Galen: In Hippocratis De acutorum morborum victu (On Hippocrates' Regimen in Acute Diseases)
Work
,
(Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα)
English:
Text information
Type: Original (Greek)
Source
Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Claudii Galeni Opera Omnia 15. Leipzig (Cnobloch) 1828, 418-919
Download
gal_inhippdevictuacut-orig-gr1.xml [957.94 KB]
ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΟΝ ΒΙΒΛΙΩΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΥΠΟΜΝΗΜΑ Α.
1. Οἱ ξυγγράψαντες τὰς Κνιδίας καλεομένας γνώμας ὁκοῖα μὲν πάσχουσιν οἱ κάμνοντες ἐν ἑκάστοισι τῶν νουσημάτων ὀρθῶς ἔγραψαν, καὶ ὁκοίως ἔνια ἀπέβαινεν αὐτέων, καὶ ἄχρι μὲν τουτέων καὶ μηδὲ ἰητρὸς δύναιτό τις ἂν ὀρθῶς ξυγγράψαι, εἰ εὖ παρὰ τῶν καμνόντων ἑκάστου πυθοίατο ὁκοῖα πάσχουσιν. ὁκόσα δὲ προκαταμαθεῖν
χρὴ τὸν ἰητρὸν, μὴ λέγοντος τοῦ κάμνοντος, τουτέων τὰ πολλὰ παρεῖται, ἄλλα ἐν ἄλλοισι, καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν.
Οὐ μόνον οὐδὲν ὧν οἱ κάμνοντες πάσχουσι παρέλιπον οἱ τὰς Κνιδίας γράψαντες γνώμας, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ἐνίων ἐμνημόνευσαν, ὡς ὀλίγον ὕστερον δείξω. καὶ οὔπω τοῦτο τέχνης ἔργον, εἰ μηδὲν παρέλιπον τῶν καὶ τοῖς ἰδιώταις γνωσθῆναι δυναμένων· οὐ γὰρ οὗτος ὁ σκοπὸς τοῖς τεχνίταις ἐστὶν, ἀλλὰ τὸ τὰ χρήσιμα πρὸς τὴν θεραπείαν ἅπαντα γράφειν, ὥστε καὶ προσθεῖναί τινα δεήσει πολλάκις, ὧν μὴ γινώσκουσιν οἱ ἰδιῶται πάντως, ἀφελεῖν τε πολλὰ τῶν γινωσκομένων αὐτοῖς, ἐὰν μηδὲν φαίνοιτο συνεργοῦντα πρὸς τὸ τῆς τέχνης τέλος. Καὶ ἐπίκαιρα ἔνια ἐόντα εἰς τέκμαρσιν. Τέκμαρσίς ἐστιν ἡ διὰ τεκμηρίου γνῶσις, τεκμήριον δὲ ὀνομάζουσιν οἱ παλαιοὶ τὸ συλλογιστικὸν σημεῖον, τεκμήριον δὲ οὐχ ἁπλῶς ἅπαν σημεῖον,
ὡς ἐν τῷ περὶ τεκμηρίου καὶ σημείου δέδεικται λόγῳ. τὰ οὖν εἰς τὴν τοιαύτην γνῶσιν ἀναγκαῖά τε καὶ χρήσιμα τοῖς ἰατροῖς οὐχ ἅπαντά φησι γεγράφθαι κατὰ τὰς Κνιδίας γνώμας, ἀλλὰ παραλελεῖφθαι πολλά.
2. Ὁκόταν δὲ ἐς τέκμαρσιν λέγηται, ὡς χρὴ ἕκαστα ἰητρεύειν, ἐν τουτέοισι πολλὰ ἑτεροίως γινώσκω, ἢ ὡς ἐκεῖνοι ἐπεξίεσαν.
Ἐπειδὴ πολλὰ παραλελεῖφθαι τοῖς Κνιδίοις ἰατροῖς εἶπεν εἰς τέκμαρσιν χρήσιμα, τίνα λέγει τέκμαρσιν αὐτὸς ἐφεξῆς ἐδίδαξεν, ὡς χρὴ εἰπὼν ἕκαστα ἰητρεύειν· εἰς γὰρ τὴν τούτων εὕρεσιν ὅ τί περ ἂν ᾖ χρήσιμον, ἐκ τῆς τέχνης ἐστίν. ἴσως οὖν τις δόξειε παραλελεῖφθαι τὰ πρὸς τὴν διάγνωσίν τε καὶ πρόγνωσιν διαφέροντα τεκμήρια· τὸ δὲ οὐχ οὕτως ἔχει, περιέχεται γὰρ ἐξ ἀνάγκης ταῦτα τοῖς εἰς θεραπείαν διαφέρουσιν, ὡς εἴ γε μηδὲν εἰς τὴν τῆς ἀρίστης
τὸ μακρολογεῖν· ἐπ᾿ ἐκεῖνα τοίνυν σπεύσωμεν, ἐν οἷς καὶ διδάσκει τὰ πρὸς τὴν θεραπείαν χρήσιμα.
3. Καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ᾿ ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἀκέεσιν ἐχρέοντο· τὰ γὰρ πλεῖστα αὐτέοισιν εἰρέαται, πλὴν τῶν ὀξέων νούσων, φάρμακα ἐλατήρια διδόναι καὶ ὀῤῥὸν καὶ γάλα τὴν ὥρην πιπίσκειν. εἰ μὲν οὖν ταῦτ᾿ ἦν ἀγαθὰ καὶ ἁρμόζοντα τοῖσι νουσήμασιν, ἐφ᾿ οἷσι παρῄνεον διδόναι, πολὺ ἂν ἀξιώτερα ἦν ἐπαίνου, ὅτι ὀλίγιστα ἐόντα αὐτάρκεά ἐστιν· νῦν δὲ οὐχ οὕτως ἔχει.
Καὶ ὀλίγοις τὸν ἀριθμὸν τοῖς ἰάμασιν αὐτούς φησι κεχρῆσθαι, πλὴν τῶν ὀξέων νοσημάτων, ὡς ἐν τούτοις εἰρηκότων πολλὰ, καὶ γὰρ οὕτως εἰρήκασι· τὰ δὲ ἐπὶ τῶν χρονίων
ὄντως πάλιν καὶ ταῦτα. καὶ γὰρ δι᾿ ἐλατηρίων καὶ ὀῤῥοῦ καὶ γάλακτος ὡραίως πινομένων αὐτοῖς περαίνεται.
4. Οἱ μέντοι ὕστερον ἐπιδιασκευάσαντες ἰητρικώτερον δή τι ἐπῆλθον περὶ τῶν προσοιστέων ἑκάστοισιν.
Ἐπιδιεσκευάσθαι λέγεται βιβλίον ἐπὶ τῷ προτέρῳ γεγραμμένῳ τὸ δεύτερον γραφὲν, ὅταν τὴν ὑπόθεσιν ἔχον τὴν αὐτὴν καὶ τὰς πλείστας τῶν ῥήσεων τὰς αὐτὰς, τινὰ μὲν ἀφῃρημένα τῶν ἐκ τοῦ προτέρου συγγράμματος ἔχει, τινὰ δὲ προσκείμενα, τινὰ δὲ ὑπηλλαγμένα· παράδειγμα δ᾿ εἰ βούλει τούτου σαφηνείας ἕνεκα τὸν δεύτερον Αὐτόλυκον Εὐπόλιδος ἔχεις ἐκ τοῦ προτέρου διεσκευασμένον. οὕτως δὲ καὶ τὰς Κνιδίας γνώμας ἐπὶ ταῖς προτέραις δευτέρας ἐξέδοσαν οἱ ἀπὸ τῆς Κνίδου ἰατροὶ, τινὰ μὲν ἐχούσας τὰ αὐτὰ πάντῃ, τινὰ δὲ προσκείμενα, τινὰ δὲ ἀφῃρημένα, καθάπερ γε καὶ ὑπηλλαγμένα· τοῦτ᾿ οὖν τὸ δεύτερον βιβλίον
ὁ Ἱπποκράτης ἰατρικώτερον συγκεῖσθαί φησι τοῦ προτέρου.
5. Ἀτὰρ οὐδὲ περὶ διαίτης οἱ ἀρχαῖοι ξυνέγραψαν οὐδὲν ἄξιον λόγου, καίτοι μέγα τοῦτο παρῆκαν.
Ἡ διὰ τῶν συνηθῶν ὑλῶν ἀγωγὴ τῆς θεραπείας ὀνομάζεται δίαιτα, καθάπερ ἡ διὰ τῶν συνηθῶν τομῶν τε καὶ καύσεων καὶ τῶν ἄλλων, ὅσα διὰ τῶν χειρῶν ἐνεργεῖται, χειρουργία, καὶ τρίτη γε ἐπ᾿ αὐτοῖς μοῖρα τῆς ἰατρικῆς ἐστιν ἡ φαρμακευτικὴ, διὰ φαρμάκων καὶ αὐτὴ δηλονότι περαινομένη. μέμφεται δὲ τοῖς ἑαυτοῦ πρόσθεν ὁ Ἱπποκράτης, ὡς οὐδὲν ἄξιον λόγου περὶ διαίτης γεγραφόσιν· τοῦτο δὲ εἶπεν, οὐχ ὡς οὐδὲν αὐτῶν συγγραψάντων διαιτητικὸν θεώρημα, [γράφουσι γὰρ] ἀλλ᾿ ὡς οὐκ ἄξιον λόγου· δείξει δ᾿ αὐτὸς ὁποῖόν τι τὸ ἄξιον λόγου διὰ τῶν ἐφεξῆς.
6. Τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίην αὐτέων οὐκ ἠγνόουν ἔνιοι.
Οὐ μόνον οὐκ ἠγνόουν τὰς πολυτροπίας τῶν νοσημάτων, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ὑπὲρ αὐτῶν ἔγραψαν, ὡς ἐφεξῆς δείξω.
7. Ἔνιοι δὲ τοὺς ἀριθμοὺς ἑκάστου τῶν νουσημάτων σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν. μὴ γὰρ καὶ οὐκ εὐαρίθμητον ἦν, εἰ τουτέῳ τις σημαίνεται τὴν τῶν καμνόντων νοῦσον, τῷ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι καὶ μὴ τὠυτὸ νούσημα δοκέει εἶναι, ἢν μὴ τὠυτὸ ὄνομα ἔχῃ. ἐμοὶ δὲ ἁνδάνει μὲν ἐν πάσῃ τέχνῃ προσέχειν τὸν νόον. καὶ γὰρ ὁκόσα ἔργα διήκει καλῶς, ἕκαστα χρὴ ποιέειν καὶ ὀρθῶς, καὶ ὁκόσα ἔργα ταχέως, ταχέως, καὶ
ὁκόσα καθαρίως, καθαρίως· καὶ ὁκόσα ἀνωδύνως δεῖ διαχειρίζεσθαι, ὡς ἀνωδυνώτατα ποιέειν· καὶ τὰ ἄλλα πάντα τὰ τοιουτότροπα, διαφερόντως τῶν πέλας, ἐπὶ τὸ βέλτιον ποιέειν χρή· μάλιστα δὲ ἂν ἐπαινέσαιμι ἰητρὸν, ὅστις ἐν τοῖσιν ὀξέσι νουσήμασιν, ἃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει, ἐν τουτέοισι διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιον. ἔστι δὲ ταῦτα ὀξέα, ὁκοῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν καὶ περιπλευμονίην καὶ φρενῖτιν καὶ λήθαργον καὶ καῦσον καὶ τὰ ἄλλα νουσήματα, ὁκόσα τουτέων ἐχόμενά ἐστιν, ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν ξυνεχέες ὄντες κτείνουσιν.
Εἶπεν ὀλίγον ἔμπροσθεν ὅτι κατ᾿ ἀρχὰς εὐθέως ἔγραψαν οἱ ἀπὸ Κνίδου ἰατροὶ περὶ νοσημάτων περαιτέρω τοῦ προσήκοντος, χολῆς νοῦσοι ζ΄· κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ κατωτέρω πάλιν ἀπὸ τῆς κύστεως νοῦσοι ιβ΄, καὶ πάλιν ἔτι κατωτέρω νεφρῶν νοσήματα δ΄, καὶ μετὰ τοῦτο πάλιν ἀπὸ τῆς κύστεως νοῦσοι στραγγουριῶν τέσσαρες, εἶτα
πάλιν ἐφεξῆς τέτανοι γ΄, καὶ μετὰ ταῦτα πάλιν ἴκτεροι δ΄. εἶτα μετὰ τοῦτο φθίσιες γ΄. εἰς γὰρ τὰς τῶν σωμάτων ποικιλίας ἔβλεπον ὑπὸ πολλῶν αἰτίων ἐξαλλασσομένας, παρέντες σκοπεῖσθαι τῶν διαθέσεων τὴν ταυτότητα, καθάπερ ὁ Ἱπποκράτης ἐποίησε μεθόδῳ χρησάμενος εἰς τὴν εὕρεσιν αὐτῶν, ᾖ μόνον δυνατόν ἐστιν εὑρεῖν νοσημάτων ἀριθμόν. ἐπιδέδεικται δὲ ὑφ᾿ ἡμῶν ἡ μέθοδος αὕτη κατ᾿ ἀρχὰς εὐθέως τῶν τῆς θεραπευτικῆς μεθόδου βιβλίων· εἴρηται δὲ κᾀν τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων ἐπ᾿ ὀλίγον· ἐν συντόμῳ δὲ λόγῳ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἓν ἔχεις ὑπόμνημα ἡμέτερον. νυνὶ δ᾿ ἀκολουθεῖν προσήκει ταῖς ῥήσεσιν, οὗτος γὰρ ὁ σκοπὸς τῆς ἐξηγήσεως, ὡς εἴ γέ τις ἐν ταῖς ἐξηγήσεσι τὰς ἀποδείξεις γράφοι, μακρὸν ἀνύσας λόγον ἕνεκα τῆς τῶν νοσημάτων ἰάσεως, τὸ κυριώτατον ἀφεὶς ἔσται μέρος ὅ τί περ ἂν εἰς τὴν ἴασιν τῶν ὀλεθριωτάτων νοσημάτων διαφέρει. τὸ μὲν κεφάλαιον τῆς προκειμένης ῥήσεως τοῦτό ἐστι, τὸ δὲ κατὰ μέρος τῆς λέξεως ἐφεξῆς δίειμι.
8. Ὁκόταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι, ὑπὸ τουτέων τῶν νουσημάτων ἀποθνήσκουσι πλείους ἡ ὑπὸ τῶν ἄλλων τῶν συμπάντων.
Δηλοῖ δὲ διὰ τοῦ λόγου τούτου τὰ μέν τινα πολλοῖς γίνεσθαι νοσήματα καθ᾿ ἕνα χρόνον, ἅπερ ὅταν μὲν ὀλέθρια γένηται, λοιμὸν ὀνομάζουσιν, ὅταν δὲ ἐπιεικέστερα, ἑτέρᾳ τινὶ προσηγορίᾳ δηλοῦσιν, ἐπίδημα καλοῦντες· ὥστε εἶναι τὸ μὲν ἐπίδημον νόσημα τὸ κατὰ χρόνον τινὰ πλεονάσαν ἔν τινι χωρίῳ, τὸν δὲ λοιμὸν ἐπιδημίαν ὀλέθριον. ἔστι δὲ καὶ ἄλλο γένος νοσημάτων κοινὸν πολλοῖς, ὅπέρ ἐστι τὸ κατὰ χώραν ἐπιγινόμενον, τὰ ἔνδημα καλούμενα. τούτοις δὲ ἀντίκεινται πᾶσιν αἱ σποράδες νόσοι, διαφερόντως ἐνοχλοῦσαι τοὺς νοσοῦντας, οὐ κατὰ τὸν κοινὸν τρόπον συνιστάμεναι. τί ποτ᾿ οὖν ἐστι τὸ λεγόμενον ὑπ᾿ αὐτοῦ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι; τοὐναντίον
γὰρ ἐχρῆν εἰρῆσθαι καὶ μὴ παραπλησίας αὐτὰς ἀλλήλαις ὑπάρχειν, ὅπερ ἐστὶ μὴ ὁμοίας, εἴ γε τῇ τῶν νοσημάτων ὁμοιότητι τὸ ἔνδημον καὶ τὸ ἐπίδημον καὶ τὸ λοιμῶδες ἐκρίνετο. δυοῖν οὖν θάτερον, ἢ βελτίονα νομιστέον τὴν τοιαύτην γραφὴν, ἀλλὰ σποράδες ἔωσιν αἰ νοῦσοι καὶ μὴ παραπλήσιοι, ἢ παραπλησίας αὐτὰς εἰρῆσθαι χρὴ δοκεῖν, οὐκ ἀλλήλαις, ἀλλὰ ταῖς ἔμπροσθεν εἰρημέναις, τουτέστι ταῖς συνήθεσιν· ἐπειδὴ σπανιώτερα μὲν ἐπιδήμιά τε καὶ λοιμικὰ γίνεται νοσήματα, τὰ δ᾿ ὑπ᾿ αὐτοῦ καλούμενα σποραδικὰ συνήθως· ὑπὲρ ὧν καὶ νῦν ὁ λόγος αὐτῷ γενήσεται, καθάπερ ὑπὲρ τῶν ἐπιδημίων μὲν ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις· τῶν ἐνδήμων δὲ κατὰ τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων· ἴδιον δὲ οὐδὲν ἐξαίρετον ἐποίησε σύγγραμμα περὶ λοιμῶν, ἐπειδὴ τῶν ἐπιδημίων ἓν ὑπάρχειν αὐτὸ δι᾿ ἐκείνων ἐδίδαξεν.
9. Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γινώσκουσι τοὺς εἰς ταῦτα διαφέροντας τῶν πέλας.
Τοὺς εἰς ταῦτα τὰ νοσήματά φησι διαφέροντας τῶν πέλας ἰατροὺς, οὐ πάντῃ γινώσκειν τοὺς ἰδιώτας· δῆλον δὲ ὅτι τὰ ὀξέα λέγει, περὶ ὧν προειρήκει.
10. Ἑτεροίων τε μᾶλλον ἐπαινέται ἰημάτων καὶ ψέκται εἰσίν.
Οὐ τῶν προσηκουσῶν, οὐδὲ τῶν ἀξίων ἐπαινεῖσθαι θεραπειῶν διαγνωστικοὺς εἶναί φησι τοὺς ἰδιώτας, ἀλλὰ τῶν ἑτέρων μᾶλλον, ὅθεν οὐδ᾿ ἐπαινεῖν αὐτοὺς ὀρθῶς οὐδὲ ψέγειν· εἶτ᾿ ἐφεξῆς ὡς προστιθεὶς ἀπόδειξιν ὧν εἶπεν τάδε γράφει.
11. Ἔπειτα μέγα σημεῖον τόδε, ὅτι οἱ μὲν δημόται ἀξυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τουτέων τῶν νουσημάτων εἰσὶν, ὥστε μελετητέα εἶναι· οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ
δοκέουσιν εἶναι μάλιστα διὰ ταύτας τὰς νούσους. ῥηΐδιον γὰρ τὰ ὀνόματα ἐκμανθάνειν ἐστὶν, ὁκοῖα νενόμισται προσφέρεσθαι πρὸς τοὺς τὰ τοιάδε κάμνοντας· ἢν γὰρ ὀνομάσῃ τις πτισάνης χυλὸν καὶ οἶνον τοῖον ἢ τοῖον ἢ καὶ μελίκρητον, ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ ταὐτὰ λέγειν, οἵ τε βελτίους καὶ οἱ χείρους· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλ᾿ ἐν τουτέοισι δὴ καὶ πάνυ μέγα διαφέρουσιν ἕτεροι ἑτέρων.
Ἐπεὶ ταῖς αὐταῖς ὕλαις τῶν διαιτημάτων οἵ τε βελτίους ἰατροὶ καὶ οἱ χείρους χρῶνται, διὰ τοῦτο τοῖς ἰδιώταις ἀδιάγνωστός ἐστιν ὁ βελτίων, οὐκ εἰδόσι διακρῖναι τίνες μὲν ἐν καιρῷ καὶ μετὰ τῆς δεούσης ποσότητος τὰς ὕλας τῶν βοηθημάτων τοῖς κάμνουσι προσφέρουσι, τίνες δὲ ἄνευ τούτων. ἀλλ᾿ οὖν ἐνταῦθα περιγράψας ὁ Ἱπποκράτης τὸ δεύτερον προοίμιον, ἄρχεται τῶν ἐχομένων ἐπὶ τῆς προκειμένης ῥήσεως.
12. Δοκέει δέ μοι ἄξια γραφῆς εἶναι ταῦτα μάλιστα, ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. ἀκαταμάθητα μὲν οὖν καὶ τάδε ἐστί· διὰ τί ἆρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν αἰῶνα διατελοῦσι πτισάνας διδόντες ἀδιηθήτους καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιέονται ὅπως κριθὴν μηδεμίην καταπίῃ ὁ κάμνων, μεγάλην γὰρ βλάβην ἡγέονται εἶναι, ἀλλὰ δι᾿ ὀθονίου τὸν χυλὸν διηθέοντες διδόασιν· οἱ δὲ αὖ τινες αὐτέων οὐδ᾿ ἂν πτισάνην παχείην δοῖεν, οὔτε χυλὸν, οἱ μὲν μέχρις ἢν ἑβδομαῖος γένηται ὁ κάμνων, οἱ δὲ καὶ διὰ τέλεος ἄχρις ἢν κριθῇ ἡ νοῦσος.
Δόξει μὲν εἶναι λογικώτερον τὸ προβεβλημένον ὑπ᾿ αὐτοῦ, δυναμένων ἡμῶν καὶ χωρὶς τῶν τοιούτων σκεμμάτων ἰατρεύειν ὀρθῶς· ἐκ γὰρ τοῦ μαθεῖν τὰ ποιητέα, τὸ καλῶς
ὁ Ἱπποκράτης, ἐπὶ τῶν ὀξέων νοσημάτων γιγνόμεναι ὑπὸ τῶν ἀξιολόγων ἰατρῶν. ἔνιοι μὲν γὰρ τὴν κριθώδη πτισάνην ἐπ᾿ αὐτῶν διδόασιν, ἔνιοι δὲ τὸν χυλὸν μόνον, ἔνιοι δὲ οὐδὲ τοῦτον ( ἐπὶ τῶν ὀξέων νοσημάτων καὶ πρὸ τῆς κρίσεως ἔνιοι δι᾿ ὕδατος διῄτων μόνον ) ἄχρις ἂν ἡ νόσος κριθῇ, διαιτῶντες ἐν τῷ μεταξὺ πόμασι μόνοις, ὕδατί τε καὶ μελικράτῳ καὶ εἰ δεήσειεν ὀξυμέλιτι. ἡ μὲν οὖν αἰτία τῆς διαφωνίας ἐστὶν, ἣν αὐτὸς ὁ Ἱπποκράτης ἐφεξῆς ποιήσεται, καὶ καλῶς ἔφην αὐτὴν ὑπ᾿ Ἐρασιστράτου κατὰ τὸ πρῶτον εἰρῆσθαι περὶ πυρετῶν· ἔστι δὲ αὕτη τὸ τινὰς τοῦ χυλοῦ μόνον δεῖσθαι τῆς πτισάνης, τινὰς δὲ καὶ τῆς κριθώδους πτισάνης, ἐνίους δὲ μηδετέρου τούτων, ἀλλ᾿ ἐπὶ πομάτων μόνον ἄχρι τῆς κρίσεως ὠφελίμως διαφυλάττεσθαι. καὶ δείξει γε ἐφεξῆς τίνες μέν εἰσιν οἱ τῆς κριθώδους πτισάνης δεόμενοι, τίνες δὲ οἱ πτισάνης χυλοῦ, τίνες δὲ οἱ μηδετέρου τούτων.
13. Μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροί. ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκεται.
Ὅτι πρῶτος αὐτός ἐστιν ὁ τὸ ζήτημα προβαλὼν τοῦτο καὶ λύσας εὔδηλόν ἐστιν ἐκ ταύτης τῆς ῥήσεως· οὐδὲ γὰρ εἴθισται, φησὶ, τὰ τοιαῦτα προβάλλεσθαι παρὰ τοῖς ἰατροῖς· εἰ δὲ καὶ προβάλλοι τις αὐτοῖς, ἴσως οὐδὲ τὴν λύσιν εὑρήσει.
14. Καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην, ὡς μηδὲ δοκέειν ὅλως ἰητρικὴν εἶναι.
Καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἐπὶ μερικοῦ παραδείγματος διδάσκει τινὰ τῶν καθόλου, πρῶτον μὲν ὡς ἡ τῶν μετιόντων
ὁτιοῦν ἐπιτήδευμα διαφωνία δικαίως ὑποψίαν ἀγνοίας ἐνδείκνυται· δεύτερον οὖν πάλιν ὡς ἡ συμφωνία δικαίαν μεγάλην ἐλπίδα γνώσεως, ὅπερ μεγάλα καὶ ταῖς γραμμικαῖς ἀποδείξεσι συνετέλεσεν· οὐ μόνον γὰρ αὐτοὺς τοὺς μανθάνοντας πείθουσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἰδιώταις δόξαν ἔχουσιν, ὡς ἀληθέσταται. γραμμικαῖς οὖν ἀποδείξεσι κεχρῆσθαί φασι τοὺς ἐναργῶς τι καὶ ἀναμφιλέκτως δείξαντας. ἐξεργάζεται δὲ τὸν περὶ τῆς διαφωνίας λόγον ἐπὶ τῆς ἐχομένης ῥήσεως.
15. Ὥστ᾿ ἔν γε τοῖς ὀξυτάτοις τῶν νοσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρώνακτες ὥστε ἃ ὁ ἕτερος προσφέρει ἡγεόμενος ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι. καὶ σχεδὸν ἂν κατά γε τοῦτο τὴν τέχνην φαίην ὁμοιοῦσθαι τῇ μαντικῇ, ὅτι καὶ οἱ μάντιες τὸν αὐτὸν ὄρνιθα, εἰ μὲν ἀριστερὸς εἴη, ἀγαθὸν εἶναι νομίζουσιν, εἰ δὲ δεξιὸς, κακόν· καὶ ἐν ἱεροσκοπίῃ δὲ τὰ
τοιάδε, ἄλλα ἐπ᾿ ἄλλοισιν· ἀλλ᾿ ἔνιοι τῶν μάντεων τὰ ἐναντία τουτέων. φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ σκέμμα καὶ ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισι.
Μαντικὴν μὲν ὠνόμασε τὴν οἰωνιστικήν· καὶ ἱεροσκοπίαν δὲ, τὴν θυτικὴν ὑπὸ τῶν πολλῶν καλουμένην, ἣν ὄντως καὶ οἱ ἄλλοι παλαιοὶ καλοῦσιν ἱεροσκοπίαν, ἐπειδὴ σκοποῦντες τὰ ἱερεῖα προλέγουσιν ἐξ αὐτῶν οἱ περὶ ταῦτα δεινοὶ τὰ γενησόμενα· ἱερεῖα δὲ ἴσμεν ὀνομαζόμενα ἅπαντα τὰ τοῖς θεοῖς εἰς τιμὴν γιγνόμενα, οἷα τὰ τῶν θυομένων ἱερείων, ὧν τὰ σπλάγχνα θεώμενοι προλέγουσιν οἱ ἱεροσκόποι. τοὺς δὲ διὰ τῆς τῶν ὀρνίθων πτήσεως μαντευομένους, οὓς οἰωνιστάς τε καὶ οἰωνοσκόπους ὀνομάζουσι, τούτους νῦν μάντεις ἐκάλεσεν ὁ Ἱπποκράτης. καίτοι τὸ τοῦ μάντεως ὄνομα καὶ ἡ μαντικὴ κατὰ πασῶν τῶν οὕτω προλεγουσῶν τεχνῶν ἐπιφέρεται· μάντεις μὲν γὰρ καλοῦνται οἵ τε ἱεροσκόποι καὶ οἱ οἰωνισταὶ καὶ οἱ γενεθλιακοὶ προσαγορευόμενοι
καὶ οἱ διὰ συμβόλων καὶ οἱ διὰ ἱερείων προλέγοντες τὰ ἐσόμενα, πρὸς τούτοις τε χρησμολόγοι καὶ θεομάντεις· ἔνιοι δὲ καὶ τοὺς ὀνειροπόλους ὑπὸ τοῦ ποιητοῦ κληθέντας ἐν τοῖς μάντεσι καταλέγουσιν. ἀλλ᾿ ὅ γε Ἱπποκράτης δῆλος ὅτι τοὺς οἰωνιστὰς μόνους ὀνομάζει μάντεις ὡσαύτως τῷ ποιητῇ· καὶ γὰρ κᾀκεῖνος ἐν πολλοῖς μέρεσι τῆς ποιήσεως, ἐνδεικνύμενος τὴν οἰωνιστικὴν τέχνην πρόγνωσιν εἶναι τῶν γενησομένων, ὁμοίως ἐν ἀρχῇ τοῦ ἄλφα φησί·
Ἂλλ᾿ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα, Ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾿ ὄναρ ἐκ Διός ἐστιν·
ἱερέα μὲν λέγων τὸν ἱεροσκόπον, ὀνειροπόλον δὲ τὸν περὶ τοὺς ὀνείρους ἔχοντα, μάντιν δὲ δηλονότι τὸν οἰωνιστὴν, οὐ γὰρ δὴ παρέλιπεν αὐτὸν, εἰς τὰ μέγιστα πολλαχόθι τῆς ποιήσεως καὶ τῇ περὶ τοὺς οἰωνοὺς τέχνῃ χρώμενος. ἀλλὰ ταῦτα μὲν ἴσως καὶ πλείω τοῦ δέοντος εἴρηταί μοι περὶ τῆς τοῦ μάντεως προσηγορίας· ἐπ᾿ αὐτὸ δὲ τὸ λεγόμενον μεταβαίνειν ἤδη καιρός. ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· οἱ τὰς
ἐπὶ θεραπείας ἁπάσης, βέλτιον μὲν τῶν προτέρων, οὔπω δὲ οὐδ᾿ αὐτοὶ τελέως· αἰτίαν γὰρ ὡς εἶπον ὁ Ἱπποκράτης ἐπεζήτησεν ἁπάσης διαφωνίας, ἐπὶ πάσης τέχνης τῇ πείρᾳ κριθῆναι δυναμένης. ὅτι δὲ οὕτως ἔχει τοῦτο μαθήσῃ σαφῶς διὰ τῆς ἐφεξῆς ῥήσεως.
16. Καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύναται. καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφαλείην καὶ τοῖσιν ἀσκέουσιν ἐς εὐεξίην καὶ ἐς ὅ τι ἂν ἕκαστος ἐθέλοι.
Οὗτος ὁ λόγος ἐξελέγχει καὶ τοὺς περὶ πτισάνης μόνης οἰομένους αὐτὸν προβεβληκέναι τὴν προγεγραμμένην ῥῆσιν καὶ τοὺς περὶ διαίτης, ἤτοι περὶ τῆς ἐπὶ τῶν ὀξέων ἢ καὶ πάσης ἁπλῶς· ὡσαύτως δὲ καὶ τοὺς περὶ θεραπείας ἁπάσης ὑπειληφότας εἶναι τὸ πρόβλημα. προδήλως γὰρ ἡ νῦν ἡμῖν προκειμένη ῥῆσις ἐλέγχει τοὺς μὲν ἤτοι
κριθώδους δοτέον, τίσι δ᾿ οὐδ᾿ ὅλως, ἀλλ᾿ ἐπὶ ποτοῦ μόνου διαιτητέον ἄχρι κρίσεως, ἄξιόν ἐστι τῆς Ἱπποκράτους συνέσεως.
17. Πτισάνη μὲν οὖν μοι δοκέει ὀρθῶς προκεκρίσθαι τῶν σιτηρῶν γευμάτων ἐν τουτέοισι τοῖσιν ὀξέσι νοσήμασι, καὶ ἐπαινέω γε τοὺς προκρίναντας. τὸ γὰρ γλίσχρασμα αὐτέης λεῖον καὶ συνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι καὶ τουτέου προσδέοι, καὶ οὔτε στύψιν ἔχον οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ, ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει, ὁκόσον ἂν πλεῖστον ἐπεφύκει διογκοῦσθαι.
Τοῦτον τὸν λόγον ἀναγνῶναί μοι δοκοῦσι μόνον οἱ περὶ πτισάνης ἐπιγράψαντες τὸ βιβλίον· ὥσπερ αὖ πάλιν οἱ πρὸς τὰς Κνιδίας γνώμας τὸ πρῶτον προοίμιον· ἐδείχθη γὰρ ἐν τῷ δευτέρῳ μηκέτι πρὸς τοὺς Κνιδίους ἰατροὺς
ἐπὶ πλεῖστον ἄφυσον ἔδεσμα ποιήσεις. ἔτνος δὲ κυάμινον οὐδ᾿ εἰ τρισὶν ἡμέραις καθεψήσαις, ἄφυσον ἐργάσῃ ποτέ· ἐκ γὰρ τῆς οἰκείας οὐσίας ἔχει τὸ φυσῶδες, οὐχ ὥσπερ ἡ πτισάνη διὰ τὸ τῆς ἑψήσεως ἐλλιπές. εἰθισμένοι γοῦν εἰσιν οἱ ἕψοντες αὐτὴν ἀφίστασθαι θᾶττον ἤδη καὶ μάλισθ᾿ οἱ τῶν πλουσίων μάγειροι· τρίβοντες γὰρ αὐτὴν ὠμὴν ἐν θυείᾳ καὶ μετὰ ταῦτα θερμήναντες ἐπ᾿ ὀλίγον, οὐ γὰρ ἑψήσαντές γε προσφέρουσι τοῖς δεσπόταις. ἀλλὰ περὶ μὲν ἑψήσεως πτισάνης, ὡς ἔφην, καὶ αὖθις εἰρήσεται· νυνὶ δὲ ἐπεὶ τὴν δύναμιν ἐδήλωσεν αὐτῆς, ἑξῆς ἐρεῖ τὸν διορισμὸν τῆς χρήσεως, ἐφ᾿ ὃν κᾀγὼ μεταβήσομαι, προαναμνήσας ὅτι τὸν περὶ τῆς παραβολῆς πρός γε μελίκρατον καὶ τἄλλα τῆς πτισάνης λόγον ἐν τοῖς ἑξῆς ὑπέσχημαι τελέως ποιήσασθαι.
18. Ὁκόσοι μὲν οἶν πτισάνῃσι χρέονται ἐν τουτέοισι τοῖσι νουσήμασιν, οὐδεμιῇ ἡμέρῃ κενεαγγητέον, ὡς ἔπος εἰρῆσθαι,
ἀλλὰ χρηστέον καὶ οὐ διαλειπτέον, ἢν μή τι δέῃ ἢ διὰ φαρμακίην ἢ κλύσιν διαλείπειν.
Ἐντεῦθεν ἄρχεται τῆς τοῦ ζητουμένου λύσεως· ἀλλ᾿ ἐλλιπῶς χρησάμενος τῇ κατὰ τὴν λέξιν ἑρμηνείᾳ, διὰ τοῦτο ἀσαφῆ ἐποίησε τὸν λόγον. ἐγὼ τοίνυν εἰπεῖν πειράσομαι, καθ᾿ ὃν μάλιστα τρόπον ἑρμηνευθεὶς οὐδὲν ἂν ἔσχεν ἀσαφές· ἀναλήψομαι δὲ ἀπ᾿ ἀρχῆς αὐτὸν ὧδέ πως. τίς ἡ αἰτία τῆς διαφωνίας ἐστὶν, ὥστε τοὺς μὲν ταῖς κριθώδεσι πτισάναις ἐπὶ τῶν ὀξέων χρῆσθαι, τοὺς δὲ τῷ χυλῷ μόνῳ, τοὺς δὲ οὐδὲ τούτῳ μέχρι κρίσεως; τουτὶ μὲν οὖν τὸ πρόβλημα, τῆς λύσεως δὲ ἐφεξῆς ἄκουε. τῶν ὀξέως νοσούντων ἔνιοι μὲν ὑπὸ τοῦ χυλοῦ μόνου, ἔνιοι δὲ ὑπὸ τῆς πτισάνης, ἔνιοι δὲ ὑπ᾿ οὐδετέρου τούτων ὠφελοῦνται· προπετέστερον οὖν ἀπεφήνατο περὶ πάντων τῶν ὀξέως νοσούντων ἕκαστος τῶν ἰατρῶν, ἐξ ὧν οὐκ ἐπὶ πάντων ἐπειράθη· ἀλλ᾿ ἐγὼ διοριοῦμαι καὶ δείξω τίνες μὲν ὑπὸ τῆς πτισάνης ὀνίνανται, τίνες δὲ ἀπὸ μόνου τοῦ χυλοῦ, τίνες δὲ οὐδετέρου
τούτοις μὲν οὐδεμιᾷ ἡμέρᾳ κενεαγγητέον ἐστὶν, ὡς ἔπος εἰρῆσθαι, εἰ μή τι δέοι διὰ φαρμακίην ἢ κλύσιν διαλιπεῖν. τούτοις οὖν καὶ δὶς διδοὺς, ἂν δεήσῃ, καλῶς πράξεις καὶ πλῆθος ὅσον ἂν ἡ τοῦ σώματος δύναμις φέρῃ· ὑφηγήσομαι δέ σοι σκοποὺς, πρὸς οὓς ἀποβλέπων ἢ διὰ γαστρὸς ἢ διὰ φλεβὸς αὐτοὺς κενώσεις ἢ πυρίαις ἢ καταπλάσμασι χρήσῃ. ταῦτ᾿ εἴπερ οὕτω προεῖπεν, εἶθ᾿ ἕκαστον αὐτῶν ἐφεξῆς ἀναλαμβάνων κατὰ τὴν προσήκουσαν τάξιν ἡρμήνευσεν, οὐκ ἀσαφὴς ὁ λόγος ἐγεγόνει· νυνὶ δὲ τὸ παρεμπῖπτον ἀεὶ τελέως διεξέρχεσθαι προαιρούμενος, ἄχρι πολλοῦ τὸν λόγον αἰωρούμενον ἐάσας εἰκότως ἐποίησεν ἀσαφῆ· μαθήσῃ δὲ ἀληθεύοντα, τὰς κατὰ μέρος ῥήσεις ἁπάσας εὑρίσκων σαφεῖς, τὸν δ᾿ ὅλον λόγον ἀσυνάρτητόν τε καὶ διὰ τοῦτο ἀσαφῆ.
19. Καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτέεσθαι τῆς ἡμέρης
δὶς δοτέον, τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν ἅπαξ δοτέον τὴν πρώτην, ἐκ προσαγωγῆς δὲ ἢν ἐνδέχηται, καὶ τουτέοισι δὶς διδόναι ἤν τι δοκέῃ προσδεῖν.
Δὶς αὐτοὺς σιτεῖσθαί φησιν, εἴπερ οὕτως εἰθισμένοι εἰσὶ διαιτᾶσθαι· χρείας δὲ οὔσης δὶς λαμβάνειν καὶ τοῖς ἅπαξ εἰθισμένοις ἐσθίειν, δὶς δώσεις τὴν πτισάνην, ἀρξάμενος μὲν ἀπὸ τοῦ ἅπαξ, κατὰ βραχὺ δὲ προελθὼν ἐπὶ τὸ δίς· τὸ γὰρ ἐκ προσαγωγῆς τοῦτο δηλοῖ καὶ γίνεται τὸν τρόπον τοῦτον· ἅπαξ μὲν δώσεις αὔταρκες, ἐλάχιστον δὲ τὸ κατὰ τὴν ἑτέραν δόσιν, εἶτα παραυξήσεις κατὰ βραχὺ καὶ τοῦτο μέχρις ἂν εἰς ἴσον ἀμφοτέρας τὰς τροφὰς καταστήσῃς. ἡ δὲ τοῦ λόγου πίστις οὔπω σαφής ἐστι τῷ τὸ βιβλίον ἀναγινώσκοντι τοῦ Ἱπποκράτους, διὰ τὸ μὴ προδεδηλῶσθαι παρ᾿ αὐτοῦ τίνες εἰσὶν οἱ πτισάνῃ χρώμενοι συμφερόντως. ἀλλ᾿ ἐγὼ προειρηκὼς τοὺς μετρίως νοσοῦντας οὕτως ὑπ᾿ αὐτοῦ διαιτᾶσθαι δείξω μικρὸν ὕστερον καὶ αὐτὸν τὸν Ἱπποκράτην τοῦτο βουλόμενον. αὕτη μέν σοι τῆς προκειμένης
ῥήσεως ἡ ἐξήγησις· οἱ πλείους δὲ γράφουσιν αὐτὴν κατὰ τήνδε τὴν λέξιν· τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν ἅπαξ δοτέον, τὴν πρώτην ἐκ προσαγωγῆς· ἢν δ᾿ ἐνδέχηται, καὶ τουτέοισι δὶς διδόναι, εἰ δοκέει προσδεῖν. ἀλλ᾿ οὐκ ἔχει νοῦν ἡ λέξις αὕτη· τὸ γὰρ τὴν πρώτην ἐκ προσαγωγῆς ἀδύνατόν ἐστι γενέσθαι, τοῦ ἐν προσαγωγαῖς ἐν πλείοσι προσφοραῖς γίνεσθαι πεφυκότος, οὐχ ἅπαξ οὐδὲ εὐθέως ἐν τῇ πρώτῃ.
20. Πλῆθος δ᾿ ἀρκέει κατ᾿ ἀρχὰς διδόναι μὴ πουλὺ, μηδὲ ὑπέρπαχυ, ἀλλ᾿ ὁκόσον ἕνεκα τοῦ ἔθεος εἰσιέναι τι καὶ κενεαγγείην μὴ γίνεσθαι πολλήν.
Ὅσοι τοὺς νοσοῦντας ἐμπιπλάναι φασὶν Ἱπποκράτην, διὰ τὸ καθ᾿ ἑκάστην ἡμέραν τοῖς ἀκινδύνως διάγουσι δὶς διδόναι τῆς πτισάνης, εἰ προσέσχον τῷ κατὰ τήνδε τὴν
ῥῆσιν εἴρηκε, κατέγνωσαν ἂν ἑαυτῶν· τοσοῦτον γὰρ ἀξιοῖ δίδοσθαι τοῦ ῥοφήματος, ὅσον ἕνεκα τοῦ ἔθους εἰσιέναι τροφὴν τῷ σώματι καὶ μὴ πολλὴν γίνεσθαι τὴν κένωσιν. ἐὰν οὖν συγχωρήσωσιν ὀξύβαφον πτισάνης δὶς ἑκάστης ἡμέρας διδόμενον ἄχρι τῆς ἑβδόμης ἢ τῆς ἐνάτης, ἐλάττονα δύναμιν ἔχειν, ἦς αὐτοὶ τρέφουσιν ἅπαξ τροφῆς, ἡγοῦμαι παύσασθαι φλυαρεῖν αὐτούς. ἀλλὰ τοῦτό γε μικρὸν ἂν ὕστερον δείξω· νῦν δὲ ἐξηγήσομαι τὸ κατ᾿ ἀρχάς. οὐ τοῦτο γάρ φησιν, ὅτι κατ᾿ ἀρχὴν τοῦ νοσήματος, ἀλλ᾿ ἔτι γενικώτερον ἄκουε σημαινόμενον ἐκ τοῦ κατ᾿ ἀρχάς· ὁπόταν γὰρ ἄν |σοι δόξῃ πρῶτον ὁ κάμνων δεῖσθαι τῆς πτισάνης, τηνικαῦτα μὴ πολὺ μηδὲ ὑπέρπαχυ δίδου παραχρῆμα· φυλάττεται γὰρ ὁ Ἱπποκράτης τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν.
21. Περὶ δὲ τῆς ἐπιδόσεως ἐς πλῆθος τοῦ ῥοφήματος, ἢν μὲν
ξηρότερον ᾖ τὸ νούσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπιπλέον διδόναι, ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματος ἢ μελίκρατον ἢ οἶνον, ὁκότερον ἂν ἁρμόζῃ· τὸ δ᾿ ἁρμόζον ἐφ᾿ ἑκάστοισι τῶν τρόπων εἰρήσεται.
Ξηρότερον νόσημα πολυειδῶς γνωρίζεται, καίτοι τόν γε καθόλου καὶ κοινὸν λόγον ἔχον τὸν αὐτόν· ἡ μὲν περιπνευμονία καὶ ἡ πλευρῖτις καὶ ὅλως τὰ κατὰ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὅταν μηδὲν ἀπὸ τῶν πεπονθότων μορίων ἀποπτύηται· ἧπαρ δὲ προπεπονθὸς ἢ μεσάραιον ἤ τι τῶν κατὰ κοιλίαν ἢ νῆστιν ἢ ἔντερον ἢ σπλῆνα ἢ γαστρὸς ἐπεχομένης τελέως, ἢ πρὸς ἀνάγχην ἐκκρινούσης σκληρὰ καὶ ξηρὰ καὶ σπυραθώδη περιττώματα· τὰ δὲ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ξηρὰ νοσήματα γνωρίζεται τῇ τε τῆς γλώττης ξηρότητι καὶ τῷ τοῦ παντὸς σώματος αὐχμῷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τοῖς ἔξω καὶ προφανῶς ὁρωμένοις ἕλκεσιν αἱ φλεγμοναὶ γίγνονται ξηραὶ, μηδενὸς ἐξ αὐτῶν ἰχῶρος χωροῦντος. καὶ τῶν ὀφθαλμῶν δὲ πολλάκις
φλεγμοναὶ ξηραὶ συνίστανται, μηδὲν ἐκκρίνουσαι· καὶ τὰ κατὰ τὸν ἐγκέφαλον ὡσαύτως πάθη μήτε διὰ ῥινῶν μήτε δι᾿ ὑπερῴας ἐκκαθαιρόμενα ξηρὰ προσηκόντως ἂν λέγοιντο. καὶ τοῦτ᾿ οὖν ἴσθι ἁπάντων τῶν ξηρῶν νοσημάτων ὑπάρχον γνώρισμα, τὸ μηδὲν ἐκκρίνεσθαι τῶν περιττωμάτων. προσηκόντως οὖν ὁ Ἱπποκράτης ἐπ᾿ αὐτῶν πρὸ τῆς πτισάνης ἀξιοῖ λαμβάνεσθαί τι τῶν ὑγραινόντων, ἤτοι μελίκρατον ἢ οἶνον, ὡς μᾶλλον τούτων ὕδατος ὑγραινόντων· ἐπεὶ δὲ ἐπαγγέλλεται περὶ τῆς δυνάμεως αὐτῶν ἐρεῖν, ἀναβεβλήσθω καὶ ἡμῖν ἡ πρὸς ὕδωρ αὐτῶν παραβολὴ, γενησομένη κατ᾿ ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ἐν ᾧ διδάσκει τὰς δυνάμεις αὐτῶν.
22. Ἢν δ᾿ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος εἴη ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι. τὰ μὲν γὰρ θᾶσσον καὶ μᾶλλον
πλαδῶντα, ταχυτῆτα σημαίνει κρίσιος, τὰ δὲ βραδύτερον καὶ ἧττον βραδυτέρην σημαίνει τὴν κρίσιν.
Ἀπὸ τοῦ γένους τῶν ξηρῶν νοσημάτων ἐπὶ τἀναντία μεταβὰς, εἶθ᾿ ἑνὸς μνημονεύσας ἄνευ τοῦ προσθεῖναι πάντα, παράδειγμα κοινὸν γενέσθαι τὸν ἑαυτοῦ λόγον ἁπάντων ὁμογενῶν οἰηθεὶς, εἰκότως ἀσάφειαν εἰργάσατο. τὸ γὰρ ὑγραίνεσθαι τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος ἀναπτύεσθαι νοσήματος οὐχ ἁπλῶς ἐστιν ὑγροῦ γνωρίσματα παντὸς ἐν παντὶ μορίῳ τοῦ σώματος, ἀλλὰ μετὰ τοῦ πεπονθέναι τι τῶν ἀναπνευστικῶν ὀργάνων διὰ τοῦθ᾿, ὡς ἔφην, ἀσαφὴς ὁ λόγος ἐγένετο· τό γε μὴν εἰρημένον αὐτῷ παντὸς μᾶλλον ἀληθέστερόν ἐστιν, ὡς τὰ μὲν ἐκκαθαιρόμενα διὰ τῶν πτυσμάτων οἵων χρὴ πτυομένων ταχέως κρίνεται, τὰ δ᾿ ἐναντία δυοῖν θάτερον, ἢ εἰς ὄλεθρον ἢ εἰς μῆκος χρόνου τελευτᾷ. διδόναι οὖν χρὴ τοῖς καλῶς ἐκκαθαιρομένοις πτισάνης, ἕνεκα τοῦ ῥωσθῆναι τὴν δύναμιν καὶ ἐξαρκεῖν ταῖς διὰ τῶν βηχῶν γιγνομέναις ἀναπτύσεσι τῶν ἐκ
τοῦ πνεύμονος ὑγρῶν· τὸ γὰρ ὁκοῖα δεῖ τὰ τῆς πέψεως ἐστιν ἔχοντα γνωρίσματα, περὶ ὧν τελεώτατα εἰρήκαμεν ἔν τε τοῖς περὶ κρίσεων καὶ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν, οἷον ἔτι δὲ ἐν ἐξηγήσει τοῦ ἀφορισμοῦ, ἔνθα διδάσκων ὁ Ἱπποκράτης ὅπως χρὴ διὰ τῶν ἐπιφαινομένων τὰς προγνώσεις ποιεῖσθαι, παράδειγμα τοῦ λόγου τὴν πλευρῖτιν ἔγραψεν, ὧδέ πως εἰπών· οἷον ἐν πλευριτικοῖσι πτύελον, ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ᾿ ὕστερον ἐπιφαίνηται μηκύνει.
23. Καὶ ταῦτα μὲν καθ᾿ ἑαυτὰ τοιάδε τὸ ἐπίπαν ἐστί· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷσι προσημαίνεσθαι δεῖ, ἃ εἰρήσεται ὕστερον.
Εἶπον κᾀγὼ λείπειν τῷ λόγῳ τῶν χρησίμων εἰς διορισμὸν οὐκ ὀλίγα, περὶ ὧν καὶ αὐτὸς ἐρεῖν ἐπαγγέλλεται·
νυνὶ δὲ ἀξιοῖ περὶ τῶν εἰρημένων ἀκούειν μόνον, αὐτὰ γὰρ καθ᾿ ἑαυτὰ τοιαῦτά ἐστιν, ὁποῖα διῆλθεν αὐτός.
24. Καὶ ὁκόσῳ ἂν πλείων ἡ κάθαρσις γίγνηται, τοσῷδε χρὴ πλεῖον ἐπιδιδόναι μέχρι κρίσιος· μάλιστα δὲ κρίσιος ὑπερβολῆς δύο ἡμερέων, οἷσί γε ἢ πεμπταίοισιν ἢ ἑβδομαίοισιν ἢ ἐναταίοισι δοκέει κρίνεσθαι, ὡς καὶ τὸ ἄρτιον καὶ τὸ περιττὸν προμηθὲς ᾖ. μετὰ δὲ τοῦτο τῷ μὲν ῥοφήματι ἐς τὸ πρωῒ χρηστέον, ἐς ὀψὲ δὲ ἐς σιτία μεταβάλλειν.
Κρίσιν νῦν εἴρηκεν ἤτοι τὴν τελείαν λύσιν τοῦ νοσήματος, ἤτοι τὴν εἰς τοσοῦτον ἀξιόλογον μεταβολὴν, ὡς ἤδη κινδύνου παντὸς ἐκτὸς καθεστηκέναι· ἐπιμετρεῖν δὲ ἀξιοῖ τῇ κρίσει δύο ἡμέρας, ἵνα καὶ τὰς ἐν ἀρτίαις καὶ ταῖς περισσαῖς ἡμέραις περιόδους τῶν παροξυσμῶν φυλαξώμεθα· συμβαίνει γὰρ ἐνίοτε, θαρσύνοντας, ὡς λελυμένου
ἐγκαλοῦσιν ὡς ἐμπιπλῶν τι τοὺς κάμνοντας, οἱ δὲ περὶ τὸν Ἐρασίστρατον ὡς λιμαγχονοῦντι τῷ Ἱπποκράτει. τὰ γὰρ εἰς Ἀπολλώνιον καὶ Δέξιππον τοὺς Ἱπποκράτους μαθητὰς εἰρημένα κατὰ τὸ πρῶτον περὶ πυρετῶν Ἐρασιστράτῳ τὴν διαβολὴν τῆς λιμαγχονίας εἰς Ἱπποκράτην τὸν διδάσκαλον ἀναφερομένην ἔχει. τούτοις οὖν μᾶλλόν ἐστι συγχωρητέον, ὡς εἰκότα λέγουσι· τοὺς δ᾿ ἐμπιπλάναι φάσκοντας αὐτὸν ἀξίους εἶναι Θεσσαλοῦ νομιστέον, ἄνδρας οὔτ᾿ ἄλλο τι τῶν Ἱπποκράτους γνόντας οὔτε τὰ περὶ διαίτης εἰρημένα.
25. Ξυμφέρει δὲ τὰ τοιάδε ὡς ἐπιτοπολὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν αὐτίκα χρεομένοισιν.
Ἐάν τε ὅλας ἐάν τε κριθώδεις ἐάν τε ἁπλῶς πτισάνας εἴπῃ, ἓν καὶ ταὐτὸν ἐκ τῶν τριῶν σημαίνεται λέξεων, τὰς
ἀδιηθήτους πτισάνας δηλοῦντος. μετὰ γὰρ τὴν ἕψησιν ἐάν τις αὐτὰς διηθήσας, ἔπειτ᾿ ἰδίᾳ τὸν χυλὸν ἀποκρίνας, ἐκεῖνον διδῷ, οὔθ᾿ ὅλαις πτισάναις οὔτε κριθώδεσι πτισάναις οὔτε ἁπλῶς εἰρημέναις πτισάναις ὁ τοιοῦτος λεχθήσεται χρῆσθαι, χυλῷ δὲ μόνον πτισάνης. πάλιν δὲ καὶ νῦν ἀναμνήσω, τίνες εἰσὶν οἱ πτισάναις ὅλαις ἐξ ἀρχῆς δεόμενοι χρῆσθαι σύντομος δὲ ἡ ἀνάμνησις, εἰ μὴ παντάπασιν ἀργῶς ἤκουσας τῶν προειρημένων, ὅτι τῶν ἀναπτυομένων χρηστῶν ὄντων, ἐὰν μήτε φαρμακείας μήτε κλύσματος ὁ κάμνων φαίνηται δεόμενος, ἐπὶ πτισάνης αὐτὸν ἀξιοῖ διαι- τᾶσθαι· καὶ τὸν λογισμὸν δὲ τῆς συμβουλῆς αὐτὸς προσέθηκεν εἰπών·
26. Αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα παύονται αὐτόματοι, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεσθαι. αἵ τε γὰρ καθάρσιες πολλῷ τελεώτεραί εἰσι καὶ ἔμπυοι ἧσσον γίνονται ἢ εἰ ἀλλοίως τις διαιτῴη,
καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεες.
Γίνεται δὲ ταῦτα πάντα καλῶς ὑπὸ τῆς πτισάνης, διὰ τὸ ὑγραίνεσθαι καὶ τέμνεσθαι μετρίως τὰ δεόμενα τῆς ἀναπτύσεως ὑγρὰ καὶ διὰ τὸ τὴν δύναμιν ῥώννυσθαι· συνελθόντων γὰρ ἀμφοτέρων ἐκκαθαίρονται ταχέως τῶν ἀναπνευστικῶν ὀργάνων οἱ μοχθηροὶ χυμοί· ὧν τὸ μὲν ὑγραίνειν τε καὶ τέμνειν ὑπάρχει καὶ τῷ μελικράτῳ, ὁμοίως δὲ τῇ πτισάνῃ ῥωννύναι τὴν δύναμιν οὐχ ὑπάρχει· τἀναντία δ᾿ ἄρτῳ τε καὶ χόνδρῳ, τῷ ῥωννύναι τὴν δύναμιν ἔχοντι, τὸ ὑγραίνειν καὶ τὸ τέμνειν οὐχ ὑπάρχει, καθάπερ οὐδὲ ἄλλῳ τινὶ τῶν εἰθισμένων δίδοσθαι τοῖς ἀῤῥώστοις ὑπὸ τῶν νῦν ἰατρῶν, οἷον ὠῶν καὶ ὄρχεων ἀλεκτρυόνων καὶ πτερῶν ἰχθύων τε καὶ περιστερῶν νεογνῶν, ὅσα τε ἄλλα τοιαῦτα. καὶ ὁ τὴν φακὴν διδοὺς ἰατρὸς ἐσκευασμένην δι᾿ ὄξους ἐπὶ πλευριτικοῦ τελέως ἤδη παρηκμακότος, ὡς μηδενὸς ἄλλου δεῖσθαι ἢ ἀναπτύσεως τῶν πεπεμμένων, εἰκότως ἔδοξεν αἴτιος
γενέσθαι θανάτου τῷ κάμνοντι, πνιγέντι διὰ τῆς ἑπομένης νυκτός. ἀλλὰ φακὴν οὐδ᾿ ἄν τις δοίη τῶν ἐχόντων νοῦν· ἀπεστραμμένου δὲ μελίκρατον καὶ πτισάνην τοῦ κάμνοντος οἱ πετραῖοι τῶν ἰχθύων ἐπιτηδειότατοι, σκευαζόμενοι δι᾿ ὕδατος καὶ πρασίου καὶ ἀνήθου καὶ ἁλῶν ἐλαίου τε συμμέτρου, τῶν δὲ μὴ πετραίων οἱ ὀνίσκοι. προδιδόναι δ᾿ αὐτῷ ὀξύμελι, κακοστόμαχον γὰρ οὐδὲν ἔχει τοῦτο, πλὴν εἰ πεπονθότων ἐπί τινος ἀῤῥώστου τῶν νεύρων καὶ τῆς μήτρας ἐπὶ γυναικός. ἀντ᾿ αὐτοῦ δ᾿ εἰ βούλοιο τῶν ἄλλων τι διδόναι φαρμάκων, οἷόν ἐστι τὸ διὰ πρασίου τε καὶ ἴρεως· καὶ αὐτὴ μέν γε καθ᾿ ἑαυτὴν ἅμα μελικράτῳ πινομένη πέττει καλῶς τὰ κατὰ τὸν θώρακα καὶ πνεύμονα περιττώματα καὶ πρὸς τὰς ἀναπτύσεις παρασκευάζει.
27. Τὰς δὲ πτισάνας χρὴ ἐκ βελτίστων τέως κριθέων εἶναι καὶ ὡς βέλτιστα ἡψῆσθαι καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθαι.
Βέλτισται κριθαὶ πρὸ μὲν τῆς πείρας κριθήσονται διὰ μόνου τοῦ πλήρεις εἶναι καὶ μηδὲν ἔχειν ἐν ἑαυταῖς ῥυσσόν· αἱ δὲ τῇ πείρᾳ κεκριμέναι διὰ τῆς ἑψήσεως, ὅταν ἐπιπλεῖστον ἀνοιδίσκωνται καὶ χυλὸν ποιῶσι πλεῖστον, ὅπερ δὴ καὶ βέβαιόν ἐστι τῆς ἀρετῆς αὐτῶν γνώρισμα· τὸ γὰρ ἀπὸ τῆς εὐτροφίας οὐκ ἐπιστημονικὸν οὐδὲ διὰ παντὸς ἀληθὲς, ἀλλ᾿ ὡς ἐπὶ τὸ πολὺ κατορθούμενον. ἀξιοῖ δὲ τὰς πτισάνας ἀεὶ μὲν εἶναι βελτίστας, μάλιστα δὲ ἐὰν μὴ μόνον τῷ χυλῷ χρῆσθαι μέλλωμεν, ἀλλὰ καὶ ὅλαις αὐταῖς· διὰ τί δὲ τοῦτο ἀξιοῖ σαφῶς αὐτὸς ἐδήλωσεν εἰπών·
28. Μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν· οὐδαμῇ γὰρ προσίσχεται οὐδὲ μένει κατὰ τὴν τοῦ θώρακος ἴξιν.
Ἴσμεν δ᾿ ὅτι τὴν ἴξιν ὡς τὸ πολὺ μὲν τὴν εὐθυωρίαν,
ἐνίοτε δὲ καὶ αὐτὴν λέγει τὴν φοράν. ἡ δὲ διὰ τοῦ θώρακος εὐθυωρία τε καὶ φορὰ τῆς καταπινομένης πτισάνης ἄχρι τῆς γαστρὸς, εὔδηλον ὅτι διὰ τοῦ στομάχου γίνεται· καὶ ἐν τούτῳ βούλεται μηδὲν αὐτῷ προσίσχειν. ἐν γὰρ τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσι θερμασίας οὔσης πολλῆς, προσισχόμενον τοῦτο ξηραινόμενόν τε καὶ δυσαπολύτως προσπλαττόμενον ἄσην τέ τινα καὶ δίψαν ἐπιφέρει.
29. Ὀλισθηροτάτη δὲ καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη καὶ ἀσθενεστάτη ἐστὶν ἡ κάλλιστα ἑφθὴ, ὧν πάντων δεῖ.
Τὴν καλῶς ἡψημένην πτισάνην οὐ μόνον ὀλισθηροτάτην τε καὶ ἀδιψοτάτην καὶ εὐπεπτοτάτην εἶναί φησιν, ἀλλὰ προσέθηκε τῷ τέλει καὶ ἀσθενεστάτην. τὸ μὲν οὖν ὀλισθηροτάτην εἶναι τὴν καλῶς ἡψημένην ἤδη προείρηται· τὸ δὲ καὶ ἀδιψοτάτην αὐτὴν ὑπάρχειν ἐνταῦθα πρόσκειται διὰ
τὴν τῆς κριθῆς φύσιν γινόμενον· ἔστι δὲ ψυχρὰ τὴν κρᾶσιν. ὅπως δὲ χρὴ κρίνειν ψυχρὰν καὶ θερμὴν οὐσίαν ἐπὶ μὲν τῶν ζώων ἐν τοῖς περὶ κράσεων εἴπομεν, ἐπὶ δὲ τῶν ἀψύχων ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως. ἀλλὰ καὶ εὐπεπτοτάτην εἶναί φησι τὴν τοιαύτην πτισάνην, ὡς ἂν διαλελυμένην τε καὶ μηδὲν ἔτι σκληρόν τε καὶ δυσκατέργαστον ἔχουσαν ἄφυσόν τε γεγονυῖαν ἤδη διὰ τὸ τῆς ἑψήσεως μῆκος. ὁ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἶπεν, ὀνομάσας ἀσθενεστάτην τὴν οὕτως ἡψημένην, εἰ μηδὲν προείρηκε περὶ αὐτῆς ὡς εὐπεπτοτάτης, ἕτοιμον ἂν ἦν φάναι πρὸς τὴν ἐν τῇ γαστρὶ κατεργασίαν ἀναφέρεσθαι τὸν λόγον, ἀσθενεστάτης αὐτῆς εἰρημένης, ὡς εἰ καὶ ῥᾷστα νικωμένην εἰρήκει καὶ κατεργαζομένην ὑπὸ τῆς γαστρὸς καὶ μεταβαλλομένην· ἐπεὶ δὲ τοῦτο προείρηται, τὴν ἀσθένειαν αὐτῆς ἤτοι διότι βραχεῖαν τροφὴν τῷ σώματι δίδωσιν ἀκουστέον ἐστὶν ἢ ὅτι ποιότητα μηδεμίαν ἔχει σφοδρὰν, ὡς ἤτοι τῶν νεύρων ἢ τῆς γνώμης ἅπτεσθαι, καθάπερ ὄξος τε καὶ ὁ οἶνος.
30. Ἤν μὲν οὖν μὴ προστιμωρήσῃ τις, ὁκόσον δέεται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανοῤῥοφίης, πολλαχῇ βεβλάψεται.
Ἄρχεται τοίνυν τῆς διδασκαλίας ὧδε, περὶ ὦν ἐρεῖν ἐπηγγείλατο μικρὸν ἔμπροσθεν, ἡνίκ᾿ ἔφη· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷς προσημαίνεσθαι δεῖ ἃ εἰρήσεται ὕστερον. ὅτι δὲ τὸ τιμωρῆσαι παρά τε τοῖς ἄλλοις παλαιοτέροις καὶ αὐτῷ τῷ Ἱπποκράτει πολλάκις ἀντὶ τοῦ βοηθῆσαι λέλεκται καὶ κατὰ τὰ ἄλλα συγγράμματα δέδεικται διὰ τῶν γεγενημένων ἡμῖν ἐξηγήσεων εἰς αὐτά.
31. Ὁκόσοισί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν καὶ
πνεῦμα πυκνότερον γένοιτ᾿ ἄν· κακὸν δὲ τοῦτό ἐστιν· ξηραντικόν τε γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίου καὶ ἤτρου καὶ φρενῶν.
Σῖτον εἶπε τὸ ἀπὸ τῶν σιτίων περίττωμα περιεχόμενον ἐν τοῖς ἐντέροις, ὃ δὴ καὶ σκύβαλον ὀνομάζουσι καὶ κόπρον. εἰ τοίνυν ἐγκατακεκλεισμένου τούτου, τουτέστιν ἐκ πολλοῦ χρόνου μὴ διακεχωρηκότος, ἐπὶ τὴν τῆς πτισάνης προσφορὰν ἀφίκοιτό τις, ἀναγκαῖόν ἐστι βλάβην γενέσθαι τῇ πλευρᾷ διὰ τὴν ἔμφραξιν τῶν ἐντέρων, ἣν ἐκ τῆς ἠθροισμένης ἐν αὐτοῖς ἔσχηκε κόπρου, μήτε φύσης διεξερχομένης ἐπὶ τῇ προσφορᾷ τῆς πτισάνης ἀναδόσεως τε μοχθηρᾶς γιγνομένης ἐπὶ τὸ πεπονθὸς μέρος· ὥστε ἀναγκαῖόν ἐστι τὴν ὀδύνην, εἰ μὲν εἴη λελωφηκυῖα, παραυξηθῆναι πάλιν· εἰ δὲ πεπαυμένη, γεννηθῆναι. καὶ γὰρ ἀτμοὶ καὶ πνεῦμα φυσῶδες ἀναθυμιάσεις τε τῶν σκυβάλων ἐπὶ τὴν πλευρὰν ἀφικόμεναι τὴν ὀδύνην αὐτῆς καὶ γεννήσει καὶ παραυξήσει· ἐπὶ τούτοις δὲ καὶ ἡ ἀναπνοὴ πυκνοτέρα γενήσεται· κέκληκε δὲ
τὴν ὅλην ἀναπνοὴν πνεῦμα κᾀν τῷ προγνωστικῷ συγγράμματι καὶ τοῖς τῶν ἐπιδημιῶν. πυκνωθεῖσα δὲ ἀναπνοὴ θερμασίαν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐργάζεται πλείονα διὰ τὸ συνεχὲς τῆς κινήσεως, ἐφ᾿ ᾗ θερμασίᾳ ξηραίνεται μὲν ὁ πνεύμων καὶ τὸ διάφραγμα, συγξηραίνεται δὲ καὶ συνθερμαίνεται καὶ τὰ καθ᾿ ὑποχόνδριόν τε καὶ περιτόναιον μόρια τοῦ ζώου· πάντα γὰρ συγκινεῖται τῷ θώρακι κατὰ τὰς ἀναπνοάς. τὸ δὲ ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον, οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, τὴν αὐτίκα φωνὴν ἐνηλλαγμένην ἔχει κατὰ τὴν τάξιν· ἀπολαβούσης δ᾿ αὐτῆς τὴν οἰκείαν σύνθεσιν ὁ λόγος ἔσται τοιόσδε. μὴ προσβοηθησάντων δὲ ἡμῶν τῷ προειρημένῳ τρόπῳ τῆς πτισανοῤῥοφίης πολλαχόθι γενήσεται βλάβη αὐτίκα γοῦν οἷς σῖτος ἐγκατακέκλεισται, εἰ μή τις ὑποκενώσας πρότερον αὐτὸν, οὕτω δοίη τὸ ῥόφημα, βλάβην ἐργάσεται μεγίστην.
32. Τοῦτο δὲ, ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ συνεχέος ἐούσης
καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀνιόντος, ἀλλὰ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας ἢ φλέβα ταμὼν ἢ ὁκότερον ἂν τουτέων συμφέρῃ· τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι δίδως, ταχέες οἱ θάνατοι τῶν τοιουτέων γίγνονται.
