὶ αὖθις ὑποτρέχει ταχέως κατὰ τὸ μέγεθος. ταῦτ’ οὖν συμπτώματα μέν ἐστιν οἰδημάτων, ὅθεν εἰκότως τὰ μέλη παντάπασιν αὐτῶν, ὥσπερ τῶν μαλθακῶν, οὔτε τὸ κῦρος ὅλης θεραπείας ἐπ’ αὐτὰ μετατίθησιν.
16. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ κεκρισμένον, ἤν τε γὰρ σὰρξ ἤν τε νεῦρον μελανθῇ, προσεκπεσεῖται. τὰ γὰρ τοιαῦτα οὐ χρὴ δριμέσιν ἰητρεύειν, ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυτα, μετεπιδεῖν δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι, ἀτρεμέειν δὲ ἐπὶ μᾶλλον ἢ τὸ πρόσθεν καὶ ὀλιγοσιτέειν. εἰδέναι δὲ χρὴ εἴτε σὰρξ εἴτε νεῦρον τὸ ἐκπεσούμενόν ἐστιν, ὅτι οὕτω πολλῷ μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον, πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται, πολλῷ δὲ ἰσχνότερα τὰ περιέχοντα ἔσται, ἢ εἴ τις ἀπολύσας τὰ ὀθόνια ἐπιθείη
τι τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος. καίτοι καὶ ἢν ἐκπέσῃ τὸ ἐκπυησόμενον, θᾶσσόν τε σαρκοῦται ἐκείνως ἢ ἑτέρως ἰητρευόμενον καὶ θᾶσσον ὠτειλοῦται. πάντα μήν ἐστι ταῦτα ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι. προσσυμβάλλεται δὲ καὶ τὰ σχήματα ἢν οἷα χρὴ εἶναι καὶ ἡ ἄλλη δίαιτα καὶ τῶν ὀθονίων ἡ ἐπιτηδειότης.
Διὰ τί μὲν γὰρ οὐ χρὴ δριμέσι θεραπεύειν φαρμάκοις τοῖς τοιούτοις ἕλκεσιν, αὐτὸς εἶπεν εἰκάσας πυρικαύτοις αὐτὰ, ἐπειδὴ γέγονεν ἐξ ἐπικράσεως τῶν δριμέων καὶ θερμῶν χυμῶν. εὐθέως δὲ ὃ συνενδείκνυται καὶ πισσηρὰ κηρωτὴ, ὡς ἔστι δριμυτέρα τῆς λευκῆς· ἡ γάρ τοι πίσσα ὅσον ἐστὶ θερμοτέρα κηροῦ, κατὰ τοιοῦτον καὶ δριμυτέρα.
17. Ἢν δ’ ἄρα ἐξαπατηθῇς ἐν τοῖς νεοτρώτοισι μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δ’ ἐπίδοξα ᾖ ἀναπλῶσαι, οὐ χρὴ ὀῤῥωδέειν τὸν τρόπον τῆς ἰητρείης.
οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἶος ἔσῃ τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι.
Οὐ χρὴ, φησὶ, δεδιέναι τὸν καταγματικὸν τρόπον τῆς ἰατρείας, κἂν ἀποστάσεως ὀστῶν φανῇ σημεῖα. τίνα δ’ ἐστὶ ταῦτα διὰ τῶν ἑξῆς ῥήσεων μαθήσῃ.
18. Σημεῖον δὲ τόδε ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ τρόπῳ τούτῳ τῆς ἰητρείης, πῦον γὰρ συχνὸν ῥεῖ ἐκ τοῦ ἕλκεος καὶ ὀργᾷν φαίνεται.
Ὅταν πλέον ᾖ τὸ ἀποῤῥέον πῦον ἢ κατὰ τοῦ ἕλκους μέγεθος ὑποπτεύειν χρὴ, πεπονθέναι τὸ ὑποκείμενον ὀστοῦν. ἐὰν οὖν καὶ ὀργᾷν φαίνεται, τουτέστιν ἐπειγόμενον πρὸς τὴν ἀπόκρισιν τὸ πεπονθὸς μέρος, ἔχῃς ἂν ἤδη βεβαίαν τὴν γνῶσιν. πόθεν οὖν ὅτι πρὸς τὴν ἀπόκρισιν ἐπείγεται; πρῶτον μὲν ἐξ αὐτῶν τῶν χειλῶν τοῦ ἕλκους οὐκ ἐθελόντων
συνιέναι πρὸς ἄλληλα, διισταμένων τε καὶ ἐκτρεπομένων, εἶτα καὶ τῆς τοῦ κάμνοντος αἰσθήσεως ἐν τῷ βάθει κινήσεώς τινος ἀμυδρᾶς αὐτῷ φαινομένης, ὅταν ἔστ’ ἂν ἀπαγαγὼν τῶν ἄλλων ἁπάντων τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν ἐκείνῳ μόνῳ τῷ μορίῳ προσέχῃ τὸν νοῦν, ἐν ᾧ τὰ προειρημένα συμπτώματα.
19. Πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον, ἐπεὶ ἄλλως τε καὶ πυρετοὶ γίνονται, καὶ ἢν μὲν κάρτα πιέζωνται ὑπὸ τῆς ἐπιδέσιος, καὶ τὸ ἕλκος καὶ τὰ περιέχοντα ἰσχνά.
Οὕτως οὖν εἴωθεν ὀνομάζειν τὰς περιττὰς ὑγρότητας, εἴτε λεπτῶν κατὰ τὴν σύστασιν ὑγρῶν εἴτε καὶ παχυτέρων εἶεν, ὥσπερ νῦν ἐστι τὸ πῦον ὑπὲρ οὗ προείρηκεν, ὅτι συχνὸν εἴωθε ῥεῖν, ὅταν ἀφίστασθαι μέλλῃ μόριον ὀστοῦ.
20. Ὅσα μὲν οὖν λεπτῶν πάνυ ὀστέων ἀποστάσιες οὐδεμιῆς μεγάλης μεταβολῆς δέονται, ἀλλ’ ἢ χαλαρωτέρως ἐπιδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ πῦον, ἀλλ’ εὐαπόῤῥυτον ᾖ καὶ πυκνότερον μετεπιδεῖν, ἔστ’ ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι.
Ἔν τισι μὲν τῶν ἀντιγράφων χωρὶς τοῦ μεγάλης ἁπλῶς γέγραπται, οὐδεμιᾶς μεταβολῆς καὶ δοκεῖ τοῦτο εὐλογώτερον εἶναι. τριττῶς γὰρ ἐξαλλαττόντων τε καὶ μεταβαλλόντων τὸν καταγματικὸν νόμον τῆς ἐπιδέσεως οὐκ ἂν εἶπεν ἁπλῶς οὕτως οὐδεμιᾶς μεταβολῆς, ὅπου καὶ μετὰ τῆς προσθήκης ἴσως τις ἐγκαλέσει καὶ φήσει ψεύδεσθαι τὸν ἄνδρα χαλαρώτερά τε κελεύοντα νῦν ἐπιδεῖν τὰ ὀθόνια καὶ πυκνῶς λύοντα μετεπιδεῖν καὶ νάρθηκας μὴ προστιθέναι· καὶ τέταρτον τὸ καθόλου δηλονότι παρῃνημένον ὑπ’ αὐτοῦ τὸ πλῆθος αὐξάνειν τῶν ὀθονίων, ὅταν ἐκλύσῃς αὐτῶν τὴν τάσιν ἢ νάρθηκας μὴ προσφέρειν· ἀλλ’ ὅ γε τρόπος τῆς
τὴν ἀρχὴν τῆς ἐπιδέσεως τὴν αὐτὴν ποιεῖται καὶ τὰς πρώτας ἐπιβολὰς καὶ τὴν ἐφεξῆς ἐπινομήν. καὶ μετὰ ταῦτα τοὺς σπλῆνας ὡσαύτως ἐπιβάλλει καὶ τούτους αὐτοὺς ὁμοίως ἐπιδεῖ, τὸν αὐτὸν δηλονότι τρόπον φυλάττει.
21. Ὁκόσοις δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται, ἤν τε ἐξ ἀρχῆς προγνῷς ἤν τε καὶ ἔπειτα μεταγνῷς, οὐκέτι τῆς αὐτῆς ἰητρείης δεῖται, ἀλλὰ τὰς μὲν κατατάσιας καὶ τὰς διορθώσιας οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται. σπλῆνας δὲ χρὴ διπλοῦς, πλάτος μὲν ἡμισπιθαμιαίους μὴ ἐλάσσους. ὁκοῖον δὲ ἄν τι καὶ τρῶμα ᾖ, πρὸς τοῦτο τεκμαίρεσθαι· μῆκος δὲ βραχυτέρους μὲν ὀλίγῳ ἢ ὥστε δὶς περιικνέεσθαι περὶ τὸ σῶμα τὸν τετρωμένον, μακρατέρους δὲ συχνῷ ἢ ὥστε ἅπαξ περιικνέεσθαι. πλῆθος δὲ ὁκόσους ἂν ξυμφέρει ποιησάμενον, τούτους ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς
ἐπιδεῖται, περιελίσσειν, κἄπειτα σκεπαρνηδὸν παραλλάσσοντα τὰς ἀρχὰς ἀφιέναι.
Περὶ τῆς ἐπιβολῆς ἐπιδέσμου κἀν τῷ κατ’ ἰητρεῖον εἶπεν ἁπλοῦν, εὔκυκλον, σκέπαρνον. ἔστι δὲ σκέπαρνον αὐτὴ περιβολὴ βραχυνομένη ἀπὸ τῆς εὐθείας καὶ κινουμένη πρὸς τὸ πλάγιον, οὔπω δ’ οὖσα λοξὴ, λέγουσα δὲ κατὰ τῶν τεκτόνων σκέπαρνα, διότι βραχὺ τῆς εὐθείας ἐγγίγνεται πρὸς ὑποκαμπὴν οὕτως ὠνόμασται. τοὺς σπλῆνας οὖν κατὰ τοῦτο τὸ σχῆμα ἀξιοῖ τῆς περιβολῆς τὸ κατεαγὸς κῶλον περιλαμβάνειν, οὕτως περιτεθειμένους ὡς ὑπὸ δυοῖν ἀρχῶν ἐπίδεσμος ἐπιδεῖται, τουτέστι τῆς μεσότητος τῶν σπληνῶν, πρώτως ἐπιβαλλομένης τῷ κώλῳ, εἶτα τῶν οἷον σκελῶν τοῦ σπληνὸς, οὐ κυκλοτερῶς περιλαμβανόντων τὸ θεραπευόμενον μέρος, ἀλλὰ ἐγκλινομένων ὀλίγον ὡς ἀλλήλων συμβαλεῖν κατὰ τὸ ἀντικείμενον μέρος ἢ ὅθεν ἤρξατο καὶ γενέσθαι τὴν συμβολὴν αὐτῷ τῷ χ γράμματι παραπλησίαν, ὅπερ εἰ κυκλοτερῶς ἐπιλειχθήσεται, οὐκ ἂν ἐγένετο. συμβαίνει γὰρ τοσούτῳ περιλαμβανομένου ἀπαντᾷν
δὲ κατὰ τὴν ἀρχὴν εὐθέως τῶνδ’ ὑπομνημάτων ὡς διὰ τὸ πολλοὺς τῶν καταμιγνυμένων ὅσα τοιαύτας ἀπορίας ἀπορεῖν, οἵαν ἐπὶ τῶν μονομάχων ἐποιούμην ἐγὼ τὴν ὑγρὰν κηρωτὴν, ἣν περιλαμβάνομεν ἐπὶ τῶν ἁπλῶν καταγμάτων ἀσθενεστέραν μὲν οὖσαν πολὺ τοῦ οἴνου, δυναμένην δ’ αὐτάρκως ὧν χρήζομεν ἀπεργάζεσθαι.
