Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Work
Galen, In Hippocratis Epidemiarum librum I
(Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα)
English: On Hippocrates' Epidemics I
Text information
Type: Original (Greek)
Source
Ernst Wenkebach, Franz Pfaff. Galeni in Hippocratis Epidemiarum libros I et II. Corpus Medicorum Graecorum 5/10. Berlin, Leipzig (B. G. Teubner) 1934, 3-151
Download
gal_inhippepid1-orig-gr2.xml [567.28 KB]
... μόνον προγνώσεται τὰς γινομένας νόσους ἐν ἑκάστῃ τῶν καταστάσεων, ἀλλὰ καὶ κωλύσει γίνεσθαι, ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀμέτροις κράσεσι τὴν ἐναντίαν ἐπιτεχνώμενος δίαιταν. εὔδηλον γὰρ ὡς, εἴπερ εὐκρασία τῶν πρώτων σωμάτων ἐστὶν ἡ ὑγεία, διαφθαρήσεται μὲν ὑπὸ τῆς τοῦ περιέχοντος δυσκρασίας, φυλαχθήσεται δ’ ὑπὸ τῆς κατὰ τὴν δίαιταν ἐναντιώσεως. κακῶς οὖν ὁ Κόιντος ἐξηγεῖται καὶ ταῦτα τὰ βιβλία καὶ τὰ τῶν Ἀφορισμῶν, ἐν οἷς ὧδέ πως ἔγραψε· “περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι.” τῇ πείρᾳ γὰρ μόνῃ τοῦτο ἐγνῶσθαί φησιν ὁ Κόιντος ἄνευ τοῦ κατὰ τὴν αἰτίαν λογισμοῦ, πρῶτον μὲν αὐτὸ τοῦθ’ ἁμαρτάνων, ** ὅτι τὰς αἰτίας, ὧν εἶπε κατὰ τοὺς Ἀφορισμοὺς τούτους ὁ Ἱπποκράτης, αὐτὸς αὖθις ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἔγραψεν, εἶθ’ ὅτι τὸ χρήσιμον μέρος τῆς διδασκαλίας ὑπερέβαινεν. ἀρεταὶ μὲν γάρ εἰσιν ἐξηγητῶν δύο αὗται, τό τε τὴν γνώμην φυλάσσειν τοῦ συγγράμματος καὶ τὸ τὰ χρήσιμα διδάσκειν τοὺς ἀναγνωσομένους αὐτοῦ τὰ ὑπομνήματα, διέφθειρε δὲ ἀμφοτέρας ὁ Κόιντος ἐν τῷ μὴ συνάπτειν τῇ καταστάσει τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὰ πλεονάσαντα νοσήματα, συνάπτεσθαι μὲν αὐτὰ βουλομένου τοῦ Ἱπποκράτους αὐτοῦ, προγνῶναι δ’ ἐσόμενα καὶ κωλῦσαι συνιστάμενα καὶ ἰᾶσθαι γενόμενα μὴ δυνησομένων ἡμῶν ἄνευ τοῦ γνῶναι τὴν γενομένην ἐν τῷ σώματι διάθεσιν ἐκ τῆς δυσκρασίας τοῦ περιέχοντος. οὕτως γὰρ καὶ τῶν ἄλλων ἁπασῶν καταστάσεων τὰς δυνάμεις αὖθις ἐξευρίσκειν δυνησόμεθα.
ὅστις οὖν βούλεται μεγάλως εἰς τὴν τέχνην ἐκ τῆς ἀναγνώσεως τῶν Ἐπιδημιῶν ὠφεληθῆναι, προαναγνῶναι τούτῳ βέλτιόν ἐστι τὸ Περὶ φύσεως ἀνθρώπου καὶ τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων,
ἐδεσμάτων τε καὶ πομάτων σπάνιά τέ ἐστι καὶ γνωσθῆναι ῥᾷστα τοῖς ἐν τῷ Περὶ φύσεως ἀνθρώπου γεγραμμένοις.
[ἐν μὲν οὖν τῶι Περὶ φύσεως ἀνθρώπου βιβλίωι τὸ αἴτιον τοῦ κοινοῦ πολλοῖς νοσήμασιν ὠνόμασε “κοινότατον”.] ἐν δὲ τῷ Περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων *** [τὰ οὕτω γινόμενα νοσήματα “πάγκοινα” προσηγόρευσεν ὧδέ πως εἰπών· “τοῦ δὲ χρόνου προιόντος καὶ τοῦ ἐνιαυτοῦ λέγοι ἄν, ὁκόσα νοσήματα μέλλοι πάγκοινα τὴν πόλιν κατασχήσειν ἢ θέρους ἢ χειμῶνος.” καὶ πάλιν οὐ μετὰ πολλά· “ταῦτα μὲν τὰ νοσήματα ἐπιχώρια αὐτέοισίν ἐστιν, καὶ, ἤν τι πάγκοινον κατάσχοι νόσημα ἐκ μεταβολῆς τῶν ὡρέων, καὶ οὗτοι μετέχουσιν.” καὶ πάλιν μετ’ ὀλίγα· “τοῖσι μὲν ἀνδράσι ταῦτα τὰ νοσήματα ἐπιχώριά ἐστι, καὶ χωρίς, ἤν τι κοινὸν κατάσχηι ἐκ μεταβολῆς.” καὶ κατωτέρω πάλιν· “τοῦτο μὲν τὸ νόσημα αὐτέοισι σύντροφόν ἐστι καὶ θέρεος καὶ χειμῶνος.” ἀλλὰ μηδὲ τοῦτό σε παρέλθηι ἐν ταῖς προγεγραμμέναις ῥήσεσιν εἰρημένον ἐν ἄλλοις τέ τισι τῶν Ἱπποκράτους,] καὶ τοίνυν τὰ μὲν ἔνδημα νοσήματά ἐστιν, ὅσα πλεονάζει διὰ παντὸς ἔν τινι χώρᾳ, [ἅπερ δὴ καὶ ἔνδημα προσαγορεύεται,] τῶν κοινῶν πολλοῖς ὄντα καὶ αὐτά, καθάπερ καὶ ὁ λοιμός. ἔστι γὰρ καὶ οὗτος ἐκ τῶν κοινῶν νοσημάτων, ὡς αὐτὸς αὖ καὶ περὶ τοῦδε σαφῶς ἐδήλωσεν ἐν τῷ Περὶ διαίτης ὀξέων, [ὧδέ πως εἰπών· “ὅταν γὰρ μὴ λοιμῶδες νόσου τρόπος τις κοινὸς ἐπιδημήσηι, ἀλλὰ σποράδες ὦσιν αἱ νοῦσοι καὶ μὴ παραπλήσιαι αὐτέοισιν, ὑπὸ τούτων τῶν νοσημάτων οἱ πλείους ἀπόλλυνται ἢ ὑπὸ τῶν ἄλλων τῶν συμπάντων.” δῆλον οὖν] ὡς ἐκ τοῦ γένους τῶν ἐπιδημίων νοσημάτων, ὅσα κακοηθέστατα γίνεται καὶ λοιμώδη καλεῖται· τὸ δὲ τῶν ἐπιδημίων ἐκ τοῦ τῶν πανδήμων τε καὶ παγκοίνων γένους ἐστίν, ὃ ταῖς σποράδεσι νόσοις ἀντιδιαιρεῖται· ταῦτα μὲν οὕτως αὐτὸς διεῖλε καὶ ὠνόμασεν, τοὺς λοιμοὺς δὲ πάντες ἄνθρωποι καλοῦσί τε καὶ γινώσκουσιν ὄντας ὀλέθρια νοσήματα καὶ πέμπουσί γε πολλάκις εἰς θεοὺς περὶ τῆς ἰάσεως αὐτῶν πυνθανόμενοι. [οὐ μόνον δὲ ἐνταῦθα τὸ ἐπιδημήσειν γέγραφεν,
ἀλλὰ καὶ κατὰ τὸ Προγνωστικόν, ἐν ᾧ φησι· “χρὴ δὲ καὶ τὰς φορὰς τῶν νοσημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέως ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς τε ὥρης τὴν κατάστασιν.” ἐν αὐτοῖς δὲ τοῖς τῶν Ἐπιδημιῶν ποτὲ μέν ἐστιν ἀκοῦσαι λέγοντος αὐτοῦ· “ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος πολλαί·” ποτὲ δὲ “καὶ ἄλλαι πυρετῶν ἐπεδήμησαν ἰδέαι”. “καὶ γὰρ ἄλλοις τὸ νόσημα ἐπιδήμιον ἦν.”]
γέγραπται δὲ τοῦτο τοὔνομα τὸ “ἐπίδημον” ἐν τισὶ μὲν τῶν ἀντιγράφων διὰ τεσσάρων συλλαβῶν, τῆς τελευταίας ἐκ τοῦ μ καὶ ο καὶ ν συνεστηκυίας, ἐν τισὶ δὲ διὰ πέντε, διά τε τοῦ μ καὶ ι κἄπειτα καθ’ ἑτέραν συλλαβὴν τὴν τελευταίαν τοῦ ο καὶ ν. μεμνῆσθαι δὲ χρὴ τούτων εἰς τὸ τὰ μέλλοντα λέγεσθαι γιγνώσκειν, ὡς ἔνια μὲν τῶν νοσημάτων κοινῇ πολλοὺς καταλαμβάνει, ἃ δὴ λέγεται κοινά, ἔνια δ’ ἕκαστον ἰδίᾳ, τὰ σποραδικὰ προσαγορευόμενα. τῶν δὲ κοινῶν τὰ μὲν ἔνδημά [τε] ἐστι, τὰ δὲ ἐπίδημά τε καὶ ἐπιδήμια, διὰ τεττάρων ἢ πέντε συλλαβῶν, ὡς εἴρηται, γραφόμενα καὶ λεγόμενα. τούτων δὲ τὰ χαλεπώτατα λοιμώδη καλεῖται, τὴν αἰτίαν ἐκ τῆς περὶ τὸν ἀέρα καταστάσεως ἔχοντα καὶ αὐτά, καθάπερ ὅλον τὸ γένος τῶν ἐπιδημίων νοσημάτων. γέγραφε δὲ κατὰ τοῦτο τὸ βιβλίον καὶ λοιμώδεις τινὰς καταστάσεις, ὥσπερ καὶ τὴν ἐν τῷ τρίτῳ[, διότι καὶ τῷ γένει ὁ λοιμὸς ἐπιδήμιόν ἐστι νόσημα].
ταῦτα μὲν οὖν ἄμεινόν ἐστι διωρίσθαι πρὸ τῆς μελλούσης ἔσεσθαι τῶν κατὰ μέρος ἐξηγήσεως. μετὰ ταῦτα δὲ εἰς ἐκείνην ἤδη τρέψομαι, τοσοῦτον ἔτι προειπών, ὅπερ καὶ ἐν ἄλλοις πολλοῖς τῶν ὑπ’ ἐμοῦ γεγραμμένων βιβλίων εἰρῆσθαι φθάνει, προτρέποντός μου γυμνάζεσθαι τοὺς ἐκμαθεῖν θέλοντας τὴν ἰατρικὴν τέχνην ἐν τοῖς κατὰ μέρος αἰσθητοῖς, ὡς διαγινώσκειν αὐτούς, ἃ καθόλου προμεμαθήκασιν. ταῦτα δὲ αὐτὰ τὰ κατὰ μέρος ἀρχὴν τῆς τῶν καθόλου συστάσεως οἱ ἐμπειρικοί φασιν εἶναι, λέγοντες ἀληθῆ ἐκεῖνα τῶν θεωρημάτων ὅσα τὴν σύστασιν ἐξ ἐμπειρίας ἔσχηκεν. ἡμῖν δὲ οὐχ οὕτως, ἀλλὰ καὶ διὰ λόγου δοκεῖ πολλὰ τῶν θεωρημάτων εὑρῆσθαι, κρίνεσθαι μέντοι καὶ τούτων τὴν ἀλήθειαν ὑπὸ τῆς πείρας βεβαιουμένην τε καὶ μαρτυρουμένην.
οὕτως γοῦν καίτοι τοῖς περὶ μεγεθῶν καὶ ἀποστημάτων ἡλίου καὶ σελήνης καὶ γῆς ἀποδεδειγμένοις ἤδη πιστεύοντες, ὅταν πρὸς αἰσθητῶν τε πολλῶν ἄλλων, ὅσα κατὰ γεωμετρικοὺς λόγους εὑρίσκεται, [ὅταν ὑπὸ] καὶ τῶν καταλελογισμένων ἐκλείψεων μαρτυρῆται, βεβαιοτέραν ἴσχομεν τὴν πίστιν. ὅπου τοίνυν τὰ διὰ γεωμετρίας ἀποδειχθέντα πιστότερα γίνεται μαρτυρούμενα πρὸς τῶν κατὰ μέρος ἀποβαινόντων καὶ πιστότερα γενόμενα μείζονα βεβαιότητ’ ἔχει, πολλῷ δὴ μᾶλλον [ἢ] ὅσα *** † ὑπὸ τὴν κατὰ μέρος *** πίστιν. ταῦτ’ οὖν οὕτως ἡμεῖς ἐπιδειξόμεθα ἐν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις γινόμενα.
I 1 Ἐν Θάσῳ φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, συνεχέα, μαλθακῶς, ἐν νοτίοισι.
Ὅτι μὲν καὶ ἡ τοῦ χωρίου γνῶσις εἰς τὴν τῶν ἐπιδημίων νοσημάτων διδασκαλίαν ὠφέλιμός ἐστιν ὕστερον λέξω. νυνὶ δὲ τὴν λέξιν αὐτὴν πρότερον ἐξηγήσομαι, τοῦ συγγραφέως εἰπόντος περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα. δυοῖν γὰρ οὐσῶν ἰσημεριῶν καὶ δυοῖν πλειάδων ἐπισημασιῶν, αὐτὸς ἐδήλωσεν, ὁποίαν αὐτῶν λέγει, προσθεὶς τῷ λόγῳ τὸ φθινοπώρου. κατὰ μὲν γὰρ τὸ ἔαρ ἡ ἑτέρα γίνεται καὶ ἡ ἀρχή γ’ αὐτοῦ κατὰ τὴν ἡμετέραν οἴκησίν ἐστιν αὕτη, ἣν νῦν οὐ λέγομεν· καθάπερ καὶ τελευτὴ πάλιν ἦρος τῶν πλειάδων ἡ ἐπιτολή. κατὰ δὲ τὸ φθινόπωρον ἡ ὑπόλοιπος ἰσημερία γίνεται καὶ ἡ τῶν πλειάδων δύσις. οὐδὲν δὲ διοίσει λέγειν ἤτοι
τὴν ἰσημερίαν ἤρξατο καὶ παρέτεινεν ἄχρι πλειάδος δύσεως ἡμέραις ὡς πεντήκοντα.
Ἐν Θάσῳ φθινοπώρου. κατὰ μὲν οὖν τὸν Κόϊντον οὔθ’ ἡ χώρα συνενδείκνυταί τι πρὸς τὴν τῶν ἐπιδημίων νοσημάτων πρόγνωσιν οὔθ’ ὅλως δυνατόν ἐστι τὰ γενησόμενα προγνῶναι, μόνον δὲ διαγνῶναι τὸ γεγενῆσθαί τινα νοσήματα, διεφθαρμένης τῆς κατὰ φύσιν ἐν ταῖς ὥραις κράσεως· ἐνίοτε δὲ καὶ τὴν ἰδέαν αὐτῶν οὐκ ἐκ μεθόδου λογικῆς, ἀλλ’ ἐκ πείρας μόνης φησὶν ἐγνῶσθαι. καὶ τάς γε τῶν δυσκρασιῶν ἐπιπλοκάς, ἃς συνδρομὰς ὀνομάζουσιν οἱ ἐμπειρικοὶ τῶν ἰατρῶν, ἐξηγούμενοι τοὺς Ἀφορισμοὺς ἐκ πείρας ἔλεγον εὑρῆσθαι τῶνδέ τινων νοσημάτων αἰτίας γινομένας, οἷον· “ὅταν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, κατὰ τὸ θέρος ἔσονται πυρετοὶ ὀξεῖς καὶ ὀφθαλμίαι καὶ δυσεντερίαι.” καὶ πάλιν· “ἢν μὲν ὁ χειμὼν ἔπομβρος καὶ νότιος γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ χειμέριον, αἱ μὲν γυναῖκες, ᾗσιν οἱ τόκοι πρὸς τὸ ἔαρ, ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσι·” καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς κατέλεξε, τέσσαρας μόνας διαφορὰς καταστάσεων γράψας, καίτοι παμπόλλων οὐσῶν, ὅπερ ἐχρῆν ἐνθυμηθέντα τὸν Κόϊντον ἐπισκέψασθαί τε καὶ ζητῆσαι πρῶτον μὲν αὐτὸ δὴ τοῦτο περὶ τὸ τῶν παρὰ φύσιν ἐκτρεπομένων τῶν ὡρῶν, εἰ πλείους εἰσὶ τεττάρων, εἶθ’ εὑρόντα πλείους ζητῆσαι τὸν ἀριθμὸν ἁπασῶν, εἶτα σκέψασθαι, διὰ τί τῶν τεττάρων ἐμνημόνευσε μόνων ὁ Ἱπποκράτης, ἐφ’ οἷς ἅπασιν εὑρεθεῖσι ζητῆσαί τινα μέθοδον, ᾗ χρώμενοι τὰς τῶν ἄλλων ἁπασῶν καταστάσεων γνωσόμεθα δυνάμεις· (μόνως γὰρ ἂν οὕτως ἱκανοὶ προγινώσκειν γινοίμεθα καὶ τὰς μελλούσας ἐπιδημήσειν νόσους) ἀλλὰ καὶ προφυλάσσεσθαι, καθ’ ὅσον οἷόν τε, πρὸς τὸ μηδ’ ὅλως αὐταῖς περιπεσεῖν διὰ τῆς εἰρημένης ὁδοῦ προελθόντες ἱκανῶς εἰσόμεθα, ἢ εἰ τοῦτ’ ἀδύνατον εἴη ποτὲ διὰ τὸ μέγεθος τῆς αἰτίας, ὡς μετριωτάταις γοῦν ταύταις ἁλῶναι. ὅτι δὲ τὴν θεραπείαν τῶν νοσημάτων ὁ γυμνασθεὶς τὸν λογισμὸν οἷς εἶπον ἅπασιν ἄμεινον
καὶ ἡ ἡλικία καὶ τὸ ἐπιτήδευμα καὶ ἡ δίαιτα. δέδεικται δ’ ὑπ’ αὐτοῦ σαφῶς ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ὁποῖά τινα καθ’ ἑκάστην χώραν πλεονάζει νοσήματα. δυνήσῃ τοιγαροῦν, ὅταν ἡ τοῦ περιέχοντος ἡμᾶς κατάστασις ἀμέτρως ψυχρὰ καὶ ὑγρὰ γενομένη κατὰ τὴν ἑαυτῆς φύσιν ἐργάζεσθαι μέλλῃ τὰ ὑπ’ αὐτοῦ δεδειγμένα νοσήματα, καὶ τὴν παρὰ τῆς οἰκήσεως ἔνδειξιν λαβεῖν ὁμοίαν τῇ παρὰ τῆς ἡλικίας τε καὶ τῆς φύσεως καὶ τῶν ἐπιτηδευμάτων καὶ τῆς ὅλης διαίτης. τὰ μὲν γὰρ ὑγρὰ καὶ ψυχρὰ τῇ φύσει σώματα κατὰ τὰς ἔξωθεν περιστάσεις ῥᾷον ἁλώσεται τοῖς ὑπὸ τῆς ὑγρᾶς καὶ ψυχρᾶς καταστάσεως ἐσομένοις νοσήμασι, τὰ δὲ ἐναντία δυσχερέστερον. ἐὰν οὖν οἴκησις ὑγρὰ καὶ ψυχρὰ κατὰ τὸν ἑαυτῆς λόγον καὶ τὴν κατάστασιν ἔχῃ τοιαύτην, ἕτοιμος τῶν οἰκείων τῇ καταστάσει νοσημάτων ἡ γένεσις ἔσται, συντελούσης τι καὶ τῆς οἰκήσεως, ὥσπερ γε κἂν πάλιν ἡ ἀμέτρως θερμή ποτε γένοιτο καὶ ὑγρὰ κατάστασις, οἵαν ἐν τῇ δευτέρᾳ τῶν Ἐπιδημιῶν ἔγραψεν ἐν ἀρχῇ λέγων· “Ἄνθρακες ἐν Κρανῶνι θερινοί· ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου.” συντελέσει δέ τι πρὸς τὴν τῶν εἰρημένων σηπεδονωδῶν νοσημάτων γένεσιν ἡ χώρα μάλιστα μέν, ἐὰν κατ’ ἄμφω δύσκρατος ᾖ, θερμοτέρα καὶ ὑγροτέρα καθεστῶσα, συντελέσει δὲ κἂν κατὰ τὸ ἕτερον τούτων [εἰ] ἀμέτρως ᾖ κεκραμένη, καθάπερ ἡ Κρανὼν ἐν κοίλῳ καὶ μεσημβρινῷ χωρίῳ κειμένη καὶ διὰ τοῦτο μάλιστα σηπεδονώδεσι νοσήμασι, τοῖς ἄνθραξιν, ἁλοῦσα, πρὸς τοῖς ἄλλοις ἀτόποις ἔτι καὶ διὰ τὸ τὰ βόρεια τῶν πνευμάτων ἀπεστράφθαι καύμασι καὶ ταῖς καλουμέναις νηνεμίαις κατεχομένη. Κρανὼν μὲν οὖν τοιαύτη, Θάσος δὲ τοὔμπαλιν ἔστραπται γὰρ πρὸς τὰ βόρεια καὶ ψυχρὰ πνεύματα καταντικρὺς τῆς Θρᾴκης κειμένη. γενομένης οὖν τῆς καταστάσεως ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν, οὐκ ἦν εὐάλωτον τὸ χωρίον, ὅσον ἐφ’ ἑαυτῷ, τῇ καταστάσει. εἰ γὰρ μεσημβρινὸν ἦν ἔτι καὶ κοῖλον, ἐσχάτως ἂν ἡ εἰρημένη κατάστασις ἐγεγόνει λοιμώδης αὐτῇ.
I 2 Ὕδατα πολλά, συνεχέα μαλθακῶς.
Τρισσῶς ὕδατα γίνεται πολλά, ποτὲ μὲν διὰ τὸν ὑετὸν αὐτὸν ἀθρόως ἐκρηγνύμενον, ἐνίοτε δὲ τῷ μήκει τοῦ χρόνου, κἂν ψεκάδες ὦσι μόναι καθ’ ἑκάστην ἡμέραν γινόμεναι, καί ποτ’ ἀμφοῖν ἅμα συνελθόντων. ἔχεις δὲ αὐτῶν πάντων παραδείγματα γεγραμμένα κατὰ τὰ τῶν Ἐπιδημιῶν βιβλία, τοῦ μὲν πρώτου τρόπου τὴν κατάστασιν, ἧς ἄρχεται τόνδε τὸν τρόπον· “ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ’ ἀρκτούρῳ ὕδατα πολλά, μεγάλα ἐν βορείοις·” δηλοῖ γὰρ τοῦτο τὸ “μεγάλα” πλῆθος ὕδατος ἀθρόου. τοῦ δὲ δευτέρου τρόπου παράδειγμα τὸ νῦν εἰρημένον ἐστίν· ὕδατα πολλά, συνεχέα μαλθακῶς· τὸ γὰρ πλῆθος αὐτῶν ἠθροίσθη διὰ τὸ συνεχῶς ἐν χρόνῳ πλείονι γενέσθαι καὶ μὴ καθάπαξ λάβρως ἐν ἑνὶ καιρῷ. τοῦ δὲ τρίτου τρόπου παράδειγμά ἐστι τὸ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ἐν ἀρχῇ γεγραμμένον· “ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου.” τὸ μὲν γὰρ “λάβρον” πρὸς τὸν προειρημένον τρόπον κοινόν ἐστι, τὸ δὲ “διόλου” πρὸς τὸν δεύτερον. περὶ μὲν οὖν ἐκείνων τῶν καταστάσεων αὖθις ἐροῦμεν κατὰ τὸν οἰκεῖον καιρόν, ἡ δὲ προκειμένη νῦν ἐν τῷ λόγῳ μεταξὺ τῆς φθινοπωρινῆς ἰσημερίας καὶ τῆς ἀρχῆς τοῦ χειμῶνος γενομένη τὰ ὕδατα καθ’ ὅλην αὐτὴν ἔσχε συνεχῆ μαλθακῶς, ὡς αὐτὸς ἔφησεν, ὅπερ ἀντίκειται τῷ ἀθρόως καὶ λάβρως καὶ σφοδρῶς.
I 3 Χειμὼν νότιος.
Ὅτι φθινοπώρου πέρας οἶδε καὶ αὐτὸς τὴν τῆς πλειάδος δύσιν ἣν διὰ συντόμου φωνῆς ὀνομάζει καὶ “πλειάδα”. σαφῶς ἐδήλωσε [εἰπὼν] μετὰ τὸ προειπεῖν “περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα” γράψας τούτων ἐφεξῆς χειμὼν νότιος, ὡς οὐδενὸς ὄντος μεταξὺ χρόνου διηγήσεως ἰδίας δεομένου, συνάπτοντος δὴ χειμῶνος τῇ δύσει τῆς πλειάδος.
I 4 Μικρὰ πνεύματα βόρεια.
Μικρά φησι πνεύματα γενέσθαι τοῦ χειμῶνος. εἰ δέ γε κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ χειμὼν ἐπεραίνετο, πάντως ἂν ἐγένετο μεγάλα. καὶ κατὰ διττὸν τρόπον ὑπῆρξεν ἂν αὐτοῖς τοῦτο, καθάπερ γε νῦν ἔοικε γεγονέναι σμικρά, κατά τε τὸ ἴδιον μέγεθος αὐτῶν καὶ κατὰ τὸ μῆκος τοῦ χρόνου. καὶ γὰρ ὀλίγαις ἡμέραις ἐγένετο βόρεια καὶ οὐκ ἰσχυρά, τοῦ χειμῶνος εἰθισμένου μέγαν ἴσχειν βορρᾶν ἐν χρόνῳ πολλῷ.
I 5 Αὐχμοί.
Τὴν ξηροτέραν τοῦ προσήκοντος κατάστασιν αὐχμὸν ὠνόμασεν οὐ πάνυ τι συνήθως. εἰώθαμεν γὰρ οὐ τὴν ἁπλῶς ξηροτέραν, ἀλλὰ τὴν ἄκρως ξηρὰν ὀνομάζειν οὕτως. ἀμήχανον δέ ἐστι καὶ ἄπιστον εἰς τοσοῦτον γενέσθαι τὸν χειμῶνα ξηρόν, ὡς αὐχμηρὰν ἀπεργάζεσθαι τὴν γῆν, ὥσπερ ἐν θέρει. οὐδὲ γὰρ οὐδ’ ἐν ἦρι τοιαύτη γίνεται κατάστασις, ᾗ νῦν ὅμοιον γεγονέναι φησὶ τὸν χειμῶνα.
I 6 Τὸ σύνολον ἔς γε χειμῶνα οἷον ἔαρ γίνεται.
Ξηρότερον μέντοι γ’ ἑαυτοῦ φησι γεγονέναι τὸν χειμῶνα, οὐ μὴν ὡσαύτως τῷ θέρει ξηρόν, ὥς γε καὶ τὸν αὐχμόν, ὃν ὀλίγον ἔμπροσθεν ἔφαμεν οὐ πάνυ τι κυρίως εἰρῆσθαι. λεκτέον οὖν ἐστιν οὐχ ἁπλῶς ὑπ’ αὐτοῦ τοῦτ’ εἰρῆσθαι νῦν, ἀλλ’ ἐν τῷ πρός τι, καθάπερ μύρμηκα μέγαν ἢ ὄρος μικρόν. ὥστε ὁ χειμὼν ἐγένετο νῦν οὐχ ἁπλῶς αὐχμηρός, ὥσπερ οὐδὲ μέγας μύρμηξ ἁπλῶς μέγας, ἀλλ’ ὡς μέγας μύρμηξ, οὗτός τε οὖν τοῦ ὄρους τοῦ σμικροῦ σμικρότερός ἐστιν ὅ τε χειμὼν ὁ αὐχμηρὸς ὑγρότερος τοῦ θέρους, ὥσπερ καὶ τὸν νῦν γεγενημένον χειμῶνα παραβάλλων εἶπε· τὸ σύνολον ἔς γε χειμῶνα οἷον ἔαρ γίνεται.
I 7 Ἔαρ δὲ νότιον ψυχεινόν, μικρὰ ὕσματα.
*** Ἔοικεν οὖν εἰρηκέναι τὸ ἔαρ νότιον, οὐχ ὡς οὐδ’ ὅλως ἐν αὐτῷ γενομένων τῶν βορείων, ἀλλ’ ὡς ὀλιγίστων ἐν ἀρχῇ καὶ οὕτως ὀλίγων, ὥστε τὴν ὅλην κατάστασιν τῆς ὥρας ἐκείνης νότιον εἰπεῖν.
I 8 Θέρος ὡς τὸ πολὺ ἐπινέφελον· ἀνυδρίαι· ἐτησίαι ὀλίγα σμικρὰ διεσπασμένως ἔπνευσαν.
Εἴ τις ἅπαντα τὰ περὶ τοῦ θέρους εἰρημένα συνθείη, φαίη ἂν καὶ τοῦτο νότιόν τε καὶ αὐχμηρὸν ἅμα γεγονέναι.
I 9 Γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετὰ αὐχμῶν.