Ἀναμνησθῶμεν ὅτι περὶ πλευρίτιδος ἐποιεῖτο τὸν λόγον ὡς παραδείγματος· ἐδείχθη δὲ αὕτη γιγνομένη διὰ τὴν φλεγμονὴν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. ἐὰν οὖν ἀκμαζούσης τῆς φλεγμονῆς πτισάνην τις διδῷ, μεγάλως βλάψει τὸν κάμνοντα. τοῦ δ᾿ ἀκμάζειν αὐτὴν γνώρισμα τό τε συνεχὲς τῆς ὀδύνης καὶ τὸ μηδὲν ἐνδιδόναι πρὸς τὰ θερμάσματα. πρόσκειται δὲ τῷ λόγῳ καὶ ἄλλο γνώρισμα πλευρίτιδος οὐ μόνον μεγάλης, ἀλλὰ καὶ κακοήθους, τὸ γλίσχρον ἱκανῶς γιγνόμενον τὸ πτύελον εἴργεσθαι τῆς κενώσεως ἐμπλαττόμενόν τε καὶ προσισχόμενον τοῖς πεπονθόσι μέρεσι· τὸ γὰρ καταγλισχραίνεσθαι πλέον τι σημαίνει, τὴν σφοδροτάτην
τε καὶ καθάρσεως κοιλίας, ἐφεξῆς δὲ διοριεῖται περὶ τῆς ἑκατέρου χρήσεως.
33. Διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον οἱ ὅλῃσι χρώμενοι πτισάνῃσιν ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν, οἱ μέντοι καὶ τὴν γνώμην βλαβέντες, οἱ δὲ ὑπὸ τῆς ὀρθοπνοίης καὶ τοῦ ῥέγχους ἀποπνιγέντες.
Ὅτι πολλάκις ὀνομάζει τὰς αἰτίας προφάσεις ἐδείχθη κᾀν ταῖς τῶν ἄλλων συνταγμάτων αὐτοῦ ἐξηγήσεσι· τίνας δ᾿ ἑτέρας προφάσεις παρὰ τὰς εἰρημένας αὐτῷ συνεπιφέρειν φησὶ τοὺς ὀλιγημέρους θανάτους, προσθεῖναι τῷ λόγῳ χρή. νῦν μὲν γὰρ εἴρηκε τήν γε τῆς πτισάνης προσφορὰν, πρὶν λῦσαι τὴν ὀδύνην καὶ τὴν ἐπὶ τῷ πυκνῷ πνεύματι γλισχρότητα τοῦ πτυέλου, δι᾿ ἣν καὶ ἀποπνίγονται· βλαβῆναι δέ φησιν, εἰ καὶ οἴνου προσενέγκαιντο, πρὶν ὡς ὑπέθετο
κενωθῆναι, καὶ μελικράτου καὶ ὀξυμέλιτος· περὶ γὰρ τῶν ἄλλων ἁπάντων οὐδὲ τοῖς ἰδιώταις ἄδηλον. εἰκότως οὖν ἔφη καὶ τὴν γνώμην βλαβέντας ἐνίους αὐτῶν ἀπόλλυσθαι, ὅπερ πέφυκεν οἴνῳ τε καὶ τοῖς οἰνώδεσιν ἀκαίρως προσενεχθεῖσι.
34. Μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι διὰ τόδε μάλιστα, οὐχ ἥκιστα δὲ καὶ ὅτι ἀποθανόντων αὐτέων ἡ πλευρὴ πελίη εὑρίσκεται ἴκελόν τι πληγῇ.
Καὶ διὰ τὸ τάχος μὲν τῆς ἀπωλείας ἡ τοιαύτη δόξα τοὺς ἀρχαίους εἰσῄει καὶ διὰ τὸ πελιδνοῦσθαι ἐπὶ τῆς πλευρᾶς ἐνίους, ἔνθα δηλονότι τῆς φλεγμονῆς ἦν ἡ ῥίζα. τοῦ γὰρ ἐπ᾿ αὐτὴν αἵματος ἀφικνουμένου διὰ τὴν ὀδύνην, ὅσον ἐμερίσθη πρὸς τὸ δέρμα, τοῦτ᾿ ἐν τῷ θανάτῳ ψυχθὲν ἐμελάνθη, γινόμενον ἴκελον, τουτέστιν ὅμοιον, τοῖς ἐκ πληγῆς οὕτω διατεθεῖσιν.
35. Αἴτιον δὲ τούτου τόδε ἐστὶν, ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνήσκουσι· ταχέως γὰρ πνευματίαι γίνονται.
Ὅτι δὲ τοιοῦτον ἀναπνέουσιν αὐτὸς ἐφεξῆς ἐδήλωσεν εἰπών·
36. Ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πνεύμονος· καὶ ὁκόταν ἐς ταὐτὸ ἔλθῃ, θανατῶδες ἤδη ὡς ἐπὶ τὸ πολύ ἐστι.
Τὸ ἔμπροσθεν αὐτῷ ῥηθὲν ἀσαπὲς τοῦτο νῦν ἄπεπτον ὠνόμασε, μαρτυρῶν ἡμῖν ὅτι καλῶς καὶ τότε τὴν μετάληψιν ἐποιησάμεθα τῆς φωνῆς.
37. Καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι.
Οὐ πᾶν δὲ τὸ πνεῦμα κωλύεται κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω φέρεσθαι, τοῦτο γὰρ εἰ γένοιτο παραχρῆμα τὸν ἄνθρωπον ἀποθανεῖν ἀναγκαῖόν ἐστὶν, ὡσαύτως τοῖς ἀπαγξαμένοις. ἀλλὰ τὸ συμφέρον δηλονότι τῇ χρείᾳ τῆς ἀναπνοῆς ἔσω φέρεσθαι κωλύεται, διὸ καὶ μέχρι τινὸς ἐξαρκοῦσιν, ἐν δὲ τῷ χρόνῳ τῆς ἐνδείας ταύτης αὐξανομένης ἀπόλλυνται.
38. Καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι συντιμωρέουσι. τό τε γὰρ πτύελον ἐνεχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει· τοῦτο δὲ πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον καὶ κωλύει ἀπολισθαίνειν.
Ὅτι τῷ τιμωρεῖν ἀντὶ τοῦ βοηθεῖν οἵ τ᾿ ἄλλοι παλαιοὶ καὶ |ὁ Ἱπποκράτης κέχρηνται πολλάκις ἔμπροσθεν εἴρηται· καὶ νῦν οὖν τὸ συντιμωρεῖν ἀλλήλοις εἰς τὸ κακὸν εἶπεν, ἀντὶ τοῦ συμπράττειν καὶ λυσιτελεῖν. πῶς δὲ συμπράττει καὶ λυσιτελεῖ σαφῶς μὲν καὶ αὐτὸς ἐδήλωσεν, εἰρήσεται δὲ καὶ πρὸς ἡμῶν. τὸ πτύελον ἰσχυρῶς ἰσχόμενον ἐν τοῖς τοῦ πνεύμονος βρόγχοις στενοχωρίαν ἐργάζεται ταῖς διεξόδοις τοῦ πνεύματος καὶ διὰ ταύτην τὴν στενοχωρίαν ἦττον εἰσπνέουσιν οἱ κάμνοντες· ὅσῳ δ᾿ ἂν ἧττον εἰσπνέουσιν, τοσῷδε μᾶλλον ἀπλήρωτον ἐργάζονται τὴν χρείαν τῆς ἀναπνοῆς καὶ διὰ τοῦτο πρωιαίτερον ἐπὶ τὴν δευτέραν εἰσπνοὴν ἀπὸ τῆς προτέρας ἥκουσιν, ὅπερ ὀνομάζουσι πυκνὸν πνεῦμα.
40. Καταλαμβάνει δὲ ταῦτα οὐ μόνον ἢν πτισάνῃσιν ἀκαίρως χρέωνται, ἀλλὰ πολὺ μᾶλλον καὶ ἤν τι ἄλλο φάγωσιν ἢ πίωσιν πτισάνης ἀνεπιτηδειότερον.
Εἴρηται μικρὸν ἔμπροσθεν περὶ τούτου, ἡνίκα ἔλεγε· διὰ ταύτας οὖν τὰς προφάσεις καὶ ἑτέρας τοιαύτας. ἀλλ᾿ ἐκεῖ καὶ ἐμνημονεύσαμεν ἡμεῖς οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτος· ἐνταυθοῖ δὲ καὶ τῶν ἄλλων ἀκούειν προσήκει τῶν οὕτω διδομένων τοῖς οὕτω κάμνουσιν ὑπὸ τῶν πολλῶν ἰατρῶν, ἃ δὴ καὶ μᾶλλον ἔβλαπτε μελικράτου τε καὶ ὀξυμέλιτος καὶ οἴνου.
41. Μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιαί εἰσιν αἱ τιμωρίαι, τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέων· τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μούνῳ ἔστιν ὅπῃ καὶ διαφερόντως τιμωρητέον.
Αἱ βοήθειαι, φησὶ, παραπλήσιαι γίνονται τοῖς πτισάνῃ τε καὶ τῷ χυλῷ χρωμένοις αὐτῆς· τοῖς δὲ ποτῷ μόνῳ ἔστιν ὅπῃ καὶ διαφερόντως χρὴ βοηθεῖν. ποία δέ τις ἡ διαφορὰ γίνεται διὰ τῶν ἑξῆς διδάσκει.
42. Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν· ἢν μὲν νεοβρῶτι αὐτέῳ ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται ὑποκεχωρηκέναι εἰς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον.
Ἤσθηται δὲ καὶ αὐτὸς ἐσπαραχὼς κατὰ μόρια τὸν λόγον, οὐ συνεχῶς ἐφεξῆς ἐν τάξει τῇ προσηκούσῃ πεποιημένος· καὶ διὰ τοῦτο νῦν ἀναλαμβάνων αὐτὸν ἐπὶ τὴν προσήκουσαν ἀρχὴν ἀφικνεῖται. τοῦτο δὲ ἔπαθεν ἐπειδὴ τὸ περὶ διαφωνίας ζήτημα λύειν ἐπιχειρήσας ἐμνημόνευσεν ἐν τῇ λύσει θεραπευτικῶν λογισμῶν. ἀλλ᾿ ἐχρῆν αὐτὸν αἰσθανόμενον οὖ πέπονθεν ἐξαμεῖψαι μὲν ἐκεῖνα, διελθεῖν δὲ ἑτέρως ἀπ᾿ ἀρχῆς τὸν λόγον· οὕτω γὰρ κᾀμοὶ συμβαίνειν κάλλιον ἔδοξεν, ἄνωθεν ἑτέρως γράψαι περὶ τῶν αὐτῶν ἐξαμείψαντι τὰ πρότερον γεγραμμένα. πῶς οὖν ἐχρῆν αὐτὸν ἅμα τε λῦσαι τὸ προβληθὲν ὑπ᾿ αὐτοῦ ζήτημα καὶ τάξει
αὐτῶν εἶναι. ταύτην τὴν ἀρχὴν τῷ λόγῳ ποιησάμενός τις εἶθ᾿ ἑξῆς ἅπαντα κατὰ τὴν οἰκείαν τάξιν ἐπιὼν, ἐπὶ τούτων οὐκ ἂν ἀσαφῆ τὴν διδασκαλίαν ἐργάσαιτο.
43. Χρέεσθαι δὲ ποτῷ, ἢν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι, χειμῶνος μὲν θερμῷ, θέρους δὲ ψυχρῷ· ἐὰν δὲ πολλὴ δίψα ᾖ, καὶ μελικρήτῳ καὶ ὕδατι.
Διψώδους ὄντος τοῦ κάμνοντος, ἄλλως φυλασσόμενος ὀξύμελι πάνυ πολὺ, διὰ τοῦτο ἐφεξῆς τοῦ τε μελικράτου καὶ τοῦ ὕδατος ἐμνημόνευσεν. ὅσον μὲν γὰρ ἐπὶ τῷ πάθει μᾶλλον ὀξυμέλιτι χρηστέον· εἰ δὲ αὔταρκες αὐτοῦ λαμβάνων ἔτι διψῶν ὁ κάμνων εἴη, μελίκρατον ἐπιδοτέον· εἰ δὲ καὶ μετὰ τοῦτο διψήσει, τὸ ὕδωρ προσενεγκτέον· αὐτὸ γὰρ ἐφ᾿ ἑαυτὸ τὸ ὕδωρ πινόμενον μέμφεται· μαθήσῃ δὲ ἐν τοῖς ἐφεξῆς τὰς αἰτίας, δι᾿ ἃς μέμφεται τὸ ποτὸν τοῦτο κατ᾿ ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ὅταν ὁ λόγος αὐτῷ περὶ δυνάμεως
πυρέττωσιν, ἀπέπτους δὲ ἐργάσεται ψύξει τοὺς χυμοὺς, ὅταν ἐπὶ τούτοις νοσῶσιν. ἀλλὰ τότε μὲν ὀλίγον τὸ ὀξύμελι δίδομεν, ὡς ἐν τῇ κοιλίᾳ πρότερον χλιαρὸν γενησόμενον τοῦ τὴν αὐτοῦ ψύξιν μέχρι τῆς πλευρᾶς ἀναδίδοσθαι· εἰ δὲ καὶ ὀλίγον ἀναδοθῇ, ἀλλ᾿ ὑπὸ τοῦ γε ὀξυμέλιτος ἐπανορθωθήσεται δύναμιν ἔχοντος τμητικήν· ἐναντίον γάρ ἐστι τὸ τέμνον καὶ διεξερχόμενον τῷ πυκνοῦντι καὶ συνάγοντι τὰ σώματα.
44. Ἔπειτα μέντοι ἢν μὲν ἄλγημά τι ἐνῇ ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνηται, διδόναι τὸ ῥόφημα μήτε πολὺ μήτε παχύ· μετὰ δὲ τὴν ἑβδόμην ἢ ἐνάτην, ἢν ἰσχύῃ.
Ταύτην τὴν ῥῆσιν οἱ ἐμπιπλᾷν τοὺς πάσχοντας τὸν Ἱπποκράτην φάντες (οὕτω γὰρ αὐτοὶ κέχρηνται τῷ ῥήματι) παρελθεῖν μοι δοκοῦσιν, ὥσπερ πάλιν οἱ λιμοκτονεῖν αὐτὸν
ὀλίγους, ὅσοι τήν τε δύναμιν ἰσχυρὰν ἔχουσι καὶ τὴν τοῦ σώματος ἕξιν σκληρὰν καὶ δυσδιάπνευστον καὶ τοὺς χυμοὺς παχεῖς ἢ γλίσχρους, τό τε περιέχον μὴ εἴη θερμόν. εἰ μὲν γὰρ μηδὲν ἀπέῤῥει τοῦ σώματος ἡμῶν, οὐκ ἂν ἐδεόμεθα τροφῆς ἐπεὶ δὲ ἀποῤῥεῖ, κατὰ τὴν ἀναλογίαν τοῦδε καὶ τὸ τῆς τροφῆς ποσὸν ὁριούμεθα. τοῖς οὖν ὀλίγον διαπνεομένοις ἐγχωρεῖ ἄκραν ἀσιτίαν συμβουλεύειν, ἔτι δὲ μᾶλλον πρὸς τοῦτο ἐὰν καὶ τὴν δύναμιν ἐξ ἀρχῆς ἔχωσιν ἰσχυράν· ὡς ἥ γε ἀσθενὴς ὥσπερ ἐπὶ τῶν γερόντων ἔχει, εἰ καὶ ὀλίγον διαπνέεται τὸ σῶμα, ταχέως κάμνει· διὸ καὶ μικρὸν ἔμπροσθεν ἐμνημόνευσα τῶν ἔτη τεσσαράκοντα γεγονότων, οὐ τῶν ἑβδομήκοντα.
45. Ἢν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντι, ἢν μὲν ἰσχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικίῃ, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρήσασθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς.
Πάλιν καλῶς κᾀνταῦθα τὴν μέν ἔνδειξιν τοῦ βοηθήματος ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως ἔλαβε, συνεπεσκέψατο δὲ τὴν δύναμιν οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν χρῆσιν τοῦ βοηθήματος, ἀλλ᾿ ὡς ἀντενδεικνυμένην, ἐνίοτε δὲ καὶ κωλύουσαν. οὐ γὰρ ὅτι τὴν δύναμιν ἰσχυρὸς ὁ κάμνων, διὰ τοῦτο δεῖται κλύσματος, ἀλλ᾿ ἡ τοῦ κλύσματος ἔνδειξις ἐκ τῆς κατὰ τὴν γαστέρα διαθέσεως. ἡ δύναμις δὲ ἰσχυρὰ μὲν ὑπάρχουσα συγχωρεῖ κενοῦν, ἄῤῥωστος δὲ οὖσα κωλύει. πρόσεχε δὲ πάλιν αὐτοῦ τῷ ἔθει ποτὲ μὲν τῆς δυνάμεως μόνης ἐπὶ τῶν τοιούτων μνημονεύοντος, ὥσπερ ἐπὶ τῆς προγεγραμμένης ῥήσεως, ποτὲ δὲ καὶ τὴν ἡλικίαν προστιθέντος· κυριώτατος μὲν γὰρ ὁ τῆς δυνάμεως σκοπὸς, εἰς δὲ τὴν διάγνωσιν αὐτοῦ καὶ ἡ τῆς ἡλικίας γνῶσις συντελεῖ, ταχέως μὲν ἐπὶ τῶν παίδων καμνούσης τῆς δυνάμεως διὰ τὸ τῆς ἀποῤῥοίας πλῆθος, ἐπαρκούσης δὲ ἐπὶ πλέον ἐν τοῖς ἀκμάζουσιν. ἀλλ᾿ ὥσπερ ἐπὶ τῶν παίδων ἡ τοῦ σώματος οὐσία μαλακή τε οὖσα καὶ ὑγρὰ διαφορουμένη αἰτία γίγνεται τοῦ καταλύεσθαι τὴν δύναμιν, οὕτως καὶ ἐπὶ τῶν χωρίων ἔχει καὶ ὡρῶν. καὶ γὰρ τούτων αἱ θερμαὶ ταχέως τε
καὶ εὐθέως καταλύουσι τὴν δύναμιν τῷ πλήθει τῆς κενώσεως. εἰκότως οὖν ἐνίοτε ἐπὶ μόνης τῆς δυνάμεως ὁ Ἱπποκράτης ποιεῖται τὴν διδασκαλίαν τῶν τοιούτων διορισμῶν, ἐνίοτε δὲ καὶ τῶν ἄλλων τι προστίθησι συναναμιμνήσκων αὐτοῖς καὶ τὰ λοιπά.
46. Καιρὸν δὲ τῆς δόσιος τοῦ ῥοφήματος τόνδε μάλιστα φυλάττεσθαι κατ᾿ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νοσήματος. ὅταν μὲν οἱ πόδες ψυχροὶ ἔωσιν, ἐπισχεῖν χρὴ τοῦ ῥοφήματος τὴν δόσιν, μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι· ὅταν δὲ ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας, τότε διδόναι· καὶ νομίζειν μέγα δύνασθαι τὸν καιρὸν ἐν ἁπάσῃσι τῇσι νούσοισι, οὐχ ἥκιστα δ᾿ ἐν τῇσιν ὀξείῃσιν, μάλιστα δ᾿ ἐν τοῖσι μᾶλλον πυρετώδεσι καὶ ἐπικινδυνοτάτοισιν.
Ὥσπερ ἔφην ἔνα μὲν ὑπάρχειν σκοπὸν τῆς τροφῆς, τὴν
γίγνεται συνελθόντος εἰς τὴν καρδίαν τε καὶ τὸν θώρακα ἐξ ὅλου τοῦ σώματος τοῦ θερμοῦ παντός· ἡ δ᾿ ἐπίδοσις ἐκτεινομένου κατὰ βραχὺ πρὸς τὰ πέρατα τοῦ σώματος· ἡ δ᾿ ἀκμὴ δι᾿ ὅλου τοῦ σώματος ὁμαλῶς ἐκτεινομένου· παρακμὴ δ᾿ ἔμπαλιν τῇ ἀρχῇ διαπνεομένης γε τῆς θερμασίας γίγνεται καὶ τὰ μέσα τοῦ σώματος ἀπολειπούσης, ὅπερ ἐδήλωσε δι᾿ ἑνὸς ῥήματος εἰπών· ὅταν ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας. οὐ γὰρ ταὐτόν ἐστι τὸ θερμοὺς ἐκ ψυχρῶν γενέσθαι τοὺς πόδας καὶ καταβῆναι τὴν θερμασίαν εἰς αὐτούς. τὸ μὲν γὰρ καταβῆναι τὴν μετάστασιν δηλοῖ τῆς θερμασίας ἐξ ἑτέρου μέρους εἰς ἄλλο μέρος·, τὸ δὲ θερμανθῆναι τοὺς πόδας ἐγχωρεῖ γενέσθαι καὶ μενούσης ἐν τοῖς μέσοις τῆς θερμασίας, ὅπερ ἐπὶ τῆς ἀκμῆς συμβαίνει.
47. Χρῆσθαι δὲ πρῶτον μάλιστα μὲν χυλῷ, ἔπειτα δὲ πτισάνῃ, κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβῶς θεωρῶν.
Προειρηκὼς ὁπότε μέν ἐπὶ τῷ ποτῷ μόνῳ χρὴ διαιτᾷν τοὺς κάμνοντας, ὁπότε δὲ ἐπὶ πτισάνῃ, νῦν διορίζει πότε μόνῳ χυλῷ χρηστέον ἐστὶ καὶ πότε αὐτῇ τῇ πτισάνῃ. σύντομος δὲ καὶ σαφὴς ὁ διορισμός. ὅταν γὰρ οἷς εἶπε τεκμηρίοις προσέχων, εὑρήσεις τινὰ τῶν καμνόντων δύνασθαι χρῆσθαι πτισάνῃ τὴν ἀρχὴν ἀπὸ τοῦ χυλοῦ ποιησάμενος, οὕτως ἐπ᾿ αὐτὴν μεταβήσῃ κατὰ βραχύ· λέγω δὲ κατὰ βραχὺ, πρῶτον μὲν αὐτῷ μόνῳ τῷ χυλῷ χρησάμενος, εἶτα τούτου μὲν δοὺς πλείονος, ὀλίγον δὲ τῆς πτισάνης, εἶτ᾿ ἴσον ἑκατέρου, κᾄπειτα τῆς πτισάνης πλεῖον, εἶτα μόνην αὐτὴν· ἐπιστάμενος εἰς μὲν τὴν θρέψιν τοῦ σώματος καὶ ῥῶσιν τῆς δυνάμεως τὴν πτισάνην πλεονεκτεῖν, εἰς δὲ τὸ πεφθῆναί τε καὶ κατεργασθῆναι ῥᾳδίως τὸν χυλόν. ὅταν οὖν βλέπῃς προχωροῦσαν ἐπὶ τὰ βελτίω τὴν τε πρὸς τοῦ νοσήματος διάθεσιν καὶ τὴν τῆς δυνάμεως ἰσχὺν, αὔξανε καὶ οὐ τὴν προσφορὰν τῆς πτισάνης.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΥΠΟΜΗΜΑ Β.
1. Ὀδύνη δὲ πλευροῦ ἤν τε κατ᾿ ἀρχὰς γένηται ἤν τε ὕστερον, θερμάσμασι μὲν τὸ πρῶτον οὐκ ἀπὸ τρόπου ἐστὶ χρησάμενον πειρηθῆναι διαλῦσαι τὴν ὀδύνην.
Ὅπερ εἴρηταί μοι πολλάκις ἄμεινον ἀναμνῆσαι καὶ νῦν, ὡς ἡ μὲν ἐξήγησις ἐπὶ τῶν ἀσαφῶν γίγνεται λέξεων, οὐ μὴν
ἐπὶ γὰρ τὸ θερμαινόμενον μέρος ἕλκεται πλέον ἢ διαφορεῖται, φύσιν ἐχόντων τῶν θερμαινόντων ὥσπερ διαφορεῖν τὸ περιεχόμενον οἶς ἂν πλησιάζῃ μορίοις, οὕτως ἕλκειν τὸ περιττεῦον ἐκ τῶν γειτνιώντων. ὅταν οὖν τὰ θερμάσματα μὴ λύῃ τὴν ὀδύνην, προκενωτέον ἐστί σοι τὸ πᾶν σῶμα διὰ κενώσεως· ἀξιόλογος δὲ κένωσις ἐπὶ τῶν ὀξέως νοσούντων ἥ τε διὰ τῆς γαστρὸς καὶ ἡ διὰ τῆς φλεβοτομίας, ὧν τὴν ἑτέραν ἀξιοῖ παραλαμβάνειν ὁ Ἱπποκράτης, διδάσκων σκοποὺς τῆς μᾶλλον ὠφελῆσαι δυναμένης. τὸ μὲν οὖν κεφάλαιον τοῦ προκειμένου λόγου τοῦτό ἐστι, τῶν δὲ κατὰ μέρος αὐτῷ λεγομένων ὅσα μὴ σαφῆ τοῖς πολλοῖς ἐστι διὰ τῶν ἐφεξῆς δηγήσομαι· τοῖς πολλοῖς δὲ εἶπον, ἐπειδὴ τοῖς προγεγυμνασμένοις ἀκούειν λέξεως παλαιᾶς ὀλίγα παντάπασιν ἀσαφῆ γίνεται. ἀλλ᾿ οὐ στοχαζόμεθα τούτων μόνον ἐν τοῖς ὑπομνήμασι.
2. Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ ἢ ἐν κύστει ἢ ἐν χαλκῷ ἀγγείῳ ἢ ἐν ὀστρακίνῳ.
Θερμάσματα δηλονότι καλεῖ τὰ θερμαίνοντα τὸ σῶμα καθ᾿ ὁντιναοῦν τρόπον· ἔστιν οὖν αὐτῶν ἔνια μὲν ὑγρὰ τελέως, ἔνια δὲ ξηρὰ, τινὰ δὲ ἔξ ἀμφοῖν μικτά· δακνώδη δὲ ἄλλα ἢ ἄδηκτα καί τινα τρίτα κᾀνταῦθα σύμμικτα. τὸ μὲν οὖν πρῶτον εἶδος αὐτῶν ὃ κατὰ τὴν ῥῆσιν ἔγραψεν ἄδηκτόν τέ ἐστι καὶ ὑγρὸν, τὸ δὲ δεύτερον μικτὸν ἔξ ἀμφοτέρων, ξηροῦ τε καὶ ὑγροῦ δακνώδους τε καὶ ἀδήκτου· τὸ δὲ τρίτον ξηρὸν μὲν, ἀλλ᾿ ἤτοι δακνῶδες ἢ ἄδηκτον· εἰ δὲ καὶ τὰς διαθέσεις αὐτὸς εἰρήκει τὰς ἑκάστου τῶν εἰρημένων δεομένας, τοσούτῳ βελτίων ἂν ἦν ὁ λόγος, ὅσῳ καὶ ὠφελιμώτερος τοῖς ἀναγινώσκουσιν· ἐπεὶ δ᾿ οὐκ εἶπεν, ἦν μὲν οὐδ᾿ ἡμῖν ἀναγκαῖον ἀλλοτρίαν διδασκαλίαν σαφηνίζουσιν, οὐκ ἰδίαν διερχομένοις. ἐπεὶ δ᾿ ἔμπαλιν τοῖς ἄλλοις ἐξηγηταῖς
διαθέσεως, οὐ μόνον οὐδὲν ὠφελοῦσιν, ἀλλὰ καὶ μεγάλως παροξύνουσι δραστήριον ἔχουσαι δύναμιν.
3. Προϋποτιθέναι δὲ χρὴ μαλθακόν τι πρὸς τὴν πλευρὴν προσηνείης ἕνεκεν.
Ἐπειδὴ τὸ ὕδωρ ἐν ἀσκῷ ἢ κύστει ἢ ἀγγείῳ χαλκῷ ἢ ὀστρακίνῳ προσφέρειν ἠξίωσε ταῖς πλευραῖς, ὅπως ἄθλιπτός τε ᾖ καὶ τελέως ἄλυπος ἡ τῶν προσφερομένων ὁμιλία, μαλακόν τι προϋποτιθέναι κελεύει κατὰ τῶν πλευρῶν ἐπιβάλλοντας. ἔριον δ᾿ ἂν εἴη τοῦτο τὸ μαλακὸν ἢ τὸ πολύπτυχον ἱμάτιον ἢ καί τι τῶν ἁπαλῶν ὑπαρχόντων. μικρὸν γοῦν ἐφεξῆς τῆς διὰ τοῦ σπόγγου πυριάσεως μνημονεύων οὐδὲν ἀξιοῖ προϋποτιθέναι.
4. Ἀγαθὸν δὲ καὶ σπόγγος μαλθακὸς μέγας, ἐξ ὕδατος θερμοῦ
ἐκπεπιεσμένος προστίθεσθαι. περιστέγειν δὲ ἱματίῳ τὴν θάλψιν χρή· πλείω τε γὰρ χρόνον ἂν διαρκέσει καὶ παραμενεῖ, καὶ ἅμα ὡς μὴ ἡ ἀτμὶς πρὸς τὸ πνεῦμα τοῦ κάμνοντος φέρηται, ἢν μὴ ἄρα δοκέῃ καὶ τοῦτο χρήσιμον πρός τι εἷναι· ἔστι γὰρ ὅτε δεῖ πρός τι.
Τὰ μὲν ἄλλα τῆς ῥήσεως δῆλα, περὶ δὲ τῆς ἀτμίδος εἰπεῖν χρὴ, πολὺ τὸ ἀσῶδες καὶ ἀνιαρὸν ἐχούσης, παροξυνούσης τε τὴν δύσπνοιαν αὐξήσει τῆς θερμασίας καὶ τὴν κατὰ τὸν πνεύμονα στενοχωρίαν, ἣν ἐκ τῆς ὑγρᾶς ἀτμίδος πληρούμενος ἴσχει. μόναις οὖν ταῖς ξηραῖς καὶ ἀπτύστοις πλευρίτισιν ἐπιτήδειός ἐστιν ἡ τῆς ἀτμίδος εἰσπνοὴ πλέον ἔχουσα τοῦ βλαβεροῦ τὸ ὠφέλιμον. ἐνταῦθα μὲν οὖν ἐπιγέγραπται τὸ πρῶτον εἶδος τῆς πυριάσεως, ἐφεξῆς δὲ ἐπὶ τὸ δεύτερον μεταβαίνων ἐρεῖ·
5. Ἔτι δὲ καὶ κριθαὶ ἢ καὶ ὄροβοι ἐν ὄξει κεκραμένῳ σμικρῷ
ὀξύτερον ἢ ὡς ἂν πίῃ τις διέντα καὶ ἀναζέσαντα εἰς μαρσύππιά τε ἀποῤῥάψαντα προστιθέναι καὶ πίτυρα τὸν αὐτὸν τρόπον.
Καὶ κριθὰς καὶ ὀρόβους οὐχ ὁλόκληρα τὰ σπέρματα κελεύει δι᾿ ὄξους καὶ ὕδατος ἑψεῖν, ἀλλὰ κόψαντας πρότερον· δῆλον δὲ κᾀκ τοῦ λέγειν διέντα, καὶ ἄλλως δ᾿ ἄν τις ἔξ αὐτοῦ τοῦ πράγματος διδαχθείη τοῦτο βούλεσθαι τὸν Ἱπποκράτην. καὶ γὰρ οὖν προσηνέστερον οὕτως ἔσται τὸ πυρίαμα καὶ δραστικώτερον· ἀμέλει καὶ πίτυρα κατὰ τὸν αὐτὸν δὴ τρόπον σκευάζειν κελεύει. δραστικωτέρα δὲ τῆς πρόσθεν ἡ τοιαύτη πυρία τῇ τοῦ ὄξους γίνεται δυνάμει· εἰ δὲ δι᾿ ὀρόβων σκευάζοιτο, καὶ οὗτοι συντελοῦσιν οὐ σμικρὸν, ἱκανὴ γὰρ ἡ δύναμις αὐτῶν τέμνειν καὶ κατεργάζεσθαι καὶ διαφορῆσαι πάχος χυμῶν. διὸ καὶ παραληπτέον τὰς τοιαύτας πυρίας, ἐφ᾿ ὧν ὑπονοοῦμεν παχεῖς ἢ γλίσχρους χυμοὺς ἠθροῖσθαι κατὰ τὸ φλεγμαῖνον μόριον· ἔσται δέ σοι δῆλον τοῦτο ἔκ τε τῆς προηγησαμένης διαίτης, εἰ τοιούτων
διὰ τοῦτο μέσην ἀμφοτέρων τῶν ὑπερβολῶν τὴν κρᾶσιν αὐτοῦ πεποίηται. τοῦτό σοι καὶ τὸ δεύτερον εἶδος τῶν πυριάσεων ἐστιν, ὧν ἐξ ἀρχῆς διείλομεν τριχῶς.
6. Ξηρῶν δὲ θερμασμάτων ἅλες, κέγχροι πεφρυγμένοι ἐν ἐρινέοισι μαρσυππίοισιν ἐπιτηδειότατοι· καὶ γὰρ κοῦφον καὶ προσηνὲς ἡ κέγχρος.
Ἐπὶ τὸ τρίτον εἶδος τῶν πυριάσεων, ὧν ἐξ ἀρχῆς διείλομεν μετέβη, ἁλῶν καὶ κέγχρων μνημονεύσας. ἔστι δὲ ἀμφοτέρων κοινὸν μὲν ἡ ξηρότης, ἴδιον δὲ τῶν μὲν ἁλῶν τὸ δακνῶδες, τῶν δὲ κέγχρων τὸ ἄδηκτον.
7. Μάλθαξις δὲ λύει ἡ τοιήδε καὶ τὰς πρὸς κληῖδα περαιούσας ἀλγηδόνας.
Ἐκ τοῦ προσθεῖναι τὸν καὶ σύνδεσμον ἐδήλωσεν ὅτι καὶ τὰς ἄλλας ὀδύνας λύει, τουτέστι τὰς πρὸς ὑποχόνδριον περαιούσας.
8. Τομὴ μέντοι γε οὐχ ὁμοίως λύει ὀδύνην, ἢν μὴ πρὸς τὴν κληῖδα περαίνοιτο ἡ ὀδύνη.
Τομὴν λέγει δηλονότι τὴν τῆς φλεβὸς, ἣν οὐχ ὁμοίως εἰπὼν λύειν συνεχώρησε καὶ αὐτὴν ὠφελεῖν. ἐπὶ πλέον δὲ περὶ τούτου τοῦ βοηθήματος ἐν τοῖς ἐφεξῆς γράφει.
9. Ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα ὁ πόνος, οὐ χρὴ πολὺν χρόνον ἐκθερμαίνειν· ξηραντικὸν γὰρ τοῦ πνεύμονος τοῦτο καὶ ἐμπυητικόν.
Ποικίλα θερμάσματα διελθὼν, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ,
τὰ δὲ ἄδηκτα, τὰ δὲ δακνώδη, μετὰ τὴν ἐπ᾿ ἐκείνων ἀπόπειραν ἐὰν ὁ πόνος μὴ ὠφελῆται, κενώσει χρῆται παντὸς τοῦ σώματος ἀφιστάμενος τῶν θερμασμάτων, ὡς καὶ τὸν πνεύμονα ξηραινόντων καὶ τὸ καλούμενον ἐμπύημα ποιούντων. γίνεται γὰρ τοῦτο τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς μὴ διαφορηθείσης, ἀλλ᾿ εἰς πῦον μεταβαλλούσης, εἶτα τούτου συῤῥέοντος εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν.
10. Ἀλλ᾿ ἢν μὲν σημαίνῃ ὀδύνη ἐς τὴν κληῖδα ἢ ἐς τὸν βραχίονα βάρος ἢ περὶ μαζὸν ἢ ὑπὲρ τῶν φρενῶν, τάμνειν ἀρήγει τὴν ἐν τῷ ἀγκῶνι φλέβα τὴν εἴσω καὶ μὴ ὀκνεῖν συχνὸν ἀφαιρέειν τὸ αἷμα, ἕως ἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν· ἀμφοτεροῖα γὰρ γίγνεται.
Κατὰ τὴν ῥοπὴν τῶν ἐργαζομένων χυμῶν τὴν φλεγμονὴν ποιεῖται τὰς κενώσεις· τὸ γὰρ ἀκτέα ᾗ ῥέπει τῶν συμφερόντων
ἔσται τὸ κατὰ τὴν φλεγμαίνουσαν πλευράν· ἐκείνου δ᾿ ὄντος ἐρυθροῦ κατοπτώμενον τοῦτο πρὸς τὸ μέλαν ἐκτραπήσεται· τῆς δ᾿ εἰς τὸ μέλαν ἐξ ἐρυθροῦ μεταβολῆς ἐν τῷ μεταξὺ τὸ πελιδνόν ἐστι. σημεῖον οὖν ἱκανόν ἐστι τῆς ἐκ τοῦ φλεγμαίνοντος μέρους μεταλήψεως τοῦ αἵματος ἡ τῆς χροιᾶς ὑπαλλαγή. τὸ μὲν οὖν οἰκεῖον τῷ πάθει μέτρον τῆς κενώσεως εἴρηται· τῆς δυνάμεως δέ ποτε κωλυούσης ἄχρι τοσούτου κενοῦν, εἰδέναι μὲν χρὴ τὴν ὠφέλειαν ἥττονα ἐσομένην τῷ φλεγμαίνοντι μορίῳ, μᾶλλον δὲ ἀπέχεσθαι προσήκει τοῦ καταλῦσαι τὴν· δύναμιν ἢ κενῶσαι τὸ πλεονάζον αἷμα.
11. Ἢν δὲ ὑπὸ τὰς φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῖδα μὴ σημαίνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ· μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου· ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα ταῦτά
ἐστιν. ἄγει δὲ μέλας μὲν καλλίω καὶ κρισιμώτερα πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσέων καταῤῥηκτικώτερόν ἐστιν. ἄμφω δὲ ταῦτα ὀδύνην παύει· παύει δὲ καὶ ἄλλα πολλὰ τῶν ὑπηλάτων, κράτιστα δὲ ταῦτα ὧν ἐγὼ οἶδά ἐστιν. ἐπεὶ καὶ τὰ ἐν τοῖσι ῥοφήμασι διδόμενα ὑπήλατα ἀρήγει, ὁκόσα μὴ ἄγαν ἐστὶν ἀηδέα λύειν διὰ πικρότητα, ἢ δι᾿ ἄλλην τινὰ ἀηδίην ἢ διὰ πλῆθος ἢ χροιὴν ἢ ὑπεροψίην τινά.
Ὅτι τὰ καθαρτικὰ φάρμακα διὰ τῆς πείρας εὑρίσκεται τίνα τε καθαίρει χυμὸν καὶ εἰ ὅλως καθαίρει, μεμάθηκας ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως· ὅτι μέντοι χρεία καθάρσεως ἐστιν, εἰ ῥέπουσιν οἱ πλεονάζοντες χυμοὶ κάτω καὶ τῷ λόγῳ μὲν ἐπενοήθη, τὴν μαρτυρίαν δὲ καὶ βεβαίωσιν ἐκ τῆς πείρας ἔσχεν. αὐτὸς οὖν ὁ Ἱπποκράτης ἐδίδαξέ σε τὰς δυνάμεις ὧν δίδωσι φαρμάκων ἐν τοῖς τοιούτοις πάθεσι, τὸν μέλανα ἐλλέβορον ἐκκενοῦν εἰπὼν κρισιμώτερα,
ποικίλως δ᾿ αὐτῆς σκευαζομένης ἡ τὸν ἐλλέβορον μὲν εἰληφυῖα, τὴν σκαμμωνίαν δ᾿ οὐκ ἔχουσα κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον.
12. Τὴν μέντοι πτισάνην ὁκόταν πίῃ τὸ φάρμακον, ἐπιῤῥοφεῖν αὐτίκα χρὴ διδόναι, μηδὲν ἔλασσον ἀξίως λόγου ἢ ὁκόσον εἴθισται.
Καὶ ἄλλως μὲν χρὴ προνοεῖσθαι τοῦ στόματος τῆς γαστρὸς, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ὡς διαμένειν ἀβλαβὲς ἐν ταῖς τῶν καθαιρόντων φαρμάκων πόσεσιν, μάλιστα δ᾿ ὅταν ἐπὶ τῶν πυρετῶν δίδωταί τι τοιοῦτον. μία δὲ τοῦ μὴ βλαβῆναι φυλακὴ τὸ μὴ μόνον εἶναι τὸ καθαῖρον φάρμακον, ἄκρατόν τε καὶ ἄμικτον ἑτέρων τῶν ἀμβλύνειν αὐτοῦ τὴν κακίαν πεφυκότων. ἐναντία γάρ ἐστιν ἡ φύσις ἁπάντων τῶν καθαιρόντων φαρμάκων ταῖς τῶν καθαιρομένων
φαρμάκου, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ διόδῳ, μεταλαμβάνων μεγάλως βλάπτεται· χρήσιμος οὖν ὁ χυλὸς τῆς πτισάνης ἐπιῤῥοφούμενος, ὡς ἂν ἀποῤῥύψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ καθαρτικοῦ πόσει κελεύει πτισάνης ἐπιῤῥοφεῖν, ἀρξαμένης δὲ γίνεσθαι τῆς καθάρσεως οὐκέτι βούλεται δίδοσθαι τῆς πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ τοῦτό φησιν·
13. Ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσεως μὴ διδόναι ῥοφήν. ὁκόταν δὲ λήξῃ ἡ κάθαρσις, τότε ἔλασσον ῥοφεέτω ἢ ὁκόσον εἴθισται· μετὰ δὲ τοῦτο ἀναγέτω ἀεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη εἴη καὶ μηδὲν ἄλλο ἐναντιῶται.
Ἐναντίως ἐγίνωσκε περὶ τούτου τοῖς πολλοῖς τῶν νῦν ἰατρῶν ὁ Ἱπποκράτης. οὗτοι μὲν γὰρ ὅταν κενώσωσι, τρέφουσι δαψιλῶς· ὁ δ᾿ Ἱπποκράτης ἔλασσον ἀξιοῖ δίδοσθαι τῆς πτισάνης μετὰ τὴν κάθαρσιν. ἡ γάρ τοι τῶν καθαρθέντων σωμάτων δύναμις ἐν τῇ καθάρσει κεκμηκυῖα φέρειν οὐ δύναται τὴν τροφὴν, οὐδὲ κατεργάζεσθαι καλῶς, εἰ μὴ παντελῶς εἴη βραχεῖα. τοσοῦτον οὖν τοῖς καθαρθεῖσι διδόναι τοῦ χυλοῦ χρὴ τὴν πρώτην, ὅσον κρατῆσαι δύνανται· εἶτ᾿ εὐθὺς κατὰ βραχὺ παραυξάνειν, ἐὰν ἥ τ᾿ ὀδύνη, φησὶ, παύσηται καὶ μηδὲν ἄλλο κωλύῃ. τὸ μὲν οὖν τῆς ὀδύνης πρόδηλόν ἐστι, τὸ δὲ μηδὲν ἄλλο κωλύειν ἀκουστέον ἐπὶ τοὺς προειρημένους διορισμοὺς ἀναφέροντα, ἐν οἶς ἐδίδαξεν ὁπηνίκα χρὴ διαιτᾷν τοὺς ὀξέως νοσοῦντας ἄνευ ῥοφημάτων. ἔστι δ᾿ αὐτῶν τὸ κεφάλαιον, ὅταν ἤτοι προκριθήσεσθαι τὴν νόσον ἐλπίσωμεν ἄνευ τοῦ δεηθῆναι ῥοφήματος ἢ ἐφ᾿ ὧν παντελής ἐστιν ἡ ἀπεψία τοῦ κατὰ τὴν φλεγμονὴν χυμοῦ.
14. Ὡυτὸς δέ μοι λόγος ἐστὶ καὶ ἢν χυλῷ δέῃ πτισάνης χρέεσθαι.
Παραπλήσιον τῇ τε πτισάνῃ καὶ τῷ χυλῷ τὸν καιρὸν τῆς δόσεως ἔφησεν εἶναι καὶ διὰ τῶν ἔμπροσθεν, ἑνὶ μόνῳ τὴν διαφορὰν αὐτῶν ἀφορισάμενος, τῷ τὴν ἀρχὴν τῆς δόσεως ἀπὸ τοῦ χυλοῦ ποιεῖσθαι.
15. Φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξασθαι τὸ ἐπίπαν ῥοφεῖν, μᾶλλον ἢ προκενεαγγήσαντα ἄρξασθαι τοῦ ῥοφήματος ἢ τριταῖον ἢ τεταρταῖον ἢ πεμπταῖον ἢ ἑκταῖον ἢ ἑβδομαῖον, ἤν γε μὴ προκριθῇ ἡ νοῦσος ἐν τουτέῳ τῷ χρόνῳ.
Ὃ κατὰ τοὺς ἀφορισμοὺς ἔγραψε, τούτῳ καὶ νῦν ἀκολουθεῖ, βουλόμενος ἐν πάσῃ νόσῳ τὸ λεπτότατον τῆς διαίτης
ἐν τῇ τοῦ νοσήματος ἀκμῇ παραλαμβάνεσθαι. ἐὰν οὖν αὕτη τῇ πέμπτῃ τῶν ἡμερῶν μέλλῃ γίνεσθαι καὶ μὴ δύνηται τοῖς πόμασι μόνοις χρώμενος ὁ κάμνων ἐξαρκέσαι, βέλτιον εἶναί φησιν εὐθέως ἀπ᾿ ἀρχῆς αὐτῷ δίδοσθαι τῆς πτισάνης, οὐ κατὰ τὴν τρίτην ἢ τὴν τετάρτην ἡμέραν ἄρξασθαι τῆς δόσεως. οὕτως οὖν καὶ τοὺς ἐν τῇ ε΄ τῶν ἡμερῶν ἢ τῇ στ΄, ἢ τῇ ζ΄ τοῦ ῥοφήματος ἀρχομένους ἁμαρτάνειν φησὶν, ἐάν γε μὴ τύχῃ προκριθὲν ἐν τούτῳ τῷ χρόνῳ τὸ νόσημα, τῆς κρίσεως, ὡς ἔφην, ἀκουομένης οὐ μόνον τῆς τελείας ἀπαλλαγῆς, ἀλλὰ καὶ τῆς ἀξιολόγου μεταβολῆς.
16. Αἱ δὲ προπαρασκευαὶ καὶ τουτέοισι παραπλήσιοι ποιητέαι, ὁκοῖαί περ εἴρηνται. περὶ μὲν οὖν ῥοφήματος προσάρσιος οὕτω γινώσκω.
Καὶ οἷς ἀπ᾿ ἀρχῆς μέλλεις διδόναι τὸ ῥόφημα, τὴν προπαρασκευὴν ὁμοίως ἀξιοῖ γενέσθαι, τουτέστιν εἴτε φλεβοτομίας
ἐστὶν, εἴτε κλύσματος ἢ βαλάνου χρῆσις, ἐκεῖνο πράττειν κελεύει πρότερον.
17. Αὐτὰρ καὶ περὶ ποτοῦ, ὁκοῖον ἄν τις μέλλῃ πίνειν τῶν γραφησομένων, ὡυτός μοι λόγος ὡς ἐπίπαν ἐστί.
Κᾂν χωρὶς πτισάνης ἐπὶ τῶν πομάτων μόνων διαιτῴης τὸν κάμνοντα, τὰς εἰρημένας προπαρασκευὰς ἀξιοῖ ποιεῖσθαί σε, τουτέστιν ἢ φλεβοτομεῖν ἢ κλύζειν ἢ βαλάνῳ χρῆσθαι.
18. Οἶδα δὲ καὶ τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας· βούλονται γὰρ ἅπαντες ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες τοὺς ἀνθρώπους ἢ δύο ἢ τρεῖς ἡμέρας ἢ καὶ πλείονας οὕτω προσφέρειν τὰ ῥοφήματα καὶ τὰ ποτά. καὶ ἴσως τι καὶ εἰκὸς δοκέει αὐτέοισιν εἶναι, μεγάλης τῆς μεταβολῆς γενομένης τῷ σώματι, μέγα τι κάρτα
καὶ ἀντιμεταβάλλειν· τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶς μέντοι μεταβιβαστέη καὶ ἡ μεταβολὴ καὶ ἔκ γε τῆς μεταβολῆς ἡ πρόσαρσις τῶν γευμάτων ἔτι μᾶλλον.
Μέμφεται τοὺς ἰατροὺς ὅσοι ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἀθρόως μετάγουσιν, ἔνιοι μὲν ἐπὶ τὴν τῶν ῥοφημάτων προσφορὰν, ἔνιοι δὲ ἐπὶ τὴν τῶν ποτῶν. οὐ μὴν ἐμνημόνευσέ γε τῶν ἔτι καὶ τούτων αὐτῶν τροφὰς ἰσχυροτέρας διδόντων πρὸ τοῦ πεφθῆναι τὴν νόσον· εἴωθε γὰρ, ὥσπερ καὶ πρόσθεν ἔφην, ἐνίοτε τὰ μέγιστα τῶν διαμαρτημάτων ἀνεξέλεγκτα καταλείπειν, ἐξ ὧν τὰ μικρότερα διέβαλλε καὶ τὴν ἀπ᾿ ἐκείνων ἐνδεικνύμενος βλάβην. ὅσοι δ᾿ οὕτω μεταβάλλουσιν, ἴσως οἴονται, φησὶ, κατὰ λόγον μεταβάλλειν ἐπὶ μεγάλῃ τῇ τοῦ σώματος μεταβολῇ, ἀξιόλογον καὶ τὴν τῆς διαίτης ὑπαλλαγὴν ποιούμενοι. τοῦτο μὲν οὖν αὐτὸ καλῶς ὑπειληφέναι φησὶν αὐτοὺς, οὐ μὴν ἅπασάν γε μεταβολὴν, ἀλλά τινα οἰητέον
εἶναι, περὶ ἧς τὸ μέν τι προείρηκε, τὸ δέ τι καὶ λέξει κατασκευάζων τῷ λόγῳ, φυλάττεσθαι τὰς ἀθρόας μεταβολάς.
19. Μάλιστα μὲν οὗν βλάπτοιντο ἂν, ἢν μὴ ὀρθῶς μεταβάλλοιεν, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιστα δὲ οὗτοι.
Τὴν εἰρημένην ὀλίγον ἔμπροσθεν ἀθρόαν μεταβολὴν τῆς διαίτης, καθ᾿ ἣν ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἄρχονται τρέφειν περὶ τετάρτην ἡμέραν, μάλιστα μὲν βλάπτειν φησὶν, ἐὰν ἐπὶ τὴν ὅλην πτισάνην μεταβάλλωσιν, ἔλαττον δ᾿ ὅταν ἐπὶ τὸν χυλόν· ἥκιστα δὲ, τουτέστιν ἐλάχιστα βλάπτειν τοὺς ἐπὶ μόνα τὰ ποτὰ παραγινομένους. κατὰ γὰρ τὸ μέγεθος τῆς δυνάμεως τοῦ προσφερομένου καὶ τὸ τῆς βλάβης γίνεται μέγεθος.
20. Χρὴ δὲ καὶ τὰ μαθήματα ποιέεσθαι ἐν τῇ διαίτῃ τῶν ἀνθρώπων ἔτι ὑγιαινόντων, οἷα ξυμφέρει· εἰ γὰρ δὴ τοῖσί γε ὑγιαίνουσι φαίνονται διαφέροντα μεγάλα τὰ τοῖα ἢ τοῖα διαιτήματα, ἐν ἄλλῳ τινί που καὶ ἐν τῇσι μεταβολῇσι, πῶς οὐχὶ καὶ ἐν τῇσι νούσοισι διαφέρει μεγάλα καὶ τουτέων ἐν τῇσιν ὀξυτάτῃσι μάλιστα;
Ἀποδεικνύειν ἤρξατο τὴν προειρημένην ὑπ᾿ αὐτοῦ περὶ τῆς διαίτης δόξαν, ἐλέγχων ἅμα καὶ τοὺς ἐναντίως διαιτῶντας· ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, τὸ κεφάλαιον αὐτοῦ σύμπαν ἄμεινόν μοι δοκεῖ προειπεῖν. ἔστι δὲ τῶν εἰς αὐτὸ λαμβανομένων λημμάτων τὸ μὲν ἕτερον ἀξίωμα καθόλου τοιοῦτον· ἐὰν τοῖς ὑγιαίνουσι βλάβην φέρουσιν αἱ ἀθρόαι τῆς διαίτης ἐπὶ τἀναντία μεταβολαὶ, πολὺ μᾶλλον τοῖς νοσοῦσιν· ὃ καὶ πολυειδῶς ἐστιν ἑρμηνεύειν, ἄλλοτε εἰς ἄλλην λέξιν μεταλαμβάνοντας, οἷον οὕτως· ἐπὶ τῶν κατὰ δίαιταν
διὰ τῆς ἐμπειρίας κατὰ μέρος ἑωραμένων πιστοῦται, καὶ τοῦτο αὐτὸ δηλοῖ καὶ ὁ ἐφεξῆς λόγος.
21. Ἀλλὰ μὴν εὐκαταμάθητόν γέ ἐστιν ὅτι φαύλη δίαιτα βρώσεως καὶ πόσεως αὐτὴ ἑωυτῇ ἐμφερὴς ἀεὶ ἀσφαλεστέρη ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην ἢ ἐάν τις ἐξαπίνης μέγα μεταβάλλοι εἰς ἄλλο κρέσσον.
Τὸ ἕτερον τῶν εἰς τὴν ἀπόδειξιν τοῦ προκειμένου λόγου διαφερόντων λημμάτων ἤρξατο νῦν κατασκευάζειν ἐκ πολλῶν τῶν κατὰ μέρος παραδειγμάτων, εἰς ἓν κεφάλαιον ἀθροίζων αὐτοῦ τὴν πίστιν· ἔστι δὲ τοῦτο τοῖς ὑγιαίνουσι τὰς παρὰ τὸ ἔθος ἐξαπίνης μεγάλας μεταβολὰς, οὐ μικρὰν ἐργάζεσθαι βλάβην. ὁ λόγος μὲν οὖν οὗτος ὑπάρχει σαφὴς, ὅμως δ᾿ εἴ τι παρεμπίπτειν δόξειεν ἐξηγήσεως δεόμενον τοῖς ἀγυμναστοτέροις περὶ τὴν ἐν τούτοις ἀκολουθίαν, οὐκ ὀκνήσομεν ἐξηγήσασθαι. καὶ τοῦτο γὰρ ὑπόμνημα φιλανθρωπότερόν
ἐστι, τῷ ἐστοχάσθαι μὴ μόνον τῶν γεγυμνασμένων ἐν λόγοις, ἀλλὰ καὶ τῶν ἀγυμναστοτέρων· εἰ δέ τις ἀμαθὴς καὶ ἄπειρός. ἐστι τῶν προειρημένων μαθημάτων, ἄλλο τι πραττέτω.
22. Ἐπεὶ καὶ τοῖσι δὶς σιτεομένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν αἱ ἐξαπίναιοι μεταβολαὶ βλάβας καὶ ἀῤῥωστίην παρέχουσι. καὶ τοὺς μέν γε μὴ μεμαθηκότας ἀριστᾷν, ἢν ἀριστήσωσιν, εὐθέως ἀῤῥώστους ποιέει καὶ βαρέας ὅλον τὸ σῶμα καὶ ἀσθενεῖς καὶ ὀκνηρούς· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεας, ἐνίοισι δὲ ἂν καὶ σπατίλη γένοιτο, ὁκόταν παρὰ τὸ ἔθος ἀχθοφορήσῃ ἡ κοιλίη εἰθισμένη ἐπιξηραίνεσθαι καὶ μὴ δὶς διογκοῦσθαι μηδὲ δὶς ἕψειν τὰ σιτία.
Οὐ μόνον ὅτι βλάπτονται μεγάλα κατὰ τὰς τῶν ἐθῶν ἐξαιφνιδίους μεταβολὰς, ἀλλὰ καὶ τίνες αἱ βλάβαι γίνονται
ἀλλ᾿ ἄσην, ἵν᾿ ἀκούσωμεν δηλονότι τὸν ῥιπτασμὸν τοῦ σώματος, ἀσωμένου διὰ τὸ πλῆθος τῆς τροφῆς τοῦ διαιτηθέντος οὕτως καὶ δυσφοροῦντος ἐν τῇ κατακλίσει καὶ μεταβάλλοντος ἑαυτόν. ἐπὶ δὲ τῆς τελευταίας ῥήσεως ἀπεφήνατο σαφῶς ὅτι δεῖ τὴν πέψιν εἶναι παραπλησίαν ἑψήσει, ὡς ὑπὸ θερμοῦ γιγνομένην, οὐ ξηροῦ καὶ αὐχμώδους, ὁποῖόν ἐστι τὸ τῶν πυρετῶν, ἀλλ᾿ ὑγροῦ καὶ ἀτμώδους οἷον τὸ κατὰ φύσιν ἐν τοῖς ζώοις ἐστίν.
23. Ἀρήγει οὖν τουτέοισιν ἀνασηκῶσαι τὴν μεταβολήν. ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ νύκτα ἀγαγόντα μετὰ τὸ δεῖπνον, τοῦ μὲν χειμῶνος ἀριγέως, τοῦ δὲ θέρεος ἀθαλπέως· ἢν δὲ καθεύδειν μὴ δύνανται, βραδεῖαν συχνὴν περίοδον πλανηθέντα μὴ στασίμως, δειπνῆσαι μηδὲν ἢ ὀλίγα καὶ μὴ βλαβερὰ, ἔτι δὲ ἔλασσον πιεῖν καὶ μὴ ὑδαρές. ἔτι δὲ μᾶλλον ἂν πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο τῆς ἡμέρας ἐς κόρον, ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις· καίτοιγε
πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης εἰς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν.
Οὐκ ἦν ἀναγκαῖον εἰρῆσθαι νῦν ταῦτα, προὔκειτο γὰρ αὐτῷ διδάξαι τὰς ἐξαπιναίας μεταβολὰς τῶν ἐθῶν βλάπτειν ἡμᾶς, οὐχ ὅπως χρὴ τὰς τοιαύτας βλάβας ἐκθεραπεύειν· ἐπεὶ δὲ καὶ τοῦτο ἔδοξεν αὐτῷ πρᾶξαι, καὶ ἡμεῖς ἀκολουθήσωμεν οἷς ἔγραψε, μάλιστα μὲν ἐπὶ πλέον κοιμηθῆναι κελεύων, εἰ δὲ καθεύδειν μὴ δύναιντο περιπατῆσαι σχολαίως συχνὴν περίοδον, ὡς μὲν οἱ πλεῖστοι τῶν ἐξηγουμένων λέγουσι, μετὰ τὸ δεῖπνον, ὡς δὲ ἡ διάνοια τῶν εἰρημένων βούλεται, μετὰ τὸ ἄριστον· τὸ γὰρ ὥσπερ νύκτα ἀγαγόντα περὶ τῶν ἡμερινῶν ὕπνων, οὐ τῶν ἐν τῇ νυκτὶ προσήκει λέγεσθαι. καὶ μέντοι τὸ γεγραμμένον ἐφεξῆς ἔνθα φησίν· ἢν δὲ καθεύδειν μὴ δύνανται, βραδεῖαν συχνὴν περίοδον πλανηθέντα μὴ στασίμως, δειπνῆσαι μηδὲν ἢ ὀλίγα· μαρτυρεῖ τῷ μετὰ τὸ ἄριστον αὐτὸν ἀξιοῦν κοιμηθῆναι. δυοῖν οὖν θάτερον ἢ ἐπανορθωτέον ἐστὶν ὡς ἡμαρτημένην μὲν τοιαύτην
γραφὴν καὶ οὕτω γραπτέον· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ νύκτα ἀγαγόντα, μετὰ τὸ ἄριστον, τοῦ μὲν χειμῶνος ἀριγέως, τοῦ δὲ θέρεος ἀθαλπέως· ἢ εἴπερ φυλάττοιμεν τὴν μετὰ τὸ δεῖπνον, οὕτως ἀκουστέον τῆς λέξεως· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ μετὰ τὸ δεῖπνον ἐκοιμᾶτο πρόσθεν, οὕτω νῦν μετὰ τὸ ἄριστον ὥσπερ νύκτα ἀγαγόντα. τοῦ δὲ κελεύειν αὐτὸν ἤτοι μηδὲν ὅλως ἢ ὀλίγα καὶ κοῦφα δειπνῆσαι, πρόδηλος ὁ λογισμός· ἡσυχάσαι γὰρ βούλεται τὴν γαστέρα καὶ ἀνακτήσασθαι τὸν κάματον, ὃν ἔκαμνε βαρυνθεῖσα διὰ τὸ παρὰ τὸ ἔθος ἀριστῆσαι τὸν ἄνθρωπον. ἀκόλουθον δὲ τούτῳ καὶ τὸ πιεῖν μὲν ἧττον, οὐ μὴν ὑδαρές γε· τόν τε γὰρ κλύδωνα καὶ τὴν ὑγρότητα καὶ ψύξιν φυλάξασθαι χρὴ βεβαρημένης τῆς γαστρὸς ὑπὸ τοῦ πλήθους τῶν σιτίων· αὐτὸ δὲ τὸ διδόμενον πόμα μὴ ὑδαρὲς, ἀλλ᾿ ἐκθερμαῖνόν τε καὶ ῥωννύον εἶναι τὴν γαστέρα. τὰ δὲ ἄλλα τὰ συνεχῆ τῇ ῥήσει δῆλα.
24. Ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότες δὶς σιτεῖσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες καὶ ἄῤῥωστοί εἰσι καὶ δειλοὶ εἰς πᾶν ἔργον καὶ καρδιαλγέες. κρεμᾶσθαι γὰρ δοκέει τὰ σπλάγχνα αὐτέοισι καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν καὶ ἡ ἄφοδος ξυγκαίεται· ἔστι δ᾿ οἷσι καὶ τὸ στόμα πικραίνεται καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρόταφοι πάλλονται καὶ τὰ ἄκρα διαψύχεται.
Ταύτης τῆς ῥήσεως τὰ μὲν ἄλλα διὰ τῆς παραβολῆς, ὧν τοῖς ἀριστήσασι παρὰ τὸ ἔθος συμβαίνειν ἔφησεν, ἐξήγημαι· περὶ δὲ τῶν ὑπολοίπων νῦν ἐρῶ. τὴν ἄφοδον αὐτῶν, τουτέστι τὸ ἀποπάτημα, συγκαίεσθαί φησιν, ὑπὸ τῆς θερμασίας δηλονότι κατοπτώμενον· ξηρότερόν τε γὰρ ἑαυτοῦ καὶ πυρωδέστερον γίνεται τὸ σῶμα, τοῖς ἐκλείπουσι τὸ εἰθισμένον ἄριστον. ἐνίοις δὲ καὶ τὸ στόμα πικρὸν γίγνεσθαί φησιν· εἰσὶ δ᾿ οὗτοι χολωδέστεροι φύσει, καὶ οἱ ὀφθαλμοὶ κοῖλοι γίγνονται τοῖς τοιούτοις ξηραινόμενοι κατὰ τὴν αὐτὴν αἰτίαν τὴν συγκαίουσαν τὸ διαχώρημα. διὰ
δὲ τὴν ἐπὶ τὸ πυρῶδες ἐν ταῖς πικροχόλοις φύσεσιν ἐκτροπὴν τῆς ἐμφύτου θερμασίας καὶ οἱ κρόταφοι πάλλονται, τουτέστιν αἱ κατὰ τοὺς κροτάφους ἀρτηρίαι σφύζουσιν ἐπιφανῶς· καὶ τὰ τοῦ σώματος ἄκρα ψυχρότερα γίγνεται, χολωδῶν ἰχώρων ἐμπιπλαμένης τῆς γαστρὸς, ὑφ᾿ ὧν δακνομένη τε καὶ ἀνιωμένη καταλύει τὴν δύναμιν καὶ καταψύχει τὰ ἄκρα τοῦ σώματος.
25. Καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκότων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον· δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην καὶ δυσκοιτέουσι πολὺ μᾶλλον ἢ εἰ καὶ προηριστήκεισαν.
Οἱ πικρόχολοι φύσει παρὰ τὸ ἔθος ἀνάριστοι μείναντες ἀποστρέφονται τὰ σιτία κακωθείσης αὐτοῖς τῆς γαστρός· ὅσοι δ᾿ ἂν βιασάμενοι λάβωσι, βαρύνονταί τε καὶ διὰ τοῦτο δυσκοιτοῦσιν, ὡς αὐτὸς εἶπεν, ὅπερ ταὐτὸν σημαίνει τῷ μοχθηρῶς ἔχοντας αὐτοὺς ἐν τῇ κοίτῃ διατελεῖν.
26. Ὁκότ᾿ οὖν ταῦτα τοιαῦτα γίγνεται τοῖσιν ὑγιαίνουσιν ἕνεκεν ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς παρὰ τὸ ἔθος οὔτι προσθεῖναι λυσιτελέειν φαίνεται οὔτε ἀφελέειν.
Μεταξὺ δὲ πάλιν τῆς διηγήσεως τῶν συμβαινόντων τοῖς ὑγιαίνουσιν, ὅσοι γε τὸ ἔθος ὑπήλλαξαν ἀθρόως τὸ κεφάλαιον τοῦ λόγου παρενέθηκεν, οὗ χάριν ταῦτα πάντα διηγεῖται τὰ τοῖς ὑγιαίνουσι συμβαίνοντα. δῆλον γὰρ ὡς εἴπερ τοῖς ὑγιαίνουσιν ἡ τῆς ἡμίσεος ἡμέρας μεταβολὴ τῆς διαίτης εἰς τοσοῦτόν ἐστιν ἀνιαρὰ, πῶς οὐχ ἥδε πολλή γε τοῖς νοσοῦσιν; ἐφεξῆς δὲ πάλιν ἐπὶ τὴν διήγησιν τῶν συμβαινόντων τοῖς ὑγιαίνουσιν ἐπανέρχεται κατὰ τὴν ἐχομένην ῥῆσιν ἔχουσαν οὕτως·
27. Εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας, ὅλην τὴν ἡμέρην κενεαγγήσας, δειπνήσειεν ὁκόσον εἴθιστο εἰκὸς αὐτὸν,
εἰ τότε ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠῤῥώστει, δειπνήσας δὲ τότε βαρὺς ἦν, πολὺ μᾶλλον βαρύνεσθαι· εἰ δέ γε ἔτι πλείονα χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρύνοιτο.
Ὃ λέγει τοιοῦτόν ἐστιν. εἰ ὁ παρὰ τὸ ἔθος ἀναρίστητος μείνας, εἶτα δειπνήσας τῶν εἰθισμένων ἐλάττω τῆς νυκτὸς ἐβαρύνθη, πολὺ μειζόνως βαρυνθήσεται ὁ πλείω ἢ ὅσα εἴθιστο δειπνήσας· ὁ δ᾿ ἐπὶ πλείονα χρόνον κενεαγγήσας, εἰ ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρυνθείη. τῶν γὰρ ἀναριστήτων μενόντων παρὰ τὸ ἔθος ἔνιοι μὲν ἐπ᾿ ἐλάττονα χρόνον ἐκτείνουσι τὴν ἀσιτίαν, ἔνιοι δὲ ἐπὶ πλείονα· τούτους οὖν φησιν ἔτι μᾶλλον βαρυνθήσεσθαι.
28. Τὸν μὲν οὖν παρὰ τὸ ἔθος κενεαγγήσαντα συμφέρει ταύτην τὴν ἡμέρην ἀντισηκῶσαι ὧδε, ἀῤῥιγέως καὶ ἀθαλπέως
καὶ ἀταλαιπώρως· ταῦτα γὰρ ἅπαντα βαρέως ἂν ἐνέγκοι. καὶ τὸ δεῖπνον συχνῷ ἔλασσον ποιήσασθαι ἢ ὅσον εἴθιστο καὶ μὴ ξηρὸν, ἀλλὰ τοῦ πλαδαρωτέρου τρόπου· καὶ μετὰ ταῦτα πιεῖν μὴ ὑδαρὲς μήτε ἔλασσον ἢ κατὰ λόγον τοῦ βρώματος· καὶ τῇ ὑστεραίᾳ ὀλίγα ἀριστῆσαι, ὡς ἐκ προσαγωγῆς ἀφίκηται εἰς τὸ ἔθος.
