Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Work
Galen, In Hippocratis Epidemiarum librum I
(Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα)
English: On Hippocrates' Epidemics I
Text information
Type: Original (Greek)
Source
Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 17/1. Leipzig (Cnobloch) 1828, 1-302
Download
gal_inhippepid1-orig-gr1.xml [573.49 KB]
ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Α. ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Α.
Γαληνοῦ Προοίμιον. Οὐκ ἐν τούτῳ μὲν βιβλίῳ Ἱπποκράτης Κῶος περὶ τῶν νόσων ἑκάστῃ τῇ χώρᾳ οἰκείων ἄγειν καθέστηκε, καθάπερ δὴ ἄλλοτέ ποτε· ὅτι ὁ καθόλου αὐτοῦ λόγος ᾖ περὶ νόσων τῶν ἐπιδημιῶν καλουμένων, τουτέστι τῶν κατὰ δήμους κατασκηπτόντων, αἱ ἀπὸ τῶν ἐπιδημιῶν οὕτω διαφέρουσαι, ὅτι αἱ μὲν κατά τινα
λόγου δοκεῖ πολλὰ τῶν θεωρημάτων εὑρῆσθαι, κρίνεσθαι μέντοι καὶ τούτων τὴν ἀλήθειαν ὑπὸ τῆς πείρας βεβαιωμένην τε καὶ μαρτυρουμένην, οὕτως γοῦν καὶ τοῖς περὶ μεγεθῶν, ἀποστήματος ἡλίου καὶ σελήνης, τοῖς ἀποδεδειγμένοις μὴ πιστεύοντες, ὅταν ὑπὸ αἰσθητῶν τε πολλῶν ἄλλων ὅσα κατὰ γεωμετρικοὺς λόγους εὑρίσκεται καὶ τῶν κατὰ μέρος ἐκλείψεων μαρτυρεῖται, βεβαιότερον ἴσχομεν τὴν πίστιν. ὅπου τοίνυν τὰ διὰ γεωμετρίας ἀποδειχθέντα πιστότερα γίνονται μαρτυρούμενα πρὸς τῶν κατὰ μέρος ἀποβαινόντων καὶ πιστότερα γινόμενα βεβαιοτέραν ἔχει. πολλῷ δὴ μᾶλλον ὅσα ἐπὶ τῆς ἰατρικῆς τὴν ἀλήθειαν, ἐξηύρηνται βεβαιοῦσθαι δεῖ ἀναγόμενα ὑπὸ τὴν κατὰ μέρος πίστιν. ταῦτ’ οὖν ἡμεῖς ἐπιδειξόμεθα ἐν τοῖς τῶν ἐπιδημίων βιβλίοις γινόμενα.
1. Ἐν Θάσῳ φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος ὕδατα πολλὰ ξυνεχέα, μαλθακὰ, ὡς ἐν νοτίοισι.
Ὅτι μὲν καὶ ἡ τοῦ χωρίου γνῶσις εἰς τὴν τῶν ἐπιδημίων νοσημάτων διδασκαλίαν ὠφέλιμός ἐστιν ὕστερον λέξω. νυνὶ δὲ τὴν λέξιν αὐτὴν πρότερον ἐξηγήσομαι, τοῦ συγγραφέως εἰπόντος περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος. δυοῖν γὰρ οὐσῶν ἰσημεριῶν καὶ δυοῖν πλειάδων ἐπισημασιῶν, οὗτος ἐδήλωσεν ὁποίαν αὐτῶν λέγει, προσθεὶς τῷ λόγῳ τὸ φθινόπωρον. κατὰ μὲν γὰρ τὸ ἔαρ ἡ ἑτέρα γίνεται καὶ ἡ ἀρχὴ αὐτοῦ κατὰ τὴν ἡμετέραν οἴκησίν ἐστιν αὕτη, καθάπερ καὶ τελευτὴ πᾶσα ὑπὸ τῶν πλειάδων ἐπιτολήν. κατὰ δὲ τὸ φθινόπωρον ἡ ὑπόλοιπος ἰσημερία γίνεται καὶ ἡ τῶν πλειάδων δύσις. οὐδὲν δὲ διοίσει λέγειν ἤτοι κατὰ τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν τὰς πλειάδας ἢ κατὰ τὸν ἑνικὸν τὴν πλειάδα. γίνεται δὲ ἡ τῆς πλειάδος δύσις ὡς με-
Θρᾴκης κειμένη. γενομένης οὖν τῆς καταστάσεως ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν οὐκ ἦν εὐάλωτον τὸ χωρίον, ὅσον ἐφ’ ἑαυτῷ τῇ καταστάσει. εἰ γὰρ μεσημβρινὸν ἦν ἔτι καὶ κοῖλον, ἐσχάτως ἂν ἡ εἰρημένη κατάστασις ἐγεγόνει λοιμώδης αὐτῇ.
2. Ὕδατα πολλὰ, ξυνεχέα μαλθακῶς, ὡς ἐν νοτίοισι.
Τρισσῶς ὕδατα γίνεται πολλὰ, ποτὲ μὲν διὰ τὸν ὑετὸν αὐτὸν ἀθρόον ἐκρηγνύμενον, ἐνίοτε δὲ τῷ μήκει τοῦ χρόνου, κἂν ψεκάδες ὦσι μόναι καθ’ ἑκάστην ἡμέραν γινόμεναι, καί ποτ’ ἀμφοῖν ἅμα συνελθόντων. ἔχεις δὲ αὐτῶν πάντων παραδείγματα γεγραμμένα, κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία, τοῦ μὲν πρώτου τρόπου τὴν κατάστασιν, ἧς ἄρχεται τόνδε τὸν τρόπον· ἐν Θάσῳ πρὸ ἀρκτούρου ὕδατα πολλά. δηλοῖ γὰρ ταῦτα τὰ μεγάλα, πλῆθος ὕδατος ἀθρόου. τοῦ δὲ δευτέρου τρόπου παράδειγμα τὸ νῦν εἰρημένον ἐστίν· ὕδατα
πολλὰ, ξυνεχέα μαλθακῶς. τὸ γὰρ πλῆθος αὐτῶν ἠθροίσθη, διὰ τὸ συνεχὲς ἐν χρόνῳ πλέονι γενέσθαι καὶ μὴ καθάπαξ λάβρως ἐν ἑνὶ καιρῷ. τοῦ δὲ τρίτου τρόπου παράδειγμά ἐστι τὸ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ἐν ἀρχῇ γεγραμμένον, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου. τὸ μὲν γὰρ λάβρον πρὸς τὸν προειρημένον τρόπον κοινόν ἐστι, τὸ δὲ διόλου πρὸς τὸν δεύτερον. περὶ μὲν οὖν ἐκείνων τῶν καταστάσεων αὖθις ἐροῦμεν κατὰ τὸν οἰκεῖον ἑκάτερον, ἣν προκείμενον ἦν ἐν τῷ λόγῳ μεταξὺ τῆς φθινοπωρινῆς ἰσημερίας καὶ τῆς ἀρχῆς τοῦ χειμῶνος γενομένης ὕδατος καθ’ ὅλην αὐτὴν ἔσχε μαλθακῶς, ὡς αὐτὸς ἔφην, ὅπερ ἀντίκειται τῷ ἀθρόως καὶ λάβρως καὶ σφοδρῶς.
3. Χειμὼν νότιος.
Ὅτι φθινοπώρου πέρας οἶδε καὶ αὐτὸς τὴν τῆς πλειάδος δύσιν, ἣν διὰ συντόμου φωνῆς ὀνομάζει καὶ πλειάδα, σαφῶς
ἐδήλωσεν εἰπὼν, μετὰ τὸ προειπεῖν περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος, γράψας τε ἐφεξῆς, χειμὼν νότιος, ὡς οὐδενὸς ὄντος μεταξὺ χρόνου διηγήσεως ἰδίας δεομένου, συνάπτοντος δὲ χειμῶνος τῇ δύσει τῆς πλειάδος.
4. Μικρὰ πνεύματα βόρεια.
Μικρά φησι πνεύματα γίνεσθαι τοῦ χειμῶνος. εἰ δέ γε κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ χειμὼν ἐπεραίνετο, πάντως ἂν ἐγένετο μεγάλα. καὶ κατὰ διττὸν τρόπον ὑπῆρξεν ἂν αὐτοῖς τοῦτο, καθάπερ καὶ νῦν ἔοικε γεγονέναι σμικρὰ, κατά τε τὸ ἴδιον μέγεθος αὐτῶν καὶ κατὰ τὸ μῆκος τοῦ χρόνου. καὶ γὰρ ὀλίγαις ἡμέραις ἐγένετο βόρεια καὶ οὐκ ἰσχυρὰ, τοῦ χειμῶνος εἰθισμένου μέγαν ἔχειν βοῤῥᾶν ἐν χρόνῳ πολλῷ.
5. Αὐχμοί.
Τὴν ξηροτέραν τοῦ προσήκοντος κατάστασιν αὐχμὸν ὠνόμασεν οὐ πάνυ τι συνήθως. εἰώθαμεν γὰρ οὐ τὴν ἁπλῶς ξηροτέραν, ἀλλὰ τὴν ἄκρως ξηρὰν ὀνομάζειν οὕτως. ἀμήχανον δέ ἐστι καὶ ἄπιστον εἰς τοσοῦτον γενέσθαι τὸν χειμῶνα ξηρὸν, ὡς αὐχμηρὰν ἀπεργάζεσθαι τὴν γῆν ὥσπερ ἐν θέρει. οὐ γὰρ ἐν ἦρι τοιαύτη γίνεται κατάστασις, ᾗ νῦν ὅμοιον γεγονέναι φησὶ τὸν χειμῶνα τὸ σύνολον.
6. Τὸ σύνολον εἴς γε χειμῶνα ὁκοῖον ἔαρ γίνεται.
Ξηρότερον μὲν ἑαυτοῦ φησὶ γεγονέναι τὸν χειμῶνα, οὐ μὴν ὡσαύτως τῷ θέρει ξηρὸν, ὥστε καὶ τὸν αὐχμὸν ὃν ὀλίγον ἔμπροσθεν ἔφαμεν οὐ πάνυ τι κυρίως εἰρῆσθαι. δεκτέον
οὖν ἐστιν οὐχ ἁπλῶς ὑπ’ αὐτῶν εἰρῆσθαι νῦν, ἀλλ’ ἐν τῇ πρός τι, καθάπερ μύρμηκα μέγαν ἢ ὄρος μικρόν. ὡς γὰρ ὁ χειμὼν ἐγένετο νῦν, οὐχ ἁπλῶς αὐχμηρὸς, ὥσπερ οὐδὲ μέγας μύρμηξ ἁπλῶς μέγας, ἀλλ’ ὡς μέγας μύρμηξ, οὗτός τε οὖν τοῦ ὄρους τοῦ σμικροῦ σμικρότερός ἐστιν, ὅ τε χειμὼν ὁ αὐχμηρὸς ὑγρότερος τοῦ θέρους, ὥσπερ καὶ τὸν νῦν γεγενημένον χειμῶνα παραβάλλων εἶπε, τὸ ξύνολον εἰς χειμῶνα ὁκοῖον ἔαρ γίνεται.
7. Ἦρ δὲ νότιον, ψυχινὸν, μικρὰ ὕσματα.
Ἔοικεν οὖν εἰρηκέναι τὸ ἔαρ νότιον οὐχ ὡς οὐδ’ ὅλως ἐν αὐτῷ γενομένων τῶν βορείων, ἀλλ’ ὡς ὀλιγίστων ἐν ἀρχῇ καὶ οὕτως ὀλίγον ὥστε τὴν ὅλην κατάστασιν τῆς ὥρας ἐκείνης νότιον εἰπεῖν.
8. Θέρος ὡς τοπολὺ ἐπινέφελον, ἀνυδρίαι, ἐτησίαι ὀλίγαι, σμικραὶ διεσπαρμένως ἔπνευσαν.
Εἴ τις ἅπαντα τὰ περὶ τοῦ θέρους εἰρημένα συνθείη, φαίη ἂν καὶ τοῦτο νότιόν τε καὶ αὐχμηρὸν ἅμα γεγονέναι.
9. Γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετὰ αὐχμῶν.
Οὐχ ὡς οὐδέποτε γενομένης ἐκδοχῆς ὑδάτων ἐν ὅλῳ τῷ ἔτει τὸ μετ’ αὐχμῶν εἶπεν, ἀλλ’ ὡς ὀλιγίστων παντάπασιν. πλὴν γὰρ τοῦ πρώτου χρόνου τοῦ μετὰ τὴν φθινοπωρινὴν ἰσημερίαν ἄχρι πλειάδος, πᾶς ὁ λοιπὸς ἐπικρατοῦσαν ἔσχηκεν ἱκανῶς τὴν ἀνυδρίαν. ἀγωγὴν δὲ δηλονότι τὴν κατάστασιν ὠνόμασε τοῦ περιέχοντος. εἴπερ οὖν ἀληθές ἐστιν ὡσαύτως τῷ περιέχοντι συνεξαλλοιοῦσθαι τὰ τῶν
χρὴ καὶ τὸ ἀχλυῶδες λελέχθαι τῆς ἐν ἡμῖν ἀθροιζομένης ἀχλύος δι’ αὐτὸν δηλωτικὸν ὂν, οὐ τοῦ περιέχοντος.
10. Πρωῒ μὲν τοῦ ἦρος ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοισιν ἐγένοντο καῦσοι, καὶ τουτέοισι πάνυ εὐσταθεῖς, καὶ ὀλίγοις ᾑμοῤῥάγησαν, οὐδ’ ἀπέθνησκον ἐκ τουτέων.
Ὅτι μὲν ὀλιγοχρόνιος ἡ βόρειος κατάστασις ἐγίνετο πρωῒ τοῦ ἦρος εὔδηλόν ἐστιν ἐκ τοῦ τὴν ὅλην κρᾶσιν προειρῆσθαι πρὸς αὐτοῦ νότιον, οὐκ ἂν οὕτως εἰπόντος, εἰ ἐπὶ πολλὰς ἡμέρας ἔπνευσεν ὁ βοῤῥᾶς. ὅμως δὲ καὶ πρὸς ὀλίγας ἡμέρας γινομένου βορείου τοῦ περιέχοντος, καυσώδη τινὰ νοσήματα συνέπεσεν ὀλίγοις, ἐπιεικῆ πάνυ καὶ ταχέως καθιστάμενα. φησὶ γὰρ καὶ τούτοισι πάνυ εὐσταθεῖς. γράφουσι δ’ ἔνιοι πάνυ εὐσταθῆ, τινὲς δὲ εὐσταθέα, κατὰ τὴν Ἰωνικὴν γλῶτταν, ἐν ἴσῳ τῷ μέτρῳ καὶ οὐδὲν ὀλέθριον
καύσων ἐστὶ τὸ δι’ αἱμοῤῥαγίας κρίνεσθαι. καλεῖ δ’ αἱμοῤῥαγίαν ὁ Ἱπποκράτης ἄνευ τοῦ προσθεῖναι τὸ μέρος ἐξ οὗ κενοῦται τὸ αἷμα, τὰς ἐκ τῶν μυκτήρων ἀποτελουμένας. οὐδὲν δὲ θαυμαστὸν ἀναστομοῦσθαί τε καὶ ἀναῤῥήγνυσθαι τὰς ἐνταῦθα φλέβας ὑπὸ τοῦ αἵματος ἐπὶ τὸ μετέωρον ἀναφερομένου διὰ τὴν θερμασίαν, ὑφ’ ἧς ἀναγκαῖόν ἐστιν αὐτὸ καὶ πνευματοῦσθαι καὶ τότε τὰς φλέβας ἀναστομοῦσθαί τε καὶ ἀναῤῥήγνυσθαι, διὰ τὸ τοῦ πνεύματος πλῆθος, ὃ καὶ τοὺς ἀσκούς τε καὶ τοὺς πίθους ῥήγνυσιν ἀθροιζόμενον ἐν τῷ γλεύκει ζέοντι. τοῦτ’ οὖν τὸ σύμπτωμα τοῖς τότε γενομένοις καύσοις οὐκ ἠκολούθησεν, οὖσί γε μετρίοις, ὡς προείρηται.
11. Ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα ἦν καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν, ἀπύροισιν ὀρθοστάδην, ἔστι δ’ οἷς καὶ σμικρὰ ἐπεθερμαίνοντο, κατέσβη πᾶσιν ἀσινέως, οὐδ’ ἐξεπύησεν οὐδενὶ ὥσπερ τὰ ἐξ
ἄλλων προφασίων. ἦν δ’ ὁ τρόπος αὐτέων χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς ἀνώδυνα, πᾶσιν ἀσήμως ἠφανίσθη.
Τὰ εἰρημένα πάντα διὰ τὴν πλεονεξίαν ἐγένετο τῆς ἀχλυώδους οὐσίας, ὑφ’ ἧς τὰ μὲν ἅμα τῷ φλέγματι πέφυκε γίνεσθαι, τὰ δὲ ἅμα τῇ ξανθῇ χολῇ, τὰ ἐρυσιπελατώδη. ὅταν δ’ ἅμα τῷ αἵματι, τὰ φλεγμονώδη. καθίσταται δὲ ἅπαντα ῥᾳδίως, διαφορουμένης τῆς τοιαύτης οὐσίας ἑτοίμως. ἔμπαλιν δ’ αὐτῆς ὅσα διὰ παχὺν καὶ γλίσχρον γίνεται χυμὸν, δυσδιαφόρητα δεινῶς ὑπάρχει. τὰ δ’ ἐν τῇ προκειμένῃ καταστάσει γεγενημένα χαῦνά τε ἦν, τουτέστι μαλακὰ καὶ ὑπείκοντα τοῖς δακτύλοις καὶ κατὰ τὴν ἐπίθροισιν αὐτῶν βοθρούμενα καὶ μετὰ φλεγμονῆς, ὅπερ ἐστιν οὐ μετὰ φλογώσεως, ἀνώδυνά τε διὰ τὸ μηδέτερον αὐτοῖς συνεῖναι τῶν τὰς ὀδύνας ἐργαζομένων· ἔστι δὲ ταῦτα τάσις τῶν σωμάτων καὶ δυσκρασία σφοδρά. τάσις μὲν οὖν γίνεται
παρὰ τοῖς ὠσὶν οἰδήματα, διὰ τὸ πνευματώδες τῆς οὐσίας. εὔδηλον οὖν ὅτι τὰ μὲν καυσώδη κατὰ τὴν ἀρχὴν τοῦ ἦρος ἐγένετο τῶν βορείων πνευσάντων, αἱ δ’ εἰρημέναι παρωτίδες ἐν τῷ λοιπῷ παντί. μετριώταται δ’ ἦσαν εἰκότως δι’ ἃς εἶπον αἰτίας, ὥστε καὶ ὀρθοστάδην ὑπ’ αὐτῶν ἐνοχλεῖσθαι τοὺς ἀνθρώπους, ὅπερ ἐστὶ φέρειν αὐτὰς ἀλύπως περιερχομένους καὶ πράσσοντας τὰ συνήθη καὶ μὴ καταναγκαζομένους κλινήρεις γίνεσθαι, καθάπερ ἐν τοῖς σφοδροτέροις νοσήμασι. τά τε γὰρ ἄλλα καὶ οὐδ’ ἐπύρεσσον ἀξιολόγως, ἀλλ’ εἰ καὶ πού τις ἐξ αὐτῶν ἐγένετο θερμότερος, ἐπὶ βραχὺ τοῦτ’ ἔπασχε, διὰ τὴν τοῦ πλεονάσοντος, ὡς εἴρηται, χυμοῦ φύσιν, ἀερώδους τοῦ πλέονος ὄντος καὶ ψυχροῦ.
12. Ἐγίνετο δὲ ταῦτα μειρακίοισι, νέοισιν, ἀκμάζουσι καὶ τουτέων τοῖσι περὶ παλαίστραν καὶ γυμνάσια πλείστοισι, γυναιξὶ δ’ ὀλίγῃσιν ἐγένετο.
Κοινὸν τοῦτο αἴτιον ἐπὶ πάντων τῶν ἀποσκημμάτων ἐπίστασθαι χρὴ λελεγμένον ὑπ’ αὐτοῦ δι’ ἄλλων, ὡς οἱ μὲν θερμότεροι τῶν χυμῶν εἰς τὰ μετέωρα τοῦ σώματος ἀποσκήπτουσιν, οἱ δὲ ψυχρότεροι κάτω. ἐπεὶ τοίνυν ὁ πλεονάσας ἐν τῇ καταστάσει χυμὸς ὑπόψυχρός τε καὶ ἀερώδης ἦν ἐν τῷ μέσῳ τὴν φύσιν καθεστὼς τῶν τ’ ἄνω ῥᾳδίως φερομένων καὶ τῶν κάτω ῥεπόντων, διὰ τοῦτο μόνοις τοῖς θερμοτέροις τὴν κρᾶσιν ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὸ ἐπιτήδευμα τὴν ὁρμὴν ἔσχε τὴν κεφαλήν. ἴσμεν δ’ ὅτι τὰ μειράκια διὰ τὴν ἡλικίαν, οὐ διὰ τὸ ἐπιτήδευμα θερμὰ, καθάπερ γε καὶ ἀκμάζοντες. οἱ δὲ περὶ παλαίστραν καὶ γυμνάσια διατρίβοντες ἐκ τῶν ἐπιτηδευμάτων. εἰκότως γοῦν ὀλίγαις γυναιξὶν ἐγένετο, ταῖς δηλονότι νέαις τε καὶ φύσει θερμοτέραις καὶ μὴ πάνυ τι βίον ἀργὸν ἐζηκυίαις.
13. Πολλοῖσι δὲ βῆχες ξηραὶ, βήσσουσι καὶ οὐδὲν ἀνάγουσι, καὶ φωναὶ βραγχώδεες οὐ μετὰ πολύ.
Τίνες μὲν αἱ ξηραὶ βῆχές εἰσιν αὐτὸς ἐδήλωσεν εἰπὼν, οὐδὲν ἀνάγουσι. γίνονται δ’ αὖται ποτὲ μὲν τραχύτητος μόνης τῶν κατὰ τὴν φάρυγγα καὶ λάρυγγα μορίων οὐδεμιᾶς ἐν τῷ πνεύμονι περιουσίας ὑγρῶν οὔσης. οὗτοι μὲν οὖν οὐδὲν ἀναπτύουσι τῷ μηδ’ ὅλως ἔχειν τι περισσὸν ἀναγωγῆς τε καὶ κενώσεως δεόμενον. ἕτεραι δὲ βῆχες γίνονται ξηραὶ διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων, ἐφ’ ὧν οὐδ’ αὐτῶν ἐστί τι ἀναπτυσθῆναι δεόμενον, ἄλλαι δ’ αὖ γίνονται μὲν ὑγρῶν περιεχομένων αὐτοῖς ἐκκριθῆναι δεομένων, ἀλλ’ οὐκ ἐκκρίνεται ταῦτα διὰ διττὴν αἰτίαν, ἢ τῷ γλίσχρα τ’ εἶναι καὶ παχέα καὶ δυσαπολύτως ἐμπεπλάσθαι τοῖς κατὰ τὸν πνεύμονα βρόγχοις, ὅπερ ἐπὶ τῶν ἀπτύστων ὀνομαζομένων γίνεται πλευριτίδων, ἢ τῷ τὸ καταφερόμενον
ὑγρὸν ἀπὸ τῆς κεφαλῆς λεπτὸν εἶναι κατὰ τὴν σύστασιν, οἷόν περ τὸ ὕδωρ. φθάνει γὰρ τὸ τοιοῦτον ἐν τῷ καταφερέσθαι διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας ἐν τῷ πνεύμονι χεῖσθαι πρὶν ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἀνενεχθῆναι πνεύματος, ὅπερ καὶ τότε τοῖς Θασίοις ἔοικεν εἶναι, πεπληρωμένης μὲν ὑπὸ τῆς νοτίου καταστάσεως τῆς κεφαλῆς αὐτῶν, ἐπιπεμπούσης δὲ ῥεῦμα τοῖς κατὰ θώρακα πᾶσι χωρίοις. ὅτι δὲ τοιαύτη ἦν ἡ βὴξ μαρτυρεῖ καὶ τὸ συνεδρεῦον αὐτῇ σύμπτωμα. βραγχώδεις γὰρ, φησὶν, οὕτω βήσσοντες ἐγένοντο, διαβρεχομένων δηλονότι τῶν ὀργάνων τῶν φωνητικῶν πρὸς τῆς καταφερομένης ὑγρότητος, ὡς ἐν τοῖς περὶ φωνῆς ἐπιδέδεικται.
14. Τοῖσι δὲ καὶ μετὰ χρόνον φλεγμοναὶ μετ’ ὀδύνης εἰς ὄρχιν ἑτερόῤῥοπον, τοῖσι δ’ ἐς ἀμφοτέρους.
Τοῦ κατενεχθέντος ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα μέρος τι κατὰ τὴν κοινωνίαν τῶν ὀργάνων εἰς τοὺς ὄρχεις ἀφίκετο. λέλεκται δ’ αὐτῷ περὶ τῆς κοινωνίας τῶν γεννητικῶν μορίων πρὸς τὰ κατὰ θώρακα δι’ ἑτέρων γραμμάτων. ἀλλὰ τοῦτό γε τὸ κατασκῆψαν εἰς τοὺς ὄρχεις κακοηθέστερον ἦν ἤδη, οὐκέθ’ ὁμοῖον τῷ ἐξ ἀρχῆς, ὡς ἂν ἐν χρόνῳ πλείονι διασεσηπὸς ἐν τοῖς κατὰ πνεύμονα χωρίοις. εἰκότως τοιγαροῦν αἱ κατὰ τοὺς ὄρχεις φλεγμοναὶ μετ’ ὀδύνης ἐγίνοντο καὶ οὐχ ὥσπερ αἱ παρωτίδες ἀνώδυνοι. τοῦ δ’ ἤτοι τὸν ἕτερον ὄρχιν ἢ ἀμφοτέρους δέξασθαι τὴν περιουσίαν τῶν ὑγρῶν αἴτιον ἦν τὸ ποσόν. ἐν αὐτοῖς γὰρ ὀλίγον ἀφίκετο, κατὰ τὸν ἕτερον ὄρχιν ἐστηρίζετο· οἷς δὲ πλέον, κατ’ ἀμφοτέρους.
15. Πυρετοὶ τοῖσι μὲν, τοῖσι δ’ οὔ.
Τοὺς πλεονάσαντας χυμοὺς ἔφαμεν οὔτε θερμοὺς
ἰσχυρῶς οὔτε ψυχροὺς ἅγαν εἷναι, μεταξὺ δ’ ἀμφοῖν τῇ φύσει καὶ μέσους τῇ κράσει, ὥστε παρά τε τὰς ἡλικίας καὶ τὰς φυσικὰς κράσεις καὶ τὰ ἐπιτηδεύματα τῶν νοσούντων, τοῖς ἐπὶ τὸ θερμότερον ἔῤῥεπε καὶ κατὰ τοῦτ’ ἐπύρεξαν, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐφύλαξαν κρᾶσιν, οὐχ ἱκανὴν οὖσαν ἐγεῖραι πυρετούς.
16. Ἐπιπόνως ταῦτα τοῖσι πλείστοισι.
Κατὰ πάντων ὦν εἶπεν ἐπιπεφώνηκε τοῦτο. προειρήκει δὲ βῆχάς τε καὶ φωνὰς βραγχώδεις καὶ ἀποστάσεις εἰς ὄρχιν καί τισιν αὐτῶν καὶ πυρετούς. ταῦτ’ οὖν φησι τὰ συμπτώματα τοῖς πλείστοις τῶν καμνόντων ἐπιπόνως συμβῆναι, τουτέστιν οὐκ εὐφόρως, οὐδ’ ὥστε ῥᾳδίως ἀνέχεσθαι περιιόντας ὀρθοστάδην, ἀλλὰ τοὺς πλείστους αὐτῶν γενέσθαι κλινήρεις, ὡς ἂν ἀεὶ καὶ μᾶλλον ἐν χρόνῳ προϊόντι τῶν ἠθροισμένων περιττωμάτων δριμυτέρων τε καὶ κακοηθεστέρων γινομένων. αἱ γάρ τοι νότιοι καταστάσεις χρονίζουσαι
σηπεδόνας ἐργάζονται, καὶ μάλισθ’ ὅταν ὦσιν ὑγραί. τῆς δὲ νῦν καταστάσεως οὐ γενομένης ὑγρᾶς μέχρι πλείστου μὲν οὐδὲν ἀνιαρὸν ἔπασχον τὰ σώματα, τῷ χρόνῳ δ’ εἰς τὸ πάσχειν ἀφίκετο, καὶ τοιαῦτα συνέβη τισὶν αὐτῶν ὕστερον, οἷα κατ’ ἀρχὰς εὐθέως πᾶσιν ἦσαν, εἰ νότιος κατάστασις ὑγρὰ ἐγένετο.
17. Τὰ δὲ ἄλλα, ὁκόσα κατ’ ἰητρεῖον, ἀνόσως διῆγον.
Διχῶς ἐστὶν ἐν τοῖς ἀντιγράμμασιν εὑρεῖν τὴν κατ’ ἰητρεῖον φωνήν· ἐν τισὶ μὲν, ὡς εἴρηται νῦν, τῆς ἐσχάτης συλλαβῆς διὰ τοῦ ο γραφομένης, ἐν τισὶ δὲ διὰ τοῦ η σημαινούσης, τῆς μὲν προτέρας γραφῆς τὰ κατὰ τὸ ἰητρεῖον πραττόμενα, τῆς δὲ δευτέρας γραφῆς τὰ κατὰ τὴν ἰατρικὴν ὅλην, ὡς ἤτοι τῶν κατὰ τὸ ἰητρεῖον ἔργον ἐπὶ τοῖς κάμνουσι γινομένων ἔξω καθεστηκέναι τοὺς Θασίους, ἢ τῶν καθ’ ὅλην τὴν ἰατρικὴν τὰ προειρημένα
πασχόντων τῶν καμνόντων. καθ’ ἑκατέραν δὲ τήν τε γραφὴν καὶ τὴν διάνοιαν φαίνεται τὸ μετρίως ἐνοχληθῆναι τοὺς ἀνθρώπους ἐν τῷ χρόνῳ τοῦ ἦρος, ὡς ἂν τῆς τὰς νόσους ἐργαζομένης αἰτίας οὐδέπω τι κακόηθες ἐχούσης, ὃ προϊόντος ἔσχε τοῦ χρόνου.
18. Πρωῒ δὲ τοῦ θέρεος ἀρξαμένου καὶ διὰ θέρεος καὶ κατὰ τὸν χειμῶνα, πολλοὶ τῶν ἤδη πολὺν, χρόνον ὑποφθειρομένων φθινωδῶς κατεκλίθησαν, ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε.
Οὓς ἔμπροσθεν εἶπον βήσσειν μὲν, ἀνάγειν δὲ οὐδὲν ἐν τῷ ἦρι, τούτους ἐν τῷ θέρει φησὶ καὶ τῷ μετὰ θέρος χρόνῳ φθινώδεις γίνεσθαι, συμφωνοῦν τι τοῦτο ἀεὶ τοῖς ὁρωμένοις διηγούμενος. ὅσα γὰρ ἀπὸ κεφαλῆς ῥεύματα, βηχώδεις μὲν καὶ βραγχώδεις κατ’ ἀρχὰς ἐργάζεται τοὺς ἀνθρώπους, ἐν δὲ τῷ χρόνῳ προϊόντι μὴ καθίσταται, ταῦτα
τὴν ἑτέραν διαφορὰν τῶν φθίσεων ἐργάζεται. δύο γὰρ αὐτῶν εἰσὶν αἱ μέγισται διαφοραὶ, μία μὲν ἐκ τῶν ἀπὸ τῆς κεφαλῆς ῥευμάτων συνισταμένη, ἑτέρα δὲ ἡ ἐκ τῶν κατ’ αὐτὸν τὸν πνεύμονα παθῶν ὁρμωμένη, τοὐπίπαν μὲν ἐπὶ ταῖς τοῦ αἵματος πτύσεσι, μάλισθ’ ὅταν ἀγγεῖον ῥαγῇ, πολλάκις δὲ καὶ ῥευματισθέντος τοῦ σπλάγχνου, διά τινα ἄλλην αἰτίαν ἐκ μορίων ἑτέρων, οὐκ ἐκ τῶν ἐκ τῆς κεφαλῆς. εἰ μὲν οὖν ἐπὶ τῷ ἦρι νοτίῳ γινομένῳ, τὸ θέρος εἰς βόρειον μετέπεσι κατάστασιν, οὐκ ἂν ἐξηλέγχθησαν οἱ φθινωδῶς ὑποφθειρόμενοι καὶ τελέως ἐγένοντο φθινώδεις. ἐπεὶ δ’ οὐ μόνον οὐ μετέπεσεν ἡ νότιος κατάστασις ἐπὶ τὸ βόρειον, ἀλλὰ καὶ τὸ πλεῖστον τοῦ θέρους ἐπινέφελον ἐγένετο, διὰ τοῦτο τὰ ἀπὸ τῆς κεφαλῆς ῥεύματα παρέμενον, οἵ τ’ ἐν τῷ ῥεύματι χυμοὶ πάντες καὶ μάλιστα κατὰ τὸν πνεύμονα διεσάπησαν, ὥστε μηδὲν ἐλλείπειν εἰς ἀκριβοῦς φθίσεως γένεσιν.
19. Ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον, τουτέοισιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες.