Οὐχ ὡς οὐδέποτε γενομένης ἐκδοχῆς ὑδάτων ἐν ὅλῳ τῷ ἔτει τὸ μετ’ αὐχμῶν εἶπεν, ἀλλ’ ὡς ὀλιγίστων παντάπασιν. πλὴν γὰρ τοῦ πρώτου χρόνου τοῦ μετὰ τὴν φθινοπωρινὴν ἰσημερίαν ἄχρι πλειάδος πᾶς ὁ λοιπὸς ἐπικρατοῦσαν ἔσχηκεν ἱκανῶς τὴν ἀνυδρίαν. ἀγωγὴν δὲ δηλονότι τὴν κατάστασιν ὠνόμασε τοῦ περιέχοντος. εἴπερ οὖν ἀληθές ἐστιν ὡσαύτως τῷ περιέχοντι συνεξαλλοιοῦσθαι τὰ τῶν ζῴων σώματα, κατὰ μὲν τοὺς ὄμβρους ὑγρότερα γενήσονται, κατὰ δὲ τοὺς αὐχμοὺς ξηρότερα, καὶ κατὰ μὲν τὰς θερμότητας ἐπικρατούσας ἡ κεφαλὴ καρωδεστάτη, κατὰ δὲ τὰς ψυχρότητας αὕτη μὲν ἔσται κουφοτάτη, τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα μόρια πονήσει. τῇ τοίνυν εἰρημένῃ καταστάσει, περὶ ἧς πρόκειται σκοπεῖσθαι, μεταξὺ τὴν φύσιν ἐχούσῃ τῆς τε αἰθρίου καὶ καθαρᾶς ἀκριβῶς καὶ τῆς μετ’ ὄμβρων ὁμοιούμενα τὰ σώματα μέσην ἕξει κατάστασιν κράσεως, ἣν ἐπίτρεψόν μοι καλέσαι νεφελώδη. τοιούτου γὰρ ὄντος τοῦ περιέχοντος, ὑποκειμένου δὲ καὶ τοῦ συναλλοιοῦσθαί τε καὶ συνεξομοιοῦσθαι τούτῳ τὰ σώματα, σαφηνείας ἕνεκεν οὐδὲν ἂν εἴη χεῖρον ὠνομάσθαι τὴν ἐν αὐτοῖς γενομένην κατάστασιν οἷον νεφελώδη τινά. καθάπερ οὖν, ὅταν ὁ χειμὼν φυλάττῃ τὴν οἰκείαν κρᾶσιν, ἀναγκαῖόν ἐστιν τὸν ὑγρὸν καὶ ψυχρὸν χυμὸν γεγενῆσθαι, τὸ φλέγμα, τοῦ θέρους δ’ ἔμπαλιν τὸν
παρ’ ἑαυτῆς ἕξει, τὸ δὲ συνάγεσθαι καὶ σφίγγεσθαι διὰ τὸν ὑποδεχόμενον ἀέρα, καὶ ὅσῳ γ’ ἂν ᾖ ψυχρότερος οὗτος, τοσούτῳ μᾶλλον πιλήσει τε καὶ συνάξει τὴν ἀναφερομένην ὁμίχλην. ὅταν οὖν ὁ ἀὴρ μήτε θερμότητ’ ἐναργῆ μήτε ψυχρότητ’ ἔχῃ, τοιαύτην ἀναγκαῖόν ἐστιν ἐν αὐτῷ διαμένειν τὴν ὑψωθεῖσαν ὁμίχλην, οἵαπερ ἦν ἐξ ἀρχῆς, καὶ γίγνεσθαι λευκὸν μὲν ἀκριβῶς ἐξ αὐτῆς νέφος, ἐπειδὰν ὑπὸ τῆς ἡλιακῆς αὐγῆς νικηθῇ, μεταξὺ δὲ λευκοῦ τε καὶ μέλανος, ὅταν μὴ τελέως αὐτὴν ὁ ἥλιος καταλάμπῃ. μὴ τοίνυν θαύμαζε, διὰ τί τὰ σώματα τῶν ζῴων ὁμοίαν ἴσχει ποτὲ τοιᾷδε καταστάσει τὴν ἐν αὐτοῖς διάθεσιν, ἀλλὰ πείθου λέγοντος Ἱπποκράτους “νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοί, νωθροί, διαλυτικοί”. διηγεῖται γὰρ ἐν τῷ λόγῳ τῷδε τὰ παθήματα τοῦ σώματος, ἃ πάσχει μὲν ἐν ταῖς νοτίοις καταστάσεσιν, ὥστε, ὥσπερ τὸ “καρηβαρικοὶ καὶ βαρυήκοοι καὶ διαλυτικοὶ καὶ νωθροί” κατὰ τῶν ὑπὸ τοῦ νότου γινομένων ἐν τοῖς ἡμετέροις σώμασιν εἴρηται προδήλως, οὕτως ἡγεῖσθαι χρὴ καὶ τὸ “ἀχλυώδεες” λελέχθαι, τῆς ἐν ἡμῖν ἀθροιζομένης ἀχλύος διὰ νότου δηλωτικὸν ὄν, οὐ τῆς τοῦ περιέχοντος.
I 10 Πρωῒ μὲν τοῦ ἦρος ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοισιν ἐγένοντο καῦσοι καὶ τούτοισι πάνυ εὐσταθεῖς, καὶ ὀλίγοις ᾑμορράγησεν, οὐδ’ ἀπέθνῃσκον ἐκ τούτων.
Ὅτι μὲν ὀλιγοχρόνιος ἡ βόρειος κατάστασις ἐγένετο πρωὶ τοῦ ἦρος, εὔδηλόν ἐστιν ἐκ τοῦ τὴν ὅλην τοῦ ἦρος κρᾶσιν προειρῆσθαι πρὸς αὐτοῦ “νότιον”, οὐκ ἂν οὕτως εἰπόντος, εἴπερ ἐπὶ πολλὰς ἡμέρας ἔπνευσεν ὁ βορρᾶς. ὅμως δὲ καίπερ ὀλίγας ἡμέρας γενομένου βορείου τοῦ περιέχοντος, καυσώδη τινὰ νοσήματα συνέπεσεν ὀλίγοις, ἐπιεικῆ πάνυ καὶ ταχέως καθιστάμενα. φησὶ γὰρ καὶ τούτοισι πάνυ εὐσταθεῖς. γράφουσι δ’ ἔνιοι [οὐ] πάνυ εὐσταθῆ, τινὲς δὲ εὐσταθέα κατὰ τὴν Ἰωνικὴν γλῶτταν, ἐν ἴσῳ τῷ μέτρια καὶ οὐδὲν ὀλέθριον ἔχοντα. καὶ μέντοι καὶ ὀλίγοις αἱμορραγῆσαί
διὰ τὸ τοῦ πνεύματος πλῆθος, ὃ καὶ τοὺς ἀσκούς τε καὶ τοὺς πίθους ῥήγνυσιν ἀθροιζόμενον ἐν τῷ γλεύκει ζέοντι. τοῦτ’ οὖν τὸ σύμπτωμα τοῖς τότε γενομένοις καύσοις οὐκ ἠκολούθησεν, οὖσί γε μετρίοις, ὡς προείρηται.
I 11 Ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόρροπα ἦν καὶ ἐξ ἀμφοτέρων, τοῖσι πλείστοισιν ἀπύροισιν ὀρθοστάδην· ἔστι δ’ οἳ σμικρὰ ἐπεθερμαίνοντο. κατέσβη πᾶσιν ἀσινέως οὐδ’ ἐξεπύησεν οὐδενὶ ὥσπερ τὰ ἐξ ἄλλων προφάσεων. ἦν δ’ ὁ τρόπος αὐτῶν χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς, ἀνώδυνα· πᾶσιν ἀσήμως ἠφανίσθη.
Τὰ εἰρημένα πάντα διὰ τὴν πλεονεξίαν ἐγένετο τῆς ἀχλυώδους οὐσίας, ὑφ’ ἧς τὰ μὲν ἅμα τῷ φλέγματι πέφυκε γίνεσθαι, τὰ δὲ ἅμα τῇ ξανθῇ χολῇ, τὰ [δὲ] ἐρυσιπελατώδη, ὅταν δ’ ἅμα τῷ αἵματι, τὰ φλεγμονώδη. καθίσταται δὲ ἅπαντα ῥᾳδίως, διαφορουμένης τῆς τοιαύτης οὐσίας ἑτοίμως. ἔμπαλιν δ’ αὐτοῖς ὅσα διὰ παχὺν καὶ γλίσχρον γίνεται χυμὸν δυσδιαφόρητα δεινῶς ὑπάρχει. τὰ δ’ ἐν τῇ προκειμένῃ καταστάσει γεγενημένα χαῦνά τε ἦν, τουτέστι μαλακὰ καὶ ὑπείκοντα τοῖς δακτύλοις καὶ κατὰ τὴν ἐπίθλιψιν αὐτῶν βοθρούμενα, καὶ οὐ μετὰ φλεγμονῆς, ὅπερ ἐστὶν οὐ μετὰ φλογώσεως, ἀνώδυνά τε διὰ τὸ μηδέτερον αὐτοῖς συνεῖναι τῶν τὰς ὀδύνας ἐργαζομένων. ἔστι δὲ ταῦτα τάσις τῶν σωμάτων καὶ δυσκρασία σφοδρά. τάσις μὲν οὖν γίνεται διὰ τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἐμφρασσομένους δυσλύτως τοῖς πάσχουσι μέρεσι, δυσκρασία δ’ ἰσχυρὰ διὰ τὸ θερμοὺς ἄγαν ἢ ψυχροὺς ὑπάρχειν αὐτούς, ὥστ’ εἰκότως ἀνώδυνα τὰ χαῦνα καὶ χωρὶς ἑλκώσεώς ἐστιν οἰδήματα. διότι δὲ τοιαῦτ’ ἦν καὶ ῥᾳδίως ἐλύετο, διὰ ταῦτ’ οὐκ ἐξεπύησεν, ὥσπερ τὰ ἐπ’ ἄλλαις προφάσεσιν. ὀνομάζει δὲ προφάσεις ὁ Ἱπποκράτης ἐνίοτε μέν, ὡς ἔθος ἐστὶ τοῖς πολλοῖς, ἐπὶ τῶν ψευδῶς λεγομένων αἰτιῶν φέρων τοὔνομα, πολλάκις δὲ τὰς φανερὰς αἰτίας οὕτως καλεῖ, καί ποτε καὶ πάσας αὐτὰς ἁπλῶς. ἀλλὰ νῦν γε τὰς ἐπ’ ἄλλαις προφάσεσιν ἐκπυήσεις εἴρηκεν ὅσας ἐδίδαξεν αὐτὸς ἐν πυρετοῖς γινομένας, ἐν οἷς
μὲν ἠθροισμένοι εἰσὶ χυμοὶ πολλοὶ παχεῖς καὶ ὠμοί· διὰ δὲ τὴν σφοδρότητα καὶ τὴν ὀξύτητα καὶ τὸ πλῆθος τῆς θερμασίας τῆς πυρετώδους ἀναφέρονται πρὸς τὴν κεφαλήν, εἶτ’ ἀποτιθεμένης αὐτοὺς τῆς φύσεως εἰς τοὺς ἐπὶ τοῖς ὠσὶν ἀδένας αἱ καλούμεναι γίνονται παρωτίδες. οὔτ’ οὖν τοιαύτη τις † ἦν περιουσία χυμῶν εἰς τὴν νῦν γενομένην κατάστασιν, ὡς αὐτὰς ἐλθεῖν πρὸς ἐκπύησιν, καὶ φθάσαντα διεφορήθη τὰ συστάντα παρὰ τοῖς ὠσὶν οἰδήματα διὰ τὸ πνευματῶδες τῆς οὐσίας. εὔδηλον οὖν ὅτι τὰ μὲν καυσώδη κατὰ τὴν ἀρχὴν τοῦ ἦρος ἐγένετο τῶν βορείων ἀνέμων πνευσάντων, αἱ δ’ εἰρημέναι παρωτίδες ἐν τῷ λοιπῷ χρόνῳ παντί. μετριώταται δ’ ἦσαν εἰκότως δι’ ἃς εἶπον αἰτίας, ὥστε καὶ ὀρθοστάδην ὑπ’ αὐτῶν ἐνοχλεῖσθαι τοὺς ἀνθρώπους, ὅπερ ἐστὶ φέρειν αὐτὰς ἀλύπως περιερχομένους καὶ πράσσοντας τὰ συνήθη καὶ μὴ καταναγκαζομένους κλινήρεις γίνεσθαι, καθάπερ ἐν τοῖς σφοδροτέροις νοσήμασιν. τότε γὰρ οἱ κάμνοντες οὐδ’ ἐπύρεσσον ἀξιολόγως, ἀλλ’ εἰ καὶ πού τις ἐξ αὐτῶν ἐγένετο θερμότερος, ἐπὶ βραχὺ τοῦτ’ ἔπασχε διὰ τὴν τοῦ πλεονάσαντος, ὡς εἴρηται, χυμοῦ φύσιν, ἀερώδους τὸ πλέον ὄντος καὶ ψυχροῦ.
I 12 Ἐγίνετο δὲ ταῦτα μειρακίοισι, νέοισιν, ἀκμάζουσι, καὶ τούτων τοῖσι περὶ παλαίστρην καὶ γυμνάσια πλείστοισι· γυναιξὶ δ’ ὀλίγῃσιν ἐγένετο.
Κοινὸν τοῦτο τὸ αἴτιον ἐπὶ πάντων τῶν ἀποσκημμάτων ἐπίστασθαι χρὴ λελεγμένον ὑπ’ αὐτοῦ δι’ ἄλλων, ὡς οἱ μὲν θερμότεροι τῶν χυμῶν εἰς τὰ μετέωρα τοῦ σώματος ἀποσκήπτουσιν, οἱ δὲ ψυχρότεροι κάτω. ἐπεὶ τοίνυν ὁ πλεονάσας ἐν τῇ νῦν καταστάσει χυμὸς ὑπόψυχρός τε καὶ ἀερώδης ἦν ἐν τῷ μέσῳ τὴν φύσιν καθεστὼς τῶν τ’ ἄνω ῥᾳδίως φερομένων καὶ τῶν κάτω ῥεπόντων, διὰ τοῦτο μόνοις τοῖς θερμοτέροις τὴν κρᾶσιν ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὸ ἐπιτήδευμα τὴν ὁρμὴν ἔσχεν ἐπὶ τὴν κεφαλήν. ἴσμεν δ’ ὅτι τὰ μειράκια διὰ τὴν ἡλικίαν, οὐ διὰ τὸ ἐπιτήδευμα θερμά, καθάπερ γε καὶ οἱ ἀκμάζοντες, οἱ δὲ περὶ παλαίστραν καὶ γυμνάσια διατρίβοντες ἐκ
τῶν ἐπιτηδευμάτων. εἰκότως γοῦν ὀλίγαις γυναιξὶν ἐγένετο, ταῖς δηλονότι νέαις τε καὶ φύσει θερμοτέραις καὶ μὴ πάνυ τι βίον ἀργὸν ἐζηκυίαις.
I 13 Πολλοῖσι δὲ βῆχες ξηραὶ βήσσουσι καὶ οὐδὲν ἀνάγουσι καὶ φωναὶ βραγχώδεες οὐ μετὰ πολύ.
Τίνες μὲν αἱ ξηραὶ βῆχές εἰσιν, αὐτὸς ἐδήλωσεν εἰπὼν οὐδὲν ἀνάγουσι. γίγνονται δ’ αὗται ποτὲ μὲν ὑπὸ τραχύτητος μόνης τῶν κατὰ τὴν φάρυγγα καὶ τὸν λάρυγγα μορίων, οὐδεμιᾶς ἐν τῷ πνεύμονι περιουσίας ὑγρῶν οὔσης. οὗτοι μὲν οὖν οὐδὲν ἀναπτύουσι τῷ μηδ’ ὅλως ἔχειν τι περισσὸν ἀναγωγῆς τε καὶ κενώσεως δεόμενον. ἕτεραι δὲ βῆχες γίνονται ξηραὶ διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων, ἐφ’ ὧν οὐδ’ αὐτῶν ἐστί τι ἀναπτυσθῆναι δεόμενον. ἄλλαι δ’ αὖ γίνονται πρὸς ὑγρῶν περιεχομένων ἐν αὐτοῖς ἐκκριθῆναι δεομένων, ἀλλ’ οὐκ ἐκκρίνεται ταῦτα διὰ διττὴν αἰτίαν, ἢ τῷ γλίσχρα τ’ εἶναι καὶ παχέα καὶ δυσαπολύτως ἐμπεπλάσθαι τοῖς κατὰ τὸν πνεύμονα βρόγχοις, ὅπερ ἐπὶ τῶν ἀπτύστων ὀνομαζομένων γίνεται πλευριτίδων, ἢ τῷ τὸ καταφερόμενον ὑγρὸν ἀπὸ τῆς κεφαλῆς λεπτὸν εἶναι κατὰ τὴν σύστασιν, οἷόνπερ τὸ ὕδωρ. φθάνει γὰρ τὸ τοιοῦτον ἐν τῷ καταφέρεσθαι διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας ἐν τῷ πνεύμονι γίνεσθαι, πρὶν ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἀνενεχθῆναι πνεύματος, ὅπερ καὶ τότε τοῖς Θασίοις ἔοικε γεγονέναι, πεπληρωμένης μὲν ὑπὸ τῆς νοτίου καταστάσεως τῆς κεφαλῆς αὐτῶν, ἐπιπεμπούσης δὲ ῥεῦμα τοῖς κατὰ θώρακα πᾶσι χωρίοις. ὅτι δὲ τοιαύτη τις ἦν ἡ βήξ, μαρτυρεῖ καὶ τὸ συνεδρεῦον αὐτῇ σύμπτωμα. βραγχώδεις γάρ, φησίν, οὕτω βήσσοντες ἐγένοντο, διαβρεχομένων δηλονότι τῶν ὀργάνων τῶν φωνητικῶν πρὸς τῆς καταφερομένης ὑγρότητος, ὡς ἐν τοῖς Περὶ φωνῆς ἐπιδέδεικται.
I 14 Τοῖσι δὲ καὶ μετὰ χρόνον φλεγμοναὶ μετ’ ὀδύνης εἰς ὄρχιν ἑτερόρροποι, τοῖσι δ’ εἰς ἀμφοτέρους.
Τοῦ κατενεχθέντος ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα μέρος τι κατὰ τὴν κοινωνίαν τῶν ὀργάνων εἰς τοὺς ὄρχεις ἀφίκετο. λέλεκται δ’ αὐτῷ περὶ τῆς κοινωνίας τῶν γεννητικῶν μορίων πρὸς τὰ κατὰ θώρακα δι’ ἑτέρων γραμμάτων. ἀλλὰ τοῦτό γε τὸ κατασκῆψαν εἰς τοὺς ὄρχεις κακοηθέστερον ἦν ἤδη, οὐκέθ’ ὅμοιον τῷ ἐξ ἀρχῆς, ὡς ἂν ἐν χρόνῳ πλείονι διασεσηπὸς ἐν τοῖς κατὰ πνεύμονα χωρίοις. εἰκότως τοιγαροῦν αἱ κατὰ τοὺς ὄρχεις φλεγμοναὶ μετ’ ὀδύνης ἐγένοντο καὶ οὐχ ὥσπερ αἱ παρωτίδες ἀνώδυνοι. τοῦ δ’ ἤτοι τὸν ἕτερον ὄρχιν ἢ ἀμφοτέρους δέξασθαι τὴν περιουσίαν τῶν ὑγρῶν αἴτιον ἦν τὸ ποσὸν ἐν αὐτοῖς. οἷς μὲν γὰρ ὀλίγον ἀφίκετο, κατὰ τὸν ἕτερον ὄρχιν ἐστηρίζετο, οἷς δὲ πλέον, κατ’ ἀμφοτέρους.
I 15 Πυρετοὶ τοῖσι μέν, τοῖσι δ’ οὔ.
Τοὺς πλεονάσαντας χυμοὺς ἔφαμεν οὔτε θερμοὺς | ἰσχυρῶς οὔτε ψυχροὺς ἄγαν εἶναι, μεταξὺ δ’ ἀμφοῖν τῇ φύσει καὶ μέσους τῇ κράσει, ὥστε παρά τε τὰς ἡλικίας καὶ τὰς φυσικὰς κράσεις καὶ τὰ ἐπιτηδεύματα τῶν νοσούντων τοῖς μὲν ἐπὶ τὸ θερμότερον ἔρρεπε καὶ κατὰ τοῦτ’ ἐπύρεξαν, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐφύλαξαν κρᾶσιν, οὐχ ἱκανὴν οὖσαν ἐγεῖραι πυρετούς.
I 16 Ἐπιπόνως ταῦτα τοῖσι πλείστοισι
Κατὰ πάντων ὧν εἶπεν ἐπιπεφώνηκε τοῦτο. προειρήκει δὲ βῆχάς τε καὶ φωνὰς βραγχώδεις καὶ ἀποστάσεις εἰς ὄρχιν καί τισιν αὐτῶν καὶ πυρετούς. ταῦτ’ οὖν φησι τὰ συμπτώματα τοῖς πλείστοις τῶν καμνόντων ἐπιπόνως συμβῆναι, τουτέστιν οὐκ εὐφόρως οὐδ’ ὥστε ῥᾳδίως ἀνέχεσθαι περιιόντας ὀρθοστάδην, ἀλλὰ τοὺς πλείστους αὐτῶν γενέσθαι κλινήρεις, ὡς ἂν ἀεὶ καὶ μᾶλλον ἐν χρόνῳ προιόντι τῶν ἠθροισμένων περιττωμάτων δριμυτέρων τε καὶ κακοηθεστέρων γενομένων. αἱ γάρ τοι νότιοι καταστάσεις χρονίζουσαι σηπεδόνας ἐργάζονται, καὶ μάλισθ’ ὅταν ὦσιν ὑγραί. τῆς δὲ νῦν καταστάσεως οὐ γενομένης ὑγρᾶς μέχρι πλείστου μὲν οὐδὲν ἀνιαρὸν ἔπασχεν τὰ σώματα, τῷ χρόνῳ δ’
εἰς τὸ πάσχειν ἀφίκετο, καὶ τοιαῦτα συνέβη τισὶν αὐτῶν ὕστερον, οἷα κατ’ ἀρχὰς εὐθέως πᾶσιν ἂν ἦν, εἰ ἡ νότιος κατάστασις ὑγρὰ ἐγένετο.
I 17 Τὰ δὲ ἄλλα ὁκόσα κατ’ ἰητρεῖον ἀνόσως διῆγον.
Διχῶς ἔστιν ἐν τοῖς ἀντιγράμμασιν εὑρεῖν τὴν κατ’ ἰητρεῖον φωνήν, ἐν τισὶ μέν, ὡς εἴρηται νῦν, τῆς ἐσχάτης συλλαβῆς διὰ τοῦ ο γραφομένης, ἐν τισὶ δὲ διὰ τοῦ η, σημαινούσης τῆς μὲν προτέρας γραφῆς τὰ κατὰ τὸ ἰατρεῖον πραττόμενα, τῆς δὲ δευτέρας γραφῆς τὰ κατὰ τὴν ἰατρικὴν ὅλην, ὥστ’ ἤτοι τῶν κατὰ τὸ ἰατρεῖον ἔργων ἐπὶ τοῖς κάμνουσι γινομένων ἔξω καθεστηκέναι τοὺς Θασίους ἢ τῶν καθ’ ὅλην τὴν ἰατρικὴν τοὺς τὰ προειρημένα πάσχοντας τῶν καμνόντων. καθ’ ἑκατέραν δὲ τήν τε γραφὴν καὶ τὴν διάνοιαν φαίνεται τὸ μετρίως ἐνοχληθῆναι τοὺς ἀνθρώπους ἐν τῷ χρόνῳ τοῦ ἦρος, ὡς ἂν τῆς τὰς νόσους ἐργαζομένης αἰτίας οὐδέπω τι κακόηθες ἐχούσης, ὃ προιόντος ἔσχε τοῦ χρόνου.
I 18 Πρωὶ δὲ τοῦ θέρεος ἀρξάμενοι καὶ διὰ θέρεος καὶ [τοῦ] κατὰ τὸν χειμῶνα πολλοὶ τῶν ἤδη πολὺν χρόνον ὑποφθειρομένων φθινωδῶς κατεκλίνησαν, ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε.
Οὓς ἔμπροσθεν εἶπε βήσσειν μέν, ἀνάγειν δὲ οὐδὲν ἐν τῷ ἦρι, τούτους ἐν τῷ θέρει φησὶ καὶ τῷ μετὰ θέρος χρόνῳ φθινώδεις γενέσθαι, συμφωνοῦν τι τοῦτο ἀεὶ τοῖς ὁρωμένοις διηγούμενος. ὅσα γὰρ ἀπὸ κεφαλῆς ῥεύματα βηχώδεις μὲν καὶ βραγχώδεις κατ’ ἀρχὰς ἐργάζεται τοὺς ἀνθρώπους, ἐν δὲ τῷ χρόνῳ προιόντι μὴ καθίσταται, ταῦτα τὴν ἑτέραν διαφορὰν τῶν φθίσεων ἐργάζεται. δύο γὰρ αὐτῶν εἰσιν αἱ μέγισται διαφοραί, μία μὲν ἡ ἐκ τῶν ἀπὸ τῆς κεφαλῆς ῥευμάτων συνισταμένη, ἑτέρα δὲ ἡ ἐκ τῶν κατ’ αὐτὸν τὸν πνεύμονα παθῶν ὁρμωμένη, τοὐπίπαν μὲν ἐπὶ ταῖς τοῦ αἵματος πτύσεσι, μάλισθ’ ὅταν ἀγγεῖον ῥαγῇ, πολλάκις δὲ καὶ ῥευματισθέντος τοῦ σπλάγχνου διά τινα ἄλλην αἰτίαν ἐκ μορίων ἑτέρων, οὐκ [ἐκ τῶν] ἐκ τῆς κεφαλῆς. εἰ μὲν οὖν ἐπὶ τῷ ἦρι νοτίῳ γενομένῳ τὸ θέρος εἰς βόρειον
μετέπεσε κατάστασιν, οὐκ ἂν ἐξηλέγχθησαν οἱ φθινωδῶς ὑποφθειρόμενοι καὶ τελέως ἐγένοντο φθινώδεις. ἐπεὶ δ’ οὐ μόνον οὐ μετέπεσεν ἡ νότιος κατάστασις ἐπὶ τὴν βόρειον, ἀλλὰ καὶ τὸ πλεῖστον τοῦ θέρους ἐπινέφελον ἐγένετο, διὰ τοῦτο τὰ ἀπὸ τῆς κεφαλῆς ῥεύματα παρέμεινεν οἵ τ’ ἐν τῷ ῥεύματι χυμοὶ πάντες καὶ μάλιστα κατὰ τὸν πνεύμονα διεσάπησαν, ὥστε μηδὲν ἐλλείπειν εἰς ἀκριβοῦς φθίσεως γένεσιν.
I 19 Ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον τότε, οἷσιν ἔρρεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες.
Φθινώδεις ὀνομάζουσιν οἱ παλαιοὶ τῶν ἰατρῶν ὅσοι τὴν φθινώδη νόσον, ἣν καὶ φθόην τινὲς ὀνομάζουσιν, ἐπιτήδειοι παθεῖν. τοιοῦτοι δ’ ὑπάρχουσι φανερώτατα μέν, ὅταν ὁ θώραξ στενὸς ᾖ καὶ ἀβαθὴς εἰς τοσοῦτον, ὡς τὰς ὠμοπλάτας ἐξέχειν ὀπίσω δίκην πτερύγων, ἐντεῦθεν δὲ καὶ πτερυγώδεις ὀνομάζουσι τοὺς τοιούτους. ἀλλὰ καὶ ὅσοι τὴν κεφαλὴν εὐπλήρωτοί τέ εἰσι καὶ ῥεύματα πολλὰ τοῖς ἀναπνευστικοῖς μορίοις ἐπιπέμπουσαν ἔχουσι, καὶ οὗτοι φθινώδεις ῥᾷστα γίνονται. συνελθόντων δ’ εἰς ταὐτὸν ἀμφοῖν, τῆς τε κατὰ τὸν θώρακα διαπλάσεως καὶ τῆς κατὰ τὴν κεφαλὴν ἀσθενείας, ἀκριβῶς αἱ τοιαῦται φύσεις φθινώδεις εἰσὶ κατ’ ἀμφοτέρας τῆς φθίσεως τὰς αἰτίας. καὶ γὰρ οἱ ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα ῥευματιζόμενοι τῷ χρόνῳ φθινώδεις γίνονται, καὶ ἀναρρήγνυται πολλάκις αὐτοῖς ἀγγεῖον ἐν τῷ πνεύμονι διά τε τὴν στενότητα τοῦ σπλάγχνου καὶ τὴν ἀσθένειαν. τοιοῦτοι μέν τινες οἱ φθινώδεις. εἰρηκότος δὲ τοῦ Ἱπποκράτους “ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε”, τουτέστι κατὰ τὸ θέρος, εἶτ’ ἐπιφέροντος ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον τότε, οἷσιν ἔρρεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, οὔ μοι δοκεῖ τὸ εἰρημένον εὔλογον εἶναι. πολὺ γὰρ ἦν πιθανώτερον ἐν τῷ ἦρι τοὺς τοιούτους ἄρχεσθαι μᾶλλον ἢ κατὰ τὸ θέρος. οἱ γὰρ ἐπιτήδειοι πάθεσιν ἁλίσκεσθαί τισιν ἑτοιμότερον τῶν ἀνεπιτηδείων αὐτοῖς περιπίπτουσιν. ἔοικεν οὖν, ὥσπερ καὶ ἄλλα τινὰ κατὰ τῶν Ἐπιδημιῶν τὰ βιβλία ταυτὶ τὴν τάξιν ὑπηλλαγμένην
ἔχει, τοῦ μεταγράψαντος αὐτὰ πρώτου σφαλέντος, εἶτα φυλαχθείσης τῆς ἁμαρτίας, οὕτως καὶ ταύτῃ τῇ ῥήσει συμβεβηκέναι καὶ εἶναι τὸ συνεχὲς τῇ λέξει τοιόνδε· “ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε, οἷσιν ἔρρεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες”, εἶτ’ ἐφεξῆς· ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον τότε. καὶ μετὰ ταῦτα πάλιν ἐφεξῆς·
I 20 Ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τούτων.