Ὥσπερ τῶν ἀριστησάντων οὐκ εἰθισμένως ἐπηνώρθου τὴν βλάβην, οὕτως καὶ τοὺς παρὰ τὸ ἔθος κακωθέντας ἐκ μονοσιτίας ἀξιοῖ πρῶτον μὲν θάλπους καὶ ψύχους καὶ ταλαιπωρίας ἀπέχεσθαι· ταῦτα γὰρ ἂν, φησὶ, πάντα βαρέως ἐνέγκοιεν· ἔτι τε ἀξιοῖ ἐπ᾿ ἔλαττον ἢ ὅσον ἦσαν εἰθισμένοι δειπνῆσαι. καίτοι τούτου ἐναντιώτατον οἱ πολλοὶ ποιοῦσι· κωλυθέντες γὰρ ὑπό τινος ἀσχολίας ἀριστῆσαι κατὰ τὸ δεῖπνον ἀξιοῦσιν ἀπολαμβάνειν καὶ τὴν παραλελειμμένην ἐπὶ τοῦ ἀρίστου τροφὴν, οὐκ εἰδότες ὅτι δεῖται μὲν ὄντως τὸ σῶμα τῆς παραλελειμμένης τροφῆς, οὐ δύναται δὲ αὐτὴν ἡ γαστὴρ κατεργάσασθαι, βεβλαμμένη διὰ τὴν
μακροτέραν ἀσιτίαν. ἀλλ᾿ ὅ γε Ἱπποκράτης ὥσπερ ἐλάττονα κελεύει δοθῆναι τὴν τροφὴν, οὕτως καὶ ὑγροτέραν· αὕτη γὰρ οἰκεῖον ἴαμα τῇ τε γαστρὶ καὶ παντὶ τῷ σώματι γενήσεται κατεξηρασμένοις. ἐπιῤῥῶσαι δὲ αὐτῶν βούλεται τὴν γαστέρα καὶ τῇ τοῦ οἴνου πόσει, μήθ᾿ ὑδαρὲς μήτ᾿ ἔλαττον τῆς κατὰ τὴν τροφὴν ἀναλογίας κελεύων πιεῖν. τὸ μὲν γὰρ ὑδαρὲς ἐκλύσει τὸν τόνον τῆς γαστρός· τὸ δ᾿ ἔλαττον ἀνεπιτήδειον τῇ ἐξηρασμένῃ. καὶ κατὰ τὴν ὑστεραίαν δ᾿ ἔτι προνοήσασθαι τῆς διαίτης ἀξιοῖ τὸν οὕτω βλαβέντα, τροφῆς τῆς συνήθους ἐλάττονα προσενεγκάμενον, ὅπως ἐκ προσαγωγῆς, τουτέστι κατ᾿ ὀλίγον, εἰς τὸ παλαιὸν ἔθος ἐπανέλθοι.
29. Αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω.
Εἶπον ἤδη κᾀγὼ πρὸ μικροῦ περὶ τῶν πικροχόλων ὡς
τὸ πᾶν σῶμα πικροχόλοις, οὐχ ὡς τοῦ παθήματος ἐν τῷ στόματι γιγνομένου μᾶλλον, ἀλλ᾿ ὅτι τῆς αἰσθήσεως αὐτὸ μόριον ἡ φύσις ἐποίησε χυμῶν ἰδέας διαγνωστικόν. ἡ δὲ γαστὴρ συγκαίεται μᾶλλον μὲν οἷς ἡ ἐξ ἥπατος εἰς αὐτὴν καταῤῥέουσα χολὴ τὸ ἐπιπολάζον ἔσχηκεν, ἧττον δὲ οἷς ὑπέρχεται κάτω· τούτοις μὲν γὰρ ἐρεθίζει τὸ ἔντερον εἰς ἀπόκρισιν, ἐκείνοις δὲ τὸν στόμαχον ἀδικεῖ· διὸ καὶ ὁ Εὔδημος ἑκάστης ἡμέρας διεχώρει δὶς, ἔστι δ᾿ ὅτε καὶ τρὶς, ὁ δὲ Παῦλος ἐνίοτε οὐδ᾿ ὅλως ἐξέκρινεν. εἰ μὴ γὰρ ἐρεθίζοιτο πρός τινος δάκνοντος ἢ τῷ πλήθει τῆς κόπρου βαρύνοιτο τὰ ἔντερα, προθυμίαν ἐκκρίσεως οὐ λαμβάνει. τούτων δ᾿ οὐδέτερον τοῖς παραλείπουσι τὸ ἄριστον· οὔτε γὰρ δάκνονται τὰ ἔντερα, τῆς χολῆς ἐπὶ τὸ στόμα ἐνηνεγμένης, οὐκ ἐκεῖνα δακνούσης καὶ ἀνιώσης· οὔτε βάρος ἐγγίνεται τοῖς μηδὲ ὅλως ἐδηδοκόσι.
30. Τὴν δέ γε ἀσιτίην τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω
εὐφορώτερον φέρουσι τὸ ἐπίπαν· ὥστε καὶ μονοσιτίην τὴν παρὰ τὸ ἔθος εὐφορώτερον οὗτοι ἂν ἐνέγκοιεν.
Ἔμπροσθεν μὲν εἰρήκει τοὺς πικροχόλους τὰ ἄνω δυσφορώτερον φέρειν τὴν μονοσιτίην, νυνὶ δὲ πρὸς τοὺς φλεγματώδεις μεταβὰς ἀντὶ τῆς μονοσιτίας πρότερον ἐμνημόνευσε τῆς ἀσιτίας, ἐκ τοῦ σαφεστέραν ἔχοντος τὴν βλάβην τὴν μετάβασιν ἐπὶ τὸ βλάπτον ἧττον ποιησάμενος ἐξ ἀναλογίας. εἰ γὰρ δὴ μᾶλλον μὲν εἰκὸς βλάπτεσθαι τοὺς ὅλην τὴν ἡμέραν ἀσιτήσαντας παρὰ τὸ ἔθος, ἧττον δὲ τοὺς ἐκλείποντας τὸ ἄριστον, εὐφορώτερον δὲ τῶν πικροχόλων οἱ φλεγματώδεις φέρουσι τὴν μονοσιτίαν, εὔδηλον ὡς καὶ τὴν ἀσιτίαν εὐφορώτερον οἴσουσιν. ἡ δὲ αἰτία τοῦ ῥᾷον φέρειν τὴν μονοσιτίαν τοὺς φλεγματώδεις ἐκ τῶν προειρημένων ἐπὶ τοῖς χολώδεσι πρόδηλος. ὁ μὲν γὰρ τῆς χολῆς χυμὸς ἐν ταῖς ἀσιτίαις ἑαυτοῦ γίνεται πικρότερος, ὁ δὲ τοῦ φλέγματος ἐν τῷ χρόνῳ πεπτόμενος γίνεται αἷμα, τῶν χολῶν οὐδετέρας
ἐπανελθεῖν εἰς αἵματος. οὐσίαν δυναμένης, ἐπειδὴ τοῦ μὲν αἵματος ἐν αὐτῷ θερμανθέντος ἐπὶ πλέον ἡ ξανθὴ γεννᾶται χολὴ, τούτου δ᾿ αὐτοῦ κατοπτηθέντος ἢ καὶ τοῦ παχέος αἵματος ἡ μέλαινα· τοῦ δὲ φλέγματος ἡ γένεσις ἐν τοῖς φλεγματώδεσιν ἐδέσμασιν ἀεὶ προηγεῖται τοῦ αἵματος καὶ διὰ μέσης τῆς τούτου γενέσεως ἡ εἰς αἷμα μεταβολὴ γίνεται τοῖς σιτίοις. καὶ τοῦτο συμβέβηκεν οὐ μόνον τοῖς μοχθηροτέροις ἐδέσμασιν, ἀλλὰ καὶ τῶν πάνυ δοκούντων ἐνίοις ὑγιεινῶν εἶναι, καθάπερ ἄρτῳ τε καὶ χόνδρῳ καὶ σεμιδάλει. ἐγὼ μὲν οὖν ἐξήγημαι τὴν ἀρίστην εἶναί μοι δοκοῦσαν γραφήν· αὐτό τε γὰρ καθ᾿ αὑτὸ τὸ ἐν αὐτῇ διδασκόμενον ἀληθές ἐστι καὶ τοῖς προηγουμένοις ἀκόλουθον, οἵπερ εἰσὶ σκοποὶ τῆς ἀρίστης ἐξηγήσεως· οὐ μὴν ἐν ἅπασί γε τοῖς ἀντιγράφοις εὑρήσεις τὴν τοιαύτην γραφὴν, ἀλλ᾿ ἐναντίως μὲν καὶ ἀλλήλοις, ἑτέρως δὲ ἐν ἅπασι σχεδόν τι τοῖς βιβλίοις ἐστὶν εὑρεῖν ἐγγεγραμμένην τὴν ῥῆσιν ταύτην καὶ ψευδοῦς γιγνομένου τοῦ λόγου καὶ τοῖς προειρημένοις οὐδεμίαν ἀκολουθίαν σώζοντος.
31. Ἱκανὸν μὲν οὖν καὶ τοῦτο σημεῖον ὅτι αἱ μέγισται μεταβολαὶ τῶν περὶ τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας συμβαινόντων μάλιστα νοσοποιέουσιν.
Πολλὰ μὲν οὖν σημαίνει παρ᾿ αὐτῷ τὸ τῆς φύσεως ὄνομα, νῦν μέντοι τὴν κρᾶσιν ἄν τις ὑπολάβοι δηλοῦσθαι, καθάπερ γὲ καὶ τὴν αὐτῶν τῶν μορίων κατασκευὴν ἕξιν ὠνομάσθαι νῦν, ἐν ᾗ κατασκευῇ καὶ τὸ ἐπιπολάζειν ἄνω τὴν χολήν ἐστι καὶ ὑποχωρεῖν κάτω καὶ τὸ κρεμάμενα μᾶλλον ἔχειν ἢ ἐστηριγμένα τὰ σπλάγχνα. μεγάλη μὲν γὰρ οὖσα φύσει ἡ γαστὴρ στηρίζει τὰ σπλάγχνα, κᾂν κενὴ ἡ γαστὴρ σιτίων ᾖ· σμικρὰ δ᾿ ὑπάρχουσα σιτίων μὲν πληρωθεῖσα στηρίζει, κενωθεῖσα δὲ καταλείπει συνιζάνουσα, κᾀντεῦθεν αἴσθησις αὐτοῖς γίγνεται τοῦ κρεμᾶσθαι τὰ σπλάγχνα. περὶ δὲ τοῦ τὴν ξανθὴν χολὴν ἐπιπολάζειν τισὶν ἄνωθεν πρόσθεν εἴρηται, τοῦ καταφέροντος αὐτὴν εἰς τὴν τῆς γαστρὸς ἔκφυσιν ἐξ ἥπατος πόρου διαφέρουσαν ἴσχοντος τὴν
κατασκευήν. ἔσθ᾿ ὅτε γάρ τισιν ἀπ᾿ αὐτοῦ εἰς τὴν γαστέρα παραγίνεται μόριον· τούτοις μὲν οὖν ἐπιπολάζει τὸ χολῶδες περίττωμα, τοῖς δ᾿ ἄλλοις ὑπέρχεται κάτω πᾶν.
32. Οὐδὲ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδροτάτας κενεαγγείας ποιέειν οὔτε ἀκμαζόντων τῶν νουσημάτων καὶ ἐν φλεγμασίῃ ἐόντων προσφέρειν, οὔτ᾿ ἐξαπίνης οἷόν τε ὅλῳ τῷ πρήγματι μεταβάλλειν, οὔτε ἐπὶ τὰ οὔτ᾿ ἐπὶ τά.
Ἀτάκτως ἡ ῥῆσις αὕτη γέγραπται, συνῆφθαι γὰρ αὐτὴν ἐχρῆν τῇ πρὸ αὐτῆς γεγραμμένῃ, ἵνα ὁ σύμπας λόγος γένηται τοιοῦτος· αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω· τὴν δέ γε ἀσιτίαν τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω εὐφορώτερον φέρουσι τὸ ἐπίπαν, ὥστε καὶ τὴν μονοσιτίην τήν γε παρὰ τὸ ἔθος εὐφορώτερον ἂν οὗτοι ἐνέγκαιεν·
οὐχ οἷόν τέ ἐστι παρὰ καιρὸν οὔτε σφόδρα λιμαγχονεῖν οὔτ᾿ ἐν ταῖς ἀκμαῖς τῶν νοσημάτων μεταβάλλειν τὴν δίαιταν ἐξ ἐνδείας ἐπὶ προσφορὰν, ὥσπερ οὐδ᾿ ἐπὶ τοὐναντίον ἀθρόως· οἷς ἕπεται δηλονότι τὸ τοιαύτην ποιεῖσθαι τὴν δίαιταν οἵαν οὗτος ἐκέλευσε· κεφάλαιον δὲ αὐτῆς ἐστι πεφυλάχθαι τὰς ἀθρόας μεταβολὰς ἐπὶ τἀναντία.
33. Πολλὰ δ᾿ ἄν τις ἠδελφισμένα τούτοισι τῶν ἐς κοιλίην καὶ ἄλλα εἴποι· ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα ἃ εἰθισμένοι εἰσὶν, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ καὶ τὰ ποτά· δυσφόρως δὲ φέρουσι τὰ βρώματα, ἃ μὴ εἰθισμένοι εἰσὶν, ἢν καὶ μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά.
Τὰ ὁμοιούμενα καὶ ὡς ἂν εἴποι τις ἱκανῶς συγγενῆ καλεῖν ἠδελφισμένα σύνηθες αὐτῷ, διότι τῶν συγγενῶν οἰκειότατοί τέ εἰσι καὶ συγγενέστατοι πάντων οἱ ἀδελφοί· καὶ
γὰρ αἱ ἄλλαι συγγένειαι τούτων εἰσὶν ὕστεραι, θεῖοί τε καὶ θεῖαι καὶ ἀνεψιοὶ καὶ ἀνεψιαὶ καὶ ἄλλα ὅσα τοιαῦτα. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα, δεικνύντος αὐτοῦ τὸν αὐτὸν λόγον, ὃν ἀπ᾿ ἀρχῆς ἐδείκνυε, κεφάλαιον ἔχοντα, μέγιστα μέντοι δύνασθαι τὰ ἔθη, τὴν δ᾿ ἀθρόαν μεταβολὴν οὐ σμικρὰ βλάπτειν τὰ σώματα.
34. Καὶ ὁκόσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει ἢ σκόροδα ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς ἢ ἄλλα ὁκόσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων· ἀλλ᾿ εἰ καταμάθῃς ὁκόσον μᾶζά τε ὄχλον καὶ ὄγκον καὶ φῦσαν καὶ στρόφον τῇ κοιλίῃ παρέχοι, παρὰ τὸ ἔθος βρωθεῖσα τῷ ἀρτοφαγέειν εἰθισμένῳ, ἢ ὁκοῖον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ, ἢ αὐτός γε ὁ ἄρτος
θερμὸς βρωθεὶς οἵην δίψην παρέχει καὶ ἐξαπιναίην πληθώρην, διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον· καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες διαφέροντα ἀλλήλων ποιέουσι· καὶ μᾶζά τε ξηρὴ παρὰ τὸ ἔθος ἢ ὑγρὴ ἢ γλίσχρη· καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι· καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος εἰς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής γε οἶνος καὶ ἄκρητος παρὰ τὸ ἔθος ἐξαπίνης ποθείς· ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίαν καὶ δίψην· καὶ λευκός τε καὶ μέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλοντι, εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα ἧσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα.
Τὴν ὅλου τοῦ λόγου τοῦδε διάνοιαν εἰπὼν πρότερον, οὕτως ἐπὶ τὰς κατὰ μέρος ἐν αὐτῇ λέξεις ἀφίξομαι. διάνοια μὲν οὖν ὅλου τοῦ λόγου τοιαύτη τίς ἐστι. τὴν μὲν οὖν εἰς τὰ μεγάλην ἔχοντα δύναμιν ἐδέσματά τε καὶ πόματα, μεταβολὴν τῆς διαίτης οὐκ ἄν τις θαυμάσειε βλάπτουσαν ὁρῶν τὰ σώματα· περὶ δὲ τῆς εἰς τὰ μικρὰ μεταβολῆς οὐδ᾿ αὐτῆς ἀβλαβοῦς γινομένης, εἰκότως ἄν τις θαυμάσειε. τοιαύτη μὲν ἡ τοῦ παντὸς λόγου διάνοια· κατὰ μέρος δὲ τῆς ὅλης ῥήσεως ἡ ἀρχὴ τῶν ἰσχυρὰν δύναμιν ἐχόντων σιτίων ὀνομαστὶ μέμνηται, κρεηφαγίης τε καὶ σκορόδων καὶ σιλφίου καὶ ὀποῦ καὶ καυλοῦ, δηλονότι τοῦ σιλφίου· καὶ γὰρ ὅλον τὸ σίλφιον ἰσχυρὰν ἔχει δύναμιν καὶ κατὰ μέρος ὁ ὀπὸς αὐτοῦ καὶ ὁ καυλός. ἀλλὰ ταῦτα μὲν ἁπλῶς εἶπεν· ἐπὶ δὲ τῆς κρεηφαγίας προσέθηκε καὶ τὸ πολλή· μεγάλην γὰρ οὕτως ἕξει δύναμιν, οὐκ ἔχουσα μεγάλην, εἰ σύμμετρος ᾖ. ἡ δ᾿ ἐφεξῆς τῆσδε λέξις ἐπὶ τὰ σμικρὰν ἔχοντα δύναμιν ἐδέσματα μεταβαίνει, μᾶζαν καὶ ἄρτον θερμὸν ἢ ψυχρὸν ἢ
καθαρὸν ἢ συγκομιστόν. ὅτι δὲ τὸν μὴ καθαρὸν ὀνομάζει συγκομιστὸν, εὔδηλόν ἐστι κᾀκ τῆς πρὸς τὸν καθαρὸν ἀντιθέσεως· οἵ γε μὴν νῦν ἄνθρωποι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον ὀνομάζουσιν, οὐ διακρινομένου τοῦ πιτυρώδους ἀλεύρου κατ᾿ αὐτὸν, συναναφυρομένου δὲ τῷ καθαρῷ. τούτοις ἐφεξῆς καὶ τῆς ἐν τοῖς ἀλφίτοις διαφορᾶς ἐμνημόνευσε, τὰ δὲ πρόσφατα ποταίνια κέκληκε τῇ τῶν Ἰώνων φωνῇ καὶ τῇ τῶν παλαιοτέρων· οἰνοποσίας τε καὶ ὑδροποσίας παρὰ τὸ ἔθος ὑπαλλαττομένων, ἀκρατεστέρου καὶ ὑδαρεστέρου πόματος. ἐφ᾿ ὧν καὶ προσέθηκεν ὡς ὁ μὲν ὑδαρὴς οἶνος πλάδον ἐν τῇ ἄνω κοιλίᾳ, τουτέστιν ὑγρότητα, καὶ ἀτονίαν ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δ᾿ ἄκρατος παλμὸν κροτάφων καὶ καρηβαρίαν καὶ δίψος· οὗτος μὲν τῇ θερμότητι ταῦτα ἐργαζόμενος, ὁ δ᾿ ὑδαρὴς τῇ θ᾿ ὑγρότητι καὶ τῇ ψύξει τἀναντία. καὶ τῶν οἴνων δ᾿ αὐτῶν ἐμνημόνευσε τῆς διαφορᾶς, ἐξ ἁπάντων τούτων ἀθροίζων τὸ προκείμενον ἐξ ἀρχῆς αὐτῷ καθόλου, πᾶσαν ἐξάλλαξιν ἔθους ἀθρόως γινομένην οὐ μικρὰν βλάβην κατὰ τὸ σῶμα ἐργάζεσθαι.
35. Τιμωρητέον μέντοι τοιόνδε τι μέρος τῷ ἐναντίῳ λόγῳ, ὅτι ἡ μεταβολὴ τῆς διαίτης τουτέοισιν ἐγένετο, οὐ μεταβάλλοντος τοῦ σώματος οὔτε ἐπὶ τὴν ῥώμην, ὥστε προσθέσθαι δεῖν σιτία, οὔτ᾿ ἐπὶ τὴν ἀῤῥωστίην, ὥστ᾿ ἀφαιρεθῆναι.
Τὸ μὲν τιμωρητέον δηλωτικόν ἐστι τοῦ βοηθητέον· ἡ βοήθεια δ᾿ οὐκ ἂν ἄλλη τις εἴη τῷ λόγῳ παρὰ τὴν συνηγορίαν ὡς ἀληθεύει. δυοῖν γὰρ τοῖν λόγοιν τοῦ μὲν ἀρέσκοντος αὐτῷ, τοῦ δὲ ἐναντιουμένου τούτῳ, συνηγόρησε μὲν ἄχρι τοῦδε τῷ ἀρέσκοντι, νυνὶ δὲ καὶ πρὸς τὴν θατέρου συνηγορίαν ἐτράπετο, καθ᾿ ὃν εἰκὸς εἶναι φήσειεν ἄν τις ὠφελεῖσθαι τοὺς νοσοῦντας ὑπὸ τῆς ἐν τῇ διαίτῃ μεταβολῆς μεγάλως, ἐπειδὴ καὶ ἡ τοῦ σώματος ὑπήλλακται διάθεσις εἰς τοὐναντίον, οἷς γε πρόσθεν μὲν ὑγίαινε, νυνὶ δὲ νοσεῖ. ἀλλά γε πρὸς τοῦτον τὸν λόγον καὶ ἔμπροσθεν μὲν εἶπεν ἐν τῷ καθόλου· τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ
ὀλίγον, ὀρθῶς μέντοι γε μεταβιβαστέη καὶ μεταβολή. καὶ τί ποτ᾿ ἐστὶ τὸ ὀρθῶς ἐδήλωσε διὰ πλειόνων, ὃ συγκεφαλαιούμενος εἶπεν· οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὐδὲ σφοδρὰς τὰς κενεαγγείας ποιεῖν, οὔτ᾿ ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν τῇ φλεγμασίῃ ἐόντων προσφέρειν, οὔτ᾿ ἐξαπίνης οἷόν τε ὅλῳ τῷ σώματι μεταβάλλειν, οὔτ᾿ ἐπὶ τὰ οὔτ᾿ ἐπὶ τά. ὥστ᾿ ἤδη φθάνει λελυκέναι ἀμφιβολίαν, ἣν εἶπεν ἄρτι συναγορεύων τῷ λόγῳ, προσθήσει δ᾿ αὐτῇ τι καὶ νῦν λέγων· προστεκμαρτέα δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νοσήματος ἑκάστου καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν, ἃ κατὰ τὴν ἐφεξῆς ῥῆσιν διηγήσομαι.
36. Προστεκμαρτέα δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νουσήματος ἑκάστου καὶ τῆς φύσιος τοῦ τε ἀνθρώπου καὶ τοῦ ἔθεος καὶ τῆς διαίτης τοῦ κάμνοντος, οὐ μόνον σιτίων, ἀλλὰ καὶ ποτῶν.
Εἰς τὸ προσηκόντως ἐπὶ τῶν ὀξέως νοσούντων καταστήσασθαι τὴν δίαιταν, ὡς ἐδίδαξε, προστιθέναι κελεύει τήν τε τῆς ἰσχύος ἐπίσκεψιν καὶ τοῦ νοσήματος τὸν τρόπον, ἔτι δὲ τὴν φύσιν τοῦ ἀνθρώπου καὶ τὸ ἔθος αὐτοῦ. τὸ μὲν γὰρ κεφάλαιόν ἐστιν, ὃ κατασκευάζει μὴ μεταβάλλειν τὸ τῆς διαίτης εἶδος, πρὸ τοῦ γενέσθαι σαφῆ τὰ τῆς πέψεως σημεῖα· τοῦτο δὲ ἔσται προγνόντος σου πόσαις ἡμέραις τὸ νόσημα πρὸς τὴν ἀκμὴν ἀφίξεται. δυναμένης δὲ τῆς διαίτης, ἣν ἐξελέγξω, κατὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἐξαλλάττεσθαι, διὰ τὸ καὶ τοὺς κάμνοντας ἀλλήλων διαφέρειν κατά τε ῥώμην καὶ ἀῤῥωστίαν τῆς δυνάμεως καὶ τὴν φυσικὴν κρᾶσιν καὶ τὸν τρόπον τοῦ νοσήματος καὶ τὸ προγεγονὸς ἔθος, εἰς ταῦτα ἀποβλέποντά σε τεχνικῶς ὑπάρξει στοχάζεσθαι τοῦ τε μᾶλλον καὶ ἧττον τοῦ τῆς διαίτης εἴδους, εἰ ἐπ᾿ ὀξυμέλιτος ἢ μελικράτου τὸν κάμνοντα χρὴ διαιτᾷν ἢ ὕδατος μόνου διδόναι πιεῖν ἄχρι τῶν τῆς πέψεως γνωρισμάτων, ἢ πτισάνην δοτέον ἢ μόνον τὸν χυλὸν αὐτῆς, εἴτ᾿ οὖν δὶς εἴτε καὶ ἅπαξ τῆς ἡμέρας. τὸ δὲ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ διαίτῃ προστεκμαίρεσθαι χρὴ δι᾿ ὧν εἶπε
ἔργων ἄσκησιν διδαχθεῖσαν οὐκ ἀδύνατον καὶ σαφήνειαν καὶ τάξιν τῇ διδασκαλίᾳ προσθεῖναι· ἐὰν δὲ καὶ διὰ πλειόνων βιβλίων ὑπάρξῃ τοῦτο πρᾶξαι, δῆλόν ἐστι πόση γίγνεται τῆς σαφηνείας τῶν διδασκομένων ὑπερβολή. μὴ τοίνυν ἀθυμείτω τις ἐὰν ἐντεῦθεν συγχεῖται περικλυζόμενος ἀθρόως τῷ πλήθει τῶν σκοπῶν· ἀλλ᾿ ἐννοήσας ὅτι κατὰ μέρος ἕκαστον τούτων δέδεικται πρὸς ἡμῶν ἐν τῇ θεραπευτικῇ πραγματείᾳ, μεταβὰς ἐπ᾿ ἐκείνην ἐκμαθέτω φιλοπόνως ἕκαστον, αὐτά τε τὰ νῦν ἀτάκτως λεγόμενα σαφῶς εἴσεται καὶ τὴν θεωρίαν ἐν τοῖς τῆς τέχνης ἔργοις ἀσκῶν, ἐπαινέσει τὴν ἀλήθειαν αὐτῆς.
37. Πολλῷ δὲ ἧττον ἐπὶ τὴν πρόσθεσιν ἰτέον· ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκέειν μέλλει ὁ κάμνων, μέχρις ἂν τῆς νούσου ἡ ἀκμὴ πεπανθῇ.
Ἐπεὶ τοῦ καθ᾿ ἑκάστην δίαιταν εἴδους ἐξ ὧν εἶπεν ἔμπροσθεν εὑρισκομένου προστεκμαίρεσθαι χρὴ τὰ κατὰ τὴν προγεγραμμένην ῥῆσιν εἰρημένα, χάριν τοῦ τὸ ποσὸν εὑρίσκειν ἐν ἑκάστῃ διαίτῃ, διὰ τῆς νῦν προκειμένης λέξεως (πολλῷ δὲ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον, ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει) γιγνώσκων ὅτι τὸ ποσὸν ἑκάστου βοηθήματος στοχασμοῦ δεῖται τεχνικοῦ, στοχάζεσθαι δὲ τεχνικῶς ἀνδρός ἐστιν ἐκμεμαθηκότος τάς τε δυνάμεις ἁπάντων τῶν κατὰ τὴν τέχνην καὶ μεμνημένου καὶ φιλοπόνως ἐπὶ τῶν ἔργων τετριμμένου τοιοῦτοι δὲ ὀλίγοι παντάπασίν εἰσιν εἰκότως προσέγραψε ταυτὶ τὰ νῦν εἰρημένα κατὰ τὴν ἐνεστῶσαν λέξιν, τό τ᾿ ἐπὶ τὸ ἔλαττον ἐπὶ τῇ ποσότητι μᾶλλον, ὅταν τις ἁμαρτάνῃ τοῦ προσήκοντος μέτρου, παραγίγνεσθαι παραινῶν ἤπερ ἐπὶ τὸ πλέον. τὸ μὲν γὰρ πλέον ἀνεπανορθώτους ἐνίοτε τὰς βλάβας ἐργάζεται, τὸ δ᾿ ἔλαττον εὐεπανόρθωτόν ἐστι, δυναμένων ἡμῶν, ἐὰν ἡ δύναμις ὀκλάζειν φαίνηται, τροφῆς ὀλίγου ἐπιδιδόναι· τῆς δὲ φθασάσης εἰς τὴν γαστέρα καταπεπόσθαι τὸ περιττὸν ἀφελεῖν,
οὔτ᾿ ἄλλως ῥᾴδιον καὶ πολὺ μᾶλλον ἐν τοῖς ὀξέσι νοσήμασιν. ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκεῖν μέλλει ὁ κάμνων, μέχρις ἂν τῆς νόσου ἡ ἀκμὴ πεπανθῇ. τῆς προγεγραμμένης ῥήσεως τοῦτο τὸ μέρος αὖθις ἀνέλαβεν, ἀναμνῆσαι βουλόμενος τοῦ συνήθους αὐτοῦ σκοποῦ κᾀνταῦθα καὶ κατὰ τοὺς ἀφορισμούς· ἐὰν γὰρ φαίνηται δυνάμενος ὁ κάμνων ἄνευ τροφῆς ἐξαρκέσαι τῇ τοῦ νοσήματος ἀκμῇ, διὰ παντελοῦς ἀσιτίας αὐτὸν ἐπὶ τὸν ποτὸν μόνον διαιτήσεις ὅπου περ ἂν εἶναί σοι δόξει χρεία.
38. Ἐν ὁκοίοισιν δὲ τὸ τοιόνδε ποιητέον γεγράψεται.
Δῆλός ἐστι προῃρημένος μετὰ τὸ διδάξαι τὴν καθόλου δίαιταν ἐν τῷδε τῷ βιβλίῳ, μεταβῆναι πρὸς τὰ ἄλλα σύμπαντα τὰ ὀξέα· οὐ μὴν εὑρίσκεταί γε τοιοῦτον τοῦτο σύγγραμμα. τὰ δὲ προκείμενα ἐν τούτῳ τῷ βιβλίῳ μετὰ
τὸ λουτρὸν, εἰ μὲν ὡς ἐν τύπῳ τις ὑπ᾿ αὐτοῦ γεγραμμένα, ταῦτα παρασκευάσαντος εἰς ἀνάμνησιν ἑαυτῷ, εὑρὼν ἐπὶ τῆς οἰκίας ἐξέδωκε μετὰ θάνατον τοῦ ἀνδρὸς, ἴσως ἄν τινα λόγον ἔχοι· ὡς σύγγραμμα δ᾿ οὐκ ἔστιν ἄξιον τῆς Ἱπποκράτους δυνάμεως· ὥσπερ οὐδὲ τὰ περὶ νόσων τε καὶ περὶ παθῶν ἐπιγραφόμενα, καίτοι πολλὰ καλῶς ἐν αὐτοῖς εἴρηται· διοριούμεθα δὲ τὸ αὐτὸ καὶ διακρινοῦμεν ἐν ταῖς εἰς αὐτὰ γεγραμμέναις ἐξηγήσεσι.
39. Πολλὰ δ᾿ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι γράφοι.
Πάλιν ἐπὶ τὸν αὐτὸν λόγον ἐπανῆλθεν, ὃν διὰ πολλῶν παραδειγμάτων ἐπιστώσατο, δεικνὺς τὴν τοῦ ἔθους μεταβολὴν βλάπτειν τοὺς νοσοῦντας· ἀλλ᾿ ἐπειδήπερ ἀπὸ τῶν ὑγιαινόντων μετέβαινεν ἐπ᾿ αὐτοὺς, διὰ τοῦτ᾿ εἶπεν ἠδελφισμένα τὰ ὅμοια καλῶν. ὃ δὲ ἐφεξῆς ἐρεῖν μέλλει, μαρτύριόν ἐστι
τοῦ λόγου τούτου· καίτοι οὐκ ἔστι παραπλήσιον, οὐδ᾿ ὅμοιον οὐδ᾿ ὡς αὐτὸς ὀνομάσειεν ἂν, ἠδελφισμένον, ἀλλὰ τὸ ζητούμενον αὐτό. σαφὴς δ᾿ ἡ γνώμη τοῦ ἀνδρὸς ἔσται σοι κατὰ τὴν ἐξήγησιν τῆς ἐχομένης ῥήσεως.
40. Τό γε μὴν κρέσσον μαρτύριον· οὐ γὰρ ἠδελφισμένον μόνον ἐστὶ τῷ πρήγματι, περὶ οὗ πλεῖστός μοι λόγος εἴρηται, ἀλλ᾿ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον. οἱ μὲν γὰρ ἀρχόμενοι τῶν ὀξέων νούσων ἔστιν ὅτε οἱ μὲν σιτία ἔφαγον αὐθημερὸν, ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐῤῥόφεον τὸ προστυχὸν, οἱ δὲ καὶ κυκεῶνα ἐῤῥόφεον· ἅπαντα δὲ ταῦτα κακίω μέν ἐστιν ἢ εἰ ἑτεροίως τις διαιτηθείη, πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ τὰ ἁμαρτηθέντα ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ καὶ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ὢν τοιάδε διαιτηθείη ἢ καὶ
πεμπταῖος. ἔτι μέντοι κάκιον εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νοῦσον· οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ παντάπασί τις εὐήθης ἡ νοῦσος εἴη· αἱ δὲ κατ᾿ ἀρχὰς ἁμαρτάδες οὐχ ὁμοίως ταύτῃσιν ἀνήκεστοί εἰσιν, ἀλλὰ πολλῷ εὐακεστότεραι.
Ἔμπροσθεν μὲν ἀπὸ τῶν τοῖς ὑγιαίνουσι συμβαινόντων ἐν τῇ μεταβολῇ τῶν ἐθῶν ἐπὶ τοὺς νοσοῦντας μετῄει καθ᾿ ὁμοιότητα· μεταβήσεσθαι δὲ μέλλει καὶ νῦν καὶ αὐτὸ δείξειν ἄντικρυς οὕτως ἔχειν τὸ προκείμενον. τί δ᾿ ἦν τοῦτο; τὸ μὴ ἐξ ἀρχῆς, μηδ᾿ ἐν ταῖς πρώταις ἡμέραις προταριχεύσαντα τοὺς νοσοῦντας, ὅταν ἤδη πλησίον ἥκωσι τῆς ἀκμῆς ἐμπιπλάναι. δι᾿ ὧν οὖν εἶπε καθ᾿ ὅλην τὴν ῥῆσιν, ἐπιδεῖξαι βούλεται μείζονα γιγνομένην βλάβην τοῖς νοσοῦσιν ἐπὶ τοῖς αὐτοῖς ἁμαρτήμασιν, ὅταν ἐγγὺς ἤδη τῆς ἀκμῆς ἁμαρτηθῇ ἢ ἐν ταῖς ἀρχαῖς τῶν νοσημάτων. φησὶ γάρ·
πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ τὰ ἁμαρτηθέντα ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ καὶ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ὢν τοιάδε διαιτηθείη ἢ καὶ πεμπταῖος· ἔτι μέντοι κάκιον εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νόσον. εὔδηλον δ᾿ ὅτι πέπειρον ὀνομάζει τὴν πεπεμμένην. εὐήθεις δὲ νόσους εἴρηκεν οὐ τὰς κακοήθεις, ἀλλὰ τὰς εὐτρέπτους· ἴσμεν γὰρ ὅτι οὕτως κέχρηνται τῇ λέξει πολλοὶ τῶν παλαιῶν, καὶ οὕτως ὁ Ἱπποκράτης πολλάκις, ὡς ἐν ἑτέροις δέδεικται.
41. Τοῦτ᾿ οὖν ἡγεῦμαι μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος ἢ τοίου ἢ τοίου, τοῖσι μέλλουσιν ὀλίγον ὕστερον ῥοφήμασιν ἢ τοίοις ἢ τοίοις χρέεσθαι.
Κᾀνταῦθα τὸν αὐτὸν λόγον πάλιν εἶπεν, ὃν πολλάκις ἔμπροσθεν ἀπεφήνατο, τρέφειν ἐξ ἀρχῆς κελεύων τοὺς μὴ δυναμένους ῥοφήμασιν ἐξαρκέσαι μέχρι τῆς ἀκμῆς ἄνευ τοῦ λαβεῖν τῆς πτισάνης· ξυμβήσεται γὰρ ἡμῖν ἀναγκασθῆναι τρέφειν αὐτοὺς ἐγγὺς τῆς ἀκμῆς, ὁπότε ἐχρῆν, εἰ καὶ ἔμπροσθεν ἁδρότερον διῃτῶντο, μεταβαίνειν πρὸς τὸ λεπτότερον εἶδος τῆς διαίτης.
42. Πυθμενόθεν μὲν οὖν οὐκ ἴσασιν οὔθ᾿ οἱ τῇσι κριθώδεσι πτισάνῃσι χρεόμενοι, ὅτι αὐτέῃσι κακοῦνται ὁκόταν ῥοφέειν ἄρξωνται, ἢν προκενεαγγήσωσι δύο ἢ τρεῖς ἡμέρας ἢ καὶ πλείους· οὔτ᾿ αὖ οἱ τῷ χυλῷ χρεόμενοι γινώσκουσιν, ὅτι αὐτέοισι βλάπτονται ῥοφέοντες, ὁκόταν μὴ ὀρθῶς ἄρξωνται τοῦ ῥοφήματος· τότε μὴν φυλάσσουσι καὶ γινώσκουσιν ὅτι μεγάλην τὴν βλάβην φέρει, ἢν πρὶν πέπειρον γενέσθαι τὴν νοῦσον, κριθώδεα πτισάνην ῥοφήσῃ ὁ κάμνων εἰθισμένος χυλῷ χρέεσθαι. πάντ᾿ οὖν ταῦτα
μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶς ἄγουσιν εἰς τὰ διαιτήματα οἱ ἰητροὶ τοὺς κάμνοντας· ἀλλ᾿ ἐν ᾗσί τε νούσοισιν οὐ χρὴ κενεαγγέειν τοὺς μέλλοντας ῥοφήμασι διαιτᾶσθαι, κενεαγγέουσιν· ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης εἰς ῥοφήματα, ἐν ταύτῃσι μεταβάλλουσι.
Πυθμενόθεν μὲν ἤτοι τὸ παντελῶς, ἢ τὸ ἐξ ἀρχῆς αὐτῷ δηλοῖ· φησὶ γὰρ ἀγνοεῖν τοὺς ἰατροὺς ὁπότε χρὴ πρῶτον ἤτοι πτισάνην ἢ χυλὸν διδόναι τοῖς κάμνουσιν, ἐπίστασθαί γε μὴν αὐτοὺς πρὸ τοῦ πεφθῆναι τὸ νόσημα εἰ κριθώδη πτισάνην δώσουσι βλαβήσεσθαι τὸν κάμνοντα. τὴν δὲ ἐχομένην τῆσδε τῆς ῥήσεως ὑπὲρ τῶν αὐτῶν ἀποφαινομένην τὰ αὐτὰ τοῖς πολλάκις εἰρημένοις ἑκὼν ὑπερβήσομαι διὰ σαφήνειαν.
43. Καὶ ὡς ἐπιτοπολὺ ἀπάρτι, ἐνίοτε δὲ ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν ἐς τὰ ῥοφήματα ἐκ τῆς κενεαγγείης,
ἐν οἷς πολλάκις ἀρήγει ἐκ τῶν ῥοφημάτων πλησιάζειν τῇ κενεαγγείῃ, ἢν οὕτως τύχῃ παροξυνομένη ἡ νοῦσος.
Τὸ ἀπάρτι καὶ παρὰ τοῖς Ἀττικοῖς συγγραφεῦσιν ἐπὶ τοῦ ἀπηρτισμένως εἴρηται καὶ παρ᾿ αὐτῷ τῷ Ἱπποκράτει. καὶ νῦν οὖν αὐτῷ κέχρηται βουλόμενος δηλοῦν ἐν ἐκείνῳ μάλιστα τῷ καιρῷ τοὺς ἰατροὺς μεταβάλλειν τὴν δίαιταν ἐκ τῆς ἀσιτίας εἰς τὰ ῥοφήματα, ἐν ᾧ συμφέρει πλησιάζειν τῇ ἀσιτίᾳ· σαφέστατα κᾀνταῦθα δηλῶν, ὁκόταν ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.
44. Ἐνίοτε δὲ καὶ ὠμὰ ἐπισπῶνται ἀπό τε κεφαλῆς καὶ τοῦ περὶ θώρακος τόπου χολώδεα, ἀγρυπνίαι τε συμπίπτουσιν αὐτέοισι, δι᾿ ἃς οὐ πέσσεται ἡ νοῦσος, περίλυποί τε καὶ πικροὶ γίγνονται καὶ παραφρονέουσι καὶ μαρμαρυγώδεα σφέων τὰ ὄμματα καὶ αἱ ἀκοαὶ ἤχου μεσταὶ καὶ ἀκρωτήρια κατεψυγμένα καὶ οὖρα ἄπεπτα καὶ πτύσματα
λεπτὰ καὶ ἁλυκὰ καὶ κεχρωσμένα ἀκρήτῳ χρώματι σμικρὰ καὶ ἱδρῶτες περὶ τὸν τράχηλον καὶ διαπορήματα καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ, πυκνὸν ἢ μέγα λίην· ὀφρύες δεινώσιος μετέχουσαι, λειποψυχώδεα πονηρὰ καὶ τῶν ἱματίων ἀποῤῥίψιες ἀπὸ τοῦ στήθεος καὶ χεῖρες τρομώδεες, ἐνίοτε δὲ χεῖλος τὸ κάτω σείεται.
Ταῦτα πάντα συμβαίνειν φησὶ τοῖς κακῶς διαιτηθεῖσίν ὑπὸ τῶν ἰατρῶν, ὅσοι προταριχεύσαντες ἐν ταῖς πρώταις ἡμέραις τοὺς κάμνοντας ἤτοι κατὰ τὴν γ΄ ἢ δ΄ ἢ ε΄ ἢ τὴν στ΄, ἐπὶ σιτία μετέβησαν ἀθρόως, οὐδέπω τῆς ἀκμῆς τοῦ νοσήματος γεγονυίας, ὡς εἰ γέγονε, προσηκόντως αὐτοὺς ὑπηλλαχέναι φησὶ τὴν δίαιταν. ὅπερ οὖν ἔλεγεν ὅτι μεταβάλλειν μὲν δεῖ τὴν δίαιταν τῶν ὑγιαινόντων ἐν ταῖς νούσοις, οὐ μὴν ὡς ἔτυχέ γε τοῦτο ποιητέον, ἤδη νομίζω γέγονε σαφὲς ἐκ τῶν προειρημένων. οὔσης γὰρ καταστάσεως τοῦ σώματος μιᾶς μὲν τῆς ὑγιεινῆς, ἑτέρας δὲ τῆς ἐν ἀρχῇ τοῦ νοσήματος ἄχρι τῆς ἀκμῆς, εἶτ᾿ ἄλλης ἄχρι τῆς
δυσπνοίας, ἐν οἷς καὶ τούτων καὶ τῶν ἄλλων δυσπνοιῶν τὰς αἰτίας σὺν ταῖς οἰκείαις ἀποδείξεσιν ἐγράψαμεν· ἀλλ᾿ εἴς γε τὸ παρὸν ἀρκεῖ ταῦτα. φησὶ δὲ τῆς κακῆς διαίτης καὶ τὰς ὀφρῦς γίγνεσθαι δεινώσιος μετεχούσας. γέγραπται δὲ δισσῶς, ἔν τισι μὲν τῶν ἀντιγράφων κατὰ τὸν ἑνικὸν ἀριθμὸν, ὀφρὺς δεινώσιος μετέχουσα, καθ᾿ ἕτερα δὲ πληθυντικῶς, ὀφρύες δεινώσιος μετέχουσαι. δηλοῦται δὲ ἐκ τῆς λέξεως τὸ παρεσπάσθαι πως αὐτὰς ἢ ἀνεσπάσθαι· καὶ γίνεται τοῦτο ποτὲ μὲν ἀμφοτέρων τεινομένων σπασμωδῶς, ἢ τῆς ἑτέρας μόνης, ποτὲ δὲ τῆς ἑτέρας παραλελυμένης. εἶτ᾿ ἐφεξῆς φησι λειποψυχώδεα πονηρὰ, τὸν λόγον ἀναφέρων ἐπὶ τὰ συμπτώματα, καθ᾿ ἃ καὶ τῶν ἱματίων ἀποῤῥίψεις γίνονται, διακαιομένων τῶν καμνόντων· ἐνίοτε δὲ καὶ χεῖρες ὅλαι τρομώδεις, ἐπὶ πλέον αὐξανομένου τοῦ κακοῦ. τὸ δὲ κάτω χεῖλος σειόμενον ἐνδείκνυται δῆξιν εἶναι σφοδρὰν ἐν τῷ στόματι τῆς γαστρὸς, διὸ καὶ σημεῖόν ἐστιν ἐμέτου δριμέων χυμῶν τὸ τοιοῦτον σύμπτωμα.
45. Ταῦτα δὲ ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης εἰσὶ δηλωτικὰ σφοδρῆς καὶ ὡς ἐπὶ τὸ πολὺ ἀποθνήσκουσιν.
Τά εἰρημένα, φησὶ, συμπτώματα κατὰ τὴν ἀρχὴν τῶν νοσημάτων γιγνόμενα, παραφροσύνης εἰσὶ δηλωτικὰ σφοδρᾶς, ἀρχὴν δὲ νόσου νῦν ἀκούειν σε χρὴ τὸν χρόνον ἐκεῖνον ὅλον, ἐν ᾧ μηδέπω πέψεως εἰσι γνωρίσματα. εἴρηται γὰρ ἐν τοῖς περὶ κρίσεων, ὅτι τε πλείω σημαίνει τὸ τῆς ἀρχῆς ὄνομα, καὶ ὅτι τὸ νῦν εἰρημένον σημαινόμενον τῆς ἀρχῆς ἔστι κατὰ τὴν τοιαύτην διαίρεσιν γιγνόμενον, ἐν ᾗ τούς τοιούτους καιροὺς τῶν νοσημάτων διαιρούμενοι λέγομεν ἐξ ἀρχῆς αὐτὰ καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς συγκεῖσθαι. τῶν οὖν εἰρημένων ἄρτι συμπτωμάτων, ὅταν ἐγγὺς τῆς ἀκμῆς φαίνηται, κρίσιν ἐσομένην προδηλούντων, ἐν περιεστηκόσι δηλονότι νοσήμασιν· ὅταν ἐν ἀρχῇ γένηται, κρίσιν μὲν οὐ δηλοῖ, κριθῆναι γὰρ ἐν ἀρχῇ οὐδὲν δύναται, παραφροσύνης δ᾿ ἐστὶ γνωρίσματα. καὶ γέγραπται
περὶ αὐτῶν ἱκανῶς ἐν τοῖς περὶ κρίσεων· ἐξ ἐκείνων οὖν καὶ σὺ μάνθανε τὸν ὅλον ὑπὲρ αὐτῶν λόγον. ἔστι γὰρ μακρότερος ἣ ὡς νῦν ἅπαντα διελθεῖν αὐτόν· ἀλλ᾿ ἀρκέσει, καθάπερ ἐπὶ τῶν ἄλλων, οὕτω κᾀπὶ τούτων τὸ κεφάλαιον εἰπεῖν, ὡς ἐπειδὰν ἡ φύσις ἐπείγηται πρὸς ἔκκρισιν, ἀξιόλογος ἐν τῷ σώματι γίνεται ταραχὴ, δι᾿ ἣν τὰ τοιαῦτα φαίνεται συμπτώματα μετὰ τῶν τῆς πέψεως σαφεστάτων σημείων· χωρὶς δὲ τοῦ παρεσκευάσθαι τὴν φύσιν εἰς τὴν τῶν λυπούντων ἔκκρισιν ὁμοία ταραχὴ γιγνομένη κινδυνωδέστατόν ἐστι σημεῖον. εἴρηται δὲ καὶ δι᾿ ἄλλων ὑπομνημάτων ἤδη περὶ κρισίμων συμπτωμάτων, ὁποία τέ τις ἡ φύσις αὐτῶν ἐστι καὶ ὅπῃ διαφέρει τῶν ἐπιφαινομένων καλουμένων, ἐν οἷς ἔσται καὶ τὰ τῆς πέψεως σημεῖα. τό τε γὰρ προγνωστικὸν καὶ τὸ περὶ χυμῶν καὶ τοὺς ἀφορισμοὺς ἤδη προεξηγήμεθα πρὸ τοῦδε τοῦ βιβλίου· μακρολογοῦντος οὖν ἐστιν ἀεὶ περὶ τῶν αὐτῶν λέγειν τὰ αὐτά.
46. Οἱ δὲ διαφεύγοντες, ἢ μετὰ ἀποστήματος ἢ αἵματος ῥύσιος ἐκ τῆς ῥινὸς, ἢ πῦον παχὺ πτύσαντες διαφεύγουσιν, ἄλλως δὲ οὔ.
Ἐπειδὴ θνήσκειν αὐτοὺς εἶπεν, οὐχ ἁπλῶς, ἀλλὰ προσέγραψεν, ὡς ἐπὶ τὸ πολὺ, διὰ τοῦτο ἀκόλουθον ἦν εἰπεῖν ὅπως ἐξ αὐτῶν ἔνιοι σώζονται. τούτους οὖν νῦν διεξέρχεται, καί φησιν ἢ δι᾿ αἱμοῤῥαγίας ἢ δι᾿ ἀποστήματος ἢ διὰ πύου πτύσεως ἱκανῶς πεπεμμένου σώζεσθαί τινας ἐξ αὐτῶν, συνενδεικνύμενος ἐξ ὧν εἶπε, διὰ πλῆθος τοῖς τοιούτοις περιπίπτειν συμπτώμασι τοὺς κάμνοντας.
47. Οὐδὲ γὰρ τῶν τοιουτέων ὁρέω ἐμπείρους τοὺς ἰητροὺς, ὡς χρὴ διαγιγνώσκειν τὰς ἀσθενείας ἐν τῇσι νούσοισιν, αἵ τε διὰ κενεαγγείην ἀσθενέονται, αἵ τε δι᾿ ἄλλον τινὰ ἐρεθισμὸν, αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητος τῆς
νούσου, ὁκόσα τε ἡμέων ἡ φύσις, καὶ ἡ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα, καίτοι σωτηρίην ἢ θάνατον φέρει γινωσκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα.
Ἐπεὶ περί τε τῆς ἰσχύος τοῦ κάμνοντος πεποίηται καὶ περὶ τῆς ἀσθενείας λόγον, ταῦτα δ᾿ εἰσὶ τῶν ἐκ τῆς διαίτης σκοπῶν οὐχ οἱ φαυλότατοι, διὰ τοῦτο νῦν ἀναλαμβάνει τὸν ὑπὲρ αὐτῆς λόγον τῆς κατὰ τὴν δύναμιν ἀσθενείας, ᾧτινι τρόπῳ γίγνεται διαγνωστικοὺς λέγων δεῖν εἶναι τοὺς ἰατρούς· ὅτι ἔνιαι μὲν τῶν ἀσθενειῶν διὰ τὴν τῶν ἀγγείων κένωσιν ἀποτελοῦνται, (τοῦτο γὰρ ἡ κενεαγγεία σημαίνει κυρίως τε καὶ πρώτως καὶ διὰ τοῦτο ἡ ἀσιτία κενεαγγεία πολλάκις εἴρηται, ὡς τῷ τοῦ γένους ὀνόματι καὶ ἐπὶ τοῦ εἴδους συνηθέστατα χρωμένων ἁπάντων τῶν ἀνθρώπων) ἔνιαι δὲ διὰ πόνον, ἤτοι τὸν ἰδίως λεγόμενον, ὅσπερ ἐστὶν ὁ αὐτὸς ταῖς ὀδύναις, ἢ τὴν ὡς ἂν εἴποι τις κακοπάθειαν, ᾗ κακοπαθοῦσιν οἱ κάμνοντες ἐν ταῖς ὀξείαις νόσοις. ἐνίας δὲ καὶ δι᾿ ἄλλον τινὰ γίγνεσθαί φησι ἐρεθισμόν. εἰ μὲν γὰρ δὴ
ἡ φύσις καὶ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καὶ νῦν φύσιν λέγει τὴν κρᾶσιν, ἕξιν δὲ αὐτοῦ τοῦ σώματος τὴν κατασκευήν. οἱ μὲν γὰρ ἀραιότεροι φύσει διαφοροῦνται καὶ συγκόπτονται |ῥᾳδίως, οἱ δὲ πυκνότεροι χρονίζουσιν ἐν ταῖς νόσοις. οὕτω δὲ καὶ μόρια τὰ μὲν ἔχουσί τινες ψυχρότερα, τὰ δὲ θερμότερα, καὶ τὰ μὲν ξηρότερα, τὰ δὲ ὑγρότερα· ἅπασι δὲ οἰκεῖον τῇ κράσει τὸ νόσημα.
48. Μεῖζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆς νούσου ἀσθενέοντι προσφέρῃ τις ποτὸν ἢ ῥόφημα πλεῖον ἢ σιτίον, οἰόμενος διὰ κενεαγγείην ἀσθενέειν. ἀεικὲς δὲ καὶ διὰ κενεαγγείην ἀσθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ. φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ ἁμαρτὰς, πολλῷ δὲ ἧσσον τῆς ἑτέρης· καταγελαστοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰς τῆς ἑτέρης. εἰ
γὰρ ἄλλος ἰητρὸς ἢ καὶ ἰδιώτης ἐσελθὼν καὶ γνοὺς τὰ ξυμβεβηκότα δώῃ καὶ φαγεῖν καὶ πιεῖν ἃ ὁ ἕτερος ἐκώλυσεν, ἐπιδήλως ἂν δοκέῃ ὠφεληκέναι. τὰ δὲ τοιάδε μάλιστα καθυβρίζεται τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων, δοκέει γὰρ αὐτέοισιν ὁ ἐσελθὼν ἰητρὸς ἢ ἰδιώτης ὥσπερ εἰ καὶ τεθνειότα ἀναστήσας.
Διὰ τὰς ὀδύνας πολλάκις οἱ κάμνοντες ἄσφυκτοι γίγνονται καὶ λειποψυχοῦσι καὶ κίνησιν οὐδεμίαν οἷόν τε κινηθῆναι, κατὰ ταῦτα δὲ καὶ διὰ τὴν ὀξύτητα τῆς νόσου· τινὲς δὲ οὐ διὰ ταῦτα κάμνουσι τὴν δύναμιν, ἀλλὰ διὰ κένωσιν ἀγγείων ὁπωσοῦν γεγονυῖαν, εἴτ᾿ οὖν δι᾿ ἔκκρισιν πρόδηλον αἰσθήσει, εἴτε διαφόρησιν, εἴτε καὶ διὰ λιμαγχονίαν. οὗτοι μὲν οὖν δέονται τροφὴν προσάρασθαι ὅτι τάχιστα· τοὐναντίον δὲ ἂν οἱ δι᾿ ὀδύνην ἢ δι᾿ ὀξύτητα τῆς νόσου, κενώσεως ἐνίοτε χρῄζουσι μᾶλλον ἢ πληρώσεως. ἀλλὰ τούτοις μὲν ὁ τροφὴν διδοὺς μέγιστόν τι κακὸν ἐργάζεται· τοὺς δὲ διὰ κενεαγγείην ἀσθενοῦντας εἰ πιέζει διαίτῃ λεπτῇ,
βλάψειεν, οὐχ ὁμοίως δὲ ἐπιφανῶς ἢ ὀξέως· ἀεικές γε μήν ἐστιν ἀγνοῆσαι τοὺς διὰ κένωσιν ἀσθενοῦντας μᾶλλον ἢ τοὺς δι᾿ ὀδύνην. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως σαφῆ.
49. Γεγράψεται οὖν καὶ περὶ τούτων σημήϊα, οἶσι δεῖ ἕκαστα τουτέων διαγινώσκειν.
Ἐπαγγέλλεται οὖν πάλιν κᾀνταῦθα, ὥσπερ ὀλίγον ἔμπροσθεν, ἕτερόν τι γράψαι περὶ τῶν ὀξέων νοσημάτων βιβλίον.
50. Παραπλήσια μέντοι τοῖσι κατὰ κοιλίην ἐστὶ καὶ ταῦτα. καὶ γὰρ ἢν ὅλον τὸ σῶμα ἀναπαύσηται πουλὺ παρὰ τὸ ἔθος, οὐκ αὐτίκα ἔῤῥωται μᾶλλον· ἢν δὲ δὴ καὶ πλείονα χρόνον διελινύσας ἐξαπίνης εἰς τοὺς πόνους ἔλθοι, φλαῦρόν τι πρήξειεν ἐπιδήλως. οὕτω δὲ καὶ ἓν ἕκαστον τοῦ σώματος.
καὶ γὰρ ἢν πόδες τοιόνδε τι πρήξειαν, καὶ τὰ ἄλλα ἄρθρα μὴ εἰθισμένα πονέειν, ἢν διὰ χρόνου ἐξαπίνης εἰς τὸ πονέειν ἔλθῃ. ταῦτα δ᾿ ἂν καὶ οἱ ὀφθαλμοὶ καὶ οἱ ὀδόντες πάθοιεν καὶ πᾶν ὁτιοῦν, ἐπεὶ καὶ κοίτη παρὰ τὸ ἔθος μαλακὴ πόνον ἐμποιέει καὶ σκληρὴ παρὰ τὸ ἔθος, καὶ ὕπαιθρος παρὰ τὸ ἔθος εὐνὴ σκληρύνει τὸ σῶμα.
Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε, συμπληρώσας τὸν κατὰ παρέκβασιν αὐτῷ λόγον ἐμπεσόντα περὶ τῆς κατὰ τὴν δύναμιν ἀσθενείας· καί φησιν ὅτι τοῖς κατὰ τὴν κοιλίαν ἔμπροσθεν εἰρημένοις τὰ νῦν λεχθησόμενα παραπλήσιά πώς ἐστι· συντείνει γὰρ εἰς ταὐτὸ τὸ κεφάλαιον, ἐν ᾧ κατασκευάζει τὰς ἀθρόας μεταβολὰς μεγάλην φέρειν τοῖς κάμνουσι βλάβην. αὐτὸ δ᾿ ὃ νῦν γράφει, τοιόνδε ἐστίν. ὥσπερ ἡ κοιλία πλείονα χρόνον παντάπασιν ἀργήσασα καλῶς ἐνεργεῖν οὐ δύναται, πρὶν κατὰ βραχὺ πάλιν ἐθισθῆναί τε καὶ προσαχθῆναι ταῖς οἰκείαις ἐνεργείαις· οὕτω καὶ πᾶν τὸ σῶμα καὶ τῶν ἄλλων μορίων ἕκαστον. εἶτα
καὶ μορίων ἐνίων ἐφεξῆς ὀνομαστὶ μνημονεύει. ἐπὶ δὲ τῇ τελευτῇ τοῦ λόγου καὶ τῆς κατὰ τὴν κοίτην μεταβολῆς ἐμνημόνευσεν, ἔτι δὲ καὶ νῦν κατασκευάζων τὸ προκείμενον ἐξ ἀρχῆς αὐτῷ περὶ τῆς τῶν ἐθῶν μεταβολῆς.
51. Αὐτὰρ καὶ τῶν τοιῶνδε πάντων ἀρκέει παραδείγματα γράψαι. εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες μήτε ἄγαν δυσελκὴς ὢν μήτε ἄγαν εὐελκὴς αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος ἰητρεύοιτο καὶ μηδαμῇ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντον μὲν ἂν οὕτως εἴη καὶ ὑγιὴς πολλῷ θᾶσσον οὕτω γένοιτο ἢ εἰ περιπλανώμενος ἰητρεύοιτο· εἰ μέντοι πεμπταῖος ἢ ἑκταῖος ἢ καὶ ἔτι ἀνωτέρω ἀναστὰς ἐθέλει προβαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ εἰ αὐτίκα ἔξ ἀρχῆς πλανώμενος ἰητρεύοιτο· εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν
ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονέσειεν ἢ εἰ ἐκεῖνος ἰητρευόμενος ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν.
Ἔτι τε περὶ τῆς ἀθρόας μεταβολῆς ποιεῖται τὸν λόγον, ὥσπερ ἔμπροσθεν ἐπ᾿ ἄλλων παραδειγμάτων, οὕτως καὶ νῦν ἐπὶ ἕλκους· εἰ γάρ τις, φησὶν, ἕλκος ἔχων ἐν κνήμῃ, δέον ἡσυχάζειν τε καὶ κατακεῖσθαι, περιέρχοιτο βαδίζων ἠρέμα (τοῦτο γὰρ σημαίνει τὸ πλανώμενος ἰητρεύοιτο) βλάπτοιτο μὲν ἔξ ἅπαντος, ἀλλ᾿ ἧττον τοῦ ἐν ταῖς πρώταις ἡμέραις ἡσυχάσαντος, ἐξαίφνης περὶ έ ἢ στ΄ ἢ ἔτι ἀνωτέρω τοῦ περὶ γ΄ ἢ δ΄, ἀρξαμένου βαδίζειν. ἔνιοι δὲ τὸ ἀνωτέρω νομίζουσιν ἐπὶ τῶν ἐφεξῆς ἡμερῶν εἰρῆσθαι τῆς ζ΄ καὶ η΄ καὶ θ΄, οὓς ἐχρῆν, εἰ τοῦτ᾿ αὐτοῖς ἤρεσκε, διὰ τοῦ ε καὶ τοῦ ξ γράμματος, τὴν ἀρχὴν τῆς λέξεως γράφειν ἐξωτέρω καὶ οὐκ ἀνωτέρω, διὰ τοῦ α καὶ ν, τί οὖν, φήσουσιν, οὐχὶ καὶ τοιοῦτο γένοιτ᾿ ἄν ποθ᾿ ἕλκος, ὥστε κᾂν ἑβδόμης τις ἢ ὀγδόης ἡμέρας ἄρξηται βαδίζειν, ἡσυχάσας ἔμπροσθεν, οὐ σμικρῶς βλαβῆναι; καὶ μεγάλως φαίην ἂν, εἴ γε μέγα τὸ ἕλκος
ἡσυχάσας περὶ τὴν ε΄ ἢ στ΄ ἤρξατο περιπατεῖν, οὐκ ἂν μεγάλως, ἀλλὰ μετρίως βλαβείη. διὰ ταῦτ᾿ οὖν ὁ Ἱπποκράτης ἐπὶ τοῦ μέσως ἔχοντος ἐν ἀμφοτέραις ταῖς ἀντιθέσεσι τὸν λόγον ἐποιήσατο· λέγει δὲ ἀντίθεσιν τήν τε κατὰ τὸ μέγα καὶ μικρὸν ἕλκος καὶ τὴν κατὰ τὸ δυσελκῆ καὶ εὐελκῆ εἶναι τὸν ἄνθρωπον. εὔδηλον δ᾿ ὅτι διαφέρει μηδὲν ἐπίκαιρον ἕλκος εἰπεῖν ἢ μέγα, καθάπερ οὐδὲ μικρὸν ἢ εὔηθες· τὸ γὰρ ἐπίκαιρον ἢ διὰ τὴν τοῦ χωρίου φύσιν γίνεται τοιοῦτον, μέγα κατὰ δύναμιν ἀποτελούμενον, εἰ καὶ τῇ διαιρέσει τοῦ χρωτὸς εἴη μικρὸν ἢ καὶ κατ᾿ αὐτὸ τὸ τῆς διαιρέσεως μέγεθος ἐπίκαιρον γένηται· τὸ δ᾿ εὔηθες, ὅπερ ἀπλοῦν ἐστι καὶ μικρὸν, ἢ διὰ τὴν τοῦ χωρίου φύσιν ἄκυρον οὖσαν, ἢ κατ᾿ αὐτὴν τὴν διαίρεσιν βραχεῖαν γενομένην.
52. Διὰ τέλεος οὖν μαρτυρέει ταῦτα πάντα ἀλλήλοισιν, ὅτι πάντα
ἐξαπίνης μείζω πολλῷ τοῦ μετρίου μεταβαλλόμενα καὶ ἐπὶ τὰ καὶ ἐπὶ τὰ βλάπτει.
Ἐφ᾿ ἑκάστῳ τῶν παραδειγμάτων ἀναμιμνήσκει τοῦ προκειμένου λόγου. καὶ νῦν οὖν ἐπὶ τοῦ κατὰ τὸ ἕλκος παραδείγματος ἐποίησεν αὐτό. τὸ γὰρ διὰ τέλεος ταὐτὸν σημαίνει τῷ διὰ παντὸς καὶ ἀεί.
53. Πολλαπλασίη μὲν οὖν κατὰ κοιλίην ἡ βλάβη ἐστὶν, ἢν ἐκ πολλῆς κενεαγγείης ἐξαπίνης πλέον τοῦ μετρίου προσαίρηται· ἀτὰρ καὶ κατὰ τὸ ἄλλο σῶμα, ἢν ἐκ πολλῆς ἡσυχίης ἐξαίφνης ἐς πλείω πόνον ἔλθοι, πουλὺ πλείω βλαβείη ἢ εἰ ἐκ πολλῆς ἐδωδῆς ἐς κενεαγγείην μεταβάλλοι. δεῖ μέντοι καὶ τὸ σῶμα τουτέοισιν ἐλινύειν, κἢν ἐκ πολλῆς ταλαιπωρίης ἐξαπίνης ἐς σχολήν τε καὶ ῥαθυμίην ἐκπέσῃ· δεῖ δὲ καὶ τουτέοισι τὴν κοιλίην ἐλινύειν πλήθεος βρώμης·
εἰ δὲ μὴ, πόνον ἐν τῷ σώματι ἐμποιήσει καὶ βάρος ὅλου τοῦ σώματος.
Ὃ πρῶτον ἁπάντων ἀποδεῖξαι προὔθετο, τοῦτ᾿ ἦν αὐτὸ τὸ περὶ τῶν κατὰ τὴν κοιλίην ἀθρόων μεταβολῶν· εἶτα ἀπ᾿ αὐτοῦ πρὸς τὸ γενικώτερον, ὃ δὴ καὶ καθολικώτερον ὀνομάζουσι, μεταβὰς, περὶ πάσης ἔθους ἐξαλλαγῆς ἀθρόας διελέχθη μέχρι δεῦρο. περιεχομένων γὰρ τῶν εἰδικωτέρων ἐν τοῖς γενικωτέροις καὶ τῶν κατὰ μέρος ἐν τοῖς καθόλου καὶ ἡ τῶν κατὰ τὴν κοιλίην ἐξαλλαγὴ συναποδέδεικται τῇ περὶ πάντων ἀθρόᾳ μεταβολῇ· ἀλλὰ νυνὶ πάλιν ἐπὶ τὴν κοιλίαν ἀφικόμενος, τῶν ἐν αὐτῇ μεταβολῶν τὰς διαφορὰς διδάσκει, καί φησι πολλαπλασίαν εἶναι τὴν βλάβην ἐν τῇ μεταβολῇ τῆς διαίτης, ὅταν ἐκ πολλῆς ἀσιτίας ἀθρόως προσεπενέγκηται πλείω τῶν συμμέτρων, ἤπερ ὅταν ἐκ πολλῆς ἐδωδῆς εἰς ἀσιτίαν μεταβάλλῃ. τούτῳ δ᾿ αὐτῷ πάλιν ὅμοιον παρενέβαλε περὶ τὸ πᾶν σῶμα γιγνόμενον· ἧττον γὰρ βλάπτονται μεταβάλλοντες ἐξαίφνης εἰς ἡσυχίαν ἐκ κινήσεων
ἤπερ ὅταν εἰς κίνησιν ἐξ ἡσυχίας. πάλιν δὲ κᾀνταῦθα προσέγραψεν ἐπανορθώματα τῆς ἀκαίρου μεταβολῆς, ὥσπερ κᾀν τοῖς ἔμπροσθεν· οὐκ ἀναγκαῖον δὲ οὐδὲ τοῦτο τῷ προκειμένῳ σκέμματι. ἃ δ᾿ οὖν προσέγραψε, ταῦτά ἐστι· τοῦτο μὲν εἰς ἀργίαν μεταβαίνοντας ἐκ κινήσεως τε καὶ πράξεως, ἐλινύειν ἀξιοῖ, τουτέστιν ἡσυχάζειν τῷ παντὶ σώματι· τοῦτο δὲ ταὐτόν ἐστιν ἐκείνῳ τῷ, ὅκου λιμὸς οὐ δεῖ πονέειν· τοὺς δ᾿ εἰς ἡσυχίαν ἐκ πολλῆς ταλαιπωρίας, ὀλιγώτερα προσφέρεσθαι, τοῦτο δ᾿ αὖ πάλιν ἐστὶν ἐλινύειν τὴν κοιλίην· ὡς εἴ γε μὴ πονῶν ὅλῳ τῷ σώματι προσφέροιτο τὰ συνήθη, πλῆθος ὑποθρέψει, διὸ βαρυνθήσεται τὸ πᾶν σῶμα καὶ πονήσειε. σημαίνει δ᾿ αὐτῷ νῦν ὁ πόνος τὴν βλάβην, γενικῶς νοούμενος πολλαῖς ταῖς κατ᾿ εἶδος βλάβαις.