22. Ταῦτα κατά τε αὐτὸ τὸ ἕλκος καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν τοῦ ἕλκεος, καὶ πεπιέχθω μὲν μὴ, ἀλλ’ ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος προσκείσθω.
Πάλιν ἐνταῦθα τὸ ἔνθεν καὶ ἔνθεν οὐ κατὰ τὸ πλάτος εἶπεν, ἀλλὰ κατὰ τὸ μῆκος τοῦ κώλου φυλάττων τὸ καθόλου παράγγελμα τὴν ἐπίδεσιν ἐπιλαμβάνων ἀεὶ τοῦ ὑγιοῦς οὐκ ὀλίγον, καὶ μάλιστα ἐπὶ τῶν μεγάλων διαθέσεων.
23. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν ἤ τι τῶν ἐναίμων ἤ τι τῶν ἄλλων φαρμάκων ὅ τι ξύντροφός ἐστιν ἐπιτέγξει.
Τὸ κῦρος τῆς θεραπείας ἡ ἐπίτεγξις ἔχει κατά γε τὰς πρώτας ἡμέρας, ἡνίκα ἐκθλίβεσθαι χρὴ, τῶν ἡλκωμένων μορίων, ὅσον ἤδη φθάνει κατ’ αὐτὰ περὶ τῆς ὑγρότητος ἠθροῖσθαι, κωλῦσαι δὲ τὸ ἄνωθεν ἐπιῤῥέον. ἀπὸ δὲ τῆς τρίτης ἡμέρας ἡ πισσηρὰ κηρωτὴ χρησιμωτέρα πέττουσα τὰ κατὰ τὸ ἕλκος. ἀλλ’ ὁ Ἱπποκράτης εὐθέως ἐξ ἀρχῆς ἐπ’ αὐτῇ παραλαμβάνει τὴν ἐκ τοῦ οἰκείου δύναμιν οὐκ ἐθέλων ἀκραιφνῆ προσπίπτειν τοῖς ἡλκωμένοις μορίοις, ἀλλὰ κατὰ διάθεσιν, ὅπως μή τις αὐτοῖς ἀνία γένηται διὰ τὴν στύψιν. οὐκ ἂν ἁπλῶς ἀπὸ ξίφους γεγονὸς θεραπεύει νῦν τραῦμα, συντεθλασμένης δέ πως ἐξ ἀνάγκης ἢ μᾶλλον ἢ ἦττον ὅλης τῆς περὶ τὸ ἕλκος σαρκός. αἱ γὰρ κάταγμα ποιοῦσαι περιστάσεις καὶ τῆς σαρκός τι συνθλῶσιν· εἰκότως
οὖν προσεπιβάλλειν τι τοῖς ἕλκεσιν ἔναιμον φάρμακον ἰατικόν τε καὶ παρηγορικὸν τῶν τεθλασμένων, ὃ τοιοῦτον εἶναι βούλεται κατὰ τὴν δύναμιν, ὡς οἰκειοῦσθαι καὶ προσίεσθαι τὴν ἔξωθεν περιβροχήν. ἀκουστέον γὰρ ἐνταῦθα σύντροφον τὸ οἰκεῖον.
24. Καὶ ἢν μὲν ἡ ὥρη θερινὴ ᾖ, ἐπιτέγγειν τῷ οἴνῳ τοὺς σπλῆνας πυκνὰ, ἢν δὲ χειμερινὴ ἡ ὥρη ᾖ, εἰρία πολλὰ ῥυπαρὰ νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ ἐπικείσθω.
Ἐπειδὴ ταῖς τοιαύταις διαθέσεσιν ἡ σφοδρὰ ψύξις ἐνίοτε κίνδυνον ἐπιφέρει σπασμοῦ, ψυχρῷ δ’ οἴνῳ κατά τε τὴν ἕξιν καὶ τὴν δύναμιν χρῆσθαι, διὰ τοῦτ’ εὐλαβηθεὶς ἀπαντῆσαί τι χαλεπὸν ἐν χειμῶνι τῷ τῆς θεραπείας ἔθει μιχθείσης τῆς κατὰ τὴν ὥρην ψύξεως, ἐρίων τε περιθέσει πολλῇ καὶ μίξει βραχέος ἐλαίου καθαιρεῖ τὸ σφοδρὸν τῆς
ψύξεως. εἶναι δ’ ἀξιοῖ ῥυπαρὰ τὰ ἔρια διὰ τὸν οἴσυπον ἔχοντά τι καὶ θερμότητος καὶ ψύξεως.
25. Ἰξάλην δ’ αἰγὸς χρὴ ὑποτετάσθαι καὶ εὐαπόῤῥυτα ποιέειν, φυλάσσοντα τοὺς ὑποῤῥόους.
Εἴτ’ αἰγὸς δέρμα προσαγορεύεται κυρίως ἰξάλη εἴτε κατ’ ἄλλου τινὸς ὑποφέρεσθαι δύναται τοὔνομα περιττὸν ἐν τῇδε τῇ διδασκαλίᾳ ζητεῖν. οὐ γὰρ ἐξηγήσις λέξεων, ἀλλὰ θεραπεία πρόσκειται παθῶν, εἰς ἣν ἀρκεῖ γιγνώσκειν ὅτι μανὸν, οὐ πυκνὸν ὑποτετάσθαι χρὴ δέρμα, οὐ μόνον ὅσον ἐκ τῆς ἐπιβροχῆς συῤῥεῖ δυνάμενον ἐξοχετεύειν, ἀλλὰ καὶ τοὺς ἀποπλυνομένους ἰχῶρας, ἐσχηματισμένον ἐν τοῖς πρὸς ποδῶν μέρεσιν, ὡς ἔμπροσθεν εἴπομεν.
26. Μεμνημένον ὅτι οἱ τόποι οὗτοι ἐν τοῖσιν αὐτοῖσι σχήμασι πολλὸν χρόνον κείμενοι ἐκτρίμματα δυσάκεστα ποιέουσι.
Θερμαινόμενα τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν, ὃ δὴ καὶ πλατὺ καλοῦσιν, ἐξέδοντά τε καὶ νάρκην καὶ ὑπ’ αὐτῷ τῷ δέρματι δυσιάτους ἑλκύσεις ἐργάζεται, μετὰ γὰρ τὸ δέρμα χονδρώδη πέρατα τῶν ὀστῶν ἐστι καὶ γυμνωθέντα δυσχερῶς ἐπουλοῦνται.
27. Ὅσους δὲ μὴ οἷόν τε ἐπιδέσει ἰήσασθαι διά τινα τούτων τῶν εἰρημένων τρόπων ἢ τῶν εἰρησομένων, τούτους περὶ πλείονας χρὴ ποιέεσθαι, ὅκως εὐθέτως σχήσωσι τὸ κατεηγὸς τοῦ σώματος κατ’ ἰθυωρίην προσέχοντα τὸν νόον καὶ τῷ ἀνωτέρω δὲ μᾶλλον ἢ κατωτέρω.
Ἀκριβῶς κατ’ εὐθυωρίαν ἀξιοῖ χρῆσθαι τὸ σκέλος, ἀλλὰ βραχεῖ τινι τὸ πέρας ὑψηλότερον εἶναι. λέλεκται δέ μοι καὶ πρόσθεν ἤδη περὶ τούτου ὅτι τὸ μὲν κατάῤῥοπον σχῆμα συγχωρεῖ πλέον ἐπιῤῥεῖν τῷ σκέλει, τὸ δ’ ἀνάῤῥοπον ὀδύνην ἐργάζεται· διὰ ταῦτα τοιγαροῦν τὸ μὲν κατάῤῥοπον ἀεὶ φεύγειν προσήκει, τοῦ δ’ ἀναῤῥόπου μεταχειρίζεσθαι τοσοῦτον, ὅσον οὐδέπως τὸ σκέλος δυνήσει.
28. Εἰ δέ τις μέλλοι καλῶς καὶ εὐχερῶς ἐργάζεσθαι, ἄξιον καὶ μηχανοποιήσασθαι, ὅκως κατάτασιν δικαίην καὶ μὴ βιαίην σχήσῃ τὸ κατεηγὸς τοῦ σώματος, μάλιστα δὲ ἐν κνήμῃ ἐνδέχεται μηχανοποιέειν. εἰσὶ μὲν οὖν τινες οἳ ἐπὶ πᾶσι τοῖσι τῆς κνήμης κατήγμασι καὶ τοῖσιν ἐπιδεομένοισι τὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν κλίνην ἢ πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες. οὗτοι μὲν οὖν οὖν πάντα κατὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν. οὔτε γὰρ τοῦ κατατείνεσθαι ἄκος ἐστὶ τὸ προσδεδέσθαι
τὸν πόδα, οὐδέν τε ἧσσον τὸ ἄλλο σῶμα προσχωρήσει πρὸς τὸν πόδα, καὶ οὕτως οὐκ ἂν ἔτι τείνοιτο, οὔτ’ αὖ ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ βλάπτει. στρεφομένου γὰρ τοῦ ἄλλου σώματος ἢ τῇ ἢ τῇ οὐδὲν κωλύσει ὁ δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τῷ ποδὶ προσηρτημένα ἐπακολουθέειν τῷ ἄλλῳ σώματι. εἰ δὲ μὴ προσεδέδετο, ἧσσον ἂν διεστρέφετο. ἧσσον γὰρ ἂν ἐγκατελείπετο ἐν τῇ κινήσει τοῦ ἄλλου σώματος.
Ὅτι τὴν διὰ τῶν ὀργάνων τάσιν, ἣν προείρηκεν ἐπὶ μακρῶν τούτων, ὁμαλῶς ἅπαν τὸ κῶλον τείνουσαν, καὶ μηδὲν μόριον ἐπιτρέπουσαν ἧττον ἢ μᾶλλον τετάσθαι καὶ νῦν λέγει, δεδήλωταί μοι καὶ πρόσθεν. ἃ δ’ εἰς τὸ περὶ τῶν προσδεόντων ἄκρον τὸ κῶλον γέγραπται τῷ Ἱπποκράτει, πρόδηλα. παρελθὼν οὖν ταῦτα τὸν περὶ τῶν σφαιρῶν ἤδη προχειριοῦμαι λόγον.
29. Εἰ δέ τις σφαίρας δύο ῥάψαιτο ἐκ σκύτεος Αἰγυπτίου, τοιαύτας οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι πολλὸν χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔνθεν χιτῶνας τοὺς μὲν πρὸς τοῦ τρώματος βαθυτέρους, τοὺς δὲ πρὸς τῶν ἄρθρων βραχυτέρους, εἶεν δὲ ὀγκηραὶ μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι δὲ ἡ μὲν ἄνωθεν τῶν σφυρῶν, ἡ δὲ κάτωθεν τοῦ γόνατος. ἐκ δὲ πλαγίης ἑκατέρωθεν ἔχοι προσηρτημένα ἢ ἁπλοῦ ἱμάντος ἢ διπλόου βραχύτερα ὥσπερ ἀγκύλας, τὰ μέν τι τοῦ σφυροῦ ἑκατέρωθεν, τὰ δέ τι τοῦ γούνατος· καὶ ἡ ἄνωθεν σφαῖρα ἕτερα τοιαῦτα ἔχοι κατὰ τὴν ἰθυωρίην τὴν αὐτὴν, κἄπειτα κραναΐνας ῥάβδους λαβὼν ἴσον τὸ μέγεθος ἀλλήλῃσιν ἐχούσας, πάχος μὲν ὡς δυκτυλιαίας, μῆκος δὲ ὡς κεκαμμέναι ἐναρμόζωσιν ἐς τὰ ἀπαιωρήματα.