Τῶν φθινωδῶν δηλονότι. τοῦτο γὰρ ἀκοῦσαι χρὴ κατὰ τὸν εἰρημένον τρόπον τῆς ῥήσεως ὅλης γεγραμμένης. [“ἀπέθανον δ’ ὀξυτέρως νοσήσαντες ἢ ὡς εἴθισται.”] καὶ γὰρ αὖ καὶ τὰ μετὰ τοῦτο πάλιν ἐφεξῆς εἰρημένα πάντα φθινωδῶν ἐστι κοινά. μαθήσῃ δὲ προσέχων τὸν νοῦν ταῖς ῥήσεσιν, ὧν πρῶτον ἄρξομαι τῆς ἐφεξῆς γεγραμμένης.
I 21 Ἀπέθνῃσκον δ’ ὀξυτέρως ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτα.
Τοὺς φθινώδεις φησὶ παρὰ τὸ εἰωθὸς ἀποθανεῖν ὀξύτερον. εἶτ’ αὐτὸς ἐφεξῆς ἐρεῖ τὴν αἰτίαν, ἔνθα φησί· “ἦν δὲ τοῖς πλείστοισιν αὐτῶν τὰ παθήματα τοιάδε· φρικώδεες πυρετοί, συνεχέες, ὀξέες.” οὐ γὰρ εἰθισμένον τοῦτο συνυπάρχειν ταῖς φθίσεσι φαίνεται τότε γεγενημένον. αἰτία δὲ τοῦ συνελθεῖν εἰς ταὐτὸν ἄμφω, τήν τε φθίσιν καὶ τὸν τοιοῦτον πυρετόν, ἡ τῆς γενομένης καταστάσεως πρὸς τὰ σώματα πάσχοντα σχέσις. ἐλέχθη γάρ μοι καὶ μικρὸν ἔμπροσθεν ἐκείνους ἁλῶναι μάλιστα τοῖς ἀπὸ τῆς κεφαλῆς κατάρροις, [τοῖς] ὅσοι θερμότεροι τὴν κρᾶσιν ἦσαν· οὗτοι γὰρ καὶ μάλιστα ἐπληρώθησαν αὐτὴν ἐν τῇ νοτίῳ καταστάσει. τοῖς αὐτοῖς δὲ τούτοις ἐπὶ πλέον ἐκταθείσης τῆς νεφελώδους διαθέσεως συνέβη σαπῆναι τοὺς ἐν τῷ σώματι χυμούς, κἀντεῦθεν συνέβη κακοήθεια τῶν πυρετῶν. οἷς δ’ ἧττον ἦν ἡ κρᾶσις θερμή, τούτοις οὔθ’ ἡ τῶν χυμῶν σῆψις οὔθ’ ἡ τῆς κεφαλῆς πλήρωσις ἐγένετο, πλὴν ὀλίγοις τισὶν αὐτῶν ἐπὶ τῷ προήκοντι χρόνῳ. ὃ γὰρ ἐν ὀλίγῳ χρόνῳ πάσχουσιν αἱ παθεῖν ἐπιτήδειοι φύσεις, τοῦτ’ ἐν πλείονι ταῖς ἄλλαις συμβαίνει. καὶ οὐδὲν ἦν θαυμαστὸν ἐπὶ νοτίῳ τῇ
πρόσθεν καταστάσει τὸ θέρος οὐ νότιον μόνον, ἀλλὰ καὶ νεφελῶδες γενόμενον ἐργάσασθαί τινα σῆψιν χυμῶν, οὐ μόνον ἐν τοῖς θερμοτέροις, ἀλλὰ καὶ [ἐν] ψυχροτέροις σώμασιν.
I 22 Ὡς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνῃσκον, περὶ ὧν γεγράψεται.
Ἄλλα, φησί, νοσήματα χωρὶς τῶν φθινωδῶν, ὑπὲρ ὧν ὁ λόγος ἦν αὐτῷ, καίτοι μακρότερα γενόμενα καὶ μετὰ πυρετῶν, ὅμως εὐφόρως ἠνέχθη. καὶ εἴρηται ἡ αἰτία μικρὸν ἔμπροσθεν ὑφ’ ἡμῶν, ὅτι τούτοις ἧττον κακοήθης ὁ χυμὸς ἐκ τῆς σήψεως ἐγένετο.
I 23 Μοῦνον γὰρ καὶ μέγιστον τῶν τότε γενομένων νοσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινεν.
Εἴρηται τούτου μικρὸν ἔμπροσθεν ἡ αἰτία, τὴν κρᾶσιν τοῦ σώματος ἡμῶν αἰτιασαμένων, δι’ ἧς τοῖς φθινώδεσιν ἑάλωσαν νοσήμασι καὶ τοῖς κακοήθεσι πυρετοῖς, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ.
I 24 Ἦν δὲ τοῖς πλείστοισιν αὐτῶν τὰ παθήματα τοιάδε· φρικώδεες πυρετοί, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες· ὁ δὲ τρόπος ἡμιτριταῖος· [τὴν] μίαν κουφότεροι, τῇ δ’ ἑτέρῃ ἐπιπαροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες.
Τοῖς πλείστοις τῶν φθινωδῶν, ὑπὲρ ὧν ἐποιεῖτο τὸν λόγον, τὰ παθήματα γενέσθαι φησίν, ἃ κατέλεξεν αὐτὸς ἐφεξῆς. καλοῦσι δὲ παθήματα πάντες οἱ Ἕλληνες, ὅσα παρὰ φύσιν ἐν τοῖς σώμασιν
ἡμῶν γίνεται. μέμνηται δὲ πρῶτον μὲν αὐτῶν τοῦ φρίττειν, εἴ γε “φρικώδεες, φησίν, ἦσαν οἱ πυρετοί”· σημαίνει δὲ τοῦτ’ αὐτὸ τὸ μέχρι πλείστου τῆς ἀναβάσεώς τε καὶ ἐπιδόσεως καλουμένης τοῦ παροξυσμοῦ τὰς φρίκας γενέσθαι τοῖς νοσοῦσιν. οὐ γὰρ δὴ τούς γε κατὰ τὴν ἀρχὴν τῆς ἐπισημασίας φρικώδεις γενομένους οὕτως ὠνόμασεν, ἀλλ’ ἐφ’ ὧν ἐπὶ πλεῖστον ὅλου τοῦ παροξυσμοῦ τὸ τῆς φρίκης ἐκτέταται σύμπτωμα. καὶ γίνεται διττῶς, ἐνίοτε μὲν ἀναδιπλώσεις ποιούσης τῆς ἐπιτάσεως, ἐνίοτε δ’ αὐτὸ τοῦτο μόνον, ἀνώμαλον ἀνάβασιν. ἡ διαφορὰ δέ ἐστιν ἐν τῷ ποσῷ τοῦ χρόνου. βραχέσι μὲν γὰρ πάνυ διαλείμμασι διοριζομένων ἀπ’ ἀλλήλων τῶν φρικωδῶν κινήσεων, ἀνώμαλός τε καὶ φρικώδης ἀνάβασις λέγεται· μειζόνων δὲ τῶν διαλειμμάτων ὄντων ἀναδίπλωσις γίνεταί τε καὶ ὀνομάζεται τὸ τοιοῦτον σύμπτωμα. καὶ γίνεται μάλιστα αὕτη κατὰ τοὺς ἡμιτριταίους ὀνομαζομένους πυρετοὺς δὶς καὶ τρὶς [ἐστὶν] ὡς τὸ πολὺ καὶ τετράκις ἔστιν ὅτε. δέδεικται δὲ [τοῦτο] ἡμῖν ἐν τοῖς Περὶ διαφορᾶς πυρετῶν λόγ[ισμ]οις ὁ ἡμιτριταῖος ἐπ’ ἀνωμάλῳ συνιστάμενος χυμῷ τὸ μέν τι πικρόχολον δριμύ, τὸ δέ τι φλεγματῶδες σηπόμενον ἔχοντι. τοιούτους οὖν τότε συνεδρεῦσαί φησι τοὺς φρικώδεις πυρετοὺς διὰ τὴν γενομένην κατάστασιν, ὡς προείρηταί μοι. συνεχεῖς δ’ αὐτοὺς ὠνόμασεν, ἐνδεικνύμενος τὸ μὴ λήγειν εἰς ἀπυρεξίαν, ὃ δὴ καὶ αὐτὸς ἐξηγούμενος ἐρεῖ· τὸ μὲν ὅλον οὐ διαλείποντες. διαλείποντας γὰρ ἐκείνους ὀνομάζειν εἴωθεν ἰδίως πυρετούς, ὅσοι μετὰ τὴν ἀκμὴν ἀπυρεξίαν τινὰ φέρουσιν· ὅσοι δ’ αἰσθητὴν μὲν ποιοῦνται παρακμήν, ἀπυρεξίαν δὲ οὐδεμίαν ἔχουσιν, ὀξεῖς καὶ συνεχεῖς καλεῖ, τὴν μὲν ὅλην περίοδον ἔχοντας ὀκτὼ καὶ τεσσαράκοντα ὡρῶν τοὐπίπαν, ὅσασπερ καὶ ὁ ἡμιτριταῖος, ἀλλ’ οὔτ’ εἰς ἀπυρεξίαν λήγοντας ἔν τε τῇ ἑτέρᾳ τῶν ἡμερῶν τῇ κουφοτέρᾳ φέροντας πάλιν ἕτερον παροξυσμόν, μικρότερον μὲν θατέρου τοῦ τῆς ὅλης περιόδου οὐδὲ τὰς ἀναδιπλώσεις ἔχοντα, δυσεκθέρμαντον δὲ καὶ μόλις ἐπὶ τὴν ἀκμὴν ἀνιόντα. ἴδιον δ’ αὐτοῦ καὶ τὸ τὰς ἐφεξῆς τῇ πρώτῃ περιόδους οὔτε ἀλλήλαις ἴσας οὔτε τῇ πρώτῃ γίνεσθαι κατὰ τὴν ὀξύτητα, παραυξάνεσθαι δὲ ἀεὶ καὶ σφοδρύνεσθαι μέχρι τῆς ὅλου τοῦ νοσήματος ἀκμῆς.
I 25 Ἱδρῶτες αἰεί, οὐ δι’ ὅλου· ψῦξις ἀκρέων πολλὴ καὶ μόγις ἀναθερμαινόμενα.
Ὅτι ταῦτα τὰ συμπτώματα κακοήθων ἐστὶ πυρετῶν, ἐν τῷ Προγνωστικῷ μεμαθήκαμεν.
I 26 Κοιλίαι ταραχώδεες χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι· πυκνὰ ἀνίσταντο.
Ἀκρήτους ἐκκρίσεις εἴωθεν ὀνομάζειν τὰς ἀκριβῶς χολώδεις, ὅταν δὲ μεθ’ ὑγρότητος ὑδατώδους μιχθῇ καὶ ἐκκενῶται, τὸν τοιοῦτον χυμὸν οὐκέτι ἄκρητον ὀνομάζει. ἐμάθομεν δὲ καὶ αὐτὸ τοῦτο τὸ περὶ τῶν ἀκράτων ἐκκρίσεων, ὧν εἶπε τὴν κακοήθειαν, ἐν τῷ Προγνωστικῷ καὶ περὶ τῶν λεπτῶν τὴν σύστασιν χυμῶν, ὅτι πάντες ἄπεπτοι καὶ δεόμενοι ῥωμαλέας φύσεώς εἰσιν εἰς τὸ πεφθῆναι. δακνώδεις δ’ εἰκότως ἦσαν, εἴπερ γε καὶ χολώδεις καὶ ἄκρατοι. τούτῳ δ’ αὖ πάλιν εἵπετο τῷ δακνῶδες εἶναι τὸ συνεχῶς ἐξανίστασθαι, ὥστε καὶ κατὰ τοῦτο τὸ σύμπτωμα κάμνειν τῶν νοσούντων τὴν δύναμιν.
I 27 Οὖρα ἢ λεπτὰ καὶ ἄχροα καὶ ἄπεπτα καὶ ὀλίγα ἢ πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ’ ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποστάσει.
Καὶ περὶ τῶν οὔρων ἐμάθομεν, ὅτι τὰ λεπτὰ καὶ ἄχροα καὶ [ὀλίγα ἢ] ἄπεπτα καὶ [τὰ] ὀλίγα μοχθηρά, καθάπερ καὶ τὰ παχέα μέν, ὑπόστασιν δ’ οὐδ’ ὅλως ἢ πάνυ σμικρὰν ἔχοντα. καὶ τοῦτο αὐτοῖς συμβαίνει διὰ τὸ μὴ καλῶς καθίστασθαι. τοῦτο δ’ ἐν αὐτοῖς πάλιν ἐκείνοις γίνεται τοῖς πυρετοῖς, ἐν οἷς θερμασία πολλὴ καὶ φλογώδης
τῶν ὠμῶν χυμῶν καὶ παχέων ἐργάζεταί τινα ζέσιν. εἰκότως οὖν ὑπόστασις ἐπ’ αὐτῶν ἢ οὐδ’ ὅλως γίνεται, ἢ καὶ πάνυ σμικρά, καὶ αὕτη, καθάπερ αὐτὸς εἶπεν, ὠμὴ καὶ ἄπεπτος. λέλεκται δ’ αὐτῷ περὶ τῶν μοχθηρῶν ὑποστάσεων ἐν τῷ Προγνωστικῷ.
I 28 Ἔβησσον δὲ σμικρά, πυκνά, πέπονα, κατ’ ὀλίγα μόγις ἀνάγοντες· οἷσι δὲ τὰ βιαιότατα συμπίπτοι, οὐδ’ ἐπ’ ὀλίγον πεπασμένα ἦν, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες.
Ταῖς μὲν κακοηθεστάταις φθίσεσι καὶ αἷς ἐγγύς ἐστιν ὁ θάνατος, οὐδ’ ἐπ’ ὀλίγον πέττεται τὰ πτυόμενα. ταῖς δ’ ἄλλαις, ὅσαι μέτριαί τε καὶ εἰς πλείονα χρόνον ἐκπίπτουσι, δι’ αὐτὸ τοῦτο πέττεται καλῶς ἡ περὶ τὸν πνεύμονα περιουσία τῶν χυμῶν καὶ ἀποπτύεται ῥᾳδίως. ἀλλὰ τοῖς τότε γεγενημένοις φθινώδεσιν οὐδὲν τούτων ὑπῆρχεν. ἤτοι γὰρ παντάπασιν ἄπεπτον ἔπτυον ἢ πεπεμμένον μέν, μικρὸν δὲ καὶ κατὰ βραχὺ μόγις ἀναφερόμενον. εἴρηκε δὲ καὶ περὶ τῆς τοιαύτης πτύσεως ἐν τῷ Προγνωστικῷ.
I 29 Φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνοι· ἔχοντες ἔρευθος μετὰ φλεγμονῆς· ῥεύματα σμικρά, λεπτά, δριμέα· ταχὺ τηκόμενοι καὶ κακούμενοι.
Τὰ συμπτώματα προειπών, ὅσα τοῖς τότε φθινώδεσιν ἐφαίνετο περὶ τὴν φάρυγγα, τὴν αἰτίαν αὐτὸς προσέθηκεν ἐν τῷ φάναι ῥεύματα σμικρά, λεπτά, δριμέα. διὰ γὰρ τὴν τῶν ῥευμάτων κακοήθειαν ἀπὸ τῆς κεφαλῆς δηλονότι καταφερομένων αἱ φάρυγγες ἐπώδυνοι μὲν ἦσαν, τῷ δάκνεσθαι δὲ πρὸς αὐτῶν ἔρευθος καὶ φλεγμονὴν ἔσχον, ὅτι καὶ αὐτὸ τὸ ῥεῦμα θερμὸν ἦν. οὐδὲν οὖν θαυμαστόν, εἰ θᾶσσον τῶν ἄλλων φθινωδῶν οἱ οὕτως ἔχοντες εἰς ἐσχάτην ἰσχνότητα παρεγένοντο.
I 30 Ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος.
† Οὐχὶ τοὺς ἀνορέκτους ἀσίτους ὀνομάζουσιν οἱ Ἕλληνες, ἀλλὰ τοὺς μὴ προσενηνεγμένους σιτία, τοὺς δ’ ἀπεστραμμένους τοῦ προσίεσθαι καλοῦσιν ἀποσίτους. πρόδηλον δ’ ὅτι καὶ τουτὶ τὸ τῆς ἀνορεξίας σύμπτωμα τοῖς φθινώδεσιν ἐγένετο, τοῦ τὴν φάρυγγα καὶ τὸν πνεύμονα κακοῦντος ῥεύματος μέρους τινὸς εἰς γαστέρα καταρρέοντος.
I 31 Ἄδιψοι.
Οὐ κατὰ τὴν κακοήθειαν τῶν ῥευμάτων, ἅπερ αὐτὸς ὠνόμασε “δριμέα”, τουτὶ τὸ σύμπτωμα τοῖς φθινώδεσι συνέπεσεν. διό μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης ἐπισημαινόμενος αὐτῶν τὸ παράλογον αὐτὸς προσγράψαι τὸ ἄδιψοι. κακοηθείας γάρ ἐστι μεγίστης σημεῖον, ὅταν ἤτοι θερμοῦ καὶ διακαοῦς ὄντος τοῦ πυρετοῦ μὴ διψῶσιν ἢ ῥεύματος εἰς γαστέρα καταφερομένου δριμέος. καὶ δηλοῦται πρὸς τοῦ συμπτώματος ἡ αἰσθητικὴ τοῦ μορίου δύναμις ἀπολωλέναι καὶ νενεκρῶσθαι, εἴ γε τῆς κατὰ τὸ μέρος διαθέσεως οὐκ αἰσθάνεται.
I 32 Καὶ παράληροι πολλοὶ περὶ θάνατον.
Οὐδὲ τοῦτο τοῖς ἄλλοις φθινώδεσιν εἴωθε συμπίπτειν, ἀλλὰ διὰ τὴν κακοήθειαν τῶν τότε γενομένων πυρετῶν ἠκολούθησε τοῖς ἐν τῇ προκειμένῃ καταστάσει νοσήμασιν.
I 33 Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ ξυνεχέες οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν οὐδὲ περὶ τὰ ἄλλα [· ἀλλὰ] δυσφόρως διάγουσιν ἐγένοντο.
Εἰρήκει δὲ καὶ πρόσθεν, ὡς τὸ φθινῶδες μόνον ὀλέθριον ἐγένετο, καὶ ἡμεῖς τὴν αἰτίαν προσπαρεθήκαμεν. ἀκόλουθα τοίνυν ἐστὶν ἐκείνοις τά τε κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς φησιν·
I 34 Κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι πάνυ εὐφόρως
καὶ τἄλλα ἃ περὶ τῶν οὔρων εἶπεν. ὥσπερ γὰρ τὰ πρόσθεν, ὅσα περὶ τῶν φθινωδῶν κατέλεξεν, ἦν κακοήθη, οὕτω καὶ τὰ νῦν λεγόμενα πάνυ ἐστὶ μέτρια.
I 35 Βηχώδεες οὐ λίην. οὐδὲ τὰ βησσόμενα δυσκόλως· [ὑπήκοντα ἀνὴρ] οὐδὲ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο.
Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπὶ τοὺς φθινώδεις αὐτὸν ἐν τῇδε τῇ ῥήσει μεταβεβηκέναι φασίν. ἐγὼ δὲ ἡγοῦμαι ἔτι περὶ τῶν ἄλλων πυρετῶν ὧν διηγεῖται καὶ ταῦτα λέγεσθαι. πῶς γὰρ ἂν εἰρηκὼς ἔμπροσθεν ἐπὶ τῶν φθινωδῶν, ὡς “ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος” ἦσαν, ἐνταυθὶ νῦν ἔλεγεν· οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο; τί δή ποτ’ οὖν ἔγραψεν ἐν τῷδε τῷ λόγῳ βηχώδεες οὐ λίην; (τοῦτο γάρ ἐστι τὸ τὴν φαντασίαν παρασχὸν τοῦ λέγεσθαι ταῦτα περὶ τῶν φθινωδῶν αὐτῶν.) ἐγὼ δὲ νομίζω περὶ τῶν ἄλλων ἔτι πυρετῶν τοῦ λόγου γιγνομένου προσγεγράφθαι. γίνονται γὰρ βηχώδεις συνεισβαλλούσης τῆς βηχὸς αὐτοῖς λόγῳ συμπτώματος, οὐ μὴν φθινώδεις γε πάντως εἰσὶν οὗτοι. θαυμαστὸν οὖν οὐδὲν ἅμα πυρέσσειν ἄρξασθαί τινας τῶν Θασίων ἐπὶ τῇ προγεγραμμένῃ καταστάσει καὶ πληρωθείσης αὐτοῖς τότε τῆς κεφαλῆς, συνελθόντος τοῦ πυρετοῦ τῇ καταστάσει, βηχώδεις γενέσθαι. ἄλλ’ οὔτε λίαν αὐτοῖς ἠνώχλει τὸ σύμπτωμα, οὔτε τὰ βησσόμενα δυσχέρειαν εἶχεν, οὐ γὰρ ἦσαν οὗτοι φθινώδεις.
I 36 Τὸ μὲν ὅλον ὑπενόσεον οἱ φθίνοντες οὐ τὸν φθινώδεα τρόπον ***
Αὕτη πᾶσα ἡ ῥῆσις ἐπαγομένη τῇ προειρημένῃ τὴν φαντασίαν βεβαιοτέραν εἰργάσατο τοῖς πλείστοις τῶν ἐξηγητῶν [ὑπὲρ] τοῦ καὶ τὴν ἔμπροσθεν ῥῆσιν ὑπὲρ τῶν φθινωδῶν αὐτῶν λελέχθαι. ἀλλ’ ὅτι μὲν ἐκείνην ἀδύνατόν ἐστιν ἐπ’ αὐτῶν εἰρῆσθαι, δέδεικταί μοι δι’ ὧν ἀπεδείκνυον ἀποσίτους μὲν ὠνομάσθαι πρὸς αὐτοῦ τοὺς φθινώδεις, οὐκ ἀποσίτους δὲ τούτους. ἡ δ’ ἐφεξῆς ῥῆσις ἡ νῦν προκειμένη κατὰ διττὸν ἂν τρόπον ἐξηγήσεως τύχοι, καθ’ ἕνα μὲν ὧδέ πως ἡμῶν λεγόντων· ἀναλήψομαι δὲ τὴν προγεγραμμένην ῥῆσιν, εἶτα συνάψω τῇ νῦν, παρενθεὶς αὐτῇ μίαν συλλαβὴν ἕνεκα σαφηνείας· “βηχώδεες οὐ λίην· οὐδὲ τὰ βησσόμενα δυσκόλως. οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τὸ μὲν γὰρ ὅλον ὑπενόσεον οἱ φθίνοντες οὐ τὸν φθινώδεα τρόπον.” ἐνδέχεται δ’ αὐτὸν οὕτως εἰρηκέναι περὶ τῶν ἄλλων πυρεττόντων, γράφοντα κοινὸν σύμπτωμα τῶν νοσούντων ἐχόντων τὰ βηχώδη συμπτώματα, μὴ μέντοι καὶ αὐτῶν φθινωδῶν ὄντων. ἐπαναλαβεῖν γὰρ αὖθις εἰκός ἐστι τὸν περὶ τῶν φθινωδῶν λόγον εἰς ἀνάμνησιν τοῦ διαφέρειν τοὺς ἀρρώστους τούσδε, περὶ ὧν νῦν διέρχεται, τῶν ἔμπροσθεν, τῶν φθινωδῶν. καὶ γάρ τοι καὶ τὰ συμπτώματα πάλιν εἶπε τὰ αὐτὰ τοῖς ἔμπροσθεν εἰρημένοις. μία μὲν αὕτη παραμυθία τῆς κατὰ τήνδε τὴν ῥῆσιν ἐπαναλήψεως τοῦ περὶ τῶν φθινωδῶν λόγου, ἑτέρα δ’ ἣν ἴσμεν πολλάκις γιγνομένην ἐπὶ πολλῶν συγγραμμάτων. ἐνίοτε γάρ, ὑπὲρ ἑνὸς πράγματος διττῶς ἡμῶν γραψάντων, εἶτα τῆς μὲν ἑτέρας γραφῆς κατὰ τὸ ὕφος οὔσης, τῆς δ’ ἑτέρας ἐπὶ θάτερα τῶν μετώπων, ὅπως κρίνωμεν αὐτῶν τὴν ἑτέραν ἐπὶ σχολῆς δοκιμάσαντες, ὁ πρῶτος μεταγράφων τὸ βιβλίον ἀμφότερα ἔγραψεν, εἶτα μὴ προσσχόντων ἡμῶν τοῖς γεγονόσι μηδ’ ἐπανορθωσαμένων τὸ σφάλμα, διαδοθὲν εἰς πολλοὺς τὸ βιβλίον ἀνεπανόρθωτον ἔμεινεν.
I 37 Ἔκρινε δὲ τουτέων, οἷσι τὰ βραχύτατα γίνοιτο, περὶ εἰκοστήν, τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστήν, πολλοῖσι δὲ περὶ τὰς ὀγδοήκοντα. ἔστι δ’ οἷσιν οὐδ’ οὕτως, ἀλλὰ πεπλανημένως τε καὶ ἀκρίτως ἐξέλιπον. τούτων δὲ τοῖσι πλείστοισιν οὐ πολὺν διαλείποντες χρόνον ὑπέστρεψαν οἱ πυρετοὶ πάλιν, ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρίνοντο· πολλοῖσι δὲ αὐτῶν ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσεῖν.
Τίνων δή ποτ’ οὖν κριθῆναί φησι τὸ νόσημα περὶ τὴν εἰκοστὴν ἡμέραν; δηλονότι περὶ ὧν ἐποιεῖτο τὸν λόγον, ὡς ἐγώ φημι, τῶν ἄλλων νοσησάντων, οὐχὶ τῶν φθινωδῶν. ὁμολογεῖ δὲ τούτῳ καὶ τὰ ἐφεξῆς ἅπαντα. καὶ γὰρ ἄχρι τῆς ὀγδοηκοστῆς ἡμέρας ἐκταθῆναί φησι τὸ νόσημά τισιν αὐτῶν, ἄλλοις δὲ πεπλανημένως τε καὶ ἀκρίτως ἐκλιπεῖν, καὶ τούτων τοῖς πλείστοις ὑποστρέψαι πάλιν, τοὺς δ’ ἐκ τῶν ὑποστροφῶν πυρετοὺς ἐν ταῖς αὐταῖς περιόδοις πάλιν κριθῆναι καὶ πολλοῖς αὐτῶν καὶ μέχρι τοῦ χειμῶνος ἐκταθῆναι τὸ νόσημα. ταῦτα δὲ πάντα τοῖς ἀνωτέρω εἰρημένοις ὁμολογεῖν σαφές ἐστιν ἐν οἷς ἔλεγε· “κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ συνεχέες οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν ἐγένοντο.” ταῦτα μὲν οὖν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένοις ὑπ’ αὐτοῦ συμπτώμασιν. ὅσα δὲ περὶ τῶν φθινωδῶν εἶπεν, οὐχ ὁμολογεῖ. μάθοις δ’ ἂν ἀναμνησθεὶς βραχέος μορίου τῆς ὑπὲρ αὐτῶν διηγήσεως, ἔνθα φησίν· “ἀπέθνῃσκον δ’ ὀξυτέρως ἢ ὡς εἴθισται τὰ τοιαῦτα διάγειν.” τοῦτο μὲν γὰρ αὐτῷ περὶ τῶν φθινωδῶν εἴρηται, καί φησιν αὐτοὺς ὀξυτέρως ἀποθανεῖν. περὶ δὲ τῶν ἄλλως νοσησάντων ἐφεξῆς τούτοις ὡδέ πως· “ὡς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνῃσκον, περὶ ὧν γεγράψεται.” ταῦτ’ οὖν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην
ῥῆσιν τὴν τῶν πυρεξάντων διὰ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος. ἀλλὰ καὶ διὰ τὸ προειπεῖν μὲν αὐτὸν “περὶ ὧν γεγράψεται”, μηδεμίαν δ’ ἄλλην ἡμᾶς ἔχειν δεῖξαι γραφὴν ὅτι μὴ τὴν νῦν προκειμένην ἐπ’ αὐτοῖς γενομένην, ἀναγκαῖόν ἐστι περὶ τῶν ἄλλως νοσησάντων, οὐ φθινωδῶς ἅπαντα τοῦτον αὐτῷ τὸν λόγον εἰρῆσθαι.
I 38 Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μόνοισι τοῖσι φθινώδεσι θανατώδεα συνέπεσεν· ἐπεὶ τοῖσί γε ἄλλοισιν εὐφόρως πᾶσι, καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο.
Ἐσχάτη ῥῆσίς ἐστιν αὕτη τῶν εἰρημένων αὐτῷ περὶ τῆς πρώτης καταστάσεως, οὐδὲν μὲν πλέον διδάσκουσα, ἀνακεφαλαίωσιν δέ τινα ἔχουσα τῶν προειρημένων, ὅπερ εἴωθεν ὁ ἀνὴρ πολλάκις ποιεῖν.
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ
II 1 Ἐν Θάσῳ πρωὶ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρόν, ἀλλ’ ἐξαίφνης.