54. Ὁ δὴ οὖν πλεῖστός μοι λόγος γέγονε περὶ τῆς μεταβολῆς τῆς ἐπὶ τῆς διαίτης καὶ ἐπὶ τὰ καὶ ἐπὶ τά. ἐς πάντα μὲν
οὖν εὔχρηστον ταῦτ᾿ εἰδέναι, ἀτὰρ καὶ περὶ οὗ ὁ λόγος ἦν, ὅτι ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἐς τὰ ῥοφήματα μεταβάλλουσιν ἐκ τῆς κενεαγγείης· μεταβλητέον γὰρ ὡς ἐγὼ κελεύω ἤδη· ἔπειτα οὐ χρηστέον ῥοφήμασι, πρὶν ἡ νοῦσος πεπανθῇ ἢ ἄλλο τι σημεῖον φανῇ ἢ κατὰ ἔντερον κενεαγγικὸν ἢ ἐρεθιστικὸν ἢ κατὰ τὰ ὑποχόνδρια ὁκοῖα γεγράψεται σημεῖα.
Συνήγαγε πάλιν αὐτὸς εἰς ἓν κεφάλαιον ἅπαντα τὸν λόγον, ἀξιῶν ἐπὶ μὲν τῶν ὡσαύτως ἐχόντων μὴ μεταβάλλειν τὴν δίαιταν, ἐπὶ δὲ τῶν ἐξ ὑγείας εἰς νόσον μεταβάλλειν μὲν, οὐ μὴν ὡς ἄλλοι μεταβάλλουσιν. εἶτα καὶ διὰ συντόμων ἐδήλωσε τὸν σκοπὸν τῆς ἐπὶ τῶν ὀξέως νοσούντων διαίτης. εἰ μὲν γὰρ πεπανθῇ τὸ νόσημα, μεταβαίνειν ἐπὶ τὴν τοῦ χυλοῦ δόσιν ἐκέλευσεν· εἰ δ᾿ ἄπεπτον εἴη, μὴ μεταβαίνειν, εἰ μὴ ἄρα σύμπτωμά τι καθαιρετικὸν τῆς δυνάμεως ὀφθείη καὶ κενώσεως κατὰ γαστρὸς πλείονος ἢ ἄλλου τινὸς
πεφθῆναι τὴν νόσον. ἴσως δὲ τὰ κατεξηρασμένα σφοδρῶς ὑποχόνδρια καὶ ἰσχυρῶς αὐχμώδη λέγει. τοιαῦτα γὰρ συμπίπτει καὶ τῷ κατὰ τὸ προγνωστικὸν εἰρημένῳ νεκρώδει προσώπῳ, περὶ οὖ φησι, ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες. αὕτη γὰρ ἡ συνδρομὴ τῶν σημείων ὑποχόνδριον ἔχει προσεσταλμένον ἱκανῶς, ὥστε τινα τῶν μὴ τετριμμένων ὡς ἀνεσπασμένον ἐξαπατῆσαι· οὐ ταὐτὸν δέ ἐστι προσεστάλθαι τε σφοδρῶς διὰ ξηρότητα καὶ ἀνασπᾶσθαι διὰ φλεγμονὴν, εἴ γε μὴν ὑπερβάλλουσα ξηρότης τοῦ σώματος ἐργαζομένη ἐστὶ τάσιν ἐν τῷ διαφράγματι πλείονα καὶ τῷ ὑποχονδρίῳ. μάλιστα δὲ προσέχειν δεῖ καὶ διορίζειν ἀπὸ τῆς ξηρότητος τὴν φλεγμονὴν, ἐπειδὴ καὶ ἡ θεραπεία διάφορός ἐστι· τοῖς μὲν γὰρ διὰ φλεγμονὴν ἔχουσι τὸ τοιοῦτον αὐτὸ λεπτοτάτης ἐστὶ χρεία διαίτης· τοῖς δὲ διὰ ξηρότητα τῆς ἐναντίας, ἐν ᾗ πλεονάκις ὀλίγον δίδομεν χυλὸν πτισάνης.
55. Ἀγρυπνίη ἰσχυρὴ, πόματα καὶ σιτία ὠμὰ καὶ ἀπεπτότερα ποιέει· καὶ ἡ ἐπὶ τὰ ἕτερα αὖ μεταβολὴ διαλύει τὸ σῶμα καὶ ἑφθότητα καὶ καρηβαρίαν ἐμποιέει.
Πολλάκις ἐνενόησα τοῦτο τὸ βιβλίον ἐν τύποις εὑρεθὲν ἐκδεδόσθαι μετὰ τὸν Ἱπποκράτους θάνατον. ἡ γὰρ ἀταξία τῶν λόγων οὐκ ἄλλως ἔοικεν ἢ οὕτως γεγονέναι, προσγραφομένων μὲν ὑπ᾿ αὐτοῦ τοῦ Ἱπποκράτους ἐν τῷ βιβλίῳ τῶν εὑρισκομένων αὐτῷ παραδειγμάτων εἰς τὴν τοῦ καθόλου πίστιν, ἐνίων μὲν ἐπὶ τοῦ μετώπου, ἐνίων δὲ κατὰ τοῦ νώτου, μὴ δυνηθέντος δὲ τοῦ ἐγγραφομένου τὴν οἰκείαν ἑκάστῳ τάξιν ἀποδοῦναι. τὸ γοῦν ἐν τῇ προκειμένῃ ῥήσει λεγόμενον ὑπ᾿ αὐτοῦ φανερωτάτην ἔχει ἀταξίαν· οὐ γὰρ νῦν, ἀλλ᾿ ὀλίγον ἔμπροσθεν ἦν ὁ καιρὸς αὐτοῦ, κατ᾿ ἐκεῖνον τὸν λόγον, ἐν ᾧ περὶ τῆς παρὰ τὸ ἔθος εἰς τοὐναντίον μεταβολῆς ἔγραψε παραδείγματα· προσγράψαι γὰρ ἐκείνοις
ἐχρῆν καὶ τοῦτο, τῆς μὲν εἰς ἀγρυπνίαν ἀήθους μεταβολῆς ἀπεπτότερα ποιούσης τὰ προσφερόμενα σιτία τε καὶ ποτὰ, τῆς δ᾿ εἰς ὕπνον πολὺν ἀήθως καὶ τοῦτον ἐπιτηδευθέντα νωθρότητα τοῦ σώματος καὶ καρηβαρίαν. ἣν γὰρ εἶπεν ἑφθότητά τε καὶ διάλυσιν καὶ καρηβαρίαν, ἑνὶ ῥήματι περιληφθεῖσαν τὴν ἔκλυσιν δηλοῖ τοῦ τόνου· συνενδείκνυται δὲ καὶ τὸ τῆς ἑφθότητος ὄνομα, δι᾿ ὑγρότητα θερμὴν γιγνομένης, οὐ διὰ ξηρότητα· πεφυκυίας διαφορεῖν μὲν καὶ ξηραίνειν τῆς ἐγρηγόρσεως, μὴ πέπτειν δὲ κατὰ τὸ βάθος ὑγραίνειν δὲ τό τε πνεῦμα καὶ τὰς ἀποῤῥοίας κατέχειν τοῦ ὕπνου. κατὰ λόγον οὖν τὰ ἀτμώδη περιττώματα πλεονάζει ἐν τῷ σώματι τῶν ἀήθως ἐπὶ πολὺ κοιμηθέντων καὶ διὰ ταῦτα τὴν ὅλην αὐτῶν κατάστασιν ἔκλυτον ὁμοίως γίγνεσθαι τοῖς ἑψημένοις.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΥΠΟΜΝΗΜΑ Γ.
1. Γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα καὶ μελίκρητον καὶ ὕδωρ καὶ ὀξύμελι τοῖσιδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν.
Οὐ μόνον ἀτάκτως, ἀλλὰ καὶ ἐλλιπῶς τὸν κατάλογον ἐποιήσατο τῶν οἴνων. ἔστι γὰρ αὐτῶν μία μὲν ἡ κατὰ τὰς
ὥσπερ ὕδωρ, ἢ εὐώδεις ὅσπερ ὥρωμα καὶ μύρον. εἴπερ οὖν τῶν οἴνων αὗταί εἰσιν αἱ διαφοραὶ καὶ κατά τε τὴν οἰκείαν δύναμιν ἀριθμούμεναι καὶ κατὰ συμβεβηκὸς, εὔδηλον ἤδη σοι περὶ τῆς ἐν τῇ προκειμένῃ ῥήσει κατά τε τὴν τάξιν αὐτῶν καὶ τὸν ἀριθμὸν ἐνδείας· ἀλλ᾿ ἐὰν φαίνηται κατὰ τὸν ἑξῆς λόγον, ἁπασῶν τῶν χρησίμων διαφορῶν μνημονεύων ὁ Ἱπποκράτης, συγχωρήσομεν αὐτοῦ τῇ κατὰ τὴν ἑρμηνείαν ἐνδείᾳ.
2. Ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικώτερος τοῦ οἰνώδεος καὶ ἧσσον φρενῶν ἁπτόμενος καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ᾿ ἔντερον· μεγαλόσπλαγχνος δὲ σπληνός καὶ ἥπατος. οὐκ ἐπιτήδειος οὖν οὐδὲ τοῖσι πικροχόλοισι· καὶ γὰρ οὖν διψώδης τοῖσί γε τοιουτέοισίν ἐστιν· ἀτὰρ καὶ φυσώδης ἐντέρου τοῦ ἄνω, οὐ μὴν πολέμιός γε αὐτῷ τῷ κάτω ἐντέρῳ ὡς κατὰ λόγον τῆς φύσης, καίτοι γε
οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φύση, ἀλλ᾿ ἐγχρονίζει περὶ ὑποχόνδρια.
Κατὰ τὴν γευστικὴν ποιότητα γλυκὺς οἶνος ὀνομάζεται, καθ᾿ ἣν καὐστηρός ἐστι καὶ δριμὺς, ἵνα τὸν ὑδατώδη παραλίπωμεν, οὐκ ἐκπεπτωκότα τελείως τοῦ στύφειν, εἰ καὶ παντάπασιν ἐκλελυμένην ἔχει τὴν ποιότητα τῆς στύψεως. εἰ γὰρ ὕδατι παραβάλλοις αὐτὸν, αἰσθήσῃ σαφῶς ἐκ τῆς παραβολῆς τὴν γεῦσιν τῶν τοιούτων οἴνων γεγονέναι βραχεῖαν στύψιν εἰληφότων. ὑδατώδη δὲ καλοῦσιν οἶνον οἱ ἄνθρωποι τὸν ἐοικότα κατά τε χρόαν καὶ σύστασιν τῷ ὕδατι, διαφανής τε γὰρ ὡς ἐκεῖνο καὶ λαμπρὸς καὶ καθαρὸς καὶ τῇ συστάσει λεπτὸς φαίνεται· εὐθὺς δὲ καὶ τῇ δυνάμει παραπλήσιός ἐστιν ὁ τοιοῦτος ὕδατι, μήτε κεφαλῆς ἀσθενοῦς ἁπτόμενος μήτε νεύρων ἀσθενῶν, ὅτι μηδὲ θερμαίνει σαφῶς. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθις εἰρήσεται. ὁ δὲ γλυκὺς οἶνος ὠνόμασται μὲν οὕτως ἀπὸ τῆς κατὰ τὴν γεῦσιν ποιότητος, παμπόλλῳ δ᾿ ὕδατος ἀφώρισται κατὰ τὴν
βραδυπόρου οὔσης τῆς ἀπ᾿ αὐτοῦ φύσης καὶ χρονιζούσης περὶ ὑποχόνδριον. αὐτὸ δὲ δὴ τοῦτ᾿ ἔστι, δι᾿ ὃ μὴ μεγάλως ἐνοχλεῖ τὰ κάτω τῶν ἐντέρων, ὅτι χρονίζει περὶ τὸ ὑποχόνδριον, ἄχρις ἂν ἐκπεφθῇ τε καὶ λεπτυνθῇ τελέως· εἰ δ᾿ ἅπαξ πεφθείη, ποριμωτέραν τε καὶ λεπτομερεστέραν ἴσχει καὶ τὴν φύσιν, ὥστε καθ᾿ ὃν λόγον ἐκ τῶν ἄνω μορίων ἀπώσθη κάτω, κατὰ τὸν αὐτὸν λόγον ἐκτὸς ὑπὸ τούτων ἐκπέμπεται.
3. Καὶ γὰρ οὖν ἧσσον οὗτος διουρητικὸς γίγνεται ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ.
Τίνα κέκληκεν οἰνώδεα λευκὸν ἐπισκεψώμεθα. λέλεκται γὰρ ἔμπροσθεν οἰνώδης οἶνος εἶναί τε καὶ λέγεσθαι προσηκόντως ὁ τοῖς ὑδατώδεσιν ἀντικείμενος· ἰσχυρῶς οὖν αὐτὸν δεῖ θερμαίνειν καὶ κεφαλὴν πληροῦν καὶ παραφροσύνας ἐργάζεσθαι καὶ τὴν πυρετώδη θερμασίαν αὐξάνειν· ἀλλ᾿ ὁ
τοιοῦτος οἶνος οὐκ ἔστι λευκὸς, οὔτε νέος ὢν οὔτε παλαιωθεὶς, ὅτι μηδὲ ἄλλος τις τῶν παλαιουμένων οἴνων διαμένει λευκὸς, κᾂν ὅτι μάλιστα κατ᾿ ἀρχὰς ὑπάρξῃ τοιοῦτος, ἀλλ᾿ ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ κιῤῥότερος γίγνεται, τελευταῖον δὲ καὶ ξανθός. ἔοικεν οὖν ὁ Ἱπποκράτης εἰρηκέναι λευκὸν οἰνώδη τὸν αὐστηρὸν, ὃς οὐδ᾿ αὐτός ἐστιν οὐρητικὸς, ἀλλ᾿ ἐὰν μὲν παχὺς ᾖ ὁ τοιοῦτος, χρονίζει περὶ ὑποχόνδριον, ἐὰν δὲ μὴ παχὺς, οὐδὲ χρονίζει μέχρι πολλοῦ, καθάπερ ὁ μέλας, οὔθ᾿ ὁμοίως ἐπ᾿ οὖρα διεξέρχεται τοῖς λευκοῖς τε ἅμα καὶ μετρίως αὐστηροῖς· οὐρητικοὶ γὰρ οὗτοι διότι πεφεύγασιν ἀμφοτέρας τὰς ἰδέας τοῦ βραδέως ἐπ᾿ οὖρα διεξέρχεσθαι, τήν τε τοῦ ὑδατώδους, ἣν διὰ ψυχρότητα πέπονθε, καὶ τὴν τοῦ μέλανος οἴνου διὰ τὸ πάχος. ὁ γὰρ λευκὸς οἶνος καὶ αὐστηρὸς ἥκιστα θερμὸς ὡς ἐν οἴνοις ἐστὶ καὶ διὰ τοῦτο τοῖς κατὰ γαστέρα ῥεύμασιν ἐπιτήδειος, οὐ μὴν οὐρητικός γε ἱκανῶς ὁ τοιοῦτός ἐστιν· ἴσως οὖν τούτῳ παραβάλλων τὸν μέλανά φησιν ἧττον οὐρητικὸν ὑπάρχειν.
4. Πτυέλου δὲ μᾶλλον ἀναγωγός ἐστι τοῦ ἑτέρου ὁ γλυκύς.
Ἑτέρου ποίου λέγει; πότερον τοῦ προκειμένου, πρὸς ὃν παραβάλλων τὸν γλυκὺν ἔφη· καὶ γὰρ οὖν ἧσσον οὗτος οὐρητικός ἐστι τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ; ἢ οὐ τούτου μόνου, ἀλλ᾿ ἁπλῶς παντὸς τοῦ μὴ γλυκέος; ὄντος δ᾿ ἀσαφοῦς ὅσον ἐπὶ τῇ λέξει τῇδε καὶ μᾶλλον ὄντος πιθανοῦ περὶ τοῦ οἰνώδους λευκοῦ τὸν λόγον αὐτῷ νῦν γίγνεσθαι, πάλιν ἑτέρα τις ἀσάφεια προσέρχεται, διὰ τὸ μὴ πάνυ τι σαφὲς εἶναι, τίς ἐστιν οἰνώδης λευκὸς, ἆρά γε ὁ θερμαίνων σφοδρῶς ἢ ὁ λίαν στύφων, ὃν καὶ στρυφνὸν ὀνομάζουσιν οἱ Ἕλληνες, τὸν δὲ μετριώτερον αὐστηρόν. ὁπωσοῦν ἔχει τὰ κατὰ τὴν λέξιν, ἐγὼ τοῦ προκειμένου γράμματος ἐρῶ τὴν ἀλήθειαν. ἀναγωγὸς τοῦ πτυέλου μάλιστα πάντων οἴνων ἐστὶν ὁ γλυκὺς, ὅταν σφόδρα μὴ παχὺς ᾖ, καθάπερ γε κᾀπειδὰν μὴ πολὺ ᾖ πρὸς τὸν κιῤῥὸν ἀποκεχωρηκὼς, ὡς ἐκλελύσθαι τὸ πάχος αὐτοῦ καὶ τὴν γλυκύτητα.
μοχθηρὸς δὲ ὁ κιῤῥὸς οἶνός ἐστιν εἰς ὠφέλειαν τοῦ πυρετοῦ, θερμὸς ἱκανῶς ὑπάρχων. ὁ δὲ μετὰ τὸν οὐκ ἐσχάτως παχὺν οἶνον γλυκὺν, ἐπιτήδειος εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγὴν ὁ ὑδατώδης οἶνός ἐστι, τήν τε δύναμιν ῥωννὺς καὶ τοὺς χυμοὺς ὑγραίνων τε καὶ τέγγων μετρίως· ὁ δ᾿ αὐτὸς καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται τῶν ἄλλων οἴνων ἁπάντων.
5. Καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧττον ἂν τούτοισιν ἀνάγοι ἢ ὁ ἕτερος |οἶνος· οἷσι δὲ μὴ διψώδης, μᾶλλον ἀνάγοι ἂν τοῦ ἑτέρου.
Ἕτερον οἶνον εἶπε νῦν τὸν μὴ διψώδη πάντῃ. διὰ τί δ᾿ ὁ διψώδης οἶνος ἧσσον ἀνάγει τὰ πτύσματα ῥᾳδίως εὑρήσεις τῶν προειρημένων μνημονεύων. ἡ γάρ τοι δίψα παραμένει τισὶ τοῖς τὸν γλυκὺν οἶνον πίνουσι, διὰ τὸ τὴν πυρώδη θερμασίαν ἐν αὐτοῖς εἶναι κακοηθεστέραν· οὖσα δὲ
τοιαύτη, ξηραίνουσα τὸ πτύελον ἐργάζεται παχύτερόν τε καὶ γλισχρότερον· ὅτι δὲ τὸ τοιοῦτον δυσανάγωγόν ἐστιν οὐδὲ λόγου δεῖται.
6. Ὁ δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ τὰ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει· ἐς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς δὲ ὢν καὶ καταῤῥηκτικὸς ἀεὶ, πολλὰ προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι· καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ᾿ ὅμως ἡ κατὰ τὴν κύστιν κάθαρσις ὑπ᾿ αὐτοῦ γιγνομένη ῥύεται, ἢν προτρέπηται ὁκοῖον δεῖ. καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τῆς περὶ οἴνου ὠφελείης καὶ βλάβης, ὁκόσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν.
Εἴρηταί μοι περὶ τοῦδε τοῦ οἴνου κατὰ τὸν περὶ τοῦ γλυκέος οἴνου λόγον, ἐπειδὴ παρέβαλέ τε καὶ ἀντεξήτασε τὰς
δυνάμεις αὐτῶν. εἶπον οὖν ὅτι ζήτημά ἐστιν οὐ σμικρὸν, εἴτε λευκὸν ἅμα καὶ αὐστηρὸν οἶνον οἰνώδη λευκὸν εἴρηκεν, εἴτε τὸν θερμαίνοντα σφοδρῶς ὡς ἐν λευκοῖς οἴνοις· ἰσχυρῶς μὲν γὰρ θερμαίνειν οὐδεὶς δύναται τῶν λευκῶν οἴνων. ὁ μὲν γὰρ ἄκρως θερμὸς οἶνος εὐθὺς καὶ ξανθός ἐστιν, ὥσπερ γε καὶ ὁ ἐφεξῆς αὐτοῦ κιῤῥὸς, εἶτ᾿ ἐπ᾿ αὐτοῖς ὁ ἐρυθρὸς, εἶθ᾿ ὁ γλυκύς· ὁ δὲ λευκὸς ἧττον μὲν ἁπάντων τούτων θερμαίνει, διαφορὰς δ᾿ ἐν αὐτῷ κατὰ μέρος ἔχει, καθὰ καὶ τἄλλα πάντα διαστήματα κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. ὁ δὴ τοιοῦτος οἶνος ὅτι ποριμώτερός ἐστιν ἐπὶ κύστιν τοῦ γλυκέος εἴρηται πρόσθεν· ἀνεπιτηδειότερον δ᾿ αὐτὸν εἰς ἄλλα τοῦ γλυκέος φησὶν εἶναι, ταῦτα δ᾿ ἐστὶν ὑπαγωγή τε γαστρὸς καὶ πτυσμάτων ἀναγωγή. καλὰ δ᾿ ἔφη ταῦτα τεκμήρια εἶναι, τουτέστι γνωρίσματα, τῆς τῶν οἴνων δυνάμεως.
7. Κιῤῥῷ δὲ οἴνῳ καὶ μέλανι. αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν
ἐς τάδε ἂν χρήσαιο· εἰ καρηβαρίη μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἅψις μηδὲ τὸ πτύελον κωλύοιτο τῆς ἀνόδου, μηδὲ τὸ οὖρον ἴσχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη· ἐν δὴ τοῖσι τοιουτέοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ καὶ ὁκόσα τουτέοισιν ἐμφερέα.
Ὁ μὲν γλυκὺς οἶνος εὐθὺς καὶ μέλας ἐστὶν, οὐ μὴν ὅ γε μέλας εὐθέως ἅπας καὶ γλυκὺς, ἀλλ᾿ αὐστηροί τινες ἐξ αὐτῶν ὑπάρχουσιν, οἷοι παρ᾿ ἡμῖν ἐν Ἀσίᾳ πλησίον Περγάμου καὶ κατὰ Περπερίναν τε καὶ Αἰγάς. ὁ δὲ κατὰ τὴν Κιλικίαν Ἀναβάτης αὐστηρός τε ἅμα καὶ γλυκύς ἐστιν, ἐξ ἐναντίων ποιοτήτων συγκείμενος· διὸ καὶ μοχθηρὸς ὑπάρχει, μήτ᾿ ἀναδιδόμενος μήθ᾿ ὑπερχόμενος, ἀλλ᾿ ἐπὶ πλέον τε παραμένων τῇ ἄνω γαστρὶ καὶ πνευματῶν αὐτήν. ὅ γε μὴν ἄνευ τοῦ γλυκὺς εἶναι μέλας οἶνος αὐστηρὸς εἰς τὰ κατὰ τὴν γαστέρα χρήσιμος, ὅταν ἤτοι πλείω τοῦ προσήκοντος ὑπέρχηται κατ᾿ αὐτὴν, ἢ ξυσματώδη· τηνικαῦτα γὰρ ἐπιτήδειός ἐστιν, ὥσπερ γε καὶ ὁ λευκὸς οἶνος ὁ αὐστηρὸς, ὅσα
φησι καὶ τῶν οὔρων ἐπεχομένων, διὰ τὸ πάχος δηλονότι καὶ τὴν στύψιν.
8. Προξυνιέναι δὲ δεῖ ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ τὴν κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος ᾖ· τὰ δὲ κατ᾿ ἔντερον καὶ μᾶλλον ὀνήσει, ἢν ἀκρητέστερος ᾖ.
Ὁ ἀκρατέστερος οἶνος, ὡς εἴρηκε, τοῖς κατ᾿ ἔντερον μᾶλλον ἐπιτήδειός ἐστιν· εἰκότως οὖν ὀνίνησιν αὐτὰ τῷ λόγῳ τῆς στύψεως, δι᾿ ἣν καὶ τὸ βοηθεῖν ὅλως εἶχεν· ἀλλὰ ταύτην γε τὴν στύψιν ἐκλύει κεραννύμενος ὑδαρὴς καὶ διὰ τοῦτο ἧττον ὀνίνησιν αὐτά. καθάπερ δὲ ταῦτα μᾶλλον ὀνίνησιν τῷ λόγῳ τῆς στύψεως, ὅταν ἀκρατέστερος ᾖ, οὕτω τὰ κατὰ θώρακα καὶ κεφαλὴν μᾶλλον βλάπτει· ταῦτα δ᾿ ἐστὶν ἃ ἐδήλωσεν εἰπὼν, τὰ μὲν ἄνω βλάπτει πάντα. βλάπτει δὲ καὶ τὰ δεόμενα δι᾿ οὔρων ἐκκαθαίρεσθαι τὰ σώματα· πασῶν γὰρ τῶν ἐκκρίσεων ἐφεκτικός ἐστιν ὁ αὐστηρὸς
θαυμασιώτερον, ὅτι καὶ κατ᾿ Αἴγυπτον· παχεῖς γὰρ οἶνοι καὶ ὀσμὴν ἔχοντες καὶ ἰσχυροὶ σφόδρα ἐν τοῖς θερμοῖς χωρίοις γεννῶνται· κατὰ δὲ τὴν Ἰταλίαν καὶ Βιθυνίαν καὶ τὴν Ἀσίαν θαυμαστὸν οὐδέν ἐστι πολλοὺς ὑδατώδεις γίνεσθαι. ζητήσαι δ᾿ ἄν τις διὰ τί παρέλιπεν ὁ Ἱπποκράτης ἰδίᾳ περὶ τῶν τοιούτων οἴνων ἐν τῷ διηνυσμένῳ λόγῳ, καίτοι γε ἀλυποτέρων ὄντων τοῖς πυρέττουσιν ἤπερ οἱ ἄλλοι πάντες. οὐδὲ γὰρ οὐδὲ τοῦτ᾿ ἔστιν εἰπεῖν, ὡς ἠγνόει τὸν τοιοῦτον οἶνον· αὐτὸς γοῦν ὀλίγον ὕστερον ἐν τῷ τοῦ μελικράτου λόγῳ τάδε γράφει· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου, ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ καὶ ἀσθενέστερον· ταῦτ᾿ εἶπε παραβάλλων τὸ μελίκρατον οἴνῳ λεπτῷ καὶ ὀλιγοφόρῳ, τουτέστιν ὀλίγον ὕδωρ φέροντι καὶ ἀνόσμῳ. σαφῶς γοῦν καὶ ἀκριβῶς εἰπὼν τὰ γνωρίσματα τοῦ οἰνώδους οἴνου καὶ διελθὼν ὡς καὶ κεφαλῆς ἅπτοιτο καὶ φρενῶν, ἱκανὴν ἐνόμισεν εἶναι καὶ περὶ τοῦ ἐναντίου αὐτῷ τοῦ ὑδατώδους τὴν διδασκαλίαν, ἡμῶν δυναμένων λογίσασθαι τὰ ἐναντία ὑπάρχειν αὐτῷ.
9. Μελίκρητον δὲ πινόμενον διὰ πάσης τῆς νούσου ἐν τῇσιν ὀξείῃσι νούσοισι, τὸ ἐπίπαν μὲν τοῖς πικροχόλοισι καὶ μεγαλοσπλάγχνοισιν ἧσσον ἐπιτήδειον ἢ τοῖσι μὴ τοιούτοισίν ἐστι.
Τὸ διὰ πάσης τῆς νόσου δηλωτικόν ἐστι τοῦ τὸν λόγον αὐτῷ γίγνεσθαι περὶ τῶν νοσημάτων ἐκείνων, ἐφ᾿ ὧν ἐδίδαξεν ἀνεπιτήδειον εἶναι τρέφειν χυλῷ, πρὸ τοῦ τὴν ἀκμὴν τῆς νόσου παρελθεῖν. εἰ γὰρ μήτε τῶν κατὰ θώρακα καὶ πνεύμονά τι νοσημάτων εἴη, πυρέττοντος τοῦ κάμνοντος ὀξέως, ἥ τε δύναμις ἰσχυρὰ καὶ παραιτέρω τῆς πέμπτης ἡ νόσος οὐ μέλλει γενήσεσθαι, μελίκρατον αὔταρκές ἐστι μόνον πινόμενον ἐξαρκέσαι ποιῆσαι τὸν κάμνοντα. τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐπιτηδειότατόν ἐστιν ἐπὶ τοῖς τοιούτοις νοσήμασι τὸ μελίκρατον, ἦττον δὲ τοῖς πικροχόλοις ὠφέλιμον· ἐκχολοῦται γὰρ ἐν αὐτοῖς, ἐὰν μὴ φθάσῃ διεξελθεῖν ἢ κατ᾿ ἔντερον ἢ κύστιν, ὡς εἴ γε διεξέλθοι, πρὸς τῷ
μὴ βλάψαι μηδὲν ὀνίνησι μέγιστα, συνυπάγεται γὰρ αὐτῷ χολώδη περιττώματα. συνεδείξατο γοῦν τῷ λόγῳ τῷδε καὶ περὶ τῆς κράσεως αὐτοῦ· συμφέρει γὰρ αὑτοῦ ὑδαρέστερον ἐπὶ τῶν τοιούτων φύσεων δίδοσθαι τὸ μελίκρατον, ὅπως μήτε διψῶδες εἴη μήτε χολοποιόν. ὥσπερ δὲ τοῖς πικροχόλοις, οὕτως καὶ τοῖς μεγαλοσπλάγχνοις οὐκ ἐπιτήδειον εἶναί φησιν αὐτό· μεγαλοσπλάγχνους δὲ νῦν εἶπεν οὐχ οἷς φύσει μεγάλα σπλάγχνα εἰσὶν, ἀλλ᾿ οἷς κατά τι πάθος εἰς ὄγκον ᾔρθη σκιῤῥούμενα καὶ φλεγμαίνοντα καὶ οἰδισκόμενα. μοχθηρὸν γὰρ ἐν τούτοις γίγνεται, μὴ δυνάμενόν γε διεξέρχεσθαι ταχέως αὐτὰ, ἐκχολούμενόν τε ῥᾳδίως καὶ μάλιστα ἐν ταῖς φλεγμοναῖς διὰ πλῆθος τῆς θερμασίας, ὡς ἔν γε τοῖς ἄλλοις παρὰ φύσιν ὄγκοις ἧττόν ἐστι βλαβερόν.
10. Διψῶδές γε μὴν ἧσσον τοῦ γλυκέος οἴνου. πνεύμονός τε γὰρ μαλθακτικόν ἐστι καὶ πτυέλου ἀναγωγὸν μετρίως καὶ βηχὸς
παρηγορικόν· ἔχει γὰρ σμηγματῶδές τι ὃ μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον.
Διὰ τί μὲν ἧττον οἴνου ἐστὶ γλυκέος διψῶδες ἔμπροσθεν εἴρηταί μοι, δεικνύντι καθ᾿ ὅσον μέν εἰσιν ἄμφω γλυκέα, κατὰ τοσοῦτον ἐκχολοῦσθαι ῥᾳδίως αὐτά· καθ᾿ ὅσον δὲ λεπτότερόν τ᾿ ἐστὶ καὶ ποριμώτερον, ὡς ἰέναι πάντῃ, τὸ μελίκρατον, κατὰ τοῦτο ἧττον αὐτοῦ γίνεσθαι διψῶδες· ὡς εἴ γέ ποτε κατὰ τὴν γαστέρα μείνῃ χρόνῳ πλείονι καὶ αὐτὸ διψῶδες οὐχ ἧτον ἔσται τοῦ γλυκέος οἴνου. τουτὶ μὲν αὐτὸ σπανίως συμβαίνει· τὸ δὲ θᾶττον οἴνου γλυκέος διεξέρχεσθαι τὴν γαστέρα καὶ τὸ ἔντερον ἅπαν, ἔτι δὲ καὶ τὸ ἧπαρ ἄχρι νεφρῶν καὶ κύστεως οὐ σπανίως, ἀλλὰ διὰ παντὸς ὑπάρχει τῷ μελικράτῳ. διὰ ταῦτα μὲν οὖν ἧττόν ἐστι διψῶδες τοῦ γλυκέος οἴνου· ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως εἶπεν, ἀλλ᾿ ἑτέρως ταὐτὸν ἐνδειξάμενος αὐτοῦ τὴν δύναμιν ἐξ ὧν ἐργάζεται κατὰ τὸν πνεύμονα· δῆλον γὰρ ὡς οὐκ ἂν εἰργάζετο ταῦτα, μὴ διεξερχόμενόν γε καὶ διαῤῥύπτον αὐτοῦ τὰς ὁδούς. πτυέλου δ᾿ ἀναγωγὸν
πρὸς τὸ καλῶς ἀναπτυσθῆναι τμητικῆς τε καὶ σμηκτικῆς δυνάμεως, ἥτις καὶ ἀποῤῥύψει τε τοῦ ὑπεζωκότος αὐτὸ καὶ διατέμνει καὶ λεπτύνει· μεταληφθῆναι γὰρ ἄλλως ἀδύνατόν ἐστι τὸ τοιοῦτον, διὰ τοῦ περιέχοντος ὑμένος τὸ σπλάγχνον ἐς τὰ βρογχία τοῦ πνεύμονος. οὐ καλῶς οὖν ἐχρήσατο τῇ λέξει, προσθεὶς τῷ, ἔχει γὰρ σμηγματῶδές τι, τὸ ἐφεξῆς εἰρημένον, ὃ μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον· ἄμεινον γὰρ ἦν εἰπεῖν, ἔχει γὰρ σμηγματῶδές τι βραχὺ τὸ μελίκρατον, ὃ μᾶλλον τοῦ μετρίου πολλάκις ἐπιτρέπει τῷ πτυέλῳ καταγλισχραίνεσθαι. οὐ γὰρ διὰ τὸ μελίκρατον συμβαίνει τῷ πτυέλῳ καταγλισχραίνεσθαι, ἀλλὰ τοῦτο μὲν οἰκεῖον ὑπάρχει τῷ γε τοιούτῳ πτυέλῳ, τὸ μελίκρατον δὲ οὐδὲν ὀνίνησιν, ἀλλὰ διαμένειν ἐᾷ τὴν τοιαύτην φύσιν τοῦ περιττώματος. διὰ τοῦτ᾿ οὖν ἄμεινον ἦν εἰπεῖν μηδὲν ὀνίνασθαι τὸ γλίσχρον πτύελον, οὐ γίγνεσθαι τοιοῦτο ὑπὸ τοῦ μελικράτου· τὸ γὰρ καταγλισχραίνειν τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἔμφασιν ἔχει τοῦ γίνεσθαι τοιοῦτον ὑπὸ τοῦ μελικράτου τὸ πτύελον.
11. Ἔστι δὲ καὶ οὐρητικὸν τὸ μελίκρητον ἱκανῶς, ἢν μή τι τῶν ἀπὸ σπλάγχνων κωλύῃ.
Λέλεκταί μοι καὶ πρόσθεν ὅτι τῷ διεξέρχεσθαι ῥᾳδίως ἁπάσας τὰς μεταξὺ κοιλίας τε καὶ νεφρῶν ὁδοὺς, οὐρητικόν ἐστι τὸ μελίκρατον· ἐδείχθη δὲ καὶ ὅτι κακοπραγοῦντος τοῦ ἥπατος οὐ προσήκει πίνειν αὐτὸ, βλάπτει δὲ καὶ σπλῆνα φλεγμαίνοντα, καὶ πολὺ δὴ μᾶλλον ἔντερά τε καὶ γαστέρα, ταχέως γὰρ ἐκπυρούμενον ὑπὸ τῆς κατὰ τὴν φλεγμονὴν θερμασίας εἰς χολὴν μεταβάλλει. τάχα γὰρ διὰ τὴν γλυκύτητα χαίρει τὰ σπλάγχνα τῷ μέλιτι, καθάπερ καὶ ἡ γαστὴρ, ὥστε θᾶττόν τε καὶ ἀθροώτερον ἐπισπᾶσθαι· καὶ γὰρ οὖν καὶ τἄλλα γλυκέα ταὐτὸν ἔχειν τούτῳ λογίσαιτ᾿ ἄν τις ὥσπερ πρὸς τὴν κοιλίαν, οὕτω καὶ πρὸς τὰ σπλάγχνα πεπονθέναι. φανεῖται δ᾿ ἡ γαστὴρ ἥδεσθαι τούτοις· καὶ γὰρ μετὰ τὸ καταπιεῖν αὐτὰ, φανερῶς πώς ἐστιν ἡδομένη πρὸς τῶν εἰλημμένων, ὥσπερ αὖ πάλιν ἀνιωμένη
τέ ἐστι καὶ φλεγμαίνει, μεταβάλλειν ἐστὶ τὸ χολῶδες αὐτό. ὁρᾶται γοῦν καὶ τὰ καλούμενα συκωτὰ διὰ τῆς τῶν ἰσχάδων ἐδωδῆς, μέγιστά τε καὶ ἥδιστα γιγνόμενα, προφανῶς τοῦ ἥπατος εὐτροφοῦντος ἐπὶ τῇ τῶν γλυκέων ἐδωδῇ· ἀλλ᾿ ἐν ταῖς φλεγμοναῖς τε καὶ τοῖς πυρετοῖς οὐκ εἰς εὐτροφίαν, ἀλλ᾿ εἰς χολῆς γένεσιν, ἡ τῶν τοιούτων προσφορὰ μεταβάλλεται, τοῦ μὲν πυρετώδους θερμοῦ πλεονάζοντος, ἐλλείποντος δὲ τοῦ κατὰ φύσιν, ὅπερ εὔκρατον ἦν.
12. Καὶ διαχωρητικώτερον δὲ κάτω τῶν χολωδέων, ἔστι μὲν ὅτε καλῶν, ἔστι δ᾿ ὅτε κατακορεστέρων μᾶλλον τοῦ καιροῦ καὶ ἀφρωδεστέρων, μᾶλλον δὲ τὸ τοιοῦτον τοῖσι χολώδεσί τε καὶ μεγαλοσπλάγχνοισι γίνεται.
Ἀναμνησθῶμεν τῆς προειρημένης λέξεως, ἐν ᾗ παραβάλλων οἴνῳ γλυκεῖ τὸ μελίκρατον ἔλεγε, διψῶδές γε μὴν ἧσσον τοῦ γλυκέος οἴνου· καὶ νῦν οὖν πρὸς ἐκεῖνον εἶπε
κατά τι τῶν σπλάγχνων. τὸ γάρ τοι κοινὸν ὄνομα νῦν ἴδιον ἐγένετο τῶν φλεγμαινόντων· οὐ γὰρ δὴ διὰ σκίῤῥον γε ἢ οἴδημα πυρετὸς ἐξάπτεται. πρόδηλον οὖν ὅτι κατὰ τὰς ὀξείας νόσους, ὑπὲρ ὧν ὁ λόγος αὐτῷ ἐστιν, ὅταν ὄγκος ἐν σπλάγχνοις γένηται, φλεγμονῆς ἐστιν, οὐκ οἰδήματος ἢ σκίῤῥου τὸ σύμπτωμα· καὶ τούτους νῦν ὠνόμασε μεγαλοσπλάγχνους.
13. Πτυέλου μὲν οὖν ἀναγωγὴν καὶ πνεύμονος μάλθαξιν τὸ ὑδαρέστερον μελίκρητον ποιέει μᾶλλον· τὰ μέντοι ἀφρώδεα διαχωρήματα καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα καὶ μᾶλλον θερμὰ τὸ ἄκρητον μᾶλλον τοῦ ὑδαρέος ἄγει.
Λέλεκται καὶ πρόσθεν ὡς ἐκχολουμένου τοῦ μέλιτος ἐν ταῖς ὀξείαις νόσοις καὶ κατὰ τοῦτο βλάπτοντος ἡμᾶς, βραδυπόρου δ᾿ ὄντος τοῦ ὕδατος καὶ μένοντος ἐπὶ πλεῖστον
τὴν χρῆσιν αὐτοῦ. δηλοῖ δ᾿ ἐκ τοῦ προσθεῖναι καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα· τὸ γὰρ μᾶλλον τοῦ καιροῦ σύνηθες αὐτῷ λέγειν ἀντὶ τοῦ μᾶλλον τοῦ προσήκοντος. τὸ δὲ ἀφρῶδες διαχώρημα καὶ κατὰ τὸ προγνωστικὸν ἐμέμψατο· καὶ τὰ κατακορέως δὲ, τουτέστιν ἀκράτως χολώδη, μοχθηρά· χρὴ γὰρ οὐ κατακορέως, οὐδ᾿ ἀκράτως, ἀλλὰ μετρίως αὐτὰ τοιαῦτα εἶναι. μεμνημένος οὖν καὶ σὺ τούτων, ὅταν ἤτοι μελικράτου ποθέντος ἢ καὶ χωρὶς αὐτοῦ διαχωρεῖ τις ἀφρώδη τε ἅμα καὶ κατακορέως χολώδη, συντηκτικὸν εἶναι τὸν πυρετὸν ἴσθι καὶ διὰ τοῦτο ἀφίστασο τῆς τοῦ μελικράτου χρήσεως, ἐπὶ δὲ τὸν τῆς πτισάνης ἧκε χυλὸν, ἐπιτηρῶν ἰδεῖν τι γνώρισμα κᾂν βραχὺ, διὰ τῶν οὔρων, τῆς τοῦ νοσήματος πέψεως· ἐν ἐκείνῳ γὰρ τῷ καιρῷ διδοὺς καὶ τὸ ψυχρὸν ὕδωρ ὀνήσεις μέγιστα.
14. Τὸ δὲ τοιοῦτον διαχώρημα ἔχει μὲν καὶ ἄλλα σίνεα μεγάλα (οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβέννυσιν, ἀλλ᾿ ὁρμᾷ·
δυσφορίην τε καὶ ῥιπτασμὸν τῶν μελέων ποιέει) ἑλκῶδες δ᾿ ἐστι καὶ ἐντέρου καὶ ἕδρης· ἀλεξητήρια δὲ τουτέων γεγράψεται.
Σύνηθες αὐτῷ τὰς βλάβας σίνεα λέγειν, ὡς κᾀν τῷ περὶ ἀγμῶν καὶ ἄρθρων ἐδείχθη· καὶ γάρτοι σίνειν λέγουσιν οἱ Ἴωνες ἀντὶ τοῦ βλάπτειν· ἀλλὰ καὶ τὰ βλαβερὰ σινόμορα πολλάκις αὐτὸς ὠνόμασε. μεγάλας οὖν βλάβας ἔχειν φησὶ τὸ προειρημένον διαχώρημα, τουτέστι τὸ κατακορὲς χολῶδες ἅμα τῷ καὶ ἀφρῶδες εἶναι. σύνηθες δ᾿ αὐτῷ πολλάκις ἐπὶ τῶν σημείων χρῆσθαι ταῖς τῶν αἰτίων τε καὶ βλαπτομένων σωμάτων φωναῖς· τὸ γοῦν τοιόνδε διαχώρημα κάλλιον ἦν εἰπεῖν σημαίνειν, ἀλλ᾿ ἔχειν εἶπε· καίτοι τὰ μὲν πεπονθότα σώματα τὰς βλάβας ἴσχει, τὰ δ᾿ αἴτια ποιεῖ, τὰ δὲ σημεῖα δηλοῖ. τίνα γε μήν ἐστιν ἃ συμβαίνει πρὸς τῶν εἰρημένων διαχωρημάτων σίνεα, παρ᾿ αὐτοῦ ἄκουε λέγοντος· οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβέννυσιν, ἀλλ᾿
ὅσα τε ἐν τοῖς περὶ νόσων ἢ περὶ παθῶν γέγραπται, κατὰ τὴν ἐξήγησιν αὐτῶν ἐπισκεψόμεθα.
15. Ἄνευ μὲν οὖν ῥοφημάτων μελικρήτῳ χρεόμενος ἀντ᾿ ἄλλου ποτοῦ ἐν ταύτῃσι τῇσι νούσοισι, πολλὰ ἂν εὐτυχοίης καὶ οὐκ ἂν πολλὰ ἀτυχοίης· οἷσι δὲ δοτέον καὶ οἷσιν οὐ δοτέον, τὰ μέγιστα εἴρηται, καὶ δι᾿ ἃ οὐ δοτέον.
Ἐδήλωσε καὶ νῦν σαφέστατα, μέχρι τοῦ κριθῆναι τὸ νόσημα, μελικράτῳ μόνῳ χρῆσθαι συμβουλεύων. ἐν μόνοις γὰρ τοῖς συντηκτικοῖς νοσήμασιν, ἢ ἐφ᾿ ὧν ἀνθρώπων ἀδύνατόν ἐστιν ἐξαρκέσαι τὴν δύναμιν ἄχρι τῆς κρίσεως, ἐπὶ τὸν χυλὸν ἀφιξόμεθα· τὰ δ᾿ ἄλλα βέλτιον ἐπὶ μελικράτου μόνου διαιτᾷν.
16. Κατέγνωσται δὲ μελίκρητον ὑπὸ τῶν ἀνθρώπων, ὡς καταγυιοῖ τοὺς πίνοντας καὶ διὰ τοῦτο ταχυθάνατον εἶναι νενόμισται. ἐκλήθη δὲ τοῦτο διὰ τοὺς ἀποκαρτερέοντας· ἔνιοι γὰρ μελικρήτῳ μόνῳ χρέονται ποτῷ, ὡς τοιοῦδε δῆθεν ἐόντος.
Οὐ ταὐτόν ἐστι καταγυιοῦσθαί τε λέγειν ὑπὸ μελικράτου καὶ μηδ᾿ ὅλως τρέφειν ἢ ὀλιγότροφον εἶναι τὸ μελίκρατον, ἀλλ᾿ ἐπεὶ τρία ταῦτα πράγματα διαφέροντα ἀλλήλων ἐστί. τὰ μὲν γὰρ καθαιροῦντα τὴν δύναμιν, ὡς αἱμοῤῥαγία καὶ διαχώρησις πολλὴ καὶ ἱδρὼς ἄμετρός τε καὶ κατά τι συμβεβηκὸς ἀσιτία, καταγυιοῦν εἰκότως ἂν λέγοιτο· τὰ δὲ μηδ᾿ ὅλως τρέφοντα, καθάπερ τὸ ὕδωρ οὔτε καταγυιοῦν, οὔτε ῥωννύναι τὴν δύναμιν ἀληθῶς ἄν τις εἴποι, πλὴν κατὰ συμβεβηκὸς ἐνίοτε· τὸ γὰρ ὕδωρ οὐχ ὡς τροφὴ τὴν δύναμιν ἀνακτᾶται τῶν καμνόντων, ἀλλ᾿ ὡς φάρμακον εἰς συμμετρίαν κράσεως ἄγον τὰ διὰ τὴν ἀμετρίαν αὐτῆς ἀῤῥωστοῦντα.
τρίτα πρὸς τούτοις τὰ βραχέως τρέφοντα· καὶ δύναιτο μὲν ἄν τις μόνοις αὐτοῖς χρώμενος ἀποθανεῖν, οὐ μὴν ὡς καθαιροῦσι τὴν δύναμιν, ἀλλ᾿ ὡς οὐχ ἱκανῶς ῥωννύουσιν. ἐκ τούτων οὖν ἐστι καὶ τὸ μελίκρατον· εἰ γάρ τις ἐν τέσσαρσιν ἡμέραις ἀσιτήσας ἀποθνήσκειν μέλλῃ, δύναιτ᾿ ἂν οὗτος μελικράτῳ χρώμενος οὐ μόνον εἰς τὴν ε΄, ἀλλὰ καὶ εἰς τὴν στ΄ ἀφικέσθαι. ὁ δ᾿ αὐτὸς λόγος καὶ περὶ τοῦ μέλιτος· ἡ γὰρ τούτου φύσις ἐστὶν ἡ καὶ τὸ μελίκρατον ἐκ τῶν βραχέως τρεφόντων ἐργαζομένη· τὴν γὰρ ὑγρασίαν τῆς τροφῆς ὄχημα καὶ οὐ τροφὴν οὐ μόνος ὁ Ἱπποκράτης, ἀλλὰ καὶ σχεδὸν ἅπαντες οἱ ἄριστοι τῶν ἰατρῶν ἀπεφήναντο. ταῦτ᾿ οὖν αὐτὰ τὰ νῦν εἰρημένα ὁ Ἱπποκράτης ἔγραψε περὶ μελικράτου καὶ μέλιτος οὐκ ἀσαφῶς διὰ τῶν ἑξῆς.
17. Τὸ δ᾿ οὐ παντάπασιν ὧδε ἔχει, ἀλλ᾿ ὕδατος μὲν
πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, ἢν μὴ ἐκταράσσῃ τὴν κοιλίην.
Οὐ γὰρ παντάπασιν ἀληθές ἐστι τὸ διὰ τὸ μελίκρατον ἀποθνήσκειν τοὺς ἀποκαρτεροῦντας· ἀπέθανον γὰρ ἂν, εἰ καὶ μόνον ὕδωρ ἔπινον, ἀλλ᾿ ὅτι βραχεῖαν τροφὴν δίδωσι τῷ σώματι, διὰ τοῦτο μόνον μὲν ὂν οὐχ ἱκανόν ἐστι διαφυλάττειν τὴν ζωὴν, ὥσπερ καὶ χυλῷ πτισάνης, εἴ τις ἐθέλοι ῥοφεῖν μόνης εἰσαεί. ἀλλ᾿ ὕδατος μὲν πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, εἰ μὴ ἐκταράσσει τὴν κοιλίην. ἐνδείκνυσθαι δοκεῖ διὰ τῆς ἰσχυρότερον φωνῆς ὅτι ἔχειν τι καὶ τὸ ὕδωρ δύναται εἰς τὸ τρέφειν· ἐγχωρεῖ δὲ διὰ τὸ τὴν ξηρότητα τοῦ σώματος τῆς γαστρὸς ἐπιτέγγεσθαι, διαρκεῖν ἐπὶ πλεῖον τοὺς πίνοντας ὕδωρ τῶν μηδ᾿ ὅλως προσφερομένων. ἀσφαλῶς δὲ προσέθηκεν, εἰ μὴ ταράσσει τὴν κοιλίαν, ἐπὶ τοῦ μελικράτου τὸν λόγον ποιούμενος· ἐκείνους γὰρ δεόντως καὶ χείρονας ἑαυτῶν ἐργάζεται διὰ τὴν κένωσιν, οἶς ταράσσει τὴν κοιλίαν· ἅμα καὶ τοῦ
ταράττειν ῥήματος οὐ τὴν σύμμετρον ὑποχώρησιν, ἀλλὰ τὴν πλεονάζουσαν δηλοῦντος. εἰδέναι μέντοι χρὴ τὸ μὲν ὠμὸν μελίκρατον ὑπακτικώτερον εἶναι, τὸ δὲ καλῶς ἡψημένον τροφιμώτερον· ἀλλὰ τοῦτο μὲν ἐγνώσθω σοι κατὰ τὸ πάρεργον, ἴδωμεν δὲ ἃ ἑξῆς γράφει παραβάλλων οἴνῳ μελίκρατον.
18. Ἀτὰρ καὶ οἴνου λευκοῦ καὶ λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερόν ἐστιν, ᾗ δὲ ἀσθενέστερον.
Ἔνιοι χωρὶς τοῦ ἐστὶ γράφουσι τὴν ῥῆσιν οὕτως· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερον, ᾗ δὲ ἀσθενέστερον. ἔνιοι δὲ ἀντὶ τοῦ ᾗ τὸ ἐνίῃ γράφουσιν οὕτως· ἀτὰρ καὶ οἴνου ὀλιγοφόρου καὶ λεπτοῦ καὶ ἀνόσμου ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον. ἐξ ἁπάντων γε μὴν ἡ αὐτὴ δηλοῦται δύναμις καὶ ἔννοια, κατά τι μὲν λέγοντος ἰσχυρότερον εἶναι τὸ μελίκρατον τοῦ τοιούτου οἴνου, κατά τι δὲ ἀσθενέστερον. ἐγὼ μὲν οὖν
καὶ θερμῆς οὐσίας προσειληφὸς, ἢ μετειληφὸς, εἴς τε τὴν τούτων ἕνωσιν ὀλιγίστης κατεργασίας δεηθείς. ὁ δ᾿ ἐναντίος οἰνώδης τε καὶ πολυφόρος οὔθ᾿ ὑπὸ βραχείας κατεργασίας γίγνεται τοιοῦτος, ὡς ἂν ἐπὶ πλεῖστον ἀφιστάμενος ὕδατος, ἀξιόλογον δὲ διὰ τοῦτ᾿ αὐτὸ τὴν θερμασίαν καὶ τὴν ὀδμὴν ἐπικτᾶται.
19. Μέγα μὴν διαφέρει καὶ οἴνου καὶ μέλιτος ἀκρητότης ἐς ἰσχὺν ἀμφοῖν. ὅμως τοίνυν εἰ καὶ διπλάσιον μέτρον οἴνου ἀκρήτου πίνοι τις ἢ ὁκόσον μέλι ἐκλείχοι, πολλῷ ἂν δήπου ἰσχυρότερος εἴη ὑπὸ τοῦ μέλιτος, μοῦνον εἰ μὴ ταράσσοι τὴν κοιλίην· πολλαπλάσιον γὰρ καὶ τὸ κόπριον διεξίοι ἂν αὐτέῳ.
Εἰ μελικράτου ἐλέλεκτο καὶ μὴ μέλιτος, ἦν ἂν σαφέστερον· ὁ γάρ τοι λόγος ἦν αὐτῷ μέχρι δεῦρο περὶ μελικράτου καὶ τοῦτο παρέβαλεν οἴνῳ κεκραμένῳ, δηλονότι μεθ᾿
πλείων ἡ ἐκ μελικράτου θρέψις ἤπερ ἡ ἐξ οἴνου γιγνομένη. εἰ γὰρ καὶ κόπρου πολλαπλασίου διεξιόντος, ὅμως ὁ κάμνων ἐξαρκεῖ πλείοσιν ἡμέραις ἐπὶ τῷ μελικράτῳ, δυνατώτερον δηλονότι πρὸς τὴν θρέψιν οἴνου φαίνεται τὸ μέλι.
20. Εἰ μέντοι ῥοφήματι χρέοιτο πτισάνῃ, ἐπιπίνοι δὲ μελίκρητον, ἄγαν πλησμονῶδες ἂν εἴη καὶ φυσῶδες καὶ τοῖσι κατὰ τὰ ὑποχόνδρια σπλάγχνοισιν ἀσύμφορον· προπινόμενον μέντοι πρὸ ῥοφημάτων μελίκρητον οὐ βλάπτει ὡς ἐπιπινόμενον, ἀλλὰ τι καὶ ὠφελέει.
Περὶ τῆς τάξεως ὁ λόγος αὐτῷ, ᾗ κάλλιστ᾿ ἄν τις χρῷτο τῷ μελικράτῳ τε καὶ πτισάνῃ. κοινὸς δὲ ἔστω σοι λόγος καὶ οὗτος, ὡς ἐπὶ παραδείγματος ἑνὸς διδασκόμενος μελικράτου τε καὶ πτισάνης· ἀεὶ γὰρ χρὴ πρότερον μὲν προσφέρεσθαι τά τε ῥᾳδίως διαφθειρόμενα καὶ μᾶλλον ὑπιόντα, δεύτερα δὲ τὰ ἐναντία. πτισάνη δὲ μελικράτου δυσφθαρτότερον
καὶ ὑπέρχεται βράδιον. πρώτου μὲν οὖν τοῦ μελικράτου ληφθέντος οἷον ὑφήγησίς τις ἔξ αὐτοῦ γένοιτ᾿ ἂν τῇ πτισάνῃ τῆς διαχωρήσεως· εἰ δὲ πτισάνη πρώτη ληφθείη, κωλυόμενον ὑπιέναι τὸ μελίκρατον ἐμφυσήσει τε τὸ ὑποχόνδριον εἴς τε τὴν χολὴν μεταβληθὲν ἐν τῷ χρόνῳ καὶ τῇ πτισάνῃ τι λυμανεῖται.
21. Ἑφθὸν δὲ μελίκρητον ἐσιδεῖν μὲν πολλῷ κάλλιον τοῦ ὠμοῦ· λαμπρὸν γὰρ καὶ λεπτὸν καὶ λευκὸν καὶ διαφανὲς γίγνεται· ἀρετὴν δὲ ἥντινα αὐτέῳ προσθέω διαφέρουσάν τι τοῦ ὠμοῦ οὐκ ἔχω. οὔτε γὰρ ἥδιόν ἐστι τοῦ ὠμοῦ, ἢν τυγχάνοι γε τὸ μέλι καλὸν ἐόν· ἀσθενέστερον μέντοι γε τοῦ ὠμοῦ καὶ ἀκοπρωδέστερόν ἐστιν, ὧν οὐδετέρου ἐς τιμωρίην προσδέεται μελίκρητον. ἄγχιστα δὲ χρηστέον αὐτῷ τοιῷδε ἐόντι, ἢν τὸ μέλι τυγχάνοι πονηρὸν ἐὸν καὶ ἀκάθαρτον καὶ μέλαν καὶ μὴ εὐῶδες· ἀφέλοιτο γὰρ ἂν ἡ ἕψησις τῶν κακοτήτων αὐτοῦ τὰ πλέονα τοῦ αἴσχεος.
Διαφορὰς ὠμοῦ τε καὶ ἑφθοῦ μελικράτου διδάσκει καθ᾿ ὅλην τήνδε τὴν ῥῆσιν, δεῖται δ᾿ ὁ λόγος οὐδεμιᾶς ἐξηγήσεως.
22. Τὸ δ᾿ ὀξύμελι καλεόμενον ποτὸν πολλαχοῦ εὔχρηστον ἐν ταύτῃσι τῇσι νούσοισιν εὑρήσεις ἐόν· καὶ γὰρ πτυάλου ἀναγωγόν ἐστι καὶ εὔπνοον· καιροὺς μέντοι τοιούσδε ἔχει.
Τὸ καλούμενον καὶ τὸ καλεῖσθαι καὶ τὰ παραπλήσια τούτοις ἔμαθες αὐτὸν προστιθέντα ποτὲ μὲν ὡς οὐδέπω συνήθους ἅπασι τοῖς Ἕλλησι τῆσδε τῆς προσηγορίας οὔσης, ποτὲ δὲ ὡς ἀκύρως λεγομένης, ἐνίοτε δὲ ὡς ἐνδεικνυμένης τι τεχνικὸν, ὡς ἐπὶ τῶν κροταφιτῶν τε καὶ μασητήρων μυῶν ἐδιδάξαμεν. ἀλλ᾿ ὅτι μὲν οὐδὲν ἐνδείκνυται τεχνικὸν ἡ προσηγορία τοῦ ὀξυμέλιτος ἅπαντι δῆλον, ἀλλ᾿ ἤτοι μεμφόμενος ἢ ὡς οὐδέπω συνήθη, διὰ τῆς τοῦ καλεομένου ἐπεσημήνατο προσθήκης. ἐγχωρεῖ δ᾿ ἑκάτερα· ἴσως μὲν γὰρ
τῆς ὠφελείας, ἐπειδὴ καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἐδείχθη χρώμενος ἐνίοτε τῇ τοῦ καιροῦ προσηγορίᾳ.
23. Τὸ μὲν κάρτα ὀξὺ οὐδὲν ἂν μέσον ποιήσειεν πρὸς τὰ πτύελα τὰ μὴ ῥηϊδίως ἀνιόντα. εἰ γὰρ ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα καὶ ὄλισθον ἐμποιήσειε καὶ ὥσπερ εἰ διαπτερώσειε τὸν βρόγχον, παρηγορήσειε τὸν πνεύμονα, μαλθακτικὸν γὰρ αὐτέου· καὶ εἰ μὲν ταῦτα συγκυρήσειε, μεγάλην ἂν ὠφελείην ποιήσειεν· ἔστι δ᾿ ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτησε τῆς ἀναγωγῆς τοῦ πτυέλου, ἀλλὰ προσεγλίσχρηνέ τε καὶ ἔβλαψεν.
Ἐφ᾿ ὧν ἐστι χρεία τοῦ ὀξέος ὀξυμέλιτος, ἐπὶ τούτων διδάσκει τὴν ἐξ αὐτοῦ γιγνομένην ἐνίοτε βλάβην· ἐφ᾿ ὧν γὰρ ὅλως οὐδ᾿ ἂν χρήσαιτό τις ὀξεῖ τῷ τοιούτῳ φαρμάκῳ, περιττὸν τὸ καταλέγειν τὰς τοιαύτας βλάβας. οὐδὲ γὰρ οὐδ᾿ ἁπλῶς εἶπε περὶ ὀξέος ὀξυμέλιτος, ἀλλὰ καὶ κάρτα προσέθηκεν,
ὠφέλειαν ἐξ αὐτοῦ γιγνομένην, ἐνίοτε δὲ βλάβην· ὥστ᾿ ἀεὶ μέγα τι ποιεῖ καὶ οὐδέποτε μικρόν. ἐφ᾿ οὗ δὲ ἀληθὲς εἰπεῖν ἐστιν, ἀεί τι γίγνεσθαι κακὸν μέγα ἢ ἀγαθὸν, περὶ τούτου κάλλιον ἄν τις εἴποι καὶ μηδὲν μέσον ὑπ᾿ αὐτοῦ γίγνεσθαι.
24. Μάλιστα δὲ τοῦτο πάσχουσιν, οἵπερ καὶ ἄλλως ὀλέθριοί εἰσι καὶ ἀδύνατοι βήσσειν τε καὶ ἀποχρέμπτεσθαι τὰ ἐνεχόμενα.
Τὸ καταγλισχραίνεσθαι τὰ παχέα πτύελα, μηδὲν ὀνινάμενα τῇ προσφορᾷ τοῦ ὀξέος ὀξυμέλιτος, ἐκείνοις φησὶ συμβαίνειν, οἵπερ καὶ ἄλλως ὀλεθρίως ἔχουσι, τουτέστιν ἐφ᾿ ὧν ἄπεπτος ἱκανῶς ἐστιν ἡ νόσος· οὗτοι γὰρ οὐδὲν ἀναπτύουσιν.
25. Εἰς μὲν οὖν τόδε προστεκμαίρεσθαι χρὴ τὴν ῥώμην τοῦ κάμνοντος ἀνθρώπου· κᾒν ἐλπίδα ἔχῃ, διδόναι.
Ἐπειδὴ προείρηκεν ὑπὸ τοῦ ὀξέος ὀξυμέλιτος οὐδὲν ὀνίνασθαι τοὺς καὶ ἄλλως ὀλεθρίως ἔχοντας, ἔνιοι δὲ σπανίως ἐξ αὐτῶν σώζονται βοηθούμενοι, διὰ τοῦτο καὶ τὴν τούτου σπανίαν βοήθειαν οὐ παρέλιπεν· ἔστι δ᾿ αὕτη διὰ τοῦ ὀξέος ἱκανῶς ὀξυμέλιτος, ὅταν ὁ κάμνων ἰσχυρὸς ᾖ τὴν δύναμιν. ἄλλως γὰρ οὐδὲν ὀνίνησι τὸ τοιοῦτον ὀξύμελι, δυοῖν θάτερον ἐργασάμενον, ἢ μηδ᾿ ὅλως τεμὸν, ἀλλ᾿ ἐπιγλισχραῖνον τὰ γλίσχρα, ἢ τεμὸν καὶ ἀποῤῥύψαν, ἀθρόαν δὲ ἀναγωγὴν καὶ κένωσιν κινῆσαν, τῆς δυνάμεως μὴ φερούσης, ἀκολουθήσει πνιγῆναι τὸν ἄνθρωπον.
26. Διδόναι δὲ, ἢν δίδως, ἀκροχλίαρον καὶ κατ᾿ ὀλίγον τὸ τοιόνδε καὶ μὴ λάβρως.
Ἢν μηδὲν ἀναπτύῃ τι διὰ πάχος καὶ γλισχρότητα τῶν πτυσμάτων, οὐ μὴν ἀσθενῆ γε τὴν δύναμιν, ὀξύμελι κελεύει δίδοσθαι τὸ λίαν ὀξὺ, κατ᾿ ὀλίγον τε καὶ ἀκροχλίαρον, ὅπερ
ἐστὶν ἄκρως χλιαρόν (ἄκρως δὲ ἐστι χλιαρὸν ὅπερ ἂν ᾖ μέσον ἀκριβῶς τοῦ τε ψυχροῦ καὶ τοῦ θερμοῦ)· ἰσχυρὰν γὰρ ἔχον αὐτὸ τὴν δύναμιν εὐλαβεῖται πολὺ προσφέρειν εἰς ἅπαξ. ὡσαύτως δὲ καὶ τὸ ψυχρὸν ἐν θέρει διδόναι, καθάπερ ἔμπροσθεν ἐκέλευσεν, εὐλαβεῖται, διὰ τὸ τὰς μὲν ἀπτύστους πτυσμάτων πλευρίτιδας καὶ περιπνευμονίας ἀπέπτους εἶναι, τῇ πέψει δ᾿ ἀεὶ τὸ μὲν θερμὸν συντελεῖν, τὸ δὲ ψυχρὸν ἐναντιοῦσθαι. τί δήποτ᾿ οὖν καὶ τὸ θερμὸν ὀξύμελι φεύγει; ἢ ὅτι διὰ τὸ κακόηθες τοῦ νοσήματος, μή πως εὐθέως ἐν τῇ τοιαύτῃ προσφορᾷ τοῦ τοιούτου πόματος, αὐτὸ μὲν τὸ πάθος ἄπεπτον ἔτι διαμένῃ, συμβῇ δὲ τὸν ἄνθρωπον ὑπὸ τοῦ θερμοῦ ὀξυμέλιτος διψωδέστερον γίνεσθαι ἑαυτοῦ; δέδεικται δ᾿ ὅτι τὸ σύμπτωμα τοῦτο γλίσχρον ἐργάζεται πτύελον. ἀσφαλέστερον οὖν αὐτῷ δοκεῖ μετρίως χλιαρὸν εἶναι τὸ ὀξύμελι, φεύγοντι τοῦ θερμοῦ τὴν ἐνδεχομένην ἀκολουθῆσαι βλάβην, τοῦ δὲ ψυχροῦ τὴν ἔξ ἀνάγκης ἑπομένην.
27. Τὸ μέντοι ὀλίγον ἔποξυ ὀξύμελι ὑγραίνει μὲν τὸ στόμα καὶ φάρυγγα, ἀναγωγὸν δὲ πτυέλου ἐστὶ καὶ ἄδιψον· ὑποχονδρίῳ δὲ καὶ σπλάγχνοισι τοῖσι ταύτῃ εὐμενὲς καὶ τὰς ἀπὸ μέλιτος βλάβας ταύτῃ κωλύει· τὸ γὰρ ἐν μέλιτι χολῶδες κολάζεται.
Περὶ τοῦ λίαν ὀξέος ὀξυμέλιτος συμπληρώσας τὸν λόγον ἐπὶ τὸ μετρίως ὀξὺ μετέβη κατὰ τήνδε τὴν ῥῆσιν, ὑγραίνειν αὐτὸ λέγων τὸ στόμα καὶ φάρυγγα καὶ τῶν πτυέλων ἀναγωγὸν εἶναι καὶ ἄδιψον. ἅπαντα γὰρ ἔχον ὑφ᾿ ὧν ὠφελεῖσθαι πεφύκασιν αἱ τοιαῦται νόσοι, τῶν βλαπτόντων οὐδὲν ἔχει διὰ τὴν τῆς κράσεως ἀρετήν· ἐπειδὴ τοσοῦτον τῷ μελικράτῳ μέμικται τοῦ ὄξους, ὅσον ἱκανόν ἐστι τὸ χολῶδες ἐν αὐτῷ κολάσαι, τουτέστι καθελεῖν καὶ ταπεινῶσαι· δέδεικται γάρ σοι κατὰ τὸ τέταρτον γράμμα περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐναντιωτάτην δύναμιν ἔχειν ὁ γλυκὺς χυμὸς τῷ ὀξεῖ. τῆς οὖν τοῦ μελικράτου δυνάμεως
τὰ ἄλλα μὲν πάντα ἐχούσης, ὧν δεῖται τὰ τοιαῦτα νοσήματα, καθ᾿ ἓν δὲ μόνον ἐναντιουμένης αὐταῖς, ὅταν ὑπερθερμανθὲν ἐκχολωθῇ, τὴν τοιαύτην αὐτοῦ μεταβολὴν ἡ τοῦ ὄξους μίξις κωλύουσα κάλλιστον ἐργάζεται φάρμακον. ἄδιψόν τε γὰρ ἔσται καὶ διὰ τοῦτο καὶ τὰ πτύελα, τά γε μὴ παντάπασι παχέα καὶ γλίσχρα, ῥᾳδίως ἀνάξει· τούτοις δ᾿ ἀμφοτέροις αὐτοῖς ἔργοις ἕπεται καὶ ἡ τῶν κατὰ τὸ στόμα καὶ τὴν φάρυγγα μορίων ὑγρότης. ᾧ δὲ λόγῳ ταῦτα δρᾷ, τούτῳ δὴ καὶ σπληνὶ καὶ ἥπατι προσφορώτατόν ἐστι, διακαθαῖρον ἀλύπως τὰ σπλάγχνα.