Φθινώδεις ὀνομάζουσιν οἱ παλαιοὶ τῶν ἰατρῶν ὅσοι καὶ φθινώδη νόσον, ἣν καὶ φθόην τινὲς ὀνομάζουσιν, ἐπιτήδειοι παθεῖν. τοιοῦτοι δ’ ὑπάρχουσι φανερώτατον, ὅταν ὁ θώραξ στενὸς καὶ ἀβαθὴς εἰς τοιοῦτον, ὡς τοὺς ὠμοπλάτας ἐξέχειν ὀπίσω δίκην πτερύγων, ἐντεῦθεν δὲ καὶ πτερυγώδεις ὀνομάζουσι τοὺς τοιούτους. ἀλλὰ καὶ ὅσοι τὴν κεφαλὴν εὐπλήρωτοί τέ εἰσι καὶ ῥεύματα πολλὰ τοῖς ἀναπνευστικοῖς μορίοις ἐπιπέμπουσαν ἔχουσι καὶ οὗτοι φθινώδεις ῥᾷστα γίνονται. συνελθόντων δ’ εἰς ταυτὸν ἀμφοῖν, τῆς τε κατὰ τὸν θώρακα διαπλάσεως καὶ τῆς κατὰ τὴν κεφαλὴν ἀσθενείας, ἀκριβῶς αἱ τοιαῦται φύσεις φθινώδεις εἰσὶ κατ’ ἀμφοτέρας τῆς φύσεως τὰς αἰτίας. καὶ γὰρ οἱ ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα ῥευματιζόμενοι τῷ χρόνῳ φθινώδεις γίνονται καὶ ἀναῤῥήγνυτα πολλάκις αὐτοῖς ἀγγεῖον ἐν τῷ πνεύμονι διά τε τὴν στενότητα
τοῦ σπλάγχνου καὶ τὴν ἀσθένειαν. τοιοῦτοι μέν τινες οἱ φθινώδεις. εἰρηκότος δὲ τοῦ Ἱπποκράτους, ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι, πολλοῖσιν ἐβεβαίωσε τότε, τουτέστι κατὰ τὸ θέρος, εἶτ’ ἐπιφέροντος, ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον, τουτέοισιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, ἤ μοι δοκεῖ τὸ εἰρημένον εὔλογον εἶναι. πολὺ γὰρ οὖν πιθανώτερον ἐν τῷ ἦρι τοὺς τοιούτους ἄρχεσθαι μᾶλλον ἢ κατὰ τὸ θέρος. οἱ γὰρ ἐπιτήδειοι πάθεσιν ἁλίσκεσθαί τισιν ἑτοιμότερον τῶν ἀνεπιτηδείων αὐτοῖς περιπίπτουσιν. ἔοικεν οὖν ὥσπερ καὶ ἄλλα τινὰ κατὰ τῶν ἐπιδημιῶν τὰ βιβλία ταυτὶ τὴν τάξιν ἠλλαγμένην ἔχειν, τοῦ γράψαντος αὐτὰ πρώτου σφαλέντος, εἶτα φυλαχθείσης τῆς ἁμαρτίας, οὕτως καὶ ταύτῃ τῇ ῥήσει συμβεβηκέναι καὶ εἶναι τὸ συνεχὲς τῇ λέξει τοιόνδε. ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε, οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. εἶτ’ ἐφεξῆς, ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον τότε. καὶ μετὰ τοῦτο ἐφεξῆς·
20. Ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τουτέων καὶ τῶν κατακλιθέντων, οὐκ οἶδα δ’ εἴ τις καὶ μέτριον τοῦτο χρόνον διεγένετο.
Τῶν φθινωδῶν δηλονότι. τοῦτο γὰρ ἀκοῦσαι χρὴ, κατὰ τὸν εἰρημένον τρόπον τῆς ῥήσεως ὅλης γεγραμμένης· καὶ γὰρ αὖ καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς εἰρημένα πάντα φθινωδῶν ἐστι κοινά. μαθήσῃ δὲ προσέχων τὸν νοῦν ταῖς ῥήσεσιν, ὧν πρῶτον ἄρξομαι τῆς ἐφεξῆς γεγραμμένης.
21. Ἀπέθανον δ’ ὀξυτέρως ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτα.
Τοὺς φθινώδεις φησὶ παρὰ τὸ εἰωθὸς ἀποθανεῖν ὀξύτερον. εἶθ’ αὐτὸς ἐφεξῆς ἐρεῖ τὴν αἰτίαν, ἔνθα φησὶ, ἦν δὲ τοῖς πλείστοισιν αὐτῶν παθήματα τοιάδε. φρικώδεες
τινα σῆψιν χυμῶν, οὐ μόνον ἐν τοῖς θερμοτέροις, ἀλλὰ καὶ ἐν ψυχροτέροις σώμασιν.
22. Ὥς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνησκον, περὶ ὧν γεγράψεται.
Ἄλλα φησὶ νοσήματα χωρὶς τοῦ φθινωδικῶν, ὑπὲρ ὧν ὁ λόγος ἦν αὐτῷ, καίτοι μακρότερα γενόμενα καὶ μετὰ πυρετῶν, ὅμως εὐφόρως ἠνέχθη, καὶ εἴρηται ἡ αἰτία μικρὸν ἔμπροσθεν ὑφ’ ἡμῶν, ὅτι τούτοις ἧττον κακοήθης ὁ χυμὸς ἐκ τῆς σήψεως ἐγίνετο.
23. Μοῦνον γὰρ καὶ μέγιστον τῶν τότε γενομένων νοσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινε.
Εἴρηται τούτου μικρὸν ἔμπροσθεν ἡ αἰτία, τὴν κρᾶσιν τοῦ σώματος ἡμῶν αἰτιασαμένων, δι’ ἧς τοῖς φθινώδεσιν ἑάλωσαν νοσήμασι καὶ τοῖς κακοήθεσι πυρετοῖς, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ.
24. Ἦν δὲ τοῖς πλείστοισιν αὐτέων τὰ παθήματα τοιάδε, φρικώδεες πυρετοὶ, συνεχέες ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες, ὁ δὲ τρόπος ἡμιτριταῖος, τὴν μίην κουφοτέρην, τῇ δ’ ἑτέρῃ ἐπιπαροξυνόμενοι καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες.
Τοῖς πλείστοις τῶν φθινωδῶν ὑπὲρ ὧν ἐποιεῖτο λόγον παθήματα γενέσθαι φησὶν ἃ κατέλεξεν αὐτὸς ἐφεξῆς, καλοῦσι δὴ παθήματα πάντες οἱ Ἕλληνες, ὅσα παρὰ φύσιν ἐν τοῖς σώμασιν γίνεται· μέμνηται δὲ πρῶτον μὲν αὐτῶν τοῦ φρικώδεες [φησὶν ἦσαν οἱ πυρετοὶ], σημαίνει δὲ τοῦτ’ αὐτὸ
σηπόμενον ἔχοντι. τοιούτους οὖν τότε συνεδρεῦσαί φησι τοὺς φρικώδεις πυρετοὺς διὰ τὴν γενομένην κατάστασιν, ὡς προείρηταί μοι. συνεχέας δ’ αὐτοὺς ὠνόμασεν, ἐνδεικνύμενος τὸ μὴ λήγειν εἰς ἀπυρεξίαν, ὃ δὴ καὶ αὐτὸς ἐξηγούμενος ἐρεῖ, τὸ μὲν ὅλον οὐ διαλείποντες. διαλείποντας γὰρ ἐκείνους ὀνομάζουσιν ἰδίως πυρετοὺς, ὅσοι μετὰ τὴν ἀκμὴν ἀπυρεξίαν τινὰ φέρουσιν, ὅσοι δ’ αἰσθητὴν μὲν ποιοῦνται παρακμὴν, ἀπυρεξίαν δὲ οὐδεμίαν ἔχουσιν, ὀξεῖς καὶ συνεχεῖς καλεῖ, τὴν μὲν ὅλην περίοδον ἔχοντας ὀκτὼ καὶ τεσσαράκοντα ὡρῶν τοὐπίπαν, ὅσων ὥσπερ καὶ ὁ ἡμιτριταῖος, ἀλλ’ οὔτ’ εἰς ἀπυρεξίαν λήγοντας ἔν τε τῇ ἑτέρᾳ τῶν ἡμερῶν τῇ κουφοτέρᾳ φέροντας πάλιν ἕτερον παροξυσμὸν, μικρότερον μὲν θατέρου τοῦ τῆς ἄλλης περιόδου, οὐδὲ τὰς ἀναδιπλώσεις ἔχοντα, δυσεκθέρμαντον δὲ καὶ μόλις ἐπὶ τὴν ἀκμὴν ἀνιόντα. ἴδιον δ’ αὐτοῦ καὶ τὸ τὰς ἐφεξῆς τῇ πρώτῃ περιόδους οὔτε ἀλλήλαις τῇ πρώτῃ ἴσας γίνεσθαι κατὰ τὴν ὀξύτητα, παραυξάνεσθαι δὲ ἀεὶ καὶ σφοδρύνεσθαι μέχρι τῆς τοῦ νοσήματος ἀκμῆς.
25. Ἱδρῶτες δ’ αἰεὶ, οὐ διόλου, ψύξις ἀκρέων πολλὴ καὶ μόγις ἀναθερμαινόμενα.
Ὅτι ταῦτα τὰ συμπτώματα κακοήθων ἐστὶ πυρετῶν ἐν τῷ προγνωστικῷ μεμαθήκαμεν.
26. Κοιλίαι ταραχώδεες, χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίσταντο.
Ἀκρήτους ἐκκρίσεις εἴωθεν ὀνομάζειν τὰς ἀκριβῶς χολώδεις, ὅταν δὲ μεθ’ ὑγρότητος ὑδατώδους μιχθῇ καὶ ἐκκενοῦται, τὸν τοιοῦτον χυμὸν οὐκέτι ἄκρητον ὀνομάζει. ἐμάθομεν δὲ καὶ αὐτὸ τοῦτο περὶ τῶν ἀκράτων ἐκκρίσεων, ὧν εἶπε κακοήθειαν ἐν τῷ προγνωστικῷ καὶ περὶ τῶν λεπτῶν τὴν σύστασιν χυμῶν, ὅτι πάντες ἄπεπτοι καὶ δεόμενοι
ῥωμαλέας φύσεως εἰς τὸ πεφθῆναι. δακνώδεις δ’ εἰκότως ἦσαν, εἴπερ γε καὶ χολώδεις καὶ ἄκρατοι. τοῦτο δ’ αὖ πάλιν εἵπετο τῷ δακνῶδες εἶναι, τὸ συνεχῶς ἐξανίστασθαι, ὥστε καὶ κατὰ τοῦτο τὸ σύμπτωμα κάμνειν τῶν νοσούντων τὴν δύναμιν.
27. Οὖρα δ’ ἦν λεπτὰ καὶ ἄπεπτα καὶ ἄχροα καὶ ὀλίγα ἢ πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ’ ὠμῇ τινὶ καὶ ἀκαίρῳ ὑποστάσει.
Καὶ περὶ τῶν οὔρων ἐμάθομεν ὅτι τὰ λεπτὰ καὶ ἄχροα καὶ ὀλίγα, ἢ πάχος ἔχοντα καὶ ὀλίγα, μοχθηρὰ, καθάπερ καὶ τὰ παχέα μὲν, ὑπόστασιν δ’ οὐδ’ ὅλως ἢ πάνυ σμικρὰν ἔχοντα. καὶ τοῦτο αὐτοῖς συμβαίνει, διὰ τὸ μὴ καλῶς καθίστασθαι. τοῦτο δ’ αὐτοῖς πάλιν ἐκείνοις γίνεται τοῖς πυρετοῖς, ἐν οἷς θερμασία πολλὴ καὶ φλογώδης τῶν ὠμῶν
χυμῶν καὶ παχέων, ἐργάζεταί τινα ζέσιν. εἰκότως οὖν ἐπ’ αὐτῶν, ἢ οὐδ’ ὅλως γίνεται, ἢ καὶ αὐτὴ, καθάπερ αὐτὸς εἶπεν, ὠμὴ καὶ ἄπεπτος. λέλεκται δ’ αὐτῷ περὶ τῶν μοχθηρῶν ὑποστάσεων ἐν τῷ προγνωστικῷ.
28. Ἔβηττον δὲ σμικρὰ καὶ πυκνὰ, κατ’ ὀλίγον μόγις ἀνάγοντες. οἷσι δὲ τὰ βιαιότατα ξυμπίπτοι, οὐδ’ ἐπ’ ὀλίγον πεπασμὸς ἦν, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες.
Ταῖς μὲν κακοηθεστάταις φθίσεσι καὶ οἷς ἐγγὺς ἦν θάνατος, οὐδ’ ἐπ’ ὀλίγον πέττεται τὰ πτυόμενα. ταῖς δ’ ἄλλαις, ὅσαι μετρίαι γε εἰς πλείονα χρόνον ἐκπίπτουσιν, δι’ αὐτὸ τοῦτο πέττεται καλῶς ἡ περὶ τοῦ πνεύμονος περιουσία τῶν χυμῶν καὶ ἀποπτύεται ῥᾳδίως. ἀλλὰ τούτος γε τοῖς γεγενημένοις φθινώδεσι οὐδὲν τούτων ὑπῆρχε. ἤτοι γὰρ παντάπασιν ἄπεπτον ἔπτυον, ἢ πεπεμμένον μὲν, μικρὸν δὲ
καὶ κατὰ βραχὺ μόγις ἀναφερόμενον. εἴρηκε δὲ καὶ περὶ τῆς τοιαύτης πτύσεως ἐν τῷ προγνωστικῷ.
29. Φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνον εἶχον, ἔχοντες ἔρευθος μετὰ φλεγμονῆς, ῥεύματα σμικρὰ, λεπτὰ, δριμέα, ταχὺ τηκόμενοι καὶ κακούμενοι.
Τὰ συμπτώματα προειπὼν, ὅσα τοῖς τότε φθινώδεσιν ἐφαίνετο περὶ τὴν φάρυγγα, τὴν αἰτίαν αὐτὸς προσέθηκεν ἐν τῷ φάναι, ῥεύματα σμικρὰ, δριμέα. διὰ γὰρ τὴν τῶν ῥευμάτων κακοήθειαν ἀπὸ τῆς κεφαλῆς δηλονότι καταφερομένων αἱ φάρυγγες ἐπώδυνοι μὲν ἦσαν, τῷ δάκνεσθαι δὲ πρὸς αὐτῶν ἔρευθος καὶ φλεγμονὴν ἔσχεν, ὅτι καὶ αὐτὸ ῥεῦμα θερμὸν ἦν, οὐδὲν ἦν θαυμαστὸν ἐν Θάσῳ τῶν ἄλλων φθινωδῶν, εἰ οὕτως ἔχοντες εἰς ἐσχάτην ἰσχνότητα παρεγένοντο.
30. Ἀπόσιτοι πάντων γευμάτων διετέλεον.
Ὅτι τοὺς ἀνορέκτους ἀσίτους ὀνομάζουσιν οἱ Ἕλληνες, τοὺς μὴ προσενηνεγμένους σιτία, τοὺς δ’ ἀπεστραμμένους προσίεσθαι καλοῦσιν ἀποσίτους. πρόδηλον δ’ ὅ τι καὶ τουτὶ τὸ τῆς ἀνορεξίας σύμπτωμα τοῖς φθινώδεσιν ἐγένετο τοῦ τὴν φάρυγγα καὶ τὸν πνεύμονα κακοῦντος ῥεύματος, μέρους τινὸς εἰς γαστέρα καταῤῥέοντος.
31. Ἄδιψοι.
Οὐ κατὰ τὴν κακοήθειαν τοῦ ῥεύματος, ἅπερ αὐτὸς ὠνόμαζε δριμέα, τουτὶ τὸ σύμπτωμα τοῖς φθινώδεσι συνέπεσε. διό μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης ἐπισημαινόμενος αὐτῶν τὸ παράλογον αὐτὸς προσγράψαι τὸ ἄδιψοι. κακοηθείας
γάρ ἐστι μεγίστης σημεῖον, ὅταν ἤτοι θερμοῦ καὶ διακαοῦς ὄντος τοῦ πυρετοῦ μὴ διψῶσιν ἢ ῥεύματος εἰς γαστέρα καταφερομένου δριμέος. καὶ δηλοῦται πρὸς τοῦ συμπτώματος ἡ αἰσθητικὴ τοῦ μορίου δύναμις ἀπολωλέναι καὶ νενεκρῶσθαι, εἴ γε τῆς κατὰ μέρος διαθέσεως οὐκ αἰσθάνεται.
32. Καὶ παράληροι πολλοὶ περὶ θάνατον. περὶ μὲν τὰ φθινώδεα ταῦτα.
Οὐδὲ τοῦτο τοῖς ἄλλοις φθίνουσιν εἴωθε συμπίπτειν, ἀλλὰ διὰ τὴν κακοήθειαν τῶν τότε γενομένων πυρετῶν ἠκολούθησε τοῖς ἐν τῇ προκειμένῃ καταστάσει νοσήμασι.
33. Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ,
ξυνεχέες, οὐ βίαιοι, μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως ἔχουσιν ἐγένετο.
Εἰρήκει δὲ καὶ πρόσθεν ὡς τὸ φθινῶδες μόνον ὀλέθριον ἐγένετο καὶ ἡμεῖς τὴν αἰτίαν προσπαρεθήκαμεν. ἀκόλουθα τοίνυν ἐστὶν ἐκείνοις τά τε κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς φησίν·
34. Κοιλίαι ταραχώδεες τοῖσι πάνυ εὐφόρως καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον, οὖρά τε τοῖσι πλείστοισιν εὔχροα μὲν καὶ καθαρὰ, λεπτὰ δὲ καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα.
Καὶ τἆλλα ἃ περὶ τῶν οὔρων εἶπε, ὥσπερ γὰρ τὰ πρόσθεν ὅσα περὶ τῶν φθινωδῶν κατέλεξεν ἦν κακοήθη, οὕτω καὶ τὰ νῦν λεγόμενα πάνυ ἐστὶ μέτρια.
35. Βηχώδεες οὐ λίην, οὐδὲ τὰ βησσόμενα δυσκόλως, οὐδὲ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο.
Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπὶ τοὺς φθινώδεις αὐτὸν ἐν τῇδε τῇ ῥήσει μεταβεβηκέναι φασίν. ἐγὼ δὲ ἡγοῦμαι ἔτι περὶ τῶν ἄλλων πυρετῶν ὧν διηγεῖται κατὰ ταὐτὸ λέγεσθαι. πῶς γὰρ ἂν εἰρηκὼς ἔμπροσθεν ἐπὶ τῶν φθινωδῶν, ὡς ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος ἦσαν, ἐνταυθοῖ νῦν ἔλεγεν, οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τί δή ποτ’ οὖν ἔγραψεν ἐν τῷδε τῷ λόγῳ, βηχώδεες οὐ λίην. τοῦτο γάρ ἐστι τὸ τὴν φαντασίαν παρασχὸν τοῦ λέγεσθαι ταῦτα περὶ τῶν φθινωδῶν αὐτῶν. ἐγὼ δὲ νομίζω περὶ τῶν ἄλλων ἔτι πυρετῶν τοῦ λόγου γιγνομένου προσγεγράφθαι. γίνονται γὰρ βηχώδεις συνεισβαλλούσης τῆς βηχὸς αὐτοῖς λόγῳ συμπτώματος, οὐ μὴν φθινώδεις γε πάντως εἰσὶν οὗτοι. θαυμαστὸν οὖν οὐδὲν ἅμα πυρέσσειν ἄρξασθαί τινας τῶν Θασίων ἐπὶ τῇ προγεγραμμένῃ καταστάσει καὶ πληρωθείσης
αὐτῆς τότε τῆς κεφαλῆς, συνελθόντος τοῦ πυρετοῦ τῇ καταστάσει βηχώδεις γενέσθαι. ἄλλ’ οὔτε λίαν αὐτοῖς ἐνώχλει τὸ σύμπτωμα, οὔτε τὰ βησσόμενα δυσχέρειαν εἶχεν, οὐ γὰρ ἦσαν οὗτοι φθινώδεις.
36. Τὸ μὲν οὖν ὅλον ὑπενόσεον οἱ φθινώδεες τρόπον, πυρετοῖσι φρικώδεσι, σμικρὰ ἐφιδροῦντες, ἄλλοτε ἄλλοι ὡς παροξυνόμενοι πεπλανημένως, τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, παροξυνόμενοι δὲ τριταιοφυέα τρόπον.
Αὕτη πᾶσα ἡ ῥῆσις ἐπαγομένη τῇ προειρημένῃ τὴν φαντασίαν βεβαιοτέραν εἰργάσατο τοῖς πλείστοις τῶν ἐξηγητῶν, ὑπὲρ τοῦ καὶ τὴν ἔμπροσθεν ῥῆσιν ὑπὲρ τῶν φθινωδῶν αὐτῶν λελέχθαι. ἀλλ’ ὅτι μὲν ἐκείνην ἀδύνατόν ἐστιν ἐπ’ αὐτῶν εἰρῆσθαι, δέδεικταί μοι, δι’ ὧν ἀπεδείκνυον, ἀποσίτους μὲν ὠνομάσθαι πρὸς αὐτοῦ τοὺς φθινώδεις, οὐκ
ἐπὶ πολλῶν συγγραμμάτων. ἐνίοτε γὰρ ὑπὲρ ἑνὸς πράγματος διττῶς ἡμῶν γραψάντων, εἶτα τῆς μὲν ἑτέρας γραφῆς κατὰ τὸ ὕφος οὔσης, τῆς δ’ ἑτέρας ἐπὶ θάτερα τῶν μετώπων, ὅπως κρίνωμεν αὐτῶν τὴν ἑτέραν, ἐπὶ σχολῆς δοκιμάσαντες, ὁ πρῶτος μεταγράφων τὸ βιβλίον ἀμφότερα ἔγραψεν, εἶτα μὴ παρασχόντων ἡμῶν τὸ γεγονὸς, μηδ’ ἐπανορθωσαμένων τὸ σφάλμα, διαδοθὲν εἰς πολλοὺς τὸ βιβλίον ἀνεπανόρθωτον ἔμεινεν.
37. Ἐκρίνετο δὲ τουτέων, οἷσι τὰ βραχύτατα γίγνοιτο, περὶ εἰκοστὴν ἡμέρην τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστὴν, πολλοῖσι δὲ περὶ τὴν ὀγδοηκοστήν. ἔστι δ’ οἵοιν οὐδ’ οὕτως, ἀλλὰ πεπλανημένως τε καὶ ἀκρίτως ἐξέλιπον. τουτέων δὲ τοῖσι πλείστοισι, πλὴν οὐ διαλείποντες χρόνον, ὑπέστρεψαν οἱ πυρετοὶ πάλιν. ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρίνοντο. πολλοὶ δὲ αὐτέων ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσεῖν.
Τίνων δὲ τούτων κριθῆναί φησι τὸ νόσημα περὶ τὴν κ΄ ἡμέραν; ὅτι περὶ ὧν ἐποιεῖτο τὸν λόγον, ὡς ἐγώ φημι, τῶν ἄλλων νοσησάντων, οὐχὶ τῶν φθινόντων. ὁμολογεῖ δὲ τούτῳ καὶ τὰ ἐφεξῆς ἅπαντα. καὶ γὰρ ἄχρι τῆς ὀγδοηκοστῆς ἡμέρας ἐκταθῆναί φησι τὸ νόσημα τισὶν αὐτῶν, ἄλλοις δὲ πεπλανημένως τε καὶ ἀκρίτως ἐκλείπειν, καὶ τούτων τοῖς πλείστοισιν ὑποστρέψαι πάλιν. τοὺς δ’ ἐκ τῶν ὑποστροφέων πυρετοὺς ἐν ταῖς αὐταῖς περιόδοις πάλιν κριθῆναι καὶ πολλοῖς αὐτῶν καὶ μέχρι τοῦ χειμῶνος ἐκταθῆναι τὸ νόσημα. ταῦτα δὲ πάντα τοῖς ἀνωτέρω εἰρημένοις ὁμολογεῖν σαφῶς ἐστιν, ἐν οἷς ἔλεγε· κατὰ δὲ θέρος ἤδη καὶ περὶ φθινόπωρον, πυρετοὶ πολλοὶ, ξυνεχέες, οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν, ἐγένετο. ταῦτα μὲν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένοις ὑπ’ αὐτοῦ συμπτώμασιν· ὅσα δὲ περὶ τῶν φθινωδῶν εἶπεν οὐχ ὁμολογεῖ, μάθοις δ’ ἂν, εἰ ἀναμνησθείης βραχέος μορίου τῆς ὑπὲρ αὐτῶν διηγήσεως, ἔνθα φησίν· ἀπέθνησκον δ’ ὀξυτέρως ἢ ὡς εἴθισται τὰ τοιαῦτα διάγειν. τοῦτο μὲν
γὰρ αὐτῷ περὶ τῶν φθινωδῶν εἴρηται, καί φησιν αὐτοὺς ὀξυτέρως ἀποθανεῖν. περὶ δὲ τῶν ἄλλως νοσησάντων ἐφεξῆς ἔγραψε τούτοις ὧδέ πως τά τ’ ἄλλα καὶ μακρότερα ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνησκον, περὶ ὧν γεγράψεται. ταῦτ’ οὖν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν τὴν τῶν πυρεξάντων διὰ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος. ἀλλὰ καὶ διὰ τὸ προειπεῖν μὲν αὐτὸν περὶ ὧν γεγράψεται, μηδεμίαν δ’ ἄλλην ἡμᾶς ἔχειν δεῖξαι γραφὴν, ὅτι μὴ τὴν νῦν προκειμένην ἐπ’ αὐτοῖς γενομένην, ἀναγκαῖόν ἐστι περὶ τῶν ἄλλως νοσησάντων, οὐ φθινωδῶς ἅπαντα τοῦτον αὐτῷ τὸν λόγον εἰρῆσθαι.
38. Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μόνοισι τοῖσι φθινώδεσι θανατώδεα ξυνέπεσεν. ἐπὶ τοῖσί γε ἄλλοισι εὐφόρως πᾶσι καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο.
Ἐσχάτη ῥῆσίς ἐστιν αὕτη τῶν εἰρημένων αὐτῷ περὶ τῆς πρώτης καταστάσεως, οὐδὲν μὲν πλέον διδάσκουσα, ἀνακεφαλαίωσιν δέ τινα ἔχουσα τῶν προειρημένων, ὅπερ εἴωθεν ὁ ἀνὴρ πολλάκις ποιεῖν.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Α. ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Β.
Γαληνοῦ Προοίμιον. Ἐν τῷ πρὸ τούτου βιβλίῳ λέλεκται περὶ τῆς τῶν ὡρῶν εἰς ἄλληλα μεταβολῆς, εἴρηται δὲ καὶ ἡ κατὰ φύσιν ἑκάστης κρᾶσις, αἵ τε προθεσμίαι τῆς ἀρχῆς αὐτῶν καὶ τῆς τελευτῆς. ὡς ἂν οὖν ἐκείνων μεμνημένων ἡμῶν, ὅσα τῶν νῦν λεγομένων ἐξηγήσεως δεῖται, προσθήσω, στοχαζόμενος οὔτε μόνον ἐσχάτως
ἀμαθῶν, οὔτε μόνων τῶν ἱκανὴν ἐχόντων τὴν παρασκευήν. πρὸς ἅπαντας γὰρ ὁ τοιοῦτος λόγος ἕξει μετρίως, τῶν δ’ ἄλλων ὁ μὲν τοῖς ἐσχάτως ἀμαθέσιν οἰκεῖος ἀνιάσει τοὺς ἐν ἕξει διὰ τὸ μῆκος. ὁ δὲ τούτοις ἐπιτήδειος ἀσαφὴς ἔσται τοῖς ἀμαθέσιν. ἀλλ’ οὐδὲ χρὴ τοῖς τοιούτοις ὑπομνήμασιν ἐντυγχάνειν ἀγαπῶντας, ἀλλὰ καὶ ἄλλως ἄλλο καὶ παρ’ ἄλλου ἀκούσαντες πλατύτερον πολλάκις ταὐτὰ καὶ ἄλλως πολλάκις ταῦτα δυνηθεῖεν ἄνευ παρακοῆς ἐκμανθάνειν τι χρηστόν.
1. Ἐν Θάσῳ πρωῒ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρὸν, ἀλλ’ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισί γε πολλοῖσιν, ὑγροὶ καὶ προεκρηγνύμενοι.
Τὸ φθινόπωρον εἶπον ἄρχεσθαι τῇ τοῦ ἀρκτούρου ἐπιτολῇ, γινομένῃ πρὸ τῆς φθινοπωρινῆς ἰσημερίας. τηνικαῦτα
οὖν ἔφη γενέσθαι χειμῶνας μεγάλους πρὸ τοῦ δέοντος. τοῦτο γὰρ αὐτῷ τὸ οὐ κατὰ καιρὸν καὶ τὸ προεκρηγνύμενοι σημαίνει. τὸ μὲν οὖν οὐ κατὰ καιρὸν τοῦ προφθάσαι μόνον δηλωτικὸν ὑπάρχει, τὸ δὲ προεκρηγνύμενοι καὶ τὸ μεθ’ ὑετῶν ἀθρόως αὐτοὺς γενέσθαι.
2. Ταῦτα δὴ ἐγίνετο τοιαῦτα μέχρι πληϊάδος δύσεως καὶ ὑπὸ πληϊάδος.
Ὅτι τῆς πλειάδος ἡ δύσις ὁρίζει φθινόπωρον εἴρηται πρόσθεν· ἀλλὰ καὶ ὅτι δύο μῆνές εἰσιν ἀπ’ ἀρκτούρου μέχρι πλειάδος, ὅτι τε μία ἐπισημασία κατὰ τὸ περιέχον ἀπ’ ἀρκτούρου γίνεται, δύο δ’ ἐπὶ πλειάδι, μία μὲν ὁπότε συνάπτει τῷ φθινοπώρῳ χειμὼν ἐπὶ τέλος οὖσα, ἑτέρα δὲ ὁπότε ἔαρ τῷ θέρει. τοῦ δ’ ἀρκτούρου τῆς ἐπιτολῆς μόνης οὐδὲ μνημονεύειν εἴωθεν Ἱπποκράτης, ἐπειδὴ κατ’ αὐτὸν ἀρχὴ μὲν γίνεται τοῦ φθινοπώρου, τελευτὴ δὲ τοῦ θέρους. εἴρηται δ’ ἔμπροσθεν ἤδη περί τε τῆς εἰς τὰς δ’ ὥρας διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ καὶ περὶ τῆς εἰς ἑπτὰ,
καὶ ὅτι θέρος μὲν ὁρίζουσιν ἐπιτολῇ πλειάδος καὶ ἀρκτούρου καὶ ὡς ἐστὶν αὕτη μόριόν τι τῆς εἰς ἑπτὰ διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ, διχῆ μὲν τοῦ θέρους τεμνομένου, τριχῆ δὲ τοῦ χειμῶνος. εἴρηται δὲ καὶ ὡς οὐδὲν διαφέρει πλειάδα λέγειν ἑνικῶς ἢ πληθυντικῶς πλειάδας.
3. Χειμὼν δὲ βόρειος.
Ἐφεξῆς τῇ πλειάδι χειμῶνος μνημονεύει, σαφῶς ἐνδεικνύμενος ὅρον εἶναι τοῦ φθινοπώρου τὴν πλειάδα. προσέχομεν οὖν αὐτῷ διηγουμένῳ περὶ τοῦ τότε γενομένου χειμῶνος.
4. Ὕδατα πολλὰ, λαῦρα, μεγάλα, χιόνες, μιξαίθρια τὰ πλεῖστα. ταῦτα δ’ ἐγένετο μὲν πάντα, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν
ψύξεων. ἤδη δὲ μεθ’ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα ζέφυρος πνέειν ἄρχεται, ὀπισθοχείμωνες μεγάλοι, βόρεια πολλὰ, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως καὶ οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. ταῦτα δὲ ξυνέτεινε καὶ οὐκ ἀνίει μέχρις ἰσημερίας. ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. θέρος οὐ λίην καυματῶδες ἐγένετο. ἐτησίαι ξυνεχῶς ἐπέπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον, ἐν βορέοισι πολλὰ πάνυ ὕδατα.
Πολλὰ λέγομεν ὕδατα γίνεσθαι κατά τινα καιρὸν, διὰ τὸ τοῦ χρόνου μῆκος, εἰ καὶ μὴ λάβρον ἐν αὐτῷ καταῤῥήσσοιτο. λέγομεν δὲ πολλὰ, κἂν ἐν ὀλίγῳ χρόνῳ ὑπέλθοι λάβρα. δύναται δὲ ταῦτα καὶ μεγάλα καλεῖσθαι, ἀλλ’ ὅταν γ’ ἐφεξῆς ἀλλήλλων εἴποι τις ὕδατα λάβρα καὶ μεγάλα γεγονέναι, καθάπερ Ἱπποκράτης συνέγραψεν, ἀκουσώμεθα λάβρα μὲν τὰ ἐξαιφνίδια, σφοδρά τε καὶ ὀλιγοχρόνια, μεγάλα δὲ τὰ μήτ’ ἐξαιφνίδια μήτ’ ὀλιγοχρόνια παντάπασιν,
ψύξεων. καὶ τἄλλα δὲ τούτων ἐφεξῆς πάντα τὸν χειμῶνα ψυχρὸν καὶ ὑγρὸν γεγονέναι δηλοῖ, κατὰ φύσιν μόνον αὐτὸν γινόμενον τοιοῦτον, μᾶλλον δὲ τοῦ προσήκοντος ὑγρὸν τηνικαῦτα συμβάντα. καὶ μέντοι καὶ τὸ ἔαρ ὑδατῶδες, ψυχρόν τε καὶ βόρειον ἔφη γεγονέναι, πρὸς δὲ τούτῳ καὶ ἐπινέφελον, εἶτα τὸ θέρος μέτριόν πως, ἐφ’ οἶς πᾶσιν ἐν βορείοις τισὶ, περὶ ἀρκτοῦρον ὕδατα γενέσθαι πολλά. καὶ μετὰ ταῦτα τὸ κεφάλαιον ὅλης τῆς καταστάσεως ἐρεῖ κατὰ τὴν λέξιν· γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. οὐρανὸν εἴρηκε κατὰ τὸ τῶν ἰδιωτῶν ἔθος τὸν ὑπὲρ ἡμᾶς ἀέρα μέχρι τῆς χώρας τῶν νεφελῶν. ὁ δ’ ὑπὸ τῶν ἀστρονόμων τε καὶ φιλοσόφων οὐρανὸς ὀνομαζόμενος ἀπὸ τῶν κατὰ τὴν σελήνην ἄρχεται τόπων. λαίλαπας δὲ τοὺς ἐξαιφνιδίους καὶ σφοδροὺς ἀνέμους οἱ Ἕλληνες ὀνομάζουσι, καὶ μάλισθ’ ὅταν ὑετὸς ἅμα ἐν αὐτοῖς γίγνηται λάβρος.
5. Γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα, πρωῒ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπιπόνως.
Δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν ὅτι εἴωθεν ὁ Ἱπποκράτης τῆς διηγήσεως τῶν γενομένων περὶ τὸν ἀέρα καταστάσεων ἄρχεσθαι κατ’ ἐκεῖνον τὸν χρόνον, ὅταν πρῶτον ἐκτραπῇ τῆς κατὰ φύσιν κράσεως, καὶ οὐκ ἀπὸ τοῦ λόγου ἐστὶ τοῦτο πράττειν τῷ μέλλοντι συνάψειν τῇ τοῦ περιέχοντος ἀέρος δυσκρασίᾳ τὰς τῶν ἐπιδημησάντων νοσημάτων ἰδέας. ἐπεὶ τοίνυν ἀπὸ φθινοπώρου τὴν ἀρχὴν ἐποιήσατο, δῆλον ὅτι τὸ πρὸ αὐτοῦ θέρος ἐστὶ καὶ ἕπεται τῷ πρὸ αὐτοῦ. καὶ τοίνυν ὅσον ἐπὶ ταῖς ὥραις, κατὰ φύσιν ἔχοντα τὰ σώματα παραλαβὸν τὸ φθινόπωρον ὑγρὸν καὶ ψυχρὸν γενόμενον οὐδὲν εἰργάσατο φαῦλον, ἀλλ’ ἴσως ἕνια
κἄπειτα προσθεὶς, ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίας, ἐφεξῆς προσέγραψεν, ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. ἴδωμεν οὖν ὁποίᾳ τῇ καταστάσει τοῦ περιέχοντος ἠκολούθησε νοσήματα.
6. Ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραὶ, ἄπεπτοι, λημίαι σμικραὶ καὶ δυσκόλως πολλοῖσιν ἐκρηγνύμεναι, τοῖσι πλείστοισιν ὑπέστρεφον, ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον.
Καὶ διὰ τί μὲν ἐν ἦρι τῶν ἐπιδημίων νοσημάτων ἡ γένεσις ἤρξατο προείρηται· διὰ τί δ’ ὀφθαλμίαι μᾶλλον τῶν ἄλλων παθῶν ἐγένοντο μάθοις ἂν εἰ τῆς ἐν αὐτῷ καταστάσεως ἀναμνησθείης. ψυχρότερον γὰρ ἔφη καὶ βόρειον καὶ ὑδατῶδες καὶ ἐπινέφελον γεγονέναι αὐτό. εἰ μὲν οὖν ὑπὸ τῶν ἀνέμων μόνον ἐπλήγησαν οἱ ὀφθαλμοὶ, χωρὶς
τινες ἐθεραπεύθησαν, ὑπέστρεφον αὖθις. ἠσθενηκότας γὰρ ἐν ταῖς ὀφθαλμίαις τοὺς ὀφθαλμοὺς τὸ περιέχον ψυχρὸν καὶ βόρειον ὑδατῶδες καὶ ἐπινέφελον γενόμενον εἰκότως ἔβλαπτε. εἴωθε δὲ ταῖς τοιαύταις ὀφθαλμίαις λημία γίνεσθαι μικρὰ, μόγις ἐκπίπτουσα διὰ τὴν πύκνωσιν τῶν χιτώνων, ἣν ἐκ τῆς τοῦ περιέχοντος ψυχρότητος ἔσχον. ὅλῳ μὲν οὖν τῷ ἦρι χείρους ἀναγκαῖον ἦν ἐν αὐτῷ γίνεσθαι τοὺς ὀφθαλμοὺς, ἐν δὲ τῷ θέρει τὴν γενομένην ἐν αὐτοῖς σκιῤῥώδη διάθεσιν ἐς πέψιν ἀχθῆναι κατὰ βραχύ. τὰ γὰρ ἐν χρόνῳ κατασκευασθέντα νοσήματα, καὶ μάλιστα ὑπὸ ψυχρῶν τε καὶ ὑγρῶν, οὐκ ἐνδέχεται λυθῆναι ταχέως. εἰκότως οὖν ἔφη τελέως παύεσθαι τὰ κατὰ τοὺς ὀφθαλμοὺς πάθη κατὰ τὸ φθινόπωρον.
7. Κατὰ δὲ θέρος ἤδη καὶ τὸ φθινόπωρον λειεντεριώδεες καὶ δυσεντεριώδεες καὶ τεινεσμοὶ καὶ διάῤῥοιαι χολώδεσι, λεπτοῖσι, πολλοῖσι, ὠμοῖσι καὶ δακνώδεσιν, ἔστι δ’ οἷσι καὶ ὑδατώδεσι.
πολλοῖσι δὲ καὶ περίῤῥοιαι μετὰ πόνου χολώδεες, ὑδατώδεες, ξυσματώδεες, πυώδεες καὶ στραγγουριώδεες.
Οὐ ταῦτα μόνον ἐγίνετο νοσήματά τε καὶ συμπτώματα τοῖς Θασίοις, ἀλλὰ καὶ ἄλλα τινὰ περὶ ὧν ἐφεξῆς ἐρεῖ. ποικιλώτατα γὰρ ἐνόσησαν, ἑτερογενέσι περιπεσόντες νοσήμασι. τὸν κοινὸν δ’ οὖν λόγον, ὃς καὶ πρὸς τὸ μὴ νοσεῖσθαι πάντας τοὺς ἐν τοιαύτῃ καταστάσει γενομένους ἐστὶ χρήσιμος, ἐρῶ πρότερον, εἶθ’ ἑξῆς ἐπὶ τὰ κατὰ μέρος ἀφίξομαι νοσήματα. σκοπεῖσθαι δεῖ ἐν πάσαις ταῖς καταστάσεσι τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων, ὅπως ἔχει σχέσεως πρὸς τὴν κατάστασιν. ἤτοι γὰρ εὐάλωτον ἢ δυσάλωτον ἣ μετρίως ἔχοντα πρὸς αὐτὴν εὑρήσεις αὐτά. εἶθ’ ἑξῆς ἁρμόσεις τά τ’ ἐπιτηδεύματα καὶ σύμπασαν τὴν ὑγιεινὴν δίαιταν ὑπεναντίον τῇ καταστάσει. τὸ μὲν οὐκ εὐάλωτόν τε καὶ δυσάλωτον εἷναι τὸ σῶμα τοῖς ἔξωθεν αἰτίοις εἴρηται πολλάκις ἡμῖν, διά τε τῶν ὁμοιότητα
εἴρηταί μοι· πρὸς δὲ τὸ μετὰ μέρος ἤδη τρέψομαι, μετὰ τοῦ καὶ τὴν λέξιν, εἴ πού τι φαίνοιτο μὴ σαφὲς ἔχειν, ἐξηγεῖσθαι.
8. Οὐ νεφριτικαὶ, ἀλλὰ τουτέοισιν ἄλλα ἀντ’ ἄλλων.
Καὶ διὰ τῆς ἕδρας ἐκκρίσεις γίνονται μοχθηραὶ πολλάκις, ἀπαθῶν μὲν τῶν κατὰ τὴν γαστέρα μενόντων, ἐκκαθαιρομένου δὲ δι’ αὐτῶν ὅλου τοῦ σώματος ἢ ἀποστάσεως οὔσης κατ’ αὐτὴν, κατ’ ἔκρουν τινα, κατ’ αὐτὸν τὸν Ἱπποκράτην βουλόμενον οὐ μόνον κατ’ ἀπόθεσιν, ἀλλὰ καὶ κατ’ ἔκρουν ἀπόστασιν γίνεσθαι. οὕτως οὖν καὶ διὰ νεφρῶν καὶ κύστεώς ἐστιν ὅτε πᾶν ἐκκαθαίρεται τὸ σῶμα μηδὲν αὐτῶν τῶν ὀργάνων ἴδιον ἐχόντων πάθος, ὥσπερ ἐπὶ τῆς προκειμένης καταστάσεως ἐγίνετο, διότι καὶ προελθὼν αὐτὸς ἐρεῖ κατὰ λέξιν· μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γινομένων σημείων καὶ πλείστους ἐῤῥύσατο τῶν ὄντων
ἐπὶ τοῖς μεγίστοις κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ εἰς τοῦτο ἀποστάσεις ἐγίνοντο. τουτ’ οὖν ἐστι τὸ καὶ νῦν εἰρημένον, οὐ νεφριτικαὶ, ἀλλὰ τούτοισιν ἄλλα ἀντ’ ἄλλων. καὶ γὰρ τῶν ἐν ὅλῳ τῷ σώματι περιττῶν ῥυέντων ἐπὶ νεφροὺς καὶ κύστιν, ἐκκρίσεις ἐπεγίνοντο παραπλήσιαι ταῖς νεφριτικαῖς.
9. Ἔμετοι φλεγματώδεες, χολώδεες καὶ σιτίων ἀπέπτων ἀναγωγαί.
Τῆς ἕσω ῥεπούσης περιουσίας τῶν χυμῶν, ὅσον ἐπὶ τὴν ἕδραν ἐῤῥύη, διαῤῥοίας τε καὶ τεινεσμοὺς καὶ δυσεντερίας καὶ λιεντερίας εἰργάσατο. διὰ νεφρῶν δὲ καὶ κύστεως ἄλλο τὴν ἔκκρισιν ἔσχεν. οὕτως οὖν ἐῤῥύη τὸ περιττὸν εἰς τὴν ἄνω γαστέρα καὶ δι’ ἐμέτων ἐπιπολάσαν, ἐξεβλήθη, τοῖς μὲν φλεγματώδεσι φύσει φλεγματωδῶν ἐμέτων γινομένων, τοῖς δὲ χολώδεσι χολωδῶν. εἵρηται γὰρ ὅτι διὰ μὲν τὴν κατάστασιν
ἠθροίσθη τὰ περιττὰ, διέφερον δ’ ἀλλήλων ταῦτα ταῖς ποιότησι κατὰ τὰς φύσεις τῶν σωμάτων. θαυμαστὸν δ’ οὐδὲν εἰ καὶ σιτίων ἀπέπτων ἀναγωγαὶ τούτοις ἐγένοντο, φλεγματωδῶν καὶ χολωδῶν χυμῶν εἰς τὴν γαστέρα συῤῥεόντων.
10. Ἱδρῶτες.
Ὅσοις φαμὲν διὰ τοῦ δέρματος ἀπόῤῥοιαι πλείους ἐγίνοντο, κατ’ ἐκεῖνον τὸν χρόνον ἴσχυσεν ἡ φύσις ἀπώσασθαι τὸ περιττὸν ἐνταῦθα καὶ οὕτως τούτοις ἱδρῶτας γενέσθαι.
11. Πᾶσι πάντοθεν πολὺς ὁ πλάδος.
Τὴν περιττὴν ὑγρότητα πλάδον εἴωθεν ὀνομάζειν.
ἐπεὶ τοίνυν ἄλλοις ἄλλως, τισὶ δὲ καὶ πολυειδῶς ἐξεκενοῦντο τὰ συνειλεγμένα χρόνῳ τῶν ὑγρῶν, διὰ τοῦτο εἰκότως ἔφη, πᾶσι πάντοθεν πλάδος.
12. Ἐγίνοντο δὲ ταῦτα πολλοῖσιν ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρέττουσι, περὶ ὧν γεγράψεται.
Ὅσοις μὲν ἔφθασε τὸ ἠθροισμένον πλῆθος, ἤ τι χολῶδες ὑπάρχον, ὅλως εὐδιάφθαρτον, εἰς σηπεδόνα πυρετώδη μεταβαλεῖν, ἐπύρεξαν οὗτοι παραχρῆμα. τινὲς δ’ ὀρθοστάδην ἢ οὐ πρότερον εἰς τοὺς πυρετοὺς ἠνέχθησαν.
13. Ἐν οἷσι δὲ ἐπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα μετὰ πόνου, φθινώδεες μὲν, ἤδη δὲ φθινοπώρου καὶ ὑπὸ χειμῶνα.
Περὶ δὲ τοῦ δευτέρου φθινοπώρου δηλονότι λέγει καὶ τοῦ δευτέρου χειμῶνος, ἐπεὶ περί γε τοῦ προτέρου προείρηκεν οὕτως, κατὰ χειμῶνα μὲν ὑγιεινῶς ἔχον τὰ πλεῖστα. πρὸ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπιπόνως. εἶτα περὶ τῶν ἐν τῷ ἦρι γενομένων διελθὼν, ἐφεξῆς τοῦ θέρους ἐμνημόνευσε καὶ μετὰ τοῦτο τοῦ δευτέρου φθινοπώρου, περὶ οὗ κατὰ τὴν τελευτὴν τῆς ὅλης καταστάσεως εἰρήκει. ταχὺ περὶ ἀρκτοῦρον ἐν βορείοισι, πολλὰ πάνυ ὕδατα. φθινώδεας δὲ τίνας εἴρηκεν οὐ πάνυ σαφές ἐστιν, εἴωθε γὰρ τοὺς ὁπωσδήποτε ἰσχνουμένους τὸ σῶμα καὶ φθίνοντας οὕτως ὀνομάζειν, οὐ μόνον τοὺς διὰ τὴν τοῦ πνεύμονος ἕλκωσιν ὅλον τὸ σῶμα τηκομένους. εἰκὸς δὲ καὶ νῦν ἐπ’ αὐτοῦ λελέχθαι φθινώδεις τοὺς ὁπωσδήποτε τὸ σῶμα λεπτυνομένους, μηδενός γε προειρημένου περὶ τῶν κατὰ τὸν πνεύμονα νοσημάτων. οὔτε γὰρ αἵματος ἀναγωγὴν ἐξ αὐτῶν γεγονέναι προειπὼν οὔτε περιπνευμονίαν οὔτε ῥεῦμα κατασκῆψαι τῷ σπλάγχνῳ τούτῳ, πῶς ἂν εἰκότως δόξαις φθινώδεις λέγειν γεγονέναι τοὺς τότε κάμνοντας ἐπὶ τῇ
κακώσει τοῦ πνεύμονος; οὐ μὴν ἀδύνατόν γε, καθάπερ ἐπὶ γαστέρα καὶ νεφροὺς ἧκέ τι τῆς καθ’ ὅλον τὸ σῶμα περιουσίας, οὕτως καὶ τοῖς πνευματικοῖς κατασκῆψαι.
14. Πυρετοὶ ξυνεχέες.
Τὸ ὑπὸ χειμῶνα μεταξὺ λεγόμενον τῆς τε προγεγραμμένης λέξεως καὶ ταύτης οἱ μὲν ἐκείνῃ προσένειμαν, οἱ δὲ ταύτῃ. ἐμοὶ δὲ σύμπας ὁ λόγος φαίνεται τοιόσδε. καὶ κατὰ τὸ φθινόπωρον ἤδη τινὲς ἐγένοντο φθινώδεις, ὡσαύτως δὲ καὶ κατὰ τὸν χειμῶνα, καὶ μέντοι καὶ πυρετοὶ συνεχεῖς καὶ κατὰ τὸ φθινόπωρον ἐγένοντο καὶ κατὰ τὸν χειμῶνα. πρόδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος οὐκ ἔγραψε τὴν κατάστασιν ὡς φυλάξαντος τὴν οἰκείαν χειμῶνος κρᾶσιν. ἐμάθομεν οὖν ἐκ τοῦ δευτέρου λόγου νοσήματα γίνεσθαι κατ’ ἐνίας τῶν ὡρῶν οὐδὲν αὐτὰς πεπονθυίας, ἀλλὰ τὰ τῶν πρόσθεν ἁμαρτήματα διαδεξαμένας.
15. Καὶ τίσιν αὐτέων ὀλίγοισι καυσώδεες.
Οὐ κατὰ τὸν ἴδιον λόγον τῆς καταστάσεως οἱ καυσώδεις ἐγίνοντο πυρετοὶ, κατά τι δὲ συμβεβηκὸς, καθάπερ πρόσθεν εἴπομεν τὰ συμβεβηκότα. ἐπισχεθείσης γὰρ τῆς καθ’ ὅλον τὸ σῶμα διαπνοῆς τὰ περιττεύειν ἑκάστῃ τῶν φύσεων εἰθισμένα κωλυθέντα τῆς κενώσεως οἰκείας ἑαυτοῖς ἐγέννησαν νόσους, ὡς ὅσοι σφοδρῶς ἦσαν χολώδεις, τούτοις φύσει εἰθισμένως συνέβη τὸν καῦσον γενέσθαι, διὸ καὶ περὶ αὐτῶν ἐφεξῆς ἐρεῖ· οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισιν ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὐ γὰρ θερμὴ καὶ διακαὴς καὶ αὐχμηρὰ κατάστασις ἐγέννησεν αὐτούς. πολλοὶ γὰρ ἂν ἐγένοντο καὶ πολλοῖσι καὶ μετὰ πόνων ἰσχυρῶν.
16. Ἡμερινοὶ, νυκτερινοὶ, ἡμιτριταῖοι, τριταῖοι ἀκριβεῖς, τεταρταῖοι, πλάνητες ἕκαστοι δὲ τῶν ὑπογεγραμμένων
πυρετῶν πολλοῖσιν ἐγίνοντο· οἱ μὲν καῦσοι ἐλασχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν.
Διὰ τί πᾶν μὲν εἶδος ἐν τῇ προγεγραμμένῃ καταστάσει συνέβη γενέσθαι πρόσθεν εἴρηται. τὸ δ’ ἀκριβὲς μεταξὺ κείμενον, τοῦτο τριταίου καὶ τεταρταίου προσνέμειν ἑκατέροις χωρεῖ.
17. Οὔτε γὰρ ᾑμοῤῥάγησεν, εἰ μὴ πάνυ τι σμικρὰ καὶ ὀλίγοισιν, οὔθ’ οἱ παράληροι, τά τ’ ἄλλα πάντα εὐφόρως.
Ἴδιον Ἱπποκράτους ἐστὶ τὸ διδάσκειν ἐν παρέργῳ θεωρήματα χρήσιμα. τὰ γὰρ τῶν οἰκεῖα νοσημάτων συμπτώματα μὴ γενόμενα τότε κατὰ τοῦτον εἴωθε τὸν τρόπον ἑρμηνεύειν, ἐκ τοῦ μὴ γενέσθαι τότε, γενέσθαι πολλάκις
αὐτὰ διδάσκων. ἐν μὲν οὖν τοῖς γνησίοις, ὡς ἂν εἴπῃ τις, καύσοις διὰ τὸ πλῆθος τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων τῶν χυμῶν αἱμοῤῥαγίαι τε καὶ παράληροι γίνονται. νυνὶ δὲ, οὐ καὶ ἦν γνήσιος ὁ καῦσος, εἰκότως οὐδὲ τὰ συμπτώματα ἔσχε τὰ καύσων ἴδια.
18. Ἐκρίνετο δὲ τουτέοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι ξὺν τῇσι διαλειπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν.
Καὶ τοῦτο τῶν τότε γινομένων καύσων ἴδιον, οὐ κοινὸν πρὸς τοὺς ἄλλους οὓς γνησίους ὠνόμασεν. ἐκεῖνοι γὰρ ὥσπερ σφοδροὶ τοῖς πυρετοῖς, οὕτω καὶ τῇ δίψῃ καὶ τῇ ἀγρυπνίᾳ καὶ τῇ δυσφορίᾳ καί που καὶ τῇ παραφορᾷ τῆς διανοίας ἐνοχλοῦσι. διὰ δὲ τὴν τοιαύτην ὀξύτητα καὶ τὴν κρίσιν ἔχουσιν ἐν τάχει γινομένην. ἐν δὲ τῷ νῦν ἐπιδημήσαντι καύσῳ, καθάπερ τὸ ὀξύτητος ἦν μέτριον καὶ τῶν ἐπιπόνων συμπτωμάτων οὐδὲν, οὕτως οὐδ’ ἡ
κρίσις ἐγίνετο βέβαιος, ἀλλ’ οἷον ἡμίῤῥοπός τις, ὡς ἐξ ὑποστροφῆς αὖθις κρίνεσθαι τὸ δεύτερον. ἐν γὰρ τῷ φάναι, σὺν τῇσι διαλειπούσῃσι τὸ προκεκρίσθαι μὲν ἐνδεῶς, ἐξ ὑποστροφῆς δὲ κριθῆναι τὸ δεύτερον ἐνεδείξατο.
19. Οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τότε ἐν καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα.
Οὐδεὶς μὲν ἀπέθανε ἐν τῷ τότε καύσῳ ὅτι μέτριος ἐγένετο. καὶ λέλεκται πρόσθεν ἡ αἰτία τούτου. τὰ φρενιτικὰ δ’ οὐκ ἐγένετο, διότι μὴ ἐπληροῦτο τούτοις ἡ κεφαλὴ τῆς καταστάσεως ὅλης ψυχρᾶς οὔσης. ἐδείχθη δ’ ὅτι φρενίτιδες ὑπὸ θερμαινομένων τῶν κατὰ τὸν ἐγκέφαλον χωρίων γίνονται.
20. Οἱ δὲ τριταῖοι πλείους μὲν καύσων καὶ ἐπιπονώτεροι.
εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψεως τέσσαρας περιόδους. ἐν ἑπτὰ δὲ τελέως ἐκρίνοντο, οὐδ’ ὑπέστρεψαν οὐδενὶ τούτων.
Ἕν τε τοῖς περὶ διαφορᾶς πυρετῶν ὑπομνήμασι κὰν τοῖς περὶ κρίσεων ἐπιδέδεικται τά τ’ ἄλλα καὶ ὅτι διὰ πλεονεξίαν χολῆς ξανθῆς οἵ τε καῦσοι καὶ οἱ τριταῖοι γίνονται καὶ τοῦτο ἔχοντες κοινὸν διαφέρουσι τοῖς τόποις ἐν οἷς ὁ πλεονάζων ἀθροίζεται χυμός. ἐν μὲν γὰρ τοῖς καύσοις κατὰ τὰς φλέβας πλεονάζει καὶ μάλιστα τὰς καθ’ ἧπαρ καὶ γαστέρα. τριταῖοι δὲ πυρετοὶ γίνονται κατὰ τὰς ἐν ὅλῳ τῷ σώματι σάρκας ἐπικρατούσης τῆς ξανθῆς χολῆς. ἐπισχεθείσης οὖν τῆς διαπνοῆς τοῖς φύσει χολώδεσιν, ὅσον ἐν τῷ σαρκώδει γένει τῆς χολῆς ἀθροιζόμενον ἐκενοῦτο πρότερον, οὐ κενωθὲν ἐν τῇ νῦν καταστάσει, τοὺς τριταίους ἐγέννησε πλείους τῶν καύσων. ἐκεῖνοι γὰρ οὐ πάνυ τι τὴν γένεσιν ἐξ ἐπισχέσεως ἔχουσι χολωδῶν περιττωμάτων, ἀλλὰ
τῆς ἐν τοῖς ἀγγείοις τε καὶ σπλάγχνοις θερμασίας ἀπεκταθείσης, ἐκφλογωθείσης τῆς καταστάσεως τῆς θερμῆς ἰσχυρῶς, ὡς γίνεται τοῖς γυμνασαμένοις ἐπὶ πλέον ἢ φροντίσασιν ἰσχυρῶς ἢ διατρίψασιν ἐπὶ πλέον ἐν ἡλίῳ ἢ ἐδέσμασι καυσώδεσι χρησαμένοις δαψιλῶς ἢ καὶ τὰ πλεῖστα τούτων ἢ καὶ τὰ πάντα πράξασί τε καὶ παθοῦσιν. ἀλλ’ οὐχ ἡ νῦν κατάστασις ἰσχυρῶς θερμὴ, διόπερ οὐδ’ οἱ καῦσοι πολλοῖς ἐγίγνοντο, μᾶλλον δὲ τοῖς λίαν χολώδεσι, καὶ τούτοις μετριώτατοι. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως μᾶλλον οἱ τριταῖοι συνέβησαν ἐκ τοῦ τὰς εἰθισμένας ἀποῤῥοίας τῶν χολωδῶν περιττωμάτων ἐπισχεθῆναι. κατὰ λόγον οὖν τούτοις ἐπιπονώτεροί τε τῶν καύσων ἐγίνοντο, διότι καὶ γνησιώτεροι καὶ τὰς κρίσεις οἰκείας ἔσχον.
21. Οἱ δὲ τεταρταῖοι πολλοῖσι μὲν ἐξ ἀρχῆς ἐν τάξει τεταρταίου ἤρξαντο. ἔστι δ’ οἷσιν οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν καὶ νοσημάτων ἀποστάσιες ἐς τεταρταίους ἐγίνοντο.
μακρὰ δὲ, ὡς εἴθισται, τουτέοισι καὶ ἔτι μακρότερα ξυνέπιπτον.
Οὐδ’ οὗτοι διὰ τὴν κατάστασιν ἐγένοντο πρώτως, ἀλλ’ ἐκ τοῦ μὴ κενοῦσθαι ταῖς μελαγχολικαῖς φύσεσι τὴν περιουσίαν τῆς μελαίνης χολῆς ἁλῶναι τοῖς τοιούτοις νοσήμασι συνέβη. χρονίσαι δ’ αὐτοὺς ἐγένετο τῆς καταστάσεως οὔσης ὑγρᾶς καὶ ψυχρᾶς, ἐν ᾖ πάντα τὰ αἴτια μέχρι πλείστου κατὰ τὸ σῶμα μένει, μήτε πεττόμενα μήτε διαπνεόμενα. μέμνητο δὲ πάλιν ἐνταῦθα τῆς περὶ τοὔνομα χρήσεως, τοῦ Ἱπποκράτους εἰπόντος ἀποστάσεις ἐς τεταρταίους γεγονέναι. φαίνεται οὐ μόνον κατ’ ἔκρουν ἀποστάσεις τινὰς ὀνομάζων, ἀλλὰ καὶ κατὰ μετάστασιν ἐξ ἑτέρου νοσήματος εἰς ἕτερον.
22. Ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ καὶ πλάνητες πολλοὶ πολλοῖσι
καὶ πολὺν χρόνον παρέμενον, ὀρθοστάδην τε καὶ κατακειμένοισιν.
Οὐ μόνον οὗτοι τῷ λόγῳ τοῦ πλήθους, ἀλλὰ καὶ τῇ τῆς καταστάσεως κράσει τὴν γένεσιν ἔχοντες εἰκότως ἐγένοντο πολλοί τε καὶ πολλοῖσιν. ἡ γὰρ ὑγρά τε καὶ ψυχρὰ κατάστασις, ὥσπερ ὁ χειμὼν, φλεγματώδη γεννᾷ χυμὸν, ἐφ’ ᾧ τοὺς ἀμφημερινοὺς ἐδείξαμεν γίνεσθαι πυρετούς. οἱ πλάνητες δὲ ποικιλωτέρων χυμῶν ἐδείχθησαν ἔκγονοι. θαυμαστὸν δ’ οὐδὲν, εἰ πολλῷ χρόνῳ περιέμενον οἱ τοιοῦτοι πυρετοὶ, τῆς καταστάσεως ὑγρᾶς καὶ ψυχρᾶς ὑπαρχούσης καὶ διὰ τοῦτο μήτε πέπτεσθαι τοὺς χυμοὺς ἐπιτρεπούσης, ἢ ἄλλως χρονίοις τε καὶ δυσπέπτοις διὰ τὴν ψύξιν.
23. Τοῖσι πλείστοισι τουτέων ὑπὸ πληϊάδα καὶ μέχρι χειμῶνος οἱ πυρετοὶ παρείποντο.
Πρόδηλον δ’ ὅτι τῆς πλειάδος οὐ τῆς ἐν τῇ νῦν καταστάσει οὔσης ἐμνημόνευσεν, ἀλλὰ τῆς μετὰ τὴν ἄλλην κατάστασιν ἐν τῷ δευτέρῳ ἔτει, καθότι καὶ πρόσθεν ἐλέγομεν ἐπὶ τέλει γὰρ ἐκείνης τῆς καταστάσεως ἔγραψε· ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορέοισι πολλὰ πάνυ ὕδατα καὶ μετὰ τοῦτο δ’ εἶπεν, ὡς ἐπὶ τὸ κατὰ φύσιν ἤδη τῆς τῶν ὡρῶν τάξεως ἀφιγμένης καὶ τοῦ λοιποῦ παντὸς τοῦ μετὰ τὴν ἀρκτοῦρον, ὥσπερ γε καὶ τοῦ μετὰ τὸν χειμῶνα. εἰκότως οὖν ὅσα τῆς πρώτης καταστάσεως ἦν λείψανα, κατὰ τὸ φθινόπωρον ἐπέφθη καὶ τοῦ χειμῶνος οὐδεμίαν οὐκέτι νόσον ἐπιδεόμενοι οἱ Θάσιοι.
24. Πολλοῖσι δὲ σπασμοὶ, μᾶλλον δὲ παιδίοισιν ἐξ ἀρχῆς καὶ ἐπύρεσσον καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοὶ, χρόνια μὲν τοῖσι πλείστοισι τουτέων, ἀβλαβέα δὲ, εἰ μὴ ἐπὶ τοῖσι καὶ ἐκ τῶν ἄλλων πάντων ὀλεθρίως ἔχουσιν.
Οἱ σπασμοὶ ἐγίνοντο τῆς καταστάσεως ὑγρᾶς καὶ
ψυχρᾶς γενομένης. ἐπιτηδειότατα δὲ τὰ παιδία σπασμοῖς ἁλίσκεσθαι διὰ τὴν ἀσθένειαν τοῦ νευρώδους γένους. διὰ τοῦτο γὰρ καὶ ῥαδίως ἐπὶ σμικραῖς προφάσεσι γίνεται τὸ πάθος αὐτοῖς καὶ ἧσσον κινδυνῶδές ἐστι. φησὶ δὲ τοὺς σπασμοὺς ἐνίοις μὲν ἐξ ἀρχῆς εὐθὺς γίνεσθαι, τισὶ δὲ πυρετοῦ προγενομένου, παρὰ τὴν ἐπιτηδειότητα δηλονότι τὴν πρὸς ἑκάτερον ὑπάρχουσαν τοῖς ἁλισκομένοις τοῖς σπασμοῖς καὶ τῷ πυρετῷ. πρὸς ὃ γὰρ ἐπιτηδειότερον εἶπεν ἕκαστος, ἐκεῖνο πρότερον ἐγίγνετο, μετ’ αὐτὸ δὲ ἠκολούθει τὸ δεύτερον. ἐχρόνιζον δ’ εἰκότως οἱ σπασμοὶ τοῦ δευτέρου φθινοπώρου πάλιν, περὶ οὗ κατὰ τὸ τέλος ἔγραψε τῆς ὅλης καταστάσεως, ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου γενομένου.
25. Οἱ δὲ δὴ ξυνεχέες μὲν τὸ ὅλον καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν μὲν ὑποκουφίζοντες καὶ μίαν ἐπιπαροξυνόμενοι, πάντων βιαιότατοι
τῶν τότε γενομένων καὶ μακρότατοι καὶ μετὰ πόνων μεγίστων γενομένοι, πρῃέως ἀρχόμενοι καὶ τὸ ὅλον ἐπιδιδόντες ἀεὶ καὶ παροξυνόμενοι ἐν κρισίμοισι καὶ ἀνάγοντες ἐπὶ τὸ κάκιον, σμικρὰ διακουφίζοντες καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσεως βιαιοτέρως παροξυνόμενοι, ἐν κρισίμοισιν ὡς ἐπὶ τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶσιν ἀτάκτως καὶ πεπλανημένως ἐγίνοντο. ἐλάχιστα δὲ καὶ ἥκιστα τουτέοισιν, ἀλλ’ ἐπὶ τῶν ἄλλων πυρετῶν μείζω.
Εἰ μὴ προσέγραψεν αὐτὸς ὅπως οἱ τότε γενόμενοι τεταγμένους πυρετοὶ τοὺς παροξυσμοὺς ἐποιοῦντο, μεγάλην ἂν ἡμῖν ἀπορίαν ὑπέλιπεν ζητοῦσιν εὑρεῖν τίνας ὀνομάζει τριταιοφυεῖς. ἐπεὶ δ’ αὐτὸς εἶπε, τὸν τρόπον τῶν τριταιοφυέων, οὐκέτι περὶ πράγματός ἐστιν ἡ ζήτησις, ἀλλ’ ὥσπερ σημαινομένου τοῦ τριταιοφυοῦς ὀνόματος. ἐπισυνάπτεται δὲ τούτῳ καὶ τὸ περὶ τοῦ τριταίου τε καὶ ἡμιτριταίου
τούτου δὲ κατειληφότος τὸ σῶμα συμβαίνει διαφθείρεσθαί τε καὶ σήπεσθαι τοῖς ψυχροτέροις, εἶθ’ οὕτως ἀνάπτεσθαι πάλιν ἐκ τῆς γινομένης ἐπισχέσεως, ὅπερ ἐστὶν οἷον ἀναπαύσεως καὶ μειώσεως τοῦ πυρετοῦ. χείρων δὲ τοῦ πρόσθεν ὁ τοιοῦτος γίνεται πυρετὸς, ὡς ἂν προκεκμηκυῖαν ἤδη τὴν δύναμιν ἐκ τῶν ὀχληρῶν εὑρών. εὔδηλον γὰρ ὅτι κᾂν ἴσος ᾖ τῷ μεγέθει, πολὺ γοῦν μειζόνως ἂν ὀχλεῖ τὰς μὲν ἰσχυροτέρας δυνάμεις, μᾶλλον δὲ τῶν τὰς ἀσθενεστέρας.
26. Ἱδρῶτες πολλοί.
Δηλονότι τοῖς ἄλλοις πυρετοῖς ἐφάνησαν ἱδρῶτες πολλοὶ, δυνατὸν δὲ καὶ τοῖς ἄνευ πυρετοῦ πάθεσιν, οἷον τοῖς σπασμοῖς ἱδρῶτας ἐπιφανῆναι πολλοὺς ἐκ τῆς ἠθροισμένης ἐν τῷ σώματι πολλῆς ὑγρότητος ψυχρᾶς διὰ τὴν κατάστασιν, ὑπὸ δὲ τῆς τοῦ σπασμοῦ βίας ἐκκρινομένης· ἀλλὰ καὶ
οἷς γέ τισιν ἔφη γενέσθαι, τούτοις οὖν αὐτοῖς καὶ εἰκός ἐστιν, ἱδρῶτες πολλοί.
27. Τουτέοισιν ἐλάχιστα κουφίζοντες οὐδὲν, ἀλλ’ ὑπεναντίως βλάβας φέροντες.
Τούτοις φησὶ τοῖς πυρετοῖς, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, τοῖς τριταιοφυέσιν ἱδρῶτες συνήδρευον οὐδὲν ὠφελοῦντες. ἡ δ’ αἰτία πρόδηλος, ἀποδεδωκότων ἡμῶν ἀπέπτοις νοσήμασιν, οὔτ’ ὠφελεῖν τοὺς ἱδρῶτας οὔτ’ ἀγαθὸν εἶναι σημεῖον ἢ γὰρ πλεονεξίαν ὑγρῶν· ἢ ἀῤῥωστίαν δυνάμεως ἐνδείκνυται.