Ἐν τῷ πρὸ τούτου βιβλίῳ λέλεκται περὶ τῆς τῶν ὡρῶν εἰς ἀλλήλας μεταβολῆς, εἴρηται δὲ καὶ ἡ κατὰ φύσιν ἑκάστης κρᾶσις αἵ τε προθεσμίαι τῆς ἀρχῆς αὐτῶν καὶ τῆς τελευτῆς. ὡς ἂν οὖν ἐκείνων μεμνημένων ἡμῶν, ὅσα τῶν νῦν λεγομένων ἐξηγήσεως δεῖται προσθήσω, στοχαζόμενος οὔτε μόνων τῶν ἐσχάτως ἀμαθῶν οὔτε μόνων τῶν ἱκανὴν ἐχόντων τὴν παρασκευήν· πρὸς ἅπαντας γὰρ ὁ τοιοῦτος λόγοσ
ἕξει μετρίως. τῶν δ’ ἄλλων ὁ μὲν τοῖς ἐσχάτως ἀμαθέσιν οἰκεῖος ἀνιάσει τοὺς ἐν ἕξει διὰ τὸ μῆκος, ὁ δὲ τούτοις ἐπιτήδειος ἀσαφὴς ἔσται τοῖς ἀμαθέσιν. ἀλλ’ οὐδὲ χρὴ τοῖς τοιούτοις ὑπομνήμασιν ἐντυγχάνειν ἀγαπῶντας, ἀλλ’ ἄλλο παρ’ ἄλλου καὶ ἄλλως ἀκούσαντες πλατύτερον πολλάκις ταὐτὰ δυνηθεῖεν ἂν ἄνευ παρακοῆς ἐκμανθάνειν τι χρηστόν.
Ἐν Θάσῳ πρωὶ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρόν, ἀλλ’ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πολλοῖσιν ὑγροὶ καὶ προεκρηγνύμενοι.
Τὸ φθινόπωρον εἶπον ἄρχεσθαι τῇ ἐπιτολῇ τοῦ ἀρκτούρου γινομένῃ πρὸ τῆς φθινοπωρινῆς ἰσημερίας. τηνικαῦτα οὖν ἔφη γενέσθαι χειμῶνας μεγάλους πρὸ τοῦ δέοντος. τοῦτο γὰρ αὐτῷ τὸ οὐ κατὰ καιρὸν καὶ τὸ προεκρηγνύμενοι σημαίνει. τὸ μὲν οὖν οὐ κατὰ καιρὸν τοῦ προφθάσαι μόνον δηλωτικὸν ὑπάρχει, τὸ δὲ προεκρηγνύμενοι καὶ τοῦ μεθ’ ὑετῶν ἀθρόων αὐτοὺς γενέσθαι.
II 2 Ταῦτα δὲ ἐγίνετο μέχρι πληιάδων καὶ ὑπὸ πληιάδα.
Ὅτι τῆς πλειάδος ἡ δύσις ὁρίζει τὸ φθινόπωρον, εἴρηται πρόσθεν, ἀλλὰ καὶ ὅτι δύο μῆνές εἰσιν ἀπ’ ἀρκτούρου μέχρι πλειάδος ὅτι τε μία ἐπισημασία κατὰ τὸ περιέχον ἀπ’ ἀρκτούρου γίνεται, δύο δ’ ἀπὸ πλειάδος, καταδυομένης μία μὲν ὁπότε συνάπτει τῷ φθινοπώρῳ χειμών, ἐπιτελλούσης ἑτέρα δὲ ὁπότε ἔαρ τῷ θέρει. τοῦ δ’ ἀρκτούρου τῆς ἐπιτολῆς μόνης ὧδε μνημονεύειν εἴωθεν Ἱπποκράτης, ἐπειδὴ κατ’ αὐτὸν ἀρχὴ μὲν γίνεται τοῦ φθινοπώρου, τελευτὴ δὲ τοῦ θέρους. εἴρηται δ’ ἔμπροσθεν ἤδη περί τε τῆς εἰς τὰς τέτταρας ὥρας διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ καὶ περὶ τῆς εἰς ἑπτά,
καὶ ὅτι θέρος μὲν ὁρίζουσιν ἐπιτολαὶ πλειάδος καὶ ἀρκτούρου, τὴν δὲ δευτέραν μοίραν τοῦ δίχα τεμνομένου θέρους ἐπιτολαὶ κυνὸς καὶ ἀρκτούρου καὶ ὥς ἐστιν αὕτη μόριόν τι τῆς εἰς ἑπτὰ διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ, διχῆ μὲν τοῦ θέρους τεμνομένου, τριχῆ δὲ τοῦ χειμῶνος. εἴρηται δὲ καὶ ὡς οὐδὲν διαφέρει πλειάδα λέγειν ἑνικῶς ἢ πληθυντικῶς πλειάδας.
II 3 Χειμὼν δὲ βόρειος.
Ἐφεξῆς τῇ πλειάδι χειμῶνος μνημονεύει, σαφῶς ἐνδεικνύμενος ὅρον εἶναι τοῦ φθινοπώρου τὴν πλειάδα. προσέχωμεν οὖν αὐτῷ διηγουμένῳ περὶ τοῦ τότε γενομένου χειμῶνος.
II 4 Ὕδατα πολλά, λάβρα, μεγάλα, χιόνες· μιξαίθρια τὰ πλεῖστα. ταῦτα δ’ ἐγένετο μὲν πάντα, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν ψυχέων. ἤδη δὲ μεθ’ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα ζέφυρος πνέειν ἄρχεται, ὀπισθοχειμῶνες μεγάλοι, βόρεια πολλά, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως, οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίης. ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. θέρος οὐ λίην καυματῶδες ἐγένετο· ἐτησίαι συνεχῶς ἔπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοις πολλὰ πάλιν ὕδατα.
Πολλὰ λέγομεν ὕδατα γίνεσθαι κατά τινα καιρὸν διὰ τὸ τοῦ χρόνου μῆκος, εἰ καὶ μὴ λάβρον ἐν αὐτῷ καταρρήσσοιτο. λέγομεν δὲ πολλά, κἂν ἐν ὀλίγῳ χρόνῳ κατέλθῃ λάβρα. δύναται δὲ ταῦτα καὶ μεγάλα καλεῖσθαι, ἀλλ’ ὅταν γ’ ἐφεξῆς ἀλλήλων εἴπῃ τις ὕδατα λάβρα καὶ μεγάλα γεγονέναι, καθάπερ Ἱπποκράτης ἐνταῦθα συνέγραψεν, ἀκουσόμεθα λάβρα μὲν τὰ ἐξαιφνίδια, σφοδρά τε καὶ ὀλιγοχρόνια, μεγάλα δὲ τὰ μήτ’ ἐξαιφνίδια μήτ’ ὀλιγοχρόνια παντάπασιν, ὥσπερ γε μηδὲ πολυχρόνια. σαφηνείας δ’ ἕνεκεν οὐδὲν κωλύσει καὶ μακροτέρᾳ βραχεῖ χρήσασθαι διηγήσει. γιγνέσθω τοίνυν ἐξαίφνης
ὑετὸς πάμπολυς ὥραις τρισὶν ἢ τέτταρσιν, εἶτ’ εὐθέως παυέσθω, λάβρον τοῦτον ὀνομάσομεν. ἄλλος δέ τις κατὰ βραχὺ μὲν ἀρξάσθω, κατὰ βραχὺ δ’ αὐξηθήτω καὶ τοῦτο ταθήτω δι’ ὅλης ἡμέρας καὶ νυκτός, εἶτ’ ἀκμάσας πάλιν ἀφαιρεθήτω τὸ πλῆθος κατὰ βραχὺ δι’ ὅλης τῆς ὑστέρας ἡμέρας, εἶτα παυσάσθω, τὸν τοιοῦτον ὑετὸν οὐκ ἐροῦμεν λάβρον, ἀλλὰ μέγαν. ὁ τοίνυν χειμών, ὃν διηγεῖται, ποτὲ μὲν λάβρους ἔσχεν ὑετούς, ποτὲ δὲ μεγάλους ἐκ διαλειμμάτων, καθαροῦ δηλονότι γενομένου πολλάκις ἐν τῷ μεταξὺ τοῦ περιέχοντος. τοῦτ’ οὖν ὁμολογεῖ καὶ τοῖς γεγραμμένοις ὑπ’ αὐτοῦ μιξαίθρια τὰ πλεῖστα. καὶ χιόνας δέ φησι γεγενῆσθαι ἐν τῷ χειμῶνι, μὴ προσθεὶς αὐτὰς πολλὰς ἢ ὀλίγας, ὡς ἂν οὐθέτερον ἱκανῶς ἐσχηκυίας, ἀλλὰ κατὰ τὸ τῆς πόλεως ἔθος μᾶλλον γενομένας. διὸ καὶ προσέθηκεν αὐτὸς οὐ λίην δ’ ἀκαίρως τὰ τῶν ψυχέων. καὶ τἄλλα δὲ τούτων ἐφεξῆς πάντα τὸν χειμῶνα ψυχρὸν καὶ ὑγρὸν γεγονέναι δηλοῖ, κατὰ φύσιν μόνον αὐτὸν γενόμενον τοιοῦτον, μᾶλλον δὲ τοῦ προσήκοντος ὑγρὸν τηνικαῦτα συμβάντα. καὶ μέντοι καὶ τὸ ἔαρ ὑδατῶδες ψυχρόν τε καὶ βόρειον ἔφη γεγονέναι, πρὸς δὲ τούτῳ καὶ ἐπινέφελον, εἶτα τὸ θέρος μέτριόν πως, ἐφ’ ᾧ πάλιν ἐν βορείοις τισὶ περὶ ἀρκτοῦρον ὕδατα γενέσθαι πολλά. καὶ μετὰ ταῦτα τὸ κεφάλαιον ὅλης τῆς καταστάσεως ἐρεῖ κατὰ τὴν λέξιν· “γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου”. οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. οὐρανὸν εἴρηκε κατὰ τὸ τῶν ἰδιωτῶν ἔθος τὸν ὑπὲρ ἡμᾶς ἀέρα μέχρι τῆς χώρας τῶν νεφελῶν. ὁ δ’ ὑπὸ τῶν ἀστρονόμων τε καὶ φιλοσόφων οὐρανὸς ὀνομαζόμενος ἀπὸ τῶν κατὰ τὴν σελήνην ἄρχεται τόπων. λαίλαπας δὲ τοὺς ἐξαιφνιδίους καὶ σφοδροὺς ἀνέμους οἱ Ἕλληνες ὀνομάζουσι, καὶ μάλισθ’ ὅταν ὑετὸς ἅμα ἐν αὐτοῖς γίγνηται λάβρος.
II 5 Γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα, πρωὶ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπινόσως.
Δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, διὰ τί εἴωθεν ὁ Ἱπποκράτης τῆς διηγήσεως τῶν γενομένων περὶ τὸν ἀέρα καταστάσεων ἄρχεσθαι
κατ’ ἐκεῖνον τὸν χρόνον, ὅταν πρῶτον ἐκτραπῇ τῆς κατὰ φύσιν κράσεως, καὶ οὐκ ἄπο τοῦ λόγου ἐστὶ τοῦτο πράττειν τῷ μέλλοντι συνάψειν τῇ τοῦ περιέχοντος ἀέρος δυσκρασίᾳ τὰς τῶν ἐπιδημησάντων νοσημάτων ἰδέας. ἐπεὶ τοίνυν ἀπὸ φθινοπώρου τὴν ἀρχὴν ἐποιήσατο, δηλονότι τὸ πρὸ αὐτοῦ θέρος † ἐστὶ καὶ ἕπεται τὸ πρὸ αὐτοῦ **. καὶ τοίνυν ὅσον ἐπὶ ταῖς ὥραις κατὰ φύσιν ἔχοντα τὰ σώματα παραλαβὸν τὸ φθινόπωρον ὑγρὸν καὶ ψυχρὸν γενόμενον οὐδὲν εἰργάσατο φαῦλον, ἀλλ’ ἴσως ἔνια σώματα καὶ προσωφέλησεν, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς κράσεσιν ὄντα κατὰ τὸ θέρος εἴωθεν εἰς ἀμετρίαν ἀφικνεῖσθαι. τούτων οὖν ὥσπερ ἴαμά τι τὸ φθινόπωρον ἐγένετο, ψυχρὰν καὶ ὑγρὰν σχὸν τὴν κατάστασιν. οὐ μὴν οὐδὲ κατὰ τὸν χειμῶνα νόσος ἐπιδήμιος ἐγεννήθη διηγήσεως ἀξία. τοιοῦτον γὰρ ἐπισημαίνει λέγων· κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα. καὶ γὰρ ὁ χειμὼν ὑγρότερος μὲν ἐγένετο, ψυχρότερος δ’ οὐκ ἐπὶ πλέον ἢ κατὰ φύσιν αὐτῷ συμβέβηκεν εἶναι ψυχρῷ. διὸ δὴ καὶ διηγούμενος ὑπὲρ τῆς ἐν αὐτῷ καταστάσεως εἶπεν· “οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων”. πρῶτον δὲ εὔλογον ἦν ἄρξασθαι νόσους ἐκ τῆς τοῦ περιέχοντος ἐπὶ πλέον ἐξαλλαγῆς, ἡνίκα φησὶν αὐτός· “ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδες, ἐπινέφελον”. ἔαρ γὰρ εὔκρατον εἶναι χρή, οὐ ψυχρόν οὐδὲ βόρειον ὥσπερ οὐδ’ ἐπινέφελον οὐδ’ ὑδατῶδες. ὅτι δ’ ἀπὸ τῆς ἰσημερίας ἄρχεται τῆς μετὰ τὸν χειμῶνα τὸ ἔαρ ἡμῖν ἐρρέθη κατὰ τὸ πρόσθεν ὑπόμνημα, καὶ αὐτὸς δὲ σαφῶς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ τὴν προκειμένην διήγησιν· εἰπὼν γὰρ τὸ ὀπισθοχειμῶνες κἄπειτα προσθεὶς “ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίης”, ἐφεξῆς προσέγραψεν· “ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδες, ἐπινέφελον”. ἴδωμεν οὖν, ὁποῖα τῇ καταστάσει τοῦ περιέχοντος ἠκολούθησε νοσήματα.
II 6 Ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραί, ἄπεπτοι· λημία σμικρὰ καὶ δυσκόλως πολλοῖσιν ἐκρηγνύμενα· τοῖσι πλείστοισιν ὑπέστρεφον· ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον.
Καὶ διὰ τί μὲν ἐν ἦρι τῶν ἐπιδημίων νοσημάτων ἡ γένεσις ἤρξατο, προείρηται· διὰ τί δ’ ὀφθαλμίαι μᾶλλον τῶν ἄλλων παθῶν ἐγένοντο,
μάθοις ἄν, εἰ τῆς ἐν αὐτῷ καταστάσεως ἀναμνησθείης. ψυχρὸν γὰρ ἔφη καὶ βόρειον καὶ ὑδατῶδες καὶ ἐπινέφελον γεγονέναι αὐτό. εἰ μὲν οὖν ὑπὸ τῶν ψυχρῶν ἀνέμων μόνον ἐπλήγησαν οἱ ὀφθαλμοί, χωρὶς ῥεύματος ἂν αἱ ὀφθαλμίαι συνέπεσον αὐτοῖς. ἐπεὶ δὲ μεθ’ ὑγρότητος πολλῆς ἐγένετο τὰ βόρεια πνεύματα, εἰκότως ῥοώδεις ἔφη τὰς ὀφθαλμίας γεγονέναι, τουτέστιν ὑγράς, ὡς ἀπὸ καταστάσεως ὑγρᾶς γεννηθείσας. ὀδυνώδεις δ’ ἑκατέρως ἦσαν καὶ μετὰ ῥεύματος συνιστάμεναι καὶ χωρὶς τούτου τῷ διαμένειν τὴν ψῦξιν· ἱκανὴ γὰρ καὶ αὕτη τοὺς ὀφθαλμοὺς ὀδυνώδεις ἐργάσασθαι. νυνὶ δ’ εἰκὸς αὐξηθῆναι τὰς ὀδύνας, τῆς ψύξεως τῶν ὀφθαλμῶν ἅμα τῷ κατ’ αὐτοὺς ῥεύματι συνελθούσης. ἄπεπτοι δ’ ἐγίνοντο καὶ χρόνῳ πολλῷ παρέμενον διά τε τὴν ὑγρότητα καὶ τὴν ψύξιν. τὸ γάρ τοι πέττεσθαι τοῖς ῥεύμασι γίνεται κρατουμένοις ὑπὸ τῆς ἐμφύτου θερμασίας. κρατεῖται δὲ ῥᾷον, ὅταν ὀλίγον τε ᾖ τὸ ὑγρὸν καὶ μὴ πάνυ ψυχρόν, ὅταν δὲ καὶ πολὺ καὶ ψυχρόν, δυσκόλως πέττεται. καὶ μὲν δὴ καὶ ἡ κατὰ φύσιν ἐν τοῖς ζῴοις θερμότης ἰσχυρὰ μὲν οὖσα θᾶττον ἐκπέττει τὰς ἐν αὐτοῖς περιττὰς ὑγρότητας· εἰ δ’ ἀσθενής, μόγις ἐν χρόνῳ πλείονι περιγίνεται καὶ κρατεῖν δύναται τῶν ὑγρῶν. διὸ καὶ εἴ τινες ἐθεραπεύθησαν, ὑπέστρεφον αὖθις. ἠσθενηκότας γὰρ ἐν ταῖς ὀφθαλμίαις τοὺς ὀφθαλμοὺς τὸ περιέχον ψυχρὸν καὶ βόρειον καὶ ὑδατῶδες καὶ ἐπινέφελον γενόμενον εἰκότως ἔβλαπτεν. εἴωθε δὲ ταῖς τοιαύταις ὀφθαλμίαις λημία γίνεσθαι μικρά, μόγις ἐκπίπτοντα, μικρὰ μὲν διὰ τὴν δυσπεψίαν τῆς ἐν τοῖς ὀφθαλμοῖς ὑγρότητος, μόγις δ’ ἐκπίπτοντα διὰ τὴν πύκνωσιν τῶν χιτώνων, ἣν ἐκ τῆς τοῦ περιέχοντος ψυχρότητος ἔσχον. ἐν ὅλῳ μὲν οὖν τῷ ἦρι χείρους ἀναγκαῖον ἦν τοῖς ἐν Θάσῳ γενέσθαι τοὺς ὀφθαλμούς, ἐν δὲ τῷ θέρει τὴν γενομένην ἐν αὐτοῖς σκιρρώδη διάθεσιν εἰς πέψιν ἀχθῆναι κατὰ βραχύ. τὰ γὰρ ἐν χρόνῳ κατασκευασθέντα νοσήματα, καὶ μάλιστα ὑπὸ ψυχρῶν τε καὶ ὑγρῶν αἰτίων, οὐκ ἐνδέχεται λυθῆναι ταχέως. εἰκότως οὖν ἔφη τελέως παύσασθαι τὰ κατὰ τοὺς ὀφθαλμοὺς πάθη κατὰ τὸ φθινόπωρον.
II 7 Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον καὶ δυσεντεριώδεες καὶ τεινεσμοὶ καὶ λειεντεριώδεες καὶ διάρροιαι χολώδεες λεπτοῖσι πολλοῖσιν, ὠμοῖσι
καὶ δακνώδεσι, ἔστι δ’ οἷσι καὶ ὑδατώδεες. πολλοῖσι δὲ καὶ περίρροιαι μετὰ πόνου χολώδεες, ὑδατώδεες, [καὶ] ξυσματώδεες, πυώδεες καὶ στραγγουριώδεες.
Οὐ ταῦτα μόνον ἐγένετο τότε τὰ νοσήματά τε καὶ συμπτώματα τοῖς Θασίοις, ἀλλὰ καὶ ἄλλα τινά, περὶ ὧν ἐφεξῆς ἐρεῖ. ποικιλώτατα γὰρ ἐνόσησαν, ἑτερογενέσι περιπεσόντες νοσήμασιν. τὸν κοινὸν δ’ οὖν λόγον, ὃς καὶ πρὸς τὸ μὴ νοσῆσαι πάντας τοὺς ἐν τοιαύτῃ καταστάσει γενομένους ἐστὶ χρήσιμος, ἐρῶ πρότερον, εἶθ’ ἑξῆς ἐπὶ τὰ κατὰ μέρος ἀφίξομαι νοσήματα, σκοπεῖσθαι δέον ἐν πάσαις ταῖς καταστάσεσι τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων ὅπως ἔχει σχέσεως πρὸς τὴν κατάστασιν. ἤτοι γὰρ εὐάλωτον ἢ δυσάλωτον ἢ μετρίως ἔχοντα πρὸς αὐτὴν εὑρήσεις αὐτόν. εἶθ’ ἑξῆς ἁρμόσεις τά τ’ ἐπιτηδεύματα καὶ σύμπασαν τὴν ὑγιεινὴν δίαιταν ὑπεναντίον τῇ καταστάσει. τὸ μὲν οὖν εὐάλωτόν τε καὶ δυσάλωτον εἶναι τὸ σῶμα τοῖς ἔξωθεν αἰτίοις εἴρηται πολλάκις ἡμῖν διά τε τὴν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα τῆς κράσεως γίνεσθαι. τῆς γὰρ ὑγείας ἐκ συμμετρίας γινομένης τῶν τεττάρων στοιχείων, εἴτε ποιοτήτων εἴτε δυνάμεων θέλεις ὀνομάζειν, ὑγρότητος καὶ ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, ἔνια τῶν σωμάτων καὶ φύσιν καὶ ἡλικίαν ἐστὶ δύσκρατα. τούτοις οὖν αἱ μὲν ὅμοιαι καταστάσεις νοσώδεις εἰσίν, αἱ δ’ ἐναντίαι συμφέρουσιν αὐτοῖς. τοῖς δ’ εὐκράτοις σώμασιν αἱ μὲν εὔκρατοι καταστάσεις ὑγιειναί, βλαβεραὶ δ’ αἱ δύσκρατοι. ἀλλ’ ὥσπερ οὐδεμία τῶν δυσκράτων καταστάσεων ἀγαθὴ τοῖς εὐκράτοις ἐστίν, οὕτως οὐδὲ μεγάλως βλαβερά, καθάπερ τοῖς δυσκράτοις. αἱ μὲν γὰρ ἰσχυρῶς ὑγραὶ καὶ ψυχραὶ καταστάσεις ἐσχάτως βλάπτουσι τὰ δύσκρατα σώματα καθ’ ὑγρότητα καὶ ψυχρότητα, καθάπερ γε καὶ αἱ ὑγραὶ καὶ [αἱ] θερμαὶ καταστάσεις τὰς ὑγρὰς καὶ θερμὰς τῶν κράσεων βλάπτουσιν, καὶ κατὰ τὸν αὐτὸν λόγον αἱ θερμαὶ καὶ ξηραὶ τὰς ὁμοίας. ὅσα γὰρ ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστι σώματα νόσον τοιάνδε διὰ τὴν οἰκείαν δυσκρασίαν, τούτοις ἡ νόσος ἐπικρατούσης τῆς δυσκρασίας ἐξελέγχεται. τὰ δ’ ἐναντίως κεκραμένα
καὶ μετὰ τοῦ πυρέττειν. ἐν δὲ τῷ χρόνῳ προήκοντι καὶ πυρετοὺς γενέσθαι ποικίλους, ἄλλον ἄλλης ἰδέας, ἐπειδὴ καὶ οἱ σηπόμενοι χυμοὶ διαφέροντες ἦσαν. οὐ γὰρ ἐγεννήθησαν ὑπὸ τοῦ περιέχοντος, ἀλλ’ ἠθροίσθησαν, ἅτε τῆς καταστάσεως ψυχρᾶς, οὐ θερμῆς γενομένης, οἵα κατὰ τὸν ἑαυτῆς λόγον ἐκθερμαίνει τὸ σῶμα κἀν ᾗ μετὰ τὴν τοῦ κυνὸς ἐπιτολὴν ἀεὶ γίνεσθαι πεφύκασι πυρετοὶ διακαεῖς. ἀλλὰ νῦν γε οὐχ ὑπ’ αὐτῆς πρώτως ἐγένοντο τῆς καταστάσεως, ἀλλὰ διὰ μέσης τῆς πυκνώσεως τοῦ δέρματος. ἡ μὲν οὖν σύνοψις τῶν ἐπιδημησάντων τότε παθημάτων εἴρηταί μοι· πρὸς δὲ τὰ κατὰ μέρος ἤδη τρέψομαι μετὰ τοῦ καὶ τὴν λέξιν, εἴ πού τι φαίνοιτο μὴ σαφὲς ἔχειν, ἐξηγεῖσθαι.
II 8 Ϲτραγγουριώδεες, οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἄλλα ἀντ’ ἄλλων.
Καὶ διὰ τῆς ἕδρας ἐκκρίσεις γίνονται μοχθηραὶ πολλάκις, ἀπαθῶν μὲν τῶν κατὰ τὴν γαστέρα μενόντων, ἐκκαθαιρομένου δὲ δι’ αὐτῶν ὅλου τοῦ σώματος, ὡς ἀποστάσεως οὔσης κατ’ αὐτὴν κατ’ ἔκρουν τινα κατ’ αὐτὸν τὸν Ἱπποκράτην βουλόμενον οὐ μόνον κατ’ ἀπόθεσιν, ἀλλὰ καὶ κατ’ ἔκρουν ἀπόστασιν γίνεσθαι. οὕτως οὖν καὶ διὰ νεφρῶν καὶ κύστεώς ἐστιν ὅτε πᾶν ἐκκαθαίρεται τὸ σῶμα, μηδὲν αὐτῶν τῶν ὀργάνων ἴδιον ἐχόντων πάθος, ὥσπερ ἐπὶ τῆς προκειμένης καταστάσεως ἐγένετο. διὸ [τι] καὶ προελθὼν αὐτὸς ἐρεῖ κατὰ λέξιν· “μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐρρύσατο τῶν ὄντων ἐπὶ τοῖσι μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο ἀποστάσιες ἐγίνοντο.” τοῦτ’ οὖν ἐστι τὸ καὶ νῦν εἰρημένον οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἄλλα ἀντ’ ἄλλων. καὶ γὰρ τῶν ἐν ὅλῳ τῷ σώματι περιττῶν ῥυέντων ἐπὶ νεφροὺς καὶ κύστιν, ἐκκρίσεις ἐπεγίνοντο παραπλήσιαι ταῖς νεφριτικαῖς.
II 9 Ἔμετοι φλεγματώδεες, χολώδεες καὶ σιτίων ἀπέπτων ἀναγωγαί.
Τῆς ἔσω ῥεπούσης περιουσίας τῶν χυμῶν ὅσον ἐπὶ τὴν ἕδραν ἐρρύη, διαρροίας τε καὶ τεινεσμοὺς καὶ δυσεντερίας καὶ λειεντερίασ
εἰργάσατο. διὰ νεφρῶν δὲ καὶ κύστεως ἄλλο τὴν ἔκκρισιν ἔσχεν. οὕτως οὖν ἐγένετο τὸ στραγγουριῶδες. ὡσαύτως δὲ καὶ ἐρρύη τὸ περιττὸν εἰς τὴν ἄνω γαστέρα καὶ δι’ ἐμέτων ἐπιπολάσαν ἐξεβλήθη, τοῖς μὲν φλεγματώδεσι φύσει φλεγματωδῶν ἐμέτων γινομένων, τοῖς δὲ χολώδεσι χολωδῶν. εἴρηται γὰρ ὅτι διὰ μὲν τὴν κατάστασιν ἠθροίσθη τὰ περιττά, διέφερε δ’ ἀλλήλων ταῦτα ταῖς ποιότησι κατὰ τὰς φύσεις τῶν σωμάτων. θαυμαστὸν δ’ οὐδέν, εἰ καὶ σιτίων ἀπέπτων ἀναγωγαὶ τούτοις ἐγένοντο, φλεγματωδῶν καὶ χολωδῶν χυμῶν εἰς τὴν γαστέρα συρρεόντων.
II 10 Ἱδρῶτες.
Ὅσοις φύσει μὲν διὰ τοῦ δέρματος ἀπόρροιαι πλείους ἐγένοντο, εἶτα δ’ ἐπεσχέθησαν διὰ τὴν πύκνωσιν αὐτοῦ, κατ’ ἐκεῖνον τὸν χρόνον, καθ’ ὃν ἴσχυσεν ἡ φύσις ἀπώσασθαι τὸ περιττὸν ἐνταυθοῖ, εἰκὸς οὕτως τούτοις ἱδρῶτας γενέσθαι.
II 11 Πᾶσι πάντοθεν πολὺς πλάδος.
Τὴν περιττὴν ὑγρότητα πλάδον εἴωθεν ὀνομάζειν. ἐπεὶ τοίνυν ἄλλοις ἄλλως, τισὶ δὲ καὶ πολυειδῶς ἐξεκενοῦτο τὰ συνειλεγμένα χρόνῳ πολλῷ τῶν ὑγρῶν, διὰ τοῦτο εἰκότως ἔφη· πᾶσι πάντοθεν πολὺς πλάδος.
II 12 Ἐγίνετο δὲ ταῦτα πολλοῖσιν ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρετοί, περὶ ὧν γεγράψεται.
Ὅσοις μὲν ἔφθασε τὸ ἠθροισμένον πλῆθος ἤ τοι χολῶδες ἢ ἀλλοιῶδες ὑπάρχον ὅλως εὐδιάφθαρτον εἰς σηπεδόνα πυρετώδη μεταβαλεῖν, ἐπύρεξαν οὗτοι παραχρῆμα. τινὲς δ’ ὀρθοστάδην ἄπυροι περιῇσαν πρότερον, εἶτ’ εἰς τοὺς πυρετοὺς ἠνέχθησαν.
II 13 Ἐν οἷσι δὲ ἐπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα, μετὰ πόνου φθινώδεες ἤδη μὲν φθινοπώρου καὶ ὑπὸ χειμῶνα.