28. Ἔστι δὲ καὶ φυσέων καταῤῥηκτικὸν καὶ ἐς οὔρησιν προτρεπτικόν.
Περὶ τοῦ μετρίως ὀξέος ὀξυμέλιτος ἔτι διαλεγόμενος εἴρηκε ταῦτα, πολλὴν δὲ τὴν χρῆσιν ἔχοντος ἐπὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα παθῶν, ἀξιολογωτάτην τε τὴν ὠφέλειον,
διὰ τὴν ἔμμετρον μίξιν ὕδατός τε καὶ ὄξους καὶ μέλιτος. τὸ γὰρ τοιοῦτον ὀξύμελι, τέμνον τε τὸ παχὺ καὶ φυσῶδες ἐν ὑποχονδρίῳ πνεῦμα καὶ καταῤῥηγνύον τὰς φύσας διακαθαῖρόν τε τὰς διεξόδους πάσας, ἐπ᾿ οὖρα ποδηγεῖ τοῖς ὀῤῥώδεσί τε καὶ χολώδεσι περιττώμασιν.
29. Ἐντέρου μέντοι τῷ κάτω μέρει πλαδαρώτερον καὶ ξύσματα ἐμποιέει.
Τὴν ὑπὲρ τὸ κατὰ φύσιν ἐγγινομένην ὑγρότητα τοῖς μορίοις ἴσμεν αὐτὸν ἀεὶ πλάδον ὀνομάζοντα· τοῦτ᾿ οὖν ἐργάζεται, φησὶ, τὸ ὀξύμελι, ξύον τε τῶν ἄνωθεν ὅσον ἐμπλάττεται παχέων χυμῶν ἢ γλίσχρων, τέμνον δὲ τοῦτο καὶ ὑπάγον πρὸς τὴν ἔκκρισιν. εὐπετεῖς δὲ κατὰ τοιαύτην τὴν δύναμιν ἐργάζεται καὶ τὰς ἐξ ἥπατος ἐπαγωγὰς τῶν περιττωμάτων, ὥστε πασῶν τῶν ἄνωθεν ὑγροτήτων ἀθροιζομένων ἐν τοῖς ἐντέροις καὶ μάλιστα τοῖς κάτω, διὰ μὲν τὸ πλῆθος
αὐτῶν τὸν πλάδον ἐγγίνεσθαι, διὰ δὲ τὴν ποιότητα ξύεσθαι τὸ ἔντερον. καὶ γὰρ τὸ ὀξύμελι ῥυπτικὴν ἔχον δύναμιν ἐν τῷ χρόνῳ ξύσειεν ἂν τὸ ἔντερον· καὶ τὸ συγκατερχόμενον αὐτῷ χολῶδες περίττωμα τὴν αὐτὴν ἔχον δύναμιν· ὅθεν καὶ χωρὶς ὀξυμέλιτος, ἢν πλεονάσαν ποτὲ τύχῃ, ξύει τὸ ἔντερον.
30. Ἔστι δ᾿ ὅτε καὶ φλαῦρον τοῦτο ἐν τῇσιν ὀξείῃσι νούσοισι γίνεται, μάλιστα μὲν ὅτι φῦσαν κωλύει περαιοῦσθαι, ἀλλὰ παλινδρομέειν ποιέει· ἔτι δὲ καὶ ἄλλως γυιοῖ καὶ τὰ ἀκρωτήρια ψύχει. ταύτην καὶ οἶδα μούνην βλάβην τὴν δι᾿ ὀξυμέλιτος γιγνομένην, ἥτις καὶ ἀξίη γραφῆς.
Τὸ ξυσθῆναι τὸ ἔντερον οὐκ ἀγαθόν ἐστιν ἐνίοτε κατὰ τὰς ὀξείας νόσους· ἕλκωσις γάρ τις ἐπιπολῆς ἐστιν ἡ ξυσματώδης διάθεσις. οὖσα δὲ τοιαύτη λυπεῖται πρὸς ἁπάντων
ἐδίδαξεν ὁ λόγος ὀλίγον ἔμπροσθεν ἁπάσας τὰς ἐκ μελικράτου καὶ οἴνου καὶ ὕδατος βλάβας ἐκπεφευγὸς τὸ μετρίως κεκραμένον ὀξύμελι· μόνον οὖν ὅταν βλάπτῃ τοῦτο, βλάπτει τῷ ξύειν τὸ ἔντερον· ἐργάζεται δὲ τοῦτό ποτε τοῖς ἀσθενεστέραν ἔχουσι φύσιν καὶ παθεῖν ἐπιτήδειον τὸ ἔντερον.
31. Ὀλίγον δὲ τὸ τοιόνδε ποτὸν νυκτὸς μὲν καὶ νήστει πρὸ ῥοφήματος ἐπιτήδειον πίνεσθαι· ἀτὰρ καὶ ὁκόταν πολὺ μετὰ ῥοφήματος ᾖ, οὐδὲν κωλύει πίνειν.
Τὴν δύναμιν ἣν ἔχει διελθὼν, ἐπὶ τὸν τοῦ καιροῦ λόγον, ἐν ᾧ μάλιστ᾿ ἄν τις αὐτὸ προσφέροιτο, νῦν ἀφίκετο, πότε μάλιστ᾿ ἄν τις ὀξυμέλιτι χρῷτο τῶν ἐπὶ ῥοφήμασι διαιτωμένων· ἐφεξῆς δ᾿ εἰ καὶ μὴ ῥοφήμασιν, ἀλλ᾿ ἐπὶ τῷ ποτῷ μόνον διαιτώμενός τις εἴη καὶ τὸν ἐπ᾿ ἐκείνοις καιρὸν
διδάσκει. φησὶν οὖν ἐπὶ τῶν ῥοφήματι χρωμένων ἐκεῖνον μόνον φυλάττεσθαι δεῖν τὸν καιρὸν, ἐν ᾦ ῥόφημα δεῖ προσφέρεσθαι. πτισάνης δὲ δηλονότι χυλός ἐστι ῥόφημα χά ριν τοῦ θρέψαι τὸ σῶμα καὶ τὴν δύναμιν ῥῶσαι λαμβανόμενος· ἔστι δὲ ἐς ταῦτα καλὸς, εἰ μόνος ἐν τῇ γαστρὶ περιέχοιτο κατὰ τὸν τῆς θρέψεως καιρόν· ἔμαθες γὰρ ἔμπροσθεν ὡς ἡ ποικιλία τῶν προσφερομένων, καὶ μάλισθ᾿ ὅταν ἀνόμοια ταῖς δυνάμεσιν εἴη, ταραχὴν ἐργάζεται κατὰ τὴν γαστέρα. καὶ διὰ τοῦτ᾿ οὖν ἄχρι πεφθῆναι τὸν χυλὸν, οὐ χρὴ πίνειν ὀξύμελι· πεφθέντος δὲ ἔξεστι καὶ διὰ τῆς νυκτὸς λαμβάνειν καὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν πρὸ τοῦ ῥοφήματος· ἀρκεῖ δὲ τὸν μεταξὺ χρόνον τοῦ ῥοφήματος καὶ τοῦ ὀξυμέλιτος, ὥστε εἰς κενήν τε ἅμα καὶ καθαρὰν ἐκ τοῦ προδιασμήχεσθαι τὴν γαστέρα, τὸν χυλὸν τῆς πτισάνης ἐμπεσεῖν.
32. Τοῖσι δὲ ποτῷ μούνῳ διαιτωμένοισιν ἄνευ ῥοφημάτων, διὰ τόδε οὐκ ἐπιτήδειόν ἐστιν ἀεὶ καὶ διὰ παντὸς
χρέεσθαι τούτῳ· μάλιστα μὲν διὰ ξύσιν ἢ τρηχυσμὸν τοῦ ἐντέρου. ἀκόπρῳ γὰρ ἐόντι μᾶλλον ἂν ἐμποιέῃ καὶ ταῦτα, κενεαγγείης παρεούσης· ἔπειτα δὲ καὶ τὸ μελίκρητον τῆς ἰσχύος ἀφαιρέοιτο ἄν.
Τοῖς ἐπὶ πόματος μόνου διαιτωμένοις ἄνευ πτισάνης οὐκ ἐπιτήδειόν ἐστι τὸ ὀξύμελι δι᾿ ὅλης τῆς νόσου πινόμενον, ὅτι τε σφοδρότερον ξύει τὸ ἔντερον γυμνὸν ὄν· ἐπαλείφεται γὰρ πως ὑπὸ τῆς πτισάνης, ὅταν ἐκείνης ῥοφήσουσι· καὶ ὅταν τῆς ἐκ μελικράτου ὠφελείας οὐδ᾿ ὅλως μεταλάβῃ τὸ σῶμα. προείρηκε δὲ ἐν τῷ περὶ μελικράτου λόγῳ τὴν γινομένην ἐξ αὐτοῦ τοῖς σώμασιν ὠφέλειαν.
33. Ἢν. μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νοῦσον, πολλῷ ποτῷ τούτῳ χρέεσθαι, ὀλίγον χρὴ τὸ ὄξος παραχέειν, ὅσον μοῦνον γινώσκεσθαι. οὕτω γὰρ ἂν καὶ ἃ φιλέει
βλάπτειν, ἥκιστα ἂν βλάπτοι, καὶ ἃ δεῖται προσωφελέειν, προσωφελοίη ἄν.
Ὅταν διψώδεις μὲν ἐργάζηται τὸ μελίκρατον, ἤτοι δὲ γλίσχρα πτύελα περιέχηται κατὰ τὰ βρόγχια τοῦ πνεύμονος ἢ λίαν παχέα, τηνικαῦτα μόνου τοῦ ὀξυμέλιτός ἐστιν ἡ χρεία, μεμνημένων ἡμῶν ὅτι ταῦτα λέλεκται περὶ τῶν ποτῷ μόνῳ χρωμένων ἄνευ ῥοφήματος. ἐὰν οὖν, ὡς ἔφην, ὀξυμέλιτος ᾖ χρεία, παραχέειν αὐτῷ τοῦ ὄξους ὀλίγον τῷ μελικράτῳ προσήκει, χάριν τοῦ καὶ χρείας ἀπολαύειν τοῦ ὄξους, καὶ φεύγειν τὴν ἔξ αὐτοῦ βλάβην. συνεψεῖν δὲ δηλονότι προσήκει μιγνύμενον τῷ μελικράτῳ τὸ ὄξος· ἀσθενέστερον γὰρ οὕτως εἰς τὸ βλάπτειν γίνεται.
34. Ἐν κεφαλαίῳ δὲ εἰρῆσθαι αἱ ἀπὸ ὀξέος ὀξύτητες πικροχόλοισι μᾶλλον ἢ μελαγχολικοῖσι συμφέρουσι. τὰ μὲν γὰρ πικρὰ διαλύεται καὶ φλεγματοῦται, μετεωριζόμενα ὑπ᾿ αὐτέου·
τὰ δὲ μέλανα ζυμοῦται καὶ μετεωρίζεται καὶ πολλαπλασιοῦται· ἀναγωγὸν γὰρ μελάνων ὄξος.
Πικροχόλους φύσεις ὀνομάζει τὰς τὸν πικρὸν γεννώσας χυμὸν, ὅσπερ ἐστὶν ὁ τῆς ξανθῆς χολῆς, αἷς ἐπιτήδειον εἶναί φησι τὸ ὄξος ἐναντιώτατον ὑπάρχον ταῖς μελαγχολικαῖς· διότι καὶ τὴν μέλαιναν χολὴν αὐτὴν ὀξεῖαν εἶναι συμβέβηκεν, ὅταν γ᾿ ἤδη κατάκορος ᾖ παρὰ φύσιν ἔχοντος τοῦ σώματος· ὡς ὑγιαίνοντός γε πλεῖον μέν ἐστι τῆς εἰρημένης ποιότητος, οὐ μὴν ἀκριβῆ γε αὐτὴν ἔχει. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως σαφῆ· διδάσκει γὰρ ἐν αὐτῇ ὅπως ὠφελεῖ τὸ ὄξος τοὺς πικροχόλους, ἐπικρατουμένους ἐν τῇ κράσει τῷ θερμῷ, ψυχρὸν ὑπάρχον αὐτό.
35. Γυναιξὶ δὲ τὸ ἐπίπαν πολεμιώτατον ἢ ἀνδράσιν ὄξος· ὑστεραλγὲς γάρ ἐστιν.
Ὅτι μὲν τὸ ὄξος τὰ νεῦρα βλάπτειν πέφυκεν ἥ τε πεῖρα μαρτυρεῖ καὶ ὁ λόγος δείκνυσιν· ἄναιμα γὰρ ὄντα καὶ διὰ τοῦτο ψυχρὰ πάσχει ῥᾳδίως ὑπὸ τοῦ ψύχοντός τε ἅμα καὶ λεπτομεροῦς φαρμάκου βλάπτεται μὲν γὰρ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων τῶν ψυχόντων, ἀλλὰ τὸ τῆς τοῦ ὄξους οὐσίας λεπτομερὲς, εἰς τὸ βάθος αὐτῶν δύεται καὶ διεξέρχεται διὰ παντὸς μέρους, ὡς μηδὲν μηδὲ τοὐλάχιστον ἀβλαβὲς ἐᾷν. οὕτω μὲν ὄξος τὰ νευρώδη μόρια βλάπτει· τὴν μήτραν δ᾿ ἅπαντες σχεδὸν οἱ ἀνατομικοὶ λέγουσιν εἶναι νευρώδη· καὶ χωρὶς δὲ τῆς ἐκείνων ἀποφάσεως, ἣν ἐκ τῆς ἀνατομικῆς αὐτοψίας ἐποιήσαντο, πάρεστί σοι συλλογίσασθαι περὶ αὐτῆς, ὡς ἐπὶ πλεῖστον μὲν διαστελλομένης, εἰς ἐλάχιστον δὲ συνιζανούσης· ἀεὶ γὰρ ὁπηλίκον ἂν εἴη τὸ ἔμβρυον, ἐν κύκλῳ περιείληφεν αὐτὸ καὶ πεπλήρωται τὸ πᾶν κύτος ὑπ᾿ ἐκείνου, κᾂν μικρὸν ᾖ, καθάπερ καὶ ἡ γαστὴρ ὑπὸ τῶν σιτίων· ἀλλὰ ταύτης μὲν οὐ μεγάλη πρὸς τἀναντία ἡ μεταβολὴ, τῆς μήτρας δὲ μέγισται· τὸ δὲ ἐπὶ πλεῖστον
διαστέλλεσθαι νευρωδῶν ἴδιόν ἐστι σωμάτων, οὐ σαρκωδῶν.
36. Ὕδατι δὲ ποτῷ ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἄλλο μὲν οὐδὲν ἔχω ἔργον ὅ τι προσθέω. οὔτε γὰρ βηχὸς παρηγορικόν ἐστιν ἐν τοῖσι πλευριτικοῖσι καὶ περιπνευμονικοῖσιν, οὔτε πτυέλου ἀναγωγὸν, ἀλλ᾿ ἧσσον τῶν ἄλλων εἴ τις διὰ παντὸς ὕδατι ποτῷ χρέοιτο· μεσσηγὺ μέντοι ὀξυμέλιτος καὶ μελικρήτου ὕδωρ ἐπιῤῥοφεόμενον ὀλίγον πτυέλου ἀναγωγόν ἐστι, διὰ τὴν μεταβολὴν τῆς ποιότητος τῶν ποτῶν, πλημμυρίδα γάρ τινα ἐμποιέει ἄλλως δὲ οὐδὲ δίψαν παύει, ἀλλ᾿ ἐπιπικραίνει· χολῶδες γὰρ φύσει χολώδει καὶ ὑποχονδρίῳ κακὸν καὶ κάκιστον ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμιώτατον, ὅταν ἐς κενότητα ἐσέλθῃ. καὶ σπληνὸς δὲ αὐξητικὸν καὶ ἥπατός ἐστιν, ὁκόταν πεπυρωμένον ᾖ καὶ ἐγκλυδαστικόν τε καὶ ἐπιπολαστικόν· βραδύπορόν τε γάρ ἐστι διὰ τὸ ὑπόψυχρον καὶ
ἄπεπτον εἶναι· καὶ οὔτε διαχωρητικὸν οὔτε διουρητικόν· προσβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν ἐστι φύ- σει. ἢν δὲ δὴ καὶ ψυχρῶν ποδῶν ἐόντων ποτὲ ποθῇ, ταῦτα πάντα πολλαπλασίως βλάπτει, ἐς ὅ τι ἂν αὐτέων ὁρμήσῃ.
Οὔτε τμητικὸν ἔχει τι τὸ ὕδωρ, ὥσπερ τὸ ὄξος, ἀλλ᾿ οὔτε θερμὸν, ὥσπερ τὸ μέλι (τούτῳ μέν γε πρὸς τῷ θερμαίνειν ἔτι καὶ τὸ ῥύπτειν καὶ τέμνειν ὑπάρχει)· βραδύπορον οὖν εἰκότως ἐστὶ καὶ δύσπεπτον καὶ δυσυποβίβαστον ἅπαν τὸ ὕδωρ, κᾂν ἄλλως ἄριστόν τε καὶ ἄμεμπτον ᾖ· τὸ γὰρ ἰλυῶδες ἢ δυσῶδες ἢ ἁλικὸν ἤ τινος ἑτέρας φαρμακώδους ποιότητος ἔμφασιν ἔχον οὐχ ἁπλῶς ὕδωρ ἐστὶν, ἀλλὰ μετὰ τοιοῦδέ τινος ἐπιμιξίας φαρμάκου· καθάπερ καὶ εἰ μέλι μοχθηρὸν ἢ πτισάνην ἢ ὄξος ἢ οἶνον ἤ τι τοιοῦτον προχειρίσαιο· μέμψῃ γὰρ οὐχ ὅλον ἐπ᾿ ἐκείνου τὸ γένος, ἀλλ᾿ αὐτὸ μόνον ὃ μεταχειρίζῃ. τοῦ λόγου τοίνυν ὄντος ἐφ᾿
τῆς γαστρὸς ἐργάζεται. τὸ δ᾿ ἐν ἀρχαῖς τῶν παροξυσμῶν αὐτὸ πινόμενον βλάπτειν (ὅπερ ἐδήλωσε διὰ τοῦ φάναι, ἢν δὲ δή ποτε καὶ ποδῶν ἐόντων ψυχρῶν ποτε ποθῇ, ταῦτα πάντα πολλαπλασίως βλάπτει) τῶν γινωσκομένων τε πᾶσι καὶ ὁμολογουμένων ἐστί. πότ᾿ οὖν χρήσιμόν ἐστιν ὕδωρ πινόμενον; ὅταν ἐπὶ μόνῳ ποτῷ ὁ κάμνων διαιτώμενος ᾖ, μηδέπω χυλὸν πτισάνης λαμβάνων· τότε γὰρ μεταξὺ τῶν ἄλλων ποτῶν ὕδωρ ἄν τις ἐν καιρῷ προσφέροι, καὶ μάλισθ᾿ ὅταν ὁ κάμνων ᾖ διψώδης. πλημμυρίδα γάρ τινα ποιεῖν αὐτό φησι, τουτέστι πλῆθος ὑγροῦ τινος· διὸ καὶ μεταξὺ μελικράτου τε καὶ ὀξυμέλιτος δίδωσιν ὀλίγον, εἰς ὑγρότητα τοῖς ἀναπτυσθησομένοις συντελές. ἀλλὰ κᾀπειδὰν ὁ οἶνος ᾖ μεγάλως βλαβερὸς, καὶ τότε δίδωσιν ὕδατος· ἀκούσωμεν δ᾿ αὐτοῦ τοῦ Ἱπποκράτους, ὅπως ἀπεφήνατο περὶ τούτου.
37. Ὑποπτεύσαντι μέντοι ἐν ταύτῃσι τῇσι νούσοισιν ἢ καρηβαρίην ἰσχυρὴν ἢ φρενῶν ἅψιν, παντάπασιν οἴνου ἀποσχετέον,
ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηστέον ἢ ὑδαρέα καὶ κιῤῥὸν παντελῶς δοτέον οἶνον καὶ ἄοσμον παντάπασι καὶ μετὰ τὴν πόσιν αὐτοῦ ὕδωρ μεταποτέον ὀλίγον· οὕτω γὰρ ἂν ἧσσον τὸ ἀπὸ τοῦ οἴνου μένος ἅπτοιτο τῆς κεφαλῆς καὶ γνώμης.
Ἅπτεσθαι φρενῶν λέγεται τηνικαῦτα, ὅταν ὁ κάμνων πυρέσσων παραφρονῇ· καὶ νῦν οὖν φρενῶν ἅψιν ἔφη τὴν παραφροσύνην, ἐν ᾖ φεύγειν κελεύει τὸν οἶνον, ὡσαύτως δὲ κᾀν ταῖς ἰσχυραῖς κεφαλαλγίαις· εἴρηται δὲ περὶ ἀμφοῖν πρόσθεν. ἀλλὰ νῦν γε προειπὼν παντάπασιν ἀποσχετέον εἶναι τοῦ οἴνου κατὰ τὰ προειρημένα συμπτώματα φησὶν ἐφεξῆς ὑδαρέα καὶ κιῤῥὸν παντελῶς δοτέον καὶ ἄοσμον. τὸ μὲν οὖν ὑδαρῆ καὶ ἄοσμον διδόναι καλῶς εἴρηται, τὸ δὲ κιῤῥὸν οὐ πάνυ προσίεμαι· βελτίων γὰρ ὁ ὑδατώδης εἰς ταῦτα, λευκὸς ὢν δηλονότι. τό γε μὴν ἡνίκα δοίημέν ποτε ἐπὶ τῶν οὕτως ἐχόντων οἶνον, εὐθέως ἐπιπίνειν ὕδωρ, ἀσφαλῶς συνεβούλευσεν· ἧσσον γὰρ ἂν, φησὶ, τὸ
ἀπὸ τοῦ οἴνου μένος, ὅπερ ἐστὶν ἰσχὺς, ἅπτοιτο τῆς κεφαλῆς καὶ τῆς γνώμης· ἅπτοιτο μὲν εἰπὼν κατὰ τὸ συνήθες αὐτῷ καὶ δηλώσας ὅτι καὶ τὴν ἅψιν τῶν φρενῶν ἀπὸ τούτου τοῦ ῥήματος ἐποίησε, συνεθηστέρου τοῖς ἀνθρώποις ὄντος ἢ τὸ τῆς ἅψεως ὄνομα. κεφαλῆς δὲ καὶ γνώμης εἶπεν ἅπτεσθαι τὸν οἶνον, διότι θερμὸς ὢν αὐτός τε διὰ ταχέων ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καὶ συναναφέρει τοὺς ζέοντας ἐν τῷ σώματι χυμούς. ὅτι δὲ τὴν κεφαλὴν κακοῖ, διὰ τοῦτο καὶ τὴν γνώμην· ἐν ταύτῃ γάρ ἐστι τὸ φρονοῦν καὶ λογιζόμενον μέρος τῆς ψυχῆς.
38. Ἐν οἷσι δὲ μάλιστα αὐτῶν ὕδατι ποτῷ χρηστέον καὶ ὁκότε πολλῷ κάρτα καὶ ὅκου μετρίῳ καὶ ὅκου ψυχρῷ καὶ ὅκου θερμῷ, τὰ μέν που καὶ πρόσθεν εἰρέαται, τὰ δὲ ἐν αὐτέοισι τοῖσι καιροῖσι ῥηθήσεται.
Ἐρασίστρατος μὲν ἐν τοῖς περὶ πυρετῶν κακοήθως
τὸ στόμα καὶ οὖρα κινούντων ἔγραψεν· οὐ δήπου κύαθον αὐτῶν διδοὺς, ἀλλὰ πλῆθος ἀξιόλογον, ἀφ᾿ οὖ καὶ τὸ στόμα δυνατὸν ὑγρανθῆναι καὶ τὰ οὖρα κινηθῆναι καὶ ἐκ πνεύμονος ἀναχθῆναι. ἐπὶ δ᾿ ὀξυμέλιτος καὶ οὕτως ἔγραψεν· ἢν μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νόσον, πολλῷ τούτῳ χρέεσθαι· προσθεὶς κᾀνταῦθα τὸ πολλῷ. περὶ μὲν οὖν τῆς Ἐρασιστράτου πρὸς Ἱπποκράτην κακοηθείας ἀρκεῖ καὶ ταῦτα. μεμνήμεθα δὲ ἡμεῖς ὅτι καθάπερ ἔμπροσθεν, οὕτω καὶ νῦν ὁ Ἱπποκράτης ἐπαγγέλλεται καθ᾿ ἕκαστον νόσημα διδασκαλίαν ἰδίαν ποιήσασθαι, ὡς οὐχ ἱκανῶς ἐν τούτῳ τῷ βιβλίῳ τὴν διαιτητικὴν τέχνην ἐξειργασμένος, ἀλλὰ τὰ καθόλου μόνα διεληλυθὼς ἐπὶ παραδείγματος ἑνὸς νοσήματος τῆς πλευρίτιδος.
39. Περὶ δὲ τῶν ἄλλων ποτῶν, οἷον τὸ κρίθινον καὶ τὰ ἀπὸ χλοίης ποιεύμενα καὶ τὰ ἀπὸ σταφίδος καὶ στεμφύλων καὶ πυρῶν καὶ κνίκου καὶ μύρτων καὶ ῥοιῆς καὶ
τῶν ἄλλων ὅταν οὖν ἄν τινος αὐτέων καιρὸς ᾖ χρέεσθαι, γεγράψεται παρ᾿ αὐτῷ τῷ νοσήματι, ὅκωσπερ καὶ τὰ ἄλλα τῶν συνθέτων φαρμάκων.
Καὶ ἥδε ἡ ῥῆσις ἐπαγγελίαν ἔχει διδασκαλίας ἑτέρας ἑκάστου τῶν νοσημάτων ἰδία. πρόδηλον οὖν ὡς ἢ οὐ σώζεται τὰ γραφέντα ὑπ᾿ αὐτοῦ βιβλία θεραπευτικὰ τῶν ὀξέων νοσημάτων ἑκάστου κατὰ μέρος ἢ ὅλως οὐκ ἐγράφη· ταυτὶ γὰρ τὰ νῦν φερόμενα τῆς Ἱπποκράτους ἀξίας οὐκ ἔστιν· ἔχει μέντοι πολλὰ τῆς γνώμης αὐτοῦ, καθάπερ καὶ ταῦτα αὐτὰ τὰ προσκείμενα τῷδε τῷ βιβλίῳ, τὰ μετὰ τὸ λουτρόν· κάλλιον δ᾿ ὡς ἔφην ὑπὲρ ἑκάστου σκεψόμεθα, κατὰ τὰς ἐξηγήσεις αὐτῶν.
40. Λουτρὸν δὲ συχνοῖσι τῶν νουσημάτων ἀρήγοι ἂν χρεομένοισιν, ἐς τὰ μὲν ξυνεχέως, ἐς τὰ δὲ οὔ· ἔστι δ᾿ ὅτε ἧσσον χρηστέον, διὰ τὴν ἀπαρασκευασίην τῶν ἀνθρώπων. ἐν ὀλίγῃσι γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα καὶ οἱ θεραπεύσοντες
ὡς δεῖ· εἰ δὲ μὴ παγκάλως λούοιτο, βλάπτοιτο ἂν οὐ σμικρά. καὶ γὰρ σκέπης ἀκάπνου δεῖ καὶ ὕδατος δαψιλέος καὶ λουτροῦ συχνοῦ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ.
Ἔοικε κατὰ τοὺς Ἱπποκράτους χρόνους οὐδέπω ταυτὶ τὰ βαλανεῖα κατεσκευάσθαι· τό τε γὰρ ἐν ὀλίγαις οἰκίαις λέγειν αὐτὸν παρεσκευάσθαι τά τε ἄρμενα καὶ τοὺς θεραπεύσοντας ὡς δεῖ καὶ πρὸς τούτοις ἔτι καὶ σκέπης ἀκάπνου χρείαν εἶναι καὶ ὕδατος δαψιλοῦς καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν, ὡς ἐν ταῖς οἰκίαις ἔτι θερμαινομένου τοῦ ὕδατος ἐν λέβησιν, εἶτ᾿ ἐγχεομένου τῶν ἐμβατῶν ταῖς πυέλοις, ἔνδειξιν ἔχει. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, ὡς καὶ λουτροῦ συχνοῦ χρεία ἐστὶ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ, εἴ γε μεμνήμεθα, παραφυλάττειν δεῖ κατὰ τὴν ἑξῆς διδασκαλίαν· αὐτὸς γὰρ ἐρεῖ τίνες εἰσὶν οἱ λάβρου ποτέ δεόμενοι τοῦ λουτροῦ, τουτέστι καταντλουμένου τοῦ
κάμνοντος ὕδατι πολλῷ. εἰ γὰρ μὴ φαίνοιτο λέγων αὐτὸς, ἡμεῖς ζητήσομεν οὐχ ἁπλῶς, οὐδ᾿ ὡς ἔτυχεν, ἀλλὰ μετὰ τοῦ ἀκολουθίαν φυλάττειν τοῖς ὑπ᾿ αὐτοῦ γεγραμμένοις.
41. Καὶ μᾶλλον μὲν μὴ σμήχεσθαι· ἢν δὲ σμήχηται, θερμῷ χρέεσθαι αὐτέῳ καὶ πολλαπλασίῳ ἢ ὡς νομίζεται σμήγματι· καὶ προσκαταχεῖσθαι μὴ ὀλίγῳ καὶ ταχέως μετακαταχεῖσθαι.
Οὐ δεῖται τοῦ σμήχεσθαι κάμνων οὐδεὶς ὅταν λούηται, πλὴν εἰ ῥυπῶν ᾖ καὶ κνησμώδης. χρῄζουσι γὰρ οἱ κάμνοντες ἀκοπώτατα καὶ ἀοχλητότατα διαβραχῆναι τῷ ὕδατι· τὸ δὲ σμήξασθαι διὰ ῥυμμάτων γίγνεται δακνωδῶν ὄντων αὐτῶν καὶ ξηραντικῶν, ὥστε ἐναντιώτατόν ἐστι τοῦτο τῇ δυνάμει τε καὶ χρείᾳ τοῦ λουτροῦ. δεομένου μέντοι σμήχεσθαι τοῦ κάμνοντος ἢ διὰ ῥύπον ἢ διὰ κνησμὸν, ἐκλύειν
δύναμιν τοῦ σμηκτικοῦ φαρμάκου μίξει πλείονος ὕδατος, ἐπεμβάλλοντας καὶ τοῦ ἐλαίου· καὶ διὰ τοῦτ᾿ εἶπεν ὁ Ἱπποκράτης, πολλαπλασίῳ δεῖ χρῆσθαι ἢ ὡς νομίζεται τῷ σμήγματι, τουτέστιν ἢ ὡς εἴθισται πρὸς τῶν ὑγιαινόντων. οὐ γὰρ δὴ τὴν οὐσίαν τοῦ σμήχοντος φαρμάκου κελεύει πολλαπλασίαν ἐπὶ τῶν νοσούντων παραλαμβάνειν, ὥς γε καὶ τὸ μὴ σμηχᾶσθαι μᾶλλον αἱρεῖται τοῦ σμᾶσθαι· ἀλλὰ τὸ πλῆθος τοῦ σμήγματος ἀξιοῖ πολλαπλάσιον ἐπὶ τῶν νοσούντων γίγνεσθαι κατὰ τὴν τοῦ ὕδατος αὔξησιν. ὁ γὰρ αὐτὸς λογισμὸς ὑπαγορεύει καὶ τὸ φεύγειν τὰ σμῶντα, μὴ κνήσεως ἢ ῥύπου κατεπείγοντος καὶ τὸ δριμέσιν αὐτοῖς καὶ ἀκράτοις μὴ χρῆσθαι. ὥσπερ δὲ τῷ πλήθει τῆς τοῦ ὕδατος μίξεως ἐξέλυσε τὴν ἐκ τοῦ σμῶντος φαρμάκου δριμύτητα, κατὰ τὸν αὐτὸν λόγον ὅλου σμήγματος ἐκλύει τὴν δύναμιν, ἐπικαταχέων ὕδωρ εὐθέως θερμὸν καὶ καθαρὸν δαψιλὲς, εἶτ᾿ αὖθις ἐπὶ τούτῳ πάλιν ἕτερον.
42. Δεῖ δὲ καὶ τῆς ὁδοῦ βραχείης ἐς τὴν πύελον καὶ ἐς εὐέμβατον καὶ ἐς εὐέκβατον.
Τοῦτο τὸ κοινόν ἐστιν, ἐάν τε ἐν βαλανείῳ λούῃς τὸν ἄνθρωπον, ἐάν τε ἐν οἴκῳ τινὶ πυρὰν ποιήσας καὶ πύελον ὕδατος πληρώσας, ὅπερ καὶ νῦν ἐν τοῖς στρατοπέδοις γίνεται πολλάκις, ὁπόταν δέῃ μέν τινα λούεσθαι, βαλανεῖον δ᾿ ὁ τόπος οὐκ ἔχει. καὶ εἰς εὐέμβατον καὶ εὐέκβατον. παντελῶς γὰρ ἄκοπον φυλαχθῆναι βούλεται τὸν κάμνοντα· διὰ τοῦτο καὶ τὴν πύελον εὐέμβατόν τε καὶ εὐέκβατον ὑπάρχειν ἀξιοῖ. γένοιτο δ᾿ ἂν τοῦτο μήτε ὑψηλοῦ περιέχοντος τοίχου τὸ ὕδωρ μήτε στενοῦ· κάλλιστον δὲ καὶ ἀκοπώτατόν ἐστι τὸ κατὰ τὰς κολυμβήθρας ἐν τοῖς αὐτοφυέσιν ὕδασιν, ἃς ταπεινὰς ποιοῦνται σχεδὸν ἅπαντες οὕτως, ὡς μηδὲν ὑπερέχειν τοῦ πλησίον ἐδάφους.
43. Εἶναι δὲ τὸν λουόμενον κόσμιον καὶ σιγηλὸν καὶ μηδὲν αὐτὸν ἐργάζεσθαι, ἀλλ᾿ ἄλλους καὶ καταχέειν καὶ σμήχειν.
Καὶ ταῦτα μὲν τῶν συντελούντων ἐστὶν εἰς τὸ τοῦ κάμνοντος ἄκοπον, ὁμοίως τοῖς προειρημένοις· ἤδη δὲ καὶ πρὸς τὸ χαλασθῆναί τε καὶ μαλαχθῆναι μᾶλλον ἐν τῷ λουτρῷ τὸ σῶμα, χρήσιμός ἐστιν ἡ τοῦ κάμνοντος ἡσυχία· τείνονται γὰρ ἐν ταῖς κινήσεσιν οἱ μύες, οἵτινες ἦττον μαλάττονται καὶ χαλῶνται.
44. Καὶ μετακέρασμα πολὺ ἡτοιμάσθαι.
Ἔνεστι μὲν καὶ ὑφ᾿ ἓν ἀναγνῶναι μετακέρασμα, δυνατὸν δὲ καὶ καθ᾿ αὑτὴν ἀκοῦσαι τὴν μετὰ πρόθεσιν, ἰδίᾳ δὲ πάλιν τὸ κέρασμα· καὶ γὰρ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἐν ἄλλοις
ἀλλ᾿ οἵ γε ἀσθενοῦντες οὐ φέρουσι τὴν ὁμιλίαν τοῖ ψυχροῦ ἀβλαβῶς, διὸ θραύομεν αὐτὸ, θερμὸν ἐπιμιγνύντες. ἡ δὲ τῆς μίξεως ποσότης εὑρίσκεται πρῶτον μὲν εἰς τὴν τοῦ σώματος ἡμῶν ἀποβλεπόντων διάθεσιν, εἶθ᾿ ἑξῆς εἰς τὴν οἰκείαν τοῦ κάμνοντος φύσιν, ἡλικίαν τε καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν τοῦ περιέχοντος. κάλλιον δὲ ποιήσουσιν ὅσοι τῶν τριῶν οὐκ ἐλάττω παρασκευάσουσι τὰ μετὰ τὸ θερμὸν λουτρὸν ὕδατα χλιαρὰ, διαφέροντα ἀλλήλων· ὡς τὸ μὲν ἱκανῶς εἶναι χλιαρὸν, τὸ δὲ δεύτερον ἧττον ἐκείνου χλιαρὸν, τὸ δὲ τρίτον ἔτι καὶ μᾶλλον ἀποκεχωρηκὸς ἐπὶ τὸ ψυχρόν. ἔοικε δὲ ὁ Ἱπποκράτης τοιοῦτόν τι βούλεσθαι, κελεύων τὸ μετακέρασμα πολὺ παρασκευάζειν· οὐ γὰρ μόνον ἁπλῶς πολὺ, ἀλλὰ καὶ πολυειδὲς ἄμεινον εἶναι τὸ παρεσκευασμένον, ὡς ἀπὸ τοῦ θερμοῦ κατὰ βραχὺ πρὸς τὸ ψυχρὸν ἔρχεσθαι, τὴν ἀθρόαν ἐπὶ τοὐναντίον μεταβολὴν οὐ φέροντος τοῦ κάμνοντος.
45. Καὶ τὰς ἐπαντλήσιας ταχείας ποιέεσθαι.
Τὸ ταχείας ἀκούειν προσήκει καὶ κατ᾿ αὐτῆς μὲν τῆς γιγνομένης ἐνεργείας ἐν τῷ καταχεῖν, οὐδὲν δὲ ἧττον καὶ κατὰ τοῦ μεταξὺ τῶν ἐνεργειῶν χρόνου, ὡς μὴ διαλείπειν πολὺ τὴν δευτέραν ἐπάντλησιν ἀπὸ τῆς προτέρας· ὅπερ ὀνομάζων τις κυρίως οὐ ταχείας, ἀλλὰ πυκνὰς ποιεῖσθαι τὰς ἐπαντλήσεις εἴποι· συγκέχυταί γε μὴν παρὰ τοῖς παλαιοῖς ἡ χρῆσις τῶν ὀνομάτων, τοῦ τε πυκνοῦ καὶ τοῦ ταχέος, ἔστιν ὅτε τὰς πυκνὰς ἐνεργείας ταχείας ὀνομάζουσιν.
46. Καὶ σπόγγοισι χρέεσθαι ἀντὶ στλεγγίδος.
Οὐδὲ οἱ νῦν ἰατροὶ χρῶνται στελεγγίσιν ἐπὶ τῶν ἀσθενούντων, οὐ μὴν οὐδὲ σπόγγῳ, ἀλλ᾿ ἐνειλίττουσιν αὐτοὺς μετὰ τὸ λουτρὸν εἰς ὀθόνην· οἱ δὲ εἰς ἱμάτια καὶ μάλιστά
γε τὰ ἄγναπτα, περιστέλλουσι πανταχόθεν, ὡς ἱδρῶσι πλεῖστον. ἔστι δ᾿ οὐκ ἀεὶ χρεία τοῦ πλεῖστον ἱδροῦν μετὰ τὸ λουτρὸν τὸν κάμνοντα· πολλάκις γὰρ οὐ τοῦ κενῶσαι τὸ σῶμα χάριν ἐπὶ τὸ λουτρὸν τὸν κάμνοντα ἄγομεν, ἀλλὰ τοὐναντίον ἅπαν ὑγρᾶναί τε καὶ τέγξαι διόλου, κατεξηρασμένον ἀμετρότερον. ἐπὶ τῶν τοιούτων οὖν οὔτ᾿ ἔνδον κατὰ τὸ βαλανεῖον ἱδρῶτας ἀναμένειν χρὴ πολλοὺς, ἀλλ᾿ ὅτι τάχιστα τῷ κατὰ τὴν πύελον ἐμβαλεῖν ὕδατι καὶ μετὰ ταῦτα ἐξελθόντας ἐκ τοῦ λουτροῦ διὰ ταχέων ἐκμάττειν.
47. Καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ σῶμα.
Καὶ οὗτος ὁ λόγος εἴρηται μὲν ἐφεξῆς τῷ καὶ σπόγγοισι χρῆσθαι ἀντὶ στλεγγίδος· οἰκειότερον δ᾿ ἄν τις ἀκούσειεν αὐτοῦ περὶ τῆς ἐν τῷ λουτρῷ χρίσεως τοῦ λίπους, ἵνα μὴ δόξῃ τι παραλελοιπέναι τῶν ἀναγκαίων ῥηθῆναι. μετὰ γὰρ τὸ λουτρὸν ἀποσπογγίσας τὸ ὕδωρ ὁ Ἱπποκράτης
ἄδηλον μὲν εἰ καὶ ἔχρισέ πω, πρόδηλον δὲ καὶ καθύγρου τοῦ σώματος ὄντος ἀλείφειν τὸν κάμνοντα, πλὴν εἰ τοῦτό τίς φησιν, ὅτι πάλιν ἀπομάττει τοῦτ᾿ αὐτὸ τὸ μετὰ τοῦ ὕδατος ἔλαιον. ἔστι μὲν οὖν χρήσιμον ἐσκέφθαι καὶ περὶ τῆς κατὰ τὸ λουτρὸν χρήσεως τοῦ λίπους· ἀναγκαιότερον δὲ τὸ περὶ τοῦ κατὰ τὸ λουτρὸν, εἴθ᾿ ἱδρώσαντι τῷ λουομένῳ περιχεῖν προσήκει τὸ ἔλαιον, εἴτε καὶ πρὶν ἱδρῶσαι, ξηρῷ παραχρῆμα μετὰ τὸ ἀποδύσασθαι, ἢ τούτων μὲν οὐδέτερον, ὅταν δ᾿ ἄρξηται νοτίζεσθαι. καὶ ὅστις μέμνηται τῶν εἰρημένων περὶ δυνάμεως ἐλαίου κατὰ τὴν τῶν ἁπλῶν φαρμάκων πραγματείαν, οἶδεν ἀκριβῶς αὐτὸς, ἄριστον εἶναι τὸν εἰρημένον τρίτον καιρὸν ἐλαίου χρήσεως ἐπὶ τῶν λουομένων· οἶδε δὲ καὶ ὅτι προτεθερμασμένον χρὴ προσφέρεσθαι τῷ τοῦ λουομένου σώματι· καὶ γὰρ μαλάττει τοῦτο καὶ ἀραιοῖ τὸ σῶμα, τοῦ ψυχροῦ κατὰ τὴν θίξιν οὐ μόνον οὐδέτερον τούτων ἐργάζεσθαι πεφυκότος, ἀλλὰ καὶ φρικώδεις τοὺς λουομένους ἀποτελοῦντος.
48. Κεφαλὴν μέντοι ἀνεξηράνθαι χρὴ ὡς οἷόν τε μάλιστα ὑπὸ σπόγγου ἐκμασσομένην.
Τὸ μὲν ἐπὶ τῷ λουτρῷ τὴν κεφαλὴν ἀκριβῶς ἐκμάττειν, ὡς μηδὲ τοὐλάχιστον ὑπολείποιτο τῆς ὑγρότητος, εὔ- δηλόν ἐστι· τὸ γὰρ ὑπολειπόμενον ἅπαν ψύχειν εἴωθεν· οὐ μὴν ὑπὸ σπόγγου τοῦτο ποιεῖν ἔτι δυνατὸν, ὅτι μὴ κατ᾿ ἀρχὰς εὐθέως μετὰ τὸ χρήσασθαι τῷ μετακεράσματι. βέλτιον δὲ τούτου τὸ δι᾿ ὀθόνης ἐκμάττειν τῆς κεφαλῆς τὸ ὕδωρ.
49. Καὶ μὴ διαψύχεσθαι τὴν κεφαλὴν, μήτε τ᾿ ἄκρεα μήτε τὸ ἄλλο σῶμα.
Τοῦτό μοι δοκεῖ μικρὸν ἢ καθ᾿ ἑαυτὸν εἰρηκέναι· πρόδηλον οὖν ἅπασιν ὡς οὐδὲν δεῖ μέρος ἐπὶ πολὺ γυμνοῦσθαι,
καθ᾿ ὃν καιρὸν ἐκμάττουσι τῶν λουομένων τὸ μετὰ τὸ λουτρὸν ὕδωρ· ἴσασι γὰρ ἅπαντες ὅτι ταχέως ψύχεται τὰ οὕτω γυμνούμενα.
50. Καὶ μήτε νεοῤῥόφητον μήτε νεόποτον λουέσθαι.
Οὐ μόνον ἐπὶ τῶν νοσούντων, ἀλλὰ καὶ τῶν ὑγιαινόντων, οὐ χρὴ μετὰ τὸ προσενέγκασθαι τροφὴν ἢ πόμα παραχρῆμα λούεσθαι. τῶν μὲν γὰρ πεπωκότων ἡ κεφαλὴ πληροῦται, τῶν δ᾿ ἐδηδοκότων οὐκ αὐτὴ μόνη, ἀλλὰ καὶ τὸ πᾶν σῶμα τὴν τροφὴν ἕλκον εἰς ἑαυτὸ, πρὶν πεφθῆναι.
51. Μήτε ῥοφεῖν μήτε πίνειν ταχὺ μετὰ τὸ λουτρόν.
Ἄμεινόν ἐστι καταστάσης τῆς ἐκ τοῦ λουτροῦ ταραχῆς
ἐσθίειν καὶ πίνειν, ὥσπερ καὶ τῆς μετὰ τὰ γυμνάσια. τὸ γὰρ εὐθέως προσφέρεσθαι σιτία καὶ πόματα τήν τε κεφαλὴν πληροῖ καὶ τὸ καταποθὲν ἐνίοτε ἐπιπολάζειν ποιεῖ.
52. Μέγα μὲν δὴ μέρος χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων εἴη φιλόλουτρος καὶ ἄγαν εἰθισμένος λούεσθαι. καὶ γὰρ ποθέουσι μᾶλλον οἱ τοιοίδε καὶ ὠφελέονται λουσάμενοι καὶ βλάπτονται μὴ λουσάμενοι.
Ταῦτα δι᾿ ὅλου σχεδόν τι τοῦ δευτέρου τῶνδε τῶν ὑπομνημάτων ἐδείχθη, τὰς λέξεις ἡμῶν ἐξηγουμένων, ἐν αἷς ἐπὶ πλεῖστον αὐτὸς ἐδήλωσε τὴν δύναμιν τῶν ἐθῶν.
53. Ἁρμόζει δὲ ἐν περιπλευμονίῃσι μᾶλλον ἢ ἐν καύσοισι τὸ ἐπίπαν. καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὴν καὶ στῆθος
καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικὸν καὶ ἀναγωγὸν καὶ εὔπνοον καὶ ἄκοπον (μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματος) καὶ οὐρητικὸν δὲ καὶ καρηβαρίην λύει καὶ ῥῖνας ὑγραίνει. ἀγαθὰ μὲν οὖν λουτρῷ τοσαῦτα πάρεστι, ὧν πάντων δεῖ· ἢν μέντοι τῆς παρασκευῆς ἔνδειά τις ᾖ ἑνὸς ἢ πλειόνων, κίνδυνος μὴ λυσιτελέειν τὸ λουτρὸν, ἀλλὰ μᾶλλον βλάπτειν· ἓν γὰρ ἕκαστον αὐτέων μεγάλην φέρει τὴν βλάβην, μὴ παρασκευασθὲν ὑπὸ τῶν ὑπουργῶν ὡς δεῖ.
Διὰ τί μᾶλλον περιπνευμονίας ἢ καύσους ὠφελεῖ τὸ λουτρὸν αὐτὸς ἐδήλωσεν εἰπών· καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὰν καὶ στῆθος καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν καὶ πτυέλου ἀναγωγὸν καὶ πεπαντικὸν καὶ εὔπνοον· διὰ ταῦτα γὰρ πάντα περιπνευμονικοῖς ἐστιν ὠφελιμώτατον· θεραπεύονται γοῦν ἀναπτύοντες τὰ κατὰ πνεύμονα περιεχόμενα πτύελα. πλευριτικοὶ δὲ καὶ τῷ παρηγορεῖσθαι τὰς
ὀδύνας ὀνίνανται μεγάλως· διὸ καὶ δυοῖν θάτερον ἢ οὕτω γραπτέον ἐστὶν, ἁρμόζει δὲ περιπνευμονίῃσι καὶ πλευρίτισι μᾶλλον ἢ ἐν καύσοισιν· ἢ προσυπακούειν χρὴ τῇ περιπνευμονίῃ τὴν πλευρῖτιν, αὕτη γὰρ ὀδύνην ἔχει κατὰ τὴν πλευρὰν, οὐχ ἡ περιπνευμονία φέρει. μᾶλλον δ᾿ ἁρμόττειν μὲν περιπνευμονίαις ἢ καύσοις εἰπὼν τὸ λουτρὸν ἐδήλωσεν ὅτι καὶ τῶν καυσουμένων ἐνίους ὠφελεῖ· διορισμοῦ δὲ χρεία δηλονότι πρὸς τὴν λέξιν ταύτην, ὃν οὔπω δυνάμεθα ποιήσασθαι, διὰ τὸ μηδὲν εἰρῆσθαι περὶ τοῦ καιροῦ, καθ᾿ ὃν δὴ κελεύει λούειν τοὺς κάμνοντας. τίνας οὖν οὔθ᾿ ὅλως ἀξιοῖ λούειν, πρότερον ἀκούσαντες αὐτοῦ κατὰ τὴν ἑξῆς ῥῆσιν ἐρεῖν μέλλοντος, οὕτως ἀφιξόμεθα πρὸς τὸν περὶ τοῦ λουτροῦ καιρόν.
54. Ἥκιστα δὲ λούειν καιρὸς τούτοισιν, οἷσιν ἡ κοιλίη ὑγροτέρη τοῦ καιροῦ ἐν τῇσι νούσοισιν· ἀτὰρ οὐδὲ οἶσιν ἑστήκει μᾶλλον τοῦ καιροῦ καὶ μὴ προεληλύθει. ἀλλ᾿ οὐδὲ τοὺς
γεγυωμένους χρὴ λούειν, οὔτε δὴ τοὺς ἀσώδεας ἢ ἐμετικοὺς, οὔτε τοὺς ἐπανερευγομένους χολῶδες, οὔτε τοὺς αἱμοῤῥαγέοντας ἐκ ῥινῶν, εἰ μὴ ἔλασσον τοῦ καιροῦ ῥέοι, ( τοὺς δὲ καιροὺς οἶδας ) ἢν δὲ ἔλασσον τοῦ καιροῦ ῥέοι, λούειν, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν |κεφαλὴν μούνην. ἢν οὖν αἱ παρασκευαὶ ἐπιτήδειοι καὶ ὁ κάμνων μέλλει εὖ δέξασθαι τὸ λουτρὸν, λούειν χρὴ ἑκάστης ἡμέρης.
Οἶς μὲν ὑπέρχεται τὰ κατὰ τὴν γαστέρα πλείονα, τὸ βαλανεῖον ἵστησιν, ἀντισπῶν αὐτὰ πρὸς ὅλον τὸ σῶμα καὶ ταύτῃ βλάπτεται· τοῖς δὲ μηδ᾿ ὅλως διακεχωρηκόσιν ὅτι προεκκενῶσαι βέλτιόν ἐστι τὴν παλαιὰν κόπρον οὐδεὶς ἀγνοεῖ, καθάπερ οὐδ᾿ ὅτι τοὺς γεγυωμένους, τουτέστι τοὺς καταλελυμένους τὴν δύναμιν, ἐπικαταλύει τὸ βαλανεῖον. ἀλλὰ καὶ τοὺς ἀσώδεις φησὶ καὶ ἐμετικοὺς οὐ λούειν· καὶ γὰρ τούτους ἐξαίφνης καταλυθῆναι φόβος, ὥστε τὴν καλουμένην ἀκολουθῆσαι στομαχικὴν συγκοπήν. ἐγγὺς δ᾿ αὐτοῖς εἰσι
καὶ οἱ ἐκκεχολωμένοι τὸ στόμα τῆς κοιλίας, οὓς διὰ τοῦ γνωρίσματος ἐδήλωσεν εἰπών· οὐδὲ τοὺς ἐπανερευγομένους χολῶδες. ὡσαύτως οὐδὲ τοὺς αἱμοῤῥαγοῦντας ἐκ ῥινῶν αὐτάρκως προσήκει λούειν. εὔλογον γὰρ οὖν, ἐὰν ἐλλιπέστερον αἱμοῤῥαγῶσιν, λούειν αὐτούς· οὗτοι δέ εἰσι καὶ οἱ λαύρου τοῦ λουτροῦ δεόμενοι, κινήσεως σφοδροτέρας ἕνεκα τοῦ κατὰ τὴν κεφαλὴν αἵματος· ὡσαύτως δὲ λούσομεν εἰ χρῄζοντες αἱμοῤῥαγίας μηδ᾿ ὅλως αἱμοῤῥαγοῖεν. ἐκ δὲ τοῦ προσθεῖναι, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν κεφαλὴν μοῦνον, ἔτι σαφέστερον ἐδήλωσεν ὡς πολλάκις ἐν οἴκῳ τεθερμασμένῳ καθίζων τὸν κάμνοντα χωρὶς τοῦ πυέλου καταντλεῖ τὴν κεφαλὴν μόνην χωρὶς τοῦ λοιποῦ σώματος ὕδατι θερμῷ.
55. Τοὺς δὲ φιλολουτρέοντας οὐδ᾿ εἰ καὶ δὶς τῆς ἡμέρας λούσῃς, οὐδὲν ἂν ἁμάρτοις.
Καὶ ταύτην τὴν ῥῆσιν ὁ δοὺς ἰατρὸς
Βίκτωρι τῷ Ῥώμης ὑπάρχῳ τὸ περὶ τῆς καθ᾿ Ἱπποκράτην διαίτης καὶ ἄλλας τινὰς ἐξ ἡμισείας ἐνέγραψε τῷ βιβλίῳ, καθάπερ κᾀκείνην ἐν ᾗ φησιν ὅτι οὐχ ὑστερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος· ἔτι δὲ πρὸς αὐτῇ καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτεῖσθαι τῆς ἡμέρης δὶς δοτέον. ἀλλὰ τούτων μὲν τῶν δύο ῥήσεων ἑκατέρας ἀφεῖλε τὸ ἥμισυ μέρος, τῆς δὲ νῦν προκειμένης ἀφεῖλε μὲν οὐδὲν, οὐ προσέθηκε δὲ τὸν καιρόν. ἐν ᾧ τοὺς φιλολουτροῦντας ἐπιλέγει τοὺς ἐν τῷ τῆς ὑγείας χρόνῳ χαίροντας τῷ λούεσθαι καὶ διὰ τοῦτο πολλάκις λουομένους· οὗτοι γὰρ εἰς τὸ λούσασθαι προσλαμβάνουσι τὸν ἐκ τοῦ ἔθους σκοπόν. ἐφεξῆς γοῦν ἀκούσωμεν αὐτοῦ τὸν καιρὸν, ἐν ᾧ κελεύει λούεσθαι τοὺς κάμνοντας.
56. Χρέεσθαι δὲ λουτροῖσι τοῖσιν ὅλῃσι πτισάνῃσι χρεομένοισι παρὰ πολὺ μᾶλλον ἐνδέχεται ἢ τοῖσι χυλῷ μούνῳ χρεομένοισι· ἐνδέχεται δὲ καὶ τούτοισιν ἐνίοτε, ἥκιστα δὲ καὶ τοῖσι ποτῷ μούνῳ χρεομένοισιν.
Ἐν τούτῳ τῷ λόγῳ τὸν καιρὸν ἐδήλωσεν, ἐν ᾧ προσήκει λούεσθαι καὶ εἴπερ ἐν ἀρχῇ προείρητο, πολλὰ ἂν οὕτω τῶν μεταξὺ λεγομένων οὐκ ἦν ἀσαφῆ. πτισάνας γὰρ ὅλας δίδωσι τοῖς ἐπιεικῶς ἔχουσιν, ὅσοι δ᾿ αὐτῶν φαυλότερον διάγουσι, χυλὸν μόνον· ὅσοι δὲ καὶ τούτων ἔτι σφαλερώτερον ἢ ὀξύτερον νοσοῦσι, μόνα τὰ ποτά. καὶ ὅτι δὲ τὸν λόγον ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα παθῶν ἐν ὅλῳ τῷ συγγράμματι πεποίηται, τὰ πλεῖστα τῶν καθόλου διδάσκων ὡς ἐπὶ παραδειγμάτων, ἐν τοῖσδε τοῖς μέρεσι τῶν νοσημάτων καὶ μάλιστα τῆς πλευρίτιδος, ἐπιδέδεικται πολλάκις· ἐδείχθη δὲ ὅτι καὶ πεφθέντων τῶν παθῶν χρῆσθαι κελεύει τῇ πτισάνῃ. τότ᾿ οὖν καὶ τὸ λουτρὸν ἀκινδύνως προσάγεται, μάλιστα συντελοῦν εἰς τὴν ἐκκάθαρσιν τῶν περιεχομένων πτυέλων ἐν θώρακι καὶ πνεύμονι. τοῖς οὖν οὕτως ἔχουσιν, ὅταν καὶ ἡ ἀπὸ ἔθους ἔνδειξις προσέλθῃ, διπλασιάσαι τὸ λουτρὸν οὐδὲν κωλύει· τοῖς μέντοι ποτῷ μόνῳ χρωμένοις ἥκιστά φησιν ἁρμόττειν τὸ λουτρὸν, ὅπερ σημαίνει
τὸ ἐλάχιστον καὶ οὐχ ὡς ἔνιοί φασι τὸ οὐδαμῶς· ἐπιφέρων γοῦν ἐρεῖ·
57. Ἔστι δ᾿ οἷσι καὶ τουτέων μὲν ἐνδέχεται· τεκμαίρεσθαι δὲ χρὴ τοῖσι προγεγραμμένοισι, οὕς τε μέλλει λουτρὸν ὠφελέειν ἐν ἑκάστοισι τῶν τρόπων τῆς διαίτης οὕς τε μή. οἷσι μὲν γὰρ προσδέεταί τινος κάρτα τουτέων, ὁκόσα λουτρὸν ἀγαθὸν ποιέει, οὐ λούειν, καὶ ὅσα ἂν λουτρῷ ὠφελέηται· οἷσι δὲ τούτων μηδενὸς προσδεῖ καὶ πρόσεστιν αὐτέοισι τῶν σημείων ἐφ᾿ οἷσι λούεσθαι ξυμφέρει, δεῖ λούειν.
Οὐ προσέθηκε δὲ τὸ πότε τούτους ἐνδέχεται χρῆσθαι λουτρῷ· λεκτέον οὖν ἡμῖν ἐστιν ἑπομένοις αὐτοῦ τῇ ὅλῃ διανοίᾳ. ποτοῖς μόνοις διαιτᾷ ὁ Ἱπποκράτης τοὺς ὀξέως νοσοῦντας, ὅταν ἐλπίζῃ τὴν δύναμιν αὐτῶν ἐξαρκέσαι εἰς τὴν τοῦ νοσήματος ἀκμὴν, ἥτις ἐνίοτε ἅμα τῇ πέψει γίνεται,
ἐν τῷ καθόλου περὶ λουτρῶν δυνάμεων, ὡς ἐὰν μὴ προκεκενωμένῳ τῷ σώματι προσάγηται, ῥευματίζει τὰ πεπονθότα· κεκενωμένῳ δὲ προσφερόμενον τῇ πέψει συνεργεῖ, δύναμιν ἔχον προσκενοῦν προκεκενωμένου τοῦ ὅλου σώματος. διὸ καὶ τῶν καυσωδῶς νοσούντων ἐκείνοις ἁρμόσει μόνοις, ὅσοι χωρὶς ὄγκου φλεγμονώδους ἢ ἐρυσιπελατώδους νοσοῦσι, ζεούσης αὐτοῖς τῆς ἐν ὅλῳ τῷ σώματι χολῆς· ἐὰν δὲ καὶ πέψεως ἔχωσι γνωρίσματα, πολλῷ μᾶλλον αὐτοῖς ἁρμόσει. γιγνομένου δὲ καυσώδους πυρετοῦ καὶ δι᾿ ἁλικὸν φλέγμα σηπόμενον, ἰστέον ἐπ᾿ ἐκείνων ἐναντιώτατον ὑπάρχειν τὸ βαλανεῖον. οὔτε γὰρ διαφορεῖται κατὰ τὸ δέρμα, καθάπερ ὁ πικρόχολος χυμὸς, οὕτω καὶ ὁ φλεγματικὸς διὰ τὸ παχύς τε καὶ γλίσχρος ὑπάρχειν, οὔτε σβέννυται, πολυχρονίου πέψεως δεόμενος.
Μέμνημαι κατὰ τὴν ἀρχὴν τῆς ἐξηγήσεως τοῦ βιβλίου τούτου πρὸς τοὺς Κνιδίους ἰατροὺς εἰπόντος Ἱπποκράτους· ὁκόσα δὲ προκαταμαθεῖν δεῖ τὸν ἰατρὸν μὴ λέγοντος τοῦ
προειρημένα παραλέλειπται παντάπασιν ὑπὸ τῶν Κνιδίων ἰατρῶν καὶ πολὺ μᾶλλον τούτων αἱ φύσεις καὶ αἱ κράσεις τῶν σωμάτων, ὧν πολλάκις ἐμνημόνευσεν ἐν τῷ βιβλίῳ, τοὺς μὲν πικροχόλους ὀνομάζων, τοὺς δὲ μελαγχολικούς. ἐχόμενος δὲ τῶν σκοπῶν τούτων καὶ περὶ τῆς τῶν ὑγιαινόντων ἐν τῇ διαίτῃ μεταβολῆς ἐδίδαξεν, ὅπως ἐπανορθωτέον ἐστὶ καὶ περὶ τῆς τῶν καμνόντων. ἔν τε τῷ περὶ οἴνου καὶ μελικράτου καὶ ὀξυμέλιτος καὶ ὕδατος λόγῳ τῶν αὐτῶν τούτων ἐμνημόνευσε σκοπῶν. ἐμνημόνευσε δὲ καὶ περὶ τῆς πέψεως τοῦ νοσήματος πολλάκις, οὐ μικρὸν σκοπὸν οὐδὲ τοῦτον ποιούμενος ὅλης τε τῆς διαίτης καὶ τῶν ἐν ταύτῃ μεταβολῶν· ὁμοίως δὲ καὶ περὶ ἀκμῆς νοσήματος εἶπέ τι καὶ πρὸς τοῦτον ἀποβλέπων, τρέφει οὐχ ὡς πρὸς τὸν φαυλότατον σκοπὸν ἐν διαίτῃ. πάντα ταῦτα καὶ ἄλλα τοιαῦτα παραλέλειπται τοῖς Κνιδίοις ἰατροῖς, ἃ χρὴ προσμανθάνειν τὸν ἰατρὸν, μὴ λέγοντος τοῦ κάμνοντος.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΥΠΟΜΝΗΜΑ Δ.
Προοίμιον. Ἐν τῷ περὶ διαίτης τὰ μετὰ τὸν περὶ λουτρῶν λόγον εἰρημένα προσηκόντως ὑπώπτευσαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ὡς οὐχ Ἱπποκράτους ὄντα· καὶ γὰρ τῇ τῆς ἑρμηνείας δυνάμει καὶ τῇ τῶν θεωρημάτων ἀκριβείᾳ λείπεται πολὺ τῶν ἔμπροσθεν. οὐ μὴν οὐδ᾿ ἀλόγως ἐκινήθησαν οἱ νομίσαντες Ἱπποκράτους εἶναι καὶ ταῦτα· κατὰ γὰρ τὴν ἐκείνου προαίρεσιν ἡ διάνοια τῶν γεγραμμένων
κατὰ τὴν λέξιν καὶ κατὰ τὴν διάνοιαν Ἱπποκράτους, τοῦ δὲ καθ᾿ ἕτερον μόνον, ἤτοι τὴν λέξιν ἢ τὴν διάνοιαν, ἐνίων δὲ κατ᾿ οὐδέτερον, σημανοῦμεν τοῦτ᾿ αὐτὸ καθ᾿ ἑκάστην τῶν προχειριζομένων εἰς τὴν ἐξήγησιν λέξεων.
1. Καῦσος δὲ γίνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλεβία ἐν θερινῇ ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς ἑαυτά.
Θερινὴν ὥραν εἴρηκε τὴν θερμὴν καὶ ξηρὰν, ἄν τ᾿ ἐπὶ τῇ τελευτῇ τοῦ ἔαρος ἄν τε ἐν ἀρχῇ τοῦ θέρους ἤν τ᾿ ἐν τοῖς μέσοις ἢ τοῖς τελευταίοις ἄν τε κατὰ τὴν ἀρχὴν τοῦ φθινοπώρου ᾖ. δέδεικται δ᾿ ἐν τοῖς ὑπομνήμασι τῶν ἐπιδημιῶν ἡ τοῦ περιέχοντος ἀέρος κρᾶσις ἑαυτῇ συμμεταβάλλουσα τὴν τοῦ σώματος διάθεσιν, ἡ μὲν ξηρὰ πρὸς τὸ ξηρότερον, ἡ δ᾿ ὑγρὰ πρὸς τὸ ὑγρότερον· ἐπιδέδεικται δὲ καὶ ὅτι τὴν κατὰ
γενέσθαι τὴν ὁμοίαν διάθεσιν· ἕτερον δὲ τρόπον λέγω, ὅταν πέμπηται πρός τι μόριον ἀσθενέστερον ἐκ τῶν ἰσχυροτέρων τὰ περιττώματα. δέδεικται γὰρ, ὥσπερ ἑλκτικὴ δύναμις ἐν ἑκάστῳ τῶν μορίων ἐστὶν, οὕτω καὶ ἀποκριτική· οὐκ ἀδύνατον οὖν ἐστιν ἐνίοτε μὲν ἐξ ἑνὸς μέρους, ἐνίοτε δὲ ἐκ πλειόνων δριμεῖς καὶ χολώδεις ἰχῶρας ἀποκριθέντας ἐπιχυθῆναι τῶν εἰρημένων μορίων, ὅ τί περ ἂν αὐτῶν ἀσθενέστερον ᾖ· ὅτι δὲ ἰχῶρας ὀνομάζει τὰς λεπτὰς ὑγρότητας, εὔδηλον.
2. Καὶ πυρετὸς πολὺς ἴσχει, τό τε σῶμα ὥσπερ ὑπ᾿ ὀστεοκόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει.
Πυρετὸς μὲν οὖν πολὺς ἴσχει διὰ τὴν τῶν ἰχώρων φύσιν, οὓς δριμεῖς ἔφη καὶ χολώδεις· τοῖς τοιούτοις γὰρ οἱ σφοδρότατοι τῶν πυρετῶν ἐπιγίνονται, τουτέστιν οἱ πολλήν τε καὶ δριμυτάτην ἔχοντες τὴν θερμασίαν, ὥσπερ γε καὶ οἱ
τὴν ἐλάττονά τε καὶ ἧττον δριμεῖαν, τοῖς φλεγματώδεσιν ἑπόμενοι χυμοῖς. κοπιᾷ δὲ τὸ σῶμα σύμπαν διὰ τὴν δριμύτητα τῶν ἰχώρων τὸν ἑλκώδη κόπον· εἴρηται δὲ τελέως περὶ τῆς πάντων τῶν κόπων διαφορᾶς ἐν τοῖς ὑγιεινοῖς.
3. Γίγνεται δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐκ πορίης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλεβία, δριμέα καὶ θερμὰ ῥεύματα ἐπισπάσηται πρὸς ἑαυτά.