28. Ψύξις πολλὴ τουτέοισι τῶν ἀκρέων, καὶ μόλις ἀναθερμαινόμενα.
Καὶ διὰ φλεγμονὴν μὲν ἀξιόλογον σπλάγχνων ἐν τοῖς παροξυσμοῖς δυσεκθέρμαντα γίνονται τὰ ἄκρα καὶ διὰ πλῆθος δὲ ψυχρῶν χυμῶν, ὡς ἀπεδείξαμεν ὑπὲρ ἀμφοτέρων ἐν ταῖς προειρημέναις πραγματείαις.
29. Οὐδὲ ἄγρυπνοι τὸ σύνολον, μάλιστα δ’ οὗτοι καὶ πάλιν κωματώδεες.
Καὶ πάλιν ἀγρύπνους μὲν αὐτούς φησι γεγονέναι μᾶλλον ἐν μέρει, οὐ μὴν τὸ σύνολόν γε ἐπὶ τούτοις, οὐδ’ ἐναντίωσις σφοδρά. φησὶ γὰρ αὐτοῖς ἐν μέρει καὶ τὸ κωματῶδες σύμπτωμα γεγονέναι. τοῦτο δ’ ἐστὶν ὅταν καταφέρωνται, μὴ δυνάμενοι τὰ τῶν ἐγρηγορότων πράττειν, ὡς ἀπεδείξαμεν.
30. Κοιλίαι δὲ πᾶσι ταραχώδεες καὶ κακαὶ, πολὺ δὲ τουτέοισι κάκισται.
Τῆς περιουσίας τῶν χυμῶν εἰς τὴν γαστέρα ῥεούσης, ὡς ἔμπροσθεν εἶπον, εἰκὸς ἦν ταραχώδεις γίνεσθαι αὐτάς. τούτοις οὖν τοῖς τριταιοφυέσιν, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὡς ἂν κακοηθεστέροις τῶν ἄλλων νοσημάτων, ἀναγκαῖον ἦν καὶ κατὰ τὴν γαστέρα χείρους γίνεσθαι.
31. Οὖρα δὲ τοῖσι πλείστοισι τουτέων ἢ λεπτὰ καὶ ὠμὰ καὶ ἄχροα καὶ κατὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως, ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲ καθιστάμενα, οὐδὲ ὑφιστάμενα, οὐδὲ πεπαινόμενα, ἢ σμικρὰ καὶ ὠμὰ καὶ κακὰ, τὰ δὲ ὑφιστάμενα καὶ κάκιστα ταῦτα πάντα.
Ταῦτα πάντα τὰ καθόλου διὰ τοῦ προγνωστικοῦ γράμματος ἐδίδαξε, ταῦτα καὶ νῦν ὡς ἐπὶ παραδειγμάτων διὰ τῶν κατὰ μέρος πιστοῦται· προεξηγησάμενοι δὲ κατὰ τὸ προγνωστικὸν οὐδὲν ἔτι δεόμεθα περὶ τῆς συμφωνίας
τούτων πρὸς ἐκεῖνα λέγειν, ἐναργῶς φαινομένης, ἐδείχθη γὰρ ἡμῖν ἐν ἐκείνοις ὠμῶν καὶ ἀπέπτων χυμῶν σημεῖα τὰ τοιαῦτα.
32. Βῆχες μὲν παρείποντο τοῖς πυρετοῖσι, γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ’ ὠφελείην γινομένην διὰ βηχὸς τότε.
Τῆς πλεονεξίας τῶν χυμῶν ἐκκαθαιρομένης εἰώθασιν αἱ βῆχες ἐπιφέρειν.
33. Χρόνια μὲν οὖν καὶ δυσχερέα καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως καὶ ἀκρίτως τὰ πλεῖστα τουτέων διετέλει γινόμενα καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή. εἰ γάρ τινες αὐτέων διαλείποιεν μικρὰ, ταχὺ πάλιν ὑπέστρεφον. ἔστι δ’ οἷσιν ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γίγνοιτο περὶ ὀγδοηκοστὴν ἐοῦσι καὶ τούτων
ἐνίοις ὑπέστρεψαν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτέων ἔτι νοσεῖν, τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπον.
Εὔδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος μέμνηται νῦν οὗτος, οὐ τοῦ προτέρου, κατὰ τὴν προτέραν αὐτῷ λελεγμένου τῆς ὅλης καταστάσεως. ἅπαντα γὰρ ταῦτα τὰ νοσήματα περὶ ὧν ὁ λόγος αὐτῷ νῦν ἐστὶν, ἤκμασε μάλιστα καὶ κατὰ τὸ δεύτερον φθινόπωρον, εἶτα τινὰ μὲν αὐτῶν ἐπαύσατο χειμῶνος ἀρχομένου, τινὰ δὲ μέχρι πλείονος ἐπετάθη. τὸ δ’ ἄτακτον αὐτῶν καὶ ὑποστροφῶδες ἐπὶ τῇ ψυχρότητι δηλονότι καὶ τῷ πλήθει τῶν ἐργαζομένων τὰ νοσήματα χυμῶν εἰκότως ἀπήντησε, διὸ καὶ συμπεσεῖν ὁμοίως αὐτὰ τοῖς περιγενομένοις.
34. Ὁμοίως δὲ ταῦτα ξυνέπιπτε τοῖσι περιγενομένοισι καὶ τοῖσι οὔ. πολλῆς δέ τινος γενομένης ἀκρισίης καὶ ποικίλης
ἐπὶ τῶν νοσημάτων καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου, τοῖσι πλείστοισιν ἀποσίτους εἶναι πάντων γευμάτων, μάλιστα δὲ τουτέων οἷσι καὶ τὰ ἄλλα ὀλεθρίως ἔχοι. διψώδεες δὲ οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τούτοισιν.
Ὅτι τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθὸν μέγιστον ἑτέρωθι πρὸς αὐτοῦ λέλεκται καὶ καθόλου καὶ νῦν καὶ διά τινος τοῦ κατὰ μέρος παραδείγματος ἐπιστώθη. τὸ δὲ μὴ λίαν αὐτοὺς διψώδεις εἶναι τῇ ποιότητι τῶν πλεοναζόντων χυμῶν εἰκότως ἠκολούθησε.
35. Γιγνομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆς συντήξεως, ἐπὶ τουτέων ἀποστάσιες ἐγίγνοντο ἢ μείζους ὥστε ὑποφέρειν μὴ δύνασθαι ἢ μείους ὥστε μηδὲν ὠφελέειν,
ἀλλὰ ταχὺ παλινδρομέειν καὶ ξυνεπείγειν ἐπὶ τὸ κάκιον.
Ὅταν τὸ πλῆθος ᾖ πολὺ χυμῶν ἀπέπτων, αἱ ἀποστάσεις γίνονται· εἰ μὲν σμικραὶ εἶεν αἱ ἀποστάσεις, οὐδὲν ὠφελοῦσιν, εἰ δὲ μεγάλαι, φέρειν αὐτὰς ἡ δύναμις οὐ δύναται. ὅτι δὲ καὶ νῦν τὰς κατ’ ἔκρουν κενώσεις ἀποστάσεις ὀνομάζει διὰ τῆς ἐπιφερομένης ῥήσεως σαφῶς ἐδήλωσε.
36. Ἦν δὲ τουτέοισι τὰ γενόμενα δυσεντεριώδεα καὶ τεινεσμοὶ καὶ λειεντερίαι καὶ ῥοώδεες, ἔστι δ’ οἷσι καὶ ὕδρωπες, μετὰ τούτων καὶ ἄνευ τούτων ἆσαι.
Ἃς διὰ τῆς προγεγραμμένης ῥήσεως ἐν τῷ καθόλου γεγονέναι φησὶν ἀποστάσεις, ταύτας νῦν διεξέρχεται κατὰ μέρος. προείρηται δ’ ἡμῖν ἐν τοῖς πρόσθεν εἰκότως γενέσθαι τὰ τοιαῦτα νοσήματα τῶν περιττωμάτων εἰς τὴν
γαστέρα συῤῥεόντων, τὰς μὲν δυσεντερίας δηλονότι μετὰ τῶν αἱματωδῶν διαχωρημάτων καθ’ ὁντιναοῦν τρόπον γενομένας, τοὺς δὲ τεινεσμοὺς τάσεις ὄντας σφοδρὰς ἐπὶ τῆς κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεως, τὰς δὲ λειεντερίας ταχείας διεξόδους ἀμεταβλήτων σιτίων οὔσας. ῥοώδεις δὲ λέγει τοὺς χωρὶς τούτων τῶν εἰρημένων παθημάτων διαχωροῦντας, ἀεί τε καὶ συνεχῶς ὑγρὰ διαχωρήματα. τοὺς δὲ καὶ εἰς ὑδέρους ὀξεῖς φησι κατασκῆψαι διὰ τὴν πλεονεξίαν τῶν ψυχρῶν καὶ ὑγρῶν χυμῶν, ἐνίοις μὲν μετὰ τῶν προειρημένων συμπτωμάτων, ἐνίοις δὲ ἄνευ τούτων.
37. Ὅτι δὲ παραγένοιτο τούτων βιαίως, ταχὺ ξυνῄρει ἢ πάλιν, ἐπὶ τὸ μηδὲν ὠφελέειν.
Τὰ διὰ δυσπεψίαν καὶ πλῆθος τῶν ὠμῶν χυμῶν γινόμενα νοσήματα πρὸς τῶν ἐκκρίσεων οὐδὲν ὠφελεῖται. ἔφη
γὰρ τὰς μὲν πολλὰς βιαίους ταχὺ καθαιρεῖν τὴν δύναμιν, τὰς δὲ μὴ τοιαύτας οὐδὲν ὀνινάναι. οὐσῶν δὲ καὶ τούτων διττῶν, οὐδὲν ὠφελήσουσιν αἱ χωρὶς τοῦ πεφθῆναι, ἅτε καὶ τούτων ἔτι πολλῶν οὐδὲν ὠφελήσει τι χωρὶς τοῦ πεφθῆναι.
38. Ἐξανθήματα μικρὰ καὶ οὐκ ἀξίως τῆς ἐκκρίσεως τῶν νοσημάτων καὶ ταχὺ πάλιν ἀφανιζόμενα ἢ παρὰ τὰ ὦτα οἰδήματα μὴ λυόμενα καὶ οὐδὲν ἀποσημαίνοντα.
Κεφάλαιον ἁπάντων τῶν γενομένων παθημάτων ἢ τῶν χυμῶν ἦν ἀπεψία. εἰ δὲ καί που βιασαμένη τινὰς αὐτῶν ἡ φύσις ἐκκρίνειν ἐπεχείρησεν, οὐδὲν ἤνυσεν, ἀλλ’ ἡττηθεῖσα πρὸς αὐτῶν ἢ ἐπέτρεψεν αὐτίκα παλινδρομῆσαι πρὸς τὸ βάθος, ἢ δι’ ὀλιγότητα τῶν γενομένων ἐκκρίσεων εἰς ἀπόστασιν ὥρμησε.
39. Ἔστι δ’ οἶσιν ἐς ἄρθρα μάλιστα δὲ κατὰ τὸ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολιπόντα καὶ ταχὺ πάλιν ἐπικρατευόμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἔξιν.
Ὅτι μὲν οὖν ἡ κατ’ ἀπόθεσιν ἀπόστασις ἐν τοῖς χρονίοις μάλιστα νοσήμασι γίγνεται καὶ ὅτι μάλιστα παρ’ αὐτοῦ μεμαθηκότες ἐκ τοῦ καθόλου καὶ νῦν ἐκ τοῦ κατὰ μέρος τούτου μαρτυρούμενον ἕξομεν. διὰ δὲ πολλὴν εἷναι τὴν περιουσίαν τῶν ὠμῶν καὶ ψυχρῶν χυμῶν καὶ ἀπέπτων εἰς τὸ μέγιστον τῶν ἄρθρων πολλοῖς ἀπέσκηψεν, ἀλλ’ οὐκ ἐκκρίνοντο, διὰ τὸ δύσπεπτον τῶν χυμῶν. εἰ δέ τινι τοῦτο ἔδοξε λωφῆσαι, ταχὺ πάλιν ὑπέστρεφε, τοῦτο γάρ ἐστι τὸ δηλούμενον, ἀπολιπόντα τὰ οἰδήματα, τῆς ἄνω φορᾶς γεγονυίας, ὑποστρέφοντα δὲ πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν ἀνέσκηψε. καὶ γὰρ καὶ τοῦτο δηλοῦται πρὸς αὐτοῦ διὰ τοῦ
φάναι καὶ ταχὺ πάλιν ἐπικρατούμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν.
40. Ἔθνησκον δὲ ἐκ πάντων μὲν, πλεῖστοι δὲ ἐκ τουτέων, παιδία, ὅσα ἀπὸ γάλακτος ἤδη καὶ πρεσβύτερα, ὀκταέτεα καὶ δεκαέτεα καὶ ὅσα πρὸ ἥβης ἦσαν. ἐγίνετο δὲ τούτοισι ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμμένων. τὰ δὲ πρῶτα πολλοῖσιν ἄνευ τουτέων.
Τῆς καταστάσεως ἐπικρατοῦν ἐσχηκυίας μάλιστα τὸ ὑγρὸν, ἐπὶ πλεῖστον γὰρ τοῦτο τοῦ κατὰ φύσιν ἐξετράπετο τῆς καθ’ ὑγρότητα καὶ ψυχρότητα μοχθηρίας, ἐπ’ ὀλίγον ὄντες ψυχροὶ καὶ ξηροί. δέδεικται γὰρ ἡμῖν ἑτοιμότερον πάσχειν τὰ σώματα πρὸς ἐκείνων τῶν αἰτίων, ὅσα συγγενῆ ταῖς δυσκρασίαις αὐτῶν ἐστίν.
41. Ἓν μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐῤῥύσατο τῶν ὄντων ἐπὶ τοῖς μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο καὶ ἀποστάσιες ἐγίνοντο. ξυνέπιπτε δὲ καὶ ἐν τοῖσι πλείστοισι τὸ στραγγουριῶδες τῇσι ἡλικίῃσιν ταύτῃσι γίνεσθαι μάλιστα. ἐγίνετο δὲ καὶ τῶν ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νοσημάτων, ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τούτοισι πάντων ἐγίνετο· κοιλίαι τε γὰρ εἰ καὶ τύχοιεν ἐφυγραινόμεναι, κακοήθεα τρόπον ταχὺ ξυνίσταντο, γεύμασί τε πᾶσιν ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρῃέες μετὰ ταῦτα. χρόνια δὲ τουτέοισι τὰ περὶ τὴν στραγγουρίαν καὶ ἐπίπονα ἦν.
Εἰρήκει καὶ πρόσθεν στραγγουριώδη καὶ ἀνεφριτικὰ τούτοις γενέσθαι συμπτώματα καίπερ ἔχοντά τινα κοινωνίαν, ἀλλ’ ἄλλα ἀντ’ ἄλλων. καὶ ἡμεῖς ἔφαμεν ἐκκαθαιρομένου
τοῦ σώματος ὅλου τὰ περιττώματα διὰ τῶν νεφρῶν τὴν στραγγουρίαν αὐτοῖς γίγνεσθαι μὲν καὶ ἄλλως, μάλιστα δὲ διὰ δριμύτητα τῶν συῤῥεόντων οὔρων, ἐφ’ ᾗ καὶ νῦν αἰτία συνέστη. μεμνῆσθαι δὲ χρὴ πάλιν ὅτι καὶ νῦν ἀποστάσεις ἐπὶ στραγγουρίαν ἔφη γεγονέναι καίτοι κατ’ ἔκρουν, οὐ κατ’ ἀπόθεσιν τῶν λυπούντων χυμῶν ἀποχωρησάντων ὅλου τοῦ σώματος. ὥσπερ γὰρ διὰ γαστρὸς πολλάκις ἐκκαθαίρεται τὸ σύμπαν σῶμα, οὕτω καὶ διὰ νεφρῶν καὶ κύστεως. χρόνια τούτοισι τὰ κατὰ τὴν στραγγουρίαν καὶ ἐπιπόνως ἐκκαθαίροντες ὅλον τὸ σῶμα διὰ τῆς στραγγουρίας. ταῦτα δ’ ἀναγκαῖον ἦν πάσχειν τὰ μόρια, δι’ ὧν ἡ ἔκκρισις ἐγίγνετο τῶν δριμέων οὔρων, δηλονότι δακνόμενα καὶ τῷ συνεχεῖ τῆς ἀποκρίσεως ἐνοχλούμενα, διόπερ καὶ ἐπιπόνως εἶχον ἐν αὐτῇ τῇ διόδῳ τῶν οὔρων. χρόνῳ δ’ αὐτοῖς πλείονι τὰ τοιαῦτα συμπτώματα ἐγίνετο, διὰ τὸ πλῆθος τῶν ἐκκαθαιρομένων περιττωμάτων.
42. Οὖρα δὲ τουτέοισιν εἴη πολλὰ, παχέα, ποικίλα καὶ ἐρυθρὰ, μιξόπυα μετ’ ὀδύνης.
Ταῦτα πάντα τοῦ παντὸς σώματος ἀποτιθεμένου τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐγίνετο, διὸ καὶ πάντες ἐσώθησαν. ποικίλης δ’ οὔσης αὐτῆς, ὡς ἔμπροσθεν ἔφαμεν, ἄλλο γὰρ ἄλλῳ τὸ πλεονάζον ἦν, εἰκότως κἀν τοῖς οὔροις γενέσθαι ποικιλίαν, οὐχ ἅπασιν ὁμοίων γιγνομένων αὐτῶν, ἀλλὰ τοῖς μὲν τοίως, τοῖς δὲ τοίως.
43. Περιεγένοντο δὲ πάντες οὗτοι καὶ οὐδένα τούτων οἶδα ἀποθανόντα. ὅσα δ’ ἀκινδύνως.
Διὰ τί μὲν περιεγένοντο προείρηται, ἐξηνέχθησαν δὲ διὰ τῶν οὔρων. τὸ δ’ ὅσα ἀκινδύνως ἔστιν ἔνιοι τῆς ἐχομένης
λέξεως προτάττουσιν, ἔνθα καὶ τὴν ἐξήγησιν αὐτοῦ ποιησόμεθα μετὰ τὴν δευτέραν κατάστασιν.
44. Πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπέεσθαι.
Ἔνιοι δὲ τὸ πέρας τῆς προγεγραμμένης καταστάσεως ἀρχὴν ἐποιήσαντο τῆς νῦν προκειμένης ἐξηγήσεως, ὡς ἔχειν αὐτὴν οὕτως· ὅσα δ’ ἀκινδύνως πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπεῖσθαι, ἵνα ἡ διάνοια τοῦ λόγου τοιαύτη τις εἴη. ὅσα δ’ ἀκινδύνως προέρχεται πάθη, σκεπτέον ἐπ’ αὐτῶν ἐστὶ τοὺς πεπασμούς. ἐγχωρεῖ γε μὴν καὶ αὐτὴν καθ’ ἑαυτὴν ἀναγινώσκειν τὴν προκειμένην ῥῆσιν, ἵν’ ὁ λόγος ᾖ περὶ πάντων ἁπλῶς νοσημάτων αὐτῷ καθόλου λεγόμενος τῶν χωρὶς πεπασμοῦ. πέψις γάρ τίς ἐστι τῶν παρὰ φύσιν
ἤτοι τὰς κατ’ ἀπόθεσιν εἰς ἀκυρώτερα μέρη· δεύτερος γὰρ οὗτος σκοπὸς ἀποτυγχανομένου τοῦ κατ’ ἔκρουν. εἰ μὲν οὖν ἐπὶ γαστέρα ῥέποι τὰ περιττώματα, ταῦτα συνεργεῖν προσήκει, κλύσμασί τε χρώμενον ἐπισπᾶσθαι δυναμένοις ἐνταῦθα καὶ τοῖς κατὰ τὴν δίαιταν πᾶσαν εἰς τοῦτο συντελοῦσιν. εἰ δ’ ἐπὶ νεφροὺς, τοῖς οὐρητικοῖς, εἰ δὲ ἐπὶ κῶλον, ἐκεῖνο θερμαίνοντα διὰ τῶν δριμυτέρων φαρμάκων.
45. Πεπασμοὶ ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσι.
Ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην ἐνίους μὲν σκοπεῖσθαι τοὺς πεπασμοὺς ἀξιοῦν, ἐνίους δὲ καὶ ποιεῖσθαι καὶ γράφειν ἑκατέρους τὸ τέλος τῆς ῥήσεως διττῶς ἐξηγουμένους, τοὺς μὲν ἑτέρους σκοπεῖσθαι τοῖς ἰατροῖς, τοὺς δὲ ἑτέρους ποιεῖσθαι. χρησίμως δ’ ἔφην ἑκάτερον
ἀσκεῖσθαι τοῖς ἰατροῖς, ὥστε καὶ σκοπεῖσθαι γεγραμμένον, εἰ πάντως ἀκολουθεῖ αὐτῷ καὶ τὸ ποιεῖσθαι. μιμητὴν γὰρ ἅμα καὶ ὑπηρέτην ὁ Ἱπποκράτης ἀξιοῖ τὸν ἰατρὸν εἶναι τῆς φύσεως. ὅτι μέντοι βέλτιόν ἐστι γράφειν ἐπὶ τῆς προτέρας ῥήσεως τὸ σκοπεῖσθαι δῆλον ἐποίησε κατ’ αὐτὴν εἰπὼν τοὺς πεπασμοὺς σημαίνειν ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινήν. οὐδὲ γὰρ ἂν ἔφησε σημαίνουσιν, ἀλλὰ ποιέουσιν, εἰ συνεβούλευσε τοῖς ἰατροῖς αὐτοῦ ἐργάζεσθαι τοὺς πεπασμούς. ἀλλὰ τοῦτο μὲν ἐν οἷς θεραπεύει τὰ νοσήματα συμβουλεύει. νῦν δὲ κατὰ τὴν τῶν ἐπιδημιῶν πραγματείαν εἰς διαγνώσεις αὐτοὺς καὶ προγνώσεις ἐπανατείνει, συνεμφαινομένης μὲν ἐν τῇ καθόλου καὶ τῆς θεραπευτικῆς ὁδοῦ, μὴ μέντοι λεγομένης. ὅτι δὲ συνεμφαίνεται δῆλον. εἰ γὰρ ἀξιοῖ τὰ καλῶς ὑπὸ τῆς φύσεως γινόμενα μιμεῖσθαι τὸν ἰατρὸν, εἰ πεπασμοὶ δὲ ἔργον αὐτῆς ἐστὶν, εὔδηλον ὅτι καὶ τάχος κρίσεως καὶ ἀσφάλειαν καὶ ὑγείαν δηλώσουσι, καὶ ἡμεῖς δὲ συνεργοῦντες αὐτοῖς ἐργασόμεθα πεπασμούς.
46. Ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἢ ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς.
Ὥσπερ οἱ πεπασμοὶ γίνονται τῆς φύσεως κρατούσης τῶν νοσωδῶν αἰτίων, οὕτω καὶ μὴ κρατούσης τὰ ἐναντία. τῷ μὲν οὖν ἐπὶ τῶν πεπασμῶν εἰρημένῳ, ταχύτητα κρίσεως, ἐναντίον ἐστὶ τὸ χρονίζειν τὰ νοσήματα, τῷ δ’ ἐπ’ ἐκείνοις ἀσφάλειαν ἀντίκειται τό τε τῆς ἀκρισίας καὶ τὸ τοῦ θανάτου καὶ τὸ τῶν αὐτῶν ὑποστροφάς. τῷ δ’ ἐπ’ ἐκείνοις ὑγιεινὴν κοινῇ μὲν πάντα τὰ νῦν εἰρημένα καὶ κατὰ μέρος δὲ οἱ πόνοι. τὰ γὰρ ὑγιαίνοντα σώματα τὴν εἴτ’ ἀπονίαν εἴτ’ ἀνωδυνίαν εἴτ’ ἀοχλησίαν ἐθέλοις ὀνομάζειν, ἴδιον ἀχώριστον ἔχει. τὸ δὲ τῆς ἀκρισίας ὄνομα μέμνημαι δήπου λεγόμενον ὑπ’ αὐτοῦ διττῶς, ὡς ἤτοι μηδ’ ὅλως ἐσομένης κρίσεως ἢ μοχθηρῶς ἐσομένης, κατ’ ἄμφω τε ταῦτα τὰ σημαινόμενα ταῖς ἀπεψίαις τῶν νοσημάτων ἀκολουθοῦσιν αἱ
τὸ μὲν γὰρ ἴδιον ἑκάστης πραγματείας, χρὴ τελέως διεξέρχεσθαι, τὸ δὲ παραπίπτον, ἐπισημαίνεσθαι διὰ κεφαλαίων.
47. Ὅ τι δὲ τουτέων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων.
Ὧν ἀναμιμνήσκει τῆς προγνωστικῆς τέχνης καὶ ὧν ἐδίδαξεν ἐν τῷ προγνωστικῷ συγγράμματι. τῶν γὰρ προειρημένων ἕκαστον ἐκ τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων καὶ ἡμεῖς ἐξηγησάμεθα διὰ τῶν τριῶν ὑπομνημάτων. καὶ κατά γε τὸ τέλος δέδεικται τὰ τῶν ἐπιδημιῶν ἑπόμενα τῷ προγνωστικῷ. καὶ πρὸς τούτοις δὲ, τοῦ γραφῆναι τὰ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματα, διὰ τῶν περὶ κρίσεων, εἴρηντο προγνώσεις ὀλεθρίου καὶ ἐπιεικοῦς νοσήματος. αἵτινες δὲ προθεσμίαι τῶν κρίσεών εἰσιν ἐφ’ ἑκάστῳ καὶ τίνες μὲν ἀγαθαὶ κρίσεις, τίνες δὲ σφαλεραὶ, βίαιοί τε καὶ οὐ βίαιοι.
περί τε τῶν ἅλλων ἁπάντων καὶ ὅσης ταύτης ἔχεται τῆς θεωρίας.
48. Λέγειν τὰ προγινόμενα, γινώσκειν τὰ παρεόντα, προλέγειν τὰ ἐσόμενα.
Καὶ τῷ προγνωστικῷ συγγράμματι κατ’ ἀρχὰς εὐθὺς εἶπε, προγινώσκων γὰρ καὶ προλέγων, τά τε παρεόντα καὶ τὰ προγενόμενα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὡς περὶ τοὺς τρεῖς χρόνους καταγινομένης τῆς προγνώσεως. καὶ ὅπως χρὴ τοῦτο διαπράττεσθαι, διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων εἴρηται.
49. Μελετᾶν ταῦτα.
Ἐνταῦθα νῦν τὸ μελετᾶν ἀντὶ τοῦ ἀσκεῖν εἶπεν, ἐν ἄλλοις δὲ πολλάκις τὴν ἐπιμέλειαν ὀνομάζει μελέτην.
50. Ἀσκεῖν περὶ τοῦ τὰ νουσήματα δύο ὠφελέειν ἢ μὴ βλάπτειν.
Ἐγὼ τοῦτο μικρὸν ᾤμην τότε καὶ οὐκ ἄξιον Ἱπποκράτους. ἅπασι γὰρ ἀνθρώποις ὑπάρχειν πρόδηλον ἐνόμιζον, χρὴ τὸν ἰατρὸν στοχάζεσθαι μὲν μάλιστα τῆς ὠφελείας τῶν καμνόντων, εἰ δὲ μὴ, ἀλλὰ τοῦ μὴ βλάπτειν αὐτούς. ἐπεὶ δὲ πολλοὺς τῶν ἐνδόξων ἰατρῶν ἐθεασάμην ἐγκληθέντας δικαίως ἐφ’ οἷς ἔπραξαν ἢ φλεβοτομήσαντες ἢ λούσαντες ἢ φάρμακον διδόντες ἢ οἶνον ἢ ὕδωρ ψυχρὸν, ἐνενόησα τάχα μέν τι καὶ αὐτῷ τῷ Ἱπποκράτει συμβῆναι τὸ τοιοῦτον, ἐξ ἀνάγκης δ’ οὖν, πολλοῖς καὶ ἄλλοις τῶν κατ’ αὐτὸν ἰατρῶν, ἐξ ἐκείνου τε, περὶ παντὸς ἐποιησάμην, εἴ ποτέ τι τῷ κάμνοντι μέγα προσφέροιμι βοήθημα, προδιασκέπτεσθαι
παρ’ ἑαυτῷ, μὴ μόνον ὅσον ὠφελήσω τοῦ σκοποῦ τυχὼν, ἀλλὰ καὶ ὅσον βλάψω ἀποτυχών. οὐδὲν οὖν οὐδεπώποτ’ ἔπραξα μὴ πειράσας αὐτὸς πρότερον, ἐὰν ἀποτύχω τοῦ σκοποῦ, μηδὲν βλάψαι τὸν νοσοῦντα. τινὲς δὲ τῶν ἰατρῶν ὁμοίως τοῖς τοὺς κύβους ἀναῤῥίπτουσιν εἰώθασιν ἐπὶ τῶν καμνόντων βοηθήματα προσφέρειν, ὧν ἡ ἀποτυχία μεγίστην ἐπιφέρει βλάβην τοῖς νοσοῦσι. τοῖς μὲν οὖν μανθάνουσι τὴν τέχνην οἶδ’ ὅτι δόξει καθάπερ μοί ποτε τὸ ὠφελέειν ἢ μὴ βλάπτειν οὐκ ἄξιον πρὸς Ἱπποκράτους γεγράφθαι πρώτου, τοῖς δ’ ἰατρεύουσιν ἤδη σαφῶς οἶδα τὴν δύναμιν αὐτοῦ φανησομένην. ἐὰν δὲ καὶ διὰ προπετῆ χρῆσιν ἐνίοτε βοηθήματος ἰσχυροῦ συμβῇ τὸν κάμνοντα διαφθαρῆναι, μάλιστα νοήσουσιν οὗ νῦν ὁ Ἱπποκράτης παρῄνεσε τὴν δύναμιν.
51. Ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα, ὁ νοσέων
καὶ ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης. ἐναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ ἰατροῦ χρή.
Τρία πάντ’ εἶναί φησι, περὶ ὧν καὶ δι’ ὧν θεραπεία περαίνεται, πρῶτον μὲν τὸ νόσημα, εἶθ’ ὁ ἰατρὸς, ἀνταγωνιζομένων ἀλλήλοις καὶ ὡς ἄν τις εἴποι, διαμαχομένων τε καὶ πολεμούντων, τοῦ τε ἰατροῦ καὶ τοῦ νοσήματος. ὁ μὲν γὰρ ἰατρὸς ἀνελεῖν ἐπιχειρεῖ τὸ νόσημα, τῷ δὲ μὴ νικηθῆναι πρόκειται. τρίτος δ’ ἐπ’ αὐτοῖς ὁ κάμνων ἐστὶν, ἐὰν μὲν πείθηται τῷ ἰατρῷ καὶ τὰ προσταττόμενα πράττῃ, συναγωνιστὴς γενόμενος αὐτῷ καὶ πολεμῶν τῷ νοσήματι, ἐὰν δ’ ἀποστὰς αὐτοῦ τὰ κελευόμενα πρὸς τοῦ νοσήματος ποιῇ, κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἰατρὸν, ἕνα μὲν ὅτι τε μόνον εἴασεν, ἕτερον δὲ ὅτι δεύτερον ἐποίησεν, ὄντα πρότερον ἔνα. ἰσχυροτέρους δ’ ἀναγκαῖον εἶναι τοὺς δύο τοῦ ἑνός. δῆλον δὲ ὅτι τὰ κελευόμενα τῆς νόσου ὁ κάμνων πράττει, καταλιπὼν τὸν ἰατρὸν, ὅταν ὁ μὲν ἰατρὸς αὐτὸν κελεύῃ ἀπέχεσθαι ψυχροῦ πόσεως, ὁ δὲ ὑπὸ τοῦ πυρετοῦ διακαιόμενος
ἀναπείθηται πρὸς αὐτοῦ πίνειν. οὕτως δ’ εἰ καὶ λούοιτο καὶ προσφέροιτο οἶνον καί τι τοιοῦτον ἕτερον, ὧν ὁ ἰατρὸς ἀπαγορεύῃ μὴ ποιεῖν, αὐξήσει δηλονότι τὸ νόσημα, πράττων ἃ φίλον ἐκείνῳ, προδώσει δὲ τὸν ἰατρὸν, ἃ μὴ βούλεται ποιῶν. ἐν πολλοῖς μὲν οὖν τῶν ἀντιγράφων γέγραπται ὁ ἰατρὸς ὑπηρέτης τῆς τέχνης, ἔν τισι δ’ οὐ τῆς τέχνης, ἀλλὰ τῆς φύσεως γέγραπται. διαφέρει δ’ οὐδὲν πρὸς τὴν ὅλην τοῦ λόγου διάνοιαν.
52. Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη σὺν πυρετοῖς καὶ ἄνευ πυρετῶν.
Τοῦτο προγράμματος ἔχει δύναμιν ἐπαγγελλομένου τοῦ Ἱπποκράτους, πῇ τελευτᾷν εἴωθε τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη καὶ ἅστινας ἔχει διαφορὰς ἐπαγγελλομένου
ἑξῆς ἐρεῖν. καὶ τοίνυν προσέχωμεν αὐτῷ τοῦτο ποιοῦντι διὰ τῶν εἰρημένων.
53. Φρενιτικοῖσι μὲν σπασμοί.
Σπασμοί, φησι, γίνονται τοῖς φρενιτικοῖς, τῶν περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγημάτων παραμενόντων καὶ βαρῶν.
54. Ἀλλὰ καὶ ἰώδη ἐμέουσι καὶ ἔνιοι ταχυθάνατοι τουτέων.