Περί τε τοῦ δευτέρου φθινοπώρου δηλονότι λέγει καὶ τοῦ δευτέρου χειμῶνος, ἐπεὶ περί γε τοῦ προτέρου προείρηκεν οὕτως· “κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα. πρωὶ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπινόσως”. εἶτα περὶ τῶν ἐν τῷ ἦρι γενομένων διελθών, ἐφεξῆς τοῦ θέρους ἐμνημόνευσε καὶ μετὰ τοῦτο τοῦ δευτέρου φθινοπώρου, περὶ οὗ κατὰ τὴν τελευτὴν τῆς ὅλης καταστάσεως εἰρήκει· “ταχὺ περὶ ἀρκτοῦρον ἐν βορείοισι πολλὰ πάλιν ὕδατα”. φθινώδεις δὲ τίνας εἴρηκεν, οὐ πάνυ σαφές ἐστιν. εἴωθε γὰρ τοὺς ὁπωσδήποτε ἰσχνουμένους τὸ σῶμα καὶ φθίνοντας οὕτως ὀνομάζειν, οὐ μόνον τοὺς διὰ τὴν τοῦ πνεύμονος ἕλκωσιν ὅλον τὸ σῶμα τηκομένους. εἰκὸς δὲ καὶ νῦν ὑπ’ αὐτοῦ λελέχθαι φθινώδεις τοὺς ὁπωσδήποτε τὸ σῶμα λεπτυνομένους, μηδενός γε προειρημένου περὶ τῶν κατὰ τὸν πνεύμονα νοσημάτων. οὔτε γὰρ αἵματος ἀναγωγὴν ἐξ αὐτοῦ γεγονέναι προειπὼν οὔτε περιπνευμονίαν οὔτε ῥεῦμα κατασκῆψαι τῷ σπλάγχνῳ τούτῳ, πῶς ἂν εἰκότως δόξαι φθινώδεις λέγειν γεγονέναι τοὺς τότε κάμνοντας ἐπὶ τῇ κακώσει τοῦ πνεύμονος; οὐ μὴν ἀδύνατόν γε, καθάπερ ἐπὶ γαστέρα καὶ νεφροὺς ἧκέ τι τῆς καθ’ ὅλον τὸ σῶμα περιουσίας, οὕτως καὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις κατασκῆψαι.
II 14 Καὶ ὑπὸ χειμῶνα πυρετοὶ ξυνεχέες.
Τὸ ὑπὸ χειμῶνα μεταξὺ λεγόμενον τῆς τε προγεγραμμένης λέξεως καὶ ταύτης οἱ μὲν ἐκείνῃ προσένειμαν, οἱ δὲ ταύτῃ. ἐμοὶ δὲ σύμπας ὁ λόγος φαίνεται τοιόσδε· καὶ κατὰ τὸ φθινόπωρον ἤδη τινὲς ἐγένοντο φθινώδεις, ὡσαύτως δὲ καὶ κατὰ τὸν χειμῶνα. καὶ μέντοι καὶ πυρετοὶ συνεχεῖς καὶ κατὰ τὸ φθινόπωρον ἐγένοντο καὶ κατὰ τὸν χειμῶνα. πρόδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος οὐκ ἔγραψε τὴν κατάστασιν ὡς φυλάξαντος τὴν οἰκείαν χειμῶνος κρᾶσιν. ἐμάθομεν οὖν ἐκ τοῦδε τοῦ λόγου νοσήματα γίνεσθαι κατ’ ἐνίας τῶν ὡρῶν οὐδὲν αὐτὰς πεπονθυίας, ἀλλὰ τὰ τῶν πρόσθεν ἁμαρτήματα διαδεξαμένας.
II 15 Καί τισιν αὐτῶν ὀλίγοισι καυσώδεες.
Οὐ κατὰ τὸν ἴδιον λόγον τῆς καταστάσεως οἱ καυσώδεις ἐγίνοντο πυρετοί, κατά τι δὲ συμβεβηκός, καθάπερ πρόσθεν εἴπομεν τὰ συμβεβηκότα. ἐπισχεθείσης γὰρ τῆς καθ’ ὅλον τὸ σῶμα διαπνοῆς τὰ περιττεύειν ἑκάστῃ τῶν φύσεων εἰθισμένα κωλυθέντα τῆς κενώσεως οἰκείας ἑαυτοῖς ἐγέννησαν νόσους, ὡς, ὅσοι σφοδρῶς ἦσαν χολώδεις, τούτοις φύσει [εἰθισμένα] συνέβη τὸν καῦσον γενέσθαι, διὸ καὶ περὶ αὐτῶν ἐφεξῆς ἐρεῖ· “οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισιν ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν.” εἰ γὰρ θερμὴ καὶ διακαὴς καὶ αὐχμηρὰ κατάστασις ἐγέννησεν αὐτούς, πολλοί τ’ ἂν ἐγένοντο καὶ πολλοῖς καὶ μετὰ πόνων ἰσχυρῶν.
II 16 Ἡμερινοί, νυκτερινοί, ἡμιτριταῖοι, τριταῖοι ἀκριβέες, τεταρταῖοι, πλάνητες. ***
*** διὰ τί πᾶν μὲν εἶδος ἐν τῇ προγεγραμμένῃ καταστάσει συνέβη γενέσθαι, πρόσθεν εἴρηται. τὸ δ’ ἀκριβέες μεταξὺ κείμενον τοῦ τε τριταῖοι καὶ τεταρταῖοι προσνέμειν ἑκατέροις ἐγχωρεῖ.
II 17 Οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισιν ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν· οὔτε γὰρ ᾑμορράγησεν, εἰ μὴ πάνυ τι σμικρὰ καὶ ὀλίγοισιν, οὔθ’ οἱ παράληροι. τὰ δ’ ἄλλα πάντα εὐφόρως.
Ἴδιον Ἱπποκράτους ἐστὶ τὸ διδάσκειν ἐν παρέργῳ θεωρήματα χρήσιμα. τὰ γὰρ οἰκεῖα τῶν νοσημάτων συμπτώματα μὴ γενόμενα τότε κατὰ τοῦτον εἴωθε τὸν τρόπον ἑρμηνεύειν, ἐκ τοῦ μὴ γενέσθαι τότε γενέσθαι πολλάκις αὐτὰ διδάσκων. ἐν μὲν οὖν τοῖς γνησίοις, ὡς ἂν εἴποι τις, καύσοις διὰ τὸ πλῆθος τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων τῶν χυμῶν αἱμορραγίαι τε καὶ παράληροι γίνονται. νυνὶ δὲ (οὐ γὰρ ἦν γνήσιος ὁ καῦσος) εἰκότως οὐδὲ τὰ συμπτώματα ἔσχε τὰ καύσων ἴδια.
II 18 Ἐκρίνετο τούτοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι ξὺν τῇσι διαλειπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν.
Καὶ τοῦτο τῶν τότε γενομένων καύσων ἴδιον, οὐ κοινὸν πρὸς τοὺς ἄλλους, οὓς γνησίους ὠνομάσαμεν. ἐκεῖνοι γὰρ ὥσπερ σφοδροὶ τοῖς πυρετοῖς, οὕτω καὶ τῇ δίψῃ καὶ τῇ ἀγρυπνίᾳ καὶ τῇ δυσφορίᾳ καί που καὶ τῇ παραφορᾷ τῆς διανοίας ἐνοχλοῦσιν. διὰ δὲ τὴν τοιαύτην ὀξύτητα καὶ τὴν κρίσιν ἔχουσιν ἐν τάχει γινομένην. ἐν δὲ τῷ νῦν ἐπιδημήσαντι καύσῳ, καθάπερ τὸ τῆς ὀξύτητος ἦν μέτριον καὶ τῶν ἐπιπόνων συμπτωμάτων οὐδέν, οὕτως οὐδ’ ἡ κρίσις ἐγίγνετο βέβαιος, ἀλλ’ οἷον ἡμίρροπός τις, ὡς ἐξ ὑποστροφῆς αὖθις κρίνεσθαι τὸ δεύτερον. ἐν γὰρ τῷ φάναι σὺν τῇσι διαλειπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν τὸ προκεκρίσθαι μὲν ἐνδεῶς, ἐξ ὑποστροφῆς δὲ κριθῆναι τὸ δεύτερον ἐνεδείξατο.
II 19 Οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τῷ τότε καύσῳ οὐδὲ φρενιτικὰ τότε γενόμενα.
Οὐδεὶς μὲν ἀπέθανεν ἐν τῷ τότε καύσῳ, ὅτι μέτριος ἐγένετο, καὶ λέλεκται πρόσθεν ἡ αἰτία τούτου. τὰ φρενιτικὰ δ’ οὐκ ἐγένετο, διότι μὴ ἐπληροῦτο τούτοις ἡ κεφαλὴ τῆς καταστάσεως ὅλης ψυχρᾶς οὔσης. ἐδείχθη δ’, ὅτι φρενίτιδες ὑποθερμαινομένων τῶν κατὰ τὸν ἐγκέφαλον χωρίων γίνονται.
II 20 Οἱ δὲ τριταῖοι πλείους μὲν τῶν καύσων καὶ ἐπιπονώτεροι· εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψεως τέσσαρας περιόδους· ἐν ἑπτὰ δὲ τελέως ἐκρίνοντο οὐδ’ ὑπέστρεψαν οὐδενὶ τούτων.
[Περὶ τῆς διαφορᾶς τῶν πυρετῶν.] Ἔν τε τοῖς Περὶ διαφορᾶς πυρετῶν ὑπομνήμασι κἀν τοῖς Περὶ κρίσεων ἐπιδέδεικται τά τ’ ἄλλα
καὶ ὅτι διὰ πλεονεξίαν χολῆς ξανθῆς οἵ τε καῦσοι καὶ οἱ τριταῖοι γίνονται καὶ τοῦτο ἔχοντες κοινὸν διαφέρουσι τοῖς τόποις, ἐν οἷς ὁ πλεονάζων ἀθροίζεται χυμός. ἐν μὲν γὰρ τοῖς καύσοις κατὰ τὰς φλέβας πλεονάζει καὶ μάλιστα τὰς καθ’ ἧπαρ καὶ γαστέρα, τριταῖοι δὲ πυρετοὶ γίνονται κατὰ τὰς ἐν ὅλῳ τῷ σώματι σάρκας ἐπικρατούσης τῆς ξανθῆς χολῆς. ἐπισχεθείσης οὖν τῆς διαπνοῆς τοῖς φύσει χολώδεσιν, ὅσον ἐν τῷ σαρκώδει γένει τῆς χολῆς ἀθροιζόμενον ἐκενοῦτο πρότερον, οὐ κενωθὲν ἐν τῇ νῦν καταστάσει τοὺς τριταίους ἐγέννησε πλείους τῶν καύσων. ἐκεῖνοι γὰρ οὐ πάνυ τι τὴν γένεσιν ἐξ ἐπισχέσεως ἴσχουσι χολωδῶν περιττωμάτων, ἀλλὰ τῆς ἐν τοῖς ἀγγείοις τε καὶ σπλάγχνοις θερμασίας ἀπεκταθείσης, ὡς ἐκφλογωθείσης ἐκ τῆς καταστάσεως τῆς θερμῆς ἰσχυρῶς, ὡς γίνεται τοῖς γυμνασαμένοις ἐπὶ πλέον ἢ φροντίσασιν ἰσχυρῶς ἢ ἐν ἡλίῳ διατρίψασιν ἐπὶ πλέον ἢ ἐδέσμασι καυσώδεσι χρησαμένοις δαψιλῶς ἢ καὶ τὰ πλεῖστα τούτων ἢ καὶ ἅπαντα πράξασί τε καὶ παθοῦσιν. ἀλλ’ οὐχὶ νῦν ἦν κατάστασις ἰσχυρῶς θερμή, διόπερ οὐδ’ οἱ καῦσοι πολλοῖς ἐγίγνοντο, μᾶλλον δὲ τοῖς λίαν χολώδεσι, καὶ τούτοις μετριώτατοι. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως μᾶλλον καὶ οἱ τριταῖοι συνέβησαν ἐκ τοῦ τὰς εἰθισμένας ἀπορροίας τῶν χολωδῶν περιττωμάτων ἐπισχεθῆναι. κατὰ λόγον οὖν τούτοις ἐπιπονώτεροί τε τῶν καύσων ἐγένοντο, διότι καὶ γνησιώτεροι, καὶ τὰς κρίσεις οἰκείας ἔσχον.
II 21 Οἱ δὲ τεταρταῖοι πολλοῖσι μὲν ἐξ ἀρχῆς ἐν τάξει τεταρταίου ἤρξαντο, ἔστι δ’ οἷσιν οὐκ ὀλίγοις ἐξ ἄλλων πυρετῶν καὶ νοσημάτων ἀποστάσιες ἐς τεταρταίους ἐγένοντο· μακρὰ δὲ καὶ ὡς εἴθισται τούτοισι καὶ ἔτι μακρότερα συνέπιπτεν.
Οὐδ’ οὗτοι διὰ τὴν κατάστασιν ἐγένοντο πρώτως, ἀλλ’ ἐκ τοῦ μὴ κενοῦσθαι ταῖς μελαγχολικαῖς φύσεσι τὴν περιουσίαν τῆς μελαίνης χολῆς ταύτας ἁλῶναι τοῖς τοιούτοις νοσήμασι συνέβη. χρονίσαι δ’ αὐτοῖς ἐγένετο τῆς καταστάσεως οὔσης ὑγρᾶς καὶ ψυχρᾶς, ἐν ᾗ πάντα τὰ αἴτια μέχρι πλείστου κατὰ τὸ σῶμα μένει, μήτε πεττόμενα μήτε διαπνεόμενα. μέμνησο δὲ πάλιν ἐνταῦθα τῆς περὶ τοὔνομα τῆς ἀποστάσεως
τριττῆς χρήσεως, τοῦ Ἱπποκράτους εἰπόντος ἐξ ἄλλων πυρετῶν καὶ νοσημάτων ἀποστάσεις εἰς τεταρταίους γεγονέναι. φαίνεται γὰρ οὐ μόνον κατ’ ἀπόθεσιν καὶ κατ’ ἔκρουν ἀποστάσεις τινὰς ὀνομάζων, ἀλλὰ καὶ κατὰ μετάστασιν ἐξ ἑτέρου νοσήματος εἰς ἕτερον.
II 22 Ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ καὶ πλάνητες πολλοὶ πολλοῖσι καὶ πολὺν χρόνον παρέμενον ὀρθοστάδην τε καὶ κατακειμένοισιν.
Οὐ μόνον οὗτοι τῷ λόγῳ τοῦ πλήθους τῶν περιττωμάτων, ἀλλὰ καὶ τῇ τῆς καταστάσεως κράσει τὴν γένεσιν ἔχοντες εἰκότως ἐγένοντο πολλοί τε καὶ πολλοῖς. ἡ γὰρ ὑγρά τε καὶ ψυχρὰ κατάστασις, ὥσπερ ὁ χειμών, φλεγματώδη γεννᾷ χυμόν, ἐφ’ ᾧ τοὺς ἀμφημερινοὺς καὶ νυκτερινοὺς ἐδείξαμεν γίνεσθαι πυρετούς. οἱ πλάνητες δὲ ποικιλωτέρων χυμῶν ἐδείχθησαν ἔκγονοι. θαυμαστὸν δ’ οὐδέν, εἰ πολλῷ χρόνῳ παρέμενον οἱ τοιοῦτοι πυρετοί, τῆς καταστάσεως ὑγρᾶς καὶ ψυχρᾶς ὑπαρχούσης καὶ διὰ τοῦτο μηδὲ πέττεσθαι τοὺς χυμοὺς ἐπιτρεπούσης, καὶ μάλιστα ὡς χρονίους διὰ τὴν φύσιν ὄντας καὶ δυσπέπτους διὰ τὴν ψῦξιν.
II 23 Τοῖσι πλείστοισι τούτων ὑπὸ πληιάδα καὶ μέχρι χειμῶνος οἱ πυρετοὶ παρείποντο.
Πρόδηλόν ἐστιν, ὅτι τῆς πλειάδος οὐ τῆς ἐν τῇ νῦν καταστάσει δύσεως ἐμνημόνευσεν, ἀλλὰ τῆς μετὰ τὴν ὅλην κατάστασιν ἐν τῷ δευτέρῳ ἔτει, καθότι καὶ πρόσθεν ἐλέγομεν. ἐπὶ τέλει γὰρ ἐκείνης τῆς καταστάσεως ἔγραψε· “ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισι πολλὰ πάλιν ὕδατα.” καὶ μετὰ τοῦτο δὲ περὶ τῆς ὕστερον καταστάσεως οὐδὲν
εἶπεν, ὡς ἐπὶ τὸ κατὰ φύσιν ἤδη τῆς τῶν ὡρῶν τάξεως ἀφιγμένης καὶ ἅμα καὶ τοῦ φθινοπώρου τοῦ λοιποῦ παντός, τοῦ μετὰ τὸν ἀρκτοῦρον, ὥσπερ γε καὶ τοῦ μετὰ τοῦτο χειμῶνος. εἰκότως οὖν ὅσα τῆς πρώτης καταστάσεως ἦν λείψανα, κατὰ τὸ φθινόπωρον ἐπέφθη καὶ τοῦ χειμῶνος οὐδεμίαν οὐκέτι νόσον ἐπιδήμιον ἐνόσησαν οἱ Θάσιοι.
II 24 Πολλοῖσι δὲ σπασμοί, μᾶλλον δὲ παιδίοισιν, ἐξ ἀρχῆς καὶ ὑπεπύρεσσον καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοί· χρόνια μὲν τοῖς πλείστοισι τούτων, ἀβλαβέα δέ, εἰ μὴ ἐπὶ τοῖσι καὶ ἐκ τῶν ἄλλων πάντων ὀλεθρίως ἔχουσιν.
Οἱ σπασμοὶ μὲν ἐγίνοντο τῆς καταστάσεως ψυχρᾶς καὶ ὑγρᾶς γενομένης. ἐπιτηδειότατα δὲ τὰ παιδία σπασμοῖς ἁλίσκεσθαι διὰ τὴν ἀσθένειαν τοῦ νευρώδους γένους. διὰ τοῦτο γὰρ καὶ ῥᾳδίως ἐπὶ σμικραῖς προφάσεσι γίνεται τὸ πάθος αὐτοῖς καὶ ἧσσον κινδυνῶδές ἐστιν. φησὶ δὲ τοὺς σπασμοὺς ἐνίοις μὲν ἐξ ἀρχῆς εὐθὺς γενέσθαι, τισὶ δὲ πυρετοῦ προγενομένου, παρὰ τὴν ἐπιτηδειότητα δηλονότι τὴν πρὸς ἑκάτερον ὑπάρχουσαν τοῖς ἁλισκομένοις τοῖς σπασμοῖς καὶ τῷ πυρετῷ. πρὸς ὃ γὰρ ἐπιτηδειότερον εἶχεν ἕκαστος, ἐκεῖνο πρότερον ἐγίγνετο, μετ’ αὐτὸ δὲ ἠκολούθει τὸ δεύτερον. ἐχρόνιζον δ’ εἰκότως οἱ σπασμοί, τοῦ δευτέρου φθινοπώρου πάλιν, περὶ οὗ κατὰ τὸ τέλος ἔγραψε τῆς ὅλης καταστάσεως, ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου γενομένου.
II 25 Οἱ δὲ δὴ συνεχέες μὲν τὸ ὅλον καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν [μὲν] ὑποκουφίζοντες καὶ μίαν παροξυνόμενοι, πάντων βιαιότατοι τῶν τότε γενομένων καὶ μακρότατοι καὶ μετὰ πόνων μεγίστων γενόμενοι· πρηέως ἀρχόμενοι καὶ τὸ ὅλον ἐπιδιδόντες αἰεὶ καὶ παροξυνόμενοι ἐν κρισίμοισι καὶ ἀνάγοντες ἐπὶ τὸ κάκιον, σμικρὰ διακουφίζοντες καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσεως βιαιοτέρως παροξυνόμενοι, ἐν κρισίμοισιν ὡς ἐπὶ
τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶσιν ἀτάκτως καὶ πεπλανημένως ἐγίνετο, ἐλάχιστα δὲ καὶ ἥκιστα τούτοισιν.
Εἰ μὴ προσέγραψεν αὐτός, ὅπως οἱ τότε γενόμενοι πυρετοὶ παροξυνάμενοι πᾶσι τριταιοφυέα τρόπον τοὺς παροξυσμοὺς ἐποιοῦντο, μεγάλην ἂν ἡμῖν ἀπορίαν ὑπέλιπε ζητοῦσιν εὑρεῖν, τίνας ὀνομάζει τριταιοφυεῖς. ἐπεὶ δ’ αὐτὸς εἶπε τὸν τρόπον τῶν τριταιοφυῶν, οὐκέτι περὶ πράγματός ἐστιν ἡ ζήτησις, ἀλλὰ περὶ τοῦ σημαινομένου πρὸς τοῦ τριταιοφυὴς ὀνόματος. ἐπισυνάπτεται δὲ τούτῳ καὶ τὸ περὶ τοῦ τριταίου τε καὶ ἡμιτριταίου καὶ τῆς ἑκατέρων διαφορᾶς, ἀκριβοῦς τριταίου καὶ οὐκ ἀκριβοῦς, ἀλλ’ ἤτοι βραχύ τι παραυξηθέντος ἢ πλέον ἢ ἐπὶ πλεῖστον, ἄχρι τε πόσου τούτων ἕκαστος ἐκτείνεται καὶ τίς μὲν ὁ μέγας ἡμιτριταῖός ἐστι, τίς δ’ ὁ μέσος, τίς δ’ ὁ μικρός. Ἀγαθίνῳ γοῦν ὅλον βιβλίον γέγραπται, τοῦ Περὶ πυρετῶν τὸ πρῶτον περὶ ἡμιτριταίων, τὸ σημαινόμενον νῦν ὑπὸ τῆς προσηγορίας ταύτης ἐπεξηγουμένῳ. ἐὰν δὲ καὶ τὰ τοῖς μεθοδικοῖς γεγραμμένα περὶ αὐτοῦ διέρχωμαι νῦν ἢ τὰ μετὰ ταῦτα ὑπ’ Ἀρχιγένους οὐχ ἅπαξ, ἀλλὰ πλεονάκις ἐν πλείοσι πραγματείαις εἰρημένα, μετὰ τοῦ καὶ διακρίνειν, ὅσα καλῶς ἢ μὴ καλῶς εἰρήκασι, τρία μοι νομίζω βιβλία πληρωθήσεσθαι. τό γε μὴν εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον εἴρηται μὲν ἤδη κἀν τοῖς Περὶ κρίσεων καὶ τοῖς Περὶ τῶν πυρετῶν διαφορᾶς· εἰς δὲ τὰ παρόντα βέλτιόν ἐστι συνάψαι τὸ λελεγμένον εἶδος τοῦ πυρετοῦ τῇ καταστάσει. φησὶν οὖν αὐτὸς τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν παροξύνεσθαι, τῇ δὲ ἑτέρᾳ ὑποκουφίζεσθαι. μετὰ γὰρ τῆς ὑπὸ προθέσεως γράψαντος αὐτοῦ τὸ ῥῆμα καὶ ἡμᾶς ἀκούειν προσῆκον ἕτερόν τι σημαινόμενον ἐκ τῆς συνθέτου φωνῆς παρὰ τὴν ἁπλῆν. τὸ μὲν γὰρ κουφίζεσθαι δύναιτ’ ἄν τις ἀκούειν [τὴν] ἀξιόλογον ἔνδοσιν σημαίνειν τοῦ πυρετοῦ, τὸ δ’ ὑποκουφίζεσθαι μετριωτέραν. οὐ μὴν διωρισμένως γε καὶ σαφῶς ἐδήλωσεν, εἴτε παρωξύνοντο τῇ ἑτέρᾳ τῶν ἡμερῶν οἱ οὕτω πυρέξαντες ἕτερον παροξυσμὸν ἐλάττονα τοῦ κατὰ τὴν προτεραίαν, εἴτε καὶ διαμένων ἐκεῖνος ἐκουφίζετο κατὰ τὴν δευτέραν. δοκεῖ γοῦν ἐμοὶ μᾶλλον ἐμφαίνειν ἡ λέξις ἕνα γενέσθαι τὸν διὰ τρίτης παροξυσμόν,
ὑποκουφίζοντα κατὰ τὴν ὑστεραίαν. λέγει δὲ καὶ ῥίγη γενέσθαι τούτοις πεπλανημένως, ὅπερ σημαίνει τὸ μὴ καθ’ ἕκαστον παροξυσμόν, ἀλλ’ ἐνίοτε, καὶ ταῦτα σμικρά, οὕτως δὲ καὶ ἱδρῶτας ὀλίγους, ἀλλὰ καὶ ψῦξιν ἀκρέων δυσεκθερμάντων, ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὠμῶν καὶ φλεγματικῶν χυμῶν σηπομένων γίνεσθαι τὸν τοιοῦτον πυρετόν, ἐπιμεμειγμένης αὐτοῖς ξανθῆς χολῆς. ὁ μὲν οὖν ἐπὶ μόνῃ τῇ τοιαύτῃ χολῇ συνιστάμενος ὀνομάζεται τριταῖος, ὁ δὲ καὶ τὸν ὠμὸν χυμὸν ἰσοσθενῆ προσλαβὼν ἀκριβὴς ἡμιτριταῖος γίνεται, πλεῖστος ἐν Ῥώμῃ γινόμενος, ὡς ἂν πᾶσι τοῖς διαιτήμασι τῶν κατὰ ταύτην τὴν πόλιν ἀνθρώπων οἰκειότατος ὤν. αὐτὸς μὲν οὖν φρικώδης τ’ ἐστὶ καὶ μετὰ τῶν καλουμένων ἀναδιπλώσεων γίνεται, παροξυνόμενος οὐ μόνον τῇ προτέρᾳ τῶν ἡμερῶν, ἀλλὰ καὶ τῇ μετὰ ταύτην ἐλάσσονά τε τοῦ προγεγενημένου παροξυσμὸν ἧττόν τε φρικώδη καὶ τὴν ἐπανάληψιν ἤτοι γ’ ἧττον ἢ οὐδ’ ὅλως ἔχοντα. νυνὶ δὲ περὶ τοῦ διὰ τρίτης μὲν γινομένου, κουφίζοντος δὲ κατὰ [ταῦτα] τὴν ἑτέραν ἡμέραν ὁ λόγος ἐστίν, ὃς δόξει εἶναι ἐγγυτέρω τῆς τοῦ ἐπιπαροξυνομένου τριταίου φύσεως, πλέον ἀποκεχωρηκὼς τοῦ ἡμιτριταίου. μεγάλη γὰρ ἀπόστασις τό τε μὴ παροξύνεσθαι τῇ ἑτέρᾳ τῶν ἡμερῶν καὶ τὸ χωρὶς ἀναδιπλώσεως γίνεσθαι. καὶ τό γε μὴν σμικρὸν ῥῖγος ἐγγύς ἐστι τῇ φρίκῃ. καίτοι οὐδὲ τοῦτο συνεισβαλεῖν εἰσαεὶ τοῖς παροξυσμοῖς εἶπεν, ἀλλὰ πεπλανημένως, εἰ μή τι ἄρα τὸ πεπλανημένως ἐπὶ μὲν τῶν ἄλλων πυρετῶν εἶπεν, ἐπὶ δὲ τῶν τριταιοφυῶν οὐκ εἶπεν. ἐλάχιστα δὲ καὶ ἥκιστα ῥίγη γενέσθαι τούτοις εἰπὼν τὴν φρίκην μικρὰν μὲν ἐδήλωσεν, οὐκ ἀφείλετο δὲ τελέως αὐτὰ τῶν παροξυσμῶν. ὅπως δ’ ἄν σοι δοκῇ περὶ τούτων, πρόδηλον τοῦτό γε τοσοῦτόν ἐστιν, ὅτι οὗτος ὁ πυρετὸς εἰκότως εἴρηται τριταιοφυής. οὔτε γὰρ ἡμιτριταῖός ἐστιν, ὡς ἂν μήτε τῇ δευτέρᾳ παροξυνόμενος ἀναδιπλώσεις τε μὴ ποιούμενος, οὔτε παρεκτεταμένος τριταῖος, εἴ γε μηδ’ ὅλως εἰς ἀπυρεξίαν τελευτᾷ. δίκαιον οὖν ἦν αὐτῷ τινα προσηγορίαν παρακειμένην ταῖς προειρημέναις προσειπεῖν. ἦν δ’ ὑπόλοιπος εἰπεῖν οὐκέτ’ οὐδεμία παρὰ τὴν τοῦ τριταιοφυοῦς. τό γε μὴν ἐν κρισίμοις ὡς ἐπὶ τὸ πολὺ κακοῦσθαι τριταιοφυῶν ἴδιον, οὐ κοινὸν ἁπάντων ἐστίν. ἐμάθομεν δ’ ἐν τοῖς Περὶ κρισίμων ἡμερῶν τοῖς κακοήθεσι νοσήμασι τοῦτο γινόμενον.
Ϲμικρὰ διακουφίζοντες καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσεως βιαιοτέρως παροξυνόμενοι.
Τῷ μεμνημένῳ τῶν εἰρημένων ἐν τοῖς Περὶ κρίσεών τε [καὶ κρισίμων] καὶ τοῖς Περὶ διαφορᾶς πυρετῶν οὐδὲν ἔτι δευτέρας ἀναμνήσεως δεῖται. δέδεικται γὰρ ἐν ἐκείνοις ὑπὲρ ἁπάντων τῶν τοιούτων, ὁποῖον καὶ τὸ νῦν εἰρημένον ἐστὶ τὸ σμικρὰ διακουφίζοντες καὶ παροξυνόμενοι. οἱ γοῦν τοιοῦτοι πυρετοὶ τὴν γένεσιν ἔχουσιν οὐκ ἐξ ἑνός, ἀλλ’ [καὶ] ἐκ πλειόνων χυμῶν, ὧν ὁ μὲν θερμότερος ἀνάπτει τὸν ὀξὺν πυρετὸν ἐν τάχει τε παύεται. τούτου δὲ κατειληφότος τὸ σῶμα συμβαίνει διαφθείρεσθαί τε καὶ σήπεσθαι τοῖς ψυχροτέροις, εἶτ’ αὖθις ἀνάπτεσθαι πάλιν ἐκ τῆς γινομένης ἐπισχέσεως, ὅπερ ἐστὶν οἷον ἀναπαύσεως καὶ μειώσεως τοῦ πυρετοῦ. χείρων δὲ τοῦ πρόσθεν ὁ τοιοῦτος γίνεται πυρετός, ὡς ἂν προκεκμηκυῖαν ἤδη τὴν δύναμιν ἐκ τῶν ὀχληρῶν εὑρών. εὔδηλον γάρ, ὅτι, κἂν ἴσον ᾖ τῷ μεγέθει τὸ ὀχληρόν, πολὺ γοῦν μεῖον ἐνοχλήσει τὰς μὲν ἰσχυροτέρας δυνάμεις, μᾶλλον δ’ αὐτῶν τὰς ἀσθενεστέρας.