Καὶ κατὰ τὴν ἀρχὴν εἴρητο καὶ νυνὶ δ᾿ αὖ τὸ ἀναξηρανθῆναι προσέθηκε, τὰς προκαταρκτικὰς καλουμένας αἰτίας δηλῶν, ὡς ἐν παραδείγματι· πᾶσαι μὲν γὰρ αἱ θερμαὶ καὶ ξηραὶ τοὺς καύσους ἐργάζεσθαι δύνανται. τινὰς γοῦν οἶδα διὰ πόσιν οἴνου τεθαλασσωμένου πλείονος ἁλόντας καύσῳ, καθάπερ ἄλλους διὰ ταρίχων καὶ ταριχηρῶν κρεῶν καὶ τινων ἄλλων ἁλικῶν ἐδωδὴν ἄμετρον. ἕτερος δέ τις ἐξ ὁδοιπορίας τε καὶ καύματος ἥκων ἐλούσατο μὲν πρῶτον, ἀφικόμενος δ᾿
οἴκαδε καὶ πιὼν οἴνου κατὰ τὴν κρᾶσιν ἔχοντος τὸ πλεῖον, ἤρξατο πυρέττειν αὐτίκα καυσώδη πυρετόν· καὶ ἄλλος δέ τις σφοδρῶς ὀργισθεὶς καὶ ἄλλος ἀγρυπνήσας.
4. Γίγνεται δὲ ἡ γλῶσσα τραχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα, καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει, τά θ᾿ ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίγνεται καὶ δίψαι σφοδραὶ ἔνεισι καὶ ἀγρυπνίαι, ἐνίοτε δὲ καὶ παραλλάξεις φρενῶν.
Τὰ παρακολουθοῦντα τοῖς καύσοις ἐν τῷδε τῷ λόγῳ διῆλθεν, ἃ δὴ καὶ συνεδρεύοντα καλοῦσιν· ἔστι δὲ ταῦτα γλῶσσα ξηρὰ καὶ τραχεῖα καὶ μέλαινα, δῆξίς τε ἐπὶ τῆς γαστρὸς, ὑποχωρήματα ὠχρὰ καὶ δίψαι σφοδραὶ καὶ ἀγρυπνία, ποτὲ δὲ καὶ παραφροσύνη. ἡ μὲν οὖν γλῶσσα ξηρὰ γίγνεται, διότι καὶ ἡ διάθεσις ὅλη τοῦ σώματος ξηρά ἐστι καὶ θερμὴ καὶ ὁ πυρετὸς αὐτὸς τοιοῦτος. ἡ δὲ δῆξις τῶν κατὰ τὴν γαστέρα διὰ τὴν τῶν εἰς αὐτὴν συῤῥεόντων ἰχώρων
πάνυ συμπίπτει, τὰ δὲ κατὰ τὰς γλώσσας εἰρημένα καὶ τὰς παραφροσύνας μᾶλλον. ἀλλὰ καὶ δυσπνοοῦσιν οὗτοι τὴν κατὰ τὸ πυκνὸν καὶ μέγα πνεῦμα δύσπνοιαν, ἐκφυσῶσί τε συνεχῶς ἀνοιγνύντες τὸ στόμα καὶ τῇ τοῦ πυρώδους πνεύματος ἀποχύσει κουφιζόμενοι. τὸ μὲν οὖν τῆς δυσπνοίας ὅλον παραλέλειπται, καίτοι γε ἐν προγνωστικῷ λελεγμένον ἡμεῖς ἐδείκνυμεν. ἀτάκτως δ᾿ εἴρηται τὰ κατὰ τὴν γλῶσσαν συμπτώματα· προτέραν μὲν γὰρ ἐχρῆν γεγράφθαι τὴν ξηρὰν, δευτέραν δὲ τὴν τραχεῖαν· διὰ γὰρ τὴν ἄμετρον ξηρότητα τραχεῖαν συμβαίνει γίγνεσθαι τὴν γλῶσσαν, ὥστε τὴν τραχεῖαν οὖσαν πάντως καὶ ξηράν. ὅτι δὲ καὶ μελαίνεται διὰ τὴν ἄμετρον θερμασίαν, ὥσπερ τοῖς ἡλιθεροῦσι τὸ δέρμα, προμεμαθήκαμεν ἤδη.
5. Τῷ τοιῷδε πίνειν ὕδωρ τε καὶ μελίκρητον ἑφθὸν δίδου ὑδαρὲς, ὁκόσον ἐθέλει.
Τοῦτο τὸ βιβλίον εἰ καὶ μὴ Ἱπποκράτους ἐστὶ σύγγραμμα, παλαιὸν γοῦν ἐστιν, ὡς κατὰ τοὺς Ἐρασιστράτου χρόνους ἤδη προσκεῖσθαι τῷ γνησίῳ. θαυμαστὸν οὖν ὅπως ἐτόλμησεν εἰς Ἀπολλώνιον καὶ Δέξιππον ἀποσκῶψαι τὰ περὶ τῶν κηρίνων κυλίκων ὁ Ἐρασίστρατος. ὁ γὰρ ταῦτα γράψας, τὴν Ἱπποκράτους γνώμην ἄμεινον Ἐρασιστράτου γινώσκων, ὁπόσον ἐθέλουσι πίνειν ἐπιτρέπει καὶ τοῖς καυσουμένοις· ἔδειξα δὲ καὶ κατὰ τὸ γνήσιον μέρος τοῦ συγγράμματος οὕτω γινώσκοντα τὸν Ἱπποκράτην. περὶ μὲν οὖν τῆς τοῦ Ἐρασιστράτου κακοηθείας ἱκανὰ καὶ ταῦτα· σκοπῶμεν δὲ ἤδη τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα. κελεύει γὰρ μήτε ἐφ᾿ ὕδατος μόνου διαιτᾷν τοὺς καυσουμένους μήτ᾿ ἐπὶ μελικράτου μόνου. τὸ μὲν γὰρ ὕδωρ ἔμαθες, ὡς τῇ φύσει ψυχρὸν ὂν, βραδύπορον εἶναι καὶ μένον ἐν ὑποχονδρίῳ πλεῖστον χρόνον, διαφθείρεσθαι κατὰ τοὺς ὀξεῖς πυρετούς· τὸ δὲ μέλι ῥᾳδίως ἐκχολοῦσθαι. διὰ τοῦτο ἀξιοῖ ὑδαρὲς διδόναι τὸ μελίκρατον, ἵνα τὸ ὕδωρ μὴ μηκύνῃ κατὰ τὴν ἄνω γαστέρα, ποδηγούμενον ὑπὸ τοῦ μιγνυμένου μέλιτος εἰς τὴν
ἀνάδοσιν· διὰ δὲ ταῦτα αὐτὰ καὶ ἑφθὸν αὐτὸ δίδωσιν, ἀδιψότερον γὰρ καὶ ἀφυσότερον τοῦτο τοῦ ὠμοῦ καὶ τὴν οὔρησιν μᾶλλον κινοῦν, ὥσπερ γε τὴν διαχώρησιν τὸ ὠμόν ἧττον γὰρ γίνεται δριμὺ τὸ ἑψημένον, οὐ μόνον τῷ πέττεσθαι κατὰ τὴν ἕψησιν, ἀλλὰ καὶ τῷ τὸ ἀφρῶδες αὐτοῦ πᾶν ἀφαιρεῖσθαι, καθότι τὸ δριμὺ καὶ φυσῶδές ἐστιν ἐν τῇ τοῦ μέλιτος οὐσίᾳ. τὸ δ᾿ ἑψημένον ἄδηκτόν τε καὶ ἄφυσον γιγνόμενον ἀναδίδοται μᾶλλον ἢ ὑπέρχεται κατ᾿ ἔντερα, ὥστε καὶ διὰ τοῦτο τρέφει μᾶλλον τοῦ ὠμοῦ· χρῄζουσι δ᾿ οὕτω νοσοῦντες, ὡς ἂν μὴ λαμβάνοντες τὸν χυλὸν τῆς πτισάνης ἐκ τοῦ μελικράτου τρέφεσθαι. προείρηται δὲ ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου περὶ τοῦ χρῆναι διαιτᾷν ἐν τοῖς ὀξυτάτοις νοσήμασιν ἐπὶ μόνων τῶν πομάτων, καὶ ταῦτά μοι πάντα τὰ κατὰ τὴν ἐξήγησιν τοῦδε τοῦ νῦν προκειμένου γράμματος τοῖς προανεγνωκόσι τε καὶ μεμνημένοις τὰς ἐν ἐκείνοις γεγονυίας ἐξηγήσεις, οὕτω λέλεκταί τε καὶ λεχθήσεται.
6. Καὶ ἢν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει καὶ τὴν κοιλίην ὑποκλύσαι.
Ἡ πικρία τῆς χολῆς πικρὸν ἐργάζεται τὸ στόμα· κοινὸς γὰρ καὶ εἷς χιτών ἐστιν, ὅ τ᾿ ἔνδον τῆς γαστρὸς καὶ ἅπας ὁ ὑπαλείφων τὸ στόμα. κατὰ λόγον οὖν ὁ συγγραφεὺς ἐκκενοῖ τὴν χολὴν δι᾿ ἐμέτων τε καὶ κλύσματος.
7. Ἤν δὲ πρὸς ταῦτα μὴ λύηται, γάλα ὄνου ἑψήσας κάθαρε.
Ἐπειδὴ πάντως μὲν ἐκκενῶσαι βούλεται τὴν εἰς τὴν γαστέρα χολὴν, εὐλαβεῖται δὲ τὰ καθαίροντα φάρμακα, διότι δριμέα καὶ θερμὰ παντελῶς ἐστι, διὰ τοῦτ᾿ ἐπὶ τὸ τῆς ὄνου γάλα παραγίνεται, δριμύτητα μὲν οὐδεμίαν ἔχον ὥσπερ οὐδ᾿ ἄλλο οὐδὲν, ἀλλὰ πλεονεκτοῦν τῇ ὑγρότητι μόνον τῶν ἄλλων ἁπάντων καὶ διὰ τοῦτο μόνον ὑπέρχεται· προεφθὼς
δὲ αὐτὸ διὰ τὸ φυσῶδες. ἀλλὰ σύ γε καὶ μόνῳ τῷ ὀῤῥῷ δυνήσῃ χρῆσθαι, χωρίζων αὐτὸν, ὅταν τὸ γάλα προαφεψήσῃς διὰ ὀξυμέλιτος, ἐγκαθεὶς ἀγγεῖον χαλκοῦν ὕδατος πλῆρες ψυχροῦ συνεχῶς εἰς τὸ γάλα· καὶ γὰρ αὕτη καλῶς ἡ κάθεσις γιγνομένη χωρίζει τὸν ὀῤῥὸν τοῦ τυρώδους.
8. Ἁλμυρὸν δὲ μηδὲν μήτε δριμὺ προσφέρειν· οὐ γὰρ ὑποίσει.
Ὁ μὲν ἁλμυρὸς χυμὸς ὁποῖός τίς ἐστιν ἐν τοῖς ἁλσὶ φαίνεται· περὶ δὲ τῆς τοῦ δριμέος οὐσίας τε καὶ δυνάμεως εἴρηται κατὰ τὸ τέταρτον βιβλίον τῶν ἁπλῶν φαρμάκων, ὅτι πέπερι καὶ νᾶπυ καὶ πύρεθρον, ὅσα τ᾿ ἄλλα θερμὰ ταῖς δυνάμεσίν ἐστι καὶ δριμέα γευομένοις φαίνεται. ὡς οὖν συναυξάνοντα τὴν διάθεσιν τῶν καυσωδῶν, φεύγειν κελεύει τὰ δριμέα καὶ τὰ ἁλμυρά· ταῦτα δὲ καὶ ξηραίνει μᾶλλον τῶν δριμέων, εἰ καὶ μὴ παραπλησίως ἐκείνοις θερμαίνει, ἀλλ᾿ ἧττον.
9. Ῥόφημα δὲ ἔστ᾿ ἂν ἔξω τῶν κρίσεων γένηται, μὴ δίδου.
Ὡς προσυπακουσθησομένου τοῦ τὴν δύναμιν ἐῤῥῶσθαι, τὸν λόγον ἄκουε· ποιεῖται γὰρ οὕτω τὴν διδασκαλίαν καὶ αὐτὸς ὁ Ἱπποκράτης, ὡς τὰ πολλὰ τὰ καθ᾿ ἕκαστον σκοπὸν ὑπαγορευόμενα γράφων, εἶθ᾿ οὕτως ἅπαξ εἰπὼν ἀλλήλοις χρῆναι παραβάλλειν τὰ δεδειγμένα, τὰς δυνάμεις αὐτῶν ἐπισκοπούμενον. ὅτι δὲ οὐ προσήκει διδόναι ῥόφημα πρὸ τῆς κρίσεως, ἐὰν ἡ δύναμις ἐξαρκῇ, κατὰ τὸ πρῶτον μέρος τοῦ βιβλίου δεδήλωται τὸ γνήσιον.
10. Καὶ ἢν αἷμα ἐκ τῶν ῥινῶν ῥέῃ, λύεται τὸ πάθος, καὶ ἢν ἱδρῶτες ἐπιγίγνωνται κριτικοὶ γνήσιοι μετ᾿ οὔρων λευκῶν καὶ παχέων καὶ λείων ὑφισταμένων.
Ἐν τοῖς ὀξέσι πυρετοῖς ἐπὶ τὴν κεφαλὴν φέρεται τὸ
λέξις· ὑπὸ γὰρ τῶν εἰρημένων οὔρων δηλοῦται καὶ τὸ κριτικοὺς εἶναι τοὺς ἱδρῶτας, ὥστε ἐκ περιττοῦ πρόσκειται· τὸ δὲ γνήσιοι οὐ κυρίως ἐπ᾿ αὐτῶν λέγοιτο· κατὰ γὰρ τὰς τῶν νοσημάτων ἰδέας ἐπιφέρειν εἰώθασι τὴν τοιαύτην προσηγορίαν οἵ τ᾿ ἄλλοι τῶν ἀρίστων ἰατρῶν καὶ αὐτὸς ὁ Ἱπποκράτης.
11. Ἢν ἀπόστημά τι γένηται.
Σπανιώτατόν ἐστι τὸ δι᾿ ἀποστήματος κριθῆναι καῦσον, ἔτι δὲ μᾶλλον εἰ χωρὶς τοῦ μόριόν τι τοῦ σώματος προσθεῖναι, τὴν ἀπόφασίν τις ποιοῖτο. παρωτίσι μὲν γὰρ οἶδά τινας καύσους κριθέντας, ἀλλ᾿ οὐ τοὺς γνησίους· τοῦτο δ᾿ ὀλίγον ὕστερον μαθήσῃ μετὰ τὴν ἐξήγησιν.
12. Ἢν δ᾿ ἄνευ τούτων λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀῤῥωστίης
ἢ ἰσχίων ἢ σκελέων ἄλγημα ξυμβήσεται, καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι.
Αἱμοῤῥαγίας καὶ ἱδρῶτος μνημονεύσας, ἂν χωρὶς τούτων ὁ καῦσος παύσηται, φησὶν ἄπιστον εἶναι τὴν λύσιν· ὑποστρέψει γὰρ ὀλίγον ὕστερον· ἔσται γὰρ, φησὶ, κατὰ τὴν ὑποστροφὴν ἄλγημα σκελέων ἢ ἰσχίου καὶ πτύσει παχέα. τὸ μὲν γὰρ αἱμοῤῥαγίας ἢ ἱδρῶτος ἢ ἀποστήματος δεῖσθαι τὸν μέλλοντα κριθῆναι, δύναιτ᾿ ἄν τις εἰρῆσθαι δοκεῖν ὑγιῶς, ἐάν τε προστεθῇ τοῖς εἰρημένοις ἃ θεραπεύων αὐτὸς ἔγραψε, ἐμεῖν τε κελεύων καὶ τὴν κοιλίαν ὑπάγειν, διδούς τε ποτὸν ὕδωρ καὶ μελίκρατον ὑδαρὲς ἑφθόν· ὥστε ἐὰν μετὰ τούτων τις λέγῃ, τὴν αἱμοῤῥαγίαν καὶ τὸν ἱδρῶτα καὶ τὸ ἀπόστημα λύειν τὸν καῦσον, ἄλλως δὲ μὴ δύνασθαι λυθῆναι, τάχα δόξει λόγον τινὰ ἐπιεικῆ λέγειν· ἐπιεικῆ δὲ εἶπον, ὡς μετρίως ἀληθεύοντα καὶ μᾶλλον τοῦ πρόσθεν, οὐ μὴν ἄμεμπτόν γε παντάπασιν· οὐ γὰρ ἀληθής ἐστιν ὁ λόγος. τὸ γὰρ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένον, ὑπὸ καύσου
τοῦτο δ᾿ οὐ ταὐτόν ἐστι τῷ πάντως τοὺς καυσουμένους, ἂν πίωσι ψυχρὸν ὕδωρ, σωθήσεσθαι· οὕς γὰρ ὀλεθρίως τε καὶ ἀσώστως ἔχοντας οὕτε δι᾿ ἄλλου τινὸς οὔτε δι᾿ ὕδατος σῶσαι δυνατόν ἐστιν, τούτοις οὐδ᾿ ἐπεχείρησα δοῦναι. τὸ δ᾿ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, καὶ πτύσεται παχέα ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι, παραφυλακτέον ἐστί σοι κατ᾿ ἐκείνους μόνους τοὺς καύσους, ὁπόσοι πεπονθότος τοῦ πνεύμονος γίγνονται.
13. Καύσου γένος ἄλλο. ἡ κοιλίη ὑπάγουσα δίψης ἐστὶ μεστή. γλῶσσα τρηχεῖα, ξηρὴ, ἁλικώδης.
Τὸ τοῦ γένους ὅνομα τοὺς παλαιοὺς Ἕλληνας εὑρίσκω καὶ κατὰ τῶν ὁμωνύμως λεγομένων ἐνίοτε φέροντας, τῶν μὲν ἕν ἐχόντων τὸ σημαινόμενον, ἐκ δὲ τῆς κατ᾿ αὐτὸ τομῆς εἰς διαφορὰς πλείους ἀφικνουμένων· ἐφ᾿ ᾧ πολλάκις εἰώθαμεν λέγειν γενικὰς εἶναι διαφορὰς τοῦδε τοῦ πράγματος
ψυχρὸν καὶ γλίσχρον καὶ παχὺ τῆς τοῦ φλέγματος οὐσίας. οὔκουν ἐνδέχεται ποτῷ μόνῳ χρῆσθαι τοὺς οὕτως νοσοῦντας· τοῦτο γὰρ ἐμάθομεν ἐπὶ τῶν μελλόντων πέττεσθαι περὶ τὴν ε΄ ἢ τὴν ζ΄ ἡμέραν, ἰσχυρᾶς οὔσης δηλονότι τῆς δυνάμεως· εἰ δ᾿ εἰς τὴν θ΄ ἢ ιδ΄ ἢ κ΄ ἐμπίπτειν μέλλει τὸ νόσημα, χυλῷ πτισάνης ἐξ ἀρχῆς ἐπ᾿ αὐτοῦ χρώμεθα.
14. Οὔρων ἀπόληψις, ἀγρυπνίη, ἀκρωτήρια ἐψυγμένα.
Οὔρων ἀπόληψις. εἴωθε λέγεσθαι παρ᾿ αὐτοῦ ὅταν ἢ οὐκ ἀξιολόγως, ἢ μηδ᾿ ὅλως φέρηται· γίγνεται δὲ τοῦτο κατὰ τὸν προκείμενον ἐν τῷ λόγῳ καῦσον, ἐπὶ τῷ πάχει τοῦ χυμοῦ. ἀγρυπνίη. τοῦτο κοινὸν ἀμφοτέρων τῶν καύσων καὶ διὰ τοῦτο κατὰ τὸν πρότερον ἐμνημόνευσεν αὐτοῦ, καὶ γὰρ γίγνεται μᾶλλον ἐπ᾿ ἐκείνου, διότι ἡ κεφαλὴ μᾶλλον ἐκπυροῦται. ἀκρωτήρια ἐψυγμένα. τοῦτο τὸ σύμπτωμα τοῦ
δευτέρου ἐστὶ καύσου· οὐ δεῖ δὲ ἁπλῶς εἰρῆσθαι τὸν λόγον, ἀλλὰ μετὰ διορισμοῦ τινος· οὐ γὰρ ἀεὶ τοιοῦτός ἐστιν, ἀλλ᾿ ὅταν κακοήθης ᾖ. κατὰ μὲν γὰρ τοὺς χολώδεις καὶ διακαεῖς πυρετοὺς, ἄχρι τῶν περάτων τοῦ σώματος ἐκτείνει τὴν θερμασίαν, κᾂν μὴ κακοήθης ὁ καῦσος ᾖ, κατὰ δὲ τοὺς φλεγματικοὺς ἡ καπνώδης τῆς θερμασίας οὐσία, ὅταν ἐν τοῖς κατὰ γαστέρα χωρίοις ἢ τὸ ἧπαρ ἢ τὸν πνεύμονα γένηται σῆψις ἁλικοῦ χυμοῦ, δι᾿ ἐκείνην μὲν ἡ πυρώδης θερμασία γίγνεται· κακοηθευσαμένου δὲ τοῦ νοσήματος, ἀκρωτήρια ψύχεται διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, καὶ τὸ μέγεθος τῆς φλεγμονῆς ἐφ᾿ ἑαυτὴν ἑλκούσης πᾶν τὸ αἷμα· χωρὶς γὰρ τούτων οὐκ ἂν ὀλέθριον γένηταί ποτε τὸ νόσημα
15. Τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῥινὸς ῥυῇ, ἢ ἀπόστημα περὶ τὸν τράχηλον γένηται, ἢ σκελέων ἄλγημα, καὶ πτύσματα παχέα πτύσῃ (ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίνεται)
ἢ ἰσχίων ὀδύνη, ἢ αἰδοίου πελίωμα, οὐ κρίνεται, καὶ ὄρχις ἐνταθεὶς, κριτικόν.
Ὅτι δι᾿ ἀποστημάτων μᾶλλον ἢ ἐκκρίσεων οἱ ἐπὶ φλέγματι σηπομένῳ γινόμενοι πυρετοὶ τὴν λύσιν ἔχουσι πολλάκις δέδεικται· κατὰ δὲ τὸν προκείμενον καῦσον, οὐκ ἀποστημάτων μόνον ἐμνημόνευσεν, ἀλλὰ καὶ προσέθηκε καὶ αἱμοῤῥαγίαν, γινομένην ἐπ᾿ ἐκείνων μᾶλλον τῶν καύσων, ἐφ᾿ ὧν ἡ τοῦ πάθους σύστασις ἐν τῷ πνεύμονι γίγνεται· θερμαινομένη γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ κεφαλὴ πληροῦται τοῦ αἵματος, ἀποχεῖ τε τὸ πλεονάζον αὐτοῦ, ῥηγνυμένων ἢ ἀναστομουμένων τῶν φλεβῶν, διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ περὶ τὸν τράχηλον ἀποστήματα καὶ παρωτίδες γίνονται τοῖς οὕτω πάσχουσιν. ὅσοις δὲ τοῦ πάθους ἡ σύστασις ἐν τοῖς κατὰ τὴν νῆστιν ἢ τὸ ἧπαρ ἐγένετο μέρεσι, κάτω μᾶλλον αἱ ἀποστάσεις τούτοις συμπίπτουσιν, ὥστε καὶ ἡ τῶν ἰσχίων ὀδύνη καὶ τὸ τοῦ αἰδοίου πελίωμα καὶ ἡ τοῦ ὄρχεως ἔντασις τοῖς οὕτω κάμνουσι μᾶλλον συμβαίνει. γίνεται δ᾿ ἔντασις
εἶναι τὴν γαστέρα. καὶ μὴν δὴ καὶ οἷς κατὰ τὸ ἧπάρ ἐστιν ἡ οἷον ῥίζα τοῦ καύσου καὶ τοῖς διὰ τὸ ἧπαρ καυσουμένοις, ποτὲ μὲν ἔκκρισις ὑγρὰ, ποτὲ δὲ ξηρὰ τὰ διαχωρήματα αὐτῶν ἐκκρίνεται, οἷον τὰ καλούμενα σπυραθώδη, κατωπτημένων δηλονότι τῶν σκυβάλων ὑπὸ τῆς ἐν τῷ σπλάγχνῳ φλεγμονῆς. ὅταν μὲν οὖν φλεγμαίνῃ μόνον, τοῦτο ἐργάζεται· ὅταν δὲ σὺν τῇ φλεγμονῇ ᾖ καὶ ἡ ἀτονία, ὑγρὰ διαχωροῦσι μὴ δυναμένου τοῦ σπλάγχνου πρὸς ἑαυτὸ τὴν τροφὴν ἕλκειν. διορίζεται δὲ τὰ τοιαῦτα διαχωρήματα τῶν ἀπὸ τῆς γαστρὸς πεπονθυίας γενομένων τῷ κεχυλῶσθαι.
16. Ῥοφήματα ἐπισπαστικὰ δίδου.
Ὃ πολλάκις εἴωθα λέγειν, ὡς ἀσαφὴς λέξις οὐδὲν διδάσκει, τοῦτο καὶ νῦν ἐρῶ. τοῖς γὰρ διὰ φαυλότητα φλέγματος νοσοῦσι ποτὸν μὲν ὀξύμελι χρησιμώτατόν ἐστι, τροφὴ
στόματος τὴν μὲν σαφήνειαν ἀρετὴν εἶναι ἑρμηνείας λέγουσι, τὴν δὲ ἀσάφειαν κακίαν.
17. Τὰ δὲ ὀξέα πάθεα φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται τὸ νόσημα καὶ οἱ ἔχοντες ἀκμάζωσι τῇ ἡλικίῃ καὶ ῥώμη παρῇ αὐτέοισιν.
Οὗτος ὁ λόγος ἄξιός ἐστιν Ἱπποκράτους· θαυμάζω δὲ πῶς οὐκ ἔγραψεν αὐτὸν ἐν ἀφορισμοῖς· ἐν ὀλίγῃ γὰρ τῇ λέξει δύναμίς ἐστι μεγάλη, καθάπερ ἐν τοῖς ἀφορισμοῖς. περὶ γοῦν τῶν φλεβοτομίας χρῃζόντων εἴρηται πολλάκις τοῖς ἰατροῖς, ὧν τὰ δοκοῦντα πιθανώτατα περὶ φλεβοτομίας ἀσφαλῶς εἴρηται διὰ δυοῖν βιβλίων ὑπ᾿ ἐμοῦ γεγραμμένων· τὸ μὲν οὖν ἕτερον αὐτῶν ἐπιγέγραπται περὶ φλεβοτομίας, ἐν ᾧ τὰ πάντα χρήσιμα διδάσκεται· τὸ δ᾿ ἕτερον γέγραπται, ὡς ἔφην, τοῖς ἰατροῖς τοῖς τε ἐμπειρικοῖς καὶ δογματικοῖς. οἱ δ᾿ ἀμέθοδοι Θεσσάλειοι καθάπερ καὶ τἄλλα
εἰ καὶ μέγα τὸ νόσημα καὶ ἀκμάζων ὁ ἄνθρωπος εἴη. τοῦτ᾿ οὖν ὁ συγγραφεὺς τοῦ βιβλίου παρέλειψε μόνον, γράψας τὰ λοιπὰ καὶ τὴν ἕξιν αὐτοῦ πάσχοντος σώματος· ἀλλ᾿ ἐπὶ προήκοντί γε τῷ γράμματι καὶ τῆς ἕξεως ἐμνημόνευσε, δυναμένης καὶ τὰς τῆς ἡλικίας διαφορὰς ἐν ἑαυτῇ περιλαβεῖν, ὡς δείξω.
18. Ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεικτοῖσιν ἀνακάθαιρε, ἤν τ᾿ ἄλλο τι τῶν πλευριτικῶν· ἢν δὲ ἀσθενέστεροι φαίνωνται, ἢν καὶ πλέον τοῦ αἵματος ἀφέλῃς, κλυσμῷ κατὰ κοιλίην χρέεσθαι διὰ τρίτης ἡμέρας, ἕως ἂν ἐν ἀσφαλείῃ γένηται ὁ νοσέων ἢ καὶ λιμοῦ χρῄζοι.
Ἡ συνάγχη τῶν κατὰ τὸν φάρυγγα μερῶν ἐστι φλεγμονὴ, δυναμένη μετὰ τὴν φλεβοτομίαν ἐκλεικτοῖς ἀνακαθαίρεσθαι, τουτέστιν αὐτὰ τὰ περιεχόμενα κατὰ τὰ φλεγμαίνοντα μόρια, κενοῦσθαι διὰ τῶν πτυσμάτων· τὸ γὰρ ἀκάθαρτον
σῶμα καὶ περιττωματικὸν, ἐκκενούμενον, εἰκότως ἄν τις καθαίρεσθαι λέγοι. τὰ δ᾿ ἄλλα νοσήματα τὰ ὀξέα παραλείψας περὶ τοῦ πλευρίτου εἴρηκεν, ὡς κᾀν τῷ πρώτῳ μέρει τοῦ βιβλίου πεποίηκεν· ἢν δὲ ἀσθενέστεροι, φησὶν, εἶναί σοι δοκῶσιν ἢ διὰ τὸ πλῆθος τοῦ κατὰ τὴν φλεβοτομίαν ἀφαιρεθέντος αἵματος ἢ καὶ ἄλλως, ἀντὶ τοῦ καθαίρεσθαι κλυστῆρι χρῶ διὰ τρίτης ἡμέρας. χαλασθέντος γὰρ τοῦ σώματος ὑπὸ τῆς φλεβοτομίας, ὅσον ὑπολείπεται κατὰ ποιότητα μοχθηρὸν τῶν νοσαζόντων χυμῶν, τοῦτο διὰ τῶν κλυστήρων ἐκκενῶσαι βούλεται. πρόδηλον δέ ἐστιν ὅτι σκοπὸν ἔχει οὐ μόνον ὑπάγειν τὰ περιττώματα τῆς τροφῆς, ἀλλὰ καὶ τὸν πεπονθότα τόπον ἐκκαθαίρειν. τὸ δὲ προσκείμενον ἐπὶ τῇ τελευτῇ τοῦ λόγου, τὸ ἢ καὶ λιμοῦ χρῄζοι, δῆλον τοῖς μεμνημένοις τῶν ἐν τῷ πρώτῳ μοι βιβλίῳ διδαχθέντων.
19. Φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευμάτων ἀπολήψει, φρενῶν ἐντάσιες ἢ πνευμάτων προτάσιες, ὀρθοπνοίης ξηρῆς, οἷσι
μὴ πῦον ὕπεισιν, ἀλλὰ ὑπὸ πνευμάτων ἀπολήψιος τὰ παθήματα ταῦτα ἐπιγίνεται· μάλιστα δὲ καὶ ἥπατος περιωδυνίαι καὶ σπληνὸς βάρεα καὶ ἄλλαι φλεγμασίαι τε καὶ ὑπὲρ φρενῶν περιωδυνίαι τε καὶ ξυστροφαὶ νοσημάτων, οὐ δύνανται λύεσθαι, ἤν τις πρότερον ἐπιχειρέῃ φαρμακεύειν, ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν ἐστιν· ἔπειτα δὲ ἐπὶ κλυσμῶν, ἢν μὴ μέγα καὶ ἰσχυρὸν τὸ νόσημα ᾖ· εἰ δὲ μὴ καὶ ὕστερον φαρμακείης δεῖ. δέεται δὲ καὶ ἀσφαλείης καὶ μετριότητος μετὰ φλεβοτομίην φαρμακείη.
Κατάλογός ἐστι νοσημάτων φλεβοτομίας μὲν πρότερον, ἐπ᾿ αὐτῆς δὲ καθάρσεως δεομένων, ὧν πρῶτον ἁπάντων γέγραπται φλεγμαίνοντα ὑποχόνδρια· οὐ κατὰ τὸ τοῦ Ἱπποκράτους ἔθος ἄκουε τῆς φλεγμαίνοντα φωνῆς. καὶ γὰρ πάντα τὰ φλογώδη καὶ θερμὰ δηλοῦνται τῶν νοσημάτων, ἐρυσιπέλατα, ἕρπητες, ἄνθρακες, αὐταὶ αἱ ἰδίως ὀνομαζόμεναι
φλεγμασίας ὀνίνησιν ἡ φλεβοτομία καὶ συμπάσας τὰς συστροφὰς τῶν νοσημάτων. εἰκὸς δ᾿ ἐστὶ συστροφὰς εἰρῆσθαι νοσημάτων ὑπ᾿ αὐτοῦ, τὰς ὑπὸ τοῖς ὀγκουμένοις μορίοις γιγνομένας· ἀκούω γὰρ καὶ νῦν πολλῶν ὀνομαζόντων οὕτως ἐπὶ τῆς ἡμετέρας Ἀσίας πάντας τοὺς παρὰ φύσιν ὄγκους. ἐπὶ τούτων γὰρ ἀπαγορεύεσθαι δεῖ καθαίρειν, πρὸ τοῦ φλεβοτομῆσαι, καίτοι τοῦτον τὸν λογισμὸν ἐφεξῆς αὐτὸς ἐρεῖ κατὰ τήνδε τὴν ῥῆσιν.
20. Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν, οὐ γὰρ διαδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος· τὰ δ᾿ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκουσιν. ἀσθενέος δὲ τοῦ σώματος γιγνομένου τὸ νόσημα ἐπικρατέει· ὁκόταν δὲ τὸ νόσημα ἐπικρατήσῃ τοῦ σώματος, τὸ τοιόνδε ἀνιήτως ἔχει.
Ἐν τῷ πέπονα φαρμακεύειν καὶ κινέειν προεξήγημαι τὸν ἀφορισμὸν τοῦτον ἐν τοῖς αὐτοῖς συμπτώμασιν οἷσπερ καὶ νῦν· ὀρθῶς ἐπὶ φλεβοτομίαν ἥκειν ἀξιοῖ πρότερον, ὅταν τινὲς χυμοὶ μοχθηροὶ συῤῥέωσί τε καὶ ἀθροίζωνται κατά τι μόριον, ὅπερ, ὡς ἔφην, συστρέφεσθαι λέγεται ἐν τῷδε τῷ μορίῳ. τὸ δ᾿ ἐπὶ τῷ τέλει τῆς προγεγραμμένης ῥήσεως ἔνιοι ποιοῦσιν ἀδιάγνωστον, οὐκ ὀρθῶς γράφοντες τὸ τῆς φαρμακείας ὄνομα μετὰ τὴν τελευτὴν, εἰρηκότος τοῦ συγγραφέως ἀσφαλείας μὲν καὶ μετριότητος δεῖσθαι φλεβοτομίαν μετὰ φαρμακείαν, τὴν καλουμένην αἰτιατικὴν πτῶσιν ἀντὶ γενικῆς ποιοῦντες. ἐν ὅλῃ γὰρ τῇ ῥήσει τουτέστιν αὐτὸ τὸ συμβουλευόμενον, ἐπὶ φλεβοτομίαν ἥκειν πρότερον, εἶθ᾿ ἑξῆς ἐπὶ φαρμακείαν, οὐχὶ τοὐναντίον ὡς ἐκεῖνοι γράφουσιν, ἐπὶ φαρμακείαν πρότερον παραληφθεῖσαν, εἶθ᾿ οὕτως ἐπὶ φλεβοτομίαν ἀφικέσθαι. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα τοῖς γε προσεσχηκόσι ἀκριβῶς τὸν νοῦν οἷς εἴρηκα.
21. Τὸ δὲ ἄφωνόν τινα ἐξαίφνης γενέσθαι φλεβῶν ἀπολήψιες ποιέουσιν, ἢν ὑγιαίνοντι τόδε ξυμβῇ ἄνευ προφάσιος ἢ ἄλλης αἰτίης ἰσχυρῆς.
Ἀπολήψεις φλεβῶν ὠνόμασε τὰς πληρώσεις τῶν φλεβῶν ὑπὸ πλήθους γινομένας. ὅταν οὖν αὗται ὑπερπληρωθῶσι, βαρυνθῆναί τε τὴν δύναμιν ἀνάγκη καὶ εἰς κίνδυνον ἀφικέσθαι τὴν ἔμφυτον θερμασίαν τοῦ ἀποσβε- σθῆναι, πνιγμῷ τι παραπλήσιον παθοῦσαν ὑπὸ τοῦ πλήθους· ἐπιληψίαι τε γὰρ καὶ ἀποπληξίαι καὶ καρδιακαὶ συγκοπαὶ γίγνονται· δι᾿ ἑνὸς γὰρ συμπτώματος κοινοῦ τῆς ἀφωνίας τὰ τοιαῦτα συμπτώματα ἐδήλωσε. προσέθηκε δὲ τῷ λόγῳ τὸ ἢν ὑγιαίνοντι τοῦτο συμβῇ ἄνευ προφάσιος ἢ ἄλλης αἰτίας ἰσχυρᾶς· πρόφασιν μὲν λέγων τὴν φανερὰν αἰτίαν, ὡς εἰ καὶ παλαίων τις ἢ παγκρατιάζων ἐκ περιθέσεως τῶν πήχεων εἰς κίνδυνον περιαχθείη τοῦ πνιγῆναι· αἰτίαν δ᾿ ἄλλην ἰσχυρὰν οἷα τοῖς ἐκπληττομένοις διὰ
φόβον ἢ λύπην μεγίστην γίνεται. ἐπὶ δὲ τῶν νοσούντων ἡ ἀφωνία γενέσθαι δύναται καὶ αὐτῶν μόνον ἐνίοτε τῶν φωνητικῶν ὀργάνων βεβλαμμένων, ἢ καὶ τῶν ἀναπνευστικῶν· δύναται δ᾿ ἂν καὶ δι᾿ ἔκλυσίν τινα πρόσφατον καὶ κάκωσιν τῆς δυνάμεως. ἀπὸ τῶν τοιούτων ἀφωνιῶν διοριζόμενος τὴν ἐν τῷ λόγῳ προκειμένην, διὰ τοῦτο προσέθηκεν, ἢν ὑγιαίνοντι συμβαίνῃ.
22. Φλεβοτομέειν οὖν χρὴ τὸν βραχίονα τὸν δεξιὸν τὴν ἔσω φλέβα καὶ ἀφαιρέειν τοῦ αἵματος, κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλεῖον καὶ τὸ ἔλασσον.
Τάχιστα καὶ πλεῖστον ἐκ τῶν κυριωτάτων μερῶν ἡ φλὲψ αὕτη κενοῖ τὸ σῶμα καὶ διὰ τοῦτ᾿ ἐπ᾿ αὐτὴν ἀφικνεῖται ἐν τοῖς ὀξυτάτοις νοσήμασιν. καὶ ἀφαιρέειν τοῦ αἵματος, κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλέον καὶ τὸ ἔλασσον. ἔμπροσθεν μὲν ὁπότε τοὺς σκοποὺς τῆς
φλεβοτομίας ἔλεγε, τὴν ἕξιν τοῦ σώματος παρέλιπε, νυνὶ δὲ τὴν δύναμιν οὐκ εἶπεν. οἴονται δέ τινες ἀντὶ τοῦ τῆς δυνάμεως ὀνόματος τὸ τῆς ἕξεως εἰρῆσθαι καθ᾿ ἑνὸς ἀμφότερα λεγόμενα πράγματος, οὐκ ὀρθῶς ὑπολαμβάνοντες· τὴν μὲν γὰρ ἕξιν ἐπὶ τὴν τοῦ σώματος σύστασιν φέροντες λέγομεν, ὅταν ὁ μέν τις ᾖ μαλακὸς, ὁ δὲ σκληρός· τὴν δ᾿ ἰσχὺν τῆς δυνάμεως, τῇ τῶν ἐνεργειῶν σφοδρότητι γνωρίζομεν· ὥστε δύο τ᾿ εἰσὶν οὗτοι σκοποὶ, τὴν μὲν κοινὴν ἔνδειξιν τοῦ κενοῦν ἐκ τοῦ κοινῇ ὄντος ἔχοντες, ἀλλήλων δὲ διαφέροντες ὥσπερ γε καὶ ἀπὸ τῆς ἡλικίας. ἐγχωρεῖ δὲ μᾶλλον εἰς τὴν τοῦ σώματος ἕξιν ἀναφέρειν τὴν ἡλικίαν, οὐ τὴν δύναμιν· καὶ γὰρ τὰ παιδία διὰ μαλακότητα τῆς ἕξεως εὐδιαφόρητά γέ εἰσι· καὶ οἱ πρεσβύτεροι διὰ ξηρότητα καὶ ψυχρότητα δυσδιαφόρητοι. καὶ δύναταί τις λέγειν ἀρκεῖσθαι τρισὶ τούτοις σκοποῖς τῆς φλεβοτομίας, ἔκ τε τοῦ κατὰ τὸ θεραπευόμενον πάθος μεγέθους ἔνδειξιν λαμβανόντων ἡμῶν ἔκ τε τῆς ἕξεως καὶ τῆς δυνάμεως· εἴρηται δὲ ἔμπροσθεν ὅτι καὶ τὸ περιέχον ὅπως ἔχει κράσεως ἐπισκοπεῖσθαι χρή.
23. Ξυμπίπτει δὲ τοῖσι πλείστοισιν αὐτέων τοιάδε, ἐρυθήματα προσώπου καὶ ὀμμάτων στάσιες καὶ διαστάσιες χειρῶν, τρισμοὶ ὀδόντων, σφυγμοὶ, σιηγόνων συναγωγὴ καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας.
Τῶν ἐφεξῆς συμπιπτόντων τὰ προγεγραμμένα προσώπου μόνου ἐρυθήματα πλῆθος αἱματικὸν ἐνδείκνυται. στάσις ὀμμάτων, τουτέστιν ἀκινησία καὶ διαστάσιες χειρῶν· βεβλάφθαι μὲν καὶ αὐτὰς συμβαίνει διὰ τὴν ἀρχὴν τῶν νεύρων, ἀλλ᾿ ἕτερον τρόπον τῆς στάσεως τῶν ὀφθαλμῶν· αὕτη μὲν γὰρ οἷον νάρκην τινὰ περὶ τὰς ἐνεργείας δηλοῖ κατὰ τὴν ἀρχὴν τῶν νεύρων· αἱ δὲ διαστάσεις τῶν χειρῶν καὶ οἱ τρισμοὶ τῶν ὀδόντων οὐ δι᾿ ἡσυχίαν οὐδὲ δι᾿ ἀκινησίαν τῆς ἀρχῆς, ἀλλὰ διὰ πλημμελῆ γίνονται κίνησιν. οἱ δὲ σφυγμοὶ τὶ ποτε δηλοῦσιν οὐ πάντῃ δῆλόν ἐστιν, ἐπειδὴ κατὰ τῶν ἐν τοῖς φλεγμαίνουσι μορίοις ὀδυνηρῶν κινήσεων
ἐπέφερον οἱ παλαιοὶ τοὔνομα καὶ κατὰ τῶν παλμῶν καὶ προσέτι καὶ ταύτης τῆς ἐν ταῖς ἀρτηρίαις σφοδρᾶς κινήσεως. ἡ δὲ τῶν σιαγόνων συναγωγὴ σπασμῶδές ἐστι σύμπτωμα καὶ ἡ τῶν χειρῶν διάστασις καὶ οἱ τρισμοὶ τῶν ὀδόντων. ἥ γε μὴν τῶν ἀκρωτηρίων ψύξις ἐν τοῖς τοιούτοις πάθεσιν ὑπὸ τοῦ πλήθους τῶν χυμῶν βαρύνεσθαι δηλοῖ τὴν ἔμφυτον θερμότητα. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον, πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας εἰκός ἐστιν ἐπὶ τῆς ἀσφυξίας λέγεσθαι· φλέβας γὰρ ἐκάλουν οἱ παλαιοὶ τὰς ἀρτηρίας· ἀπολήψεις οὖν πνευμάτων τὰς οἷον κατακλίσεις τε καὶ ἡσυχίας δυνατὸν λέγειν. ἔνιοι δὲ δευτέρας ῥήσεως ἑτέραν ἐχούσης διάνοιαν ἀρχὴν τίθενται ταύτην τὴν λέξιν, ᾗ συνάπτουσι τὴν ἐφεξῆς γεγραμμένην.
24. Ὁκόταν ἀλγήματα προγένηται, μελαίνης χολῆς καὶ δριμέων ῥευμάτων ἐπιῤῥύσιες γίνονται. ἀλγέει δὲ τὰ ἐντὸς δακνόμενα· δηχθεῖσαι δὲ καὶ λίην ξηραὶ γενόμεναι αἱ φλέβες
ἐντείνονταί τε καὶ φλεγμαίνουσαι ἐπισπῶνται τὰ ἐπιῤῥυέντα, ὅθεν διαφθαρέντος τοῦ αἵματος καὶ τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν καταψύξιες γίνονται ὑπὸ τῆς στάσιος καὶ σκοτώσιες καὶ ἀφωνίη καὶ καρηβαρίη καὶ σπασμοὶ, ἢν ἤδη ἐπὶ τὴν καρδίην ἢ τὸ ἧπαρ ἢ ἐπὶ τὴν φλέβα διέλθῃ· ἔνθεν ἐπίληπτοι γίνονται ἢ παραπλῆγες ἢν ἐς τοὺς περιέχοντας τόπους ἐμπέσῃ τὰ ῥεύματα καὶ ὑπὸ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι καταξηρανθῇ.
Ἐκ ταὐτοῦ τοῦ γένους τῶν προειρημένων λόγων καὶ ὁ νῦν ἐστι καὶ ἔνιοι τοῦτον ἐκείνοις συνάπτουσι· καὶ διὰ τοῦτο καὶ ἡ γραφὴ διττὴ τοῦ προγένηται ῥήματος εὑρίσκεται, τῶν μὲν συναπτόντων τὸν ἐνεστῶτα λόγον τῷ προειρημένῳ καὶ τὴν προς συλλαβὴν γραφόντων μετὰ τοῦ σ στοιχείου, τῶν δὲ μὴ συναπτόντων διὰ τῆς προ χωρὶς τοῦ σίγμα. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον. ἡ τῶν ἀλγημάτων κίνησις εἴωθε κινεῖν ἐπιῤῥοὴν ὑγρῶν ἐπὶ τὸ τὴν ὀδύνην ἔχον μόριον· ὅταν
σπασμοὶ καὶ πρὸς ἀγαθοῦ γε καὶ συμφέρουσιν ἔστιν ὅτε· κλονοῦντες γὰρ ὅλον τὸ σῶμα πάντα τὰ μόρια θερμαίνουσιν, ὥστε τὸ μὲν διαφορεῖσθαι τοῦ πλήθους, τὸ δὲ ὠθεῖσθαι πρός τινα τῶν ἀκυρωτέρων μορίων, ἐν οἷς ὅταν δυσλύτως σφηνωθῇ, τὴν παραπληξίαν ἐργάζεται δέδεικται γὰρ ὡς οὕτως ὁ Ἱπποκράτης ὀνομάζει τὰς ἐξ ἀποπληξίας ἢ ἐπιληψίας εἴς τινα τῶν ἀκυρωτέρων μορίων ἀποσκηπτούσας παραλύσεις. ἐνίοτε καὶ χωρὶς σπασμοῦ τῆς ἀποπληξίας γενομένης εἰς μορίου παράλυσιν ἐνίοις ἐτελεύτησε τὸ πάθος, ὃ παραπληξία καλεῖται. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα.
25. Ἀλλὰ χρὴ τοὺς τοιούτους προπυριῶντας φλεβοτομέειν ἐν ἀρχῇσιν εὐθέως, μετεώρων ὄντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῥευμάτων· εὐβοηθητότερα γάρ ἐστι.
Προπυριᾷν δεῖ τοὺς οὕτως ἔχοντας, ἐπειδὴ πέπηγεν ἐν αὐτοῖς τὸ αἷμα καὶ δύσρουν ἐστίν· ἀλλ᾿ ἐπειδὴ καὶ τριβὴ τις ἐν τῷ προπυριᾷν γίγνεται, κάλλιον πράττειν ὅπερ ἡμᾶς ἐγράψαμεν ἀεὶ, τέμνειν αὐτίκα τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔνδον· οὐ γὰρ ἀεὶ πεπηγὸς οὕτως ὡς μὴ δύνασθαι ῥεῖν εὑρίσκεται τὸ αἷμα. τρίβειν δ᾿ ἐν αὐτῷ τῷ χρόνῳ διὰ πολλῶν ἀνθρώπων ἅπαντα τοῦ σώματος τὰ μόρια· κᾂν μὲν ῥυῇ σύμμετρον, αὖθις τρίψαντα πάλιν ἐπαφαιρεῖν· εἰ δὲ μὴ, τρίβειν τε καὶ πυριᾷν, ἄχρις ἂν ῥεῖ. ἔνθα δ᾿ εἰς παραπληξίαν κατέσκηψε τὸ πάθος, ἐγχωρεῖ τρίβειν ἐν χρόνῳ βραχεῖ καὶ πυριᾷν καὶ τρίβειν αὖθις καὶ πυριᾷν, μέχρις ἂν τάχιστα παυθῇ ταῦτα, ἔτι μετεώρων ὄντων τῶν πνευμάτων καὶ κενωθῆναι μὴ δυσλύτων.
26. Καὶ ἀναλαμβάνοντα καὶ τὰς κρίσιας ἐπιθεωρέοντα, φαρμακεύειν ἢν μὴ κουφίζηται ἄνω· τὴν δὲ κάτω κοιλίην ἢν
μὴ ὑποχωρέῃ κλυσμῷ, ὄνου γάλα ἑφθὸν δίδου καὶ πινέτω μὴ ἔλασσον δώδεκα κοτυλῶν· ἢν δὲ ῥώμη περιέχῃ, πλεῖον ἑξκαίδεκα.
Μετὰ τὴν ἐκ φλεβοτομίας κένωσιν ἀνακτᾶσθαι κελεύει καὶ ῥωννύναι τὸν ἄνθρωπον, ὅπως εἰ μηδὲν φαίνοιτο κεκουφισμένος, ἐπὶ κάθαρσιν ἀχθῇ τὴν διὰ τῶν ἄνω μορίων, ὅπερ ἐστὶ τὴν δι᾿ ἐμέτων. παραλέλοιπε δ᾿ εἰπεῖν ὀνομαστὶ τὸ καθαρτικὸν φάρμακον, οὐδ᾿ ἐνέφηνε μὴν, ποιησάμενος αὐτοῦ τὴν ἔκλεξιν· εὔδηλον γὰρ ὅτι πρὸς τὸ τοῦ νοσήματος μέγεθος καὶ τῆς δυνάμεως τὴν ῥώμην ἀποβλέποντες ἢ τὸν λευκὸν ἐλλέβορον ἤ τι τῶν ἄλλων τῶν τὸν ἔμετον κινούντων δώσομεν. τὰ δὲ περὶ τῆς κάτω κοιλίας εἰρημένα πρόδηλα· μὴ θαυμάσῃς δὲ τὸ πλῆθος τοῦ γάλακτος· οὕτω γὰρ πᾶσι τοῖς παλαιοῖς ἦν σύνηθες. εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν ὅτι δι᾿ ὑγρότητα δίδωσιν ὄνου γάλα καὶ πρὸς τοῖς ἄλλοις
οὐδέ ἐστι πηγνύμενον ὅταν ποθῆ, καθάπερ τὰ παχέα· προσμιγνύναι δ᾿ αὐτῷ μέλιτός τε καὶ ἁλῶν προσήκει.
27. Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῥεῦμα πουλὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἢ ἐαρινὴν ἐς τὰς σφαγίτιδας φλέβας ἐπιῤῥυῇ καὶ τὸ ῥεῦμα πλεῖον διὰ τὴν εὐρύτητα ἐπισπάσωνται. ὅταν δὲ ψυχρόν τε ἐὸν καὶ κολλῶδες ἐμφράξῃ, τοῦ τε πνεύματος τὰς διεξόδους καὶ τοῦ αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος καὶ ἀκίνητον καὶ στάσιμον ποιεῖ, φύσει ψυχρὸν ἐὸν καὶ ἐμφρακτικόν· διὰ τοῦτο πνίγονται, τῆς γλώττης ἀποπελιουμένης καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν. τῆς γὰρ ὑποτεμνομένης σταφυλῆς, οἱ δὲ κιονίδα καλέουσιν, ἑκατέρωθεν φλὲψ παχεῖα. ὁκόταν οὖν πλήρεις αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζονται ἀραιὴν ἐοῦσαν καὶ σπογγώδεα διά γε τὴν ξηρασίην· ἡ δ᾿ ὑπὸ βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη
ὑγρὸν ἐκ πλατείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνὴ, ἐκ μαλθακῆς δὲ σκληρὴ, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ταχέως βοηθῇ, φλεβοτομίην τε ποιεύμενος ἀπὸ βραχιόνων καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτεμὼν καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι καὶ ἀναγαργαρίζων θερμοῖσι καὶ τὴν κεφαλὴν ὑποξυρῶν καὶ κήρωμα τραχήλῳ καὶ κεφαλῇ περιτιθέναι καὶ ἐρίοισι περιελίσσειν καὶ σπόγγοισι μαλθακοῖσι ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα πυριῇν πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά· χυλὸν δὲ προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη ᾖ.
Εἴτε σύναγχον ἐθέλοις λέγειν εἴτε κύναγχον, ἢ τὸ μὲν ἕτερον αὐτῶν συνάγχην, τὸ δ᾿ ἕτερον κυνάγχην, εἴτε συνάγχην ἄμφω καλέσεις, εἰδέναι δεῖ δύο λόγους εἶναι κυνάγχης· πρὸς γὰρ τὴν θεραπείαν οὐδὲν τῶν ὀνομάτων δεόμεθα· εἴωθε γὰρ διδάσκειν αὐτὴν ἄμεινον μακρῷ τῶν ἐν τοῖς ὀνόμασι τερατευομένων· ὑπογράψω δέ σοι διὰ βραχέος λόγου τὴν
τὸ πρότερον τῶν εἰρημένων ῥευμάτων εἰς τὰς εὐρυτέρας φλέβας, ἐνδεικνύμενος ὅτι καθ᾿ ἕτερον τὸ χολῶδες εἰς τὰς λεπτοτέρας ἀφικνεῖται. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα· δεῖ δὲ προσέχειν οἷς εἶπον τὸν νοῦν· εἰ δὲ μὴ νοήσεις τὴν πρώτην, δὶς καὶ τρὶς ἀναγνοὺς νοήσεις. ἐγὼ δὲ μεταβήσομαι πρὸς τὸ δεύτερον εἶδος τοῦ συνάγχου.
28. Ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῥεῦμα καταῤῥυῇ καὶ νιτρῶδες, ἅτε ὑπὸ τῆς ὥρης δριμὺ καὶ θερμὸν γεγενημένον, δάκνει δὲ τὸ τοίονδε ἐὸν καὶ ἑλκοῖ καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθόπνοια παραγίνεται καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἷον τέτανος ἐντετάσθαι. καὶ ἡ φωνὴ ἀπέῤῥωγε καὶ τὸ πνεῦμα σμικρὸν καὶ ἡ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίνεται. οἱ τοιοίδε τὴν ἀρτηρίαν ἑλκοῦνται καὶ τὸν πνεύμονα πίμπρανται,
οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι· τοῖσι τοιουτέοισι δὲ, ἢν μὴ εἰς τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουσίη ἀποφέρηται, δεινοτέρη καὶ ἀφυκτοτέρη ἐστὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.
Πῶς καὶ διὰ τί; ὅτι ἀπὸ θερμῶν καὶ δριμέων. τὸ μὲν γὰρ πρότερον ῥεῦμα τὸ φλεγματικὸν ἐν χειμῶνι καὶ ἦρι κατασκήπτειν ἔφη. τουτὶ δὲ τὸ δεύτερον ἐν μετοπωρινῇ ἢ ἐν θερινῇ ὥρῃ, ἐπὶ δὲ τῶν ἄλλων ὡρῶν ἀνάλογον, ὡς ἔμπροσθεν εἴρηται. ὀρθόπνοιαν δὲ τούτῳ τῷ εἴδει τῆς συνάγχης προσεῖναί φησιν, ἥτις ὀρθόπνοια μεγάλης ἐστὶ στενοχωρίας γνώρισμα, κατά τι τῶν ἀναπνευστικῶν μορίων ἐνοχλούσης, ὡς ἔμπροσθεν ἐδείκνυμεν. ἐὰν δὲ κελεύσῃς τούτους διοῖξαι μέγιστον τὸ στόμα καὶ καταστείλῃς τὴν γλῶτταν, ὑπὲρ τοῦ κατασκέψασθαι τὰ κατὰ τὴν φάρυγγα, τοιοῦτον οὐδένα παρὰ φύσιν ὄγκον, οἷον ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις, εὑρήσεις. ἔδειξε δὲ ὁ συγγραφεὺς τοῦτο διὰ τὸ φάναι, καὶ τὰ ὁρώμενα ἰσχνὰ φαίνεται. τὸ γὰρ φλεγμαῖνον
τὴν λέξιν εἴρητο· πολλὰ γὰρ καὶ ἄλλα κατὰ τὸν ἐλλειπτικὸν τρόπον εὑρίσκεται παρὰ τοῖς παλαιοῖς γεγραμμένα.
29. Ἢν πυρετὸς λάβῃ, παλαιῆς κόπρου ὑπεούσης ἢ νεοβρῶτι ἐόντι, ἤν τε σὺν ὀδύνῃ πλευροῦ, ἤν τε μή· ἡσυχίην ἄγειν, μέχρις οὗ καταβῇ τὰ σιτία πρῶτον ἐς τὴν κάτω κοιλίην.
Καὶ διὰ τῶν τοιούτων ῥήσεων ἔνδειξις γίνεται τοῦ τὰ προσκείμενα τῷ περὶ διαίτης ὀξέων οὐκ εἶναι τοῦ Ἱπποκράτους αὐτοῦ συγγράμματα· οὐκ ἔδει γὰρ τὰ τελεώτατα διεληλυθὼς ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου γεγραμμένα περὶ τῶν πλευριτικῶν ἐνταῦθα πάλιν ὀλίγα παραθεῖναι.
30. Πόματι δὲ χρῆσθαι ὀξυμέλιτι. ὁκόταν δὲ ἐς τὴν ὀσφὺν βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ ἢ καθᾶραι φαρμάκῳ·
ὁκόταν δὲ καθαρθῇ, διαιτᾷν ῥοφήματι πρῶτον καὶ πόματι μελικρήτῳ, ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι καὶ οἴνῳ ὑδαρεῖ εἰς νύκτα ὀλίγῳ, ἡμέρῃ δὲ ὑδαρὲς μελίκρητον. ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν οὕτως ἢ βαλάνῳ ἢ κλυσμῷ· εἰ δὲ μὴ, ἐπισχεῖν ὀξύμελι πίνοντα, ἕως ἂν καταβῇ ἐς τὴν κάτω κοιλίαν, εἶθ᾿ οὕτως κλύσματι ὑπαγαγεῖν.
Πόματι δὲ χρῆσθαι ὀξυμέλιτι. ἀδιορίστως εἴρηται, καίτοι διώρισται ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου τὸ γεγραμμένον ἐν τῷδε καὶ τὰ μετὰ τοῦτο, μέχρις οὗ καὶ τῶν ἰχθύων ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἐπειδὴ ἔτι περὶ τῶν νοσούντων ὁ λόγος αὐτῷ κατὰ τὸ βιβλίον ἦν, οὐ περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου. τὰ δ᾿ ἄλλα τῆς ῥησέως δῆλα.
31. Ἢν δὲ λαπαρῷ ἐόντι καῦσος ἐπιγένηται, ἤν σοι δοκέῃ
φαρμακεύειν ἐπιτηδείως ἔχειν, εἴσω τριῶν ἡμερῶν μὴ φαρμακεύειν, ἀλλ᾿ ἢ τεταρταῖον
Ὅτι μὲν ἀκαίρως ἐνταῦθα πάλιν μέμνηται τοῦ καύσου, προειρημένων ἐν ἀρχῇ τῶν τε διαφορῶν αὐτοῦ καὶ τῶν θεραπειῶν εὔδηλον· καὶ γὰρ αἱ ῥήσεις αὗται κατὰ τὴν γνώμην ἐκείνου τοῦ ἀφορισμοῦ εἰσι, τοῦ, πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ μηδ᾿ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ, τὰ δὲ πλεῖστα οὐκ ὀργᾷ. τινὲς ἑτέρως γράφουσιν ἐν ἀρχῇ τοὺς καύσους ἀξιοῦντες φαρμακεύειν, ὡς εἶναι τὴν ῥῆσιν τοιαύτην· εἴσω τριῶν ἡμερῶν φαρμακεύειν. προσῆκεν οὖν οὐχ ὡς πάντα μετὰ τὰς τρεῖς, ἀλλ᾿ ὥσπερ ὁ ἀφορισμός ἐστι τοῖος· ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι· καὶ χρὴ κατὰ τοὺς ἀφορισμοὺς διορίζεσθαί τε καὶ σκέπτεσθαι, πότε κατ᾿ ἀρχάς ἐστι χρηστέον τῇ φαρμακείῃ καὶ πότε τὴν πέψιν ἀναμείναντι τοῦ νοσήματος. ἐὰν δέ τις ἤτοι κατ᾿ ἀρχὰς εἴποι ἁπλῶς ἢ μὴ διορισάμενος ἑκάτερον, σφάλλεται.
32. Ὁκόταν δὲ φαρμακεύσῃς, τοῖσι ῥοφήμασι χρῶ, διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε προσοίσῃς ἐόντων μηδὲ μελλόντων ἔσεσθαι, ἀλλὰ ληγόντων ἢ παυσαμένων καὶ ὡς ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς. ποδῶν δὲ ψυχρῶν ἐόντων μήτε ποτὸν μήτε ῥόφημα μήτε ἄλλο μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ᾿ εἶναι διαφυλάσσεσθαι, ἕως ἂν διαθερμανθῇ σφόδρα, εἶθ᾿ οὕτως τὸ ξυμφέρον πρόσφερε. ὡς γὰρ ἐπιτοπολὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν· εἰ δὲ ἐν τοιούτῳ καιρῷ προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ γὰρ νόσημα αὐξήσεις οὐ μικρῶς. ὁκόταν δὲ ὁ πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίνονται τοῦ ἄλλου σώματος. αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας ἐξαπτόμενος ἐκ τοῦ θώρακος, εἰς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα· συνδεδραμηκότος δὲ ἅλεος τοῦ θερμοῦ ἅπαντος ἄνω καὶ ἀναθυμιωμένου ἐς τὴν κεφαλὴν, εἰκότως οἱ πόδες ψυχροὶ γίνονται, ἄσαρκοι καὶ νευρώδεες φύσει ἐόντες·
ἔτι δὲ καὶ πολὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται, συναθροιζομένου τοῦ θερμοῦ εἰς τὸν θώρακα. καὶ πάλιν ἀνάλογον λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου, ἐς τοὺς πόδας καταβαίνει· κατὰ τόνδε οὖν τὸν χρόνον ἡ κεφαλὴ καὶ ὁ θώρηξ κατέψυκται. τουτέων εἵνεκεν τουτέου προσαρτέον· ὅτι ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσι, θερμὴν ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν καὶ ὑποχόνδριον ἐντεταμένον καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν ἔνδον ταραχὴν καὶ μετεωρισμὸν γνώμης καὶ ἀλγήματα καὶ ἕλκεται καὶ ἐμέειν ἐθέλει καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται. θέρμης δὲ καταβάσης εἰς τοὺς πόδας καὶ οὔρου διελθόντος, καὶ ἢν μὴ ἱδρώσῃ, πάντα λωφᾷ. κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι, τότε δὲ ὄλεθρος.
Περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς εἴρηται μὲν κᾀν τῷ γνησίῳ μέρει τοῦ βιβλίου διὰ βραχέων, οὐδὲν δ᾿ ἧττον καὶ νῦν λέγεται διὰ μακροτέρων καὶ σαφεστέρων, ὥστ᾿
εἶναι τὸν λόγον τοῦτον ἐξήγησιν ἐκείνου, φυλαττομένης τῆς Ἱπποκράτους γνώμης, ἣν ἔν τε τοῖς ἄλλοις εἴρηκε καὶ ἐν τοῖς περὶ τοῦ τὸν πυρετὸν ἐκ μὲν τοῦ θώρακος ἐξάπτεσθαι, τουτέστιν ἐκ τῆς καρδίας, εἰς τὴν κεφαλὴν δὲ ἀναπέμπειν τὴν φλόγα.
33. Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ, τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων καὶ περιστέλλων κηρώμασι καὶ ταινιδίοισι περιελίσσων πρόσεχε ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος. θερμοῖσι δ᾿ οὖσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει ὅκως μὴ ψυχθήσονται· πόματι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ, ὕδατι ψυχρῷ ἢ μελικράτῳ.
Τὸ διὰ τέλεος τῷ διὰ παντὸς τοῦ χρόνου ταυτὸν σημαίνει· πολλῶν δ᾿ οὐσῶν διαθέσεων, ἐφ᾿ αἷς συμβαίνει δι᾿ ὅλης τῆς νόσου τὰς κοιλίας ὑγρὰς εἶναι, καίπερ αὐτῶν μὴ δυναμένων μίαν ἔχειν θεραπείαν, ὡς δέδεικται πολλάκις, οὐ
μόνον οὐδέν ἐστιν ἐκ τῆς ῥήσεως διδαχθῆναι χρηστὸν, ἀλλὰ καὶ βλαβῆναι, πιστεύσαντα τὸν γεγραμμένον τρόπον τῆς θεραπείας ἐπὶ πολλῶν διαθέσεων ἁρμόττειν. ἵνα γὰρ τἄλλα παραλείπω, τῆς κοιλίας ὑγρᾶς εἶναι δυναμένης καὶ διὰ φλεγμονὴν τὴν κατὰ τὴν γαστέρα καὶ διὰ συντηκτικὸν πυρετὸν, ἡ τοῦ ψυχροῦ πόσις ἐναντιωτάτη ἐστὶ τῇ φλεγμονῇ, συμφορωτάτη δὲ τοῖς συντηκτικοῖς πυρετοῖς, καθ᾿ ὃν ἔμαθες καιρὸν γιγνομένη.
34. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη καὶ οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκίδας ἀφαιρέουσι καὶ τὰς ῥῖνας σκάλλουσι καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ᾿ ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον. δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι. ἢν δὲ τῶν τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ συντήκῃ, δοκέει μοὶ τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα
προσφέρειν καὶ τὰ πόματα σταλτικὰ καὶ οἰνωδέστερα, ἢ καὶ στυπτικώτερα.
Ἄλλα μέν εἰσι τὰ τῶν φρενιτικῶν συμπτώματα, τὸ δὲ τῆς ὑγρᾶς κοιλίας γίνεται μέν ποτε καὶ μετὰ φρενίτιδος, οὐ μὴν ἴδιον ταύτης ἐστὶν, ὥστε τὴν μὲν ὑγρὰν κοιλίαν ἐκ τῶν διορισμῶν θεραπεύειν προσήκει, τὴν δὲ φρενῖτιν ἰδίᾳ θεραπείας ἑτέρας ἀξιοῦν. ἣν δ᾿ οὗτος ἔγραψε θεραπείαν, οὐδ᾿ ὅλως στοχάζεται τῆς φρενίτιδος, ἀλλὰ μᾶλλόν μοι δοκεῖ βούλεσθαι θεραπεύειν τινὰ διάθεσιν, ἐκ μὲν τοῦ κατὰ κοιλίην ὁρμωμένην, εἰς συμπάθειαν δὲ τὴν κεφαλὴν ἐπισπωμένην, ὡς παραληρεῖν ἐπὶ τῷ πάθει τῆς κοιλίας. οὐκ ὀρθῶς δὲ εἴρηται μελαγχολικὰ τὰ τοιαῦτα εἶναι, μᾶλλον γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς τὰ τοιαῦτα γίγνονται, τῆς γαστρὸς ἐπεχομένης.
35. Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί τε ἀπ᾿ ἀρχῆς καὶ σφυγμοὶ
κεφαλῆς εἰσι, καὶ οὖρον λεπτὸν, τουτέοισι δεῖ προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνόμενον τὸν πυρετὸν, οὐ θαυμάσαιμι δ᾿ ἂν οὐδ᾿ εἰ παραφρονήσειαν.