Ἐδείχθη δὲ ἡμῖν τὰ τοιαῦτα πάντα διαχωρήματά τε καὶ ἐμέσματα, τῆς ξανθῆς χολῆς κατοπτωμένης γινόμενα, διὸ καὶ τούτοις ἐφεξῆς ἐρεῖ ὅτι ταχυθάνατοι ἔνιοι γίνονται, τουτέστιν, εὐθέως ἐπὶ τοῖς ἐμεθεῖσιν ἀποθνήσκουσιν, ὡς ἃν ἐν τοῖς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας
χωρίοις τῆς φρενίτιδος συνισταμένης ἐπὶ τῇ ξανθῇ χολῇ. θαυμαστὸν οὖν οὐδὲν ὑπερξηρανθέντων τῶν μορίων τούτων γίνεσθαι τοὺς σπασμούς. ἔνιοι μὲν οὖν ἅμα τῷ σπασθῆναί τε καὶ ἰώδη ἐμέσαι παραχρῆμα ἀποθνήσκουσιν, ἔνιοι δὲ διὰ ῥώμην δυνάμεως ἐπέζησαν ἡμέραν ἢ δύο ἢ τρεῖς, ἔστιν ὅτε πέντε.
55. Ἐν καύσοισι δὲ καὶ τοῖσιν ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ τὰς ὄψιας ἢ καὶ ὑποχονδρίου ξύντασις, οὐ μετ’ ὀδύνης ἐγγίγνηται, τουτέοισιν αἱμοῤῥαγέει διὰ ῥινός.
Εἴρηταί μοι κατὰ τὴν ἐξήγησιν τοῦ προγνωστικοῦ περὶ τῶν οὕτω γινομένων αἱμοῤῥαγιῶν, ἐκείνην ἐξηγουμένῳ τὴν ῥῆσιν ἧς ἡ ἀρχὴ, οἶσι δὲ καὶ ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται,
ὠθοῦντος ἡ σύστασις γίγνηται, τὴν αἱμοῤῥαγίαν προσδέχεσθαι χρή.
56. Οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα.
Ὅτι τοῦτον τὸν λόγον ἐν τῷ προγνωστικῷ διὰ τῆσδε τῆς ῥήσεως ἐδίδαξεν, ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ κεφαλὴν ἀλγῇ ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν γίνηται ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος ἐκλάβῃ καὶ τὰ κάτω μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ὁ ἔμετος παρέσται. ἢν δέ τι καὶ πίῃ καὶ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέως ἐμέεται. τούτων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος, τῇ πρώτῃ ἡμέρᾳ τεταρταῖοι πιεζοῦνται μᾶλλον ἢ πεμπταῖοι, ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλεῖστοι αὐτῶν ἄρχονται μὲν πονέεσθαι τεταρταῖοι, πιέζονται δὲ πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ’ ἐνναταῖοι
ἑπόμενοι τῇ κρατούσῃ συνηθείᾳ. τὴν γὰρ λέξιν αὐτὴν οὖσαν σαφῆ καὶ μηδεμιᾶς ἐξηγήσεως δεομένην προσφερόμενοι τῷ ὑπ’ αὐτῆς δηλουμένῳ, σαφῶς τὰς αἰτίας ἐπιχειροῦμεν λέγειν.
57. Ὡς τὸ πολὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν οἱ σπασμοὶ μάλιστα.
Τὰ παιδία διὰ τὴν ἀσθένειάν τε ἅμα καὶ μαλακότητα τοῦ νευρώδους γένους ἑτοιμότατα πρὸς τοὺς σπασμούς ἐστιν.
58. Γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι.
Καὶ τὰ προειρημένα πάντα γίνεται ταῖς γυναιξὶν, ὡς καὶ τοῖς ἄῤῥεσι, καθόσον ἄνθρωποί τέ εἰσι καὶ πάντα ἔχουσι
τοιαῦτα τοῖς ἄῤῥεσι μόρια. καθόσον δ’ αὐταῖς ἐξαίρετον ὑπάρχει μόριον ἡ μήτρα, κατὰ τοῦτο καὶ τοῖς ἐκείνων ἁλίσκεται νοσήμασι καὶ μάλιστ’ ἐφ’ ὧν τῷ στομάχῳ συμπάσχει.
59. Πρεσβυτέροισι δὲ καὶ ὅσοισιν ἤδη τὸ θερμὸν κρατέεται καὶ παραπληκτικὰ ἢ μανικὰ ἢ στερήσιες ὀφθαλμῶν.
Ὁ λόγος ἦν αὐτῷ περὶ τῶν βαρυνομένων τε ἅμα τὴν κεφαλὴν καὶ καρδιωσσόντων καὶ ἀσσωμένων, οὓς ἐπανεμεῖν ἔφη χολώδη καὶ φλεγματώδη καὶ μάλιστα εἰ παιδία εἶεν, ἐν οἷς καὶ σπασμοὺς γίνεσθαι μᾶλλον ἢ τοῖς τελείοις. ἀλλὰ καὶ γυναιξὶν ἔφη καὶ ταῦτα καὶ ἀπὸ ὑστερῶν πόνους συμβαίνειν. ἐφεξῆς οὖν φησὶ τοῖς πρεσβυτέροις παραπληξίας τε γίνεσθαι καὶ μανίας καὶ στερήσεις ὀφθαλμῶν, προσέθηκε δὲ τῷ λόγῳ τὸ οἶσιν ἤδη τὸ θερμὸν κρατέεται, τὴν αἰτίαν ἐνδεικνύμενος δι’ ἣν ταῦτα γίνεται. παραπληγίας μὲν καλεῖ
τὰς ἐξ ἀποπληξίας εἴς τι μόριον κατασκηπτούσας παραλύσεις, μανίας δὲ τὰς ἄνευ πυρετοῦ παραφροσύνας. εἴωθε δὲ ταῦτα γίνεσθαι τοῖς πρεσβυτέροις διὰ τὴν ἀσθένειαν τῆς φύσεως, ἀδυνατούσης ἐκκρῖναι δι’ ἐμέτων ἢ αἱμοῤῥαγίας τὸ περὶ τὴν κεφαλὴν ἠθροισμένον πλῆθος, ἐφ’ ᾧ καὶ στερήσεις ὀφθαλμῶν ἐνίοτε γίγνονται κατασκήπτοντος τούτοις.
60. Ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ’ ἀρκτούρῳ ὕδατα πολλὰ ἐν βορέοισι μεγάλα, περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος νότια ὕδατα σμικρὰ, ὀλίγα, χειμὼν βόρειος, αὐχμοὶ, ψύχεα, πνεύματα, μεγάλαι χιόνες. περὶ δ’ ἰσημερίην χειμῶνες μέγιστοι, ἔαρ βόρειον, αὐχμοὶ, ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς, ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνός. μετὰ δὲ κύνα μέχρις ἀρκτούρου θέρος θερμὸν, καύματα μεγάλα καὶ οὐκ ἐκ τῆς προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια. ὕδωρ
οὐκ ἐγένετο, ἐτησίαι ἐπέπνευσαν. περὶ δὲ ἀρκτούρου ὕσματα νότια μέχρι ἰσημερίης ἦρος. ἐν δὲ τῇ καταστάσει ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖσιν ἐγίγνοντο, καί τινες αὐτῶν ἔθνησκον διὰ ταχέων, καὶ γὰρ ἅλις τὸ νόσημα ἐπιδήμιον ἦν, τὰ δ’ ἄλλα διετέλεον ἄνοσοι.
Ψυχρὰ καὶ ξηρὰ κατάστασίς ἐστιν ἣν διηγεῖται καί τι καὶ ἀνώμαλον ἔχουσα. κατὰ πάντ’ οὖν ταῦτα φθινοπώρῳ παραπλησία οὖσα καὶ τὰ νοσήματα τοιαῦτα ἔσχεν, οἷα μάλιστα πλεονάζειν εἴωθε φθινοπώρῳ. ὅτι μὲν οὖν ἀνώμαλος ἐγένετο, δῆλον ἐκ τῶνδε. περὶ γὰρ ἀρκτούρου εἰσβολὴν, μετὰ βορείων πνευμάτων, ὑετοὺς μεγάλους γενέσθαι φησὶν. ἀκολουθῆσαι δὲ τὸ φθινόπωρον ὅλον ἐναντίον τῇδε τῇ καταστάσει, ἀντὶ μὲν βορείου νότιον γενόμενον, ἀντὶ δὲ ἐπομβρίου βραχέα ἔχον ὕδατα. πάλιν δὲ τὸν χειμῶνα βόρειόν τε καὶ ξηρὸν εἶναι, εἶτα καὶ τὸ ἔαρ ὅλον ἄχρι κυνὸς ἐπιτολῆς,
προσδιακειμένη πλεῖστα πάσχει κατὰ τὰ ψυχρὰ βόρεια πνεύματα, οὐ μὴν ἄλλο γέ τι νόσημα τὸν χειμῶνα παρελύπει, διότι ξηρὸς ἦν. εἴρηται δὲ καὶ κατὰ τοὺς ἀφορισμοὺς τοὺς αὐχμοὺς τῶν ἐπομβρίων ὑγιεινοτέρους εἶναι. κατὰ μέντοι τὰς παραπληγίας ἀπέθνησκον, αὐτοῦ τοῦ Ἱπποκράτους εἰπόντος. καὶ γὰρ ἅλις τὸ νόσημα ἐπιδήμιον ἦν ἐν ἴσῳ τῶν ξενιζόντων, διὰ τὴν παρὰ τὸ σύνηθες γενομένην παραπληγίαν. ἡ γάρ τοι συνήθως γινομένη κατασκήπτει μὲν εἰς μέρους παράλυσιν, οὐ μὴν ἀναιρεῖ γε τὸν ἄνθρωπον. ἀλλ’ ἡ κατὰ τὴν προκειμένην κατάστασιν ἐπιδημήσασα παραπληγία θανατώδης ἦν, ἅτε κατεψυγμένης ἱκανῶς τῆς κεφαλῆς.
61. Πρωῒ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καῦσοι καὶ διετέλεον ἀπ’ ἰσημερίης ἄχρι πρὸς τὸ θέρος. ὅσοι μὲν οὖν ἦρος
καὶ θέρεος ἀρχομένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι διεσώζοντο, ὀλίγοι δέ τινες ἔθνησκον.
Δῆλόν ἐστιν ὡς οὐκ αὐτῶν ἕκαστον τῶν ἀρξαμένων καύσων πρωῒ τοῦ ἦρος ἄχρι θέρους ἐκταθῆναί φησιν, ἀλλὰ τὴν ἐπιδημίαν αὐτῶν τῆς γενέσεως ἐν ἅπαντι χρόνῳ συμβαίνειν, ποτὲ μὲν ἄλλῳ δηλονότι χρόνῳ, ποτὲ δ’ ἄλλῳ τῶν Θασίων ἁλισκομένων τῷ τοιούτῳ πυρετῷ. γέγραπται δ’ οὐχ ὡσαύτως ἐν ἅπασι τοῖς ἀντιγράφοις ἡ ῥῆσις, ἀλλ’ ἔγωγε τὴν ἀρίστην γραφὴν εἱλόμην κατὰ μὲν τὴν ἑξῆς ῥῆσιν, ὅτι καὶ διὰ τοῦ θέρους ὅλου παρέμενεν, ἡ γένεσις τῶν καύσων δηλώσειε καὶ ὡς ἐν ἅπαντι μὲν καιρῷ τούτῳ μέτριοι καὶ οὐ θανατώδεις ἦσαν, ἐν ἀρχῇ δὲ τοῦ φθινοπώρου πολλοὶ τῶν ἁλισκομένων αὐτοῖς ἀπώλοντο. τὸ μὲν οὖν ἄχρι πολλοῦ τοὺς καύσους ἐπιεικεῖς γενέσθαι λόγον ἔχειν εἰκότως φαίνεται, μέτριοι γὰρ ἐγίνοντο, καθάπερ οἱ ἐν τῇ πρὸ ταύτης καταστάσει, καὶ οὐκ ἀκριβεῖς, ὡς ἂν οὐδ’ ὑπὸ
ἐμφωλεύσας τῷ χρόνῳ καὶ διασαπεὶς τοὺς καύσους ἤνεγκεν.
62. Ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γινομένων θανατώδεες ἦσαν καὶ πλείους ἀπώλλοντο.
Ἀναμνησθῶμεν ὡς κατὰ τὸ τέλος τῆς ὅλης διηγήσεως, ἣν ἐποιήσατο περὶ τῆς καταστάσεως, ἔγραφεν, ὕδατα νότια μέχρι ἰσημερίης ἦρος. εἰρήκει δὲ καὶ περὶ τοῦ μετὰ κυνὸς ἐπιτολὴν χρόνου μέχρις ἀρκτούρου κατὰ λέξιν οὕτως, θέρος θερμὸν, καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια, ὕδωρ οὐκ ἐγένετο. πρόδηλον οὖν ὅτι χολοποιὸς ἡ τοιαύτη κατάστασις ἐγένετο, ὥστ’ εἰκότως ὑδάτων νοτίων διαδεξαμένων αὐτὴν οἱ καῦσοι πλείους τε καὶ θανατώδεις ἐγίγνοντο, τοῦ νότου πεφυκότος διαλύειν τε τὰ σώματα καὶ χεῖν τοὺς χυμοὺς καὶ μέντοι καὶ σήπειν ἅμα, ὅταν ἅμα πλείοσιν ὑετοῖς γένηται.
63. Ἦν δὲ τῶν καύσων τὰ παθήματα οἷσι μὲν καλῶς καὶ δαψιλέως διὰ ῥινῶν ᾑμοῤῥάγησαν καὶ διὰ τοῦτο μάλιστα σώζεσθαι, καὶ οὐδένα οἶδα εἰ καλῶς αἱμοῤῥαγήσειεν ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. ἐν Φιλίσκῳ γὰρ καὶ Ἐπαμίνοντι καὶ Σιλήνῳ, τεταρταίῳ καὶ πεμπταίῳ, σμικρὸν ἀπὸ ῥινῶν ἔσταξε καὶ ἀπέθανον.
Καὶ ἄλλως μὲν ἴδιόν ἐστι καύσων πυρετῶν αἱμοῤῥαγίαις ταῖς ἐκ ῥινῶν ὡς τὰ πολλὰ κρίνεσθαι καὶ τότε πλείους αἱμοῤῥῆσαί φησι. καὶ μέντοι καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα πάντα τῶν κατὰ μέρος γεγραμμένων ἑκάστοισιν ἓν ἔχει τοῦτο κεφάλαιον. ὅσοις μὲν αἱμοῤῥαγίαι τελέως ἐγίνοντο, σωθῆναι τούτους, οἷς δ’ ἐλλιπῶς ἢ οὐδ’ ὅλως ἦν στάξις αἵματος ἐκ ῥινῶν, μόνους διαφθαρῆναι τούτους. ἐν ἄλλοις
δέ τισι φυσικῶν ἄλλων ἐκκρίσεων ἤτοι διὰ γαστρὸς ἢ δι’ οὔρων γενομένων σωθῆναι.
64. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσούντων περὶ κρίσιν ἐῤῥίγουν καὶ μάλιστα οἷσι μὴ αἱμοῤῥαγίαι, ἐπεῤῥίγουν δ’ οἱ αὐτοὶ καὶ ἐξίδρουν.
Ἐν τοῖς περὶ ῥίγους λόγοις ἐδείχθη διὰ τὸν πικρόχολον ὁρμὴν ἔχοντα φέρεσθαι διὰ τῶν αἰσθητικῶν καὶ σαρκωδῶν σωμάτων ἐπὶ τὴν ἔκκρισιν ἕπεσθαι τὸ ῥῖγος. ἐδείχθη δὲ ὅτι καὶ τῇ κινήσει ταύτῃ κατὰ λόγον ἐστὶν ἀκολουθεῖν ἱδρῶτας, ἐνίοτε δὲ καὶ χολώδεις ἐμέτους καὶ διαχωρήσεις.
65. Ἔστι δ’ οἶσιν ἴκτεροι ἑκταίοισιν, ἀλλὰ τούτοισιν ἡ κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλησεν
ἢ δαψιλὴς αἱμοῤῥαγίη οἷον Ἡρακλείδης, ὃς κατέκειτο παρὰ Ἀριστοκλείδῃ, καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε καὶ ἡ κοιλία ἐπεταράχθη καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο. ἐκρίθη δὲ εἰκοσταῖος, οὐχ οἵαν ὁ Φαναγορέων οἰκέτης, ᾧ οὐδὲν τούτων ἐγένετο, ἀπέθανεν.
Οἷς οὐκ ἠδυνήθη τὴν χολὴν ἡ φύσις ἐκκρῖναι, τούτοις ἀθροισθεῖσα κατὰ τὸ δέρμα τοὺς ἰκτέρους εἰργάσατο. μοχθηρὸν δὲ τὸ πρὸ τῆς ἑβδόμης αὐτοὺς γενέσθαι, καθότι κἀν τοῖς ἀφορισμοῖς εἴρηται. καὶ τούτων δ’ αὐτῶν ἐκεῖνοι μόνοι ἐσώθησαν, οἷς ἂν ἡ φύσις ἠδυνήθη δι’ ἑτέρου τρόπου τὴν περιουσίαν ἐκκρῖναι. τριῶν δὲ τούτων ἐμνημόνευσεν, ἐκκρίσεων οὔρων, γαστρὸς ἐκταράξεως καὶ αἱμοῤῥαγίας. ἐνίοις δὲ καὶ ταῦτα πάντα γίνεσθαί φησιν, ὥσπερ τῷ Ἡρακλείδῃ, καὶ κριθῆναι τοῦτον εἰκοσταῖον.
66. Αἱμοῤῥαγίαι δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ τοῖσι μειρακίοισι καὶ ἀκμάζουσι καὶ ἔθνησκον πλεῖστοι τούτων οἶσι μὴ αἱμοῤῥάγει. πρεσβυτέροισι δὲ ἐς ἰκτέρους ἢ κοιλίαι ταραχώδεες ἢ δυσεντεριώδεες, οἷον Βίωνι τῷ παρὰ Σιλήνῳ κατακειμένῳ. ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος καί τισι διανοσησάντων, οἷσι καὶ αἱμοῤῥαγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησαν, οἷον τῷ Ἐράτωνος τῷ παιδὶ καὶ Μύλῳ, πολλῆς αἱμοῤῥαγίης γενομένης ἐς δυσεντεριώδεα κατάστασιν περιεγένοντο.
Μειρακίοισι μὲν ὅτι κατὰ λόγον ᾑμοῤῥάγει πρόδηλον, ἐφεξῆς δ’ αὐτῶν καὶ τοῖς ἀκμάζουσι. τοῖς δὲ τούτων πρεσβυτέροις ἀσθενεστέρας τε τῆς δυνάμεως οὔσης καὶ τῆς ἐμφύτου θερμασίας ἐλάττονος εἰς ἰκτέρους μᾶλλον ἡ ἀπόθεσις ἐγένετο τῆς πλεοναζούσης χολῆς. ἐγένετο δ’ ἐνίοις καὶ διὰ γαστρὸς ἔκκρισις ταραχώδης ἢ δυσεντεριώδης, οἷς ἐντεῦθεν
ἔῤῥευσε τὸ περιττὸν τῆς κοιλίας. ἐκ τούτων οὖν τῶν προειρημένων καὶ μέντοι καὶ τῶν ἑξῆς εἰρησομένων οὐκ ἄδηλον ἔσται σοι τὰς ἐν τοῖς καύσοις αἱμοῤῥαγίας γίνεσθαι διὰ τὴν ἐπικρατοῦσαν ξανθὴν χολὴν, ἥτις μεμιγμένη τῷ αἵματι, διακαίουσά τε τοῦτο καὶ σὺν αὐτῷ πολλὴν θερμασίαν ἀναφέρουσα πρὸς τὴν κεφαλὴν, ὅταν ῥήξῃ τὰς ἐν τῇ ῥινὶ φλέβας, αἱμοῤῥαγίας ἐργάζεται.
67. Πολὺς μὲν οὖν καὶ μάλιστα ὁ χυμὸς οὗτος ἐπεπόλασεν. ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμοῤῥάγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη. τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν καὶ εἰς ἄκρον ἰσχίον. ἀλγημάτων δὲ μετὰ κρίσιν γενομένων καὶ οὔρων λεπτῶν διεξιόντων αἱμοῤῥαγέειν σμικρὰ ἤρξαντο. περὶ δὲ τετάρτην καὶ εἰκοστὴν ἐγίνοντο εἰς αἱμοῤῥαγίαν ἀποστάσεως Ἀντιφῶντι τῷ Κριτοβούλου, ἀπεπαύσατο καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν.
Διὰ κίνδυνον δηλονότι καὶ δεῖ ἀγὼν ὅσους μικροῦ τοῦ σωθῆναι τούτους ὑπῆρξε, μόγις ἀπὸ τῆς τετάρτης καὶ εἰκοστῆς καὶ τῆς τεσσαρακοστῆς δι’ αἱμοῤῥαγίας ὠφεληθεῖσε.
68. Γυναῖκες δ’ ἐνόσησαν μὲν πολλαὶ, ἐλάσσους δ’ ἢ ἄνδρες καὶ ἔθνησκον ἥσσους. ἐδυστόκεον δὲ πλεῖσται καὶ μετὰ τοὺς τόκους ἐπενόσεον καὶ ἔθνησκον αὖται μάλιστα, οἷον Τελεσβούλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο. ἔστι δ’ οἶσιν ἐκ ῥινῶν ᾑμοῤῥάγησε καὶ παρθένοισι πολλῇσι τότε πρῶτον ἐγένετο. ἔστι δ’ οἷσι καὶ ἐκ ῥινῶν καὶ τὰ γυναικεῖά τισιν ἐπεφαίνετο, οἷον τῇ Δαιθαρσέως θυγατρὶ παρθένῳ τότε ἐπεφαίνετο πρῶτον καὶ ἐκ ῥινῶν λάβρον ἐῤῥύη καὶ οὐδεμίην οἶδα ἀποθανοῦσαν, ᾗσι τούτων τι καλῶς γένοιτο, ᾗσι δὲ συνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα.
Εἰκότως ἦν τὰς γυναῖκας ἧσσον τῶν ἀνδρῶν νοσῆσαι καὶ διακινδυνεῦσαι, ὡς δι’ αἱμοῤῥαγίας τὰς κρίσεις ἐργασαμέναις, ὡς ἂν ἐχούσαις σύμφυτον βοήθημα τὴν ἔμμηνον κένωσιν. ἐδυστόκησαν δὲ διὰ τὴν κατάστασιν ψυχρὰν οὖσαν. ἀλλὰ καὶ ἐν αἷς ἐφάνη τι νόσημα, καὶ αὗται διέφθειραν τὰ ἔμβρυα κατὰ τὸν αὐτὸν λόγον.
69. Οὖρα δὲ τοῖς πλείστοισιν εὔχροα μὲν, λεπτὰ δὲ καὶ ὑποστάσεις ὀλίγας ἔχοντα διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσιν, πολλοῖσι δὲ τῶν ἄλλων κεκριμένων ἐς δυσεντερίας τελευτᾷ, οἷον Ξενοφάνει καὶ Κριτίᾳ.
Καὶ ταῦτα μὲν εἶναι λεπτὰ οὖρα, τουτέστιν ὑδατώδη φησὶ καὶ μέντοι καὶ κατ’ ὀλίγα πάλιν ἔγραψεν·
70. Οὖρα δὲ ὑδατώδεα πολλὰ, καθαρὰ, λεπτὰ μετὰ κρίσιν καὶ ὑποστάσιος πολλῆς γενομένης καὶ τῶν ἄλλων καλῶς κεκριμένων. ἀναμνήσομαι οἶσιν ἐγένετο, Βίωνι, ὃς κατέκειτο παρὰ Σιληνὸν, Κρατίῃ τῇ παρὰ Ξενοφάνους, Ἀρέτωνος παιδὶ, Μνησιστράτου γυναικί.
Διελθὼν τὰ ὀνόματα τῶν οὐρησάντων τοιαῦτα ἐφεξῆς φησί.
71. Μετὰ δὲ ταῦτα δυσεντεριώδεις ἐγένοντο οὗτοι πάντες, ἠράγε οὖρα ὅτι οὔρησαν ὑδατώδεα σκεπτέον.
Εἰκὸς γὰρ ἦν καὶ διότι τοῖς οὔροις οὐκ ἐξεκαθάρθη τὸ χολῶδες, ἐπὶ γαστέρα ῥυὲν, τὰς δυσεντερίας ἐργάσασθαι. εἰκὸς δὲ καὶ διὰ πολλὰς πλεονεξίας τοῦ χυμοῦ τούτου γεγονέναι
καὶ εἰ μὴ χολώδη τοῖς οὔροις ἐξεκενώθησαν, ἐκ τοῦ περιττεύοντος ἔτι κατὰ τὸ σῶμα, τὴν δυσεντερίαν αὐτοῖς γενέσθαι.
72. Περὶ δ’ ἀρκτοῦρον ἑνδεκαταίοισι πολλοῖς ἔκρινε καὶ τουτέοισιν οὐ κατὰ λόγον γινόμεναι ὑποστροφαὶ ὑπέστρεφον. ἦσαν δὲ καὶ κωματώδεες περὶ χρόνον τοῦτον. πλείω δὲ παιδία, καὶ ἔθνησκον ἥκιστα οὗτοι πάντων.
Εὔδηλον ὅτι τῆς κατὰ τὸ δεύτερον ἔτος ἐπιτολῆς ἐκ τούτου μέμνηται, γεγραμμένης ἐπὶ τέλει τῆς διηγήσεως. αὕτη τοίνυν ἐγένετο νότιος, τοὺς ὑετοὺς ἔχουσα μέχρι τῆς φθινοπωρινῆς ἰσημερίας. ἐν τούτῳ δὴ τῷ χρόνῳ φησὶν ἑνδεκαταίους πολλοὺς ἀσφαλῶς κριθῆναι γενομένους ἅμα κωματώδεις, διὰ τὴν νότιον δηλονότι κατάστασιν. διὰ δὲ τὴν αὐτὴν καὶ αἱ κρίσεις αὐτοῖς ἐγίνοντο βεβαιότεραι
τῶν κατὰ τὸν ἄλλον χρόνον, ἡνίκα ἐπεκράτει τοῦ περιέχοντος ἡ ψυχρὰ κρᾶσις, ἐν ᾗ χρονίας ἔφη γενέσθαι τὰς κρίσεις. τοῦ μέντοι μεταξὺ κυνὸς καὶ ἀρκτούρου, θερμὴν καὶ ξηρὰν ἔχοντος κατάστασιν, οὐκ ἐμνημόνευσεν, ἐν ᾗ μᾶλλον εἰκὸς ἦν ὀξέως κριθῆναι πολλοὺς, ὡς μηδὲ τὴν ἑβδόμην ὑπερβῆναι. μή τι οὖν τοῦτο μὲν ὡς οἰκεῖον τοῦ καιροῦ παρέλιπε, τὰ δ’ ἐπιδημήσαντα μόνα διέρχεται.
73. Περὶ δ’ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν καὶ οἱ καῦσοι, ἀτὰρ καὶ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγίνοντο καὶ ἔθνησκον τούτων πλεῖστοι.
Τοὺς καύσους καὶ τὰς φρενίτιδας ὁ μὲν αὐτὸς ἐργάζεται χυμὸς, οὐ τὸν αὐτὸν δὲ τόπον ἔχων. ἐν μὲν γὰρ ταῖς εὐρυχωρίαις τῶν ἀγγείων περιεχομένης τῆς ξανθῆς χολῆς
ἅμα τῷ αἵματι, συμβαίνει καθ’ ὃν ἂν τρόπον ἐκπυρωθῇ, τοὺς καύσους γίνεσθαι, καὶ μάλιστα ὅταν ἐν ταῖς κατὰ γαστέρα καὶ ἧπαρ ἢ κατὰ πνεύμονα φλεψὶν ἡ ζέσις γένηται τῆς χολῆς. ὅταν δ’ εἰς τὰ στερεὰ μόρια τοῦ σώματος ἀφικνῆται καὶ δι’ αὐτῶν φέροιτο, ῥῖγος ἐργάζεται. κατὰ δὲ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας στηριχθεῖσα τὰς φρενίτιδας ἐργάζεται. πρὶν δὲ στηριχθῆναι, διαῤῥέουσα κατὰ τὰς ἐν αὐτοῖς φλέβας, οὐ φρενίτιδας, ἀλλὰ τὰς ἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν ἐπιφέρει παραφροσύνας. ἡ τοίνυν ἔμπροσθεν ἐν ταῖς κάτω φλεψὶ τὸν καῦσον ἐργαζομένη χολὴ, κατὰ τὴν ἀπ’ ἀρκτούρου μέχρι τῆς ἰσημερίας νότιον κατάστασιν, εἰς τὴν κεφαλὴν ἀναληφθεῖσα καὶ στηριχθεῖσα κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας ἐγέννησε τὰς φρενίτιδας.
74. Ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι.
Ὀλίγους φησὶ γεγονέναι φρενιτικούς. τὸ μὲν γὰρ ἄχρι κυνὸς αὐτοῦ μέρος ψυχρὸν ἦν, τὸ δὲ μέχρι ἀρκτούρου θερμὸν καὶ ξηρὸν, ὥστ’ οὐ δυνατὸν ἦν πληρῶσαι τοῦτο μεταξὺ τὴν κεφαλὴν ὥσπερ οὐδ’ ὁ περὶ τὸν ἀρκτοῦρον ἄχρι τῆς ἰσημερίας γενομένης νότος. οὔτε γὰρ ὑγρὸν ἦν οὔτε νότιον οὔτε πολυχρόνιον τὸ μεταξὺ κυνός τε καὶ ἀρκτούρου. ἐῤῥέθη ὅτι χολῆς πολλῆς ἐνεχθείσης ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον χωρίοις καὶ φρενίτιδες ἐγένοντο.
75. Τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια συνέπιπτεν, αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξὺς, σμικρὰ ἐπεῤῥίγουν, ἄγρυπνοι, ἀδήμονες, διψώδεες, ἀσώδεες, σμικρὰ ἐφιδροῦντες περὶ τὸ μέτωπον καὶ κληῖδας, αὖθις οὐδεὶς διόλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα ὑπόψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας, οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι. τοῖς δὲ πλείστοισι
τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρῶτες ἐπὶ πλεῖστον ὑπόψυχροι καὶ ἄκρεα οὐκέτ’ ἀναθερμαινόμενα, ἀλλὰ ἦσαν πελιδνὰ, ὑπόψυχρα, οὐδ’ ἐδίψων. ἔτι τούτοισιν οὖρα μέλανα, λεπτὰ, ὀλίγα καὶ κοιλίαι. ἐφίσταντο οὐδ’ ᾑμοῤῥάγησαν ἐκ ῥινῶν, οὐδὲ τοῖσιν οἷσι ταῦτα συμπίπτει, ἀλλὰ σμικρὰ ἔσταξεν. οὐδ’ ἐς ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ’ ἑκταῖοι ἀπέθνησκον σὺν ἱδρῶτι.
Ὥσπερ ἅπαντα τὰ κατὰ τοῦτο τὸ σύγγραμμα τῶν καθόλου λεγομένων αὐτῷ δι’ ἑτέρων βιβλίων παραδείγματ’ ἐστὶ τὴν ἐξέτασιν ἐν τοῖς καθ’ ἕκαστα λαμβάνοντι δι’ αὐτοψίας, κατὰ τὸν αὐτὸν τρόπον καὶ ταῦτα τὰ νῦν λεγόμενα. τοῖς γὰρ ὀλεθρίοις καύσοις γενέσθαι συμπτώματα φησὶ, κατ’ ἀρχὰς ἐπιῤῥιγοῦντες καὶ ἀγρυπνοῦντες καὶ ἀσώδεες, ἐφιδροῦντες μικρὰ περὶ μέτωπον καὶ κλεῖδα. τὸ μὲν γὰρ ὀξύν τε τὸν πυρετὸν αὐτοῖς εἶναι καὶ δίψος παρεῖναι τῆς τοῦ πάθους φύσεως ἴδια, καὶ ταῦτα τῆς κακοηθείας ἴδια, τό τε ῥιγοῦν εὐθέως ἐν ἀρχῇ. καὶ γὰρ κρίνειν εἴωθε
κακῶν. ἀλλ’ οὐκ ἐγίνετο τούτοις λύσις, ὀλεθρίων ὄντων συμπτωμάτων, ὥστ’ ἀναισθησίας ἦν σημεῖον αὐτοῖς τὸ μὴ διψῆν. ταῦτα μὲν οὖν ἅπαντα τὰ εἰρημένα συμπτώματα κακοήθη τε πάντα ἐστὶ δεινῶς καὶ ὀλέθρια, σὺν αὐτοῖς δ’ οὐχ ἥκιστα καὶ τὰ οὖρα μέλανά τε καὶ λεπτὰ ὀλίγα γιγνόμενα· μέλανα μὲν, ὡς ἂν ἤδη κατωπτημένου τοῦ χολώδους χυμοῦ, ὀλίγα δὲ διὰ τὸ ἐκπεφρύχθαι τὴν ἰκμάδα πᾶσαν ἐκ τοῦ αἵματος ὑπό τε τοῦ καυσώδους πυρετοῦ κἀκ τῶν οὐρητικῶν ὀργάνων ἤδη νενεκρωμένων. διὰ δὲ τὰς αὐτὰς αἰτίας καὶ κοιλίαι ἐφίστανται. καὶ μὲν δὴ καὶ τὰς ἐκ ῥινῶν στάξεις ὀλέθριον οὔσας σημεῖον καὶ ἄλλοις μὲν, ἐν καύσοις δὲ μάλιστα γενέσθαι φησὶν αὐτός. ὅτι ὀλεθριώτατον τοῦτο τοῖς καύσοις, δῆλον, εἴγε μάλιστα οἰκεῖόν ἐστιν αἱμοῤῥαγία.
76. Τοῖοι δὲ φρενιτικοῖσι ξυνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα
ἅπαντα, ἐκρίνετο δὲ τούτοισιν ὡς τὸ πολὺ ἑνδεκαταίοισιν, ἔστι δ’ οἶσι καὶ εἰκοσταίοισι.
Τοῖς ἄνευ τοῦ καυσωθῆναι φρενιτικοῖς γιγνομένοις τὰ εἰρημένα οὐ συνέπεσεν, ἐπεὶ τοῖς γε μετὰ τοῦ καυσωθῆναι περὶ τὴν ἕκτην ἡμέραν ὁ θάνατος ἐγένετο, διπλασιασθέντος αὐτοῦ τοῦ κακοῦ, φρενῖτις ἐγένετο. περὶ δὲ τὴν ἑνδεκάτην ἡμέραν ἀκολουθῆσαί φησι τὴν κρίσιν, ἐνίοις δὲ κατὰ τὴν εἰκοστήν.