II 26 Ἀλλ’ ἐπὶ τῶν ἄλλων πυρετῶν μείζω. Ἱδρῶτες πολλοί.
Δηλονότι τοῖς ἄλλοις πυρετοῖς ἐπεφάνησαν ἱδρῶτες πολλοί, δυνατὸν δὲ καὶ τοῖς ἄνευ πυρετοῦ πάθεσιν, οἷον τοῖς σπασμοῖς, ἱδρῶτας ἐπιφανῆναι πολλοὺς ἐκ τῆς ἠθροισμένης ἐν τῷ σώματι πολλῆς ὑγρότητος ψυχρᾶς διὰ τὴν κατάστασιν, ὑπὸ δὲ τῆς τοῦ σπασμοῦ βίας ἐκκρινομένης. ἀλλὰ καὶ οἷς γέ τισιν ἔφη γενέσθαι τὰ ῥίγη, τούτοις καὶ αὐτοῖς, ὡς εἰκός ἐστιν, ἱδρῶτες πολλοί.
II 27 Τουτέοισιν ἐλάχιστοι, κουφίζοντες οὐδέν, ἀλλ’ ὑπεναντίως βλάβας φέροντες.
Τούτοις φησὶ τοῖς πυρετοῖς, ὑπὲρ ὧν ὁ λόγος ἐστί, τοῖς τριταιοφυέσιν ἱδρῶτες ἐλάχιστοι συνήδρευον οὐδὲν ὠφελοῦντες. ἡ δ’ αἰτία πρόδηλος, ἀποδεδειχότων ἡμῶν ἐν ἀπέπτοις νοσήμασιν οὔτ’
ὠφελεῖν τοὺς ἱδρῶτας οὔτ’ ἀγαθὸν εἶναι σημεῖον· ἢ γὰρ πλεονεξίαν ὑγρῶν ἢ ἀρρωστίαν δυνάμεως ἐνδείκνυνται.
II 28 Ψῦξις πολλὴ τῶν ἀκρέων καὶ μόλις ἀναθερμαινόμενα.
Καὶ διὰ φλεγμονὴν μὲν ἀξιόλογον σπλάγχνων ἐν τοῖς παροξυσμοῖς δυσεκθέρμαντα γίνονται τὰ ἄκρα καὶ διὰ πλῆθος δὲ ψυχρῶν χυμῶν, ὡς ἀπεδείξαμεν ὑπὲρ ἀμφοτέρων ἐν ταῖς προειρημέναις πραγματείαις.
II 29 Οὐδὲ ἄγρυπνοι τὸ σύνολον, μάλιστα δ’ οὗτοι καὶ πάλιν κωματώδεες.
[καὶ πάλιν] Ἀγρύπνους μὲν αὐτούς φησι γεγονέναι μᾶλλον ἐν μέρει, οὐ μὴν τὸ σύνολόν γε ἦν τούτοις οὐδ’ ἡ ἐναντίωσις σφοδρά. φησὶ γὰρ αὐτοῖς ἐν μέρει καὶ τὸ κωματῶδες σύμπτωμα γεγονέναι. τοῦτο δ’ ἐστίν, ὅταν καταφέρωνται μὴ δυνάμενοι τὰ τῶν ἐγρηγορότων πράττειν, ὡς ἀπεδείξαμεν.
II 30 Κοιλίαι δὲ πᾶσι ταραχώδεες καὶ κακαί, πολὺ δὲ τούτοισι κάκισται.
Τῆς περιουσίας τῶν χυμῶν εἰς τὴν γαστέρα ῥεούσης, ὡς ἔμπροσθεν εἶπον, εἰκὸς ἦν ταραχώδεις γενέσθαι κοιλίας. τούτοις οὖν τοῖς τριταιοφυέσιν, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὡς ἂν οὖσι κακοηθεστέροις τῶν ἄλλων νοσημάτων, ἀναγκαῖον ἦν τοὺς κάμνοντας καὶ κατὰ τὴν γαστέρα χείρους γενέσθαι.
II 31 Οὖρα δὲ τοῖσι πλείστοισι τούτων ἢ λεπτὰ καὶ ὠμὰ καὶ ἄχρω καὶ μετὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲν καθιστάμενα, οὐδὲ ὑφιστάμενα, ἢ σμικρὰ καὶ
κακὰ καὶ ὠμὰ τὰ [δὲ] ὑφιστάμενα, καὶ κάκιστα ταῦτα πάντων.
Ἃ καθόλου διὰ τοῦ Προγνωστικοῦ γράμματος ἐδίδαξε, ταῦτα μὲν νῦν ὡς ἐπὶ παραδειγμάτων διὰ τῶν κατὰ μέρος πιστοῦται· προεξηγησάμενοι δὲ τὰ κατὰ τὸ Προγνωστικὸν οὐδὲν ἔτι δεόμεθα περὶ τῆς συμφωνίας τούτων πρὸς ἐκεῖνα λέγειν ἐναργῶς φαινομένης· ἐδείχθη γὰρ ἡμῖν ἐν ἐκείνοις ὠμῶν καὶ ἀπέπτων χυμῶν σημεῖα τὰ τοιαῦτα.
II 32 Βῆχες δὲ παρείποντο τοῖς πυρετοῖσι. γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ’ ὠφελείην γενομένην διὰ βηχὸς τότε.
*** τῆς πλεονεξίας τῶν χυμῶν ἐκκαθαιρομένης εἰώθασιν αἱ βῆχες συμφέρειν.
II 33 Χρόνια μὲν οὖν καὶ δυσχερέα καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως καὶ ἀκρίτως τὰ πλεῖστα τούτων διετέλει γινόμενα καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή. εἰ γάρ τινας αὐτέων διαλίποι σμικρά, ταχὺ πάλιν ὑπέστρεφεν. ἔστι δ’ οἷσιν ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γένοιτο, περὶ ὀγδοηκοστὴν ἐοῦσι, καὶ τούτων ἐνίοις ὑπέστρεψεν, ὥστε κατὰ χειστοισιν μῶνα τοὺς πλείστους αὐτῶν ἔτι νοσεῖν. τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπεν.
Εὔδηλόν ἐστιν ὅτι τοῦ δευτέρου χειμῶνος μέμνηται νῦν οὗτος, οὐ τοῦ προτέρου κατὰ τὴν ἀρχὴν αὐτῷ λελεγμένου τῆς ὅλης καταστάσεως.
ἅπαντα γὰρ ταῦτα τὰ νοσήματα, περὶ ὧν ὁ λόγος αὐτῷ νῦν ἐστιν, ἤκμασε μάλιστα καὶ κατὰ τὸ δεύτερον φθινόπωρον, εἶτα τινὰ μὲν αὐτῶν ἐπαύσατο χειμῶνος ἀρχομένου, τινὰ δὲ καὶ μέχρι πλείονος ἐπετάθη. τὸ δ’ ἄτακτον αὐτῶν καὶ ὑποστροφῶδες ἐπὶ τῇ ψυχρότητι δηλονότι καὶ τῷ πλήθει τῶν ἐργαζομένων τὰ νοσήματα χυμῶν εἰκότως ἀπήντησε, διὸ καὶ συμπεσεῖν φησιν ὁμοίως αὐτὰ τοῖς περιγενομένοις καὶ τοῖς οὔ.
II 34 Ὁμοίως δὲ ταῦτα συνέπιπτε τοῖς περιγενομένοισι καὶ τοῖσιν οὔ. πολλῆς δέ τινος γινομένης ἀκρισίης καὶ ποικίλης ἐπὶ τῶν νοσημάτων καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου τοῖς πλείστοις ἀποσίτοις εἶναι πάντων γευμάτων, μάλιστα δὲ τούτων, οἷσι καὶ τὰ ἄλλα ὀλεθρίως ἔχοι, διψώδεες [δὲ] οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τούτοισιν.
Ὅτι τὸ “ἐρρῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθόν” ἐστι μέγιστον ἑτέρωθι πρὸς αὐτοῦ λέλεκται κἀν τῷ καθόλου καὶ νῦν καὶ διά τινος τῶν κατὰ μέρος παραδείγματος ἐπιστώθη. τὸ δὲ μὴ λίαν αὐτοὺς διψώδεις εἶναι τῇ ποιότητι τῶν πλεοναζόντων χυμῶν εἰκότως ἠκολούθησεν.
II 35 Γενομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆς συντήξεως, ἐπὶ τούτων ἀποστάσιες ἐγίνοντο ἢ μείζους, ὥστε ὑποφέρειν μὴ δύνασθαι, ἢ μείους, ὥστε μηδὲν ὠφελέειν, ἀλλὰ ταχὺ παλινδρομέειν καὶ ξυνεπείγειν ἐπὶ τὸ κάκιον.
Ὅταν τὸ πλῆθος ᾖ πολὺ χυμῶν ἀπέπτων, αἱ ἀποστάσεις γίνονται· εἰ μὲν σμικραὶ εἶεν αἱ ἀποστάσεις, οὐδὲν ὠφελοῦσιν, εἰ δὲ μεγάλαι, φέρειν αὐτὰς ἡ δύναμις οὐ δύναται. ὅτι δὲ καὶ νῦν τὰς κατ’ ἔκρουν κενώσεις ἀποστάσεις ὀνομάζει, διὰ τῆς ἐπιφερομένης ῥήσεως σαφῶς ἐδήλωσεν.
II 36 Ἦν δὲ τούτοισι τὰ γινόμενα δυσεντεριώδεα καὶ τεινεσμοί, καὶ λειεντερικοὶ καὶ ῥοώδεες, ἔστι δ’ οἷσι καὶ ὕδρωπες μετὰ τούτων καὶ ἄνευ τούτων.
[εὖ φησιν] Ἃς διὰ τῆς προγεγραμμένης ῥήσεως ἐν τῷ καθόλου γεγονέναι φησὶν ἀποστάσεις, ταύτας νῦν διεξέρχεται κατὰ μέρος. προείρηται δ’ ἡμῖν ἐν τοῖς ἔμπροσθεν εἰκότως γενέσθαι τὰ τοιαῦτα νοσήματα, τῶν περιττωμάτων εἰς τὴν γαστέρα συρρεόντων, τὰς μὲν δυσεντερίας δηλονότι μετὰ τῶν αἱματωδῶν διαχωρημάτων καθ’ ὁντιναοῦν τρόπον γενομένας, τοὺς δὲ τεινεσμοὺς τάσεις ὄντας σφοδρὰς ἐπὶ τῆς κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεως, τὰς δὲ λειεντερίας ταχείας διεξόδους ἀμεταβλήτων σιτίων οὔσας. ῥοώδεις δὲ λέγει τοὺς χωρὶς τούτων τῶν εἰρημένων παθημάτων διαχωροῦντας ἀεί τε καὶ συνεχῶς ὑγρὰ διαχωρήματα. τοῖς δὲ καὶ εἰς τὸ μεσεντέριον τοὺς ὑδέρους ὀξεῖς φησι κατασκῆψαι διὰ τὴν πλεονεξίαν τῶν ψυχρῶν καὶ ὑγρῶν χυμῶν, ἐνίοις μὲν μετὰ τῶν προειρημένων συμπτωμάτων, ἐνίοις δὲ ἄνευ τούτων.
II 37 Ὅτι δὲ παραγένοιτο τούτων βιαίως, ταχὺ συνῄρει ἢ πάλιν ἐπὶ τὸ μηδὲν ὠφελεῖν.
Τὰ διὰ δυσπεψίαν καὶ πλῆθος τῶν ὠμῶν χυμῶν γιγνόμενα νοσήματα πρὸς τῶν ἐκκρίσεων οὐδὲν ὠφελεῖται. ἔφη γὰρ τὰς μὲν πολλὰς καὶ βιαίους ταχὺ καθαιρεῖν τὴν δύναμιν, τὰς δὲ μὴ τοιαύτας οὐδὲν ὀνήσειν, † οὐσῶν δὲ καὶ τούτων διττῶν οὐδὲν ὠφελήσουσιν αἱ χωρὶς τοῦ πεφθῆναι, [ἅτε καὶ τούτων ἔτι πολλῶν οὐδὲν ὠφελήσει τι χωρὶς τοῦ πεφθῆναι].
II 38 Ἐξανθήματα σμικρὰ καὶ οὐκ ἀξίως τῆς περιβολῆς τῶν νοσημάτων καὶ ταχὺ πάλιν ἀφανιζόμενα.
Κεφάλαιον ἁπάντων τῶν γενομένων παθημάτων ἡ τῶν χυμῶν ἦν ἀπεψία. εἰ δὲ καί που βιασαμένη τινὰς αὐτῶν ἡ φύσις ἐκκρίνειν ἐπεχείρησεν, οὐδὲν ἤνυσεν, ἀλλ’ ἡττηθεῖσα πρὸς αὐτῶν ἢ ἐπέτρεψεν
αὐτίκα παλινδρομῆσαι πρὸς τὸ βάθος ἢ δι’ ὀλιγότητα τῶν γενομένων ἐκκρίσεων εἰς ἀπόστασιν ὥρμησεν.
II 39 Παρὰ δὲ τὰ ὦτα οἰδήματα νωθρευόμενα μὴ λυόμενα καὶ οὐδὲν ἀποπέσσοντα.
***
II 40 Ἐς ἄρθρα, μάλιστα δὲ κατ’ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολιπόντα καὶ ταχὺ πάλιν ἐπικρατούμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν.
*** τοῖς πλείστοις ἐπεγένετο κατὰ τὸ ἰσχίον. ὅτι μὲν οὖν τοῖς πολλοῖς οὔθ’ ἡ κρίσις οὔθ’ ἡ κατ’ ἀπόθεσιν ἀπόστασις ἐν τοῖς χρονίοις μάλιστα νοσήμασι γίγνεται, καὶ ἑτέρωθι τοῦδε τοῦ συγγράμματος παρ’ αὐτοῦ μεμαθηκότες ἐκ τοῦ καθόλου καὶ νῦν ἐκ τοῦ κατὰ μέρος τούτου μαρτυρούμενον ἕξομεν. διὰ δὲ τὸ πολλὴν εἶναι τὴν περιουσίαν τῶν ὠμῶν καὶ ψυχρῶν καὶ ἀπέπτων χυμῶν εἰς τὸ μέγιστον τῶν ἄρθρων τοῖς πολλοῖς ἀπέσκηψεν, ἀλλ’ οὐκ ἐκρίνοντο διὰ τὸ δύσπεπτον τῶν χυμῶν. εἰ δέ τινι καὶ ἔδοξε λωφῆσαι, ταχὺ πάλιν ὑπέστρεφε (τοῦτο γάρ ἐστι τὸ δηλούμενον ὑπὸ τοῦ ἀπολιπόντα) τὰ οἰδήματα, τῆς ἄνω φορᾶς γεγονυίας, ὑποστρέψαντα δὲ πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν † ἀνέσκαψε· καὶ γὰρ καὶ τοῦτο δηλοῦται πρὸς αὐτοῦ διὰ τοῦ φάναι· καὶ ταχὺ πάλιν ἐπικρατούμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν.
II 41 Ἔθνῃσκον δὲ ἐκ πάντων μέν, πλεῖστοι δὲ ἐκ τούτων, καὶ τούτων παιδία, ὅσα ἀπὸ γάλακτος ἤδη, καὶ πρεσβύτερα, ὀκταετέα καὶ δεκαετέα, καὶ ὅσα πρὸ ἥβης [ἦσαν].
Τῆς καταστάσεως ἐπικρατοῦν ἐσχηκυίας μάλιστα τὸ ὑγρὸν (ἐπὶ πλεῖστον γὰρ τοῦτο τοῦ κατὰ φύσιν ἐξετράπετο) τῆς τε κατὰ θερμότητα
καὶ ψυχρότητα συμμετρίας ἐπ’ ὀλίγον *** ὄντες ψυχροὶ καὶ ξηροί. *** δέδεικται γὰρ ἡμῖν ἑτοιμότερον πάσχειν ἔχοντα τὰ σώματα πρὸς ἐκείνων τῶν αἰτίων, ὅσα συγγενῆ ταῖς δυσκρασίαις αὐτῶν ἐστιν.
II 42 Μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐρρύσατο τῶν ὄντων ἐπὶ τοῖσι μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο ἀποστάσεις ἐγίνοντο.
Εἰρήκει καὶ πρόσθεν “στραγγουριώδη μέν, οὐ νεφριτικὰ” τούτοις γενέσθαι συμπτώματα καίπερ ἔχοντά τινα κοινωνίαν, “ἀλλ’ ἄλλα ἀντ’ ἄλλων”. καὶ ἡμεῖς ἔφαμεν ἐκκαθαιρομένου τοῦ σώματος ὅλου τὰ περιττώματα διὰ τῶν νεφρῶν τὴν στραγγουρίαν αὐτοῖς γενέσθαι, γενομένην μὲν καὶ ἄλλως, μάλιστα δὲ διὰ δριμύτητα τῶν συρρεόντων οὔρων, ἐφ’ ᾗ καὶ νῦν ἡ τῆς στραγγουρίας αἰτία συνέστη. μεμνῆσθαι δὲ χρὴ πάλιν, ὅτι καὶ νῦν ἀποστάσεις ἐπὶ στραγγουρίαν ἔφη γεγονέναι, καίτοι κατ’ ἔκρουν, οὐ κατ’ ἀπόθεσιν τῶν λυπούντων χυμῶν ἀποχωρησάντων ὅλου τοῦ σώματος. ὥσπερ γὰρ διὰ γαστρὸς πολλάκις ἐκκαθαίρεται τὸ σύμπαν σῶμα, οὕτω καὶ διὰ νεφρῶν καὶ κύστεως.
II 43 Ϲυνέπιπτε δὲ καὶ τὸ στραγγουριῶδες τῇσιν ἡλικίῃσι ταύτῃσι γίνεσθαι μάλιστα.
***
II 44 *** Χρόνια δὲ τούτοισι τὰ κατὰ τὴν στραγγουρίαν καὶ ἐπιπόνως.
Ἐξεκαθαίρετο μὲν ὅλον τὸ σῶμα διὰ τῆς στραγγουρίας. ταῦτα δ’ ἀναγκαῖον ἦν πάσχειν τὰ μόρια, δι’ ὧν ἡ ἔκκρισις ἐγίγνετο τῶν δριμέων χυμῶν, δηλονότι δακνόμενα καὶ τῷ συνεχεῖ τῆς ἀποκρίσεως ἐνοχλούμενα, διόπερ καὶ ἐπιπόνως εἶχον ἐν αὐτῇ τῇ διόδῳ τῶν οὔρων. χρόνῳ δ’ αὐτοῖς πλείονι τὰ τοιαῦτα συμπτώματα ἐγίνετο διὰ τὸ πλῆθος τῶν ἐκκαθαιρομένων περιττωμάτων.
II 45 Οὖρα δὲ τούτοισιν ᾔει πολλὰ παχέα, ποικίλα καὶ ἐρυθρά [ἐστιν], μειξόπυα μετ’ ὀδύνης.
Ταῦτα πάντα τοῦ παντὸς σώματος ἀποτιθεμένου τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐγένετο, διὸ καὶ πάντες ἐσώθησαν. ποικίλης δ’ οὔσης αὐτῆς, ὡς ἔμπροσθεν ἔφαμεν, (ἄλλο γὰρ ἄλλῳ τὸ πλεονάζον ἦν,) εἰκότως κἀν τοῖς οὔροις ἐγένετο ποικιλία, οὐχ ἅπασιν ὁμοίων γιγνομένων αὐτῶν, ἀλλὰ τοῖς μὲν τούτων, τοῖς δὲ τούτων.
II 46 Περιεγένοντο δὲ πάντες οὗτοι καὶ οὐδένα τούτων οἶδα ἀποθανόντα. ὅσα διὰ κινδύνων ...
Διὰ τί μὲν περιεγένοντο, προείρηται, ἐξεκαθάρθησαν δὲ διὰ τῶν οὔρων. τὸ δ’ ὅσα διὰ κινδύνων ἔστιν οἳ [ἔνιοι] τῆς ἐχομένης λέξεως προτάττουσιν, ἔνθα καὶ τὴν ἐξήγησιν αὐτοῦ ποιησόμεθα. † μετὰ τὴν δευτέραν κατάστασιν ***
II 47 Πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπέεσθαι.
Ἔνιοι δὴ τὸ πέρας τῆς προγεγραμμένης καταστάσεως ἀρχὴν ἐποιήσαντο τῆς νῦν προκειμένης διηγήσεως, ὡς ἔχειν αὐτὴν οὕτως· Ὅσα διὰ κινδύνων, πεπασμοὺς τῶν ἀπιόντων πάντασ
συμμέτρως θερμαίνοντα πάντα, τοῦτο μὲν ἐδέσματα καὶ πόματα, τοῦτο δὲ καταντλήματα καὶ καταπλάσματα, καὶ τρίψις δὲ μετρία καὶ λουτρὸν καὶ ἅτινα ἐκ τούτου τοῦ γένους ἐστίν. εἴρηται δ’ αὐτῶν πάντων ἡ κατὰ μέρος χρῆσις ἐν τοῖς Τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. οὐ μόνον δὲ πεπασμοὺς τῶν νοσημάτων σκοπεῖσθαι προσῆκον ἢ ποιεῖν αὐτούς (ἑκάτερον γὰρ ἀληθές), ἀλλὰ καὶ τὰς ἀποστάσεις τὰς κατ’ ἔκρουν, ὅπερ καὶ μάλιστα χρὴ σπουδάζειν, ἤτοι τὰς κατ’ ἀπόθεσιν εἰς ἀκυρότερα μέρη· δεύτερος γὰρ οὗτος σκοπὸς ἀποτυγχανομένου τοῦ κατ’ ἔκρουν. εἰ μὲν οὖν ἐπὶ γαστέρα ῥέποι τὰ περιττώματα ταῦτα, συνεργεῖν προσήκει κλύσμασί τε χρώμενον ἐπισπᾶσθαι δυναμένοις ἐνταῦθα καὶ τοῖς κατὰ τὴν δίαιταν πᾶσαν εἰς τοῦτο συντελοῦσιν, εἰ δ’ ἐπὶ νεφρούς, τοῖς οὐρητικοῖς, εἰ δὲ ἐπὶ κῶλον, ἐκεῖνο θερμαίνοντα διὰ τῶν δριμυτέρων φαρμάκων.
II 48 Πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν.
Ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην ἐνίους μὲν σκοπεῖσθαι τοὺς πεπασμοὺς ἀξιοῦν, ἐνίους δὲ καὶ ποιεῖσθαι καὶ γράφειν ἑκατέρους τὸ τέλος τῆς ῥήσεως διττῶς, ἐξηγουμένους τοὺς μὲν ἑτέρους αὐτοὺς προσήκειν σκοπεῖσθαι τοῖς ἰατροῖς, τοὺς δὲ ἑτέρους ποιεῖσθαι. χρησίμως δ’ ἔφην ἑκάτερον ἀσκεῖσθαι τοῖς ἰατροῖς, ὥστε, κἂν τὸ “σκοπεῖσθαι” γεγραμμένον ᾖ, πάντως ἀκολουθεῖν αὐτῷ καὶ τὸ ποιεῖσθαι. μιμητὴν γὰρ ἅμα καὶ ὑπηρέτην ὁ Ἱπποκράτης ἀξιοῖ τὸν ἰατρὸν εἶναι τῆς φύσεως. ὅτι μέντοι βέλτιόν ἐστι γράφειν ἐπὶ τῆς προτέρας ῥήσεως τὸ “σκοπεῖσθαι”, δῆλον ἐποίησε κατὰ τήνδ’ εἰπὼν τοὺς πεπασμοὺς σημαίνειν ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινήν. οὐδὲ γὰρ ἂν ἔφησε σημαίνουσιν, ἀλλὰ “ποιέουσιν”, εἰ συνεβούλευσε τοῖς ἰατροῖς αὐτοῖς ἐργάζεσθαι τοὺς πεπασμούς. ἀλλὰ τοῦτο μὲν ἐν οἷς θεραπεύει τὰ νοσήματα βιβλίοις συμβουλεύει. νῦν δὲ κατὰ τὴν τῶν Ἐπιδημιῶν πραγματείαν εἰς διαγνώσεις αὐτὸς καὶ προγνώσεις ἐπανατείνει, συνεμφαινομένης μὲν ἐν τῷ καθόλου καὶ τῆς θεραπευτικῆσ
ὁδοῦ, μὴ μέντοι λεγομένης. ὅτι δὲ συνεμφαίνεται δῆλον· εἰ γὰρ ἀξιοῖ τὰ καλῶς ὑπὸ τῆς φύσεως γινόμενα μιμεῖσθαι τὸν ἰατρόν, οἱ πεπασμοὶ δὲ ἔργον αὐτῆς εἰσιν, εὔδηλον ὅτι καὶ τάχος κρίσεως καὶ ἀσφάλειαν καὶ ὑγείαν δηλώσουσι, καὶ ἡμεῖς δὲ συνεργοῦντες αὐτοῖς ἐργασόμεθα πεπασμούς.
II 49 Ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἢ ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς.
Ὥσπερ οἱ πεπασμοὶ γίνονται τῆς φύσεως κρατούσης τῶν νοσωδῶν αἰτίων, οὕτω καὶ μὴ κρατούσης τὰ ἐναντία. τῷ μὲν οὖν ἐπὶ τῶν πεπασμῶν εἰρημένῳ “ταχυτῆτα κρίσεως” ἐναντίον ἐστὶ τὸ χρονίζειν τὰ νοσήματα, τῷ δ’ ἐπ’ ἐκείνοις “ἀσφάλειαν” ἀντίκειται τό τε [τῆς] ἀκρισίας καὶ τὸ [τοῦ] θανάτους καὶ τὸ τῶν αὐτῶν ὑποστροφάς, τῷ δ’ ἐπ’ ἐκείνοις ὑγιεινὴν κοινῇ μὲν σύμπαντα τὰ νῦν εἰρημένα, [καὶ] κατὰ μέρος δὲ τὸ πόνους. τὰ γὰρ ὑγιαίνοντα σώματα τὴν εἴτ’ ἀπονίαν εἴτ’ ἀνωδυνίαν εἴτ’ ἀοχλησίαν ἐθέλοις ὀνομάζειν, ἴδιον ἀχώριστον ἔχει. τὸ δὲ τῆς ἀκρισίας ὄνομα μέμνησθε δήπου λεγόμενον ὑπ’ αὐτοῦ διττῶς, ὡς ἤτοι μηδ’ ὅλως ἐσομένης κρίσεως ἢ μοχθηρᾶς ἐσομένης, κατ’ ἄμφω τε ταῦτα τὰ σημαινόμενα ταῖς ἀπεψίαις τῶν νοσημάτων ἀκολουθοῦσιν αἱ ἀκρισίαι. καὶ μέμνησθε δέ, ὡς ἡ ὅλη πέψις τοῦ νοσήματος ἐν τῇ τῶν χυμῶν ἀλλοιώσει γίνεται. διά τε γὰρ τῶν στερεῶν σωμάτων ἡ φύσις διατέταται δύναμις ἐκείνων οὖσα καὶ τὸ πέττεσθαι τοῖς χυμοῖς ὑπὸ τῶν στερεῶν ὑγιαινόντων γίνεται, ὡς, ὅταν γε καὶ αὐτὰ ταῦτα νοσῇ, καθ’ ἕξιν μὲν ἤδη τὸ νόσημα τοῦτο καὶ κίνδυνον ἔσχατον ἔστιν οἷς ἐπάγει. θεραπευθῆναι δ’ οὐ δύναται, πρὶν αὐτὰ τὰ στερεὰ σώματα τὴν οἰκείαν ἀνακτήσασθαι δύναμιν, ἥτις ἐν συμμετρίᾳ κεῖται θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. διὸ καί τις ἂν λέγοι τὴν ὑγείαν αὐτῶν τῶν στερεῶν σωμάτων ἐν τῇ τούτων συμμετρίᾳ τὴν ὕπαρξιν ἔχειν, ὡς μηδὲν διαφέρειν, ἢ εὐκρασίαν τῶν ὁμοιομερῶν φάναι σωμάτων εἶναι τὴν ὑγείαν ἢ συμμετρίαν τῶν στοιχείων, ἐξ ὧν γεγόναμεν. ὅπως δὲ χρὴ τὰς αὐτῶν
τῶν στερεῶν σωμάτων νόσους ἰάσασθαι, λέλεκται διὰ τῶν Τῆς θεραπευτικῆς μεθόδου βιβλίων. ἅπαντα δ’ ἐν πᾶσιν οὐκ ἐγχωρεῖ λέγειν· ἀρκεῖ γὰρ μόνον ἐνταῦθα τῶν παραπιπτόντων θεραπευτικῶν λογισμῶν ἐπισημαίνεσθαι τὰ κεφάλαια, καθάπερ ἐν τοῖς θεραπευτικοῖς τῶν διαγνωστικῶν. τὸ μὲν γὰρ ἴδιον ἑκάστης πραγματείας χρὴ τελέως διεξέρχεσθαι, τὸ δὲ παραπῖπτον ἐπισημαίνεσθαι διὰ κεφαλαίων.
II 50 Ὅ τι δὲ τουτέων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων.