Ὁ περὶ τῶν ἐπινοηθεισῶν ὑπὸ τῶν σφαιρῶν λόγος ἐμοὶ μὲν οὕτω δοκεῖ σαφὴς ὑπάρχειν, ὡς μηδ’ ἐπιχειρεῖν αὐτὸν ἑτέρως ἑρμηνεύειν. ἐπειδὴ πολλάκις ἔφασάν τινες
συμβήσεται τὰ μέρη τοῦ κατάγματος ἅμα μὲν ἀκριβῆ φυλάττειν τὴν διάπλασιν, εἶτα δὲ ἀντιτείνεσθαι τὸ μὲν ἄνω, τὸ δὲ κάτω. κρανέας δὲ κελεύει τὰς ῥάβδους εἶναι διὰ τὴν εὐτονίαν τοῦ ξύλου· πρόδηλον γὰρ ὡς εἰς τὴν προκειμένην χρείαν ἄμεινόν ἐστι τοιοῦτον εἶναι ξύλον. ὅτι δὲ τὸ μηχανικὸν καλούμενον γλωσσόκομον ἄριστον εἰς τὰς τοιαύτας ἀντιτάσεις ἐστὶν ἔμπροσθεν εἴρηταί μοι κατὰ τὸ πρῶτον ὑπόμνημα, καθ’ ὃ καὶ περὶ τῆς κατασκευῆς αὐτοῦ διῆλθον.
30. Ἐπιμελεόμενος ὅκως τὰ ἄκρα τῶν ῥάβδων μὴ ἐς τὸν χρῶτα, ἀλλ’ ἐς τὰ ἄκρα τῶν σφαιρέων ἐγκέλσῃ. εἶναι δὲ χρὴ ζεύγεα τρία τῶν ῥάβδων καὶ πλέω καί τινι μακροτέρας τὰς ἑτέρας τῶν ἑτέρων καί τινι καὶ βραχυτέρας καὶ μικροτέρας, ὡς καὶ μᾶλλον διατείνειν ἢν βούληται. ἔστωσαν δὲ αἱ ῥάβδοι ἑκάτεραι ἔνθεν καὶ ἔνθεν τῶν σφυρῶν.
Τὸ μὲν ἐγκέλσαι τὸ οἷον ἐνερεῖσαι, δῆλον. βούλεται γὰρ τὰς ῥάβδους, ὅσαι μεταξὺ τῶν σφαιρῶν τιθέμεναι
τὴν μὲν ἑτέραν ἄνω, τὴν δὲ ἑτέραν ὠθοῦσι κάτω, μὴ ψαύειν τοῦ χρωτὸς, ἀλλ’ ὑψηλὰς ἀπ’ αὐτοῦ τοῖς ἐναιωρήμασι τῶν σφαιρῶν ἐνστηρίζεσθαι. κραναΐνας δὲ ἐκέλευσεν αὐτὰς εἶναι διὰ τὴν εὐτονίαν, ἵνα δηλονότι κατὰ τὴν ἔνθεσιν βιαίως καμφθεῖσαι, μετὰ ταῦτα πάλιν ἑαυτὰς ἐπανάγωσιν εἰς τὴν ἀρχαίαν εὐθύτητα· οὐκ ἄδηλον δὲ οὐδ’ ὅτι τοσοῦτον ἄνω καὶ κάτω τὰς σφαίρας ἀπώσουσιν, ὅσον ἂν εἰς μῆκος ἀπίωσιν ἐκτεινόμεναι.
31. Ταῦτα τοίνυν εἰ καλῶς μηχανοποιηθείη τήν τε κατάτασιν δικαίην ἂν παρέχοι καὶ ὁμαλὴν κατὰ τὴν ἰθυωρίην καὶ τῷ τρώματι πόνος οὐδεὶς ἂν εἴη. τὰ γὰρ ἀποπιέσματα, εἴ τι καὶ ἀποπιέζοιτο, τὰ μὲν ἂν ἐς τὸν πόδα ἀπάγοιτο, τὰ δὲ ἐς τὸν μηρὸν, αἵ τε ῥάβδοι εὐθετώτεραι αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν τῶν σφυρῶν, ὥστε μὴ κωλύεσθαι τὴν θέσιν τῆς κνήμης, τό τε τρῶμα εὐκατάσκηπτον καὶ εὐβάστακτον.
Δικαίην ἔφην ὑπ’ αὐτοῦ λέγεσθαι τὴν ἴσην. δόξει δ’ ὑποπεπτωκέναι ταὐτῷ σημαινομένῳ καὶ ἡ ὁμαλότης καὶ ἰσότης ἐφεξῆς· ἀλλ’ αὕτη μὲν ἐν τοῖς μέρεσιν ἑνὸς πράγματος ἔχει τὴν γένεσιν. ἡ δικαία δ’ ἐν δυσὶ τὸ ἐλάχιστον συνίσταται, διὸ καὶ νῦν δικαίαν μὲν κατάτασιν ἀκουστέον εἰρῆσθαι παρ’ αὐτοῦ κατά τε τὴν ἀντίτασιν, ἣν αἱ δύο σφαῖραι ποιοῦνται, καὶ κατὰ τὰς ἐμβεβλημένας αὐταῖς κραναΐνας ῥάβδους, ὁμαλὴν δὲ τὴν καθ’ ἑκάστην αὐτῶν, οἷον τὴν κατὰ τὰ σφυρὰ μόνην αὐτὴν καθ’ ἑαυτὴν ἐξεταζομένην, εἶτα τὴν πλησίον τοῦ γόνατος, εἶτα τὴν ἀπὸ τῆς κατὰ τὸ δεξιὸν μέρος ῥάβδου καὶ μετὰ ταύτην ὑπὸ τῆς περὶ τὸ ἀριστερόν.
32. Οὐδὲ γὰρ ἐμποδὼν εἴ τις ἐθέλοι τὰς δύο τῶν ῥάβδων τὰς ἀνωτέρω αὐτὰς πρὸς ἀλλήλας ζεῦξαι καὶ ἤν τις κούφως βούλοιτο ἐπιβαλλόμενον μετέωρον ἀπὸ τοῦ τρώματος εἶναι. εἰ μὲν οὖν αἵ τε σφαῖραι προσηνέες καὶ καλαὶ καὶ
μαλθακαὶ καὶ κεναὶ ῥαφεῖεν καὶ ἡ ἔντασις τῶν ῥάβδων χρηστῶς ἐνταθείη, ὥσπερ ἤδη εἴρηται, εὔχρηστον τὸ μηχάνημα. εἰ δέ τι τουτέων μὴ καλῶς ἕξει, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι· χρὴ δὲ καὶ τὰς ἄλλας μηχανὰς ἢ καλῶς μηχανᾶσθαι ἢ μὴ μηχανᾶσθαι· αἰσχρὸν γὰρ καὶ ἄτεχνον μηχανοποιέοντα ἀμηχανοποιέεσθαι.
Τέσσαρες ἦσαν αἱ ῥάβδοι, δύο καθ’ ἑκάτερον μέρος τῆς κνήμης, ἄνω μὲν ὑψηλοτέρα, ταπεινοτέρα δὲ ἡ ἑτέρα. τὰς μὲν οὖν ὑψηλοτέρας δύο δυνατὸν εἶναί φησιν ἀλλήλαις συνδῆσαι χάριν τοῦ μένειν εὐθείας καὶ μὴ κατὰ τὴν βιαίαν κάμψιν, ἣν ἐκάμφθησαν ἀντιθέμεναι πρὸς τὰ πλησίον μέρη.
33. Τοῦτο δὲ οἱ πλεῖστοι τῶν ἰητρῶν τὰ κατήγματα καὶ τὰ ξὺν ἕλκεσιν καὶ τὰ ἄνευ ἑλκέων τὰς πρώτας τῶν ἡμερέων ἰητρεύουσιν εἰρίοισιν ῥυπαροῖσιν καὶ οὐδέν
τοῦτο μάθημα, εἴπερ τι καὶ ἄλλο. τινὶ γὰρ οὐκ ἐπικοινωνέει τῶν ἐπικαιροτάτων ἐν ἰητρικῇ οὐ κατὰ τὰ ἕλκεα μόνον, ἀλλὰ καὶ κατὰ ἄλλα πολλὰ νουσήματα.
Μοχθηρὸν ἔθος ἰατρῶν ἐπανορθώσασθαι βούλεται, νομιζόντων ἄμεινον εἶναι μὴ κατατείνειν εὐθέως τὸ κατεαγὸς κῶλον, ἀλλὰ παρηγορήσαντας πρότερον ἡμέραις δύο καὶ τρισὶ, τόθ’ ἥκειν ἐπὶ τὴν κατάτασιν ὕστερον ἡμέρᾳ τρίτῃ καὶ τετάρτῃ μετὰ τὴν ἀρχήν. ὁ δ’ Ἱπποκράτης αὐτῷ τὸ ἐναντιώτατον ἐνδείκνυσιν ἁρμόττειν, ἐν ἀρχῇ μὲν κατατείνειν τὸ κῶλον, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ παρηγορεῖν. ἐὰν οὖν προσέχῃς τὸν νοῦν τοῖς κατὰ μέρος εἰς τοῦτο γεγραμμένοις ὑπ’ αὐτοῦ, σαφῆ ταῦτ’ ἔσται· καὶ γὰρ ἑρμηνεύεται σαφῶς.
34. Εἰ μή τις φήσειε καὶ τἄλλα νουσήματα ἕλκεα εἶναι, ἔχει γάρ τινα καὶ οὗτος ὁ λόγος ἐπιείκειαν.
Ἐπιείκειάν φησιν ἔχειν τὸν λόγον ἐν ἴσῳ πιθανότητα. τοῦτο δὲ εἶπεν, ἐπειδή τινες τῶν λόγων ἄντικρύς εἰσιν ἀπίθανοι. τίς οὖν ἡ πιθανότης τοῦ λόγου καθ’ ὃν εἴποι τις ἂν εἶναι καὶ τὰ ἄλλα νοσήματα ἕλκη; τὰ μὲν ἐπώδυνα καὶ πάνυ πιθανὸν ἐν τῷ τῶν ἑλκῶν τίθεσθαι γένει. δέδεικται γὰρ ἡμῖν ὀδύνη γινομένη διά τε τὴν τῆς συνεχείας λύσιν ἐν τῷ τέμνεσθαι καὶ τείνεσθαι καὶ θλίβεσθαι, προσέτι κατὰ δυσκρασίαν. ὅτι μὲν οὖν ἡ τῆς συνεχείας λύσις ἕλκος ἐστὶ, παντί που δῆλον. ὅτι δὲ καὶ ἡ κατὰ δυσκρασίαν ἀθρόα μεταβολὴ λύσιν τινὰ ποιεῖται συνεχείας ἐν τοῖς περὶ φαρμάκων ἐπιδέδεικται. τὸ μὲν γὰρ θερμὸν ὅτι διεξέρχεται καὶ οἷον διαβιβρώσκει τὸ συνεχὲς δῆλον. ὅτι δὲ τὸ σφοδρῶς στῦφον ὅταν ἀθρόως συνάγῃ τὸ διακεχυμένον, ἐργάζεταί τινα τῆς συνεχείας αὐτῆς λύσιν ἐν ἐκείνῃ μοι δέδεικται τῇ πραγματείᾳ· ὥστε κατὰ τοῦτο μὲν οὐ μόνον ἂν εἴη πιθανὸς ὁ λόγος, ἀλλὰ καὶ ἀληθὴς, ἅπασαν ὀδύνην ἐν τῷ τῶν ἑλκῶν γένει τιθέμενος. ὅτι δὲ καὶ πάντα
τὰ νοσήματα δύναιτ’ ἄν τις ἕλκη λέγειν, οὐκ ἔτ’ ἂν ὁμοίως πρόσθεν ἀληθὲς, οὐ μὴν ἀπήλλακται πιθανότητος. ἐπειδὴ γὰρ τὰ πλεῖστα νοσήματα μετ’ ὀδύνης συνίσταται, μετάβασις ἀπ’ αὐτῶν ἐπὶ πάντα γενήσεται τῷ λόγῳ πειρωμένου τινὸς ἐν ὅλῳ τῷ σώματι πάντως ἤτοι δυσκρασίαν τινὰ ἢ θλίψιν ἢ τάσιν ἢ σαφῆ γίγνεσθαι συνεχείας διαίρεσιν, εἶτα προσαναγκάζοντος ἅπασαν ἐργάζεταί τινα λύσιν τῆς συνεχείας· καὶ εἰ μὴ πρὸς αἴσθησιν ἐναργῶς, ἀλλὰ πρός γε τὴν ἀλήθειαν αὐτὴν λόγῳ θεωρητῶς. ἐν δὲ τοῖς γιγνομένοις τε καὶ θλωμένοις καὶ θλιβομένοις ἔτι δὴ καὶ μᾶλλον. ἐγγὺς γὰρ ἥκει ταῦτα τοῦ διασπασθῆναι. τοῦτο δ’ ἐστὶ τὸ πάθημα συνεχείας λύσις.