77. Οἷσιν εὐθὺς οὐκ ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο περὶ τρίτην ἢ τετάρτην ἡμέραν, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ, περὶ τὴν ἑβδόμην εἰς ὀξύτητα τὸ μέτωπον μετέπεσεν.
Οἷς μὲν περὶ τὴν γ΄ ἢ τετάρτην ἡμέραν ἤρξατο, διεκόπη δὲ μεταξὺ, κρίσεως ἡμιῤῥόπου γινομένης. τὸ δὲ
σφοδρῶς ὀξὺ τῆς φρενίτιδος οὐκ ἔσχον οἱ νοσοῦντες. ἐθεασάμεθα γὰρ ἤδη καὶ τοιαύτας φρενίτιδας.
78. Πλῆθος μὲν οὖν τῶν νοσημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων ἀπέθνησκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκόχρωτες, ἰθύτριχες, μελανότριχες καὶ μελανόφθαλμοι, ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ὑψόφωνοι, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοὶ, ὀργίλοι, καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοῦ εἴδεος ἀπέθνησκον.
Ὥσπερ ἔμπροσθεν ἔφην αὐτὰ μὲν τὰ γινόμενα ἀσαφῇ αὐτὸν διηγεῖσθαι, προστίθεσθαι δ’ ὑφ’ ἡμῶν τὰς αἰτίας, οὕτω νῦν φημὶ καὶ αὐτὴν τὴν διάνοιαν τοῦ λόγου οὐκ εἶναι σαφῆ. πότερον γὰρ ἐπὶ φρενιτίδων μόνον ἀκούειν χρὴ τῶν εἰρημένων ἢ ἐπὶ πάντων τῶν νοσημάτων ὧν προείρηκεν, ἄδηλον. καὶ γὰρ οὖν αὐτὴν τὴν ἀρχὴν τοῦ προκειμένου λόγου
ἐπενήνεκται. δύναταί γε μὴν ἀληθὴς ὁ λόγος εἶναι κατ’ ἄμφω καὶ πρὸς πάντα τὰ προειρημένα τὴν ἀναφορὰν ποιουμένου τοῦ Ἱπποκράτους καὶ πρὸς μόνον τὸ τελευταῖον. εἰ δὲ τὸ πρὸς πάντα ἀναφέρειν ἀληθές ἐστιν, ἄμεινον οὕτως ἀκούειν. ἐν μὲν γὰρ τοῖσι παισὶ καὶ τὸ τελευταῖον εἰρημένον περιέχεται, κατὰ τοῦτο δ’ οὐκέτι τὰ πάντα λέλεκται. τὰς μέντοι γυναῖκας τὸ εἴδους ἀποθανεῖν τούτου λέγειν αὐτὸν, αὐτοῖς ἀνδράσι παραβάλλοντα, προείρηται γὰρ ἀνωτέρω, γυναῖκες δ’ ἐνόσησαν μὲν πάμπολλαι, ἐλάσσους δ’ ἢ ἄνδρες, καὶ ἔθνησκον ἧσσον. ἀλλ’ ὁ νῦν λόγος αὐτῷ τοιοῦτός τίς ἐστι. τῶν γυναικῶν ὅσαι τοῖς εἰρημένοις πάθεσιν ἑάλωσαν ἀπέθνησκον μᾶλλον, ὅσαι τῆς προειρημένης ἰδέας ἦσαν.
79. Ἐν δὲ τῇ καταστάσει ταύτῃ ἐπὶ σημείων μάλιστα τεσσάρων διεσώζοντο. οἷσι γὰρ ἢ διὰ ῥινῶν καλῶς ἡμοῤῥάγησαν ἢ κατὰ κύστιν οὖρα πολλὰ καὶ πολλὴν ὑπόστασιν καὶ
καλὴν ἔχοντα ἔλθοι, ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεα ἐπικαίρως ἢ δυσεντερικοὶ γένοιντο. πολλοῖς δὲ ξυνέπιπτε μὴ ὑφ’ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖς πλείστοισι καὶ δοκέειν μὲν ἔχειν ὀχληροτέρως, διεσώζοντο δὲ πάντες οἷσι ταῦτα ξυμπίπτει· γυναιξὶ δὲ παρθένοισι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα. ᾗσι δὲ ἢ τούτων τι καλῶς γένοιτο ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ τούτων ἐσώζοντο, καὶ ἔκρινε καὶ οὐδεμίαν οἶδα ἀπολουμένην ᾗσι τούτων τι καλῶς γένοιτο. Φίλωνος γὰρ τῇ θυγατρὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη, ἑβδομαίη δὲ ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως, ἀπέθανεν.
Καὶ οὗτος ὁ λόγος σαφὴς καὶ ὁ ἐφεξῆς, ἔνθα περὶ τῶν γυναικῶν διαλέγεται. κεφάλαιον γάρ ἐστιν ὃ διδάσκει, τοὺς μὲν δι’ αἱμοῤῥαγίας, τοὺς δὲ δι’ οὔρων ἢ διαχωρημάτων,
ἐνίους δὲ καὶ εἰς δυσεντερίαν ἀποσκηψάντων τῶν αἰτίων δυνηθῆναι σωθῆναι.
80. Οἷσι ἐν πυρετοῖσιν ὀξέσι μᾶλλον καυσώδεσιν ἀεκούσια δάκρυα ἀποῤῥεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμοῤῥαγίαν προσδέχεσθαι, ἢν καὶ τὰ ἄλλα ὀλεθρίως μὴ ἔχωσιν, ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν οὐχ αἱμοῤῥαγίην, ἀλλὰ θάνατον σημαίνει.
Ἕν τι καὶ τοῦτο τῶν αἱμοῤῥαγικῶν σημείων παραλελειμμένων αὐτῷ διὰ τῶν ἔμπροσθεν εἴρηται νῦν, ἔστι δ’ ἱκανῶς ὁ λόγος σαφὴς τοῖς μεμνημένοις ὧν ἔμπροσθεν εἶπε καὶ κατὰ τοῦτο βιβλίον ὧν τε ἐν τῷ προγνωστικῷ. καί μοι λέλεκται ταῦτα πάντα μετὰ τῶν οἰκείων διορισμῶν ἐν τοῖς κατὰ τὸ προγνωστικὸν ὑπομνήμασι καὶ ἐν τοῖς περὶ κρίσεων.
81. Τὰ περὶ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετ’ ὀδύνης ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίσταται οὔτ’ ἐξεπύει, τουτέοισι διάῤῥοια χολωδέων ἢ δυσεντερίη ἢ παχέων οὔρων ὑπόστασις γενομένη ἔλυσε, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ.
Χρησιμώτατόν ἐστι κατὰ τῶν εἰρημένων ἀρτίως προμνησθέντων πρὸς τὸ μὴ διὰ παντὸς ἡγεῖσθαι τὰς παρωτίδας ἀνεκπυήτους μενούσας μοχθηρὸν εἶναι σημεῖον· ἐν γὰρ τῇ προκειμένῃ καταστάσει τοὺς μὲν πυρετούς φησι παύσασθαι κρισίμως ἐνίοις, ὅπερ ἐστὶν ἐν ἡμέρᾳ κρισίμῳ καὶ μεθ’ ἱδρῶτος ἤ τινος ἄλλου τῶν οὕτω κρινόντων, ἔτι διαμένειν τὰς παρωτίδας, εἶτα ἐν τῷ χρόνῳ προϊόντι καταστῆναι δι’ ὧν εἶπεν οὔρων καὶ διαχωρημάτων καὶ δυσεντερίας, ἐκκαθαρθέντων τῶν τὴν νόσον ἐργαζομένων αἰτίων.
82. Τὰ δὲ περὶ τὰς κρίσιας ἐξ ὧν καὶ διαγινώσκομεν ἢ ὅμοια ἢ ἀνόμοια.
Ὅσα περὶ κρίσεων ἢ κρισίμων ἡμερῶν αὐτῷ λέλεκται, πάντα κατὰ δύο πραγματείας ἠθροισμένα ἔχεις πρὸς ἡμῶν, τῇ τε περὶ τῶν κρισίμων καὶ κρίσεων. ἀλλὰ καὶ νῦν διὰ βραχίων εἰρήσεται τὸ κεφάλαιον τοῦ λόγου. τὰ περὶ κρίσιας, φησὶ, κατὰ τὶ μὲν ὅμοια, κατὰ τὶ δὲ ἀνόμοια γενέσθαι. κἄπειτα παρατίθεται πολλοὺς ἐξ ὑποστροφῆς καὶ αὐτοὺς κατὰ τὰς αὐτὰς προθεσμίας ἑπτακαιδεκαταίους κριθῆναι τὸ σύμπαν, εἶτ’ ἄλλους εἰκοσταίους ἐξ ὑποστροφῶν καὶ αὐτοὺς οὐχ ὁμοίως γενομένους. παραδείγματος δὲ χάριν μέμνηται πρῶτον ἀδελφῶν δυοῖν ἐν τῇδε τῇ ῥήσει.
83. Οἷον οἱ δύο ἀδελφοὶ καὶ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν
ὑποστροφαὶ γενόμεναι καὶ διεσώζοντο πάντες οὓς ἐγὼ οἶδα, οἶσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο. οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου, οὐδενὶ οἶδα ὑποστροφὴν γενομένην πάλιν. ἔθνησκον δὲ ἐν τοῖσι νοσήμασι τούτοισιν οἱ πλεῖστοι ἑκταῖοι, οἷον Ἐπαμινώνδας καὶ Σιληνὸς καὶ Φιλίσκος ὁ Ἀνταγόρεω.
Τὸ μὲν χρήσιμον τοῦ λόγου πρόδηλον ἐπὶ τῶν εἰρημένων ἐστὶ, τὸ δ’ ἄχρηστον ἄδηλον, ὥστ’ οὐ ζητεῖν αὐτὸ προσῆκεν, ἀλλ’ οἱ μὲν τὰ χρήσιμα σπουδάζοντες ἑαυτοῖς πράγματα παρέχουσι, ζητοῦντες πῶς εἰπὼν ὁ Ἱπποκράτης τῷ μὲν πρεσβυτέρῳ τὴν κρίσιν ἑκταίαν γενέσθαι, τῷ δὲ νεωτέρῳ ἑβδομαίαν. καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, ἐπέστρεψεν ἀμφοτέροις ὁμοῦ τὴν αὐτὴν ὥρην, ἐπήνεγκε, διέλιπον ἡμέρας πέντε. οὐ γὰρ ἀμφοτέροις δυνατόν ἐστι τὰς πέντε διαλιπεῖν, ἀλλὰ τῷ ἑτέρῳ μόνῳ, καίτοι γε καὶ δυνατόν ἐστιν αὐτὸ τοῦθ’ ὃ λέγουσιν, ἀκοῦσαι περὶ μόνου τοῦ ἑνὸς, τοῦ δευτέρου κατὰ τὴν διήγησιν εἰρημένου, τοῦ
ἔχωσιν ἐξηγεῖσθαι χωρίον τι εἶναι παρὰ τὸ θέρεσθαι κεκλημένον οὕτως. διαφέρει δ’ οὐδὲν εἰς τὴν προκειμένην θεωρίαν ὅπως ἄν τις γράφει τὰ τοιαῦτα τῶν ὀνομάτων. καὶ γὰρ εἴτε Περιγένους εἴτε Δίωνος ἢ Θέωνος ἦσαν ἀδελφοὶ διήνεγκεν οὐδὲν, ἀλλ’ οἱ μὴ δυνάμενοι τὰ κατὰ τὴν ἰατρικὴν τέχνην ἐξηγεῖσθαι καλῶς, ἐπὶ τὰς τοιαύτας ἐκτρέπονται περιεργίας.
84. Οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι. κατέσβη δὲ πᾶσιν οἷς οὐκ ἐξεπύησεν, ἀλλ’ ἐπὶ κύστιν ἐτράπετο. Κρατιστονάκτῃ τῷ παρὰ Ἡρακλίῳ ᾤκει καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ ἐξεπύησεν, ἀπέθανεν. οἷσι δὲ ἔκρινεν ἑβδόμῃ, διέλιπεν, ἐνάτῃ ὑπέστρεφεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς. ἔκρινεν ἑβδόμῃ Φανοκρίτῳ, ὃς κατέκειτο παρὰ Γνάθωνι τῷ γραφεῖ.
Ὅ καὶ πρόσθεν εἶπον ἄξιον εἶναι μνήμης, ἀναμνήσω καὶ νῦν, ὅτι παραδοξότερόν τε καὶ σπανιώτερον ἐκείνου. τὸ γὰρ χωρὶς τοῦ διαπυῆσαι τὰς παρωτίδας ὑπὸ μόνων τῶν κάτω γενομένων ἐκκρίσεων θεραπευθῆναι, μὴ πάνυ σύνηθες γενόμενον. ἐπέτεινεν ἐν τῷ νῦν λόγῳ γράψας Κρατιστονάκτῃ καὶ τὴν τοῦ γραφέως θεράπαιναν ἀποθανεῖν ἐκπυησάντων τῶν περὶ τὰ ὦτα. μάχεσθαι γὰρ δόξει τὸ, πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ἀλλὰ νῦν γε τὰ μὲν κατὰ τὰς φλέβας αἴτια τῶν πυρετῶν οὐκ ἔφθασε πεφθῆναι τῷ Κρατιστονάκτῃ καὶ τῇ θεραπαίνῃ τοῦ γραφέως, ἢ οὐκ ἂν ἀπέθανεν. αἱ μέντοι παρωτίδες ἐπέφθησαν, ὅπερ ἔφην σπάνιον εἷναι καὶ δεῖν αὐτοῦ μνημονεύειν, ὡς ἐνδεχόμενον μερικὴν γενέσθαι πέψιν ἐν μορίῳ τινὶ, καίτοι τῆς ὅλης νόσου μὴ πεφθείσης. τὰ δ’ ἄλλα πάντα τὰ κατὰ τὸν τρόπον τοῦτον εἰρημένα περὶ τῶν κρίσεων ἐξειργασάμεθα τελέως ἐν τοῖς περὶ κρίσεων καὶ κρισίμων ἡμερῶν γεγραμμένοις ἡμῖν ὑπομνήμασιν.
85. Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς καὶ μέχρι ἰσημερίης παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ καὶ ἔθνησκον πολλοί. αἱ μέντοι κρίσιες μετέπεσον καὶ ἔκρινε τὸ τοῖς πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διελίπετο τεταρταίοισι, ὑπέστρεφεν. ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε πεμπταίοισιν. τὸ δὲ σύμπαν τεσσαρεσκαιδεκαταίοισι. ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖς πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. ἔστι δ’ οἶσιν ἔκρινεν ἑνδεκάτῃ, ὑπέστρεφε τεσσαρεσκαιδεκάτῃ, ἔκρινε τελείως εἰκοστῇ. εἰ δέ τινες ἐπεῤῥίγουν περὶ τὴν εἰκοστὴν, τουτέοισιν ἔκρινεν τεσσαρακοστῇ ἐπεῤῥίγουν δὲ οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς. οἱ δὲ ἐπιῤῥιγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει.
Χειμῶνος νῦν μνημονεύει κατὰ τὸ δεύτερον ἔτος, οὐχὶ κατὰ τὸ πρότερον, ὅν ἐν τῇ καταστάσει διηγήσατο καὶ λέλεκταί μοι
πρόσθεν ἡ αἰτία, δι’ ἣν αἱ φρενίτιδες ὕστερον ἐπλεόνασαν, οὐκ οὖσαι κατ’ ἀρχὰς, ἀλλὰ καὶ τὰς τῶν κρίσεων προθεσμίας μεταπεσεῖν φησὶ καὶ διηγεῖται αὖ καὶ τὴν τούτων ποικιλίαν, κοινὸν ἐχουσῶν πρὸς τὰς ἔμπροσθεν εἰρημένας τὸ μεθ’ ὑποστροφῶν γίνεσθαι. παιδίοις μὲν οὖν καὶ τοῖς τούτων ἔτι πρεσβυτέροις τεσσαρεσκαιδεκαταίας τὸ σύμπαν γενέσθαι φησὶ τὰς κρίσεις. καὶ γὰρ διαφορεῖται τάχιστ’ αὐτοῖς τὰ τῶν νόσων αἴτια καὶ πέττεται. τοῖς δ’ ἄλλοις οὐ μόνον εἰς τὴν εἰκοστὴν, ἀλλὰ καὶ εἰς τὴν τεσσαρακοστὴν ἀφικνεῖσθαί φησιν ἐξ ὑποστροφῆς τὴν ὑστάτην κρίσιν, καὶ οὐδὲν θαυμαστὸν ἀξιολόγους γενέσθαι διαφορὰς τῶν κρίσεων ἐπὶ τῇ ποικιλίᾳ τῶν νοσημάτων.
86. Ἐπεῤῥίγουν δ’ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος δὲ πλείους, φθινοπώρου δ’ ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πολλῷ πλεῖστοι, αἱ δ’ αἱμοῤῥαγίαι ὑπέλειπον.
Ἦρος μέμνηται νῦν τοῦ κατὰ τὴν πρώτην κατάστασιν ὑπ’ αὐτοῦ ῥηθέντος, οὐ κατὰ τὸ δεύτερον ἔτος. οὐ γὰρ ἐξέτεινεν ἐπὶ τοσούτῳ γε τὴν διήγησιν τῶν γιγνομένων νοσημάτων, ἀλλὰ μέχρι καὶ τοῦ δευτέρου χειμῶνος ἀφίκετο. διὰ τί δὲ τὸ τοῦ χρόνου προϊόντος ἀεὶ καὶ μᾶλλον ὁ τῶν ἐπιῤῥιγούντων ἀριθμὸς ηὐξάνετο πρόσθεν ἤδη μοι δυνάμει λέλεκται κατ’ ἐκεῖνον τὸν λόγον, ἡνίκα μὲν ἀνεμίμνησκον, ἐπιδέδεικται μοι τὸ ῥῖγος γινόμενον, διὰ τῶν στερεῶν σωμάτων διερχομένης τῆς ξανθῆς χολῆς, οὐκ ἐν ταῖς κοιλότησι τῶν ἀγγείων περιεχομένης. ἐν ἀρχῇ μὲν οὖν ἐν κινήσει οὖσα τοὺς καύσους ἐγέννησε, μεταλαμβανομένη δ’ ὕστερον εἰς τὰ σαρκώδη μόρια καὶ δι’ αὐτῶν ἐπὶ τἀκτὸς φερομένη τὸ ῥῖγος εἰργάσατο. κατ’ ὀλίγον δ’ ἀποπαύεσθαι τὰς αἱμοῤῥαγίας, μηκέτ’ ἐν ταῖς φλεψὶν οὔσης, ἀλλὰ διασκεδαννυμένης εἰς ὅλον τὸ σῶμα.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Α. ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Γ.
1. Τὰ δὲ περὶ τὰ νοσήματα ἐξ ὧν διαγινώσκομεν μαθόντες ἐκ τῆς κοινῆς φύσεως ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου, ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων, ἐκ τοῦ προσφέροντος. ἐπὶ τὸ ῥᾷον γὰρ καὶ χαλεπώτερον ἐκ τούτων, ἐκ τῆς καταστάσεως ὅλης καὶ κατὰ
μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης καὶ ἑαυτοῦ ἔθεος ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ τῆς ἡλικίης ἑκάστου, λόγοισι, σιγῇ, διανοήμασιν, ὕπνοισιν, οὐχ ὕπνοισιν, ἐνυπνίοισί τισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι, δακρύοισιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισι, πτύσμασιν, ἐμέτοισιν. καὶ ὅσαι ἐξ οἵων εἰς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμοι. ἱδρὼς, ῥῖγος, ψύξις, βὴξ, πταρμοὶ, λυγμοὶ, πνεύματα, ἐρεύξεις, φῦσαι σιγώδεες, ψοφώδεες [ἠχώδεες], αἱμοῤῥαγίαι, αἱμοῤῥοΐδες, ἐκ τούτων δὲ καὶ ὅσα διὰ τούτων, σκεπτέον.
Ἔνιοι ταῦτα παραγεγράφθαι νομίσουσιν ὁμοίαν ἔχοντα τὴν ἑρμηνείαν καὶ τὴν διάνοιαν τοῖς ἐν τῷ περὶ χυμῶν γεγραμμένοις, ἃ προεξήγημαι δι’ ἑτέρων ὑπομνημάτων. ἔστι δὲ δηλονότι προγνωστικὰ καὶ τὰ θεωρήματα διδάσκοντος αὐτοῦ καθόλους σκοποὺς, ἀφ’ ὧν χρὴ τὰς προγνώσεις
καὶ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον εὔδηλον. αἱμοῤῥαγίαι τε γὰρ καὶ αἱμοῤῥοΐδες ὅπως αἱ μὲν ἐπ’ ὠφελείᾳ γίνεσθαι πεφύκασιν, αἱ δ’ ἐπὶ βλάβῃ μεμαθήκαμεν.
2. Πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέραν διαλείπουσιν. ἡμιτριταῖοί τε καὶ τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι καὶ ἐναταῖοι.
Καὶ τῷ τοῦ συνεχοῦς ὀνόματι καὶ τῷ τοῦ διαλείποντος οἱ παλαιοὶ διττῶς φαίνονται χρώμενοι. συνεχεῖς γοῦν ὀνομάζουσι πυρετοὺς ἐνίοτε μὲν ἅπαντας ὅσοι μὴ λήγουσιν εἰς ἀπυρεξίαν, ἐνίοτε δ’ οὐχ ἅπαντας τοὺς μὴ λήγοντας εἰς ἀπυρεξίαν, ἀλλ’ ἐκείνους μόνους ἐξαιρέτως, ὅσοι μηδεμίαν ἴσχουσι μεταβολὴν ἄχρι κρίσεως. οὕτω δὲ καὶ διαλείποντας,
χρὴ τὴν ἀρχὴν τῆς λέξεως ἐν πολλοῖς τῶν ἀντιγράφων κατὰ τὸ καλούμενον ἀσύνδετον εἶδος τῆς ἑρμηνείας γεγραμμένον ὡδί πως, πυρετοὶ συνεχέες, ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέραν διαλείπουσιν. εἰπὼν δ’ ἀσύνδετον ὀνομάζεσθαι τὸ τοιοῦτον εἶδος ἐδήλωσα καὶ τὴν ἐξήγησιν αὐτοῦ. χρὴ γὰρ ὡς ἐν καταλόγῳ τῶν εἰρημένων ἀκούειν ἡμᾶς, προστιθέντας τοὺς παραλελειμμένους ἐν ταῖς λέξεσι συνδέσμους.
3. Εἰσὶ δ’ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι καὶ θανατωδέσταται ἐν τῷ ξυνεχεῖ πυρετῷ.
Ἡ μὲν ἀκριβεστάτη τούτων ἁπάντων διδασκαλία λέλεκται κατὰ τὰ περὶ διαφορᾶς πυρετῶν ὑπομνήματα, καὶ νῦν, ὡς εἶπον ἤδη πολλάκις, οὐκ ἀποδεικνύναι μοι
λόγον, ἐξαιρεῖσθαι δόξει τοὺς ἄλλους συνεχεῖς, ὡς οὐ κινδυνώδεις ὄντας οὔτε σφοδροὺς οὔτ’ ὀξεῖς.
4. Ἀσφαλέστατος δ’ ἁπάντων καὶ ῥήϊστος καὶ μακρότατος ὁ τεταρταῖος. οὗτος γὰρ οὐ μόνον αὐτὸς ἐφ’ ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων ῥύεται.
Ῥήϊστον εἶπε τὸν τεταρταῖον ἐν ἴσῳ τῷ εὔφορον. οἱ γάρ τοι συνεχεῖς τῶν πυρετῶν μηδεμίαν ἔχοντες τῶν ὀχληρῶν ἀνάπαυλαν ἄχρι κρίσεως, ἀλλὰ καὶ διηνεκῶς βαρύνοντες, εἰκότως δύσφοροι λέγονταί τε καί εἰσιν. ἐν δὲ τῷ τεταρταίῳ καὶ μάλισθ’ ὅταν ᾖ μέτριος, ἔνεστι καὶ προϊέναι ταῖς μέσαις τῶν παροξυσμῶν ἡμέραις καί τι καὶ πράττειν ἐνίοτε τῶν συνήθων. χρὴ δὲ γινώσκειν σε καὶ τὸ τῶν παλαιῶν ἔθος, ὅταν ἀκούσῃς αὐτῶν περὶ πυρετῶν διαλεγομένων.
ἐὰν γοῦν ἥπατος ἢ πλευρᾶς ἢ πνεύμονος ἢ ἄλλου τινὸς μορίου φλεγμονῇ πυρετὸς ἕπηται, πλευρῖτιν ἢ περιπνευμονίαν ἢ ἡπατῖτιν ὀνομάζουσι τὴν νόσον, οὐ πυρετώδη. τὸν δ’ ἄνευ φλεγμονῆς πυρέττοντα πυρετόν φασι νοσεῖν, καὶ νῦν δ’ ἄκουε περὶ ὧν διαλέγεται πυρετῶν οὕτως εἰρῆσθαι τὸν λόγον, ἐπεί τοι πολλάκις εἴδομεν ἐπὶ σπληνὶ μεγάλως πυρέττοντας ἀνθρώπους τεταρταῖον, κᾄπειτα ἐν χρόνῳ παρεγχύσεως ὑδερικῆς γενομένης ἀποθανόντας. ἀλλ’ αὐτός τε καθ’ ἑαυτὸν ὁ τεταρταῖος ἀκίνδυνός ἐστιν, ὅς γε καὶ ἄλλων νοσημάτων ῥύεται. παυσαμένας γοῦν ἐπιληψίας ἴσμεν ἐπὶ τεταρταίῳ χρονίῳ ἐνοχλήσαντι, καὶ μεμάθηκας ἤδη περὶ τῆς γενέσεως αὐτοῦ κατά τε τὰ περὶ διαφορᾶς πυρετῶν ὑπομνήματα καὶ τὰ περὶ κρίσεων.
5. Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ ξυμπίπτει μὲν καὶ ὀξέα νοσήματα γίγνεσθαι καί ἐστι τῶν λοιπῶν οὗτος θανατωδέστατος.
ἀτὰρ φθινώδεες καὶ ὅσα ἄλλα μακρὰ νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσιν.
Οὐ δύναμαι πεῖσαι τοὺς πολλοὺς τῶν ἰατρῶν διακρῖναι τὴν τῶν πραγμάτων αὐτῶν ἐπίσκεψιν τῆς περὶ τῶν ὀνομάτων τε καὶ σημαινομένων καὶ συγγινώσκειν αὐτοῖς δίκαιον. ὅπου γὰρ Ἀγαθῖνος, ἵνα τοὺς ἄλλους παραλείπω, βιβλίον ὅλον ἔγραψε τὸ πρῶτον περὶ ἡμιτριταίου, τὸ σημαινόμενον ἐκ τῆς προσηγορίας ζητῶν ἐν αὐτῷ, πῶς οὐκ ἄν τις καὶ τούτοις συγγνώη; καίτοι γε ῥᾷστον ἦν ἰδίαν μὲν τῶν ὁρωμένων ποιήσασθαι διδασκαλίαν ἐν τῇ περιοδίᾳ, ἰδίαν δὲ τῶν ἐπ’ αὐτοῖς ὀνομάτων, ὥσπερ ἐγὼ νῦν ποιήσομαι. τῶν γὰρ διὰ τρίτης παροξυνομένων πυρετῶν οἱ μὲν εἰς ἀπυρεξίαν λήγουσιν, οἱ δὲ οὔ. καὶ πάλιν ἑκατέρου τούτων ἡ διαφορὰ τοιάδ’ ἐστί. τῶν εἰς ἀπυρεξίαν ληγόντων ἔνιοι μὲν ἐντὸς ὡρῶν δώδεκα τὸν παροξυσμὸν ἔχουσι περιγραφόμενον, ἔνιοι δ’ ἐπὶ πλέον ἐκτεινόμενον. τῶν δὲ μὴ ληγόντων εἰς ἀπυρεξίαν ἔνιοι μὲν φρικώδεις ὄντες, ὅταν
τὸ δ’ εἰς ἀπυρεξίαν λήγειν οὐκ ἔχει. ἐνδέχεται γὰρ καὶ διότι καὶ μετὰ ῥίγους εἰσβάλλειν οὐκ ἔχει, καὶ πρὸς τούτοις γ’ ἔτι τὸ μετ’ ἐκκρίσεως παύεσθαι, καὶ μέντοι καὶ ὅτι τὴν δευτέραν ἡμέραν οὐκ ἔχει καθαράν. ἐνδέχεται δὲ καὶ ἄλλο τι τοιοῦτον εἰπεῖν, τοῖς μὲν ἄχρηστον σοφίαν ἀσκοῦσι, τὰ δ’ ὄντως χρήσιμα τῆς τέχνης παραλείπουσι.
6. Νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δὲ ἡμερινὸς μακρότερος. ἔστι δ’ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες.
Τῶν μὲν ἐν ἀρχῇ πυρετῶν τὸν κατάλογον ἔγραψεν ἁπλῶς, τούτων δ’ ἑξῆς τὰ ἤθη διδάσκει. προειρηκὼς οὖν ἐν τῷ καταλόγῳ, πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν. εἶτα περὶ τῶν συνεχῶν διελθὼν ὁποῖοί τινές εἰσι καὶ προσθεὶς αὐτοῖς ἐφεξῆς τὴν περὶ τοῦ τεταρταίου
τὸν κάμνοντα καὶ διὰ τοῦτο καταφθείρονται τῷ χρόνῳ καὶ φθίνουσι δυοῖν θάτερον. εἰ μὲν δὴ κοιμῶνται τῆς ἡμέρας, ἐνδεῶς ἀπολαβόντες ὕπνου, εἰ δ’ οὐ κοιμῶνται, νυκτερίδος βίον, οὐκ ἀνθρώπων, βιοῦντες.
7. Ἑβδομαῖος μακρὸς οὐ θανατώδης. ἐναταῖος ἔτι μακρότερος οὐ θανατώδης.
Οὔθ’ Ἱπποκράτει καλὸν ἀπιστεῖν, ἐμφαίνει γὰρ ὡς ἑορακὼς ταῦτ’ ἔγραψε, οὔτε ψεύδεσθαι προσήκει λέγοντα καὶ αὐτὸν ἑορακέναι. παραφυλάττειν οὖν ἡμᾶς φιλοπόνως προσήκει καὶ τῇ πείρᾳ κρίνειν τὸ ἀληθὲς, ἀλλ’ ὅπως μὴ πάθητε τοῖς πολλοῖς ὁμοίως, οἳ θεασάμενοι κατά τινα τύχην δι’ ἑβδόμης ἡμέρας πυρέξαντα τὸ δεύτερόν τε καὶ τρίτον ἀπὸ τῆς ἀρχῆς ὑπέλαβον ἑβδόμῃ εἶναί τινα περίοδον. ἐνδέχεται γάρ ποτε τοῦτο καὶ κατὰ συντυχίαν ἁπαντῆσαι,
καὶ μέντοι καὶ κατὰ τὸ τῆς διαίτης ὁμοειδές. ὅσοις γὰρ τῶν νοσούντων οὐκ ἀκριβῶς ἡ νοσώδης ἐπαύσατο διάθεσις, ἀλλ’ ἔμεινεν αὐτοῖς τι σπέρμα, τούτοις ἀμελέστερον διαιτηθεῖσι συμβαίνει πολλάκις μὲν ἕκτῃ μετὰ τὴν πρώτην ἡμέραν πυρέξαι, πολλάκις δ’ ἑβδόμῃ, πολλάκις δ’ ὀγδόῃ, πολλάκις δ’ ἄλλῃ τινὶ καὶ τοῦ πυρετοῦ παυσαμένου, δόξασιν ἀκριβῶς ἀπηλλάχθαι, πάντα ὁμοίως διαιτηθεῖσιν, ἐπὶ τῷ καταλειφθέντι τῆς νόσου σπέρματι δι’ ἴσων ἡμερῶν εἰς τὴν αὐτὴν ἀφικομένων διάθεσιν, ὡσαύτως πυρέξαι. καὶ δυνατὸν γίγνεσθαι τοῦτο πολλάκις, ὅταν ἴσον μὲν ᾖ τὸ καταλειπόμενον τῆς διαθέσεως, ὁμοίως δὲ καὶ οἱ κάμνοντες διαιτῶνται. τοῦτ’ οὖν ὄντως περίοδός ἐστι νοσώδης, ὅταν ἀκριβῶς διαιτηθέντων αὐτῶν κατὰ τὴν αὐτὴν ἀφικνῆται προθεσμίαν ὁ πυρετὸς, ὥσπερ ἐπὶ τοῦ τεταρταίου φαίνεται γιγνόμενος.
8. Τριταῖος ἀκριβὴς ταχυκρίσιμος καὶ οὐ θανατώδης.
Εἴρηται μικρῷ πρόσθεν ὡς τύπῳ φάναι, τὸν ὀλιγοχρόνιον ἔχοντα παροξυσμὸν ἀκριβῆ τριταῖον εἶναι. τὰ δ’ ὡς τὸ πολὺ τούτῳ συνυπάρχοντα πάντα εἴρηται κατά τε τὰ περὶ διαφορᾶς πυρετῶν καὶ τὰ περὶ κρίσεως ὑπομνήματα.
9. Ὁ δέ γε πεμπταῖος πάντων κάκιστος καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν ἐπιγενόμενος κτείνει.
Οἱ φθίνοντες ἑκτικὸν πυρέττουσι πυρετὸν οὐδέποτε παυόμενον, οὗ τὴν φύσιν ἅπασαν, ὥσπερ καὶ τῶν ἄλλων, ἔμαθες ἐν τοῖς περὶ διαφορᾶς πυρετῶν. ἤδη δέ τισιν, αὐτῷ ἐπιπεπλεγμένον τινὰ τῶν περιοδικῶν, ἤτοι τῶν διὰ τρίτης ἢ καὶ τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων, ὡς δ’ Ἱπποκράτης φησὶ, καὶ τὸν διὰ πέμπτης, ὑπὲρ οὗ καὶ αὐτοῦ
νόμιζέ σοι τὰ αὐτὰ λελέχθαι πρὸς ἡμῶν, ἃ καὶ περὶ τῶν ἑβδομαίων τε καὶ ἐναταίων ὀλίγον ἔμπροσθεν ἤκουσας.