Νῦν ἀναμιμνῄσκει τῆς προγνωστικῆς τέχνης καὶ ὧν ἐδίδαξεν ἐν τῷ Προγνωστικῷ συγγράμματι. τῶν γὰρ προειρημένων ἕκαστον γνωστέον ἐκ τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων καὶ ἡμεῖς ἐξηγησάμεθα διὰ [τῶν] τριῶν ὑπομνημάτων καὶ κατά γε τὸ τέλος δέδεικται τὰ τῶν Ἐπιδημιῶν ἑπόμενα τῷ Προγνωστικῷ. καὶ πρὸς τούτοις δέ, πρὸ τοῦ γραφῆναι τὰ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματα, διὰ τῶν Περὶ κρίσεων [ὧν] εἴρηντο προγνώσεις ὀλεθρίου καὶ ἐπιεικοῦς νοσήματος, αἵτινές τε προθεσμίαι τῶν κρίσεών εἰσιν ἐφ’ ἑκάστῳ καὶ τίνες μὲν ἀγαθαὶ κρίσεις, τίνες δὲ σφαλεραί, βίαιοί τε καὶ οὐ βίαιοι, περί τε τῶν ἄλλων ἁπάντων, [καὶ] ὅσα ταύτης ἔχεται τῆς θεωρίας.
II 51 Λέγειν τὰ προγενόμενα, γινώσκειν τὰ παρεόντα, προλέγειν τὰ ἐσόμενα.
Κἀν τῷ Προγνωστικῷ συγγράμματι κατ’ ἀρχὰς εὐθὺς εἶπε· “προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγενόμενα καὶ τὰ μέλλοντα ἔσεσθαι”, ὡς περὶ τοὺς τρεῖς χρόνους καταγιγνομένης τῆς προγνώσεως. καὶ ὅπως χρὴ τοῦτο διαπράττεσθαι, διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων εἴρηται.
II 52 Μελετᾶν ταῦτα.
Ἐνταῦθα νῦν τὸ μελετᾶν ἀντὶ τοῦ ἀσκεῖν εἶπεν, ἐν ἄλλοις δὲ πολλάκις τὴν ἐπιμέλειαν ὀνομάζει μελέτην.
II 53 Ἀσκεῖν περὶ δύο τὰ νοσήματα, ὠφελέειν ἢ μὴ βλάπτειν.
Ἐγὼ τοῦτο μικρὸν ᾤμην ποτὲ καὶ οὐκ ἄξιον Ἱπποκράτους. ἅπασι γὰρ ἀνθρώποις ὑπάρχειν πρόδηλον ἐνόμιζον, ὡς χρὴ τὸν ἰατρὸν στοχάζεσθαι μὲν μάλιστα τῆς ὠφελείας τῶν καμνόντων, εἰ δὲ μή, ἀλλὰ τοῦ μὴ βλάπτειν αὐτούς. ἐπεὶ δὲ πολλοὺς τῶν ἐνδόξων ἰατρῶν ἐθεασάμην ἐγκληθέντας δικαίως ἐφ’ οἷς ἔπραξαν ἢ φλεβοτομήσαντες ἢ λούσαντες ἢ φάρμακόν τι δόντες ἢ οἶνον ἢ ὕδωρ ψυχρόν, ἐνενόησα τάχα μέν τι καὶ αὐτῷ τῷ Ἱπποκράτει συμβῆναι [τὸ] τοιοῦτον, ἐξ ἀνάγκης δ’ οὖν πολλοῖς καὶ ἄλλοις τῶν κατ’ αὐτὸν ἰατρῶν, ἐξ ἐκείνου τε περὶ παντὸς ἐποιησάμην, εἴ ποτέ τι τῷ κάμνοντι μέγα προσφέροιμι βοήθημα, προδιασκέπτεσθαι παρ’ ἑαυτῷ, μὴ μόνον ὅσον ὠφελήσω τοῦ σκοποῦ τυχών, ἀλλὰ καὶ ὅσον βλάψω ἀποτυχών. οὐδὲν οὖν οὐδεπώποτ’ ἔπραξα, μὴ πειραθεὶς ἐμαυτοῦ πρότερον περὶ τὸ, ἐὰν ἀποτύχω τοῦ σκοποῦ, μηδὲν βλάψαι τὸν νοσοῦντα. τινὲς δὲ τῶν ἰατρῶν ὁμοίως τοῖς τοὺς κύβους ἀναρρίπτουσιν εἰώθασιν ἐπὶ τῶν καμνόντων βοηθήματα προσφέρειν, ὧν ἡ ἀποτυχία μεγίστην ἐπιφέρει βλάβην τοῖς νοσοῦσιν. τοῖς μὲν οὖν μανθάνουσι τὴν τέχνην οἶδ’ ὅτι δόξει, καθάπερ μοί ποτε, τὸ ὠφελέειν ἢ μὴ βλάπτειν οὐκ ἄξιον πρὸς Ἱπποκράτους γεγράφθαι † πρώτου, τοῖς δ’ ἰατρεύουσιν ἤδη σαφῶς οἶδα τὴν δύναμιν αὐτοῦ φανησομένην. ἐὰν δὲ καὶ διὰ προπετῆ χρῆσιν ἐνίοτε βοηθήματος ἰσχυροῦ συμβῇ τὸν κάμνοντα διαφθαρῆναι, μάλιστα νοήσουσιν οὗ νῦν ὁ Ἱπποκράτης παρῄνεσε τὴν δύναμιν.
II 54 Ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα, ὁ νοσέων, ὁ ἰητρός· ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης. ἐναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ τοῦ ἰητροῦ χρή.
Τρία πάντ’ εἶναί φησι, περὶ ὧν καὶ δι’ ὧν ἡ θεραπεία περαίνεται, πρῶτον μὲν τὸ νόσημα, εἶθ’ ὁ ἰατρός, ἀνταγωνιζομένων ἀλλήλοις καί, ὡς ἄν τις εἴποι, διαμαχομένων τε καὶ πολεμούντων τοῦ τε ἰατροῦ καὶ τοῦ νοσήματος. ὁ μὲν γὰρ ἰατρὸς ἀνελεῖν ἐπιχειρεῖ τὸ νόσημα, τῷ δὲ τὸ μὴ νικηθῆναι πρόκειται. τρίτος δ’ ἐπ’ αὐτοῖς ὁ κάμνων ἐστίν, ἐὰν μὲν πείθηται τῷ ἰατρῷ καὶ τὰ προσταττόμενα
πράττῃ, συναγωνιστὴς γενόμενος αὐτῷ καὶ πολεμῶν τῷ νοσήματι, ἐὰν δ’ ἀποστὰς αὐτοῦ τὰ κελευόμενα πρὸς τοῦ νοσήματος ποιῇ, κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἰατρόν, ἕνα μὲν ὅτι τοῦτον μόνον εἴασεν, ὄντα πρότερον διττόν, δεύτερον δέ, ὅτι τὸν ἕτερον εὖ ἐποίησεν, ὄντα πρότερον ἕνα. ἰσχυροτέρους δ’ ἀναγκαῖον εἶναι τοὺς δύο τοῦ ἑνός. εὔδηλον δὲ ὅτι τὰ κελευόμενα πρὸς τοῦ νοσήματος ὁ κάμνων πράττει, καταλιπὼν τὸν ἰατρόν, ὅταν ὁ μὲν ἰατρὸς αὐτὸν ἀπέχεσθαι κελεύῃ ψυχρᾶς πόσεως, ὁ δὲ ὑπὸ τοῦ πυρετοῦ διακαιόμενος ἀναπείθηται πρὸς αὐτοῦ πιεῖν. οὕτως δ’ εἰ καὶ λούοιτο καὶ προσφέροιτο οἶνον ἤ τι τοιοῦτον ἕτερον, ὧν ὁ ἰατρὸς ἀπαγορεύει μὴ ποιεῖν, αὐξήσει δηλονότι τὸ νόσημα, πράττων ἃ φίλον ἐκείνῳ, προδώσει δὲ τὸν ἰατρόν, ἃ μὴ βούλεται ποιῶν. ἐν πολλοῖς μὲν οὖν τῶν ἀντιγράφων γέγραπται· ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης, ἔν τισι δ’ οὐ τῆς τέχνης, ἀλλὰ τῆς φύσεως γέγραπται. διαφέρει δ’ οὐδὲν πρὸς τὴν ὅλην τοῦ λόγου διάνοιαν.
II 55 Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη σὺν πυρετοῖς καὶ ἄνευ πυρετῶν.
Τοῦτο προγράμματος ἔχει δύναμιν ἐπαγγελλομένου τοῦ Ἱπποκράτους, πῇ τελευτᾶν εἴωθε τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη καὶ ἅστινας ἔχει διαφοράς, [ἐπαγγελλομένου] ἑξῆς ἐρεῖν. καὶ τοίνυν προσέχωμεν αὐτῷ τοῦτο ποιοῦντι διὰ τῶν εἰρησομένων.
II 56 Φρενιτικοῖσι μὲν σπασμοί, καὶ ἰώδεα ἐπανεμέουσι καὶ ἔνιοι ταχυθάνατοι τουτέων.
Ϲπασμοί, φησι, γίνονται τοῖς φρενιτικοῖς, “τῶν περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγημάτων παραμενόντων καὶ βαρῶν”, ἀλλὰ καὶ ἰώδη ἐμέουσιν. ἐδείχθη δὲ ἡμῖν τὰ τοιαῦτα πάντα διαχωρήματά τε καὶ ἐμέσματα τῆς ξανθῆς χολῆς κατωπτημένης γινόμενα, διὸ καὶ τούτοις ἐφεξῆς ἐρεῖ, ὅτι ταχυθάνατοι ἔνιοι
γίνονται, τουτέστιν εὐθέως ἐπὶ τοῖς ἐμεθεῖσιν ἀποθνῄσκουσιν, ὡς ἂν ἐν τοῖς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας χωρίοις τῆς φρενίτιδος συνισταμένης ἐπὶ τῇ ξανθῇ χολῇ. θαυμαστὸν οὖν οὐδὲν ὑπερξηρανθέντων τῶν μορίων τούτων γενέσθαι τοὺς σπασμούς. ἔνιοι μὲν οὖν ἅμα τῷ σπασθῆναί τε καὶ ἰώδη ἐμέσαι παραχρῆμα διεφθάρησαν, ἔνιοι δὲ διὰ ῥώμην δυνάμεως ἐπέζησαν ἡμέραν ἢ δύο ἢ τρεῖς, ἔστιν ὅτε πέντε.
II 57 Ἐν καύσοισι δὲ καὶ τοῖσιν ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα [τὰ] περὶ τὰς ὄψιας [ἢ] καὶ ὑποχονδρίου ξύντασις οὐ μετ’ ὀδύνης ἐγγίνεται, τούτοισιν αἱμορραγέει διὰ ῥινός.
Εἴρηταί μοι κατὰ τὴν ἐξήγησιν τοῦ Προγνωστικοῦ περὶ τῶν οὕτω γινομένων αἱμορραγιῶν, ἐκείνην ἐξηγουμένῳ τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· “οἷσι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνηται ἢ μαρμαρυγαὶ προφαίνωνται, ἀντὶ δὲ τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνηταί τι μήτε σὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα διὰ ῥινῶν ῥυῆναι τούτοισι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου.” καὶ ὅτι τελεώτερον ἐκεῖ περὶ τούτων ἔγραψεν, εἰ παραβάλλοις ἀλλήλαις τὰς ῥήσεις, ἐναργῶς μαθήσῃ. τοσοῦτον οὖν με μόνον ἐνταῦθα προσθεῖναι δεήσει διὰ τοὺς περὶ τὸν Καπίτωνα γράψαντας ἐν τῇ προκειμένῃ ῥήσει· καὶ ὑποχονδρίου ξύντασις μετ’ ὀδύνης. οὐκ ὀρθῶς γὰρ ἀφεῖλον τὴν ἀπόφασιν, τὴν οὐ, διά τε τὸ ἀληθὲς αὐτὸ καὶ ὅτι κατὰ τὸ Προγνωστικὸν ὑφ’ Ἱπποκράτους εἴρηται· “ὅταν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἀριστερὰ συντείνηταί τι μήτε σὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν ῥυῆναι τούτοις προσδόκιμον [ἐστὶ] ἀντὶ τοῦ ἐμέτου.” τῆς γὰρ ἐπὶ τὴν κεφαλὴν
ῥοπῆς τῶν χυμῶν σημεῖόν ἐστιν ἡ τοῦ ὑποχονδρίου σύντασις χωρὶς ὀδύνης γινομένη. ὥστ’, ἐάν γε μετ’ ὀδύνης ᾖ, τῇ τῶν σπλάγχνων ἀκολουθεῖ φλεγμονῇ, ὅταν δὲ τῆς περὶ τὴν κεφαλὴν θερμασίας ἑλκούσης ἄνω τὸ αἷμα καὶ τοῦ ἥπατος ὠθοῦντος ἡ σύντασις γίγνηται, τὴν αἱμορραγίαν προσδέχεσθαι χρή.
II 58 Οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα. [τὸ πολὺ δὲ παιδίοισι.]
Καὶ τοῦτον τὸν λόγον ἐν τῷ Προγνωστικῷ διὰ τῆσδε τῆς ῥήσεως ἐδίδαξεν· “ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ κεφαλὴν ἀλγεῖν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν γίνεσθαι ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος ἐπιλάβῃ καὶ τὰ κάτω τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ὁ ἔμετος παρέσται. ἢν δέ τι καὶ πίῃ καὶ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέως ἐμέεται. τούτων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρᾳ, τεταρταῖοι πιεζοῦνται μᾶλλον καὶ πεμπταῖοι, ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλεῖστοι αὐτῶν ἄρχονται μὲν πονέεσθαι τριταῖοι, πιέζονται δὲ πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ’ ἐναταῖοι ἢ ἑνδεκαταῖοι. οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ τὰ ἄλλα κατὰ λόγον αὐτοῖσι τῶν πρόσθεν γίνηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην ἀπαλλάσσονται. γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖς τριταίοις μάλιστα, τοῖσι δὲ νεωτέροισι γίνεται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ τοῖς συνεχεστέροισι πυρετοῖς καὶ τοῖσι γνησίοισι τριταίοισιν.” αὕτη περὶ τῶν αὐτῶν, ὧν νῦν διέρχεται, ἡ ῥῆσις ἐν τῷ Προγνωστικῷ γέγραπται καὶ αὐτὴν ἐξηγησάμεθα κατὰ τὸ τρίτον τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ἡμῖν γεγραμμένων ὑπομνημάτων, ὥστ’ οὐδὲν ἡμᾶς δεῖ πάλιν περὶ τῶν αὐτῶν ἐνταῦθα λέγειν, ὁρῶντας ἀκριβέστερον
ἐν τῷ Προγνωστικῷ γεγραμμένον ὅλον τὸν λόγον. εἰ δέ τι περιττότερον ἐν τούτῳ τῷ βιβλίῳ πρόσκειται, τοῦτο διὰ τῶν ἑξῆς ῥήσεων ἐξηγήσομαι, μεμνημένων ἡμῶν, ὅτι τὸ μὲν κυρίως ὀνομαζόμενον ἐξηγεῖσθαι κατὰ τὰς ἀσαφεῖς γίνεται λέξεις, ἤδη δὲ διὰ τὸ τῶν ἐξηγητῶν ἔθος καταχρώμενοι καὶ τὰς αἰτιολογίας τῶν σαφῶς εἰρημένων ἐξηγήσεις ὀνομάζομεν, ὅπερ καὶ νῦν ἡμεῖς ποιοῦμεν ἑπόμενοι τῇ κρατούσῃ συνηθείᾳ. τὴν γὰρ λέξιν αὐτὴν οὖσαν σαφῆ καὶ μηδεμιᾶς ἐξηγήσεως δεομένην προφερόμενοι, τῶν ὑπ’ αὐτῆς δηλουμένων σαφῶς τὰς αἰτίας ἐπιχειροῦμεν λέγειν.
II 59 [ὡς] Τὸ πολὺ δὲ παιδίοισιν· ἐν τοῖσι τοιούτοισιν οἱ σπασμοὶ μάλιστα.
Τὰ παιδία διὰ τὴν ἀσθένειάν τε ἅμα καὶ μαλακότητα τοῦ νευρώδους γένους ἑτοιμότατα πρὸς τοὺς σπασμούς ἐστιν.
II 60 Γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι.
Καὶ τὰ προειρημένα πάντα γίνεται ταῖς γυναιξίν, ὡς καὶ τοῖς ἄρρεσι, καθόσον ἄνθρωποί τέ εἰσι καὶ πάντα ἔχουσι ταὐτὰ τοῖς ἄρρεσι μόρια. καθόσον δ’ αὐταῖς ἐξαίρετον ὑπάρχει μόριον ἡ μήτρα, κατὰ τοῦτο καὶ τοῖς ἐκείνης ἁλίσκονται νοσήμασι καὶ μάλιστ’ ἐφ’ ὧν τῷ στομάχῳ συμπάσχει.
II 61 Πρεσβυτέροισι δὲ καὶ ὅσοις ἤδη τὸ θερμὸν κρατέεται, [καὶ] παραπληγικὰ ἢ μανικὰ ἢ στερήσιες ὀφθαλμῶν.
Ὁ λόγος ἦν αὐτῷ περὶ τῶν βαρυνομένων τε ἅμα τὴν κεφαλὴν καὶ καρδιωσσόντων καὶ ἀσσωμένων, οὓς ἐπανεμεῖν ἔφη χολώδη καὶ φλεγματώδη, καὶ μάλιστα εἰ παιδία εἶεν, ἐν οἷς καὶ σπασμοὺς γίνεσθαι μᾶλλον ἢ τοῖς τελείοις. ἀλλὰ καὶ γυναιξὶν ἔφη καὶ ταῦτα καὶ ἀπὸ ὑστερῶν πόνους συμβαίνειν. ἐφεξῆς οὖν φησι τοῖς πρεσβυτέροις παραπληξίας τε γίνεσθαι καὶ μανίας καὶ στερήσεις ὀφθαλμῶν, προσέθηκε δὲ τῷ λόγῳ τὸ οἷσιν ἤδη τὸ θερμὸν
κρατέεται, τὴν αἰτίαν ἐνδεικνύμενος, δι’ ἣν ταῦτα γίνεται. παραπληγίας μὲν καλεῖ τὰς ἐξ ἀποπληξίας εἴς τι μόριον κατασκηπτούσας παραλύσεις, μανίας δὲ τὰς ἄνευ πυρετοῦ παραφροσύνας. εἴωθε δὲ ταῦτα γίνεσθαι τοῖς πρεσβυτέροις διὰ τὴν ἀσθένειαν τῆς φύσεως, ἀδυνατούσης ἐκκρῖναι δι’ ἐμέτων ἢ αἱμορραγίας τὸ περὶ τὴν κεφαλὴν ἠθροισμένον πλῆθος, ἐφ’ ᾧ καὶ στερήσεις ὀφθαλμῶν ἐνίοτε γίγνονται κατασκήπτοντι τούτοις.
[Τρίτη κατάστασις.]
II 62 Ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ’ ἀρκτούρῳ ὕδατα πολλὰ μεγάλα ἐν βορείοισι. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληιάδος νότια ὕδατα σμικρὰ ὀλίγα, χειμὼν βόρειος, αὐχμοί, ψύχεα, πνεύματα μεγάλα, χιόνες. περὶ δ’ ἰσημερίην χειμῶνες μέγιστοι. ἔαρ βόρειον, αὐχμοί, ὕδατα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλεόνασεν. μετὰ δὲ κύνα μέχρις ἀρκτούρου θέρος θερμόν· καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο· ἐτησίαι ἔπνευσαν. περὶ δὲ ἀρκτοῦρον ὕσματα νότια μέχρι ἰσημερίης.
Ἐν δὲ τῇ καταστάσει ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖσιν ἐγίνοντο, καὶ τινὲς αὐτῶν ἔθνῃσκον διὰ ταχέων· καὶ γὰρ ἄλλως τὸ νόσημα ἐπιδήμιον ἦν· τὰ δ’ ἄλλα διετέλεον ἄνοσοι.
Ψυχρὰ καὶ ξηρὰ κατάστασίς ἐστιν, [δι’] ἣν διηγεῖται, καί τι καὶ ἀνώμαλον ἔχουσα. κατὰ πάντ’ οὖν ταῦτα φθινοπώρῳ παραπλήσιος οὖσα καὶ τὰ νοσήματα τοιαῦτα ἔσχεν, οἷα μάλιστα πλεονάζειν εἴωθε φθινοπώρῳ. ὅτι μὲν οὖν ἀνώμαλος ἐγένετο, δῆλον ἐκ τῶνδε· περὶ γὰρ ἀρκτοῦρον ἐπιτέλλοντα μετὰ βορείων πνευμάτων ὑετοὺς μεγάλους γενέσθαι φησίν, ἀκολουθῆσαι δὲ τὸ φθινόπωρον ὅλον ἐναντίον τῇδε τῇ καταστάσει, ἀντὶ μὲν βορείου νότιον γενόμενον, ἀντὶ δὲ ἐπομβρίου βραχέα σχὸν ὕδατα. πάλιν δὲ τὸν χειμῶνα βόρειόν τε καὶ ξηρὸν εἶναι, εἶτα καὶ τὸ ἔαρ ὅλον καὶ τὸ θέροσ
ἄχρι κυνὸς ἐπιτολῆς, ὥστε πρόδηλον μέν ἐστιν ἱκανῶς ἐπικρατῆσαι ἐν τῇ καταστάσει τὸ ξηρὸν καὶ τὸ ψυχρόν. ἐδείχθη δὲ καὶ ἀνώμαλα τὰ πρῶτα αὐτῆς μέχρι χειμῶνος, εἶτα μετὰ κύνα πάλιν ἐκ τῶν βορείων καὶ ψυχρῶν ἐξαίφνης γενέσθαι φησὶ καύματα μεγάλα καὶ βίαια καὶ μετὰ ταῦτα πάλιν ὕδατα νότια. δῆλον οὖν ὅτι καὶ τὸ τέλος τῆς ὅλης καταστάσεως τὸ μετὰ κύνα σφοδρῶς ἀνώμαλον ἐγένετο. διηγεῖται τοιγαροῦν ἐφεξῆς τὰ τότε γενόμενα νοσήματα σαφῶς ἅπαντα, μηδεμιᾶς λέξεως ἀσαφοῦς περιεχομένης, ὅτι μὴ σπανίως. ἀλλ’ ἐπεὶ καὶ τὰς αἰτίας τῶν γενομένων νοσημάτων προεθέμεθα λέγειν, ἐκείνας δεήσει προστιθέναι ταῖς ῥήσεσιν αὐτοῦ, τὰς λέξεις δὲ αὐτὰς διὰ κεφαλαίων συντέμνειν, αἷς ἀκολουθήσουσιν οἱ προμεμνημένοι τῶν τε κατὰ τὸ πρῶτον βιβλίον εἰρημένων καὶ τῶν ἔμπροσθεν ἐν τούτῳ. παραπληγίας μὲν οὖν φησιν ἐν τῷ χειμῶνι γενέσθαι, τῆς κεφαλῆς δηλονότι πληγείσης ὑπὸ τῶν ἐν αὐτῷ γενομένων ψυχρῶν πνευμάτων, καὶ μάλιστα ὅτι τὸ φθινόπωρον ὅλον νότιον γενόμενον ἐθέρμηνέ τε καὶ ἠραίωσεν αὐτὴν ἅμα τῷ πληρῶσαι. ἡ γὰρ οὕτω προδιακειμένη πλεῖστα πάσχει κατὰ τὰ ψυχρὰ καὶ βόρεια πνεύματα. οὐ μὴν ἄλλο γέ τι νόσημα τὸν χειμῶνα παρελύπει, διότι ξηρὸς ἦν. εἴρηται δὲ καὶ κατὰ τοὺς Ἀφορισμοὺς τοὺς αὐχμοὺς τῶν ἐπομβριῶν ὑγιεινοτέρους εἶναι. κατὰ μέντοι ταύτην τὴν κατάστασίν τινες διὰ τὰς παραπληγίας ἀπέθνῃσκον, αὐτοῦ τοῦ Ἱπποκράτους εἰπόντος· καὶ γὰρ ἄλλως τὸ νόσημα ἐπιδήμιον ἦν, τουτέστιν ἐν ἴσῳ τῶν ξενιζόντων διὰ τὴν παρὰ τὸ σύνηθες γενομένην παραπληγίαν. ἡ γάρ τοι συνήθως γινομένη κατασκήπτει μὲν εἰς μέρους παράλυσιν, οὐ μὴν [ἀλλ’] ἀναιρεῖ γε τὸν ἄνθρωπον. ἀλλ’ ἡ κατὰ τὴν προκειμένην κατάστασιν ἐπιδημήσασα παραπληγία θανατώδης ἦν, ἅτε κατεψυγμένης ἱκανῶς τῆς κεφαλῆς.
II 63 Πρωῒ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καὶ διετέλεον ἀπ’ ἰσημερίης ἄχρι [πρὸς τὸ] θέρους. ὅσοι μὲν οὖν ἦρος καὶ θέρους ἀρχομένου αὐτίκα νοσεῖν
ἤρξαντο, οἱ πλεῖστοι διεσῴζοντο, ὀλίγοι δέ τινες ἔθνῃσκον.
Δῆλόν ἐστιν, ὡς οὐκ αὐτῶν ἕκαστον τῶν ἀρξαμένων καύσων πρωῒ τοῦ ἦρος ἄχρι θέρους ἐκταθῆναί φησιν, ἀλλὰ τὴν ἐπιδημίαν αὐτῶν τῶν γενομένων· ἐν ἅπαντι χρόνῳ συμβῆναι, ποτὲ μὲν ἄλλῳ δηλονότι χρόνῳ, ποτὲ δ’ ἄλλῳ τῶν Θασίων ἁλισκομένων τῷ τοιούτῳ πυρετῷ. γέγραπται δ’ οὐχ ὡσαύτως ἐν ἅπασι τοῖς ἀντιγράφοις ἡ ῥῆσις, ἀλλ’ ἔγωγε τὴν ἀρίστην γραφὴν εἱλόμην. κατὰ μὲν τὴν ἑξῆς ῥῆσιν ἐδήλωσεν, ὅτι καὶ διὰ τοῦ θέρους ὅλου παρέμενεν ἡ γένεσις τῶν καύσων, καὶ ὡς ἐν ἅπαντι μὲν καιρῷ τούτῳ μέτριοι καὶ οὐ θανατώδεις ἦσαν, ἐν ἀρχῇ δὲ τοῦ φθινοπώρου πολλοὶ τῶν ἁλισκομένων αὐτοῖς ἀπώλοντο. τὸ μὲν οὖν ἄχρι πολλοῦ τοὺς καύσους ἐπιεικεῖς γενέσθαι λόγον ἔχειν εἰκότα φαίνεται· μέτριοι γὰρ ἐγίνοντο, καθάπερ οἱ ἐν τῇ πρὸ ταύτης καταστάσει, καὶ οὐκ ἀκριβεῖς, ὡς ἂν οὔθ’ ὑπὸ θερμῆς ἀκριβῶς καὶ ξηρᾶς καταστάσεως ἀποτελεσθέντες οὔτε μὴν πάσαις ἐπισυμβάντες κράσεσιν, ἀλλὰ μόνον ταῖς τὸ χολῶδες ἠθροικέναι φθανούσαις. τὸ δ’ ὅλως γενέσθαι καύσους τηνικαῦτα τὴν τῆς αἰτίας εὕρεσιν οὐκ ἔχει σαφῆ διὰ τὸ μηδ’ ὅλως μνημονεῦσαι τὸν Ἱπποκράτην τοῦ προηγησαμένου θέρους, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς τοῦ φθινοπώρου τὴν ἀρχὴν τῆς διηγήσεως ποιήσασθαι, καὶ πολύ γε χαλεπωτέραν, ὅτι πιθανὸν ἂν εἴη τὸ θέρος ἐκεῖνο τὴν κατὰ φύσιν ἑαυτοῦ φυλάξαι κρᾶσιν, ἢ πάντως, εἰ τῆς κατὰ φύσιν ἐξετράπετο κατά τι, διηγήσατ’ ἂν ὁ Ἱπποκράτης αὐτοῦ τὴν κατάστασιν. ἴσως οὖν θερμότερον ἐγένετο καὶ ξηρότερον, οὐ πάνυ πολλῷ τοῦ κατὰ φύσιν ἐξηλλαγμένον, ὅθεν οὐδὲ ἠξίωσεν αὐτὸ γράφειν ὡς ἤδη παρὰ φύσιν ἔχον. ἀλλ’ ὅμως, ἐπειδὴ κατὰ τὸ θέρος, ἐὰν κατὰ φύσιν ἔχειν συμβαίνῃ, τὸν πικρόχολον χυμὸν ἀνάγκη πλείονα γίνεσθαι, διὰ τοῦτο καὶ τότε πλείων ὢν οὗτος οὐ μόνον τοῦ εἰωθότος, ἀλλ’ ἔτι καὶ μᾶλλον ἐν ἐκείνῳ τῷ θέρει γενόμενος ὑπὸ τοῦ μετὰ ταῦτα ἐπιγενομένου κρύους ἔνδον ἐφυλάχθη μὴ διαπνευσθεὶς μηδὲ διαφορηθείς, ἐπὶ πλέον δ’ ἐμφωλεύσας τῷ χρόνῳ καὶ διασαπεὶς τοὺς καύσους ἤνεγκεν.
II 64 Ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑδάτων γινομένων θανατώδεες ἦσαν καὶ πλείους ἀπώλλυντο.