35. Πολλαχῆ δὲ ἠδέλφισται τὰ ἕτερα τοῖσιν ἑτέροισιν.
Ὅπερ εἰώθαμεν λέγειν, ὡμοίωται καὶ κοινωνεῖ καὶ συγγένειαν ἔχει, τοῦτο καλεῖν εἴωθεν ὁ Ἱπποκράτης ἠδέλφισται
τὴν πολλὴν τῶν πραγμάτων οἰκειότητα καὶ συγγένειαν ἐνδεικνύμενος τῷ ὀνόματι· πολλῶν γὰρ ὄντων ἀλλήλοις συγγενῶν οὐδενὸς μᾶλλον οἰκειότερον ἂν ὀνομάζοιτο συγγενὲς, ὡς ἰσοδυναμοῦσαν οὖσαν τῆς οἷον ἀδελφότητος τὴν σφόδρα οἰκειότητα προσαγορεύειν εἴωθε τῷ ἠδελφίσθαι ῥήματι.
36. Ὁκόσοι μέντοι δικαιέουσιν εἰρίοισιν χρῆσθαι, ἔστ’ ἂν ἑπτὰ ἡμέρας παρέλθωσιν, ἔπειτα κατατείνειν τε καὶ κατορθοῦν καὶ ὀθονίοισιν ἐπιδεῖν, οὗτοι οὐκ ἂν ἀσύνετοι ὁμοίως φανεῖεν· καὶ γὰρ τῆς φλεγμονῆς τὸ ἐπικαιρότατον παρελήλυθεν καὶ τὰ ὀστέα χαλαρὰ καὶ εὔθετα μετὰ ταύτας τὰς ἡμέρας ἂν εἴη. πολλῷ μέντοι ἡσσᾶται καὶ αὕτη ἡ μελέτη τῆς ἐξ ἀρχῆς τοῖσιν ὀθονίοισιν ἐπιδέσιος. κεῖνος μὲν γὰρ ὁ τρόπος ἑβδομαίους ἐόντας ἀποδείκνυσι καὶ παρασκευάζει νάρθηξιν τελέως ἐπιδεῖν, οὗτος δὲ ὁ τρόπος πολὺ ὑστεροῖ.
Τοὺς περὶ τρίτην ἢ τετάρτην ἡμέραν ἀρχομένους τῆς περικαταγματικῆς ἀγωγῆς ἐν τῷ πρόσθεν λόγῳ μεμψάμενος ἐπὶ τοὺς μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπ’ αὐτὴν ἀφικνουμένους ἥκει σὺν τῷ λόγῳ μικρότερα δεικνὺς, ἁμαρτάνειν αὐτοὺς, ὡς ἂν ἀφλεγμαντωτέροις τοῖς μέρεσιν προσάγοντας τὴν ἀντίτασιν. οἱ δέ γε περὶ τρίτην ἢ τετάρτην τοῦτο πράττοντες, ἢν ὃ καὶ μάλιστα φλεγμαίνῃ, δεῖται παρηγορίας, οὐ μικρὸν ἁμάρτημα δείκνυσιν ἁμαρτάνειν αὐτούς.
37. Βλάβας δέ τινας καὶ ἄλλας ἔχει, ἀλλὰ μακρὸς ἂν εἴη πάντα γράφειν.
Τὸ μῆκος τοῦ χρόνου μεμψάμενος ἐπὶ τῶν μετὰ τὴν ἑβδόμην ἡμέραν ἀρχομένων τῆς καταγματικῆς ἀγωγῆς, ἔτι πρὸς τούτῳ φησὶ καὶ ἄλλας εἶναι βλάβας ἃς παραλείπει, ὅπως μὴ μακρολογοίη. προσθεῖναι δὲ ἡμᾶς ἄμεινον αὐτὰς ἐξ αὐτῶν ὧν ἔμπροσθεν ἐδείξαμεν ὡρμωμένους· μετρίου
μὲν ὄντος τοῦ κατάγματος ὀκνηρότερα γίνεται τὰ μόρια διὰ τὴν τοιαύτην ἐπίδεσιν, ὡς καὶ πρόσθεν ἐδιδάξαμεν. εἰ δὲ καὶ σφοδρότερόν τε καὶ κακοηθέστερόν ποτε τὸ κῶλον συντριβείη, κίνδυνός ἐστι τηνικαῦτα καὶ αὐτῶν τι τῶν ὀστῶν σφακελέσαι τῆς καταγματικῆς ἀγωγῆς ἀναβλησθείσης εἰς τὸν μετὰ τὴν ἑβδόμην ἡμέραν καιρόν. ἀπ’ ἀρχῆς γὰρ ταύτην βούλεται παραλαμβάνεσθαι, διότι τῶν πεπονθότων μορίων ἑκατέρως τὴν περιουσίαν ἐκθλίβει τοῦ αἵματος, ἐξ ἧς χρονιζούσης αὐτόθι σήπεσθαι καὶ τοῖς ὀστοῖς ἐνίοτε συμβαίνει διαβεβρωμένους ἐπὶ πλέον ὑπὸ τῶν μοχθηρῶν ἰχώρων.
38. Ὁκόσοισι δὲ τὰ ὀστέα κατεηγότα καὶ ἐξίσχοντα μὴ δύνηται ἐς τὴν ἑωυτῶν χώρην καθιδρύεσθαι ἥδε ἡ κατάστασις.
Καταστῆσαι συνήθως λέγουσιν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες ἀντὶ τοῦ πρὸς τὴν οἰκείαν χώραν ἀγαγεῖν. ἀπὸ τούτου δέ μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης πεποιηκέναι καὶ νῦν
τὸ τῆς καταστάσεως ὄνομα μετὰ τοῦ σ δηλονότι γραφομένης τῆς συλλαβῆς ταύτης, ὡς ταὐτὸν σημαίνειν δι’ αὐτοῦ τῇ καθιδρύσει, ἥτις ἐνδείκνυται τὸ κατὰ χώραν ἱδρύσαι τι. κακῶς οὖν ἔνιοι γράφουσι κατάτασις ἄνευ τοῦ σ. οὐ γὰρ διὰ τῆς κατατάσεως, ἀλλὰ καὶ διὰ τῆς μοχλείας ἱδρύει εἰς τὴν οἰκείαν χώραν τὰ γυμνωθέντα τῶν ὀστῶν.
39. Σιδήρια χρὴ ποιέεσθαι ἐς τοῦτον τὸν τρόπον, ὅνπερ οἱ μοχλοὶ ἔχουσιν, οἷς οἱ λατύποι χρέονται, τὸ μέν τι πλατύτερον, τὸ δέ τι στενότερον. εἶναι δὲ χρὴ καὶ τρία καὶ ἔτι πλείω, ὡς τοῖς μάλιστα ἁρμόζουσίν τις χρήσαιτο, ἔπειτα τουτέοισι χρὴ ἅμα τῇ κατατάσει μοχλεύειν ὑποβάλλοντα. πρὸς μὲν τὸ κατώτερον τοῦ ὀστέου ἐρείδοντα, πρὸς δὲ τὸ ἀνώτερον τῷ ἀνωτέρῳ τοῦ σιδηρίου, ἁπλῷ δὲ λόγῳ ὥσπερ εἰ λίθον τις ἢ ξύλον μοχλεύοι ἰσχυρῶς. ἔστω δὲ σθεναρὰ τὰ σιδήρια ὡς οἷόν τε, ὡς μὴ κάμπτηται.
αὕτη μεγάλη τιμωρίη ἤν τε τὰ σιδήρια ἐπιτήδεια ᾖ καὶ μοχλεύηταί τις ὡς χρή.
Πρόδηλον ὅτι κατὰ τὸ σχῆμα παραπλήσια κατασκευάζει σιδήρια τοῖς τῶν λατύπων, οὐ κατὰ τὸ μέγεθος· οἷς γὰρ ἐπὶ τῶν ὀστῶν χρώμεθα σιδηρίοις εἰς τὸ μοχλεύοντες αὐτὰ κατατάξαι τηλικαῦτά ἐστι τὸ μέγεθος, ἡλίκα καὶ πρὸς τὴν τῶν ὀδόντων μοχλείαν ὑφ’ ὑμῶν παρεσκεύασται. πλείω δὲ εἶναι χρὴ τὰ περὶ τῶν ὀστῶν μοχλείαν παρεσκευασμένα διαφέροντα ἀλλήλων μεγέθει τε καὶ λεπτότητι καὶ μικρότητι τῇ κατὰ τὸ πέρας αὐτῶν, ἔνθα μάλιστα τὸ ἔργον αὐτῶν ἐστιν. ὅπως δὲ προσήκει χρῆσθαι τοῖσδε τοῖς σιδηρίοις αὐτὸς ὁ Ἱπποκράτης διδάξει σαφῶς. εἰ δέ τις οὐ παρακολουθεῖ τῇ λέξει τἀνδρὸς, οὐκ ἐξηγήσεως οὐδ’ ἑρμηνείας ἑτέρας, ἀλλ’ αὐτοψίας δεῖται. τινὰ γάρ ἐστι πράγματα τοιαῦτα τὴν φύσιν, ὥστε μὴ δύνασθαι πιστεῦσαι ἢ νοῆσαι ἄνευ τοῦ θεάσασθαί τινα αὐτῶν.
40. Ὁκόσα γὰρ ἀνθρώποις ἅρμενα μεμηχάνηται πάντων ἰσχυρότατά ἐστι τρία ταῦτα, ὄνου τε περιαγωγὴ καὶ μόχλευσις καὶ σφήνωσις. ἄνευ δὲ τούτων ἢ ἑνὸς δή τινος ἢ πάντων οὐδὲν τῶν ἔργων τῶν ἰσχυροτάτων οἱ ἄνθρωποι ἐπιτελέουσιν. οὔκουν ἀτιμαστέη αὕτη ἡ μόχλευσις, εἰ γὰρ οὕτως ἐμπεσεῖται τὰ ὀστέα ἢ οὐκ ἄλλως. ἢν δὲ ἄρα τοῦ ὀστέου τὸ ἄνω παρηλλαγμένον μὴ ἐπιτήδειον ἔχῃ ἐνέδραν τῷ μοχλῷ, ἀλλὰ παροξὺ ὃ παραφέρει παραγλύψαντα χρὴ τοῦ ὀστέου ἐνέδρην τῷ μοχλῷ ἀσφαλέα ποιῆσαι. μοχλεύειν δὲ χρὴ καὶ τείνειν αὐθήμερα ἢ δευτεραῖα, τριταῖα δὲ μὴ, τεταρταῖα δὲ ὡς ἥκιστα καὶ πεμπταῖα· καὶ γὰρ μὴ ἐμβάλλοντι, ὀχλήσαντι δὲ ἐν ταύτῃσιν τῇσι ἡμέρῃσι φλεγμονὴν ἂν ποιήσειε καὶ ἐκβάλλοντι οὐδὲν ἧσσον.