10. Εἰσὶ δὲ πρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν, ὁμοίως ξυνεχέων καὶ διαλειπόντων. αὐτίκα γὰρ ξυνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον. περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται. ἔστι δ’ οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ’ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἅλις ἐξέλαμψεν. ἔστι δ’ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας, πάλιν ὑφίησι μέχρι κρίσεως καὶ περὶ κρίσιν. ξυμπίπτει δὲ ταῦτα καὶ γίνεται ἐπὶ παντὸς πυρετοῦ καὶ ἐπὶ παντὸς νοσήματος.
Τρόπους πυρετῶν ἐνίοτε μὲν τὰ ἔθη καλοῦσιν, ἐνίοτε δὲ τὰς διαφορὰς καὶ τὰς οὐσίας. τὰ εἴδη δὲ νῦν αὐτῶν δῆλόν ἐστιν ἑκάστου τῶν προειρημένων πυρετῶν γράψαι. τὸ γοῦν συνεχῆ φησιν ἄρχεσθαι μὲν ἐνίοις σφοδρότατον, κατὰ βραχὺ δὲ ἀπολεπτύνεσθαι μέχρι κρίσεως, ἐνίοτε δὲ μετρίως ἀρξάμενον αὐξάνεσθαι κατὰ βραχὺ μέχρι κρίσεως, ἐν ᾗ φησιν ἐκλάμπειν αὐτόν. οὗτοι μὲν οὖν ἐναντία ἀλλήλοις ἔχουσι τὴν κρίσιν. ἄλλον δὲ τρόπον ἐπ’ αὐτοῖς τρίτον εἶναι φησι σύνθετον ἐξ ἀμφοῖν, ὅταν ἄρχεται μὲν πρᾴως, αὐξηθεὶς δὲ κατὰ βραχὺ καὶ τὸ τέλεον ἀπολαβὼν μέγεθος ὑφίησιν ἄχρι λύσεως παντελοῦς. τούτους τοὺς τρεῖς τρόπους οἴονταί τινες αὐτὸν λέγειν ἐπὶ τῶν συνεχῶν πυρετῶν, οὐκ ἀκούοντες ὧν ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψε. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος, ὥστ’ οὐκέτι τῶν συνεχῶν μόνον, ἀλλὰ καὶ πάντων τῶν ἄλλων πυρετῶν, ὅσοι τε συνεχεῖς καὶ πολυχρόνιοι, καὶ μέντοι καὶ παντὸς ἄλλου νοσήματος, ὀξέος δὲ δηλονότι
καὶ χρονίου, τοὺς αὐτοὺς τρόπους φησὶ γίνεσθαι τρεῖς, καὶ τὰ συμπτώματα δὲ κατὰ τὸν αὐτὸν λόγον κρίνεται τὰ πάντα. φέρε γὰρ ἐπ’ ἀλγήματος ἡμᾶς σκοπεῖσθαι τοῦτο, πολλάκις μὲν εἰσβάλλον σφοδρότατον, ἀπομαραίνεται κατὰ βραχὺ μέχρι παντελοῦς λύσεως, ἐνίοτε δ’ ἀρξάμενον πρᾷον, ἐπὶ τὸ σφοδρότατον αὐξηθὲν κατὰ βραχὺ ταχεῖαν ἔχει τὴν λύσιν. αὖθις δέ ποτε μετὰ τὴν τελείαν ἀκμὴν ἀνάλογον τῆς αὐξήσεως ἐν ἴσῳ χρόνῳ τὴν παρακμὴν ἔλαβεν.
11. Δεῖ δὲ τὰ διαιτήματα σκοπεύμενον ἐκ τούτων προσφέρειν.
Προγνωστικὸν εἶναι δὲ βούλεται τῆς κινήσεως τῶν νοσημάτων, ὅπως ἁρμόττουσαν αὐτοῖς τὴν δίαιταν προσφέρῃς. δεῖ γὰρ ὡς πρὸς τὴν ἐσομένην αὐτοῖς ἀκμὴν τοῦ νοσήματος ἀποβλέποντας ἡμᾶς τὴν δίαιταν ποιεῖσθαι, κατὰ
δὲ τὸ περὶ διαίτης ὀξέων καὶ τοὺς ἀφορισμοὺς, ὅπως χρὴ προγινώσκειν τοὺς προειρημένους τρόπους τῶν νοσημάτων, ἔκ τε τῶν εἰς τὸ προγνωστικὸν ὑπομνημάτων καὶ ἐκ τῶν περὶ κρίσεων μαθήσῃ διὰ κεφαλαίων αὐτὰ κατὰ τοῦτο τὸ βιβλίον ἔγραψα, διὰ τῆς πρώτης ἐν τῷδε τῷ ὑπομνήματι γεγραμμένης ῥήσεως.
12. Πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοις ἐστὶν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ γεγράψεται, πρὸς ὃ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι τίνι τουτέων ὀξὺ καὶ θανατῶδες ἢ περιεστηκὸς καὶ τίνι προσαρτέον ἢ οὒ, καὶ πότε καὶ πόσον καὶ τίνι τὸ προσφερόμενον ἔσται.
Καίτοι πολλὰ προειρηκὼς, ἀφ’ ὧν χρὴ τὰς προγνώσεις ποιεῖσθαι, ὅμως φησὶν εἶναι καὶ ἄλλα, τὰ μὲν ἤδη γεγραμμένα κατὰ τὸ προγνωστικὸν δηλονότι, τὰ δὲ καὶ γραφησόμενα.
13. Τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι κρίνεται ἐν ἀρτίῃσι. ὧν δ’ οἱ παροξυσμοὶ ἐν περιττῇσι, κρίνονται ἐν περιττῇσιν.
Εἴρηται πολλάκις ἡμῖν ἐν τοῖς παροξυσμοῖς γίνεσθαι τὰς κρίσεις, διά τε τὸ κινεῖσθαι σφοδρῶς ἐν αὐτοῖς τοὺς χυμοὺς καὶ ὥσπερ ζέοντας ἐκρήγνυσθαι δι’ αἱμοῤῥαγίας ἢ δι’ ἱδρώτων ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμοῤῥοΐδων ἢ καταμηνίων ταῖς γυναιξί. διά τε τὸ κατ’ αὐτὸν τὸν καιρὸν τὴν φύσιν ἐπείγεσθαι πρὸς τὴν ἔκκρισιν αὐτῶν, ἅμα μὲν ὅτι βαρυνομένη καὶ κακοπαθοῦσα παροξύνεται πρὸς τὴν ἔκκρισιν, ἅμα δὲ ὅτι κεχυμένων μᾶλλον αὐτῶν ἥ τε διάκρισις ἑτοιμοτέρα τῶν μοχθηρῶν ἥ τε κρίσις γίγνεται ῥᾷον.
14. Ἔστι δ’ ἡ πρώτη κρίσιμος τῶν περιόδων ἐν ταῖς ἀρτίῃσι
κρινόντων δ΄. ς΄. η΄. ι΄. ιδ΄. κη΄. λ΄. μη΄. ξ΄. π΄ καὶ ρ΄. ἐκ τῶν δὲ ἐν τῇσι περιττῇσι κρινόντων περιόδων πρώτη γ΄. ε΄. ζ΄. θ΄. ια΄. ιζ΄· κα΄. κζ΄ καὶ λα΄.
Οὐ κυρίως μοι δοκεῖ χρῆσθαι νῦν τῇ προγηγορίᾳ τῆς περιόδου. τὰς γὰρ ἡμέρας αὐτὰς ἐν αἷς αἱ κρίσεις γίνονται πάσας ἐφεξῆς ἔγραψεν, ἔν τε τῷ προγνωστικῷ τὰς κατὰ τετράδα γινομένας περιόδους ἀκριβῶς διῆλθεν, ὥστε ταῦτ’ ἔοικεν ἐπιζητεῖν τὴν θεωρίαν τῶν κρισίμων ἡμερῶν. πρώτην μὲν οὖν φησὶ κρίσιμον ἡμέραν εἶναι τῶν ἀρτίων τὴν τετάρτην, ἐφεξῆς δ’ αὐτῇ τὴν ς΄. εἶτα τοῖς πλείστοις μὲν τῶν ἀντιγράφων τῆ η΄ καὶ ι΄ γέγραπται. κατά τινα δὲ τῇ ιδ΄ μετὰ τὴν ς΄. κ΄. καὶ μετὰ ταύτην ἐν τισὶ μὲν δ΄ καὶ κ΄. ἐν τισὶ δ΄ αὐτῶν γέγραπται δ΄. καὶ λ΄. καὶ μετὰ ταύτην μ΄. μεθ’ ἢν ἡ ξ΄ καὶ π΄ καὶ ἑκατοστή. τῶν δ’ ἐν ταῖς περιτταῖς κρινομένων
νοσημάτων πρώτην φησὶν εἶναι περίοδον. ἄμεινον δ’ ἦν, ὡς ἔφαμεν, εἰπεῖν οὐ περὶ ἀρχῆς τρίτην, εἶτα πέμπτην, εἶθ’ ἑβδόμην, εἶτα ἐνάτην, εἶτα ἑνδεκάτην, εἶτα ἑπτακαιδεκάτην, εἶτα πρώτην καὶ εἰκοστὴν καὶ μετὰ ταύτην ζ΄ καὶ κ΄. ἐφ’ ᾗ α΄ καὶ λ΄. ἐδείχθησαν δὲ ἡμῖν ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ πασῶν τῶν κρινουσῶν ἰσχυρόταται μὲν αἱ κατὰ τὴν τετραδικήν τε καὶ ἑβδοματικὴν περίοδον γινόμεναι, μετριώτεραι δ’ αὐτῶν αἱ παρεμπίπτουσαι, περὶ ὧν τῆς εὐλόγου γενέσεως ἕνεκεν εἴπωμεν. αἱ μὲν οὖν περιτταὶ πᾶσαι καλῶς εἴρηνται· τῶν δ’ ἀρτίων οὐκ ὀρθῶς εἰρήκασιν κη΄ καὶ ι΄. οὐδαμῶς γάρ εἰσιν αὗται κρίσιμοι.
15. Εἰδέναι δὲ χρὴ ὅτι, ἢν ἄλλως κριθῇ, ἔξω τῶν προγεγραμμένων, ἐσομένας ὑποστροφὰς σημαίνοιτο καὶ γένοιτο ἂν ὀλέθρια.
Ὅτι μὴ καλῶς καὶ βεβαίως κρίνουσιν αἱ εἰρημέναι νῦν ἡμέραι καὶ τὰ κριθέντα δὲ νοσήματα πάντως μέν ἐστι βέβαια. γένοιτο δ’ ἄν ποτε καὶ ὀλέθρια, δέδεικται δι’ ἐκείνων τῶν ὑπομνημάτων.
16. Δεῖ δὲ προσέχειν τὸν νοῦν καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον.
Ἐν ταύτῃ τῇ ῥήσει τὸ σημαινόμενον ἐκ τοῦ τῆς κρίσεως ὀνόματος ἐδίδαξεν, ὃ διὰ συντόμων ἄν τις εἴπῃ ὀξύῤῥοπον εἶναι μεταβολὴν νοσήματος. ὅτι δὲ τετραχῶς ἡ μεταβολὴ γίνεται σαφῶς αὐτὸς εἶπεν. ἐπὶ γὰρ σωτηρίαν ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον, ἀξιόλογον δηλονότι. παρέλιπε δ’ αὐτὸς εἰπεῖν τὸ ἀξιόλογον, ὡς ἐν τῷ κοινῷ σημαινομένῳ τοῦ τῆς κρίσεως ὀνόματος περιεχόμενον.
17. Πλανῆτες δὲ πυρετοὶ καὶ τεταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται σκεπτέον.
Οὐδὲ περὶ τούτων ἐπιζητεῖ κατὰ προγνωστικόν. καὶ γὰρ οἱ πλανῆτες τοὺς κατὰ μέρος παροξυσμοὺς ἀτάκτους ἔχουσιν, ἀλλὰ διά τε τῶν κατὰ τὰς κρισίμους ἡμέρας φαινομένων σημείων ἡ κρίσις αὐτῶν προγινώσκεται . περὶ δὲ τῶν εἰς ἀπυρεξίαν ληγόντων περιόδων, οἷαίπερ αἱ τῶν τριταίων εἰσὶ καὶ τῶν τεταρταίων, ἐδείχθη τοῖς πολλοῖς τῶν ἰατρῶν θεώρημα ἀγνοούμενον, οὗ διὰ παντὸς ἐπειράθημεν ἐπὶ τῶν ἀῤῥώστων. οὐ γὰρ ταῖς ἀπὸ τῆς ἀρχῆς ἡμέραις προσέχειν χρὴ τὸν νοῦν, οὐδὲ ταύτας ἀριθμεῖν ἁπλῶς ἐφεξῆς, ἀλλὰ τοὺς παροξυσμοὺς, ὥσπερ ἐπὶ τριταίου ἀκριβοῦς αὐτὸς εἶπε κατὰ τοὺς ἀφορισμούς· τριταῖος ἀκριβὴς ἐν ἑπτὰ περιόδοισι κρίνεται τὸ μακρότατον. ὡς γὰρ οὗτος
ἐξήγησιν αὖθις ἴωμεν. ὥσπερ γὰρ ἅπαντα τὸν περὶ τῶν κρισίμων ἡμερῶν λόγον ἀκριβῶς διωρίσατο κατὰ τὸ προγνωστικὸν, οὕτω καὶ τὸν τῶν περιόδων. οὐδαμόθεν γοῦν ἐμνημόνευσε πεμπταίας ἢ ἑβδομαίας ἢ ἐναταίας οὐ μόνον κατὰ τὸ προγνωστικόν τι εἰπὼν, ἀλλ’ οὐδὲ κατὰ τοὺς ἀφορισμοὺς, καίτοι κατὰ τὸ προγνωστικὸν εἰπών· γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου. κατὰ δὲ τοὺς ἀφορισμοὺς τριταῖον ἀκριβῆ κρίνεσθαι περιόδοις ἐν ἑπτὰ, δυνατὸν ἦν αὐτῷ καὶ περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ ἐναταίου τὴν αὐτὴν ἀπόφασιν ποιήσασθαι, τὴν λέξιν ὡδί πως γράψαντι· γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις κατὰ τὸν αὐτὸν τρόπον καὶ πεμπταίων καὶ ἑβδομαίων καὶ ἐναταίων ἐκ τουτέου κόσμου.
Πρὸ τῆς τῶν κατὰ μέρος ἀῤῥώστων ἐξηγήσεως ἄμεινον εἶναί μοι δοκεῖ σαφηνείας τε καὶ συντομίας ἕνεκα κοινόν τινα περὶ πάντων αὐτῶν λόγον εἰπεῖν. ἐδείχθη μοι καὶ κατ’ ἄλλας μὲν πραγματείας, ἀλλὰ κἀν τῇ τῆς θεραπευτικῆς μεθόδου ὡς διττὴ ἡ τῶν ζητουμένων εὕρεσίς ἐστι,
οὐδ’ ἐξηγήσεως ἦν περιττοτέρας χρεία τοῖς βουλομένοις ἐπὶ τὰ τῆς τέχνης ἔργα σπεύδειν. ἀλλ’ ἐπειδὴ παρέγκεινταί τινες ἀσαφεῖς λέξεις, δι’ ἐκείνας ἔδοξεν ἄμεινον εἶναι καὶ τὰ τοιαῦτα ὑπομνήματα ποιήσασθαι δῆλα. εἰ μὲν οὖν ἁπάντων τῶν συμπτωμάτων ὅσα γεγονέναι φησὶν ἑκάστῳ τῶν νοσημάτων εἴτ’ οὖν τὴν ὅλην φύσιν ἢ τὰς αἰτίας τῆς γενέσεως εἴποιμι, τὰς γενομένας μοι πραγματείας ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι πάσας, κινδυνεύσω τε καθ’ ἕκαστον ἄῤῥωστον ἓν γράψαι βιβλίον· εἰ δὲ τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων ἐν τῷ καθόλου τὰ παραδείγματα μόνα νῦν ἐπισημαινοίμην, ἀναπέμπων τὸ σύμπαν τῆς διδασκαλίας εἰς τὰς γεγραμμένας μοι πραγματείας, ἐλπίζω σύντομον ἔσεσθαι τὸν λόγον.
(1) Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος καὶ κατεκλίθη. ἐν τῇ πρώτῃ πυρετὸς ὀξὺς, ἵδρωσεν ἐς νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη. ὀψὲ δ’ ἀπὸ κλυσματίου καλῶς διῆλθε, νύκτα δι’ ἡσυχίης. τρίτῃ πρωῒ καὶ μέχρι
μέσου ἡμέρης ἔδοξε γενέσθαι ἀπύρετος. πρὸς δείλην δὲ πυρετὸς ὀξὺς μεθ’ ἱδρῶτος, διψώδης, γλῶσσα δὴ ἐπεξηραίνετο, μέλαν οὔρησε, νύκτα δύσφορος, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα, νύκτα εὐφορωτέρην, οὖρα εὐχρούστερα. πέμπτῃ περὶ μέσον ἡμέρης, μικρὸν ἀπὸ ῥινῶν ἔσταξεν, ἄκρητον. οὖρα δὲ ποικίλα ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπαρμένα, οὐχ ἵδρυτο. προσθεμένῳ δὲ βάλανον, φυσώδεα σμικρὰ διῆλθε, νύκτα ἐπιπόνως, ὕπνοι σμικροὶ, λόγοι, λῆρος, ἄκρεα πάντοθεν ψυχρὰ καὶ οὐκέτ’ ἀναθερμαινόμενα, οὔρησε δὲ μέλανα, ἐκοιμήθη σμικρὰ, πρὸς ἡμέρην ἄφωνος, ἵδρωσε ψυχρὰ, ἄκρεα πελιδνὰ, περὶ δὲ μέσον ἡμέρης ἑκταῖος ἀπέθανεν. τουτέῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ ἀραιὸν καὶ μέγα. σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος, οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν.
Ἐπὶ τούτου τοῦ ἀῤῥώστου κατὰ τὴν τρίτην ἡμέραν ὁ μέλλων ἔσεσθαι θάνατος ἦν φανερὸς ἤδη τῷ μεμνημένῳ τῶν καθόλου θεωρημάτων. ἐν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν ὀξέος πυρετοῦ γενομένου καὶ μετὰ τοῦτο ἱδρῶτος ἐπιφανέντος οὐκ ἔλυσε τὸν πυρετὸν, ἀλλὰ καὶ τὴν νύκτα χαλεπὴν ἤνεγκεν. ἡ δευτέρα πάλιν ἅπαντα παρώξυνεν, εἶθ’ ἡ τρίτη μελάνων οὔρων ἔσχεν ἔκκρισιν. ἦν μὲν οὖν καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν γενόμενον εὐθέως μοχθηρόν. τὰ γὰρ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα, θανατώδη μὲν, ἄν τι τῶν ἐπ’ αὐτοῖς θανατωδῶν γένηται συμπτωμάτων ἢ σημείων, δύσκριτα δὲ, ἐὰν ἄνευ τούτων διαμένῃ τὰ σημεῖα τῆς τῶν χυμῶν ἀπεψίας. ἀλλ’ ἐπί γε τοῦ Φιλίσκου θανατῶδες ἐγένετο σημεῖον, ἐπὶ, τῷ μὴ λύσαντι τὸν πυρετὸν ἱδρῶτι, κατὰ τὴν τρίτην ἡμέραν, τὰ μέλανα τῶν οὔρων, μετὰ τοῦ καὶ διψώδη γενέσθαι καὶ τὴν γλῶσσαν ἐπιξηρανθῆναι καὶ δυσφορῆσαι δι’ ὅλης νυκτὸς, ἀγρυπνῆσαί τε καὶ παρακροῦσαι. καὶ τούτων οὕτως γενομένων ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν πάντα τε παροξυνθῆναί
μέγα. πρόδηλον δ’ ὅτι ταὐτὸν ἐστιν ἀραιόν τε φάναι καὶ διὰ πολλοῦ χρόνου. τὸ δ’ ὥσπερ ἀνακαλουμένῳ οἷον ἀναμιμνησκομένῳ σημαίνει. δέδεικται γὰρ ἐν τοῖς περὶ δυσπνοίας ἀραιὸν καὶ μέγα γίνεσθαι τὸ πνεῦμα διὰ τὴν βλάβην τῆς διανοίας, ὥσπερ ἐπιλανθανομένου τῶν ἐνεργιῶν τοῦ κάμνοντος, ὡς μήθ’ ὅτε καταπαῦσαι προσῆκεν αὐταῖς ἐπίστασθαι μήθ’ ὅτε ἄρξασθαι.
(2) Σιληνὸς ᾤκει ἐπὶ τοῦ Πλαταμῶνος πλησίον τῶν Εὐαλκίδεος, ἐκ κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων πῦρ ἔλαβεν. ἤρξατο δὲ πονέειν καὶ ὀσφὺν καὶ κεφαλὴν εἶχε βάρος καὶ τραχήλου ἦν ξύντασις. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ διῆλθεν, οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα, διψώδης γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. δευτέρῃ πυρετὸς ὀξὺς, διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα,
λεπτοὶ, κωματώδεες, ἄφωνος, οὖρα λεπτὰ, διαφανέα. ἐνάτῃ διὰ τῶν αὐτῶν, δεκάτῃ ποτὰ οὐκ ἐδέχετο, κωματώδης, οἱ δ’ ὕπνοι λεπτοὶ, ἀπὸ δὲ κοιλίης ὅμοια, οὔρησεν ἀθρόον ὑπόπαχυ κείμενον, ὑπόστασις κριμνώδης λευκὴ, ἄκρεα πάλιν ψυχρά. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ ἀρχῆς τουτέῳ καὶ διὰ τέλεος πνεῦμα μέγα, ἀραιὸν, ὑποχονδρίου παλμὸς συνεχὴς, ἡλικίη ὡς περὶ ἔτεα εἴκοσι.
Ἐπὶ τούτου προσέθηκε τὴν ἡλικίαν μὴ προσθεὶς ἐπὶ τοῦ πρώτου. ἐκεῖνος μὲν γὰρ εὐλόγως ἑκταῖος ἀπέθανεν ἐν ὀξεῖ νοσήματι κατὰ τὸ συνεχὲς, ὀλέθρια ἔχων ἀπὸ τῆς ἀρχῆς τά τε σημεῖα καὶ τὰ συμπτώματα. οὗτος δὲ παραπλησίως ἐκείνῳ διακείμενος ἀπ’ ἀρχῆς, ὅμως εἰς τὴν ια΄ ἡμέραν προῆλθε διὰ ῥώμην δυνάμεως, ἣν εἰκὸς, μὲν ἦν καὶ ἄλλως ὑπάρχειν αὐτῷ, καὶ διὰ τοῦ προσθεῖναι δὲ τὴν ἡλικίαν ἐνεδείξατο, μὴ προσθεὶς ἐπὶ τοῦ Φιλίσκου, ἐξ αὐτοῦ τοῦ μὴ προσθεῖναι δηλώσας ὅτι πλειόνων ἐτῶν ἦν,
τε γυμνάζοιτο, τοῦτο δέ ἐστιν, ἤτοι γ’ ἐπὶ σιτίοις ἢ βραδυπεψίας γενομένης, πρὶν καλῶς εἰς αἷμα μεταβληθῆναι τὴν τροφὴν, οὗτος ἐν αὐτᾷ, τὸ μέντοι χολῶδες ἀθροίσειε διὰ τὰς ταλαιπωρίας, τὸ δ’ ὠμὸν καὶ ἄπεπτον διά τε τοὺς πότους καὶ τὰ ἄκαιρα γυμνάσια. χαλεπώτατα δέ εἰσι ταῦτα μάλιστα τῶν νόσων, ἐν αἷς ἀμφοτέρων ἀξιόλογον ἀθροίζεται πλῆθος.
(3) Ἡροφῶντι πυρετὸς ὀξὺς, ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ’ ἀρχὰς, μετὰ δὲ ταῦτα λεπτὰ διῄει, χολώδεα, ὑπόσυχνα, ὕπνοι οὐκ ἐνῆσαν οὖρα μέλανα, λεπτά. πέμπτῃ πρωῒ, κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπῄρθη, ὑποχονδρίου ξύντασις, ἀπὸ κοιλίης ὀλίγα μέλανα διῆλθεν, παρεφρόνησεν. ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρὼς, ψύξις, παράληρος παρέμενεν. ἑβδόμῃ περιέψυκτο, διψώδης, παρέκρουσε, ἐς νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεξε σπλὴν ἐμειοῦτο, κατενόει πάντα, ἤλγησε, κατὰ βουβῶνα ἔπαρμα, τὸ
πρῶτον σπληνὸς κατ’ ἴξιν, ἔπειτα οἱ πόνοι ἐς ἀμφοτέρας κνήμας, ἐς νύκτα εὐφόρως, οὖρα εὐχροιότερα, ὑπόστασιν εἶχε μικρήν. ἐνάτῃ ἵδρωσε, ἐκρίθη, διέλιπε. πέμπτῃ ὑπέστρεψεν, αὐτίκα δὲ σπλὴν ἐπήρθη πυρετὸς ὀξὺς, κώφωσις πάλιν. μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπώδυνα, νύκτα ἵδρωσεν, ἐκρίθη περὶ τὴν ἑπτακαιδεκάτην οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ.
Οὗτος ἐκ παραδόξου διεσώθη. κατὰ γὰρ τὰς πάντας ἡμέρας εἰκότως ἄν τις αὐτὸν ὑπενόησε τεθνήξεσθαι. καὶ γὰρ οὔρησε μέλανα καὶ διαχωρουμένων χολωδῶν συμπαυσαμένων ἠκολούθηκε κώφωσις, ὡς ἂν εἰς τὴν κεφαλὴν ἀνελθόντων αὐτῶν. ἀλλ’ ἐπὶ τούτοις μὲν εἰκότως παρεφρόνησεν, ἐπὶ δὲ τοῖς μέλασιν οὔροις, κακοῖς οὖσιν, οὐδὲν ἀντίῤῥοπον ἀγαθὸν ἐγένετο, πλὴν ὅτι σπλὴν ἐπήρθη πεμπταίῳ, δεξάμενός τι τῆς κακοχυμίας, εἶτα κατὰ τὴν ὀγδόην
ἡμέραν ἐκ τοῦ σπληνὸς, εἰς τὰ σκέλη μεθισταμένων αὐτῶν, ὁ μὲν ἐμειοῦτο, κατὰ δὲ τὴν ἐπὶ σκέλη φορὰν τῶν μεθισταμένων, ἤλγησε μὲν τὰ πρῶτα κατὰ βουβῶνα τὸν ἀριστερὸν, οὗτος γάρ ἐστι κατ’ ἴξιν σπληνὸς, ἔπειτα εἰς τὰς κνήμας ἀμφοτέρας, ἐφ’ οἷς δὴ συμπτώμασι διὰ τῆς νυκτὸς εὐφόρως ἔσχε καὶ οὔρησεν εὐχροώτερα καὶ λευκὴν ὑπόστασιν ἔχοντα μικράν. εἶτα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν, ἥτις ἦν ἐνάτη, μεθ’ ἱδρῶτος ἐκρίθη. τοσοῦτον ἄρα ἥ τε κάτω μετάστασις ἴσχυσε τῶν λυπούντων ἥ τε τῶν οὔρων πέψις. ἀλλὰ γὰρ οὐδ’ οὕτως ἦν ἱκανὰ ταῦτα τελέως ἀπαλλάξαι τῆς νόσου τὸν κάμνοντα ἱδρώσαντα κατὰ τὴν θ ἡμέραν. ὑπελείφθη τοιγαροῦν αὐτῷ μόριόν τι τῆς κακοχυμίας ὃ κατὰ τὴν ιδ΄ ἡμέραν ὑποστροφὴν ἤνεγκεν, ἐφ’ ᾖ τὸ σύμπαν ἑπτακαιδεκαταῖος ἐκρίθη, φυλαττομένης καὶ κατὰ τοῦτον τὸν ἄῤῥωστον τῆς ἐπὶ τῶν κρισίμων ἡμερῶν τηρήσεως.
(4) Ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν καὶ κατὰ φύσιν καθάρσεως γινομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκάτην ἐοῦσαν, μετὰ τόκον πῦρ ἔλαβε μετὰ ῥίγεος. ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιὸν γυναικείων πόνοι, κάθαρσις ἐπαύσατο. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον. ὕπνοι οὐκ ἐνῆσαν, ἄκρεα ψυχρὰ, διψώδης κοιλίη ξυνεκαύθη μικρὰ διῄει, οὖρα λεπτὰ ἄχροα κατ’ ἀρχάς. ἑκταίῃ ἐς νύκτα παρέκρουσε πολλὰ καὶ πάλιν κατενόει. ἑβδόμῃ διψώδης, διαχωρήματα χολώδεα, κατακορέα. ὀγδόῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, σπασμοὶ πολλοὶ μετὰ πόνου, πολλὰ παρέλεγεν, ἐξανίστατο. βάλανον προσθεμένῃ πολλὰ διῆλθε μετὰ περιῤῥόου χολώδεος, ὕπνοι οὐκ ἐνῆσαν. ἐνάτῃ σπασμοὶ, δεκάτῃ πάντα σμικρὰ κατενόει. ἑνδεκάτῃ πάντως ἐκοιμήθη, ἀνεμνήσθη, ταχὺ δὲ πάλιν παρέκρουσε. οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πολὺ, ὀλιγάκις ἀναμιμνησκόντων, παχὺ, λευκὸν, οἷον γίνεται ἐκ τῶν
καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενον, πολὺν χρόνον οὐ καθίστατο χρῶμα καὶ πάχος εἴκελον οἷον γίνεται ὑποζυγίων, τοιαῦτα οὔρει οἷα κᾀγὼ εἶδον. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐούσῃ πόνοι δι’ ὅλου τοῦ σώματος, λόγοι πολλοὶ, σμικρὰ κατενόει, διὰ ταχέων δὲ πάλιν παρέκρουσε· περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα ἦν ἄφωνος, εἰκοστῇ ἀπέθανεν.
Δύο ἦν ἐκ ταύτης τῆς διηγήσεως ὧν ἓν κοινὸν μὲν καὶ πρὸς τοὺς ἔμπροσθεν καὶ μετὰ ταῦτα γεγραμμένους ἀῤῥώστους τὸ τῶν κρισίμων ἡμερῶν, ἕτερον δὲ τὸ ἴδιον. ἐπισχεθείσης γὰρ τῇ γυναικὶ ταύτῃ τῆς μετὰ τόκον καθάρσεως ἥ τε νόσος ἐγένετο καὶ ὁ θάνατος. ἀπέθανε δὲ κατὰ τὴν κ΄, τῆς ιδ΄ καὶ ιζ΄ χειρόνων παρὰ τὰς ἄλλας γενομένων. τὸ δὲ προσθεμένῃ μετὰ μὲν τοῦ βάλανος ὅταν τύχῃ γεγραμμένον, εὔδηλον ἔχει τὸ σημαινόμενον, ἄνευ δὲ τῆς προσθήκης
καὶ ἄκρεα, φησὶ, ψυχρά. τοῦτο μὲν ἤδη τῶν ἐσχάτως ὀλεθρίων ἐστὶν ἐν ἀρχῇ νοσήματος ἅμα σφοδροτάτῳ πυρετῷ γινόμενον. εἰ μὲν οὖν ἠπιστάμην ὅπως εἶχε ῥώμης ἡ γυνὴ καὶ περὶ τοῦ χρόνου τῆς νόσου, δυνατὸν ἦν ἄν μοι λέγειν ἐπὶ τοῖς προειρημένοις συμπτώμασι καὶ εἰ ἐκ παραδόξου τινὰ ἀμυδρὰν ἐλπίδα σωτηρίας εἶχεν. ἐπειδὴ δ’ ἄδηλον τοῦτο, μεμνῆσθαί γ’ ὑμᾶς χρὴ προστιθέναι τοῖς ὀλεθρίοις συμπτώμασι κατὰ τὰς ἐπισκέψεις τῶν νοσούντων τὸν ἀπὸ τῆς δυνάμεως διορισμόν· οὕτως γὰρ ἀποφήνασθαι βεβαίως δυνήσεσθε. ταύτῃ γοῦν τῇ γυναικὶ περὶ τὴν ιδ΄ ἡμέραν οἵ τε πόνοι δι’ ὅλου τοῦ σώματος γενόμενοι καὶ παραφροσύνη τὸν ἐσόμενον θάνατον ἐδήλωσεν, ἤτοι κατὰ τὴν ιζ΄ ἢ τὴν κ΄ ἐκ τῆς τῶν κρισίμων ἡμερῶν φύσεως. καὶ τοίνυν ἀμφότερα ἐγένετο κατὰ μὲν τὴν ιζ΄ ἀφωνίᾳ καταληφθείσης αὐτῆς, εἰκοσταίας δ’ ἀποθανούσης.
(5) Ἐπικράτεος γυναῖκα, ἢ κατέκειτο παρὰ Ἀρχηγέτην, περὶ τόκον ἤδη ἐοῦσαν, ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη, ὡς ἔλεγον, καὶ τῇ ὑστεραίῃ τὰ αὐτὰ, τρίτῃ δ’ ἔτεκε θυγατέρα καὶ τὰ ἄλλα πάντα κατὰ λόγον ἦλθε. δευτέρῃ μετὰ τὸν τόκον ἔλαβε πυρετὸς ὀξὺς, καρδίης πόνος καὶ γυναικείων, ὕπνοι οὐκ ἐνῆσαν. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος. ἀπὸ δὲ κοιλίης ὀλίγα χολώδεα λεπτὰ διῄει, ἄκρητα, οὖρα λεπτὰ ὑπομέλανα. ἀφ’ ἧς δ’ ἔλαβε πυρετὸς ἐς νύκτα ἐκταίῃ παρέκρουσε. ἑβδόμῃ ἅπαντα παρωξύνθη, ἄγρυπνος παρέκρουσε, διψώδης, διαχωρήματα πάντα χολώδεα κατακορέα. ὀγδόῃ ἐπεῤῥίγωσεν, ἐκοιμήθη πλείω. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ σκέλεα ἐπιπόνως ἤλγει, καρδίης πάλιν ὀδύνη, καρηβαρίη, οὐ παρέκρουσεν, ἐκοιμᾶτο μᾶλλον, κοιλίη ἐπέστη. ἑνδεκάτῃ ἵδρωσεν, οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα, διῆγε κουφότερον. τεσσαρεσκαιδεκάτῃ
τῇ τεσσαρακοστῇ ὀλίγα, χολώδεα, ἐκρίθη τελέως ἄπυρος τῇ ὀγδοηκοστῇ.