Ὅταν ἡ κεφαλὴ περιφέρεσθαι φαντάζηται, δῖνος ὀνομάζεται τὸ πάθος, ὅταν δὲ καὶ σκοτώδης ἡ ὄψις ἅμα τῷδε φαίνηται, σκοτόδινος καλεῖται καὶ γίνεται διὰ κίνησιν ἄτακτον φυσώδους πνεύματος, ἢ μετὰ τὴν κεφαλὴν ἔχοντος τοπικὴν γένεσιν, ἢ κάτωθεν ἀναφερομένου. πᾶσαι δὲ τῶν τοιούτων πνευμάτων γενέσεις ταραχῆς εἰσι δηλωτικαὶ, δι᾿ ἃς καὶ κρίσεις γίνονται μετὰ τῶν συμπτωμάτων θορυβωδῶν. εἰδέναι γὰρ χρὴ τὰς τοιαύτας διαθέσεις μεταξύ πως οὔσας τῶν τε ἀκινδύνων καὶ τῶν ὀλεθρίων· ἐπιχειρεῖ μὲν γὰρ ἡ ἔμφυτος θερμασία διαλύειν τε καὶ χεῖν τοὺς κατὰ τὸ σῶμα χυμοὺς, λεπτύνειν δὲ ἀκριβῶς αὐτοὺς καὶ κατὰ τὸ ἄδηλον αἰσθήσει ἐκκρῖναι οὐ δύναται. τελέως δὲ ἀῤῥωστήσασα τὴν ἀρχὴν οὐδ᾿ ἐπιχειρεῖ τῇ λύσει καὶ κατὰ τοῦτο πνεῦμα φυσῶδες
ἐστιν εἰς πρόγνωσιν τῶν εἰρημένων. ἐνίοτε γὰρ ἀπὸ τῆς ἀρχῆς τοῦ νοσήματος οἱ μὲν πυρετοὶ μέτριοι γίγνονται, συμπτώματα δὲ τοιαῦτα κατὰ τὴν κεφαλήν ἐστι δι᾿ ἔγκαυσιν ἢ ἀναθυμίασιν ἐκ τῶν κατὰ τὸ σῶμα τῆς κοιλίας περιεχομένων χυμῶν. τὴν οὖν ἄλλως ὁπωσοῦν ἐχομένης αὐτῆς τῆς κεφαλῆς μόνης θερμότητα, τῇ τοιαύτῃ διαθέσει τῆς κεφαλῆς λουτρὸν ὀνίνησι καὶ τὸ ῥόφημα δ᾿ ἀρκέσει χυλὸν εἶναι τῆς πτισάνης. ὅταν δ᾿ ἐκ τῆς τῶν χυμῶν μοχθηρίας ἐπὶ τὴν κεφαλὴν ἀναφέρηται θερμὸν πνεῦμα φυσῶδες, οὐ λούειν συμφέρει τούτοις. ἀσφαλῶς δὲ προσήκει ταῦτα πράττειν ἕκαστα. διορισμὸς δὲ τῶν διαθέσεων εἷς μόνος ἐστὶν, ἐκ τῆς τῶν οὔρων ἀπεψίας τε καὶ πέψεως, ὧν ὀρθῶς ὁ συγγραφεὺς ἐμνημόνευσεν, εἰπὼν οὖρον λεπτὸν, ὅπερ εἴρηται πολλάκις ἀπεψίας εἶναι σημεῖον· ὥστ᾿ οὐδεὶς ἰατρὸς ἐν τοῖς τοιούτοις νοσήμασιν ἀμελεῖ τῆς τῶν οὔρων ἐπισκέψεως.
36. Οἷσι δ᾿ ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα ἢ καὶ παχέα, τοὺς
τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τἄλλα ξυμφέρῃ· ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούσδε, ἀλλ᾿ ἢν δοκέῃ, κλύσαι. τούτους ξυμφέρει οὕτως θεραπεύεσθαι.
Εἴτε συνάπτει ταῦτα τοῖς κατὰ τὴν προειρημένην ῥῆσιν εἰρημένοις εἴτε καὶ μὴ, τὸ ὅπερ| ἐξ αὐτῶν χρήσιμον ἔχειν δύναταί τις κοινὸν, ὡς φυλάττεσθαι καθαίρειν τὰ σώματα, παντελῶς ἀπεψίας οὔσης ἐν τοῖς χυμοῖς, ἐδήλωσεν εἰπὼν οὖρα λεπτὰ, ὡς τά γε παχέα πέψεως ἔχοιεν. ἤδη τοῦτ᾿ αὐτὸ τὴν σύστασιν, καὶ τὸ νεφελοειδέα δὲ τὰ τὰς νεφέλας ἔχοντα δηλονότι δηλοῖ· προσετίθη γὰρ μέλανας, εἴπερ ἐκείνας ἀκούειν ἡμᾶς ἐβούλετο. πολλὰ γὰρ τῶν κοινῶν ὀνομάτων ἄνευ διορισμῶν λέγειν εἰώθασιν, ὅταν τὸ βέλτιον ἐν τοῖς σημαινομένοις ἐπ᾿ αὐτῶν τῶν πραγμάτων δηλῶσαι βουληθῶσιν. οὕτως οὖν ὅταν εἰς σωτηρίαν τελευτῶσιν αἱ κρίσεις, λέγουσιν ἁπλῶς ἐκρίθη· ἀποθανόντος δὲ τοῦ κριθέντος οὐχ ἁπλῶς ἀλλ᾿ ὅλον τοῦτο λέγουσι, κριθεὶς ἀπέθανε·
καὶ χολὴν δὲ ὅταν τις ἐκκριθῆναι ἁπλῶς εἴπῃ, τὴν ὠχρὰν, οὐ τὴν μέλαιναν νοοῦμεν. οὕτως οὖν καὶ νῦν ἀκουστέον οὖρα νεφελοειδέα τὰ λευκὰς ἔχοντα τὰς νεφέλας, αἵπερ εἰσὶ πέψεως σημεῖα. ἐπεὶ τοίνυν τὰ πέπονα φαρμακεύει, διὰ τοῦτο καὶ νῦν οὕτως ἔγραψεν ὁ τούτου τοῦ βιβλίου συγγραφεὺς, συμφέρει τουτέοισι οὕτως θεραπεύεσθαι. μηδὲν δ᾿ εἰπὼν οὗτος περὶ φλεβοτομίας τὰ κατὰ μέρος διεξέρχεται πάντα ἐφεξῆς, οὐχ ὡς ἄν ποτε οὕτως ἐχόντων μὴ δεῖσθαι φλεβοτομίας, ἀλλ᾿ ὡς καὶ νῦν τὰ ἄλλα διδάξαι βουλόμενος μόνα. περὶ γὰρ τῆς φλεβοτομίας αὐτάρκως ἐν τοῖς ἔμπροσθεν εἴρηται. οὕτως θεραπεύεσθαι.
37. Τῷ σώματι ἡσυχίην ἄγοντα, ἀλείφοντά τε καὶ περιστέλλοντα ὁμαλῶς· ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέραν· κοιλίην δ᾿ ὕπαγε κατ᾿ ἀρχὰς κλυσμῷ, φάρμακα δὲ μὴ πρόσαγε τούτοισιν. ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ
πεπαίνεται, ἀλλ᾿ ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται.
Καὶ τόνδε τὸν λόγον διεξέρχεται, σκοπὸν ἔχων ἐν αὐτῷ τὴν μετὰ συμμέτρου θάλψεως ἡσυχίαν· χυλοῦ δὲ πτισάνης δίδωσιν ἀπ᾿ ἀρχῆς, ὡς ἂν μὴ δυναμένων ἐξαρκέσαι μέχρι τῆς ἀκμῆς τε καὶ κρίσεως ἐπὶ τῷ μελικράτῳ, ἐπειδὰν ἄπεπτος μὲν ἡ νόσος, οὐκ ἐγγὺς δὲ οἱ πεπασμοί· δίδωσι δὲ καὶ μελίκρατον ὑδαρὲς, ἐπειδὴ τὸ ὕδωρ ἐδείχθη μηδὲν ἀγαθὸν ἔχειν αὐτὸ καθ᾿ αὑτὸ μόνον. εἰς ἑσπέραν δὲ ἀξιοῖ δίδοσθαι τὴν πτισάνην, ἤπερ τὸ μελίκρατον· προμεμαθηκότων δ᾿ ἡμῶν ἔμπροσθεν ἐν τῷ γνησίῳ μέρει τοῦ συγγράμματος, ὡς ὑστέραν χρὴ τὴν πτισάνην προσφέρεσθαι τοῦ μελικράτου, ἄμεινον ἦν καὶ νῦν οὕτως εἰρῆσθαι, μελίκρατον μὲν πρῶτον, ὕστερον δὲ χυλὸν πτισάνης προσφέρεσθαι· ὅταν δὲ ἀντὶ τοῦ ὕστερον φάναι τὸ εἰς ἑσπέραν εἴπῃ, μερικωτέραν τὴν διδασκαλίαν ποιεῖται, οὐ καθολικωτέραν. διὰ τί δὲ κελεύει μὴ καθαίρειν, ἐφ᾿ ὧν ἀπεψία παντελής ἐστι,
μὲν δεῖται πρὸ τῆς δευτέρας θερμασίας, ἐκ τοῦ θερμανθῆναι καὶ ψυχθῆναι ἢ ξηρανθῆναι καὶ ὑγρανθῆναι, κατ᾿ ἄλλον καὶ ἄλλον δηλονότι χρόνον ἑκάστου τῶνδε γιγνομένου. κατὰ τοῦτ᾿ οὖν ὁ γράψας ταῦτα συνεβούλευσεν ἡσυχίαν ἄγοντα τῷ σώματι θεραπεύεσθαι τὸν ἄνθρωπον ἀλειφόμενόν τε καὶ περιστελλόμενον ὁμαλῶς τοῖς ἱματίοις· πρὸς γὰρ τὴν τοῦ πυρετοῦ δύναμιν ἀντίῤῥοπον ἡγήσατο ἂν εἶναι τὴν ἐκ τῶν ἀλειμμάτων ὑγρότητα, πρὸς τῷ μήτε θερμαίνειν ἰσχυρῶς μηδὲ ψύχειν, ἀλλὰ λεαίνειν, ὧν μάλιστα δεῖται τὰ πεττόμενα. καὶ εἴπερ ταῦτα συντελεῖ τῇ πέψει τῶν χυμῶν, αἱ καθάρσεις ἐναντίαι εἰσί· κινοῦσαι μὲν γὰρ σφοδρῶς τὸ σῶμα ῥήσσουσι· τοιαύτης γὰρ δυνάμεως ἅπαντ᾿ ἐστὶ τὰ καθαίροντα φάρμακα. αὕτη μὲν οὖν ἐστιν ἡ αἰτία τοῦ τὰς καθάρσεις ἐναντιοῦσθαι ταῖς πέψεσι· πρὸς δὲ τὸ συνεχὲς ἴωμεν ἤδη τοῦ λόγου τοῦδε.
38. Τὰ δὲ ῥοφήματα, ὁκόταν τῶν κρίσεων ἐγγὺς ᾖ, μὴ
δίδου, ἢν θορυβῆται· ὁκόταν δ᾿ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον. φυλάσσεσθαι δὲ χρὴ καὶ πάντων τῶν πυρετῶν τὰς κρίσιας καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν.
Φυλάττει κᾀνταῦθα τὴν Ἱπποκράτους γνώμην ὁ τοῦ βιβλίου συγγραφεὺς, ἐν ἀρχῇ μὲν ἐπὶ μελικράτου καὶ χυλοῦ πτισάνης διαιτῶν, ἐγγὺς δὲ τῶν κρίσεων ἀφελὼν τὸν χυλόν.
39. Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι καὶ ἀποστήματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ᾖ, περὶ ὦτα καὶ τράχηλον· ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλας ἴσχειν μεταβολάς. ῥέει δὲ αἷμα ἐκ ῥινῶν καὶ κοιλίαι τοῖσι τουτέοισι ἐκταράσσονται.
Οἷς ἐστι λεπτὸν τὸ οὖρον διὰ τὴν ἀπεψίαν τῶν χυμῶν, εἰκότως μηκύνουσιν οἱ πυρετοὶ, μὴ δυνάμενοι λυθῆναι πρὸ τῆς πέψεως. ὅτι δ᾿ ἀποσκήμμασιν οἱ τοιοῦτοι κρίνονται πολλάκις ἤδη λέλεκται· σπανιώτερον δέ που καὶ δι᾿ ἐκκρίσεως αἱ λύσεις αὐτῶν γίγνονται· πότερον δ᾿ ἄνω τοῦ σώματος ἢ κάτω τὸ ἀπόστημα γενήσεται, τοῖς ἐν τῷ προγνωστικῷ γεγραμμένοις ὡμολόγηται τὰ νῦν εἰρημένα.
40. Ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι καὶ ὑποχόνδρια συντείνουσι καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται. διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές· ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ καὶ οὖρον πεπανθῇ.
Ἀσώδεις ὀνομάζει πυρετοὺς, ἐν οἷς οἱ κάμνοντες ἀσῶνται
πρὸς τὸ διδόμενον οἷς ἐν πνεύμονι τοιοῦτοι περιέχονται χυμοί· πολὺ γὰρ ὀξύτερον ἐπ᾿ ἐκείνων εἶναι προσῆκεν, ἐπεὶ διὰ τὸ μῆκος τῆς κατὰ τὴν ἀνάδοσιν φορᾶς ἐπὶ τὸ πεπονθὸς μέρος ἀναγκαῖόν ἐστιν ἐκλυθῆναι τὴν δύναμιν· | τοῖς δὲ καθ᾿ ὑποχόνδριον εὐθέως προσπίπτει τοιοῦτον οἷον ἐπόθη. τὸ δὲ μηδ᾿ ὅλως διδόναι ῥόφημα τοῖς οὕτως ἔχουσι, πρὶν πεπανθῆναι τὴν νόσον, ἀδιορίστως εἴρηται φυλαττόντων γε ἡμῶν ὃ ἐδίδαξεν ὁ Ἱπποκράτης· προσκεῖσθαι δεῖ τῷ λόγῳ, ἢν ἀρκέῃ ὁ νοσέων, ὅπερ ὡς φανερὸν ἴσως παραλέλοιπεν.
41. Κατακλίνειν δὲ εἰς ζοφερὰ οἰκήματα καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα καὶ ὡς ἥκιστα ῥιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς τοιούσδε ὠφελέει.
Τὴν ἐν ζοφεροῖς οἰκήμασι κατάκλισιν οὐχ ὡς πεπαντικὸν
βοήθημα συνεβούλευσε νῦν, ἀλλ᾿ ὡς τῆς διὰ τὴν ἄσην γινομένης δυσφορίας ἐπανορθωτικὸν, ἧς ἕνεκα καὶ τῆς μαλθακῆς στρωμνῆς ἐμνημόνευσε. τὸ δὲ πειρᾶσθαι μὴ ῥιπτάζειν ἑαυτὸν, ἀλλ᾿ ἡσυχάζειν ἑκατέρως χρήσιμον τῷ κάμνοντι καὶ ὡς τῇ πέψει τῆς ὅλης νόσου συντελοῦν καὶ ὡς διαφυλάττον τὴν δύναμιν.
42. Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενον· ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ὕδατι καὶ ἐλαίῳ.
Μαλακτικόν ἐστι τὸ λινόσπερμον καὶ μὴ θερμαῖνον ἐπιφανῶς, ὧν μάλιστα δεῖται φλεγμονὴ πᾶσα· καὶ μέντοι κατὰ τὴν |θίξιν αὐτὸ παρασκευάζει τοιοῦτον, ὁποῖον καὶ κατὰ τὴν δύναμίν ἐστιν, ἀκροχλίαρον ἀξιῶν προσφέρειν. καὶ ἡ μίξις δὲ τοῦ ἐλαίου καὶ τοῦ ὕδατος χλιαρᾶς θερμασίας ἐστὶ γεννητικὴ, μετὰ τοῦ μαλάττειν τε καὶ παρηγορεῖν
μετρίως, ὑπάρχον δυνάμεως ὁποίας μάλιστα ἐδείχθη δεῖν εἶναι τὰ πέττοντά τε καὶ τὰ διαφοροῦντα.
43. Τεκμαίρεσθαι δ᾿ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα.
Οὐ πᾶν τὸ μέλλον ἔσεσθαι διδάσκει ἐκ τῶν οὔρων, ἀλλὰ σωτηρίαν ἢ θάνατον· σωτηρίαν μὲν γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρότερα. σαφῶς δὲ τὰ παχύτερα τοῖς λεπτοῖς παραβάλλων εἶπεν, οὐ τοῖς κατὰ φύσιν, ὡς καὶ μικρὸν ἔμπροσθεν ἠξίουν ἀκούειν· οὔτε γὰρ ἂν παχέα λέγοις, ἑρμηνεύειν ὀρθῶς ἐθέλων, οὔτε λεπτὰ τὰ κατὰ φύσιν οὖρα. τά γε μὴν λεπτὰ καὶ μέλανα χείριστα· πρὸς γὰρ τῶν λεπτῶν μόνον γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα· τὸ γὰρ ἀκριβῶς λεπτὸν ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν. αἱ δὲ τῶν
οὔρων προγνώσεις ἐν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν εἴρηνται.
44. Ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει καὶ ἀνάγκη τῷ νοσήματι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην.
Καὶ τοῦτο γὰρ φυλάττων ἐπὶ τῶν νοσούντων εὑρήσεις ἀληθὲς, εἰς χρόνον πλείονα καὶ μεταβολὰς μεταξὺ γιγνομένας ἐμπίπτοντα τὸν ἄνθρωπον ἐπὶ τοῖς ποικίλοις οὔροις· πλείους γὰρ αἱ διαθέσεις δηλοῦνται αἱ μὴ τῆς αὐτῆς θεραπείας δεόμεναι, οὐδὲ τὴν ἴσην ἔχουσι προθεσμίαν τῆς λύσεως.
45. Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν μέχρις ἂν καταστῶσιν·
ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων.
Ἀκαταστάτους πυρετοὺς εἴρηκεν ἐφ᾿ ὧν μηδέν ἐστι καθεστηκὸς, ὅπερ σημαίνει τὸ βέβαιον· ἔστι δὲ βέβαια τὰ ἐν ταῖς περιόδοις φαινόμενα καὶ τοῖς οὔροις, ἔτι δὲ καὶ ταῖς ἠκριβωμέναις ἰδέαις τῶν πυρετῶν. αἱ μὲν οὖν περίοδοι τὴν ἀρχὴν οὐδὲ φαίνονται ταῖς πρώταις ἡμέραις· τὰ δὲ ἐπιγίνεται ἄλλοτε ἄλλα καὶ πολλάκις τρὶς καὶ τετράκις οὐρεῖν, διά γε τῆς ἡμέρας καὶ τῆς νυκτὸς συμβαίνει· καὶ ἀνόμοια φαίνεται τὰ οὖρα πρὸς ἄλληλα. τὴν τοίνυν ἰδέαν τοῦ τοιούτου πυρετοῦ ἀκατάστατον εἶναί φησιν, ὅπερ ταὐτόν ἐστι σημαίνειν τῷ μὴ διασώζοντι τὴν ἰδέαν μίαν ἀκριβῶς. ἐδήλωσα δέ σοι τὰς ἀκριβεῖς ἰδέας τῶν πυρετῶν ἔν τε τοῖς περὶ διαφορᾶς αὐτῶν ὑπομνήμασι κᾀν τῷ δευτέρῳ περὶ κρίσεων· ἐπὶ τῶν τοιούτων οὖν πυρετῶν ἀξιοῖ μὴ κατ᾿ ἀρχὰς τῇ διαίτῃ χρῆσθαι, ἀλλ᾿ ἐᾷν ἕως ἂν ἴδωμεν ποῖοί τινές εἰσι καὶ τηνικαῦτα τὸ τῆς διαίτης εἶδος ὁρίζειν.
46. Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων.
Ὄψιας εἴρηκεν ὡσανεὶ διαφορὰς ἢ τρόπους ἢ ἰδέας· τῶν καμνόντων δὲ, ἀντὶ τοῦ τῶν τοῖς κάμνουσιν γινομένων νοσημάτων. ἐδείχθη γὰρ ἤδη πολλάκις ὡς ἅπασι τοῖς παλαιοῖς ἔθος ἐστὶν ἀπὸ τε τῶν παθημάτων ἐπὶ τοὺς πάσχοντας αὐτοὺς μεταφέρειν τὰς προσηγορίας, ἀπό τε τῶν πασχόντων ἐπὶ τὰ πάθη· ὡς μηδὲν διαφέρειν τῶν πυρετῶν εἰπεῖν διαφορὰς ἢ τῶν πυρεττόντων, οὕτως δὲ καὶ πλευριτικῶν ἢ συναγχικῶν ἢ πλευρίτιδος ἢ συνάγχης. ὄψιας οὖν εἶπε καμνόντων, ἐπειδὴ τοῖς ὀφθαλμοῖς αὐτοὺς θεωροῦντες εὑρίσκομεν τὰς διαφοράς.
47. Διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεταί τις τῶν προφασίων.
Ἐμάθομεν ὅτι τὰς φανερὰς αἰτίας ὀνομάζει προφάσεις· ἀλλὰ καὶ νῦν εὔδηλός ἐστιν ἐπὶ τούτου φέρων τὴν προσηγορίαν. ἐπιφέρει γοῦν·
48. Μήτε τῶν κατὰ λογισμὸν μήτε ὁκόσας εἰς ἀριθμὸν ἄρτιον ἢ περισσὸν δεῖ φανῆναι.
Ὡς τῶν αἰτιῶν τὰς μὲν φανερὰς ἁπάντων γινωσκόντων ἄνευ τεχνικοῦ λογισμοῦ, τὰς δὲ μόνων τῶν χρωμένων τῷ τεχνικῷ λογισμῷ· προσέχειν δὲ δεῖ, φησι, κᾀκείναις, ἃς ἐς ἄρτιον ἢ περιττὸν φανῆναι δεῖ.
49. Μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥεπέας ποιοῦσι τοὺς κάμνοντας.
Οὐχ ἁπλῶς ἀκουστέον ἐστὶν, ἀλλ᾿ ἐπὶ τῶν ὀξέων νοσημάτων, μέγα δύνασθαι τὰς περισσὰς ἡμέρας, ὡς μεταβολὰς ἑκατέρως ἀξιολόγους ἐμποιούσας εἰς ὑγείαν τε καὶ θάνατον· τοῦτο γὰρ σημαίνει τὸ ἑτεροῤῥεπέας. ἐπὶ μὲν τῶν ὀξέων ἡ γ΄ καὶ ἡ ε΄ καὶ ζ΄ καὶ θ΄ καὶ ια΄ καὶ ιδ΄ καὶ ιζ΄, ἐπὶ δὲ τῶν χρονίων ξ΄ καὶ π΄. μέσαι δ᾿ αὐτῶν εἰσι κ΄ καὶ λδ΄ καὶ μ΄, περιτταὶ δὲ καὶ αὗται.
50. Φυλάττεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέραν, ἐν ᾗ ἦρκται ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ ὅτε· ἡγέεται γὰρ τοῦτο τὸ πρῶτον εἰδῆσαι. ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ πάντα, πρῶτον μὲν κεφαλὴν ὅπως ἔχῃ, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχῃ ἐν ἑωυτῇ· ἔπειτα ὑποχόνδρια καὶ τὰ πλευρὰ, εἰ ἀνάλγητα. ὑποχόνδριον μὲν γὰρ εἰ ἐπίπονόν ἐστιν ἢ ἐπῃρμένον ἢ ἔχει τινὰ σκολιότητα ἢ κόρον ἢ πλευροῦ ἀλγηδὼν ἐνείη καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον ἢ στρόφος ἢ πόνος κοιλίης. ὁκόταν
δέ τι τούτων παρῇ ἐν ὑποχονδρίῳ, μάλιστα λύειν τὴν κοιλίην κλυσμοῖσι· πινέτω δὲ μελίκρητον θερμὸν ἀφη- ψημένον. καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν, εἰ λειποθυμέῃ καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει. ἰδεῖν δὲ καὶ διαχώρησιν, μή τι μέλαν ἰσχυρῶς διεχώρησεν χρῶμα ἢ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα· καὶ ὁ πυρετὸς εἰς τὴν τρίτην ἐπιπαροξυνόμενος. κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοισι τριταίους, πρὸς ταῦτα ἤδη καὶ τὰ ἄλλα συνορῇν· καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρᾳ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τούτων, κινδυνώδης ὁ κάμνων γίγνεται. τὰ δὲ σημεῖα ἡ μὲν μελαίνη διαχώρησις θάνατον σημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι, ὁκόταν ἀνὰ πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον.
Φυλάττεσθαί φησι χρῆναι πρῶτον μὲν τὴν πρώτην
τούτων οὕτως ἐχόντων ἐὰν ἡ δ΄ τῇ γ΄ παραπλήσιον ἔχῃ τι κατὰ τὸν παροξυσμὸν, κινδυνώδη δηλονότι ταύτην φησί. τὸ γὰρ καὶ τὴν δ΄ ἡμέραν ἐπίδηλον οὖσαν τῆς ζ΄ νεωτερίσαι τι τῶν χαλεπῶν ἐστι σημείων· ὁ δὲ νεωτερισμὸς δῆλος. εἰ γὰρ τῇ α΄ τῶν ἡμερῶν καὶ τῇ γ΄ παροξυσμὸς ἐγένετο, τῇ β΄ δὲ οὐκ ἐγένετο, προσῆκον ἦν τὴν ε΄. ἔχειν παροξυσμὸν, τὴν δὲ δ΄ μὴ ἔχειν· ἔχουσα τοίνυν καὶ αὕτη κακοῦ τινος ἑτέρου γένεσιν ἐνδείκνυται. εἰ δὲ καὶ μέλανα διαχωρήσειε, θάνατον ἔσεσθαι δηλοῖ. μέμνησο δὴ τούτου παραλιπὼν τὰ πολλὰ τῶν εἰρημένων. εἰ γὰρ τῇ α΄ τῶν ἡμερῶν ἡ γ΄ τὸν ἀνάλογον ἤνεγκε παροξυσμὸν, νεώτερον μὲν, εἰ καὶ ἡ δ΄ παρώξυνεν· εἰ δὲ καὶ μέλανα διεχώρησεν, ὀλέθριόν ἐστι τὸ σημεῖον· ἐὰν δὲ πάλιν ὅμοια τοῖς ὑγιαίνουσιν ἀνὰ πάσας τὰς ἡμέρας διαχωρῇ, σωτηρίαν ἔλπιζε τοῦ κάμνοντος ἔσεσθαι.
51. Ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, ἐνῇ δὲ τοῦ πνεύματος
εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ ἢν ἀψυχίη ἐνῇ· ταῦτα δὲ ὁκόταν προσῇ τῷ κάμνοντι ἢ τῇ καμνούσῃ κατ᾿ ἀρχὰς, παραφροσύνην προσδέχου ἐσομένην.
Συγκέχυται τῆς ῥήσεως ταύτης ἡ διάνοια. τὸ γὰρ ὅταν βάλανος μηδὲν ἀνύῃ, δοκῇ δ᾿ εὐφόρως ἔχειν ὁ κάμνων, εἴ γε κᾀν ταῖς διαναστάσεσι λειποψυχεῖ, παραφροσύνην προσδέχεσθαι, κακῶς εἰρῆσθαί μοι δοκεῖ, μήτε τῆς ἐμπειρίας μαρτυρούσης αὐτῷ μήτε τοῦ λογισμοῦ. γένοιτο γὰρ ἄν ποτε καὶ τοιοῦτόν τι· αἱ δὲ προγνώσεις εἰσὶν οὐ τῶν σπανίως γιγνομένων, ἀλλὰ τῶν διὰ παντὸς ἢ ὡς τὸ πολύ.
52. Προσέχειν δὲ χρὴ καὶ τῇσι χερσίν· ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε ἀπόσταξιν αἵματος διὰ ῥινῶν ἐσομένην.
Καὶ οὗτος ὁ λόγος οὐ τὸ διηνεκὲς, οὐδ᾿ ὡς τὸ πολύ τι γιγνόμενον, ἀλλὰ τὸ σπάνιον διδάσκει.
53. Ὁρῇν δὲ χρὴ αὐτοὺς τοὺς μυκτῆρας, ἢν ὁμοίως τὸ πνεῦμα δι᾿ ἀμφοτέρων ἕλκηται· καὶ ἢν πολὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει γίνεσθαι σπασμός· ἢν δὲ σπασμὸς γένηται, τῷ τοιῷδε θάνατος προσδόκιμος καὶ καλῶς ἔχει προλέγειν.
Οὐσῶν τῶν χειρῶν τρομωδῶν, οὕτω γὰρ προσῆκον εἰπεῖν, εἰ τὸ πνεῦμα πολὺ φέρεται δι᾿ ἀμφοτέρων τῶν μυκτήρων, σπασμὸν ἐπιγίνεσθαί φησιν· εἴωθε δ᾿ οὕτω καλεῖν τὴν σπασμώδη διάθεσιν, γινομένην κατὰ τῶν τὰ πτερύγια τῆς ῥινὸς κινούντων μυῶν.
54. Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ γλῶσσα τραχείη γένηται καὶ
ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ πυρετοῦ· ἀλλ᾿ ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει καὶ χυλοῖσι παραφυλάσσειν· μηδὲ πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν, ὡς οἱ τὰ τοιάδε ἔχοντες σημεῖα ἐπικίνδυνοί εἰσι θνήσκειν. ὁκόταν δὲ ταῦτα συνειδῇς, οὕτω προλέγειν, ἤν σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα.
Χειμερινὸν πυρετὸν ἔνιοι μὲν ἁπλῶς ἀκούουσι τὸν ἐν χειμῶνι γινόμενον, ἔνιοι δὲ τὸν οἰκεῖον φύσει χειμῶνι, εἴη δ᾿ ἂν ὁ τοιοῦτος ἐπὶ φλέγματι, καθάπερ ὁ θερινὸς ἐπὶ χολῇ. ἐὰν οὖν, φησιν, ἐπὶ τῷ τοιῷδε πυρετῷ γλῶσσα γένηται τραχεῖα καὶ λειποθυμίαι, συγγινώσκειν αὐτὸν ὄντα κινδυνώδη καὶ διὰ τοῦτο μὴ πιστεύειν ταῖς ἐπανέσεσι τῶν πυρετῶν, ὅταν μετὰ συμπτωμάτων ἢ σημείων μοχθηρῶν γίγνωνται, καθάπερ νῦν ἄμα τῇ λειποθυμίᾳ τε καὶ τῇ τῆς γλώττης τραχύτητι. μὴ τοίνυν, φησὶν, ἀμελῶς διαίτα τοὺς κάμνοντας, ἀλλ᾿ ὕδωρ τε καὶ μελίκρατον καὶ χυλὸν
πτισάνης ῥοφεῖν δίδου. δόξει δὲ ταῦτα μάχεσθαι τῷ χρῆναι λιμοκτονεῖν· ἡ γὰρ λιμοκτονία μάλιστα μὲν ἀσιτίαν παντελῆ σημαίνει· εἰ δ᾿ οὒ, ἀλλὰ τήν γε ἐπὶ τοῖς πόμασι μόνοις δίαιταν· οὕτως δὲ καὶ μελίκρατον καὶ χυλὸν πτισάνης συνεχώρησε δίδοσθαι. δοκεῖ δέ μοι διὰ τοῦτο λιμοκτονεῖν λέγειν αὐτοὺς, ὅτι χρονίζουσι τὰς ἐπανέσεις τῶν πυρετῶν ἴσχοντες εὐφορωτάτας, ὡς ἐξαπατηθέντας τινὰς τροφὴν ἰσχυροτέραν δοῦναι καὶ μάλιστα διὰ τὴν λειποθυμίαν· ὡς πρὸς τοιαύτην οὖν δίαιταν ἡ διὰ τοῦ μελικράτου τε καὶ τοῦ χυλοῦ γιγνομένη ἐν πολλαῖς ἡμέραις εἴρηται ὀρθῶς λιμοκτονία.
55. Ὁκόταν δ᾿ ἐν πυρετοῖσι φοβερόν τι γένηται πεμπταίοισιν ἐοῦσιν, ἢ κοιλίη τε ἐξαίφνης ὑγρὰ διαχωρήσει καὶ ἀψυχίη γένηται ἢ ἀφωνίη ἐπιλάβῃ ἢ σπασμώδης γένηται ἢ λυγμώδης, ἐπὶ τούτοισιν καὶ ἀσώδης φιλέει γίνεσθαι
καὶ περὶ ὑπορίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς· οἱ δὲ ταῦτα πάσχοντες θνήσκουσι πνευματωθέντες οὐκ ἐς μακράν.
Τῶν ἐκ τηρήσεως ἐμπειρικῶς γεγραμμένων τοῖς ἰατροῖς ἔνια τοιαῦτά ἐστι, τουτέστιν ἐκ τῶν ὀφθέντων ἅπαξ ἢ δὶς, ἀπόφασιν ἔχει καθόλου τρόπου, ὡς πλειστάκις ἐπὶ τῶν αὐτῶν καὶ ὡσαύτως δυνάμενα θεωρηθῆναι. τοιοῦτον δέ τι καὶ τοῦτό ἐστι τὸ νῦν λεγόμενον· ἑορακὼς γὰρ ἔγραψε ταῦτα πεμπταῖόν τινα, διαχωρήσαντα μέν τινα ὑγρὰ διαχωρήματα, λειποψυχήσαντα δὲ καὶ ἄφωνον γενόμενον, ἕτερον δὲ σπασμώδη καὶ μετὰ τοῦτο ἤτοι γε ἀμφοτέρους ἢ τὸν ἕτερον ἀσώδη καὶ τὰ περὶ τὸ πρόσωπόν τε καὶ τὸν αὐχένα ἐφιδρώσαντας, εἶτα ἀποθανόντας ἔγραψεν, ὡς οἴεται, συνδρομὴν σημείων ἐμπειρικῶν. ἔστι δ᾿ αὐτὰ δυνάμενα καὶ στομαχικῆς προηγεῖσθαι συγκοπῆς· δυνάμενα δὲ καὶ διὰ πλῆθος γίνεσθαι θλιβομένης τῆς δυνάμεως ἢ καὶ ἄλλως ἀῤῥωστούσης. ἕκαστον γάρ τοι τῶν εἰρημένων καθ᾿ ἑαυτὸ μοχθηρόν
τύχην γενομένοις, ἡ τῶν ἀποβησομένων ἀσφαλής τις γίγνεται πρόγνωσις.
56. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνῶν ἐόντων τῶν περὶ φάρυγγα καὶ μηδὲ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν ῥινῶν ῥέειν· κᾒν μὲν πολὺ ῥυῇ, λύσιν σημαίνει τῆς νούσου· ἢν δὲ μὴ, μακρήν· ὁκόσῳ δ᾿ ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ μῆκος. ἢν δὲ τἄλλα ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα· ἢν δ᾿ ἅψηται τοῦ ποδὸς καὶ ἐπώδυνος γενόμενος παραμένει, πυριφλεγὴς γενόμενος καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληῖδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι. σβεννυμένων δὲ τούτων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς
τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη· ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν καὶ ἐρυθήματα ἴσχει καὶ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει καὶ σκληρὴ φλεγμονὴ κατέχει καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς καὶ παραφροσύνη μέγα ἐπιδιδοῖ· αἱ δὲ νύκτες μᾶλλον ἐπισημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. τὰ δὲ σημεῖα μάλιστα γίνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν ἢ ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ᾿ ἂν τούτων τῶν ἀριθμῶν γίνηται, ὀλέθριοι ἐπιγίνονται.
Καὶ πάντα ταῦτα τὰ νῦν εἰρημένα δοκεῖ μοι τεθεαμένος ἐφεξῆς ἀλλήλων ὁ συνθεὶς τὸ γράμμα τουτὶ, καθολικόν τινα ἐκ τῆς ἐν μέρει τηρήσεως λόγον πεποιηκέναι προπετῶς· ἄμεινον μὲν γὰρ, ὡς Ἱπποκράτης ἐν τοῖς τῶν ἐπιδημιῶν εἰώθει γράφειν, οὕτω καὶ αὐτὸν πεποιηκέναι, προειπόντα μὲν ἐν ἀρχῇ τὸ τοῦ παθόντος ὄνομα καὶ μετὰ ταῦτα καὶ τὰς ἡμέρας ἐν αἷς ἕκαστον ἐγένετο, καθάπερ ἐπ᾿ αὐτῶν τῶν νῦν εἰρημένων συμπτωμάτων ἔνεστι ποιῆσαι. γεγενήσθω
ἀποσκήψαντος εἰς τὰ νευρώδη μόρια καὶ αὐτὴν τὴν ἀρχὴν αὐτῶν καταλαβόντος, ἐντεῦθεν γὰρ αἱ παραφροσύναι. θεασάμενος οὖν ὁ γράψας τῶν οὕτως τινὰ νοσησάντων φλυκταίνας ἔχοντα κατὰ τὴν ὀφρὺν (τοῦτο γὰρ σημαίνει τὰ φλυζάκια) προπετῶς ἀπεφήνατο πᾶσι τοῖς οὕτως ἔχουσιν ἐσόμενον τοῦτο τὸ σύμπτωμα· καὶ περὶ τῶνδε τῶν ἐφεξῆς γεγραμμένων ὁ αὐτὸς λόγος· ὃ γὰρ ἐγένετό τινι τῶν οὕτω νοσούντων εἴτε δυοῖν, ἐπὶ πάντας ἐκτείνων, ἔφη καὶ ἐρυθήματα ἴσχειν αὐτοὺς καὶ τὸ βλέφαρον ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνειν καὶ ξηρὰν γίνεσθαι τὴν φλεγμονὴν καὶ οἰδεῖν ἰσχυρῶς τοὺς ὀφθαλμούς. τούτων δὲ τὰ μὲν ἄλλα σαφῆ, τὸ δὲ παραβλαστάνει τὸ βλέφαρον τὸ ἕτερον, ἀσαφὲς ἐστι πότερον ἐκ μέρους αὐτῶν τινα γινομένην σύμφυσιν ἢ σαρκῶδές τι βλάστημα, θατέρου μὲν ἐκφυόμενον, ἐπὶ δὲ θάτερον ἐκτεινόμενον ἠβουλήθη δηλῶσαι. εἰ δέ τι χρήσιμον ἦν τῆς εὑρέσεως αὐτοῦ σχεῖν, πλέον ἂν περὶ αὐτοῦ διασκεψαίμην.
57. Τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης ἢν βορβορύζῃ ἡ κοιλίη· ἢν δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι· ἢν δὲ διαβορβορύζῃ καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, σκαμμωνίῳ ὑποκάθαιρε μετρίως. τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν ποτὰ καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες.
Θεραπείαν γράφει προειρημένης τῆς συνδρομῆς· ὀνομάζειν δ᾿ αὐτὴν ἐμοὶ μὲν, ὡς εἴρηκα, οὐδὲ τοῦτο δοκεῖ· καὶ ἡ θεραπεία δὲ οὐδὲν κοινὸν ἔχει παρὰ τὰ πρόσθεν ἤδη εἰρημένα πολλάκις· προσεπισκεψάμενον γὰρ εἰρήκει καὶ τὰ ἐν τῇ γαστρὶ καὶ γνωρίσαντα ταῦτα διὰ τῶν βορβορυγμῶν καθαίρειν. εἰ δὲ καὶ χολώδη τὰ κάτω ῥέποντα εἴη, σκαμμωνίαν δίδωσι φάρμακον χολώδη καθαῖρον. ἐν δὲ τῇ ἄλλῃ θεραπείᾳ κελεύει προσφέρειν ἐλάχιστα ῥοφήματα, μέχρις ἂν ἐπανιῶσιν ὑπερβαίνοντες
τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν· τούτῳ δὲ τῷ λόγῳ συνενδείκνυται πρὸ τῆς ιδ΄ μὴ δύνασθαι πεφθῆναι τὴν νόσον.
58. Ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται, οὐ φιλέει λύσις ταχείη, οὐδ᾿ ἀπαλλαγὴ τοῦ νοσήματος γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει· ὁκόταν δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον ξυμπίπτει.
Οὗτος ὁ λόγος περιττός ἐστι τοῖς μεμαθηκόσι τὰ μοχθηρὰ συμπτώματα μείζονα δύναμιν ἔχειν ἐν κρισίμοις ἡμέραις φαινόμενα· τούτῳ γὰρ τῷ καθόλου κέχρηται καὶ νῦν ὁ γράψας τὸ βιβλίον, ἐφ᾿ ἑνὸς τῶν κατὰ μέρος πραγμάτων τῆς ιδ΄ ἡμέρας. ὡς γὰρ ἐν ταῖς ἄλλαις κρισίμοις, οὕτω καὶ ἐν ταύτῃ εἰ φανῇ τι μοχθηρὸν σύμπτωμα, μείζονα τὴν δύναμιν
ἔχει. χρὴ δὲ τὴν ἀπόφασιν τοῦ γενησομένου μηδ᾿ ἁπλῶς, μηδ᾿ ὡς ἔτυχεν, ἀλλὰ μετὰ διορισμοῦ ποιεῖσθαι· εἰ μὲν γάρ τινα τῶν ἀγαθῶν σημείων, μείζονα δύναμιν ἔχοντα παρείη τῷ κάμνοντι, νοσήσας πλειόνως δυνηθήσεται σωθῆναι· μηδενὸς δὲ ὄντος τοιούτου τεθνήξεται, μὴ δυναμένης τῆς δυνάμεως ἐξαρκέσαι τῇ πέψει τοῦ νοσήματος. κακῶς οὖν ὁ ταῦτα γράψας ἔφη, μακρότερον πάντως ἔσεσθαι τὸ νόσημα· δύναται γὰρ καὶ διὰ ταχέων ἀποθανεῖν ὁ τὴν ἀφωνίαν ἐν τῇ ιδ΄ σχὼν ἡμέρᾳ, μετὰ τῶν χαλεπῶν ἄλλων σημείων γενομένου τοῦ συμπτώματος.
59. Ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ ἡ γλῶσσα ἐκτεταραγμένα διαλέγεται καὶ ἡ κοιλίη χολώδεα ὑποχωρέει ὑγρὰ, φιλέει παραληρεῖν ὁ τοιόσδε· ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσι.
Ἀλλὰ καὶ ἐν ἄλλῃ τινὶ τῶν ἡμερῶν· ἐὰν δὲ καὶ
τεταρταία φανῇ πρῶτον, κινδυνωδεστέραν εἶναι τὴν ζ΄ δηλοῖ, τουτέστι τὰ ἐκείνῃ γενησόμενα.
60. Θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων, αἵματος ἀπόσταξις ἐξαπίνης, συντονίην καὶ πολλὴν φλεγμασίην κατὰ τὰς φλέβας δηλοῖ καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ ἢ μελαγχολικὸς ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν.
Καὶ αὕτη πάλιν ἡ ῥῆσις ἐπιπλοκὴν ἔχει συμπτωμάτων πολλῶν οὐ συγγινομένων ἐν ἅπαντι ἀνθρώπῳ νοσοῦντι, διὸ καὶ ἄχρηστα τὰ οὕτως γραφόμενα, τῆς χρησίμου διδασκαλίας διὰ τῶν καθόλου γινομένης, ὡς Ἱπποκράτης εἴωθε ποιεῖν. εἴρηται δ᾿ ὅτι τῶν καθόλου τὰ μὲν διηνεκῆ τὴν πρώτην
οὐ μὴν ἐξ ἀνάγκης γε ἢ ὡς τὸ πολὺ τούτοις ἐπακολουθήσει παραφροσύνη καὶ σπασμός.
61. Κᾒν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον· ἐν κρισίμῃσι δὲ, ὀλέθριον, ἢν μὴ πολὺ ἅλις ἀποσσυθὲν αἷμα ἐξόδους ποιήσηται τῆς πλεονεξίης κατὰ ῥῖνας ἢ καθ᾿ ἕδρην ἐμπυήσεις ἢ μεταστάσεις ἢ ἀποστάσεις ἢ πόνους τῶν ὑποχονδρίων ἢ ἐς ὄρχιας ἢ ἐς σκέλεα· πεφθέντων δὲ τουτέων ἔξοδοι γίγνονται πτυσμῶν, παχέων οὔρων ἢ λείων λευκῶν.
Δύο γραφαί εἰσι τῆς ἐπιγίνεσθαι λέξεως· μία μὲν διὰ τοῦ τ στοιχείου τῆς τρίτης συλλαβῆς γεγραμμένης, ἄλλη δὲ διὰ τοῦ γ. ἀλλ᾿ ἐάν τε κατὰ τὴν προτέραν ἐπιτείνεσθαι λέγῃ τοὺς κάμνοντας ἐν ἀρτίαις ἡμέραις, ἐάν τε κατὰ τὴν δευτέραν ἐπιγίνεσθαι τὰ εἰρημένα συμπτώματα κατὰ τὰς ἀρτίας ἡμέρας, οὐκ εὐθέως ἐστὶ καὶ βέλτιον (τοῦτο δ᾿ αὐτὸς
εἶπεν) οὐδὲ γὰρ εἰ ἄρτιοι προσήκει σκοπεῖν, ἀλλ᾿ εἰ καὶ κρίσιμοι· τὴν γοῦν τετάρτην ἡμέραν ἀρτίαν οὖσαν καὶ αὐτὸς ἑξῆς ὀλίγον ἔμπροσθεν εἶπεν, ὅτι μεγίστην δύναμιν ἔχει. τό γε μὴν ἐφεξῆς εἰρημένον ἀληθές· ἐὰν γὰρ αἷμα πολὺ καθ᾿ ὁντιναοῦν τρόπον ἐκκριθῇ, σωτηρίας ἔχειν ἐλπίδα. καὶ δι᾿ ἀποστάσεως αὐτοὺς καὶ μεταστάσεως φησὶ σώζεσθαι, τὴν μὲν ἀπόστασιν ἄντικρυς διὰ τῆς ἰδίας προσηγορίας δηλώσας, τὴν δὲ μετάστασιν διὰ τοῦ φάναι πόνους ἐν ὑποχονδρίῳ ἢ ἐς ὄρχιν ἢ σκέλεα. διαφέρει δ᾿ ἀλλήλων τῷ τὴν μὲν ἀπόστασιν αὐτὴν τὴν κρίσιν ἐπιφέρειν καὶ ἀπαλλάττειν ἁπάντων τῶν ὀχληρῶν τὸν κάμνοντα, τὴν δὲ μετάστασιν ἑτέρων ἴσχειν ἀρχὴν παροξυσμῶν τε καὶ πόνων, ὡς δεῖσθαι πάλιν ἄλλου χρόνου πρὸς τὴν πέψιν τὸν τόπον τοῦ σώματος, εἰς ὃν ἡ μετάστασις ἐγένετο τῶν λυπούντων χυμῶν· διὸ καὶ προσέθηκε, πεφθέντων δὲ τούτων, αἱ διέξοδοι γίγνονται πτυσμῶν ἢ παχέων οὔρων, λείων, λευκῶν· σημεῖα διδάσκων τοῦ πεπέφθαι τὴν μετάστασιν ἐκ τῶν πεπεμμένων πτυσμάτων τε καὶ οὔρων.
62. Πυρετῷ λυγγώδει ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου καὶ χαλβάνην ἐν μέλιτι καὶ κύμινον ἐκλεικτικὸν καὶ χυλὸν πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν. ἄφυκτος δ᾿ ὁ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ ἢ εἰς ἀπόστασιν στηρίζῃ.
Τὰς λύγγας εἰώθασι καὶ λυγμοὺς ὀνομάζειν· εἰσὶ δὲ κινήσεις τινὲς τοῦ στομάχου σπασμώδεις· γίνεσθαι δέ φασι δι᾿ ἄμετρον κένωσιν ἢ πλήρωσιν. οἱ μὲν οὖν διὰ κένωσιν γιγνόμενοι σχεδὸν ἀνίατοι τυγχάνουσιν ὄντες· οἱ δὲ διὰ πλήρωσιν ὑπὸ τῶν τεμνόντων καὶ ῥυπτόντων τὰ ἐμπεπλασμένα βοηθημάτων θεραπεύονται· τοιαῦτα δέ εἰσι καὶ τὰ νῦν γεγραμμένα. φαίνεται δὲ νῦν ἡ δῆξις αὕτη γιγνομένη καὶ διὰ δριμύτητα δάκνουσαν τὸν στόμαχον, ὡς ἐπειδάν τις πέπερι πλέον ἤ τι τοιοῦτον καταπίῃ· καὶ μέντοι καὶ τῶν πυρεσσόντων ἔνιοι λύγξαντες ἤμεσαν
διαβρωτικὸν καὶ δριμύτατον χυμὸν, ἐφ᾿ ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος· ἀλλ᾿ ὅ γε τοιοῦτος πυρετὸς οὐ καλεῖται λυγγώδης, ἐπὶ πλέον γὰρ δεῖ παραμένειν τὸν λυγμὸν ἢ καὶ δι᾿ ὅλου τοῦ νοσήματος εἶναι συμπαροξυνόμενον τοῖς πυρετοῖς, ἵνα λυγγώδης ὀνομασθῇ. τὸν τοιοῦτον πυρετὸν ὑφ᾿ ἱδρώτων κρισίμων καὶ ὕπνων ὁμαλῶν καὶ οὔρων δριμέων καὶ παχέων ἐκκενωθέντων θεραπεύεσθαί φησιν, ἤτοι γε ἐκκριθέντων τῶν τοιούτων ἢ εἰ εἰς ἀπόστημα στηριχθῇ.
63. Κόκκαλος καὶ σμύρνα ἐκλικτόν· πίνειν δὲ τοῖσι τοιουτέοισιν ὀξύμελι δίδου ὡς ἐλάχιστον· ἢν δὲ διψώδεες ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος.
Ἀτάκτως τοῦτο γέγραπται· βέλτιον γὰρ ἦν αὐτὸ μικρῷ πρόσθεν γεγραφέναι κατ᾿ ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα ἐθεράπευσε τοὺς δεομένους τὸν θώρακα καὶ πνεύμονα διὰ πτυσμάτων ἐκκαθαίρεσθαι, οὐ πρὸς τὸν λυγγώδη πυρετόν·
εἴτε διὰ τοῦ ξ, μεγάλην οὐδεμίαν ἐξαλλαγὴν ὁ λόγος ἕξει. ἢν δὲ διψώδεες σφόδρα ἔωσι, τοῦ κριθίνου ὕδατος. ὅτι μὲν ὡς ἄδιψον πόμα εὔδηλόν ἐστιν· ἄμεινον δ᾿ ἦν εἰρῆσθαι πρὸς αὐτοῦ πῶς χρὴ σκευάσαι τὰς κριθὰς, πότερον ἀποβρέξαντας ἁπλῶς ἢ ὡς οἱ νῦν ἐξ αὐτῶν τὸν ζυθὸν ποιοῦντες ἢ κατ᾿ ἄλλον τινὰ τρόπον.
64. Τὰ δὲ περιπνευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι· ἢν ὀξύς τε ὁ πυρετὸς ᾖ καὶ τὰ ὀδυνήματα τοῦ πλευροῦ τοῦ ἑτέρου ἢ καὶ ἀμφοῖν καὶ τοῦ πνεύματος ἄνω φερομένου, ἢν πονέῃ καὶ βῆχες ἐνέωσι καὶ πτύσματα ἀνείη πυῤῥὰ ἢ πελιὰ ἢ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ καὶ εἴ τι ἄλλο διαφέρον ἔχῃ παρὰ τὰ μεμαθηκότα τούτοισιν· οὕτω χρὴ διάγειν.
Τὰ μεγάλα καὶ ἀξιόλογα πλευρίτιδος καὶ περιπνευμονίας
διώρισται ἅπαντα κατὰ τὸ γνήσιον μέρος τοῦ βιβλίου, τὰ δὲ πᾶσιν ἰατροῖς γινωσκόμενα παραλέλειπται· τοιαῦτα δέ ἐστιν ἃ νῦν οὗτος γράφει· καὶ πρῶτον μὲν τὴν συνδρομὴν ὀνομαζομένην ὑπὸ τῶν παλαιῶν ἐμπειρικῶν, οἱ παλαιοὶ δὲ συνεδρεύοντα τοῖς πάθεσιν ἐκάλουν τὰ τοιαῦτα συμπτώματα. πυρετὸς οὖν ὀξὺς καὶ ὀδύνη πλευροῦ θατέρου ἢ ἀμφοτέρων, μάλιστα κατὰ τὴν ἐκπνοὴν γιγνομένη (τοῦτο γάρ ἐστι καὶ τοῦ πνεύματος ἄνω φερομένου, ἢν πονέῃ) καὶ βῆχες καὶ πτύελα πυῤῥὰ ἢ πελιδνὰ καὶ λεπτὰ καὶ ἀφρώδη καὶ ἀνθηρὰ καὶ ὁπωσοῦν ἄλλως ἐξηλλαγμένα παρὰ τὰ εὐήθη (τοῦτο γὰρ δηλοῖ λέγων καὶ εἴ τι ἄλλο διαφέρον ἔχει παρὰ τὰ μεμαθηκότα) ταῦτα πάντα τοῖς πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς ἐμφαίνεσθαί φησι συμβαίνοντα. τουτέοισιν οὕτω χρὴ διάγειν.
65. Ἢν μὲν ὀδύνη ἄνω περαίνῃ πρὸς κληῖδα ἢ περὶ μαζὸν καὶ
βραχίονα, τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε.
Κᾀνταῦθα πάλιν ἐξεργάζεται τὴν τοῦ γνησίου μέρους γνώμην· ἐπεὶ παρελέλειπτο τὸ συνεπινοούμενον τοῖς εἰρημένοις αὐτῷ, προστιθεῖ, οἷον καὶ τοῦτο, κατ᾿ εὐθὺ τῆς πεπονθυίας πλευρᾶς ποιεῖσθαι τὴν φλεβοτομίαν, ὅπερ ἐδήλωσεν εἰπών· τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε. προδήλως συντέμνων τῆς ἑρμηνείας ἀμελεῖ· δέον γὰρ εἰπεῖν τὴν κατ᾿ ἀγκῶνα φλέβα, τὴν ἐν τῷ βραχίονι λέγει.
66. Ἀφαιρέειν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὥρην καὶ ἡλικίην καὶ χροιὴν πλέον· καὶ θαρσέων, ἢν ὀξὺ τὸ ἄλγημα ᾖ, ἀγαγεῖν πρὸς λειποψυχίην· ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο.
Ἐνταῦθα πάλιν πλέον τοῦ μέτρου τοὺς σκοποὺς τῆς φλεβοτομίας ἅπαντας εἰπεῖν φιλοτιμηθεὶς, ὅμως παραλέλοιπέ τινας· οὔτε γὰρ τῆς δυνάμεως ἐμνημόνευσεν |οὔτε τῆς μεταβολῆς τοῦ αἵματος, ἀλλ᾿ οὐδὲ χώρας ἢ καταστάσεως. πλέον δ᾿ ἀφαιρεῖν κελεύων καὶ θαῤῥεῖν μέχρι λειποθυμίας ἄγειν, ἥμαρτεν ἐν τῇ λέξει προσθεὶς δι᾿ ὃ θαῤῥεῖν προσήκει· διὰ μὲν γὰρ τὴν ὀξύτητα τοῦ ἀλγήματος ἐπὶ τὸ πλέον ἐκκενοῦν τοῦ αἵματος ἀφικνούμεθα· τὸ δ᾿ ἐᾷν ῥεῖν, οὐκ ἐκ τῆς ὀξύτητος, ἀλλ᾿ ἐξ ἄλλων ἔχομεν, ἐὰν ἥ τε δύναμις ἐῤῥωμένη καὶ ἡ τῶν ἀκμαζόντων ἡλικία καὶ τὸ πλῆθος αἱματικὸν καὶ ἡ τοῦ κάμνοντος φύσις πυκνοτέρα τε καὶ σκληροτέρα καὶ δυσδιαφορητοτέρα καὶ πολύαιμος, ἥ τε ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις εὔκρατος, οὕτω γὰρ καὶ ἡ χώρα· τὸ γὰρ ἄχρι λειποθυμίας ἄγοντα θαῤῥεῖν, ἐκ τούτων ἡμῖν προσγίνεται. ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο. μετὰ τὴν φλεβοτομίαν κλύζειν κελεύει, βέλτιον δὲ ἦν προστεθεικέναι τὸν Ἱπποκράτειον διορισμὸν, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς.
67. Ἢν δὲ ὑποκάτω τοῦ θώρακος τὸ ἄλγημα ᾖ καὶ συντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε· μεσσηγὺ δὲ τῆς καθάρσεως μηδὲν δίδου, μετὰ κάθαρσιν δὲ ὀξύμελι. φαρμακεύειν δὲ τεταρταῖον· τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν· κᾂν μὴ κουφίζῃ οὕτως, ὑποκάθαιρε. φυλακὴ δὲ ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης· ἔπειτα ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, σὺν μέλιτι μίσγων δίδου· ἢν δὲ ἀνάγηται ῥηϊδίως καὶ εὔπνοος ἢ καὶ ἀνώδυνος ᾖ τὰ πλευρὰ, κατὰ σμικρὸν παχυτέρῳ τε καὶ πλείονι καὶ δὶς τῆς ἡμέρης.
Πλευριτικὸν ὠνόμασε τὸ εἰρημένον ὑφ᾿ Ἱπποκράτους ἐν τῷ γνησίῳ μέρει βιβλίου, ἐν ὧ καθαίρει τοὺς οὕτως ἔχοντας πλευριτικούς· σκευάζει δὲ αὐτὸ διττῶς. τὸ φαρμακεύειν δὲ τεταρταῖον, ἀδιορίστως εἴρηκε καὶ τοῦτ᾿ αὐτό. τὴν γὰρ ἀρχὴν οὐδὲν τῶν τοιούτων βοηθημάτων
προσακτέον τῷ κάμνοντι, σκοπὸν ποιησάμενον ἡμερῶν ἀριθμόν· ἀλλ᾿ ὅπερ Ἱπποκράτης εἶπεν, ἤτοι κατὰ τὴν ἀρχὴν εὐθέως πρὶν στηριχθῆναι τοὺς χυμοὺς, κέλευε φαρμακεύειν ἢ ὕστερον, ὅταν πεφθῶσιν· ὥστε καὶ περὶ τὴν πρώτην ἡμέραν, ἐνίοτε δὲ καὶ β΄ καὶ δ΄, ἐνίοτε δὲ καὶ ε΄, ἐφαρμακεύσαμεν οὐκ ἐν τῇ τετάρτῃ μόνον, καθάπερ οὗτος ἔγραψεν.
68. Ἢν δὲ μὴ ῥηϊδίως ἀπαλλαγῇ, ἔλασσόν τε τὸ πόμα καὶ τὸ ῥόφημα ὀλίγον, χυλὸν λεπτὸν καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὥρῃ βέλτιον διάγῃ· γνώσῃ δὲ ἐκ τῶν οὔρων. δεῖ δὲ ῥόφημα προσφέρειν τοῖσιν ἐκ τῶν νοσημάτων μὴ πρότερον ἢ πέπονα τὰ οὖρα ἢ πτύσματα ἴδῃς γεγενημένα. ἢν δὲ φαρμακευθεὶς συχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλασσον δὲ καὶ λεπτότερον· οὐ γὰρ δυνήσεται ὑπὸ κενεαγγείης ὑπνώσσειν, οὐδὲ πέσσειν ὁμοίως, οὐδὲ τὰς κρίσιας ὑπομένειν·
ἀλλ᾿ ἐπειδὰν ξυντήξιες ὠμῶν γένωνται καὶ τὰ ἀντέχοντα ἀποβάλλῃ, ἀνθέξει οὐδέν.
Περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς ἐπισκοπούμενος ὁ Ἱπποκράτης καὶ αὐτὸς δὲ οὗτος ὁ ταῦτα γράψας ἐν τοῖς ἀνωτέρω γεγραμμένοις αὐτῷ θερμασίᾳ προσέχειν ἠξίου τῇ κατὰ τὸν θώρακα καὶ τοὺς πόδας. ἡ γὰρ τῶν οὔρων ἐπίσκεψις εἰς τὴν καθόλου δίαιταν, οὐκ εἰς τὴν τοῦ μερικοῦ μέρους τῆς τροφῆς ἐστι χρήσιμος· ὥστε οὐκ ὀρθῶς εἶπε νῦν, χυλὸν λεπτὸν ἅπαξ διδόναι καθ᾿ ἣν ὥρην βέλτιον διάγει, γνώσεσθαι δ᾿ ἐκείνην ἐκ τῶν οὔρων· εἰ γὰρ καὶ ὅτι μάλιστα βραχεῖαν ῥοπὴν ἐπὶ τὸ βέλτιον ἴσχει τὰ οὖρα κατὰ τοὺς μερικοὺς παροξυσμοὺς, ἀλλ᾿ οὐχ οὕτως γε μακρὸς ὁ χρόνος ἐκεῖνός ἐστιν, ὡς ἀποθέσθαι ταῦτα ἡμᾶς καὶ περιμεῖναι, πότερον νεφέλας ἐπαιωρουμένας ἢ κάτω χωρούσας ἴσχει· ταῦτα γὰρ ἐν πολλῷ χρόνῳ γίγνεται, τρέφεσθαι δ᾿ ἐν τοῖς ὀξέσι νοσήμασι τοὺς κάμνοντας ἐνίοτε ἀναγκαῖόν ἐστι καὶ ἐν ἀρχῇ τῆς παρακμῆς.
69. Πέπονα δέ ἐστι τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια πύῳ· τὰ δὲ οὖρα τὰς ὑποστάσιας ἔχοντα ὑπερύθρους, ὁκοῖον ὀρόβων. οὐδὲν δὲ κωλύει καὶ πρὸς τὰ ἄλλα ἀλγήματα τῶν πλευρέων χλιάσματα προστιθέναι καὶ κηρώματα· ἀλείφειν δὲ τὰ σκέλη καὶ ὀσφὺν θερμῷ καὶ λίπος ἐγκαταλείφειν· ἐπὶ δὲ ὑποχόνδρια λίνου σπέρμα καταπλάσσειν ἕως μαζῶν. ἀκμαζούσης δὲ τῆς περιπλευμονίης, ἀβοήθητον μὴ ἀνακαθαιρομένου καὶ πονηρὸν ἢν δύσπνοος ᾖ καὶ οὖρα λεπτὰ καὶ δριμέα καὶ ἱδρῶτες περὶ τράχηλον καὶ κεφαλὴν γίγνονται· οἱ τοιοῦτοι γὰρ ἱδρῶτες πονηροὶ, ὑπὸ πνιγμοῦ καὶ ῥωγμῆς καὶ βίης ἐπικρατεόντων τῶν νουσημάτων, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήσῃ καὶ πτύσματα πέπονα ἔλθῃ· ὅ τι δ᾿ ἂν τούτων αὐτοματήσῃ, λύει τὸ νόσημα.
Οὔτε αὑτοῦ μέμνηται διὰ τῶν ἔμπροσθεν οὕτω γράψαντος ὑπὲρ τῶν πεττομένων οὔρων οὔθ᾿ Ἱπποκράτους
ἄλλως εἰπόντος· οὖρον δὲ ἄριστον, ὁκόταν ὑπόστασις λευκή τε καὶ λείη καὶ ὁμαλή. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως τὰ περὶ τῶν πλευριτικῶν τε καὶ περιπνευμονικῶν εὔδηλα καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως, ὅπῃ τε τῶν ὑφ᾿ Ἱπποκράτους εἰρημένων ὁ ταῦτα γράψας ἀποχωρεῖ καὶ ὅπῃ μάλιστα πάντῃ ἢ ἐκ μέρους γέ τινος ἕπεται.
70. Περιπνευμονίης ἐκλικτόν. κόκκαλον, χαλβάνην ἐν μέλιτι Ἀττικῷ· ἀβρότονον ἐν ὀξυμέλιτι· πέπερι, ἐλλέβορον μέλανα ἀποζέσας καὶ πλευριτικῷ ἐν ἀρχῇσι περιωδύνῳ ἐόντι πίνειν δίδου. ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν καὶ ἡπατικοῖσι καὶ τῇσι ἀπὸ τῶν φρενῶν περιωδυνίῃσιν. καὶ ὁκόσα δεῖ ἐς κοιλίην ἢ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι· τὰ δὲ ἐς κοιλίην ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλεῖον δίδου.
Καὶ τὸ τῶν φαρμάκων πρῶτον καὶ δεύτερον ἀναγωγὰ πτυέλων ἐστὶ· τὸ δὲ διὰ τοῦ μέλανος ἐλλεβόρου, γαστρὸς ὑπακτικόν· τὸ δὲ διὰ τοῦ πάνακος, οὗτος εἶπεν εἰς ὃ ἂν χρήσιμον ὑπάρχῃ.
71. Δυσεντερίη ἀπόστημα ἢ ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἢ ἱδρῶτας καὶ οὖρα παχέα καὶ λευκὰ καὶ λίαν ἐπιφανῆ ἢ ἐς τριταίους ἢ ἐς κιρσὸν ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα ἢ ἐς ἰσχίον στηρίξῃ ὀδύνη.
Καὶ οὗτος ὁ λόγος ἀδιόριστός ἐστιν, οὔθ᾿ ὁποίαν λέγει δυσεντερίαν ἐνδειξαμένου τοῦ συγγραφέως, οὔτε πᾶσα ἐπαύσατο ταῦτ᾿ ἐπιφέρουσα.
72. Ἐν πυρετῷ χολώδει πρὸ τῆς ἑβδόμης ἡμέρας μετὰ
ῥίγους ἴκτερος ἐπιγινόμενος λύει τὸν πυρετόν· ἄνευ δὲ ῥίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον.
Οὐ δήπου πρὸ τῆς ζ΄ μετὰ ῥίγους ἐπιγενόμενος ἴκτερος λύει τὸν πυρετὸν, οὐχὶ δὲ μετὰ τὴν ζ΄, ἀλλ᾿ ὁ διορισμός ἐστι τοιόσδε· τοῖς πυρέττουσιν ἴκτερος ἐπιγίγνεται, ἐνίοτε μὲν ὡς σύμπτωμα τῆς κατὰ τὸ ἧπαρ διαθέσεως, ἐνίοτε δὲ τὴν χολὴν τῆς φύσεως ἐκκρίνειν διὰ τοῦ δέρματος ἐπιχειρησάσης, εἶτα μὴ δυνηθείσης αὐτὸ, καθάπερ εἴωθεν ἐπὶ πάντων γίνεσθαι τῶν ἀποστημάτων· εἴρηται δὲ περὶ τῶν τοιούτων ἰκτέρων ἐν ἀφορισμοῖς.
73. Τέτανος δὲ ὀσφύος καὶ ἐπὶ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιες ὁκόταν ἔωσι, φλεβοτομίη λύεται.
Ὅταν δὲ, φησὶ, διὰ μελαγχολικὸν αἷμα πλεονάζον ἐν
ταῖς φλεψὶ πνευμάτων ἀπολήψιες γίνωνται, φλεβοτομία ταῦτα λύει. πνευμάτων δὲ ἀπόληψιν εἰ μὲν τῶν κατὰ τὰς ἀρτηρίας λέγει (καὶ γὰρ καὶ ταύτας φλέβας ὠνόμαζον οἱ παλαιοὶ) τί ἄλλο ἢ ἀσφυξία γένοιτ᾿ ἂν τὸ πάθος; εἰ δὲ τῶν κατὰ τὸν πνεύμονα, πάλιν ἐνταῦθα τὴν καλουμένην ἄπνοιαν αἰνίττεται. δύναται δὲ καὶ πλῆθός τε καὶ πάχος αἵματος οὐ μόνον τὰς ἀρτηρίας πνευματῶσαί ποτε καὶ διέξοδον οὐκ ἔχειν, ἀλλὰ καὶ ταύτας τὰς ἰδίως ὀνομαζομένας φλέβας.
74. Ὁκόταν δὲ ἀπὸ τῶν τενόντων σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται καὶ περὶ τὸν τράχηλον καὶ πρόσωπον ἱδρῶτες, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων καὶ τῶν οὐρωδέων, οἳ παχύτατοι μὲν τὴν ῥάχιν ξυνέχουσιν, ᾗ οἱ μέγιστοι σύνδεσμοι καταπεφυκότες, ἕως εἰς πόδας ἀποτελευτῶσι· τῷ τοιῷδε ἢν μὴ πυρετὸς καὶ ὕπνος ἐπιγένηται καὶ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶτες
κριτικοὶ, πίνειν οἶνον Κρητικὸν οἰνώδεα καὶ ἄλητον ἑφθὸν ἐσθίειν καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν, τά τε σκέλεα περιελίσσειν ἕως τῶν ποδῶν, θερμῷ προσβρέχων ἐν σκάφῃ καὶ βραχίονας ἕως δακτύλων κατελίσσειν καὶ ὀσφὺν ἀπὸ τοῦ τραχήλου ἕως τῶν ἰσχίων, σίαλον ἐγκηρώσας μαλακῷ δέρματι, ὅκως καὶ τὰ ἔμπροσθεν περιέξῃ καὶ διαλείπων πυρία τοῖσιν ἀσκίοισι θερμὸν ὕδωρ ἐγχέων καὶ περιτείνων σινδόνιον,ἐπανάκλινε αὐτόν. κοιλίην δὲ μὴ λίην λύσῃς ἢν μὴ βαλάνῳ, ἢν μὴ πολὺν χρόνον ᾖ ἀδιαχώρητος ἐοῦσα. καὶ ἢν μέν τί σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· εἰ δὲ μὴ, τοῦ μόδου τῆς ῥίζης τρίβων ἐν οἴνῳ εὐώδει καὶ δαῦκον πίνειν δίδου πρωῒ νήστει πρὸ τοῦ βρέχειν καὶ ταχὺ ἐπὶ τούτοισι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐσθιέτω ὡς πλεῖστον καὶ οἶνον ὁκόταν βούληται εὔκρητον ἐπιπινέτω. καὶ ἢν μέν σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· ἢν δὲ μὴ, προλέγειν.