Ὄνους καὶ ὀνίσκους τοὺς ἄξονας ὀνομάζει. τούτων οὖν τὴν περιαγωγὴν ἕν τι τῶν βεβαιοτάτων φησὶν εἶναι,
ὥσπερ καὶ τὴν μοχλείαν καὶ τὴν σφήνωσιν. ὀνομάζει δὲ σφήνωσιν τὴν διὰ τῶν σφηνῶν διάστασίν τε καὶ διαίρεσιν τῶν ξύλων.
41. Σπασμὸν μέντοι ἐμβάλλοντι πουλὺ ἂν μᾶλλον ποιήσειεν ἢ ἀπορήσαντι ἐμβαλεῖν. ταῦτα εὖ χρὴ εἰδέναι· καὶ γὰρ εἰ ἐπιγένοιτο σπασμὸς ἐμβάλλοντι, ἐλπίδες μὲν οὐ πολλαὶ σωτηρίης. λυσιτελέει δὲ ὀπίσω ἐμβάλλειν τὸ ὀστέον, εἰ οἷόν τε εἴη ἀόχλως.
Διὰ τί σπασμοὶ γίνονται κατὰ πάσας τὰς τοιαύτας διαθέσεις ἐμβαλλομένων τῶν ὀστῶν εἶπεν ἐφεξῆς πάντα, ὥσπερ καὶ ἄλλων πολλῶν ἐπικαίρων εἰς τὴν τέχνην ἅπαξ εἰπὼν ἀρκεῖται, μεταφέρειν ἡμᾶς ἀξιῶν τὸν λόγον ἐπὶ πάντα τὰ ἄλλα ὅσα τῆς αὐτῆς φύσεως. εἰ δὲ τοίνυν παραγράψω σοι τὴν ῥῆσιν αὐτοῦ, δι’ ἧς τὸ καθόλου τοῦτο κοινὸν πολλῶν τῶν κατὰ μέρος διδάσκει.
42. Οὐ γὰρ ἐπὶ τοῖσιν χαλαρωτέροισι τοῦ καιροῦ σπασμοὶ καὶ τέτανοι ἐπιγίνονται, ἀλλ’ ἐπὶ τοῖς ἐντεταμένοισι μᾶλλον, περὶ οὗ νῦν ὁ λόγος. οὐ χρὴ οὖν ἐνοχλέειν ἐν τῇσι προειρημένῃσι ταύτῃσιν, ἀλλὰ μελετᾷν ὅκως ἥκιστα φλεγμαίνῃ τὸ ἕλκος καὶ μάλιστα ἐκπυήσῃ. ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσιν ἢ ὀλίγῳ πλείους, ἢν ἀπύρετος ᾖ καὶ μὴ φλεγμαίνῃ τὸ ἕλκος, τό τε ἧσσον κωλύειν ἢ πειρῆσθαι ἐμβάλλειν, ἢν ἐλπίζῃς κρατήσειν· ἢν δὲ μὴ, οὐδὲν δεῖ μάτην ὀχλέειν. καὶ ἢν μὲν οὖν ἐμβάλῃς τὰ ὀστέα ἐς τὴν ἑωυτῶν χώρην, γεγράφαται ἤδη οἱ τρόποι τοῦ ὡς χρὴ ἰητρεύειν, ἤν τε ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι ἤν τε μή. χρὴ δὲ καὶ ἢν μὲν ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι ὡς ἔφην, τῷ τρόπῳ τῶν ὀθονίων ἐπὶ πᾶσι τοῖσι τοιουτέοισι τὴν ἐπίδεσιν ποιέεσθαι, ἐκ μέσου τοῦ ὀθονίου ἀρχόμενον, ὡς ἐπὶ τὸ πουλὺ ὡς ἐπὶ δύο ἀρχέων ὑποδεσμὸς ὑποδεῖται.
Ἐμάθομεν ἐν τοῖς περὶ κινήσεων μυῶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἑκατέρου μυὸς κινουμένου τὴν ἐνέργειαν αὐτῶν γίγνεσθαι. ὅταν οὖν ἀκόντων ἡμῶν λάβωσι διὰ μέγεθος φλεγμονῆς οἱ σπασμοὶ γίνονται. διὰ τί οὖν ἐμβληθέντων τῶν παραλλαττόντων ὀστῶν ἄλληλα κατά τε τὰ συντρίμματα καὶ τὰς ἐξαρθρήσεις οἱ μύες γίνονται; μᾶλλον γὰρ ἐν τούτῳ ἐστὶν ἡ λύσις τοῦ προβλήματος, ὅτι μικρότερον ἑαυτοῦ γίνεται τὸ κῶλον, ἔν τε τοῖς ἐξαρθρήμασι καὶ κατάγμασιν, ἐπειδὰν ἑκάστη τι τῶν ὀστῶν διατρήσασα τὸ δέρμα. μετὰ δὲ τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῶν γυμνωθέντων ἀπολαμβάνει τοῦ πρόσθεν μῆκος, ὥσπερ καὶ οἱ φλεγμαίνοντες μύες ἀναγκάζονται συνεκτείνεσθαι τῷ παντὶ κώλῳ. διττὴν οὖν λαμβάνεται τάσιν, ἥν τε ἐκ τοῦ φλεγμαίνειν εἶχον, ἥν τε νῦν ἔτι προσεπιλαμβάνουσιν εἰς μῆκος ἐπεκταθέντες.
43. Τεκμαίρεσθαι δὲ χρὴ πρὸς τὴν μορφὴν τοῦ ἕλκεος, ὅκως ἥκιστα σεσηρὸς καὶ ἐκπεπληγμένον ἔσται παρὰ τὴν ἐπίδεσιν.
Κατὰ μεταφορὰν ἀμφοτέροις κέχρηται τοῖς ὀνόμασι, τὸ μὲν σεσηρὸς ἀπὸ τῶν χειλῶν τοῦ σώματος ὅλως προσαγορεύσας, τὸ δ’ ἐκπεπληγμένον ἀπὸ τῶν πολὺ διεστώτων σκελῶν. ἡ γὰρ ἐκείνων διάστασις ὀνομάζεται πλῆκτα, ὥσπερ καὶ σεσηρέναι λέγομεν τοὺς διιστάντας ἀπ’ ἀλλήλων χωρὶς τοῦ τῆς γένυος ὀστοῦν κινῆσαι. οὕτω μὲν γὰρ ἀνοῖξαι γίγνεται τὸ στόμα, διαστῆσαι δὲ τὰ χείλη τῶν ὀδόντων συμβεβλημένων ὀνομάζουσι σεσηρέναι. φυλάττεσθαι δέ γε κελεύει κατὰ τὴν ἐπίδεσιν ἐκτεταμένα ποιῆσαι τὰ χείλη τοῦ ἕλκους. συνάγεσθαι γὰρ βούλεται πρὸς ἄλληλα τὴν οἰκείαν θέσιν ἀπολαμβανόντων τῶν μερῶν τοῦ δέρματος, ἐπειδὴ καὶ θλίβοιτ’ ἂν ἥκιστα ποιούντων οὕτω καὶ σκέποιτ’ ἂν μάλιστα τὸ ὑποκείμενον ἕλκος ἐν τοῖς μυσίν. εἰδέναι γάρ σε χρὴ τῷ δέρματι χαίροντα τὰ ὑπ’ αὐτοῦ πάντα καὶ μηδὲν ὑποκείμενον ἀβλαβῶς γυμνοῦσθαι· καὶ τί θαυμαστὸν οἰκείαν τε καὶ σύμφυτον ἔχοντα τὴν ἐκ τοῦ δέρματος σκέπην αὐτὰ χαίρειν μὲν ἀεὶ τῷ συμφύτῳ σκεπάσματι, χαλεπῶς δὲ ὑπὸ τῶν ἄλλων ἁπάντων διατίθεσθαι; διὸ καί με θεάσασθαι μήτ’ ἀποτέμνοντα μέρη τοῦ δέρματος, ἀλλ’ ἐπάγοντα
ὧν εἴρηται συμπτωμάτων ἐπάξουσιν. εἰκότως οὖν ὁ Ἱπποκράτης περὶ παντὸς ποιεῖται συνάγεσθαι τὰ χείλη τῶν τοιούτων ἑλκῶν, πραχθείη δ’ ἄν σοι καλῶς τοῦτο τὴν ἰδέαν αὐτῶν ἀκριβῆ κατασκεψαμένῳ· εἰ μὲν γὰρ ἕν τι τῶν χειλῶν ἐκτετραμμένον εἴη πρὸς τὸ πλάγιον, ἐκεῖθεν ἀρξάμενον ἐχρῆν τῆς ἐπιδέσεως τἀναντία περιτρέπειν αὐτό. εἰ δ’ ἀμφότερα πεπόνθασι τοῦτο, τὴν ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσιν ποιήσασθαι, προσάγεις ἀλλήλοις τὰ χείλη.
44. Τοῖσι μὲν γὰρ ἐπὶ δεξιὰ ἐπιδεῖν ξυντρόφως ἔχει, τοῖσι δὲ ἐπ’ ἀριστερὰ, τοῖσι δὲ ἀπὸ δύο ἀρχέων· ὁκόσα δὲ κατηπορήθη ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν. ψιλοῦται δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλωθεν, ἀμφιθνήσκουσιν αἱ σάρκες.
Συντρόφως εἴρηκεν ἀντὶ τοῦ οἰκείως, οὐδὲν ὠφελούσῃ μεταφορᾷ χρησάμενος, ὅθεν αὐτὸ καὶ παρεσημηνάμην. ἐπὶ δὲ τὴν μεταφορὰν καὶ οἱ ἄλλοι πάντες ὅσοι δεινοὶ λέγειν εἰς ἐνεργεστέραν δήλωσιν τοῦ κατὰ τὴν διήγησιν πράγματος· χρῶνται.
45. Καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια τῶν ὀστέων, τῶν δ’ οὒ, καὶ τῶν μὲν μᾶλλον, τῶν δ’ ἧσσον, καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. διὰ οὖν ταῦτα τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν ὁκότε τὰ ὀστέα ἀποστήσεται. τὰ μὲν γὰρ διὰ μικρότητα, τὰ δὲ διὰ τὸ ἐπ’ ἄκρου ἔχεσθαι θᾶσσον ἀφίσταται, τὰ δὲ διὰ τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι καταξηρανθέντα καὶ σαπρὰ γενόμενα. πρὸς δὲ τούτοις διαφέρει τε καὶ ἰητρείη ἰητρείης. ὡς μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ κάλλισται αἱ σαρκοφυΐαι· καὶ γὰρ αἱ ἀποφυόμεναι σάρκες
κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ πουλύ. ὅλως μὴν ὁ κύκλος τοῦ ὀστέου ἢν ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται. ἔνια γὰρ εἰς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, τὰ μὲν γὰρ ἀραιότερα τῶν ὀστέων θᾶσσον ἀφίσταται, τὰ δὲ στερεώτερα βραδύτερον, τὰ δὲ ἄλλα τὰ μείω πολλὸν ἐνδοτέρω, ἄλλα δ’ ἄλλως.
Τὸ σεσάπρισται ὅτι κατὰ τοῦ σαπροῦ γέγονε καλῶς εἴρηται. τὰ δὲ διεφθαρμένα ὅτι καλοῦσι σαπρὰ, τινὶ οὐκ ὀρθῶς εἴρηται· πάντα γὰρ τὰ παλαιὰ καὶ χρόνια προσαγορεύει αὐτὸς σαπρά.