Πλησίον οὖσαν τὴν γυναῖκα τήνδε τῆς προσθεσμίας τοῦ τόκου ῥιγῶσαί φησι χωρὶς τοῦ πυρέξαι. πρόκειται δὲ τῇ λέξει τὸ ὡς ἔλεγον, ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος. ᾤοντο γὰρ οἱ παλαιοὶ σχεδὸν ἅπαντες ἐπιγίγνεσθαι τοῖς αὐτομάτοις ῥίγεσι πυρετὸν ἐξ ἀνάγκης. αὐτόματα δὲ δηλονότι καλεῖται τὰ χωρὶς τῆς ἔξωθεν αἰτίας. ἐν γοῦν τῷ προοιμίῳ τοῦ καλῶς ἐπιγεγραμμένου πρώτου περὶ νούσων, ὡς ἐξ ἀνάγκης ἑπομένου τῷ ῥίγει τοῦ πυρετοῦ γέγραπται. δέδεικται δ’ ἡμῖν τὸ τοιοῦτον ῥῖγος, ᾧ πυρετὸς οὐκ ἀκολουθεῖ, ψυχρῶν καὶ ὠμῶν χυμῶν ἔκγονον εἶναι καὶ διὰ τοῦτο μᾶλλον νῦν ἢ πάλαι γενέσθαι. τὸ γὰρ ταλαίπωρον τῆς ὅλης διαίτης, ἅμα τοῖς ἐπὶ τροφῇ λουτροῖς ἀθροίζειν εἴωθε τὸ τοιοῦτον πλῆθος. ἔοικε καὶ ἡ τοῦ Ἐπικράτους γυνὴ τοῦτο ἔχειν τὸ πλῆθος. ἐν γοῦν τῇ πρώτῃ τῶν ἡμερῶν
τὸ γύναιον, οὐδενὸς ἐν τῷ μεταξὺ γενομένου σημείου σαφοῦς, ἐφ’ ᾧ τις ἢ σωτηρίαν ἢ θάνατον ἐλπίσει. κατὰ δὲ τὴν ια΄ ἐπεφάνη τι σωτηρίας σημεῖον, ἔνθα φησὶν, ια΄ οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα, διῆγε κουφότερον. ἐπ’ αὐτῆς οὖν ὀψὲ τῆς πέψεως τῶν χυμῶν ἀρξαμένης ἀναγκαῖον ἦν χρονίσαι τὸ νόσημα καὶ διὰ τοῦτο τεσσαρεσκαιδεκαταῖον μὲν ἐκρίθη τὸ πρῶτον ὡς ἀκινδύνως ἔχειν ἤδη. μεταξὺ δὲ ἄχρι τῆς τεσσαρακοστῆς ἐνοσηλεύετο, τελέως δὲ κατὰ τὴν π΄ ἀπηλλάγη. μέμνησο τοιγαροῦν ὡς ἡ πεῖρα μαρτυρεῖ ὅτι ἡ τεσσαρακοστὴ καὶ ὀγδοηκοστὴ κρίσιμοί εἰσι, ψευδοῦς ὄντος καὶ μὴ φαινομένου διὰ τῆς ἐμπειρίας τοῦ κατὰ τελείας ἑβδομάδας συναριθμεῖσθαι τὰς κρισίμους ἡμέρας. οὕτω γὰρ ἂν ἡ μβ΄ καὶ γ΄ καὶ ξ΄ καὶ δ΄ καὶ π΄ τὰς κρίσεις ἔφερον, οὐ μ΄ καὶ ξ΄ καὶ π΄.
(6) Κλεανακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως. ἤλγει δὲ καὶ κεφαλὴν ἐξ ἀρχῆς καὶ πλευρὸν ἀριστερὸν καὶ τῶν ἄλλων πόνοι κοπιώδεα τρόπον, οἱ πυρετοὶ παροξυνόμενοι, ἄλλοτε ἀλλοίως ἀτάκτως. ἱδρῶτες ὁτὲ μὲν, ὁτὲ δ’ οὔ. τὰ μὲν πλεῖστα ἀπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισι μᾶλλον. περὶ δὲ εἰκοστὴν τετάρτην καὶ χεῖρας ἄκρας ἐψύχετο, ἤμεσε ξανθὰ, χολώδεα, ὑπόσυχνα, μετ’ ὀλίγον δὲ ἰώδεα, πάντων ἐκουφίσθη, περὶ δὲ τριακοστῇ ἐόντι ἤρξατο ἀπὸ ῥινῶν αἱμοῤῥαγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατ’ ὀλίγον, μέχρι κρίσεως, οὐκ ἀπόσιτος δὲ οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος, οὖρα δὲ λεπτὰ, οὐκ ἄχροα. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα, ὑπόστασιν πολλὴν λίην ἐρυθρὴν ἔχοντα ἐκουφίσθη. μετὰ δὲ ταῦτα ποικίλως τὰ τῶν οὔρων, ὁτὲ μὲν ὑπόστασιν εἶχεν, ὁτὲ δ’ οὔ. ἑξηκοστῇ οὔροις ὑπόστασις πολλὴ
καὶ λευκὴ καὶ λείη ξυνέδωκε πάντα, πυρετοὶ διέλιπον, οὖρα δὲ πάλιν λεπτὰ μὲν, εὔχροα δέ. ἑβδομηκοστῇ ἀπύρετος διέλιπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν, ἵδρωσε πολλῷ, οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη, τελείως ἐκρίθη.
Κλεονάκτην, φησὶ, πῦρ ἔλαβε, τουτέστι πυρετὸς σφοδρὸς κατέσχεν· εἶτ’ ἐπιφέρει πεπλανημένως, ὅπερ ἐστὶν ἄνευ τῆς κατὰ περίοδον τάξεως, ὡς ποτὲ μὲν, εἰ οὕτως ἔτυχε, διὰ τρίτης ἢ τετάρτης ἡμέρας πυρέξαι, ποτὲ δὲ διὰ πέμπτης ἢ ἕκτης. παρακολουθῆσαι δ’ αὐτῷ διὰ παντὸς ἀγαθὰ σημεῖα τὰ περὶ τὴν ὄρεξιν τῶν σιτίων καὶ ὕπνων, ἄδιψόν τ’ εἶναι καὶ οὐρεῖν οὐκ ἄχροα. ταῦτα γὰρ αὐτὸς ὁ Ἱπποκράτης κατὰ τὴν λέξιν ἔγραψεν ὡδί· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος. ἅμα δὲ τὸ μὴ χολώδη καὶ θερμὸν εἶναι τὸν πλεονάζοντα χυμὸν ἐξ
τῆς ξγ΄. ἐπ’ αὐτῇ δὲ τῆς π΄. οὐ τῆς ὀγδοηκοστῆς τετάρτης ὡς τῶν τριῶν ἑβδομάδων οὐκ εἰς τὴν κα΄ ἡμέραν διερχομένων, ἀλλ’ ἐν τῇ κ΄ περιγραφομένων.
(7) Μέτωνα πῦρ ἔλαβεν, ὀσφύος βάρος ἐπώδυνον. δευτέρῃ ὕδωρ πίνοντι ὑπόσυχνον, ἀπὸ κοιλίας καλῶς διῆλθε. τρίτῃ κεφαλῆς βάρος, διαχωρήματα λεπτὰ, χολώδεα, ὑπέρυθρα. τετάρτῃ πάντα παρωξύνθη, ἐῤῥύη ἀπὸ δεξιοῦ μυκτῆρος αἷμα δὶς κατ’ ὀλίγον νύκτα δυσφόρως, διαχωρήματα ὅμοια τῇ τρίτῃ, οὖρα ὑπομέλανα εἶχεν, ἐναιώρημα ὑπόμελαν ἐὸν διεσπασμένον, οὐχ ἱδροῦτο. τῇ πέμπτῃ ἐῤῥύη λαῦρον ἐξ ἀριστεροῦ, ἄκρητον, ἵδρωσεν, ἐκρίθη. μετὰ δὲ κρίσιν ἄγρυπνος παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς, ἐκοιμήθη, κατενόει. τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμοῤῥάγει πολλάκις καὶ μετὰ κρίσιν.
Οὗτος ὁ ἄῤῥωστος μαρτυρεῖ τῷ καθόλου λόγῳ τῷδε, αἱμοῤῥαγίαι λάβροι ἐκ ῥινῶν ῥύονται τὰ πολλά. φαίνεται γοῦν ὑπὸ μόνης αἱμοῤῥαγίας κριθείς τε καὶ σωθεὶς, καίτοι γ’ οὐκ ἀκίνδυνα ἔχων σημεῖα. κατὰ γοῦν τὴν δ΄ ἡμέραν γενέσθαι φησὶν αὐτῷ οὖρα ὑπομέλανα. εἶτ’ ἐπιφέρει, εἶχεν ἐναιώρημα ὑπόμελαν ὂν διεσπασμένον, οὐχ ἵδρωσε· καὶ μέντοι κατὰ τὴν ε΄ ἡμέραν αἱμοῤῥαγήσαντα αὐτὸν καὶ ἱδρώσαντα καὶ κριθέντα ἐπὶ τούτοις· ὅμως ἐπὶ τούτοις οὖρά φησι λεπτὰ, ὑπομέλανα, κᾄπειτ’ ἠγρύπνει καὶ παρέλεγεν, ὅπερ ἐστὶ παρελάλει. μέγιστον τούτου σε βοήθημα ἐδίδαξε τὸ κατὰ κεφαλῆς λουτρὸν, εἰρηκὼς ἐν τῷ περὶ διαίτης ὀξέων φυλάσσεσθαι δεῖν τὸ λουτρὸν ἐπὶ τῶν αἱμοῤῥαγούντων, εἰ μὴ ἔλαττον τοῦ καιροῦ ῥέοι. νυνὶ δὲ ἔλαττον ἦν τοῦ προσήκοντος, εἴ γε μὲν ἄγρυπνος διέμεινε· καὶ παρέλεγεν, ἀλλὰ καὶ ἃ δεῖ ἄγειν, ὅπη ἂν μάλιστα ῥέπῃ, ταύτῃ ἄγειν διὰ τῶν συμφερόντων χωρίων ὀρθῶς ἐν τῷ καθόλου λελεγμένον ὑπὸ τοῦ νῦν γενομένου μαρτυρεῖται. καὶ μέντοι καὶ τοῦδε μέμνησο τοῦ
κατὰ τὴν τῆς τρίτης ἡμέρας διήγησιν εἰρῆσθαι βάρος κεφαλῆς ὡς τοῦ πλήθους ἐπ’ αὐτὴν φαινομένου. μέμνησο δὲ καὶ ὅτι κατὰ τὴν δ΄ κρίσιμον οὖσαν αἱμοῤῥαγεῖν ἤρξατο. τῇ δὲ ε΄ τελέως αἱμοῤῥαγήσας καὶ ἱδρώσας ἐκρίθη. ταῦτα δ’ ἐπὶ πλέον ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ἕξεις ἐξειργασμένα. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως γεγραμμένον ὑπ’ αὐτοῦ, τοῦτο οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμοῤῥάγει πολλάκις καὶ μετὰ κρίσιν εἴρηται διότι χωρὶς πέψεως τῶν οὔρων ἐκρίθη. μεμαθήκαμεν δὲ παρ’ αὐτοῦ κατὰ τοῦτο τὸ βιβλίον ὅτι πεπασμοὶ ταχυτῆτα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα, ἐς κακὰς ἀποστάσεις τρεπόμενα ἢ ἀκρισίας ἢ πόνους ἢ θανάτους ἢ χρόνους ἢ τῶν αὐτῶν ὑποστροφάς. ἀλλ’ ὠμὰ μὲν ἦν ἔτι καὶ ἄπεπτα, οὐ μὴν ἐς κακὰς ἀποστάσεις ἐτράπεπτο. τῶν γοῦν ἀποστάσεων αὐτὸς ἐδίδαξεν ἀρίστας μὲν εἶναι τὰς κατ’ ἔκρουν, δευτέρας αὐτῶν τὰς ποῤῥωτάτω τῶν πεπονθότων μορίων καὶ κάτω τοῦ σώματος.
(8) Ἐρασινὸν, ὃς ᾤκει παρὰ τῇ τοῦ Βοώτου χαράδρῃ, πῦρ ἔλαβε μετὰ δεῖπνον, νύκτα ταραχώδης, ἡμέραν τὴν πρώτην δι’ ἡσυχίης, νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ἐς νύκτα παρέκρουσε, τρίτῃ ἐπιπόνως, παρέκρουσε πολλά. τετάρτῃ δυσφορώτατα, εἰς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη ἐνύπνια καὶ λογισμοί. ἔπειτα χείρω καὶ μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. πέμπτῃ πρωῒ κατήρτητο καὶ κατενόει πάντα. πολὺ δὲ πρὸς μέσον ἡμέρης, ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ, ὑποπέλια, οὖρα ἄπεπτα, ἀπέθανε περὶ ἡλίου δυσμάς. τούτῳ οἱ πυρετοὶ διὰ τέλεος σὺν ἱδρῶτι. ὑποχόνδρια μετέωρα, ξύντασις μετ’ ὀδύνης. οὖρα δὲ μέλανα ἔχοντα ἐναιωρήματα στρογγύλα, οὐκ ἵδρυτο, ἀπὸ κοιλίης δὲ κόπρανα διήει, δίψα διὰ τέλεος οὐ λίην σπασμοὶ πολλοὶ σὺν ἱδρῶτι, περὶ θάνατον δὲ διὰ τέλεως.
Τῷ Ἐρασίνῳ τούτῳ διὰ τέλεος, τουτέστι δι’ ὅλου τοῦ νοσήματος, ἱδρὼς ἦν ἄκριτος, ὑποχόνδρια μοχθηρῶς ἔχοντα καὶ οὖρα μέλανα. τίς ἐλπὶς οὖν σωτηρίας αὐτῷ; ὥστε κᾂν εὐλόγως δόξῃ τις μάτην γεγράφθαι τὰ κατὰ τὸν ἄνθρωπον τόνδε διὰ τὸ πᾶσι πρόδηλον εἶναι τὸ ἐσόμενον ἐπ’ αὐτοῦ. ἀλλ’ ἴσως αὐτοῦ τοῦ κατὰ τὸν θάνατον τάχους παράδειγμα τὸν ἀῤῥωστοῦντα ἔγραψεν. ἐν γοῦν τῷ προγνωστικῷ προειπών· οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε προγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. κᾄπειτα τοὺς πάντας εὐήθη σχόντας σημεῖα εἰπὼν, τεταρταίους παύεσθαι ἢ πρόσθεν. ἐφεξῆς εἶπεν, οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. ὁ τοίνυν Ἐρασῖνος, καίτοι πάντ’ ἔχων δεινὰ, μέχρι τῆς ε΄ ἡμέρας προέβη ὅτι κατὰ τὴν πρώτην εἶχε μετρίως. ἔγραψε γοῦν ἐπ’ αὐτοῦ κατὰ λέξιν οὕτως· ἡμέρην τὴν α΄ δι’ ἡσυχίας. ἡ ε΄ τοίνυν ἀπὸ τῆς ἀρχῆς καθ’ ἣν ἀπέθανε τετάρτη γένεται μὴ συναριθμουμένης τῆς πρώτης.
(9) Κρίτωνι ἐν Θάσῳ ποδὸς ὀδύνη ἤρξατο ἰσχυρῶς ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι, κατεκλίθη αὐθημερὸν, φρικώδης, ἀσώδης, μικρὰ ὑποθερμαινόμενος, ἐς νύκτα παρεφρόνησε. δευτέρῃ οἴδημα δι’ ὅλου τοῦ ποδὸς καὶ περὶ σφυρὸν ὑπέρυθρον καὶ μετὰ ξυντάσιος φλυκταινίδια μέλανα, πυρετὸς ὀξὺς, ἐξεμάνη. ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα διῆλθεν. ἀπέθανον ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.
Οὗτος ὁ ἄῤῥωστος ἄξιός ἐστι μνημονεύσθαι διὰ τὸ τάχιον τῆς ἁπωλείας. εἰ δὲ προεγέγραπτο καὶ ὁ τρόπος τοῦ θανάτου τότ’ ἂν ἡμᾶς ὁ λόγος ὠφέλησε τελέως. νυνὶ μὲν ἐξ ὧν ἔγραψεν, ὅτι πλῆθος ἦν πάμπολυ φαίνεται καὶ ὡς ὥρμησεν ἡ φύσις ἀπὸ τῶν κυρίων μερῶν, αὐτὰ πρὸς τὸ σκέλος ἀποθέσθαι, μὴ δυναμένου δὲ τοῦ μορίου δέξασθαι τὸ πᾶν ὅσον ὑπέλειπε, τὸ περιττὸν παλινδρομῆσαν, εἰς, τὴν κεφαλὴν
ἀνήχθη, κακοήθους δ’ ὄντος αὐτοῦ παραφροσύνη μανιώδης ἐγένετο. τεκμήριον δὲ τῆς κακοηθείας τοῦ περιττοῦ τὸ παραχρῆμα φλυκταινίδια μέλανα γενέσθαι περὶ τὸν σφυρόν. ἄξιον οὖν ἐστὶ θαυμάσαι διὰ τί τὸν ἄνθρωπον τοῦτον οὐκ ἐφλεβοτόμησεν εὐθέως ἀρχόμενον τοῦ νοσεῖν. ἀλλ’ ἴσμεν ὡς ἐπὶ τοὺς πλείστους ὧν ἔγραψε ἀῤῥώστων εἰσήχθη προηκούσης ἤδη τῆς νόσου.
(10) Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρινιχίδεω φρέαρ, πῦρ ἔλαβε, ἤλγει δὲ κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ ἀρχῆς. αὐτίκα δὲ κώφωσις, ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ’ ὄγκου, σύντασις ὀλίγη γλῶσσα ξηρὴ, τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. πέμπτῃ ἐπιπόνως καὶ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην σμικρὰ ξυνέδωκεν. ἀπὸ δὲ κοιλίης ἀπ’ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαιδεκάτην πολλὰ, λεπτὰ, ὑδατόχροα διῄει.
εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν, ἔπειτα κοιλίη ἐπέστη. οὖρα διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ, καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. περὶ δὲ τὴν ἑκκαιδεκάτην οὔρησεν ὀλίγῳ, παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν, ἐκούφισεν ὀλίγῳ, κατενόει μᾶλλον. ἑπτακαιδεκάτῃ πάλιν λεπτά. παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ, ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, περὶ δὲ τὰ σκέλεα ἐπωδύνως εἶχε. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα κατενόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη ἰσχυρῶς δεξιοῦ διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ’ ἐξεπύει. ἤλγει δὲ περὶ τριακοστὴν καὶ πρώτην διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριωδέων, οὖρα παχέα οὔρησεν, κατέστη τὰ παρὰ τὰ ὦτα. περὶ δὲ τὴν τεσσαρακοστὴν ὀφθαλμὸν δεξιὸν ἤλγεεν, ἀμβλύτερον ἑώρα, κατέστη.
Οὗτος ὁ ἄνθρωπος καὶ μαρτύριον ἢ καὶ παράδειγμά ἐστιν οὐκ ὀλίγον τῶν καθόλου θεωρημάτων. ἀρξώμεθα δὲ ἀπὸ τῶν οὔρων ἐφ’ ὧν ἔγραψε κατὰ τὴν ια΄ ἡμέραν, οὖρα διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ καὶ πολὺ ἔσχεν ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. ὡς γὰρ ἐξ ἀρχῆς αὐτῶν τοιούτων γεγονότων καὶ παραμεινάντων γε μέχρι τῆς ις΄. ὁμοίως, οὕτως φαίνεται πεποιῆσθαι τὴν διήγησιν. ἐπὶ τῆς ιστ΄ ἡμέρας ἐδήλωσε τὴν μεταβολὴν αὐτῶν, ὥς ποτε πρῶτον γενομένην οὕτως εἰπὼν, περὶ ιστ΄ ἡμέρας οὔρησεν ὀλίγῳ παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν. εὔδηλον οὖν ὅτι λεπτὰ μὲν, εὔχροα δὲ οὖρα διὰ μὲν τὴν εὔχροιαν ἐνδείκνυνται σωθήσεσθαι, ὅτι δὲ λεπτὰ χρόνου δεῖσθαι πρὸς τὴν πέψιν. ἦν δὲ οὐδὲ τῶν λυπούντων ἓν εἶδος. μετὰ γὰρ τὸ προειπεῖν ἐπὶ τῆς ιστ΄ ἡμέρας τὴν μεταβολὴν τῶν οὔρων ἐφεξῆς φησι, τῇ ιζ΄ πάλιν λεπτά. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν φησὶ παρὰ τὰ ὦτα ἐπαρθῆναι αὐτῷ καὶ εἴ γε σὺν οὔροισι παχέσιν ἐγεγόνει, κατὰ τὴν εἰκοστὴν
ἔκκρισιν ἐργάσασθαι δυναμένης, ἣν ἐπὶ τῆς ἑξῆς τετράδος ἐκίνησεν. ὅτι δὲ καὶ κ΄ κρίσιν ἔσχεν ἐλλιπῆ προακηκόαμεν. ὥστε μαρτυροῦνται τῶν κρισίμων ἡμερῶν αἱ περίοδοι πρὸς τῶν ἐναργῶς φαινομένων ἐπὶ τῶν νοσούντων.
(11) Τὴν Δρομεάδεω γυναῖκα θυγατέρα τεκοῦσαν καὶ τῶν ἄλλων γενομένων πάντων κατὰ λόγον δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβε, πυρετὸς ὀξύς. ἤρξατο δὲ πονέειν τῇ πρώτῃ περὶ ὑποχόνδριον, ἀσώδης, φρικώδης, ἀλύουσα, καὶ τὰς ἐχομένας οὐχ ὕπνωσε, πνεῦμα ἀραιὸν, μέγα ὑποχόνδριον αὐτίκα ἀνεσπασμένον. δευτέρῃ ἀφ’ ἧς ἐῤῥίγωσεν ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν, οὖρα παχέα, λευκὰ, θολερὰ οἷα γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πολὺν, οὐ καθίστατο, νύκτα οὐκ ἐκοιμήθη τρίτῃ περὶ μέσον ἡμέρης ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, οὖρα ὅμοια, ὑποχονδρίου πόνος, ἀσώδης, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, ἵδρωσε διόλου ψυχρῶς. ταχὺ δὲ πάλιν ἀνεθερμάνθη,
τετάρτῃ περὶ μὲν ὑποχόνδριον σμικρὸν ἐκουφίσθη, κεφαλῆς δὲ βάρος μετ’ ὀδύνης ὑπεκαρώθη, σμικρὰ ἀπὸ ῥινῶν ἔσταξε, γλῶσσα ἐπίξηρος, διψώδης, οὖρα σμικρὰ, λεπτὰ, ἐλαιώδεα, σμικρὰ ἐκοιμήθη, πέμπτῃ διψώδης, ἀσώδης, οὖρα ὅμοια, ἀπὸ κοιλίης οὐδὲν, περὶ μέσης ἡμέρας, πολλὰ παρέκρουσε καὶ πάλιν ταχὺ σμικρὰ κατενόει ἀνισταμένη, ἐπεκαρώθη, ψύξις μικρὰ, νυκτὸς ἐκοιμήθη, παρέκρουσε. ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ δὲ διεθερμάνθη, ἵδρωσε διόλου, ἄκρεα ψυχρὰ, παρέκρουσε, πνεῦμα μέγα, ἀραιὸν, μετ’ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο, ταχὺ ἀπέθανεν.
Αὕτη κατὰ μὲν τὴν α΄ ἡμέραν εὐθέως ἀπεφαίνετο νοσεῖν ὀξέως. ἔστι δὲ τῆς β΄ ἡμέρας οἷς εἰρήκει συμπτώμασι τῶν ἐν τοῖς οὔροις σημείων προγενομένων, εἰκότως
ἄν τις αὐτὴν προσεδόκησε τεθνήξεσθαι διὰ ταχέων. μοχθηρὰ γὰρ ἱκανῶς ἀνατεταραγμένα μὲν οὖρα, καθιστάμενα δὲ μηδ’ ὅλως. ἀλλὰ καὶ τῇ γ΄ τῶν ἡμερῶν τὰ οὖρα καὶ τὰ συμπτώματα πάντα διέμεινε τὴν προσδοκίαν βεβαιοῦντα τοῦ θανάτου. τετάρτῃ δὲ στάξεως ἐκ ῥινῶν προγενομένης καὶ τῶν οὔρων ἐλαιωδῶν φανέντων, εὐλόγως ἐπέθανεν ἑκταίᾳ. πάλιν δὲ κᾀπὶ ταύτης πνεῦμα μέγα καὶ ἀραιὸν εἶπε γενέσθαι παραφρονῆσαι φησὶν αὐτήν.
(12) Ἄνθρωπος θερμαινόμενος ἐδείπνησε καὶ ἔπιε πλέον, ἤμεσε πάντα, νύκτα πυρετὸς ὀξὺς, ὑποχονδρίου δεξιοῦ πόνος, φλεγμονὴ, ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρους, νύκτα δυσφόρως. οὖρα δὲ κατ’ ἀρχὰς ἐρυθρὰ, πάχος ἔχοντα, κείμενα οὐ καθίστατο, γλῶσσα ἐπίξηρος, οὐ λίαν διψώδης. τετάρτῃ πυρετὸς ὀξὺς, πόνοι πάντων. πέμπτῃ οὔρησε λεῖον, ἐλαιῶδες, πολὺ πυρετὸς ὀξύς. ἕκτῃ δείλης πολλὰ παρέκρουσε, οὐδὲ ἐς νύκτα ἐκοιμήθη. ἑβδόμῃ πάντα παρωξύνθη, οὖρα
ὅμοια, λόγοι πολλοὶ, κατέχειν οὐκ ἐδύνατο. ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ, ταραχώδεα διῆλθε μετὰ ἑλμίνθων, νύκτα ὁμοίως ἐπιπόνως, πρωῒ δὲ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε πολλῷ καὶ θερμῷ, ἄπυρος ἔδοξε γενέσθαι, οὐ πολὺ ἐκοιμήθη, ἐξ ὕπνου ψύξις, πτυαλισμὸς, δείλης πολλὰ παρέκρουσε, μετ’ ὀλίγον δ’ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. ἐνάτῃ ψύξις, παρελήρει πολλὰ, οὐχ ὕπνωσε. δεκάτῃ σκέλεα ἐπωδύνως, πάντα παρωξύνθη, παρελήρει. ἑνδεκάτῃ ἀπέθανεν.
Ἡ διήγησις αὕτη πρῶτον μὲν ἡμᾶς ἐδίδαξε δεῖν τὸν νοῦν προσέχειν εὐθέως ἐξ ἀρχῆς εἰσβαλλόντων τῶν νοσημάτων καὶ μὴ καταφρονοῦντας ἀφυλάκτως διαιτᾶσθαι, κᾂν μικρὰ φαίνηται τὰ νοσήματα. νῦν γοῦν δειπνήσας ἀκαίρως ὁ ἄνθρωπος ἐν ἀρχῇ τοῦ πυρετοῦ μικροῦ δοκοῦντος ὑπάρχειν, ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ θερμαινόμενος ὀνόματος, ἐβλάβη δηλονότι κᾀξ αὐτοῦ τοῦ ἀκαίρως προενέγκασθαι
τροφῆς. ἀλλὰ καὶ ἔπιε, φησὶ, πλέον, οὐκ εἰδὼς ἀρχὴν εἶναι μεγάλου νοσήματος. εἰκότως οὖν ἤμεσε μὲν ταῦτα, ὁ πυρετὸς δὲ ὀξὺς ἅμα συμπτώμασιν οὐκ εὐκαταφρονήτοις ἐγένετο, ἀλλὰ καὶ ἀφορήτοις καὶ οὖρα παχέα, μὴ καθιστάμενα. κατὰ δὲ ε΄ ἐφάνη σαφῶς ὅτι τεθνήξεται τῶν ἐλαιωδῶν οὔρων ἐκκριθέντων ἐπὶ τοῖς προειρημένοις συμπτώμασιν, ἃ καὶ κατὰ τὴν ζ΄ ἡμέραν ὁμοίως οὐρηθῆναί φησιν. ἀπέθανε δὲ καὶ οὗτος ἐν ἡμέρᾳ κρισίμῳ τῇ ια΄.
(13) Γυναῖκα ἣ κατέκειτο ἐν ἀκτῇ τρίμηνον πρὸς ἑωυτὴν ἔχουσα, πῦρ ἔλαβεν, αὐτίκα δ’ ἤρξατο πονέειν ὀσφύν. τρίτῃ πόνος τραχήλου καὶ κεφαλῆς, κατὰ κληῖδα, χεῖρα δεξιὰν, διὰ ταχέων δὲ γλῶσσα ἠφώνει, δεξιὴ χεὶρ παρέθη μετὰ σπασμοῦ παραπληκτικὸν τρόπον, παρελήρει πάντα, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισιν. τετάρτῃ γλῶσσα φωνῆς ἐλύθη,
σπασμὸς τῶν αὐτῶν, πόνοι πάντων παρέμενον, καθ’ ὑποχόνδριον ἐσπασμένα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε πάντα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ οὐκ εὔχροα. πέμπτῃ πυρετὸς ὀξὺς, ὑποχονδρίου πόνος, παρέκρουσε πάντα, διαχωρήματα χολώδεα, ἐς νύκτα ἵδρωσεν, ἄπυρος. ἕκτῃ κατενόει, πάντων ἐκουφίσθη, περὶ δὲ κληῖδα ἀριστερὴν πόνος παρέμενε, διψώδης, οὖρα λεπτὰ, οὐκ ἐκοιμήθη. ἑβδόμῃ τρόμος, ὑπεκαρώθη, μικρὰ παρέκρουσεν, ἀλγήματα κατὰ κληῖδα καὶ βραχίονα ἀριστερὸν παρέμενε. τὰ δ’ ἄλλα διεκουφίσθη, πάντα κατενόει, τρὶς δὲ διέμενεν ἄπυρος. ἑνδεκάτῃ ὑπέστρεψεν, ἐπεῤῥίγωσε, πῦρ ἔλαβε. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα, ἵδρωσεν, ἄπυρος, ἐκρίθη οὐκ ἀνάλγητος ἐκ τῶν αὐτῶν παθημάτων.
Ἐσώθη μὲν ἡ αὐτὴ, εἰ καὶ ἰσχυρὰ εἴρηκεν ἅπαντα νοσήματα, εἴ τε σφαλερώτερα· καὶ θαυμάζω γ’ ὅπως οὐδὲν ἔγραψε περὶ τῆς ἡλικίας αὐτῆς. καὶ μὴν μεμνῆσθαι προσήκει τῶν εἰρημένων ἕνεκα τοῦ γινώσκειν ἐν τῷ σπανίῳ διασωζομένας τινὰς ἐγκύμονας, ἐκ τοιούτων νοσημάτων, ἄνευ διαφθορᾶς τῶν ἐμβρύων. ἔτι δὲ κᾀκείνου μεμνῆσθαι προσήκει τοῦ τριῶν καὶ τεσσάρων μηνῶν δυσπαθέστατον τῶν ἄλλων εἶναι· καὶ τοῦτο γινώσκων αὐτὸς ἐν ἀφορισμοῖς εἶπε, τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρις ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι δεῖ. τοῖς μὲν οὖν παιδίοις οἵ τε δεσμοὶ καθ’ οὓς τῇ μήτρᾳ συμπεφύκασιν ἀσθενεῖς εἰσι καὶ τὸ σύμπαν σῶμα μαλακόν· τοῖς δὲ τῆς ἀποκυήσεως ἐγγὺς μεγάλοις οὖσι πολλῆς δεῖται τροφῆς, ἧς ἀποροῦντα πολλάκις ἐν τοῖς ὀξέσι νοσήμασι διαφθείρεται. διὸ καὶ χαλεπώτατόν ἐστι καλῶς διαιτηθῆναι νοσοῦσαν ὀξέως, εἰ μετὰ τοῦ ἐμβρύου ᾖ. εἰ μὲν γὰρ ὡς τὰς ἀκύμονας ἐνδεῶς τρέφεις,
καὶ γὰρ ὀλίγον ἔμπροσθεν ἄλλον ἄῤῥωστον ἔκρινε δι’ αἱμοῤῥαγίας καὶ νῦν δι’ ἱδρῶτος τὴν προκειμένην ἐν τῷ λόγω γυναῖκα, καίτοι τοῦ νοσήματος ἀμφοτέροις ἀπέπτου κατ’ ἐκείνην τὴν ἡμέραν ὄντος, διὸ μηδὲ τελέαν ἐποιήσατο τὴν κρίσιν.
(14) Μελιδίῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρης ἱερὸν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρὸς, αὐτίκα δὲ πυρετὸς ὀξὺς ἔλαβε, γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο, πόνοι τούτων ἁπάντων ξυνεχέες ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης, ἐρύθημα ἐπὶ γνάθων, σμικρὰ παρέκρουσε. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέλιπεν, οἱ πόνοι παρέμενον, ὑπέστρεψεν, ὕπνοι σμικροὶ, οὖρα διὰ τέλεος εὔχροα μὲν, λεπτὰ δὲ διαχωρήματα, χολώδη, δακνώδεα, κάρτα λεπτὰ, ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν.
οὔροισιν ὑπόστασις λευκὴ, λείη, ἵδρωσεν, ἐκρίθη τελέως ἑνδεκαταίη.
Καὶ περὶ ταύτης ἐν ἀρχῇ μὲν ἔγραψε τὴν ἰδέαν τῶν οὔρων. ἐπὶ δὲ τῷ τέλει τῆς διηγήσεως ἔφη, οὖρα διὰ τέλεος εὔχροα μὲν, λεπτὰ δέ. τὰ μὲν γὰρ ἀκριβῶς λεπτὰ τὴν κατὰ φύσιν ἔχειν εὔχροιαν οὐ δύναται. μετρίως μὲν γάρ ἐστιν ὠχρὰ τὰ εὔχροα, λευκὰ δὲ τὰ τελείως λεπτά. καθ’ ὅσον δὲ ἐγχωρεῖ συνελθεῖν εὔχροιαν οὔρων λεπτότητι, κατὰ τοσοῦτον χρὴ ἀκούειν λέγοντα αὐτὸν, οὖρα διὰ τέλεος εὔχροα μὲν γενέσθαι, λεπτὰ δέ. φαίνεται δὲ καὶ αὕτη ἡ γυνὴ διὰ τὴν ἰσχὺν τῆς φύσεως σωθῆναι.