Καὶ ὁ λόγος ἀδιορίστως εἴρηται μετὰ τοῦ καὶ ἀκύρως ἔνια τῶν ὀνομάτων γεγράφθαι· τὸ γὰρ ὑπὸ τοῦ πόνου δάκνεσθαι τοὺς τένοντας ἀκύρως λέλεκται, δριμέσι χυμοῖς πρέποντος τοῦ δάκνειν ῥήματος, οὐ τοῖς πόνοις. καὶ μέντοι καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως ἐπὶ τοῦ σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται, μετὰ ταῦτά φησι, ξηραινομένων τῶν τενόντων οὐρωδέων, οἳ παχύτεροι τὴν ῥάχιν συνέχουσι· τοὺς ἄχρι τοῦ οὐραίου καλέσας οὕτως, ὀνομάζουσι δὲ οὐραῖον τὸ πέρας τοῦ ὀστέου. εἰ δ᾿ ἀμφότερα τὰ μέρη δηλῶσαι βούλεται τεινόμενα καὶ περὶ τὰ πρόσω καὶ ὀπίσω, τέτανον ἐπιτείνασθαι δυνατὸν, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφη, τετάνοισι δὲ ὀσφύος. οὐκ ἀσφαλῶς δὲ οὐδὲ τῇ πέψει τῶν οὔρων, τὴν ῥᾳστώνην τῶν παθῶν προγινώσκει· πυρετώδους γὰρ νοσήματος ἀπεψίαι διὰ τῶν οὔρων δηλοῦνται σαφῶς, τῶν δὲ κατὰ τοὺς μῦς οὐκ ἀσφαλὴς ἡ διὰ τῶν οὔρων σημείωσίς ἐστιν. ἀλλὰ τοῦτο μὲν μικρόν· τὸ δ᾿ οἶνον αὐτοῖς διδόναι χωρὶς τοῦ διορίσασθαι πότερον ὑπὸ ψύξεως
ἔπαθον ἢ δι᾿ ἄλλην τινὰ αἰτίαν οὐ σμικρὸν ἁμάρτημά ἐστιν, ἀλλὰ καὶ πάνυ προπετές. ἀλόγως δ᾿ εἴρηται καὶ τὸ, κοιλίην δὲ μὴ λύειν, εἰ μὴ βαλάνῳ· λυθείη γὰρ ἄν ποτε ἐπὶ τοῖς τοιούτοις ὠφελίμως. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα.
75. Τὰ δὲ νουσήματα πάντα λύεται ἢ κατὰ στόμα ἢ κατὰ κοιλίην ἢ κατὰ κύστιν ἤ τινος ἄλλου τοιοῦδε ἄρθρου· ἡ δὲ τοῦ ἱδρῶτος ἰδέη κοινὸν ἁπάντων.
Οὐκ ἔστιν ὁ λόγος καθόλου, οὐδὲ κοινὸς ἁπάντων· οὐ γὰρ διὰ τούτων μόνον, ἀλλὰ καὶ διὰ μήτρας καὶ διὰ τῆς ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίας γιγνομένης αἱ λύσεις γίνονται τῶν νοσημάτων.
76. Ἐλλεβορίζειν δὲ χρὴ οἷσιν ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα.
Οὐκ ἀναγκαῖον, ὅσοις ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα πάντας ἐλλεβορίζειν, ἀλλ᾿ ἐνίοτε τῆς κεφαλῆς μόνης ποιεῖσθαι πρόνοιαν εἰθίσμεθα.
77. Ὁκόσοι δ᾿ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ δι᾿ ἀκρησίην ἢ δι᾿ ἄλλην τινὰ ἰσχυρὰν αἰτίαν ἔμπυοι γίνονται, μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν· οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξειεν εἶναι ὁ ἐλλέβορος. ἢν δὲ διαλύηται τὸ σῶμα ἢ πόνος ἐν κεφαλῇ ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῥὶς ἢ πτυαλισμὸς ἢ τῶν γονάτων βάρος ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν συμβαίνῃ, μήθ᾿ ὑπὸ πότων, μήθ᾿ ὑπὸ ἀφροδισίων, μήθ᾿ ὑπὸ λύπης, μήθ᾿
ὑπὸ φροντίδων, μήθ᾿ ὑπὸ ἀγρυπνιῶν· κᾒν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείαν.
Φλεβοῤῥαγίην μὲν λέγει τὴν ῥῆξιν τῶν φλεβῶν. ὅτι δ᾿ οὔτε τοὺς ἐκ τοιαύτης αἰτίας ἐμπύους γενομένους ἐλλεβορίζειν προσῆκεν οὔτε τοὺς ἐξ ἀποστημάτων οὔτε τοὺς ἐξ ἄλλης αἰτίας εὔδηλον· οἱ δὲ δι᾿ ἀκρασίαν ἔμπυοι, κακῶς ἐν τῷ νῦν εἴρηται καταλόγῳ, τῆς ἀκρασίης αὐτῆς καθ᾿ ἑαυτὴν βλαπτούσης τοὺς ἀκρατεῖς, οἷον πλησμονῆς, ἀπεψίας, οἰνοφλυγίας, ἀφροδισίων πολλῶν καὶ ἀγρυπνιῶν, ὅσα τε ἄλλα τοιαῦτα. προειπὼν δὲ τίσιν ἐλλέβορον οὐ χρὴ διδόναι φησίν· ἢν διαλύηται τὸ σῶμα, τουτέστιν ἐὰν ἔκλυτον ἱκανῶς γένηται, χωρὶς προφάσεως δηλονότι ἢ πόνος ἐν κεφαλῇ χρόνιος καὶ δύσλυτος (ὑπακοῦσαι γάρ σε τοῦτο κᾀν τῷ τῆς κεφαλῆς χρὴ πόνῳ καὶ τοῖς ἐφεξῆς εἰρημένοις ἅπασι, τοῖς ἐμπεπλασμένοις ὠσὶ καὶ ῥινὶ καὶ τῷ πτυαλισμῷ) προστίθησι δὲ γονάτων βάρος καὶ πόνον καὶ σώματος ὄγκον παρὰ
τὸ ἔθος· ἐπὶ πάντων γὰρ τούτων ἄνευ φανερᾶς αἰτίας γενομένων ἐλλεβορίζειν συμβουλεύει, διελών τε τὸν καθόλου τοῦτον λόγον εἰς τὰ κατὰ μέρος ἔφη, μήθ᾿ ὑπ᾿ ἀφροδισίων, μήθ᾿ ὑπὸ λύπης, μήθ᾿ ὑπὸ φροντίδος ἢ ἀγρυπνιῶν, τῶν εἰρημένων γεγονότων· εἰ γὰρ ἐκ τούτων τινὸς εἴη γεγονότα, πρὸς τὸ ποιῆσαν αἴτιον ἁρμόττεσθαι κελεύει. τίνα δ᾿ ἐκ τούτων ἁπάντων ὧν εἶπεν ἀληθῶς ἀκριβῶς εἴρηται καὶ τίνα μὴ μεμαθήκατε κᾀκ τῶν Ἱπποκράτους βιβλίων καὶ τῶν ἡμετέρων πραγματειῶν.
78. Τὰ δὲ ἐκ πορείης ἀλγήματα πλευρέων, νώτου, ὀσφύος, ἰσχίων καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες· πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων ἀλγήματα καὶ εἰς ὀσφὺν καὶ ἐς ἰσχίον. οἷσι δ᾿ ἂν αὐτέων ᾖ τοιάδε δυσουρέεται· τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.
Οὐ τεταγμένως ἡρμήνευσε ταῦτα· προειπὼν γὰρ τὰ ἐκ πορείης ἀλγήματα, πλευρῶν, νώτου, ὀσφύος, ἰσχίων, ἔμφασιν ἐποίησεν ὡς μέλλων ἐρεῖν ὅπως τὰ τοιαῦτα θεραπεύηται· κᾄπειτα παρενθεὶς, πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων, μετὰ ταῦτα ἐπήνεγκεν, ὅσα ἂν ᾖ τοιάδε δυσουρέεται. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς ἔφη, τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων· ἀκέφαλον, ὡς ἂν εἴποι τις, ἐργασάμενος τὸν λόγον.
79. Ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος, ὡς ἂν παρὰ τὸ ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει· καὶ γὰρ ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστᾷν, ἢν ἀριστήσωσιν, ὄγκος πολὺς αὐτοῖσι τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώρη· ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται. ξυμφέρει δὲ τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν, κοιμηθέντας δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον· καὶ ἢν μὲν λαπαχθῇ,
κεῖνοι καὶ ἀδύνατοί εἰσιν καὶ οὐρέουσι θερμὸν παρὰ τὸ ἔθος κενεαγγέοντες· γίνεται δὲ καὶ στόμα ἁλικὸν καὶ πικρὸν καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ καὶ κροτάφοις ἐπιξυντείνονται καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκωσπερ ἢν ἠριστηκότες ἔωσιν. τούτους δὲ χρὴ πίνειν ἔλασσον ἢ μεμαθήκασιν καὶ ὑγροτέρην μάζαν ἀντὶ ἄρτου· καὶ λαχάνων, λάπαθα ἢ μαλάχην ἢ πτισάνην καὶ σεῦτλα. πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον ὁκόσον σύμμετρον καὶ ὑδαρέστερον· καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσει. χρήσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσι· βρώματα δὲ μάλιστα ἐπισημαίνει.
Μεμνήμεθα δήπου τοῦτον ἅπαντα τὸν λόγον ἐπὶ τῷ γνησίῳ μέρει τοῦ συγγράμματος ἱκανῶς ἐξειργασμένον· ἐξ ἐκείνων οὖν δυνήσῃ ὡσαύτως εἰρημένα καὶ ταῦτα διαγνῶναί τε καὶ κρῖναι, ἐμοὶ δ᾿ οὐκ ἀναγκαῖον ἐν τοῖς τοιοῖσδε μηκύνειν. βρώματα δὲ μάλιστα ἐπισημαίνει. οὐκ ἐκ λόγου
τινὸς, ἀλλ᾿ ἐμπειρίας προσήκει κρίνεσθαι τῶν ἐδεσμάτων τὴν δύναμιν· οὐ διοίσει δὲ νῦν βρώματα λέγειν ἢ ἐδέσματα. καὶ μέντοι καὶ ὁ γράψας ταυτὶ τοιοῦτόν τι δηλοῖ διὰ τοῦ ἐπισημαίνειν· ἐπίσημον γὰρ, φησὶ, τοῖς σώμασι γίνεται καθ᾿ ἑκάστην ἀλλοίωσιν ἐξ ἰσχυρῶν ἐδεσμάτων. εἶθ᾿ ἑξῆς αὐτὰ καταλέγει.
80. Σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρηκα καὶ κεφαλῆς βάρος καὶ ἄσην καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν ἄν· οὐρητικὸν δὲ καὶ τοῦτο ἔχει ἀγαθόν. ἄριστον δ᾿ αὐτοῦ φαγέειν ἢ μέλλοντι ἐς πόσιν ἰέναι ἢ μεθύοντι.
Εἰ τῇ πείρᾳ χρὴ κρίνειν ἓν ἕκαστον τῶν ἐσθιομένων, οὐκ ἂν ὀρθῶς λέγοιτο φυσῶδες εἶναι τὸ σκόροδον, οὐδὲ θέρμης πλείονος ἢ κατὰ κρόμμυον, αἴσθησιν φέρον τοῖς φαγοῦσιν, οὔτ᾿ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος οὔτ᾿ ἐν τῷ
ἐκ τούτων οὔτε κραιπάλην οὔτε μέθην ἐργαζόμενον, ἀλλὰ καὶ προφυλακτικὸν αὐτῶν ὑπάρχον, ὡς καὶ βάρος ὦσαι δύνασθαι καὶ θεραπευτικὸν γενέσθαι φυσῶν. ἀληθῆ μὲν ταῦτα εἶπε καὶ προσέτι τῶν οὐρητικῶν εἶναι φαρμάκων αὐτό· ψευδῶς δὲ τἄλλα προσέθηκεν, ἅμα καὶ τῷ μαχόμενα λέγειν αὐτά.
81. Τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἔξαψιν ποιέει, ὠμὸν καὶ ἄπεπτον· κάκιστον δ᾿ ἐν τῷ ποτῷ φαγεῖν πεπληρωμένοισιν.
Φυσώδης μᾶλλόν ἐστι τοῦ ξηροῦ ὁ μαλακὸς καὶ νέος τυρὸς καὶ ἧττον στεγνοῖ, τουτέστιν ἵστησι τὴν γαστέρα τοῦ ξηροῦ· τούτῳ γὰρ ὑπάρχει φυσώδει μὲν ἧττον εἶναι, μᾶλλον δ᾿ ἱστάναι τὴν γαστέρα· καὶ μέντοι καὶ διψώδης μᾶλλόν ἐστιν, ὅπερ ἐδήλωσεν εἰπὼν, σιτίων ἔξαψιν ποιεῖ. τὸ δὲ ὠμὸν καὶ ἄπεπτον μεταξὺ παρέγκειται κατὰ τὴν ῥῆσιν οὐκ
ἐπιμελῶς ἑρμηνευόμενον· ἐμφαίνει γοῦν ὅτι τὸ κατὰ τὸ σῶμα συνιστάμενον πᾶν ὠμὸν καὶ ἄπεπτον ἐν χυμοῖς, ἐκ τοιούτων ἐδεσμάτων πέφυκε γίνεσθαι, ὁποῖός ἐστι καὶ ὁ τυρὸς, ὠμὸν καὶ ἄπεπτον ἔδεσμα, ὡς εἰ καὶ οὕτως ἔλεγε· τυρὸς δὲ καὶ φῦσαν καὶ στεγνότητα τῆς γαστρὸς ἐργάζεται καὶ καυσώδης ἐστὶν, ἔτι δ᾿ ὠμὸν καὶ ἄπεπτόν ἐστιν ἔδεσμα καὶ χυμῶν τοιούτων γεννητικόν. κάκιστον δὲ, φησὶ, καὶ πεπληρωμένον μετὰ πόματος φαγεῖν αὐτὸ, ὅπερ εὔδηλόν ἐστι καὶ τοῖς ἰδιώταις· ἔστι μὲν γὰρ καὶ ἄλλως οὐκ ἀγαθὸν ἔδεσμα τυρὸς, ὡς ἂν παχύχυμος καὶ δύσπεπτος ὑπάρχων· εἰ δ᾿ ἐν τῷ πίνειν αὐτῷ τις χρήσαιτο πεπληρωμένος ὢν, χείριστος ἁπάντων τῶν ἐδεσμάτων γίνεται, βαρύνων τε τὸ στόμα τῆς γαστρὸς, αὐτός τε πρῶτος διαφθειρόμενος, εἶθ᾿ ἑαυτῷ συνδιαφθείρων καὶ τἄλλα.
82. Ὄσπρια δὲ πάντα φυσώδεα καὶ ὠμὰ καὶ ἑφθὰ καὶ πεφρυγμένα, ἥκιστα δὲ βεβρεγμένα ἢ χλωρά· τουτέοισι δὲ
μὴ χρέεσθαι, εἰ μὴ μετὰ σιτίων. ἔχει δὲ καὶ ἰδίας μοχθηρίας ἕκαστον αὐτέων.
Ἐμπίπλησι τὴν κοιλίαν πάντα τὰ ὄσπρια, πρὸς τούτοις δὲ καὶ δυσπεπτότατα αὐτῶν ἐστι τὰ ὠμά· τὰ δὲ πεφρυγμένα φυσώδη μὲν ἧττον, ἄπεπτα δ᾿ οὐδὲν ἧττον· ὅσα δὲ πλεῖστον ἥψηται, μετριώτερα. τὸ δ᾿ ἐφεξῆς ἔν τισι μὲν τῶν ἀντιγράφων γέγραπται καὶ βεβρεγμένα καὶ χλωρὰ, ὡς καὶ τῶν τοιούτων τὰς προειρημένας κακίας ἐχόντων· ἐν τοῖς πλείστοις δὲ οὐχ οὕτως, ἀλλ᾿ ἐφ᾿ ἑτέρας ἀρχῆς· ἥκιστα δὲ βεβρεγμένα ἢ χλωρά. χλωρὰ μὲν οὖν λέγεται τὰ μὴ ξηρὰ μηδὲ ἀκριβῶς ἤδη τέλεα· βεβρεγμένα δὲ τὰ ὕδατι βρεχθέντα. συμβουλεύει τοίνυν ἄνευ σιτίων ὀσπρίοις μὴ χρέεσθαι· σιτία δηλονότι μάλιστα μὲν τοὺς ἐκ πυρῶν ἄρτους λέγων ἢ ἁπλῶς ἅπαντα τὰ ὁπωσοῦν σκευαζόμενα, τάχα δὲ καὶ τἄλλα πάντα ἐξ ὅσων ἄρτοι γίνονται, ζειὰς καὶ
τίφας καὶ κριθάς· οἱ δ᾿ ἀγροῖκοι καὶ ἀπὸ τῶν κέγχρων ἄρτους ποιοῦνται.
83. Ἐρέβινθος φῦσαν μὲν ὠμὸς καὶ πεφρυγμένος καὶ πόνον ἐμποιέει.
Τινὲς γράφουσι διὰ τοῦτ᾿ αὐτὸν φυσώδη, ὡς ἐντείνοντα τὰ αἰδοῖα, τὸν ἐρέβινθον· διὰ μέντοι τὸν ὑπογεγραμμένον τῆς λέξεως τὸν πόνον φέρομεν ἐπὶ τὴν διὰ τὴν ἐμφύσησιν ὀδύνην.
84. Φακὸς δὲ στύφει καὶ ἄραδον ἐμποιέει, ἢν μετὰ τοῦ φλοιοῦ ᾖ.
Τὴν ἄραδον φωνὴν ἔφην σημαίνειν ταραχήν τινα καὶ οἷον μάχην ἐν τῇ γαστρὶ γινομένην ἐκ τῶν διαφόρων ταῖς
δυνάμεσι σιτίων· ὥσπερ καὶ νῦν ὅταν μετὰ τοῦ φλοιοῦ προσενέγκηται, πολὺ τῆς σαρκὸς αὐτῆς ἐστι δυσπεπτοτέρα.
85. Θέρμος δὲ ἥκιστα τουτέων κακὰ ἔχει.
Τὸ ἥκιστα τοὐναντίον ἐνταῦθα σημαίνει τῷ μάλιστα· δηλονότι τὸν θέρμον ἐλάχιστα τῶν προειρημένων ἔχειν φησὶ τὰ κακά.
86. Σιλφίου δὲ καυλὸς καὶ ὀπὸς ἔστι μὲν οἷσι μάλιστα, τοῖσι δὲ ἀπείροισιν οὐ διέρχεται τῇ κοιλίῃ· ἀλλὰ καλέεται ξηρὴ χολέρη, μάλιστα δὲ γίνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθῇ ἢ κρεηφαγίης βοείων κρεῶν.
Τὴν ῥίζαν τοῦ σιλφίου καλεῖν ἔθος ἐστὶ τοῖς ἀνθρώποις ὁμωνύμως ὅλῃ τῇ βοτάνῃ. ταύτην δέ φησι καὶ προσέτι
τὸν ὀπὸν τῆς πόας τοῖς ἀπείροις, τουτέστι τοῖς ἀήθεσι, ξηρὰν ἐργάζεσθαι χολέραν· ἥτις δ᾿ ἐστὶν αὕτη μετ᾿ ὀλίγον αὐτὸς διδάξει γράφων ὡδί· χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισιν. εὔδηλον οὖν ὅτι πνεῦμα φυσῶδες ἀθροίζεται κατὰ τὴν κοιλίην ἐκ τῆς τοῦ σιλφίου προσφορᾶς, ἔστι δὲ δριμὺ καὶ καυσῶδες τοῦτο. τί δὴ οὖν σημαίνει τὸ ἔστι μὲν οἷσιν, οὐδὲν ἐκ τῆς λέξεως σαφὲς καὶ διὰ τοῦτο ἐξηγούμενός τις ἕκαστον τούτων ἐρεῖ τὸ πιθανώτατον ἑαυτῷ φαινόμενον· ἄπορον γὰρ τὸ κατὰ λόγον ἐρεῖν ἐν τοῖς τοιούτοις. μάλιστα δὲ γίγνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθείη ἢ κρεηφαγίης βοείων κρεῶν. τὴν ξηρὰν χολέρην αὐτῷ κεκλημένην μάλιστα γίγνεσθαί φησι τοῖς τὸ σίλφιον ἅμα τῷ τυρῷ πλέον προσενεγκαμένοις ἢ βοείοις κρέασιν ἡ γὰρ ἐκ τοῦ σιλφίου γεννωμένη φῦσα τοῖς ἐμπλαστικοῖς καὶ βραδυπόροις ἐδέσμασι μιχθεῖσα μένει κατὰ τὴν γαστέρα μὴ διεξερχομένη.
87. Τὰ μὲν γὰρ μελαγχολικὰ καὶ παροξυνθείη ἂν παθήματα ὑπὸ βοείων κρεῶν ἐδωδῆς· ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτέων καὶ οὐ τῆς τυχούσης κοιλίης καταπέψαι· βέλτιστα δὲ ἂν ἀπαλλάσσοιεν, εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισι.
Ἦν μὲν αὐτῷ περὶ σιλφίου δυνάμεως ὁ λόγος, ἐπέμιξε δὲ τούτῳ τὴν τῶν βοείων κρεῶν ἐδωδὴν καὶ μετὰ ταῦτα ἑξῆς ἐπ᾿ αὐτὰ μεταβὰς τὰ μελαγχολικὰ πάθη παροξυνθήσεσθαί φησιν ὑπ᾿ αὐτῶν· εἶθ᾿ ἑξῆς ὡς ἂν ἐπαναδιπλοῦς αἰτίας ἀποδιδοὺς τοῦτό φησιν· ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτῶν. ἐχρήσατο μὲν οὖν τῷ γὰρ συνδέσμῳ, καθάπερ οἱ τὰς αἰτίας ὧνπερ εἰρήκασι λέγοντες· οὐ μὴν αὐτοῦ γε τοῦ παροξύνεσθαι τὰ μελαγχολικὰ πρὸς τῶν βοείων κρεῶν εἶπεν αἰτίαν, τινὰ δὲ ἄλλην κοινοτέραν τὴν κατὰ τὸ δυσκατέργαστον τῆς φύσεως καὶ ἰσχυρόν· ἡ γὰρ ἀνυπέρβλητος φύσις ἐστὶν, ἣν οὐκ ἄν τις ὑπερβάλλοιτο. βέλτιστα δὲ ἂν ἀπαλλάσσοιεν,
εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισι. καὶ τοῦτο καθολικωτέραν ἔχει τὴν συμβουλὴν, οὐ κατὰ τὰ μελαγχολικά· τοῖς γὰρ βοείοις κρέασιν ἄμεινον χρῆσθαι διέφθοις τε καὶ παλαιοῖς, ὥσπερ τοῖς ἄλλοις ἅπασι δυσπέπτοις. οὐ κυρίως δὲ ἐχρήσατο τῇ βέλτιστα λέξει· οὔτε γὰρ οἱ μελαγχολικῶς νοσοῦντες οὔτ᾿ ἄλλος τις ἄνθρωπος ὑγιαίνων ἢ νοσῶν βέλτιστα ἂν ἀπαλλάσσοι βόεια δίεφθα καὶ παλαιὰ προσφερόμενος, τῶν γὰρ ἐσθιόντων εἰσὶν αὐτὰ πάντων οὐκ ἀγαθὴ τροφή· ἀλλ᾿ ἧττον τῶν ἄλλων οἱ τὰ τοιαῦτα προσφερόμενοι βλάπτονται. μεταθεὶς οὖν τὸ βέλτιστα καὶ ποιήσας ἥκιστα τὸν λόγον ἄμεμπτον ἐργάσῃ.
88. Αἴγεια δὲ κρέα ὅσα τε ἐν βοείοισιν ἔνι κακὰ, ἅπαντ᾿ ἔχει τήν τε ἀπεψίην· καὶ φυσωδέστερα καὶ ἐρευγματωδέστερα καὶ χολέρην ποιέει. ἔστι δὲ τὰ εὐωδέστατα στερεὰ καὶ ἥδιστα, ταῦτ᾿ ἄριστα δίεφθα καὶ ψυχρά· τὰ δ᾿ ἀηδέστατα
καὶ δυσώδεα καὶ σκληρὰ, ταῦτα κάκιστα καὶ τὰ πρόσφατα. βέλτιστα δὲ ἐπὶ τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα.
Κἀνταῦθα πάλιν εἶπε τὴν αἰτίαν τοῦ τῶν βοείων κρεῶν εἶναι φαυλότερα τὰ αἴγεια· δύσπεπτα γὰρ ὁμοίως ὄντα τὰ αἴγεια, φυσωδέστερα τῶν βοείων εἰσὶν, ἐρυγάς τε πολλάκις ποιεῖ μοχθηρὰν ἐχούσας ποιότητα. δριμύτερα δ᾿ ὄντα καὶ θερμότερα τῶν βοείων, εἰ ἀπεπτηθῇ καὶ χολέραν ἐργάζεται· διὸ καὶ ψυχρὰ μᾶλλον ἢ θερμὰ δεῖ ἐσθίειν αὐτά. βέλτιστα δ᾿ ἐστὶ τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα. βέλτιστα δ᾿ εἶναί φησι σφῶν αὐτῶν τὰ κρέα τῶν αἰγῶν, οὐ γὰρ δὴ τῶν ἄλλων γε κρεῶν. ἐχρῆν μὲν οὖν ὅσον ἐπὶ τῇ ὥρᾳ φαυλότατα διὰ τὴν κρᾶσιν εἶναι συμβαίνει δὲ βελτίονα τὴν τροφὴν αὐταῖς κατὰ τὸ θέρος εἶναι καθάπερ τὰ ποηφάγα τῶν ζώων μοχθηρὰ, διὰ τὸ μηκέτι ἔχειν τὴν πόαν χλωράν· ταῖς δ᾿ αἰξὶν ἐπιτηδειοτάτη τροφή τῶν δένδρων οἱ βλαστοὶ καὶ καυλοί ἐστιν, οὓς ἐπὶ τῇ τελευτῇ τοῦ ἦρος ἔχει δαψιλεῖς κατὰ τὸ θέρος. ὅτι δὲ τροφὴ
πλεῖστον δύναται πρὸς τὴν τῶν κρεῶν ἐπιτηδειότητα κᾀκ τῶν ἀλωπέκων ἔνεστί σοι μαθεῖν ἐν φθινοπώρῳ μάλιστα καλλίστην ἐχουσῶν διὰ τὰς σταφυλὰς σάρκα· οὕτως δὲ καὶ τὸ στρουθίον ἡ συκαλὶς καλλίστην ἔχει τὴν σάρκα. φθινοπώρου τοίνυν αἱ αἶγες ἀποροῦσαι τροφῆς ἐπιτηδείου χειρίστην καὶ ἰσχνοτάτην ἔχουσι τὴν σάρκα· κατὰ δὲ τὸν χειμῶνα πάλιν ἀμείνω τὴν τοῦ σώματος ἕξιν ἴσχουσι, τὴν φυσικὴν δυσκρασίαν ὑπὸ τῆς κατὰ τὴν ὥραν κράσεως ἐπανορθούμεναι.
89. Χοίρου δὲ πονηρὰ, ὁκόταν ᾖ ἐνωμότερα καὶ περικαῆ· χολερώτερα δ᾿ ἂν εἴη καὶ ἐκταρακτικά. ὕεια βέλτιστα τῶν κρεῶν ἁπάντων· κράτιστα δὲ τὰ μήτ᾿ ἰσχυρῶς πίονα μήτε πάλιν ἰσχυρῶς λεπτὰ, μήθ᾿ ἡλικίην φέροντα ἱερείου παλαιοῦ. ἐσθίειν δὲ ἄνευ τῆς φορίνης ἢ καὶ ὑπόψυχρα.
Χοῖρον ἐξαιρέτως ὠνόμαζον οἱ παλαιοὶ τὸν μικρὸν λίαν, ὥσπερ παρὰ τῷ ποιητῇ ἔστιν εὑρεῖν·
Ἔσθιε νῦν ὦ ξεῖνε, τὰ δὴ δμώεσσι πάρεστι Χοίρε᾿, ἀτὰρ συάλους γε σύας μνηστῆρες ἔδουσιν.
οἱ δὴ μνηστῆρες οὐκ οἶδ᾿ ὅπως τοὺς συάλους ἤσθιον (τοὺς γὰρ ὑπὲρ τοὺς τελείους οὕτως ὠνόμαζον) ἀναισθητότατοι πάντων ἦσαν οἱ μνηστῆρες εἰς διάγνωσιν εὐπέπτων τε ἅμα καὶ ἡδέων ἐδεσμάτων, ὥσπερ κᾀν τῷ τὰς γαστέρας τῶν αἰγῶν ἐσθίειν, τὰς ἐμπλησθείσας αἵματος καὶ λίπους, οὗ δυσπεπτότερον τί ἂν εὕροις ἔδεσμα; κάλλιστον δὲ κρέας εἰς ἡδονὴν καὶ πέψιν ἐστὶ τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν, τὸ δὲ καὶ γεννητικόν ἐστιν αἵματος χρηστοῦ· χείριστον δέ ἐστι τὸ τοῦ παλαιοτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀποκύησιν εὐθέως ἐσθιομένου. τοῦτο γὰρ σχεδὸν ἁπάντων ὧν ἄνθρωπος ἐσθίει ζώων χερσαίων ὑγροτάτην ἔχει τὴν σάρκα καὶ διὰ τοῦτο ὑπερβαλλόντως ὑγρὰ ἡ σὰρξ τῶν ἀρτιγενῶν οὖσα φλέγμα γεννᾷ πλεῖστον· ἐὰν δὲ καὶ ἐνωμοτέρα τύχῃ,
τῶν ὑποψύχρων εἶναι. ἐγὼ δ᾿ ἐπὶ μὲν τῶν αἰγείων κρεῶν, ὅσα τε ἄλλα φύσει θερμὰ, προσίεμαι τὸν λόγον· ἐπὶ δὲ τῶν εὐκράτων κατὰ θερμότητα καὶ ψύξιν, οἷα τῶν ὑῶν ἐστιν, ἁπλῶς οὕτως λεγόμενον ἀδιορίστως, οὐ προσίεμαι· διορισαμένῳ γὰρ ἐπιτηδειότερα γένοιτο τὰ θερμὰ τῶν ψυχρῶν.
90. Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισι καὶ ὀδύνη πλευρέων καὶ ὀσφύος· διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλ᾿ ἀπεστέγνωται.
Τὴν ἁπλῶς ὀνομαζομένην ὑπὸ τῶν ἀνθρώπων χολέραν ὑγρότητι διορίζει τῆς ξηρᾶς· ὀνόματι δὲ κοινῷ κατ᾿ ἄμφω κέχρηται, πρὸς τὸν τῆς γενέσεως τρόπον ἀποβλέπων ὄντα κοινόν. ὡς γὰρ ὑγρὴ χολέρα γίνεται δριμέων χυμῶν ἐκ τῆς διαφθορᾶς τῶν ἐδηδεσμένων γεννηθέντων, οὕτως ἡ ξηρὰ πνεύματος φυσώδους δριμέος· διὸ καὶ τὰ πλησιάζοντα τῇ
γαστρὶ νευρώδη σώματα δακνόμενά τε καὶ τεινόμενα πόνον ποιοῦσι. δυναμένων δὲ τῶν πνευμάτων τούτων ποτὲ μὲν ἴσχεσθαι, ποτὲ δὲ διεξιέναι, διὰ τὰ ἰσχόμενα πνεύματα τὴν ξηρὰν χολέραν ἐπιγεννᾶσθαι, οὐκ ἔχω φάναι· πιθανώτερον γὰρ ἦν οὕτως ὀνομάσαι τὰ διεξερχόμενα.
91. Τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμέσηται, ἀλλὰ κοιλίη ὑπελεύσηται. κλύσον οὖν ὅτι τάχος θερμῷ καὶ ὡς λιπαρωτάτῳ καὶ ἐς ὕδωρ ἀλείφων ὡς πλεῖστον κάθιζε θερμὸν, ἐν σκάφῃ κατακλίνων καὶ τοῦ θερμοῦ κατὰ μικρὸν παράχεε· καὶ ἢν θερμαινομένῳ αὐτέῳ ἡ κοιλίη ὑπίῃ, λέλυται. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε· καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον· καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ ἡ κοιλίη ὑπίῃ καὶ λέλυται· σιτίων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθωσαν. ἢν δὲ μὴ ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν, ἕως καθαρθῇ.
Τὸ μὲν ὅτι τάχιστα κλύζειν καὶ κωλύειν ἐμεῖν, κοινὰ παραγγέλματα πάντων τῶν ἐν κοιλίᾳ περιεχομένων παρὰ φύσιν, ἃ σπουδάζομεν ἐκκριθῆναι κάτω· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ θερμῷ κλύζειν κλύσματι, προκλητικὸν γὰρ τὸ θερμὸν, ὥσπερ ἀποκρουστικὸν τὸ ψυχρόν· τὸ δὲ λιπαρὸν εἶναι τὸ κλύσμα τῆς ξηρᾶς ἴδιον ἴαμα, διότι καὶ τὴν δύναμιν ἐναντίον ἐστὶν, ὑγραῖνον τὴν ξηρότητα, παρηγοροῦν τε τὴν δῆξιν. τῶν αὐτῶν ἔχεται σκοπῶν καὶ τὸ δι᾿ ὕδατος καὶ δι᾿ ἐλαίου θερμαίνειν τε καὶ παρηγορεῖν, ἐν τῇ σκάφῃ πυριῶντα. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε. ἄδηλον πότερον ἐν τῇ σκάφῃ πυριώμενον αὐτὸν ἢ καὶ χωρὶς ἐκείνης κοιμᾶσθαι κελεύει· αὐτὸ δὲ καθ᾿ ἑαυτὸ σκοπουμένῳ πρόδηλον, ὅτι πᾶσι τοῖς ἐξ ἀπεψίας ὠφελιμώτατόν ἐστιν. καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον. οἶνον μὲν ὡς τῇ πέψει συντελοῦντα δίδωσι· λεπτὸν δὲ ὡς μὴ μένοι κατὰ τὴν γαστέρα· παλαιὸν δὲ καὶ ἀκρατέστερον ἕνεκα τοῦ θερμαίνειν μᾶλλον· ἅπας γὰρ οἶνος θερμαίνει τὴν ἕξιν, μᾶλλον δὲ ὁ παλαιός. καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ
ἡ κοιλίη ὑπίῃ καὶ λέλυται. τῶν δριμέων δὲ πραϋντικὸν τὸ ἔλαιον καὶ τῆς ξηρότητος ἐπανορθωτικὸν, ὑπάγει δὲ μετρίως τὴν κοιλίην· ὧν ἁπάντων δεῖ τῷ θεραπευομένῳ. σιτίων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθωσαν. οἷς ἔνδεια μὲν οὐδεμία ἐστὶ κατὰ τὸ σῶμα, οὐδὲ χρεία προσθέσεως, ἄπεπτα δὲ τινα περιέχεται πέψεως δεόμενα, τούτοις ἡσυχίας μέν ἐστι χρεία, σιτίων δὲ οὒ, πρὶν πεφθῆναι μετρίως τὰ περιεχόμενα. ἢν δὲ μὴν ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν ἕως καθαρθῇ. εἰ δὲ τὸ προειρημένον ποιοῦντός σου ὁ πόνος μὴ λύοι, πλείων ἐστὶν ἡ δριμύτης τοῦ λυποῦντος αἰτίου καὶ διὰ τοῦτο καθᾶραι προσήκει τὸ σῶμα. ὄνου δὲ χρῆσθαι γάλακτι προστάττει, τῶν μὲν καθαιρόντων ἁπάντων φαρμάκων ὄντι πραϋτέρῳ καὶ ἀπρακτοτέρῳ· τοῦτο δὲ τῶν ἄλλων γαλάκτων ὑγρότερόν τ᾿ ἐστὶ καὶ ὑπακτικώτερον.
92. Ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ καὶ χολὴ ὑποχωρέῃ καὶ στρόφοι
καὶ ἔμετοι καὶ πνιγμοὶ, τούτοισι κράτιστον ἀτρεμίζειν, πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν.
Ἄδηλον εἴτε περὶ τῆς ξηρᾶς χολέρας ἔτι καὶ νῦν ἐστιν ὁ λόγος ἢ τούτων ἀκούειν χρὴ καθ᾿ ἑαυτά· ὁποτέρως δ᾿ ἂν ἔχῃ, φαίνεται δὴ χολὴ δριμεῖα δυσεκνιπτοτέρα περιέχεσθαι κατὰ τὴν γαστέρα· ταύτην δὲ ὑπάγειν πειρᾶται μετρίως, ἅμα τῷ συμπέττειν τὰ περιεχόμενα κατ᾿ αὐτήν· ὑπαχθήσεται μὲν οὖν μετρίως τῷ μελικράτῳ, πεφθήσεται δὲ τῇ ἡσυχίῃ. πολλάκις δὲ ἐπὶ τῶν τοιούτων διαθέσεων ἀγωνιστικῶς βοηθῶν ἀθρόως ἐκκαθαίρει τὴν κακοχυμίαν ἰσχυρῷ φαρμάκῳ, προσεπισκεψάμενος τὴν δύναμιν καὶ τὴν ἕξιν τοῦ νοσοῦντος καὶ τὴν ὥραν καὶ τὴν ἡλικίαν καὶ τὴν κατάστασιν. τὸ δ᾿ ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένον, πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν, ὡς βουλομένου τοῦ συγγραφέως ἐκκαθᾶραι τὴν ἄνω κοιλίαν εἴρηται ἀμείνων δὲ ἡ ἑτέρα γραφὴ ἡ μετὰ τοῦ μή. ῥυπτικὸν γὰρ ὂν τὸ μελίκρατον ἐπὶ τὴν κατὰ φύσιν
ὁδὸν προτρέπεται τὰ διεφθαρμένα χωρὶς τοῦ βλαβῆναι καὶ κινδυνεῦσαι τὸ στόμα τῆς κοιλίας κατὰ τοὺς ἐμέτους.
93. Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος ἐγχειρέων γίνεσθαι ἄφυκτος, ὁ δὲ μετ᾿ ἐμφυσημάτων, πολλῆς εὐτυχίης δεόμενος, μάλιστα δὲ ὑπὸ ταλαιπωρίης καὶ πυρίης καὶ ἐγκρατείης· ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω, οὕτω γὰρ ἂν οὐρητικώτατος εἴη καὶ ἰσχύοι μάλιστα. ἢν δὲ δύσπνοος εἴη καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ καὶ ἡ ἡλικίη ἀκμάζῃ καὶ ῥώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν, εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω καὶ ὡς ἐλάχιστα πίνων ὡς πλεῖστα πονεέτω καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ.
Τινὲς οὐχ ὑποσαρκίδιον, ἀλλ᾿ ἐπισαρκίδιον γράφουσιν, οὐ μὴν ἀνὰ σάρκα τε καὶ κατὰ σάρκα γεγραμμένον εὗρόν που, καίτοι καὶ τῶν νεωτέρων οὕτως ὀνομαζόντων· εἰπόντος δ᾿ αὐτοῦ δύο φύσιας εἶναι ὑδρώπων καὶ περὶ μὲν τοῦ δευτέρου τὰ ἐμφυσήματα γράψαντος, ἄλλο δ᾿ οὐδὲν σύμπτωμα προσθέντος, ἐπὶ δὲ τοῦ προτέρου οὐδὲν παντάπασιν εἰπόντος, δῆλόν ἐστιν ὅτι κατά τι συγκέχυται καὶ σφάλλεται κατὰ τὴν τῶν ὑδέρων διαφοράν. ἔνιοι μὲν οὖν τῶν ἰατρῶν τέτταρας λέγουσιν εἶναι διαφορὰς τῶν ὑδέρων, ὑπερβαίνοντες τὸ προσῆκον, ἀλλ᾿ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτούς· ὁ δὲ ταῦτα γράψας ἐλλείπει φανερῶς. ἔστι γὰρ τῶν ὑδέρων ὁ μέν τις ὑγροῦ λεπτοῦ κατὰ τὴν σύστασιν ἀθροίζων πλῆθος ἐν τῷ κάτω τοῦ θώρακος χωρίῳ παντὶ, ὃ παρακεντοῦντες ἐνίοτε τὸ ὑγρὸν ἐκκενοῦμεν· ἄλλος δ᾿ οὐχ ὕδατος, ἀλλὰ πνεύματος ἔχει τὸ χωρίον τοῦτο μεστὸν καὶ σχεδὸν τὰ ἄνω πάντα διοιδισκόμενα, τοῦτον τυμπανίαν προσαγορεύουσιν· ὁ δὲ τις φλέγματος ἔχει τὴν ὅλην ἕξιν μεστὴν, τοῦτον ὑποσαρκίδιον ἔνιοι προσαγορεύουσιν. ὥστε ἐλλιπῶς εἶπε τῶν
ὅπως ἐξαρκέσῃ ταῖς κατὰ τὰ γυμνάσια ταλαιπωρίαις, οὐχ εὑρὼν δὲ τὴν ὕλην ἀξίαν τοῦ σκοποῦ. μέλας γὰρ οἶνος πλεῖστον αἷμα γεννᾷ, τοσοῦτον δὲ ὡς περιττὸν καὶ μελαγχολικὸν γενέσθαι ἐκείνῳ· βέλτιον δ᾿ ἐστὶ κιῤῥὸν οἶνον διδόναι, λεπτὸν μὲν τὴν σύστασιν, ὅπως καὶ τὴν οὔρησιν κινῇ, τὴν δ᾿ ἡλικίαν μὴ νέον, ὥσπερ οὖν καὶ τὰ πολλὰ συμβαίνει· τῶν νέων γὰρ οἴνων οὐδεὶς ἔσται κιῤῥὸς, ἀλλ᾿ ἤτοι λευκὸς ἢ ἐρυθρὸς ἢ μέλας, παλαιούμενοι δὲ κιῤῥοί τε γίνονται καὶ ξανθοί. τό γε μὴν ὡς ἐλάχιστον πίνοντα πλεῖστον πονεῖν ὀρθότατα εἴρηται· ξηραίνει γὰρ ἡ τοιαύτη δίαιτα καὶ θερμαίνει. τὰ δ᾿ ὕεια κρέα καθ᾿ ὃν εἴρηται τρόπον ἐσθιόμενα, ἀκμάζουσι καὶ ἰσχυροῖς οὐ κακῶς ἂν δοθείη· τῶν δ᾿ ἄλλων οὐδεὶς ἂν δύναιτο πέψαι καλῶς αὐτὰ, ἤδη κινδυνεύων σβεσθῆναι τὴν ἔμφυτον θερμασίαν· ἄμεινον οὖν ὅσα καλῶς πέψουσι, διδόναι τοῖς ἔχουσιν οὕτως.
94. Ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ συντήξεως αὐτέοισιν· ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ τῷ λευκῷ ἀντισπάσαι· ἢν δὲ μὴ, ὁ χυλὸς τῶν σιτανείων πυρῶν παχὺς, ψυχρὸς καὶ τὸ φάκινον ἔτνος καὶ ἄρτοι ἐγκρυφίαι καὶ ἰχθύες, πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δ᾿ ἐόντι ὀπτοί· καὶ οἶνος μέλας ἀπυρέτῳ. ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων ἢ μύρτων ἢ μήλων ἢ οὔων ἢ φοινικοβαλάνων ἢ οἰνάνθης ἀμπέλων.
Κυριώτερον ἂν εἰρήκει, τὰ διαχωρήματα τούτοις ὑπὸ συγκαύσεως, οὐχ ὑπὸ συντήξεως διέρχεσθαι· σύντηξις μὲν γὰρ ἐν αὐτῷ γίνεται διὰ πυρετὸν κακοήθη τηκομένης τῆς πιμελῆς ἢ καὶ σαρκὸς τῆς ἁπαλῆς· σύγκαυσις δὲ ἐν τῇ γαστρὶ τῶν ἐδηδεσμένων, ὑπὸ θερμασίας δριμείας, δι᾿ ἣν καὶ πυρέττειν συμβαίνει. τούτῳ οὖν ἐλλέβορον διδόναι κελεύει λευκὸν, ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ
ἴσμεν τε καὶ κρίνομεν αὐτοὶ περὶ τοῦ τίνα μὲν ὀρθῶς εἴρηται, τίνα δ᾿ οὒ, περιεργίαν δὲ ἔχει μᾶλλον γνώσεως ἤπερ ὠφέλειαν, ἄμεινον ἀπολιπεῖν διὰ ταχέων καὶ μάλιστα ὅπου μηδὲ γνήσιον αὐτοῦ ἐστι τὸ σύγγραμμα.
95. Ἢν δὲ πυρετὸς μὴ ἔχῃ καὶ στρόφοι ἔωσι, γάλα ὄνειον θερμὸν ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς πλεῖον καὶ λινόσπερμον καὶ πύρινα ἄλφιτα καὶ τῶν Αἰγυπτίων κυάμων ἐξελὼν τὰ πικρὰ, καταλεπίσας, ἐπιπάσσων πινέτω· ἢ ὠὰ ἡμιπάγεα ἐσθιέτω ὀπτὰ καὶ σεμίδαλιν καὶ κέγχρον καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι, ἑφθὰ ψυχρὰ ἐσθίειν· καὶ τὰ τούτοισιν ὅμοια καὶ ποτὰ καὶ ἐδέσματα προσφερέσθω.
Οἱ μὲν πλεῖστοι τῶν ἐξηγουμένων βέλτιον τοῖς προειρημένοις συντάττουσι ταῦτα, περὶ τῶν θερμὴν ἐχόντων τὴν κάτω κοιλίην ἡγούμενοι καὶ νῦν ἔτι γίγνεσθαι τὸν λόγον·
ὀλίγοι δέ τινες ἀποχωρίσαντες ἰδίᾳ ταῦτα ἐξηγοῦνται· σκοπὸς δέ ἐστιν αὐτοῖς τὸ μέν τι καθᾶραι τῆς κακοχυμίας, τὸ δ᾿ ἐπικεράσαι, τὸ δ᾿ ἐπιξηρᾶναι, τὸ δ᾿ ἐμψῦξαι. τὸ μὲν οὖν γάλα τὸ ὄνειον καθαίρειν δύναται καὶ ἐπικεραννύναι, τὸ δὲ τοῦ λίνου σπέρμα ξηραίνειν τε καὶ ψύχειν· τὰ δ᾿ ἐκ τῶν πυρῶν ἄλφιτα τὸ ἐπικεραστικὸν ἔχει· καλῶς δ᾿ αὐτοῖς ἀναμέμικται καὶ τὰ κρίθινα, ξηραίνοντά τε καὶ ψύχοντα. οἱ δὲ Αἰγύπτιοι κύαμοι μετρίως ψῦξαι δύνανται· τὰ δὲ ὠὰ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος παχύχυμα καὶ εὔχυμα καὶ ἐπικρατητικά· καὶ ξηραίνει δὲ ἱκανῶς ὡς ἐν ἐδέσμασιν ἡ κέγχρος, ὥσπερ γε καὶ ψύχει. ταῦτα δὲ πάντα δίδωσι ψυχρὰ, διὰ τὴν δριμύτητα καὶ θερμότητα τῶν τὸ πάθος ἐργαζομένων χυμῶν.
96. Τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρεῖν καὶ φυλάσσειν, ὥσπερ ἐν τοῖς ὀξέσι καὶ ἐν τοῖσι μακροῖσιν ἀῤῥωστήμασι καὶ τὰς ἐπιτάσιας τῶν πυρετῶν καὶ τὰς
ἀνέσιας, ὥστε τοὺς καιροὺς διαφυλάττειν, ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν καὶ ἀσφαλέως, ὁκότε δέῃ προσενεγκεῖν εἰδέναι· ἔτι δὲ| ὁκότε πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσεως.
Τῆς διαιτητικῆς τέχνης μέγιστον εἶναί φησι τὸ τὸν κατὰ μέρος καιρὸν γνῶναι τῆς τροφῆς· αὐτὸς οὖν ἕνα σκοπόν φησι πλεῖστον ἀπέχειν τὸν καιρὸν ἐκεῖνον, ἐν ᾧ τὴν τροφὴν δεῖ διδόναι τῆς ἐπιτάσεως· εἴη δ᾿ ἂν ἐπίτασιν λέγων τὴν ἀρχὴν τοῦ παροξυσμοῦ. τοῦτο δ᾿ οὐ μόνον ἐπὶ τῶν χρονιζόντων, ἀλλὰ καὶ τῶν ὀξέων ἀληθὲς εἶναι δοκεῖ· διὰ τί οὖν προσέθηκε τοῖς μακροῖς ἀῤῥωστήμασιν; ὅτι μᾶλλον ἐπὶ τούτων ἐναργὴς ὁ σκοπὸς ἢ τάχα καὶ μόνον. ἐπὶ γὰρ τῶν ὀξέων αὔταρκες ἦν γνώρισμα καιροῦ τροφῆς καταλαβεῖν τὴν θέρμην εἰς τοὺς πόδας, οὐ μὴν ἐπὶ τῶν χρονίων γε θρεπτέον οὕτως, ἀλλὰ περιμένειν προσήκει τὰ βέλτιστα τῆς ἀνέσεως· κατὰ γὰρ τὰς ὀξείας νόσους ἀναμένειν οὐκ ἐγχωρεῖ, φόβῳ τῆς μελλούσης διὰ ταχέων ἐπιτάσεως ἔσεσθαι. ἔνιοι δὲ τὴν λέξιν γράφουσιν οὕτω· τῆς διαιτητικῆς
ἐστι μέγιστον τὸ παρατηρεῖν καὶ παραφυλάσσειν ὥσπερ ἐν τοῖς ὀξέσιν, οὕτω καὶ ἐν τοῖς χρονίοις, τὸ ἐπίστασθαι ὁπηνίκα χρὴ τρέφειν. ἔνιοι δὲ τὴν τελευτὴν ταύτης τῆς ῥήσεως οὕτω γράφουσιν· ἔτι δὲ ὅταν πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσεως εἰδέναι· ὡς πρὸς τοῖς ἄλλοις οἷς ἐκέλευσεν ἡμᾶς ἐπισκέψασθαι περὶ τὸν ἄῤῥωστον καὶ τοῦτο συμβουλεύοντος αὐτοῦ. φαίνεται δὲ, εἰ αὐτό τις ἐξετάζει τοῦτο, μὴ συνάπτων τῇ κατὰ μέρος εὑρέσει τοῦ καιροῦ τῆς τροφῆς ἄκαιρον τὸ περὶ τῆς τροφῆς παράγγελμα καὶ οὐδενὸς ἄξιον.
97. Εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων ἢ δρόμων ἢ πορειῶν ἢ κυνηγεσιῶν ἢ ἄλλου τινὸς πόνου ἀκαίρου ἢ ἐξ ἀφροδισίων· τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας, τοὺς λειφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας καὶ φλεβῶν ἀπολήψιας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον καὶ τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας
καὶ οἷς ἦχοι τῶν οὐάτων ἐμπίπτουσι καὶ τὰς οὐρήθρας ἀκρατῶς διακειμένους, τοὺς ἰκτερώδεας καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουσιν, αἱμοῤῥαγέοντας ἐκ ῥινῶν ἢ καθ᾿ ἕδρην σφοδρῶς ἢ ἐν ἐμφυσήμασιν ἐόντας, ἢν πόνος αὐτοῖς ἐπιτρέχει σφοδρὸς καὶ μὴ ἐπικρατέωσι· τῶν τοιούτων μηδένα φαρμακεύειν· κίνδυνόν τε γὰρ ἕξεις καὶ οὐδὲν ὀνήσεις, τάς τε ἀπὸ ταυτομάτου ἀπαλλάξιας καὶ κρίσιας ἀφαιρήσεις.
Ὅτι μὲν ἀτάκτως καὶ τρόπον ὑπομνήσεως παρασκευῆς ἅπαντα τὰ κατὰ τὸ βιβλίον τοῦτο γέγραπται πρόδηλον οἶμαι παντί· πολλὰ δ᾿ οὖν, ὡς ἔφην, ἐν αὐτῷ καλῶς εἴρηται, δι᾿ ἃ καὶ τοῖς εἰρημένοις οὐκ ὀρθῶς ἐπείσθησαν ἔνιοι καὶ μᾶλλον ὅσοι συνῄδεσαν ἑαυτοῖς, ὡς οὐκ ἔχουσιν ἐπιστήμην κριτικὴν τῶν γεγραμμένων. τὰ δ᾿ οὖν ἐν τῇδε τῇ ῥήσει λεγόμενα κατάλογον ἔχει τῶν ἀνεπιτηδείων φαρμακεύεσθαι· τὸ καθαίρεσθαι δὲ τῷ φαρμακεύεσθαι συμβαίνει ἐς ταὐτὸν, ὥσπερ γε καὶ φαρμακεύειν ἐν τῷ καθαίρειν.
τούτῳ λεγόμενα, μετὰ τοῦ μεμνῆσθαι τοῦ μέρους, ὃ γνήσιον ὡμολόγητο καὶ παρ᾿ ἡμῶν, διδασκαλίας ἔχον ὠφελούσας· ἅπαντα γὰρ ἐν αὐτῷ γέγραπται σὺν ἀποδείξει τε καὶ σαφηνείᾳ καὶ διορισμοῖς τοῖς προσήκουσι. τὰ δ᾿ οὕτως ἐσπαρμένα, καθάπερ ἡ νῦν ὑποκειμένη ῥῆσις, οὐδὲν ὀνίνησιν. ἐὰν μὲν γὰρ νῦν ἀκούῃ τις ἁπλῶς ἑκάστου τούτων ἄνευ τοῦ διορίσασθαι, πολλὰ κακῶς πράξει κατὰ τὴν τέχνην· ἐὰν δὲ ἕκαστον ὡς χρὴ διορίσηται, γνώσεται πρῶτον μὲν οὐδὲν ἐντεῦθεν εἰς τὴν εὕρεσιν αὐτῶν ὠφελούμενος, εἶτα πολλῶν βιβλίων δεόμενος εἰς τὴν περὶ τῶν προκειμένων σκέψιν. ἀλλὰ γὰρ οὐκ ἔστι πεῖσαι τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐπέρχεσθαι μὲν τὰ σαφῆ τῶν γραμμάτων μόνα, καταλιπεῖν δὲ τοῖς γράψασι τὰ μὴ τοιαῦτα· καὶ γὰρ δίκαιόν ἐστιν, εἰ μηδεμίαν ἐκεῖνοι φροντίδα τοῦ γινώσκειν ἡμᾶς ἃ γεγράφασιν ἐποιήσαντο, μηδ᾿ ἡμᾶς λιπαρῶς προσκεῖσθαι, ζητοῦντάς τε καὶ καταμαντευομένους ὧν λέγουσιν.
98. Ἢν δὲ αἷμά τινι ξυμφέρῃ ἀφαιρέειν, στερεὴν πρότερον ποιέειν τὴν κοιλίην καὶ οὕτως. ἀφαιρέειν· καὶ λιμοκτονέειν καὶ οἶνον ἀφαιρέειν αὐτῷ, ἔπειτα τῇ διαίτῃ τῇ προσηκούσῃ τὰ ἐπίλοιπα αὐτέων καὶ πυρίῃσιν ἐνίκμοισι θεράπευε.
Μὴ ῥεούσης τῆς κοιλίης ἀφελεῖν τοῦ αἵματος· ἐὰν γὰρ ἐπιμένῃ μετὰ τὴν ἀφαίρεσιν ἀποῤῥέουσα, καταλύει τὴν δύναμιν. τό τε λιμοκτονεῖν ὧν ἀφέλῃς τοῦ αἵματος, οἴνου τε ἀπέχειν, ὀρθῶς εἴρηται, καθάπερ καὶ τὸ τῇ διαίτῃ τῇ προσηκούσῃ χρῆσθαι. τὸ δὲ καὶ ταῖς πυρίαις ταῖς ἐνίκμοις θεραπεύειν, εἰ μὲν ἐπὶ πάντων λέγοιτο τῶν ἀφαιρουμένων αἷμα, ψεῦδός ἐστιν· εἰ δ᾿ ἐπί τινων, ἐχρῆν εἰπεῖν.
99. Ἢν δέ σοι κατάπυκνος ἡ κοιλίη δοκῇ εἶναι, μαλθακῷ κλύσματι ὑπόκλυζε.
Οὐκ ἄξιον συγγράμματος τοῦτο, πρόδηλον γάρ ἐστιν ἅπασιν.
100. Ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε, κάτω δὲ μηδενὶ τῶν τοιούτων.
Ὡς προειρηκὼς τὸ πάθος ἐφ᾿ οὗ κελεύει ταῦτα πράττεσθαι τὸν λόγον ποιεῖται, καίτοι οὐδὲν προείρηκεν· ἢ οὖν ἀπόλωλέ τις ῥῆσις, ἐν ᾗ τὸ πάθος ἐδηλοῦτο, ἢ ἐπιλήσμων
ἦν ὁ ταῦτα γράψας καὶ τοιοῦτος οἷος ὁ νῦν ὀνομαζόμενος ὑπὸ τῶν πολλῶν μετέωρος.
101. Κράτιστον δὲ ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν, καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν· ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβέτωσαν αὐτόν.
Καὶ ταῦθ᾿ οὕτως, ὡς προειρηκὼς τὸ πάθος ἔγραψεν.
102. Κἢν μὲν ἐν τῷ θώρακι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος αὐτὸν, ἀνακαθίζειν ὡς πλειστάκις καὶ ὡς ἥκιστα
προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι καὶ καθίζοντα ἀνατρίβειν μιν πολὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἔχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει καὶ μηδεμίαν κίνησιν κινέεσθαι τῷ τοιῷδε σώματι ξυμφέρει, ἔξω τῆς ἀνατρίψεως.
Ἐκ ταύτης τῆς ῥήσεως τεκμαίροιτ᾿ ἄν τις ταῦτα καὶ τὰ πρὸ τούτων ἅπαντα περὶ ἀλγημάτων γεγράφθαι. τὰ οὖν ἐν ἀρχῇ τῆς ῥήσεως παραλέλειπται, ἁμαρτόντος τοῦ πρώτου βιβλιογράφου καὶ μετὰ ταῦτα μεινάσης τῆς ἁμαρτίας. ὥστ᾿ οὐδ᾿ ἐξετάζειν τὴν ἐν τοῖς εἰρημένοις ἀλήθειαν οἷόν τε, μή τινι κᾀν τοῖς τοιούτοις ἐπὶ πλέον εἰκῆ κατατρίβεσθαι δόξωμεν.
103. Τὰ δ᾿ ἐκ τῆς κάτω κοιλίης λυόμενα δι᾿ οὔρων καὶ ἱδρώτων, ἢν ὀλισθῇ μετρίως, ὑπὸ αὐτοματισμοῦ λύεται τὰ σμικρά·
τὰ σφοδρὰ δὲ πονηρόν· οἱ τοιοίδε γὰρ ἢ ἀπόλλυνται ἢ ἄνευ κακῶν ἄλλων οὐ γίνονται ὑγιέες, ἀλλ᾿ ἀποστηρίζει καὶ τὰ τοιουτότροπα.
Καὶ διὰ ταύτης τῆς ῥήσεως ἔνεστι τεκμαίρεσθαι περὶ ἀλγημάτων θεραπείας ἅπαντα αὐτῷ τὰ προγεγραμμένα λελέχθαι.
104. Πόμα ὑδρωπιῶντι. Κανθαρίδας τρεῖς, ἀφελὼν τὴν κεφαλὴν ἑκάστης καὶ πόδας καὶ πτερὰ, τρίψας ἐν τρισὶ κυάθοις ὕδατος τὰ σώματα· ὁκόταν δὲ πονέῃ ὁ πιὼν, θερμῷ βρεχέσθω, ὑπαλειφόμενος δὲ πρότερον, νῆστις δὲ πινέτω, ἐσθιέτω δὲ ἄρτους θερμοὺς ἐξ ἀλείφατος.
Ταύτην τις ἀναγνοὺς τὴν ῥῆσιν ἰατρὸς τολμηρὸς ἀφελὼν τὰ προειρημένα μόρια τῶν κανθαρίδων ἔδωκεν ὑδρωπιῶντι· καὶ μετὰ μίαν ἡμέραν ἀπόστημά τι σχὼν ὁ ἄνθρωπος εἰς τὴν γαστροκνημίαν, εἶτα μετὰ τρεῖς ἄλλας τμηθεὶς ὑπ᾿ αὐτοῦ, πλείστου ῥυέντος ὕδατος, ἔδοξε τεθεραπεῦσθαι· προσεστάλη γὰρ ἐν τῷ παραυτίκα τὸ πλεῖστον τοῦ παρὰ φύσιν ὄγκου· ἀλλ᾿ ὅμως ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας. ἐπετίμησεν οὖν τις τῷ ἰατρῷ, κακῶς φάσκων δεδόσθαι τὰ σώματα τῶν κανθαρίδων· ἐχρῆν γὰρ ἀφελόντα τὰ σώματα δοῦναι πιεῖν τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὰ πτερὰ καὶ τοῦτ᾿ εἶναι τὸ κατὰ τὸ βιβλίον εἰρημένον. οὐκ ὀκνήσας οὖν ὁ εὔτολμος ἰατρὸς ἐπ᾿ ἄλλου πάλιν δέδωκεν οὕτως, εἶτ᾿ ἀποστήματος ὁμοίως κατὰ τὸν μηρὸν γενομένου καὶ τμηθέντος αὐτοῦ καὶ ῥυέντος ὁμοίως τοῦ ὑγροῦ παραχρῆμα, μετὰ πολλὰς ἡμέρας ἀποθανεῖν συνέβη καὶ τοῦτον. ἔστι γε μὴν οὐρητικῷ φαρμάκῳ διὰ κανθαρίδων σκευαζομένῳ κεχρημένους τινὰς εὑρεῖν ἄνευ βλάβης τῶν πινόντων αὐτό.
105. Ἴσχαιμον. Ὀπὸν συκῆς ἐν εἰρίῳ προσθεῖναι ἔσω πρὸς τὴν φλέβα. ἢ πιτύην συστρέψαντα ἐμβῆσαι εἰς τὸν μυκτῆρα. ἢ χαλκίτιδος τῷ δακτύλῳ προσεπισπασάμενος πίεσον καὶ τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν καὶ τὴν κοιλίην λῦσον ὄνου γάλακτι ἑφθῷ καὶ τὴν κεφαλὴν ξυρῶν, ψυκτικὰ πρόσφερε, ἢν ὥρη θερμὴ γίγνηται. σησαμοειδὲς ἄνω καθαίρει, ἡ πόσις ἡμιόλιον δραχμῆς ὁ σταθμὸς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖσιν ἐλλεβόροισιν καὶ ἧσσον πνίγει, τὸ τρίτον μέρος τῆς πόσιος. τριχώσιος. ὑποθεὶς τὸ ῥάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούσῃ, κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου ἐς τὸ κάτω διακεντήσας, δίες καὶ ἄλλο ὑποκάτω τούτου· ἀνατείνας δὲ τὰ ῥάμματα ῥάψον καὶ κατάδει ἕως ἂν ὑποπέσῃ. κᾒν μὲν ἱκανῶς ἔχῃ· εἰ δὲ μὴ, ἢν ἐλλείπῃ, ὀπίσω ποιέειν τὰ αὐτά. καὶ τὰς αἱμοῤῥοΐδας τὸν αὐτὸν τρόπον διώσεις τῇ βελόνῃ ὡς παχύτατον εἰρίου οἰσυπηροῦ
ἀγγείῳ. ὑπὸ ὑστερικῶν πνιγομένων γνῶσις· πιέσαι τοῖσι δυσὶ δακτύλοισι καὶ ἢν αἴσθηται, τὰ ὑστερικά ἐστιν, ἢν δὲ μὴ, σπασμώδεα. τοῖσιν ὑδρωπιώδεσιν. μηκώνειον λεκίσκιον Ἀττικὸν στρογγύλον πόσις. λεπίδος μηλαὶ τρεῖς τῷ πλάτει καὶ ἀλεύρου σητανίου, κολλήσαντα ταῦτα, λεῖα τρίψας, καταποτὰ ξυστρέψας, δίδου· κάτω ὕδωρ καθαίρει καὶ κοιλίην ἐκκοπροῖ. ἐς ἰσχάδας, ὀποῦ τοῦ τιθυμάλλου ἀπόσταζε ὁκόσον ἑπτάκις ἐς ἑκάστην τῷ εἰρημένῳ, εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι, δίδου τῷ εἰρημένῳ πρὸ τῶν σιτίων. τοῖς ὑδρωπικοῖς τὸ μὲν κώνιον τρίβων, ὕδωρ ἐπιχέας, δίδου ἐσθίειν καὶ ἐπιπίνειν. καὶ τὸ μηκώνειον τρίβων, ὕδωρ ἐπιχέων καὶ διηθέων, ἄλευρον φύρων, ἴτριον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν ὑδρωπικοῖσι τρώγειν δίδου, καὶ ἐπιπίνειν γλυκὺν ὑδαρέα, ἢ μελίκρητον ὑδαρές. τὸ δὲ ἀπὸ τῶν κοπρίων μηκώνειον ξυλλέγων ταμιεύου καὶ θεράπευε.
Φανερῶς ἐκ τῶν τοιούτων δηλοῦται τοῦτο τὸ βιβλίον ὑπόμνημα συμμίκτων εἶναι θεωρημάτων, ἀτάκτως τῆς μεταβάσεως ἀπ᾿ ἄλλων πρὸς ἄλλα γιγνομένης, ὥσπερ καὶ νῦν ἐπὶ τῆς ἐκ τῶν μυκτήρων αἱμοῤῥαγίας γέγραπται βοηθήματα, τὰ μὲν αὐτῷ τῷ μέρει τῷ αἱμοῤῥαγοῦντι προσφερόμενα, τὰ δὲ ἀντισπαστικὰ, καθάπερ ἡ γαστὴρ λυομένη, τὰ δὲ τῆς κεφαλῆς πυκνωτικὰ καὶ στυπτικὰ, καθάπερ τὰ ψύχοντα. τὰ δ᾿ ἐφεξῆς τούτων ἅπαντα φαρμάκων ἔχει γραφὰς καί τινα παραμεμιγμένα βοηθήματα. περὶ πρώτου μὲν οὖν τὸν λόγον ποιεῖται καλουμένου σησάμου, ἐφεξῆς δὲ τριχῶν ἐν τοῖς βλεφάροις χειρουργίαν ἔγραψεν, ἣν ὀνομάζουσιν ἀναβρογχισμόν. καὶ μετὰ ταῦτα πάλιν ὁμοίως αἱμοῤῥοΐδων καὶ τῆς ἄλλης ἰάσεως, εἶτ᾿ ἐμπύων φάρμακά τε καὶ ῥοφήματα καὶ μετὰ ταῦτα σκευασίας φαρμάκων ὀφθαλμικῶν. εἶτα περὶ τῶν ὑστερικῶν γινομένων, εἶτα περὶ τοῦ μηκωνείου, εἶθ᾿ ἑξῆς ὑδραγωγὸν φάρμακον, εἶτ᾿ ἐκκοπρωτικὸν, εἶθ᾿ ἑδρικοῖς, ὑδερικοῖς τε δίδωσι διὰ μηκωνείου καὶ
ἰτρίων. ἔστιν οὖν ἐφεξῆς τῶν εἰρημένων τὰ μὲν πλεῖστα σαφῆ, παρέγκειται δέ τινα καὶ ἀσαφῆ, περὶ ὧν ἐφεξῆς ποιήσομαι τὸν λόγον.