46. Ἀποπρίειν δ’ ὀστέον ἐξέχον ἐπὶ τῶνδε τῶν προφάσιων χρὴ, ἢν δύνηται ἐμβάλλειν, μικροῦ δέ τινος αὐτῷ δοκεῖ δεῖν παρελθεῖν καὶ οἷόν τε ᾖ παραιρεθῆναι, ἤν τε ἀσηρὸν ᾖ καὶ θραῦόν τι τῶν σαρκίων καὶ δυσαισθησίην παρέχει,
ψιλὸν δὲ τυγχάνει ἐὸν καὶ τὸ τοιοῦτον ἀφαιρέειν χρή. τὰ δ’ ἄλλα μέγα οὐδὲν μέγα διαφέρει οὔτε ἀποπρῖσαι οὔτε μὴ ἀποπρῖσαι. σαφέως γὰρ εἰδέναι χρὴ ὅτι ὀστέα ὅσα τελέως στερέεται τῶν σαρκῶν καὶ ἐπιξηραίνεται, ὅτι πάντα τελέως ἀποστήσεται. ὅσα δὲ ἀπολεπιδοῦσθαι μέλλει, ταῦτα οὐ χρὴ ἀποπρίειν. τεκμαίρεσθαι δὲ χρὴ ἀπὸ τῶν τεταγμένων σημείων τὰ τελέως ἀποστησόμενα, ἰητρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται τῶν ἀποστησομένων ὀστέων. φυλάσσεσθαι δὲ χρὴ μὴ καταψυχροῖσι τέγγειν τὸν πρῶτον χρόνον· ῥιγέων γὰρ πυρετωδέων, κίνδυνος δὲ καὶ σπασμῶν, προκαλέεται γὰρ ἀεὶ σπασμὸν τὰ ψυχρὰ, ποτὲ δὲ καὶ ἕλκει. εἰδέναι δὲ χρὴ ὅτι περ ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γενέσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κατεηγότα καὶ παρηλλαγμένα ἰητρεύηται καὶ οἷς ὅλως καὶ ὁ κύκλος τοῦ ὀστέου ἀπέστη.
Ὅτι καὶ νῦν εἴρηκε προφάσεις οὐ τὰς ψευδεῖς αἰτίας, ἀλλὰ τὰς ἀληθεῖς, εὔδηλον. αὐτὸς δὲ ὁ περὶ τῶν σεσαπρισμένων
ὀστῶν λόγος ἅπας ἐστὶ σαφὴς κελεύοντος ἀποπρίειν αὐτῶν τά γε κατὰ τὰς ἐμβολὰς ἐμποδίζοντα καὶ ὡς νύττοντα τὰς ψεούσας σάρκας καὶ, ὡς αὐτὸς εἶπε, δυσαισθησίην παρέχει, τουτέστι δυσχερῆ καὶ ἀγρίαν τὴν αὐτῶν θέσιν. ἐδείξατο δὲ τῷ λόγῳ καὶ τὰ ὑπογυμνωθέντα τῶν σαρκῶν ὀστᾶ καὶ μὴ παραχρῆμα κατατεθέντα πάντως ἀποπεσεῖσθαι καὶ τὰ ξηρανθέντα.
47. Ὅσων δὲ μηροῦ ὀστέον ἢ βραχίονος ἐξέσχεν, οὗτοι οὐ μάλα περιγίνονται. τὰ γὰρ ὀστέα μεγάλα καὶ πολυμύελα καὶ πολλὰ καὶ ἐπίκαιρα τὰ συντιτρωσκόμενα νεῦρα καὶ μύες καὶ φλέβες. καὶ ἢν μὲν ἐμβάλλοις, σπασμοὶ φιλέουσιν ἐπιγίνεσθαι, μὴ ἐμβληθεῖσι δὲ πυρετοὶ ὀξέες καὶ ἐπίχολοι καὶ λιγνυώδεες καὶ ἐπιμελαίνονται. περιγίνονται δὲ οὐχ ἧσσον οἷσι μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι. ἔτι δὲ μᾶλλον περιγίνονται οἷσι τὸ κάτω μέρος τοῦ ὀστέου ἐξέσχεν ἢ οἷσι τὸ ἄνω. περιγίνονται δ’
ἂν καὶ οἷσιν ἐμβληθείη, σπανίως γε μήν. μελέται γὰρ μελετέων μέγα διαφέρουσι καὶ φύσιες φυσίων τῶν σωμάτων εἰς εὐφορίην. διαφέρει δὲ μέγα καὶ ἢν ἔσω τοῦ βραχίονος καὶ τοῦ μηροῦ τὰ ὀστέα ἐξέχῃ. πολλαὶ γὰρ καὶ ἐπίκαιροι κατατάσιες φλεβῶν ἐν τῷ ἔσω μέρει, ὧν ἔνιαι τιτρωσκόμεναι σφάγιαί εἰσιν, εἰσὶ δὲ καὶ τῷ ἔξω μέρει, ἧσσον δέ. ἐν τοῖσιν οὖν τοιούτοισι τρώμασι τοὺς μὲν κινδύνους οὐ χρὴ λήθειν ὁκοῖοί τινές εἰσι καὶ προλέγειν χρὴ. πρὸς τοὺς καιρούς. εἰ δὲ ἀναγκάζοιο μὲν ἐμβαλεῖν, ἐλπίζοις δὲ ἐμβάλλειν καὶ μὴ πολλὴ ἡ παράλλαξις ᾖ τοῦ ὀστέου καὶ μὴ ξυνδεδραμήκοιεν οἱ μύες, φιλέουσι γὰρ ξυνδεῖν ἡ μόχλευσις καὶ τούτοισι μετὰ τῆς κατατάσιος εὖ ἂν ξυλλαμβάνοιτο.
Οὐχ οὕτω διὰ τὸ τοῦ ὀστέου μέγεθος ὁ κίνδυνος ἐπ’ αὐτοῖς γίγνεται γυμνωθεῖσιν ὡς διὰ τὸ τῶν μυῶν τε καὶ νεύρων καὶ ἀρτηριῶν τε καὶ φλεβῶν καὶ πρὸς τούτοις ὅτι
πλησιέστερόν εἰσι τῆς ἀρχῆς τῶν μυῶν τε καὶ νεύρων. εἴρηται δὲ ἐν τῷ περὶ αὐτῶν λόγῳ ὅτι φιλοῦσιν οἱ μύες εἰς ἑαυτοὺς συντρέχειν παραλλαττόντων τῶν ὀστέων, οὕτως ᾧ πολλάκις ἡμεῖς ἤδη κατὰ τὸν λόγον ἐχρησάμεθα. τὰ δ’ ἄλλα δῆλα τοῖς προσέχουσι τὸν νοῦν.
48. Ἐμβάλλοντα δὲ ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐθημερὸν, ἢν αὐθημερὸν ἐμβληθῇ, εἰ δὲ μὴ, οὐδ’ ἐγχειρέειν χρή. τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἵηπερ κεφαλῆς ὀστέα κατεηγυίης καὶ ψυχρὸν μηδὲν προσφέρειν, σιτίων δὲ στερῆσαι τελέως.
Ἄπορον εἰπεῖν ὅ τι ποτὲ αὐτῶν σημαίνει τὸ μαλθακόν. ὅτι μὲν γὰρ ἢ τὸ ποιὸν ἢ τὸ ποσὸν ἐνδείκνυται τῆς πόσεως αὐτοῦ δῆλον, οὔτε δεῖται τοῦ κατὰ πλῆθος ὀλίγου τὸ μαλθακὸν οἰκείως ἄν τις εἰρῆσθαι νομίσειεν, οὔτε τίνα τρόπον ἐνδείκνυται σκευάσας αὐτοῦ, ποιῆσαι ῥᾴδιον, ἔπειτα καὶ
ῥαφανίδας ἐνίοτε δι’ ὀξυμέλιτος ἐδώκαμεν, ἐμπήξαντες αὐταῖς δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐλλεβόρου μόνου κλωνία, καὶ εἴη ἂν ἀσθενὴς ἀπ’ ἐλλεβόρου κάθαρσις ἡ τοιαύτη. τὸ δ’ ἀληθὲς εὑρεῖν οὐχ οἷόν τε διὰ τὸ μὴ γεγράφθαι πρὸς αὐτοῦ πῶς δίδωσι τὸν ἐλλέβορον. ἴσμεν γὰρ ὅτι πλείους οἱ τρόποι τῆς δόσεως αὐτοῦ εἰσι γεγραμμένοι πολλοῖς τῶν ἰατρῶν παλαιῶν τε καὶ νέων καὶ μέσων κατὰ ἡλικίαν.
49. Καὶ ἢν μὲν πικρόχολος φύσει ᾖ, ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν, ἢν δὲ μὴ πικρόχολος ᾗ, ὕδατος πόματι χρῆσθαι. καὶ ἢν μὲν πυρεταίνῃ ξυνεχῶς, τεσσαρεσκαίδεκα ἡμέρας τὸ ἐλάχιστον οὕτω διαιτᾷν, ἢν δὲ ἀπύρετος ᾖ, ἑπτὰ ἡμέρῃσιν.
Ταύτην τὴν λέξιν ἐναντίως Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς Καπίτων ἔγραψε, μὴ βουλόμενος ἐπὶ μὲν τῶν πικροχόλων
ἄλλους τινὰς οἴεται εἶναι παρὰ τοὺς χολώδεις· ἀλλ’ ὅτι τοὺς τὴν πικρὰν χολὴν πλέονα γεννῶντας οὕτως ὀνομάζει πικροχόλους οὐδεὶς ἀγνοεῖ, τὴν μὲν ἑτέραν χολὴν τὴν μέλαιναν ὀξεῖαν μὲν ἰδεῖν, πικρὰν δὲ, τὴν ὑγρὰν δὲ καὶ ξανθὴν φαινομένην. εὔδηλον οὖν ἐν τῇ προκειμένῃ ῥήσει διὰ μὲν αὐτὰ τὰ κατέχοντα παθήματα τὸν κάμνοντα φυλάττεσθαι τὴν τοῦ οἴνου πόσιν· εἰ δέ τις εἴη φύσει πικρόχολος, ἐπειδὴ μεγάλως οὗτος ὑπὸ τῆς ὑδατοποσίας βλάπτεται, καθὸ λέλεκται καὶ διὰ τοῦ περὶ διαίτης ὀξέων ἐκείνῳ μόνῳ συγχωρεῖ, ὀλίγον παντελῶς ὀξύγλυκυ διδόναι. τοῦτο δὲ σκευαζόμενον, ὃ δὴ καὶ ἀπόμελι καλοῦσιν. ὅπως δὲ μὴ ἅψηται τῶν νευρωδῶν μερῶν, αἱρεῖται τὸ γλυκὺ, ὄντος δηλονότι βλαβερωτέρου τοῦ ὀξυτέρου καὶ μάλιστα ὅταν ἐκ μέλιτος καὶ ὄξους κατασκευασθῇ· καὶ μὴ καθάπερ εἶπον ἐπὶ τῶν κηρίων. ἐν Ἑλλάδι μὲν γὰρ οὕτως καὶ μάλιστα περὶ τὴν Ἦλιν, ἐν δὲ τοῖς ἄλλοις ἔθνεσιν ἐπὶ κηρίων σκευάζομεν ἡμεῖς αὐτὸ μιγνύντες ὄξος μέλιτι καὶ συνεψῶντες, ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν, τραυσθῆναι δὲ τὴν ὄξους δύναμιν.
50. Ἔπειτα ἐκ προσαγωγῆς κατὰ λόγον φαύλην δίαιταν ἄγειν, καὶ οἷσιν ἂν μὴ βληθῇ τὰ ὀστέα, καὶ τὴν φαρμακείην χρὴ τοιαύτην ποιέεσθαι καὶ τῶν ἑλκέων τὴν μελέτην καὶ τὴν δίαιταν· ὡσαύτως καὶ τὸ ἀπαιωρεύμενον τοῦ σώματος μὴ κατατείνειν, ἀλλὰ καὶ προσάγειν μᾶλλον, ὥστε χαλαρώτερον εἶναι τὸ κατὰ τὸ ἕλκος. τῶν δὲ ὀστέων ἀπόστασις χρονίη, ὥσπερ καὶ πρόσθεν εἴρηται. μάλιστα δὲ χρὴ τὰ τοιαῦτα διαφυγεῖν· ἀλλ’ ἤν τις καλὴν ἔχῃ τὴν ἀποφυγὴν, αἵ τε γὰρ ἐλπίδες ὀλίγαι καὶ οἱ κίνδυνοι πολλοὶ, καὶ μὴ ἐμβάλλων ἄτεχνος ἂν δοκέοι εἶναι καὶ ἐμβάλλων ἂν ἐγγυτέρω αὐτὸν τοῦ θανάτου ἀγάγοι ἢ σωτηρίης.
Ὅτι φαύλην δίαιταν ὀνομάζειν τὴν ἐναντίαν τῇ ἀκριβεῖ καὶ πρόσθεν εἴρηταί μοι.
51. Τὰ δὲ ὀλισθήματα τὰ κατὰ γούνατα καὶ τὰ διακινήματα τῶν ὀστέων, εὐηθέστερα πουλὺ τῶν κατ’ ἀγκῶνα κινημάτων καὶ ὀλισθημάτων.
Ὀλισθήματα μὲν ὀνομάζει τὰς τέτταρας παραλλαγὰς τῶν ὀστῶν, διακινήματα δὲ τὰς βραχείας. εὐηθέστερον δὲ εἶπεν οὐ κατὰ τὸ κύριον τοῦ εὐήθους σημαινόμενον, ἐν ᾧ δηλοῦται τὸ εὖ ἔχον τὸ ἦθος. εἰ γὰρ ἠλίθιος εὐήθης ὁμοίως λέγεται, τῇ τε γλυκείᾳ καὶ τῷ καλλείᾳ, γλυκεῖαν μὲν τὴν σῦν ὀνομαζόντων ἀνθρώπων, ὅταν εὐήθη τοῖς θεοῖς εὐφημίας ἕνεκα, καλλείαν δὲ τὸν πίθηκον, ἐπειδὴ καὶ τούτου τὴν προσηγορίαν φυλάττοντες λέγουσιν, ὥσπερ καὶ Καλλίμαχος ἔφη πρὸ μιῆς ὥρας θηρίον οὐ λέγεται.
52. Τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει ἢ τὸ τοῦ βραχίονος.
Ἡ κατὰ γόνυ διάρθρωσις ἐκ δυοῖν ὀστῶν ἀλλήλοις διηρθρωμένων γίγνεται, μηροῦ τε καὶ κνήμης· ἀλλ’ ὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις διαρθρώσεσιν εἶναι μέν τινα χρὴ κοιλότητα τὴν ὑποδεξομένην τοῦ διηρθρωμένου τὸ πέρας ὀστοῦ, εἶναι δὲ τὸ πέρας αὐτὸ τοῦτο περιφερὲς, οὕτως ἑτοίμως τε καὶ ἀλύπως ἐμβαίνειν τῇ διαρθρώσει, κατὰ τὸν αὐτὸν λόγον κἀπὶ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμβαινόμενόν ἐστι τὸ τοῦ μηροῦ πέρας, ὑποδεχόμενον δὲ τὸ τῆς κνήμης. ὑποκειμένη γὰρ αὐτῷ τῷ μηρῷ τὰς δύο κεφαλὰς αὐτοῦ δέχεται κοιλότησιν, ἐπιτηδείας μέν τινος αὐτῶν νευροχόνδρου διαφύσεως οὔσης. εἰκότως οὖν ὁ Ἱπποκράτης τῶν διηρθρωμένων ἀλλήλων ὀστῶν ἄρθρον ὀνομάζων, οὐ τὸ δεχόμενον τὴν πλησιάζουσαν ἐξοχὴν, ἀλλὰ τὸ στηριζόμενον ἐν τῇ κοιλότητι καὶ νῦν εἶπε. τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερόν ἐστιν, ἐπειδὴ τούτου ἐναρθρουμένου ἤδη τῇ κνήμῃ τὸ ἄρθρον, τουτέστι τὸ κάτω πέρας τοῦ μηροῦ εὐσταλέστατον ὑπάρχει, ἥπερ αὐτὸ δηλοῖ τὸ ἔλαττον κατὰ τὸν ὄγκον. οὐ μὴν ἁπλῶς γε ἔλαττόν ἐστι τοῦτο τοῦ κατ’ ἀγκῶνα πέρατος τοῦ βραχίονος, ἀλλὰ κατ’ ἀναλογίαν ἐξεταζόντων.
εἴπερ γὰρ ἀνάλογον ἦν τῷ μεγέθει τοῦ μηροῦ τὸ κάτω πέρας αὐτοῦ, πολλῷ μᾶλλον μεῖζον ἂν ἦν, νυνὶ δ’ οὐχ οὕτως ἔχει. πολλῷ γὰρ μείζων ὁ μηρὸς τοῦ βραχίονος, ὀλίγῳ δὲ τὸ κατὰ γόνυ πέρας αὐτοῦ τοῦ κατ’ ἀγκῶνα βραχίονος πέρατος ὑπάρχει.
53. Καὶ δικαίην φύσιν μοῦνον ἔχον καὶ ταύτην περιφερέα, τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας πλείονας ἔχον.
Τὸ κατὰ γόνυ, φησὶν, ἄρθρον τοῦ μηροῦ δικαίαν φύσιν μόνον ἔχει. δῆλον δὲ, ὡς πολλάκις εἴρηται, τὸ δίκαιον ὄνομα παρ’ αὐτῷ τὴν ἴσην. σκεψώμεθα οὖν ἀκριβῶς διὰ τί μόνον τοῦτο τὸ ἄρθρον, φησὶν, ἴσην ἔχει φύσιν, εὑρεῖν ἡμᾶς ὡς μηδαμόθι πλεονεκτεῖν ἐν αὐτῷ τὰ μόρια διὰ τὸ πᾶν ὅμοια ἀλλήλοις γ’ ἐνεστῶτα τὰ μόρια, διὰ τὸ πᾶν καὶ διάρθρωσιν μίαν ἔχειν. ἐπεὶ δὲ τοίνυν εἰς δύο περιφερεῖς
ἀγκῶνα δὲ μία μὲν ἐστι μεγάλη κοιλότης τοῦ πήχεως ἣν ὁρίζουσιν αἱ δύο κορῶναι, βραχυτέρα μὲν πρόσθεν, ἡ δὲ ἐκ τῶν ὄπισθεν μερῶν προμηκεστέρα. τοῦ δὲ βραχίονος αὐτοῦ δύο μέν εἰσιν αἱ δύο ἐξεσκαμμέναι κοιλότητες, ὥσπερ βόθυνοί τινες, ἐμβαίνειν ἔφη τὰς κορώνας τοῦ πήχεως, μία δὲ ἄλλη καθάπερ ἐκγεγλυμμένη κατὰ τὸ μέσον αὐτοῦ τροχηλίᾳ παραπλησίως.
54. Πρὸς δὲ τούτοις τὰ μὲν τῆς κνήμης ὀστέα παραπλήσια μῆκός ἐστι καὶ σμικρόν τι οὐκ ἄξιον λόγου τὸ ἔξω ὀστέον ὑπερέχει, οὐδενὸς μεγάλου κώλυμα ἐὸν, ἀφ’ οὗ πέφυκεν ὁ ἔξω τένων, ὁ παρὰ τὴν ἰγνύην.
Μικρῷ τινι μεῖζον εἶναί φησι τὸ ἔξωθεν ὀστοῦν ὃ καλοῦσι περόνην, ὅπερ ἤδη καὶ πρόσθεν εἶπεν, ἡνίκα τῶν ἁπλῶν τῆς κνήμης καταγμάτων ἔγραψε θεραπείαν. ἡμεῖς δὲ καὶ τότε καὶ νῦν λέγομεν ὡς μὲν πρὸς τὸ κάτω
τινος, ὅπερ δι’ αὐτῆς ἧς ἔγραψε λέξεως ἐνεδείξατο λέγων· ἀφ’ οὗ πέφυκεν ὁ ἔξω τένων ὁ παρὰ τὴν ἰγνύην. οὐ τῆς ἀκριβοῦς γνώσεως ἕνεκεν χρή σε περιμένειν τὴν ἀνατομὴν ἐπὶ πάντων τῶν ἰσχνῶν ἐναργῶς φαινομένων καὶ πρὸ τῆς ἀνατομῆς, τένοντας δὲ διὰ τί καλεῖ τὰς ἀπονευρώσεις τῶν μυῶν εἴρηταί μοι πολλάκις. οὗτος ὁ τένων ὁ κατὰ τὰ ἔξω τοῦ γόνατος ἔξωθεν σφίγγων τὴν διάρθρωσιν βοηθεῖ τι τῆς κατὰ τὸ μέρος ἀσφαλείας κώλυμα γιγνόμενον ἐνταῦθα ὀλισθαίνειν τὸν μηρόν.
55. Τὰ δὲ τοῦ πήχεος ὀστέα ἄνισά ἐστι καὶ τὸ βραχύτερον συχνῷ, τὸ δὲ λεπτότερον πολλῷ ὑπερβάλλει καὶ ὑπερέχει τὸ ἄρθρον.
Ἄνισα τὰ τοῦ πήχεως εἶπεν ὀστᾶ, οὐχὶ καὶ τῆς κνήμης εἴη παραβάλλειν νῦν οὐκ ἐχούσης ἄνισα, παρ’ ἐκείνην ἔφη τὸ ἔξωθεν εἶναι μακρότερον· ἀλλ’ ὅτι βραχύτερον μὲν ὑπερέχον τὸ ἔξωθεν ὀστοῦν τῆς κνήμης καὶ ἐλαχίστῳ, πολὺ
δ’ ὁ πῆχυς. ἐὰν γὰρ ἀκριβῶς προσέχῃς τὸν νοῦν, ἐν τοῖς ἄνω πέρασιν ἡ περόνη φαίνεταί σοι βραχύ τι λειπομένη τῆς κνήμης, ὥστε καὶ σαφῶς ἐστιν ἐν τῷ κάτω μὲν πέρατι μακροτέρα. διὰ γοῦν τὴν ἄνωθεν ἔνδειαν ὀλίγον εἶναι κατὰ τῆς ὑπεροχῆς. ὁ δὲ πῆχυς ὅλῳ τῷ ἀγκῶνι τῆς κερκίδος ὑπερέχει καὶ διὰ τοῦτο ἔφη τὸ ἄρθρον ὑπερέχειν, ἤτοι τὴν διάρθρωσιν, ὅλην οὕτως ὀνομάσας ἢ τὸ πέρας τοῦ βραχίονος ὃ διαρθροῦται πρὸς τὴν σιγματοειδῆ τοῦ πήχεως κοιλότητα.
56. Ἐξήρτηται μέντοι καὶ τούτων τῶν νεύρων κατὰ τὴν κοινὴν ξύμφυσιν τῶν ὀστέων, πλεῖον δὲ μέρος ἔχει τὸ ἄρθρον.
Τοὺς συνδέσμους νῦν ὠνόμασε νεῦρα καὶ ἐπὶ παντὶ καλῶν οὕτως αὐτούς. ὅτι δὲ τῇ περιδιαρθρώσει συνδέσμους τοὺς πλατεῖς καὶ ὑμενώδεις οὕτως ὠνόμασε νῦν, ἔσται μὲν δῆλον κἀξ ὧν ἐπιφέρων εἴρηκε τὴν ἑξῆς φησίν· ἀλλὰ καὶ
χωρὶς ἐκείνων πρόδηλον οὐδὲν τῶν κυρίως ὀνομαζομένων νεύρων εἰς ὀστοῦν ἀναφέρεσθαι. τῶν γὰρ συνδέσμων ἴδιον τοῦτο καὶ δι’ αὐτοὺς καὶ τῶν τενόντων, ὅτι κεκρασμένην ἔχουσι τὴν οὐσίαν ἐκ συνδέσμων καὶ νεύρων. εἴρηται δὲ τελέως περὶ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ μυῶν κινήσεως, ἀλλὰ νῦν τὸ προκείμενον ἐν τῇ δηλουμένῃ ῥήσει λεκτέον. ἐξηρτῆσθαί φησι τὸ ὑπερέχον τοῦ πήχεως, τουτέστι τὸν ἀγκῶνα τῶν περιλαμβανομένων τὴν διάρθρωσιν συνδέσμων κατ’ ἐκεῖνα τὰ μέρη τῶν ὀστῶν, ἔνθα τὴν κοινὴν ἔχει σύμφυσιν ὁ πῆχυς καὶ ἡ κερκὶς δηλονότι. εἶπε δὲ τοῦτο διότι τὸ ἀπὸ τοῦδε πᾶν ὅσον ὀπίσω προχωρεῖ, τὸ γυμνὸν τῆς σαρκώδους οὐσίας οὐκέτ’ οὐδεμίαν ἔχει σύμφυσιν πρὸς τοὺς τῆς διαρθρώσεως συνδέσμους. ἐμφύεται γὰρ αὐτῷ κατ’ αὐτοὺς πλατυνόμενος ὁ τένων τοῦ τὴν κατὰ τὸν ἀγκῶνα διάρθρωσιν ἐκτείνοντος μυός.
57. Πλεῖον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως τῶν νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον ἤπερ τὸ παχύ. ἡ μὲν οὖν
φύσις τοιουτότροπος τῶν ἄρθρων τούτων καὶ τῶν ὀστέων τοῦ ἀγκῶνος.
Ταύτην ἔφην τὴν ῥῆσιν ἐνδείκνυσθαι νεῦρα καλεῖσθαι πρὸς αὐτοῦ τοὺς ὅλης τῆς διαρθρώσεως συνδέσμους, ἐκπεφυκότας μὲν ἐκ τοῦ κάτω πέρατος τοῦ βραχίονος, ἐμπεφυκότας δὲ τοῖς ἐνταῦθα πέρασι πήχεώς τε καὶ κερκίδος, ἐν πάσῃ γάρ ἐστι τοῦτο διαρθρώσει· οὕτω δὲ κοινοὺς εἶναι τῶν διηρθρωμένων ὀστῶν συνδέσμους πλατεῖς ἐν κύκλῳ περικειμένους, ὡς δοκεῖν ὑμένας εἶναι παχεῖς. οὗτοι τοίνυν ἐμφύονται μὲν καὶ τῇ τῆς κερκίδος κεφαλῇ, πολλῷ δὲ μέρει τοῦ πήχεως. διὰ τοῦτ’ ἔφη, πλέον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως τῶν νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον ἤπερ τὸ παχὺ, τουτέστιν ὁ πῆχυς. εἴπερ ἡ κερκὶς ἐξήρτηται μὲν ἄμφω τῶν ἐκφυομένων τοῦ βραχίονος συνδέσμων, ἃ νεῦρα κεκληκέναι νῦν ἔφην αὐτόν· πλέον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως ὁ πῆχυς.
58. Καὶ διὰ τὸν τρόπον τῆς φύσιος τὰ κατὰ γόνυ ὀστέα πολλάκις μὲν ὀλισθαίνει, ῥηϊδίως δὲ ἐμπίπτει.
Τῶν γὰρ καθ’ ἑκάτερον τὴν διάρθρωσιν ἐργαζομένων ὀστῶν ἐσφιγμένη μὲν ἡ σύνθεσίς ἐστι κατ’ ἀγκῶνα, χαλαρωτέρα δὲ κατὰ γόνυ, πρὸς τῷ καὶ πολλὰς ὑπεροχὰς καὶ κοιλότητας ἀλλήλαις διαρθρούμενα, σφίγγει μὲν πανταχόθεν τὴν κατ’ ἀγκῶνα διάρθρωσιν. ἐν δὲ τῇ κατὰ γόνυ καὶ τῶν κονδύλων τοῦ μηροῦ ταῖς κοιλότησι τῆς κνήμης ἐπιβαινόντων ἀβάθεσί τε καὶ ὑπτίαις οὔσαις εἰκότως ἡ διάρθρωσις ὀλισθανωτέρα ὥστε καὶ αὖθις ἐμπίπτειν τάχιστα.
59. Φλεγμονὴ δὲ οὐ μεγάλη προσγίνεται οὐδὲ δεσμὸς τοῦ ἄρθρου.
Διὰ τὸ βίαιον τῆς ἐξαρθρώσεώς τε καὶ τῆς ἐμβολῆς αἱ φλεγμοναὶ γίγνονται κατὰ λόγον. ἐπὶ τοῦ γόνατος αἱ
διαστῶσαι καὶ ῥᾳδίως ἀμφοτέρων γιγνομένων οὐχ ἕπεται φλεγμονή. διὰ δὲ τὸ μὴ γίγνεσθαι ταύτην ὁ δεσμὸς ἐπιγίγνεται, τουτέστι τοῦ ἄρθρου μετὰ τὸ θεραπευθῆναι δυσκίνητα, μήτε ἐκτεινομένου αὐτοῦ ῥᾳδίως μήτε καμπτομένου. συμβαίνει γὰρ οὕτως ὁ δεσμὸς ὑπὸ καμφθέντος τεινόμενος φλεγμονῆς μεγάλης οὐ σμικρώδης ἐκ τῶν περὶ τὴν διάρθρωσιν νεύρων ἢ συμπτωμάτων, διὸ λείψανόν τι δυσκίνητον γίγνεται τὸ ἄρθρον, ὡς δοκεῖν δεδεῖσθαι. τῶν γὰρ ἐν αὐτῷ γε καὶ περὶ αὐτὸν τενόντων καὶ συνδέσμων μὴ δυναμένων ἐπεκτείνεσθαι, μήδ’ εἰς πάντα τοῦτον ἑτοίμως ἕπεσθαι τοῖς κινοῦσι τὴν διάρθρωσιν μυσὶν, ἀλλὰ διὰ τὸ σκληρὸν ἀντισπῶντι δεσμῷ παραπλήσιον γίγνεται πάθος. ἐν δὲ τῇ κατὰ τὸν ἀγκῶνα διαρθρώσει καὶ τὰ λεπτὰ τέτταρα τῶν κορώνων τοῦ πήχεως ἐνίοτε περιθραυομένου κατά τὸ τὰς ἐκπτώσεις καὶ τὰς ἐμβολάς. πολλὴ δὲ ἡ σύστασις γιγνομένη χαλεπώτερόν τε καὶ ἀνιαρότερον ἐργάζεται τὸν σύνδεσμον τοῦ ἄρθρου.
60. Ὀλισθαίνει δὲ τὰ πλεῖστα ἐς τὸ εἴσω μέρος, ἔστι δ’ ὅτε καὶ ἐς τὸ ἔξω, ποτὲ δὲ καὶ ἐς τὴν ἰγνύην. τούτων ἁπάντων αἱ μεταβολαὶ οὐ χαλεπαὶ, ἀλλὰ τὰ μὲν ἔξω καὶ ἔσω ὀλισθαίνοντα καθῆσθαι μὴ χρὴ τὸν ἄνθρωπον ἐπὶ χαμαιζήλου τινὸς, τὸ δὲ σκέλος ἀνωτέρω ἔχειν, μὴ μὲν πολλῷ.
Καθ’ ἃ μέρη μᾶλλον ἡ διάρθρωσις ἔσφιγκται, κατὰ ταῦθ’ ἧττον ὀλισθαίνει. τελεώτατα μὲν οὖν ἔσφιγκται τὰ πρόσω μέρη, καθ’ ἃ καὶ ἡ μύλη. καλοῦσι δὲ αὐτὴν εἰκότως ἔνιοι τῶν ἰατρῶν ἐπιγονατίδα καθόλου τοῦ γόνατος ἐπικειμένην. αὐτὴν δὲ ταύτην ἐπιπεφυκώς τις ἔξωθεν τένων πλατὺς σφίγγει τὴν ἀρχὴν ἐκφύσεως ἔχων ἐκ τῶν προσθίων τοῦ μηροῦ δεσμῶν ὑπερβαίνων τε τὴν μύλην ὅλην ἐπιφυόμενος τῆς κνήμης ἀρχή· τὸ μὲν πρόσω μέρος τῆς κατὰ γόνυ διαρθρώσεως διά τε τὴν μύλην τόν τε εἰρημένον τένοντα καταφυόμενον, ὡς εἶπον, εἰς τὴν ἀρχὴν τῆς κνήμης
ἀκριβῶς ἔσφιγκται. κατὰ δὲ εἰς τὸ ὀπίσω μέρος τῆς διαρθρώσεως ἡ κεφαλὴ τοῦ κάμπτοντος τὴν κνήμην μυὸς, τοῦ μηροῦ δ’ ἓν ἀκριβῶς στρογγύλον τὸ ταύτης μέρος σφίγγει τῆς διαρθρώσεως. οὗτος ὁ μῦς αὐτὸς μὲν σμικρός ἐστι καὶ διὰ τοῦτ’ ἔλαθε τοὺς ἀνατομικοὺς ἐγκατακρυπτόμενος τῇ διαρθρώσει. παχυτάτην δὲ ἔχει τὴν κεφαλὴν συνδέσμων οὖσαν ἰσχυροτάτων. ὑπόλοιποι δέ εἰσι δύο χῶραι τῆς κατὰ γόνυ διαρθρώσεως, ἥ τ’ ἔξω καὶ ἡ ἔνδεν οὐδὲν ἔχουσαι τοιοῦτον εἰς φυλακὴν, οἷον ἥτε πρόσω καὶ ἡ ὀπίσω. διὰ τοῦτ’ οὖν ὀλισθαίνειν πέφυκεν ὁ μηρὸς εἰς ταύτας καὶ μᾶλλον εἰς τὸν ἔνδον, ὅτι μᾶλλον ἄσφιγκτος αὕτη.
61. Κατάτασις δὲ ὡς ἐπὶ τὸ πολὺ μετρίη ἀρκέῃ, τῇ μὲν κατατείνειν τὴν κνήμην, τῇ δὲ ἀντιτείνειν τὸν μηρόν.
Τὴν κατάτασιν εἰπὼν σαφῶς, τὴν ἐμβολὴν οὐ προσέγραψεν ὡς σαφῆ, γιγνωσκόντων ἡμῶν ὡς καθόλου τοῦτο ἐπὶ πάσης ἐμβολῆς ὡς ἐπὶ τἀναντία μέρη τῆς ἐκπτώσεως
ἀπωθεῖσθαι προσήκει τὸ ἐκπεπτωκὸς ἄρθρον. ἔνθα δὲ βαλλόντων ἐξοχή τις οὐ προμήκης ὀστοῦ εἰς ὑπεραιώρησιν τό τε ἐμβληθησόμενον ὀστοῦν κατατάξαι προσήκει. τὴν διδασκαλίαν οὐ παραλείπει γράφειν αὐτὸς, ὡς ἐπὶ τῆς κατ’ ἀγκῶνα διαρθρώσεως ἐποίησεν, ἀλλ’ οὐδέν γε κατὰ τὸ γόνυ καὶ τὴν ἰγνύαν ἐκπτώσεως, οὔθ’ ὅλως ἐμνημόνευσεν ἕνα λόγον τῆς ἔξω τε καὶ ἔσω τὴν ἐμβολὴν ἐχούσης· μετὰ γὰρ τὴν ἀντίτασιν ὡσαύτως γιγνομένην ἀπῶσαι δεῖ τὸ ἐκπεπτωκὸς ἄρθρον εἰς τὴν πρόσω χώραν.