Ἀναμνησθῶμεν ὡς κατὰ τὸ τέλος τῆς ὅλης διηγήσεως, ἣν ἐποιήσατο περὶ τῆς καταστάσεως, [ἧς] ἔγραψεν· “περὶ δὲ ἀρκτοῦρον ὕσματα νότια μέχρι ἰσημερίης [ἦρος]”. εἰρήκει δὲ καὶ περὶ τοῦ μετὰ κυνὸς ἐπιτολὴν χρόνου μέχρις ἀρκτούρου κατὰ λέξιν οὕτως· “μετὰ δὲ κύνα μέχρις ἀρκτούρου θέρος θερμόν, καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο”. πρόδηλον οὖν ὅτι χολοποιὸς ἡ τοιαύτη κατάστασις ἐγένετο, ὥστ’ εἰκότως ὑδάτων νοτίων διαδεξαμένων αὐτὴν οἱ καῦσοι πλείους τε καὶ θανατώδεις ἐγίγνοντο, τοῦ νότου πεφυκότος διαλύειν τε τὰ σώματα καὶ χεῖν τοὺς χυμοὺς καὶ μέντοι καὶ σήπειν [ἅμα], ὅταν ἅμα πλείοσιν ὑετοῖς γένηται.
II 65 Ἦν δὲ τῶν καύσων τὰ παθήματα, οἷσι μὲν καλῶς καὶ δαψιλῶς διὰ ῥινῶν αἱμορραγήσαι, [καὶ] διὰ τούτου μάλιστα σῴζεσθαι, καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμορραγήσαι, ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. [ἐν] Φιλίσκῳ γὰρ καὶ Ἐπαμείνονι καὶ Ϲιληνῷ τεταρταίοισι καὶ πεμπταίοισι σμικρὸν ἀπὸ ῥινῶν ἔσταξε καὶ ἀπέθανον.
Καὶ ἄλλως μὲν ἴδιόν ἐστι καύσων πυρετῶν αἱμορραγίαις ταῖς ἐκ ῥινῶν ὡς τὰ πολλὰ κρίνεσθαι, καὶ τότε πλείους αἱμορραγῆσαί φησιν. καὶ μέντοι καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα πάντα τῶν κατὰ μέρος γεγενημένων ἑκάστοις ἓν ἔχει τοῦτο τὸ κεφάλαιον· “ὅσοις μὲν αἱμορραγίαι τελέως ἐγίνοντο, σωθῆναι τούτους, οἷς δ’ ἐλλιπῶς ἢ οὐδ’ ὅλως ἦν στάξις αἵματος ἐκ ῥινῶν, μόνους διαφθαρῆναι τούτους, ἐν ἄλλοις δέ τισι φυσικῶν ἄλλων ἐκκρίσεων ἤτοι [τῶν] διὰ γαστρὸς ἢ δι’ οὔρων γενομένων τούτους μετὰ πολὺν χρόνον μόγις σωθῆναι.”
II 66 Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσούντων περὶ κρίσιν ἐρρίγουν καὶ μάλιστα οἷσι μὴ αἱμορραγίαι· ἐπερρίγουν δὲ καὶ οὗτοι καὶ ἐφίδρουν.
Ἐν τοῖς Περὶ ῥίγους λόγοις ἐδείχθη διὰ τὸν πικρόχολον χυμὸν ὁρμὴν ἔχοντα φέρεσθαι διὰ τῶν αἰσθητικῶν καὶ σαρκωδῶν σωμάτων ἐπὶ τὴν ἔκκρισιν ἕπεσθαι τὸ ῥῖγος. ἐδείχθη δὲ καὶ ὅτι τῇ κινήσει ταύτῃ κατὰ λόγον ἐστὶν ἀκολουθεῖν ἱδρῶτας, ἐνίοτε δὲ καὶ χολώδεις ἐμέτους καὶ κάτω διαχωρήσεις.
II 67 Ἔστι δ’ οἷσιν ἴκτεροι ἑκταίοισιν, ἀλλὰ τούτοις ἢ κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλει ἢ δαψιλὴς αἱμορραγία, οἷον Ἡρακλείδῃ, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει, καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμορράγησε καὶ ἡ κοιλία ἐπεταράχθη καὶ κατὰ κύστιν ἐκαθήρατο· ἐκρίθη δὲ εἰκοσταῖος· οὐχ οἷον ὁ Φαναγόρεω οἰκέτης, ᾧ οὐδὲν τούτων ἐγένετο· ἀπέθανεν.
Οἷς οὐκ ἠδυνήθη τὴν χολὴν ἡ φύσις ἐκκρῖναι, τούτοις ἀθροισθεῖσα κατὰ τὸ δέρμα τοὺς ἰκτέρους εἰργάσατο. μοχθηρὸν δὲ τὸ πρὸ τῆς ἑβδόμης αὐτοὺς γενέσθαι, καθότι κἀν τοῖς Ἀφορισμοῖς εἴρηται. καὶ τούτων δ’ αὐτῶν ἐκεῖνοι μόνοι ἐσώθησαν, ὅσοις [ἂν] ἡ φύσις ἠδυνήθη δι’ ἑτέρου τρόπου τὴν περιουσίαν ἐκκρῖναι. τριῶν δὲ τούτων ἐμνημόνευσεν, ἐκκρίσεως οὔρων, γαστρὸς ἐκταράξεως καὶ αἱμορραγίας. ἐνίοις δὲ καὶ ταῦτα πάντα γενέσθαι φησίν, ὥσπερ τῷ Ἡρακλείδῃ, καὶ κριθῆναι τοῦτον εἰκοσταῖον.
II 68 Ἡιμορράγει δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ τοῖσι μειρακίοισι καὶ ἀκμάζουσι, καὶ ἔθνῃσκον πλεῖστοι τούτων, οἷς μὴ αἱμορραγήσαι. πρεσβυτέροισι
δὲ ἐς ἰκτέρους ἢ κοιλίαι ταραχώδεες ἢ δυσεντεριώδεες, οἷον Βίωνι τῷ παρὰ Ϲιληνῷ κατακειμένῳ. ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος, καί τισι καὶ τῶν διανοσησάντων, οἷσι καὶ αἱμορραγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησεν, οἷον τῷ Ἐράτωνος παιδὶ καὶ Μύλλῳ πολλῆς αἱμορραγίης γενομένης ἐς δυσεντεριώδεα κατέστη, καὶ περιεγένοντο.
Μειρακίοις μὲν ὅτι κατὰ λόγον ᾑμορράγει πρόδηλον, ἐφεξῆς δ’ αὐτῶν καὶ τοῖς ἀκμάζουσι· τοῖς δὲ τούτων πρεσβυτέροις, ἀσθενεστέρας γε τῆς δυνάμεως οὔσης καὶ τῆς ἐμφύτου θερμασίας ἐλάττονος, εἰς ἰκτέρους μᾶλλον ἡ ἀπόθεσις ἐγένετο τῆς πλεοναζούσης χολῆς. ἐγένετο δ’ ἐνίοις καὶ διὰ γαστρὸς ἔκκρισις ταραχώδης ἢ δυσεντεριώδης, οἷς ἐντεῦθεν ἔρρευσε τὸ περιττὸν εἰς τὴν κοιλίαν. ἐκ τούτων οὖν τῶν νῦν λεγομένων τε καὶ τῶν προειρημένων καὶ μέντοι καὶ τῶν ἑξῆς εἰρησομένων οὐκ ἄδηλον ἔσται σοι τὰς ἐν τοῖς καύσοις αἱμορραγίας γίνεσθαι διὰ τὴν ἐπικρατοῦσαν ξανθὴν χολήν, ἥτις μεμειγμένη τῷ αἵματι διακαίουσά τε τοῦτο καὶ σὺν αὐτῷ πολλὴν θερμασίαν ἀναφέρουσα πρὸς τὴν κεφαλήν, ὅταν ῥήξῃ τὰς ἐν τῇ ῥινὶ φλέβας, αἱμορραγίας ἐργάζεται.
II 69 Πολὺς μὲν οὖν καὶ μάλιστα ὁ χυμὸς οὗτος ἐπεπόλασεν, ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμορράγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη· (τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν καὶ εἰς ἄκρον ἰσχίον·) ἀλγημάτων δὲ μετὰ κρίσιν γενομένων καὶ οὔρων λεπτῶν διεξιόντων αἱμορραγέειν σμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοστήν, καὶ ἐγένοντο εἰς αἱμορραγίαν ἀποστάσεις· Ἀντιφῶντι Κριτοβούλου ἀπεπαύσατο καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν.
Διὰ κινδύνου δεινοῦ δηλονότι καὶ δι’ ἀγῶνος οὐ σμικροῦ τὸ σωθῆναι τούτοις ὑπῆρξε, μόγις ἀπὸ τῆς τετάρτης καὶ εἰκοστῆς ἕως τῆς τεσσαρακοστῆς δι’ αἱμορραγίας ὠφεληθεῖσιν.
II 70 Γυναῖκες δὲ ἐνόσησαν μὲν πολλαί, [οὐκ] ἐλάσσους δ’ ἢ ἄνδρες καὶ ἔθνῃσκον ἧσσον. καὶ τὰ ἐφεξῆς.
Εἰκὸς ἦν τὰς γυναῖκας ἧσσον τῶν ἀνδρῶν νοσῆσαι καὶ διακινδυνεῦσαι, ὡς δι’ αἱμορραγίας τὰς κρίσεις ἐργασαμένας, ὡς ἂν ἐχούσας σύμφυτον βοήθημα τὴν ἔμμηνον κένωσιν. ἐδυστόκησαν δὲ διὰ τὴν κατάστασιν ψυχρὰν οὖσαν. ἀλλὰ καὶ ἐν αἷς ἐφάνη τι νόσημα, καὶ αὗται διέφθειραν τὰ ἔμβρυα κατὰ τὸν αὐτὸν λόγον.
II 71 Οὖρα δὲ τοῖς πλείστοισιν εὔχροα μέν, λεπτὰ δὲ καὶ ὑποστάσεις ὀλίγας ἔχοντα· **
Καὶ ταῦτα μὲν εἶναι λεπτὰ οὖρα, τουτέστιν ὑδατώδη, φησὶ καὶ μέντοι καὶ μετ’ ὀλίγα πάλιν ἔγραψεν·
II 72 Οὖρα δὲ ὑδατώδεα πολλά, λεπτὰ μετὰ κρίσιν καὶ ὑποστάσιος πολλῆς γενομένης καὶ τῶν ἄλλων καλῶς κεκριμένων ἀναμνήσομαι οἷσιν ἐγένετο.
Διελθὼν τὰ ὀνόματα τῶν οὐρησάντων τοιαῦτα ἐφεξῆς φησι·
II 73 Μετὰ δὲ ταῦτα δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες. † οὖρα ὅτι οὔρησαν ὑδατώδεα σκεπτέον.
Εἰκὸς μὲν ἦν, [καὶ] διότι τοῖς οὔροις οὐκ ἐξεκαθάρθη, τὸ χολῶδες ἐπὶ γαστέρα ῥυὲν τὰς δυσεντερίας ἐργάσασθαι· εἰκὸς δὲ καὶ
διὰ τὸ πολλὴν πλεονεξίαν τοῦ χυμοῦ τούτου γεγονέναι, κἂν εἰ [μὴ] πολλὰ χολώδη τοῖς οὔροις ἐξεκενώθησαν, ἐκ τοῦ περιττεύοντος ἔτι κατὰ τὸ σῶμα τὴν δυσεντερίαν αὐτοῖς γενέσθαι.
II 74 Περὶ δ’ ἀρκτοῦρον ἑνδεκαταίοισι πολλοῖς ἔκρινε καὶ τούτοισιν οὐ κατὰ λόγον γινόμεναι ὑποστροφαὶ ὑπέστρεφον. ἦσαν δὲ καὶ κωματώδεες περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνῃσκον ἥκιστα οὗτοι πάντων.
Εὔδηλον ὅτι τῆς κατὰ τὸ δεύτερον ἔτος ἐπιτολῆς ἀρκτούρου μέμνηται, γεγραμμένης ἐπὶ τέλει τῆς διηγήσεως. αὕτη τοίνυν ἡ κατάστασις ἐγένετο νότιος, τοὺς ὑετοὺς ἔχουσα μέχρι τῆς φθινοπωρινῆς ἰσημερίας. ἐν τούτῳ δὴ τῷ χρόνῳ φησὶν ἑνδεκαταίους πολλοὺς ἀσφαλῶς κριθῆναι, γενομένους ἅμα κωματώδεις διὰ τὴν νότιον δηλονότι κατάστασιν. διὰ δὲ τὴν αὐτὴν ταύτην καὶ αἱ κρίσεις αὐτοῖς ἐγένοντο βεβαιότεραι τῶν κατὰ τὸν ἄλλον χρόνον, ἡνίκα ἐπεκράτει τοῦ περιέχοντος ἡ ψυχρὰ κρᾶσις, ἐν ᾗ χρονίας ἔφη γενέσθαι τὰς κρίσεις. τοῦ μέντοι μεταξὺ κυνὸς καὶ ἀρκτούρου καιροῦ, θερμὴν καὶ ξηρὰν ἔχοντος κατάστασιν, οὐκ ἐμνημόνευσεν, ἐν ᾗ μᾶλλον εἰκὸς ἦν ὀξέως κριθῆναι πολλούς, ὡς μηδὲ τὴν ἑβδόμην ὑπερβῆναι. μή τι οὖν τοῦτο μὲν ὡς οἰκεῖον τοῦ καιροῦ παρέλιπε, τὰ δ’ ἐπιδημήσαντα μόνα διέρχεται.
II 75 Περὶ δ’ ἰσημερίην καὶ μέχρι πληιάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν [καὶ] οἱ καῦσοι, ἀτὰρ καὶ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγίνοντο καὶ ἔθνῃσκον τούτων οἱ πλεῖστοι.
Τοὺς καύσους καὶ τὰς φρενίτιδας ὁ μὲν αὐτὸς ἐργάζεται χυμός, οὐ τὸν αὐτὸν δὲ τόπον ἔχων. ἐν μὲν γὰρ ταῖς εὐρυχωρίαις τῶν ἀγγείων περιεχομένης τῆς ξανθῆς χολῆς ἅμα τῷ αἵματι συμβαίνει, καθ’ ὃν ἂν τόπον ἐκπυρωθῇ, τοὺς καύσους γίνεσθαι, καὶ μάλιστα ὅταν ἐν ταῖς κατὰ γαστέρα καὶ ἧπαρ ἢ κατὰ πνεύμονα φλεψὶν
ἡ ζέσις γένηται τῆς χολῆς. ὅταν δ’ εἰς τὰ στερεὰ μόρια τοῦ σώματος ἀφικνῆται καὶ δι’ αὐτῶν φέρηται, ῥῖγος ἐργάζεται. κατὰ δὲ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας στηριχθεῖσα τὰς φρενίτιδας ἐργάζεται. πρὶν δὲ στηριχθῆναι, διαρρέουσα κατὰ τὰς ἐν αὐταῖς φλέβας, οὐ φρενίτιδας, ἀλλὰ τὰς ἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν ἐπιφέρει παραφροσύνας. ἡ τοίνυν ἔμπροσθεν ἐν ταῖς κάτω φλεψὶ τὸν καῦσον εἰργασμένη χολὴ κατὰ τὴν ἀπ’ ἀρκτούρου μέχρι τῆς ἰσημερίας νότιον κατάστασιν εἰς τὴν κεφαλὴν ἀναπεμφθεῖσα καὶ στηριχθεῖσα κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας ἐγέννησε τὰς φρενίτιδας.
II 76 Ἐγένοντο δὲ καὶ κατὰ τὸ θέρος ὀλίγοι.
Ὀλίγους φησὶ κατὰ τὸ θέρος γεγονέναι φρενιτικούς· τὸ μὲν γὰρ ἄχρι κυνὸς αὐτοῦ μέρος ψυχρὸν ἦν, τὸ δὲ μέχρις ἀρκτούρου θερμὸν καὶ ξηρόν, ὥστ’ οὐκ ἠδυνήθη πληρῶσαι τοῦτο μεταξὺ τὴν κεφαλήν, ὥσπερ οὐδ’ ὁ περὶ τὸν ἀρκτοῦρον ἄχρι τῆς ἰσημερίας γενόμενος νότος. οὔτε γὰρ ὑγρὸν ἦν οὔτε νότιον οὔτε πολυχρόνιον τὸ μεταξὺ κυνός τε καὶ ἀρκτούρου. ἐρρέθη δ’ ἀρτίως, ὅτι χολῆς πολλῆς ἐνεχθείσης ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον χωρίοις καὶ φρενίτιδες ἐγένοντο.
II 77 Καὶ τοῖσι μὲν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, [ἐν] οἷς τὰ ὀλέθρια συνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξύς, σμικρὰ ἐπερρίγουν, ἄγρυπνοι, ἀδήμονες, διψώδεις, ἀσώδεες, σμικρὰ ἐφιδροῦντες περὶ μέτωπον καὶ κληῖδας, [αὖθις] οὐδεὶς διόλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι· τοῖς δὲ πλείστοισι τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρῶτες ἐπὶ πλεῖστον ὑπόψυχροι καὶ
ἄκρεα οὐκέτ’ ἀναθερμαινόμενα, ἀλλὰ πελιδνά, ὑπόψυχρα, οὐδ’ ἐδίψων ἔτι ἐπὶ τούτοισιν· οὖρα μέλανα, λεπτά, ὀλίγα καὶ κοιλίαι ἐφίσταντο· οὐδ’ ᾑμορράγησεν ἐκ ῥινῶν οὐδενί, οἷσι ταῦτα συμπίπτοι, ἀλλὰ σμικρὰ ἔσταξεν· οὐδ’ ἐς ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ’ ἑκταῖοι ἀπέθνῃσκον σὺν ἱδρῶτι.
Ὥσπερ ἅπαντα τὰ κατὰ τοῦτο τὸ σύγγραμμα τῶν καθόλου λεγομένων αὐτῷ δι’ ἑτέρων βιβλίων παραδείγματά ἐστι τὴν ἐξέτασιν ἐν τοῖς καθ’ ἕκαστον λαμβάνοντι δι’ αὐτοψίας, κατὰ τὸν αὐτὸν τρόπον καὶ ταῦτα τὰ νῦν λεγόμενα. τοῖς γὰρ ὀλεθρίοις καύσοις γενέσθαι συμπτώματά φησι κατ’ ἀρχὰς ἐπιρριγοῦντας καὶ ἀγρυπνοῦντας καὶ ἀσώδεις καὶ ἀδημονοῦντας καὶ ἐφιδροῦντας μικρὰ περὶ μέτωπον καὶ κλεῖδας. τὸ μὲν γὰρ ὀξύν τε τὸν πυρετὸν αὐτοῖς εἶναι καὶ δίψος παρεῖναι τῆς τοῦ πάθους φύσεως ἴδια, καὶ ταῦτα τῆς κακοηθείας ἴδια, τό τε ῥιγοῦν εὐθέως ἐν ἀρχῇ. καὶ γὰρ κρίνειν εἴωθε τοὺς καυσώδεις πυρετοὺς τὸ ῥῖγος, οὐ μὴν αὐτίκα γ’ ἐπιφαίνεσθαι χρὴ τὰ κρίσιμα. τὸ δὲ τῆς ἀγρυπνίας καὶ τῆς ἀδημονίας σύμπτωμα διὰ παντός ἐστι μοχθηρόν, οὐ κατὰ μόνην τὴν ἀρχήν, ὥσπερ γε καὶ τὸ ἐφιδροῦν. τὸ δὲ παραλέγειν, ὅπερ ἐστὶ παρὰ τὰ κατὰ φύσιν λέγειν, τουτέστι παραφρονεῖν, βεβλαμμένον δηλοῖ τὸν ἐγκέφαλον ***. οἵ γε μὴν φόβοι δριμείας ἱκανῶς καὶ κατωπτημένης τῆς ξανθῆς χολῆς εἰσι συμπτώματα. συγγενεῖς δὲ τοῖς φόβοις εἰσὶ καὶ αἱ δυσθυμίαι. ἡ δὲ τῶν ἄκρων περίψυξις ὀλεθριώτατον καύσοις ἐστὶ σύμπτωμά τε καὶ σημεῖον, ὥσπερ γε καὶ τὸ παρανοῆσαι, διὰ τὴν τοῦ πυρετοῦ θερμασίαν ἐκπυρουμένης τῆς κεφαλῆς. ἴδιον δ’ ἐστὶ καὶ οἰκεῖον ὀξέων πυρετῶν καὶ τὸ διακαίεσθαι τοῖς ἄκροις τοῦ σώματος μέρεσιν. ἐάν ποτ’ οὖν καταψύχηται ταῦτα, διακαιομένων τῶν περὶ τὰ σπλάγχνα χωρίων, ἐν μὲν τοῖς μέσοις τοῦ σώματος ἠθροῖσθαι δηλοῦται τὸ αἷμα, τὰ δ’ ἄκρα λειφαιμεῖν τε καὶ καταψύχεσθαι καὶ νεκροῦσθαι τελέως, ἀπολιπούσης ἤδη τῆς φύσεως αὐτά. καὶ μὴν καὶ [εἰ] οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίους ἡμέρας γιγνόμενοι κατ’ ἀρχὴν εὐθέως ἐνίοτε μὲν ἑκταίαν προδηλοῦσιν ἔσεσθαι τὴν κακίστην
κρίσιν, ἐνίοτε δὲ εἰς μῆκος ἐκταθήσεσθαι τὸ νόσημα. καὶ ὅταν γε σφοδρῶς κινῆται, τῆς τετάρτης μοχθηρὸν παροξυσμὸν ἐχούσης, ἀποθνῄσκουσιν ἑκταῖοι, καθάπερ καὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστίν. τεταρταίοις οὖν αὐτοῖς φησι τούς τε πόνους μεγίστους γενέσθαι, τουτέστιν ἅπαντα τὰ ὀδυνώδη συμπτώματα, καὶ ἱδρῶτας ὑποψύχρους ἐπὶ πλεῖστον. τούτοις μὲν οὖν καὶ ὅτι καὶ ἡ ἕκτη τὸν θάνατον οἴσει μεθ’ ἱδρώτων πρόδηλον. τὸ δὲ καὶ τὰ ἄκρα πελιδνὰ γενέσθαι καὶ μηκέτ’ ἀναθερμαινόμενα νεκρώσεώς τε σημεῖόν ἐστι καὶ βέβαιον γνώρισμα τοῦ μὴ δύνασθαι τῆς ἕκτης ἡμέρας ἐξωτέρω τὴν δύναμιν ἐξαρκέσαι. ἐκ περιουσίας δέ τι καὶ ἄλλο σημεῖον αὐτοῖς ὀλέθριον προσεγένετο, τὸ μηκέτι διψῆν, καίτοι πρότερον ἐκαυσοῦντο. δυοῖν δὲ δήπου τούτοιν ἀναγκαῖόν ἐστι τὸ ἕτερον εἶναι· τὸ τοὺς διακαιομένους ἔμπροσθεν ὑπὸ δίψης ὕστερον ἀδίψους γενέσθαι ἤτοι λύσιν τοῦ νοσήματος ἢ νέκρωσιν τῆς δυνάμεως, ὡς μηκέτ’ αἰσθάνεσθαι τῶν παρόντων κακῶν. ἀλλ’ οὐκ ἐγένετο τούτοις λύσις, ὡς ὀλεθρίων ὄντων τῶν συμπτωμάτων, ὥστ’ ἀναισθησίας ἦν σημεῖον αὐτοῖς τὸ μὴ διψῆν. ταῦτα μὲν οὖν ἅπαντα τὰ εἰρημένα συμπτώματα κακοήθη τε [πάντα] ἐστὶ δεινῶς καὶ ὀλέθρια, σὺν αὐτοῖς δ’ οὐχ ἥκιστα καὶ τὰ οὖρα μέλανά τε καὶ [λεπτὰ] ὀλίγα γενόμενα, μέλανα μέν, ὡς ἂν ἤδη κατωπτημένου τοῦ χολώδους χυμοῦ, ὀλίγα δὲ διὰ τὸ ἐκπεφρύχθαι τὴν ἰκμάδα πᾶσαν [ἐκ] τοῦ αἵματος ὑπὸ [τε] τοῦ καυσώδους πυρετοῦ κἀκ [τοῦ] τῶν οὐρητικῶν ὀργάνων ἤδη νενεκρωμένων, διὰ δὲ τὰς αὐτὰς αἰτίας καὶ κοιλίαι ἐφίσταντο. καὶ μὲν δὴ καὶ τὰς ἐκ ῥινῶν στάξεις, ὀλέθριον οὔσας σημεῖον καὶ ἄλλως μέν, ἐν καύσοις δὲ μάλιστα, γενέσθαι φησὶν αὐτοῖς. ὅτι δ’ ὀλεθριώτατον τοῦτο τοῖς καύσοις δῆλον, εἴ γε μάλιστα οἰκεῖόν ἐστι καὶ σωτήριον αὐτοῖς τὸ σφοδρῶς αἱμορραγῆσαι.
II 78 Τοῖσι δὲ φρενιτικοῖσι [οἷσιν οὐ] συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα ἅπαντα, ἔκρινε δὲ τούτοισιν ὡς τὸ πολὺ ἑνδεκαταίοισιν, ἔστι δ’ οἷσιν εἰκοσταίοισιν.
Τοῖς ἄνευ τοῦ καυσωθῆναι φρενιτικοῖς γενομένοις τὰ εἰρημένα συμπτώματα συνέπεσεν ἅπαντα, τοῖς δὲ μετὰ τοῦ καυσωθῆναι
περὶ τὴν ἕκτην ἡμέραν ὁ θάνατος ἐγένετο, διπλασιασθέντος αὐτοῖς τοῦ κακοῦ. ὅσοις δ’ ἄνευ τοῦ καυσωθῆναι φρενῖτις ἐγένετο, περὶ [δὲ] τὴν ἑνδεκάτην ἡμέραν ἀκολουθῆσαί φησι τὴν κρίσιν, ἐνίοις δὲ κατὰ τὴν εἰκοστήν.
II 79 Οἷσιν εὐθὺς οὐκ ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο περὶ τρίτην ἢ τετάρτην ἡμέραν, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ περὶ τὴν ἑβδόμην εἰς ὀξύτητα τὸ νόσημα μετέπεσεν.
Οἷς μὲν περὶ τὴν τρίτην ἢ τετάρτην ἡμέραν ἡ φρενῖτις ἤρξατο, διεκόπη δὲ μεταξύ, κρίσεως ἡμιρρόπου γενομένης, κατὰ τὰς προτέρας ἡμέρας ἐπιρριγοῦσι, τούτοις εἰς τὴν εἰκοστὴν ἐξετάθη. τὸ δὲ σφοδρῶς ὀξὺ τῆς φρενίτιδος οὐκ ἔσχον οἱ νοσοῦντες. ἐθεασάμεθα γοῦν πολλάκις ἤδη καὶ τοιαύτας φρενίτιδας.
II 80 Πλῆθος μὲν οὖν τῶν νοσημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων ἀπέθνῃσκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκόχρωτες, ἰθύτριχες, μελανότριχες, μελανόφθαλμοι, οἱ εἰκῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοί, ὀργίλοι. καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοῦ εἴδεος ἀπέθνῃσκον.
Ὥσπερ ἔμπροσθεν ἔφην αὐτὰ μὲν τὰ γενόμενα σαφῶς αὐτὸν διηγεῖσθαι, προστίθεσθαι δ’ ὑφ’ ἡμῶν τὰς αἰτίας, οὕτω νῦν φημι καὶ αὐτὴν τὴν τοῦ λόγου διάνοιαν οὐκ εἶναι σαφῆ. πότερον γὰρ ἐπὶ φρενιτίδων μόνων αὐτὸν ἀκούειν χρὴ τῶν εἰρημένων ἢ ἐπὶ πάντων τῶν νοσημάτων ὧν προείρηκεν ἄδηλον. καὶ γὰρ οὖν αὐτὴν τὴν ἀρχὴν τοῦ προκειμένου λόγου διαφερόντως γράφουσιν· ἔνιοι μὲν ὡδί πως· πλῆθος δὲ τῶν νοσημάτων ἐγένετο, περὶ τῶν φρενιτικῶν αὐτῶν μόνων, οἷς ἐπενήνεκται ταῦτα, βουλόμενοι τὸν λόγον εἶναι. τινὲς δὲ ὡδί· πλῆθος μὲν οὖν ἐγένετο τῶν νοσημάτων, περὶ πάντων αὖ πάλιν οὗτοι τῶν εἰρημένων ἀξιοῦντες εἶναι τὸν λόγον. εἰ μὲν ἐπὶ
κατὰ τοῦτο δ’ οὐκέτι τὰ πάντα λέλεκται. τὰς μέντοι γυναῖκας πλείστας ἐκ τοῦ εἴδους ἀποθανεῖν τούτου λέγειν αὐτὸν γνωστέον, τὸ πλῆθος αὐτῶν οὐ τοῖς ἀνδράσι παραβάλλοντα, προείρηται γὰρ ἀνωτέρω· “γυναῖκες δ’ ἐνόσησαν μὲν πάμπολλαι, ἐλάσσους δ’ ἢ ἄνδρες, καὶ ἔθνῃσκον ἧσσον. ἀλλ’ ὁ νῦν λόγος αὐτοῦ τοιοῦτός τίς ἐστι· “τῶν γυναικῶν, ὅσαι τοῖς εἰρημένοις πάθεσιν ἑάλωσαν, ἀπέθνῃσκον μᾶλλον ὅσαι τῆς προειρημένης ἰδέας ἦσαν.”
II 81 Ἐν δὲ τῇ καταστάσει ταύτῃ ἐπὶ σημείων μάλιστα τεσσάρων διεσῴζοντο· οἷσι γὰρ ἢ διὰ ῥινῶν καλῶς αἱμορραγήσαι ἢ κατὰ κύστιν οὖρα πολλὰ καὶ πολλὴν ὑπόστασιν καὶ καλὴν ἔχοντα ἔλθοι ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεα ἐπικαίρως ἢ δυσεντερικοὶ γένοιντο. πολλοῖς δὲ συνέπιπτε μὴ ἐφ’ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖς πλείστοισι καὶ δοκεῖν μὲν ἔχειν ὀχληροτέρως· διεσῴζοντο δὲ πάντες, οἷσι ταῦτα συμπίπτοι. καὶ τὰ ἐφεξῆς.
Καὶ οὗτος ὁ λόγος σαφὴς καὶ ὁ ἐφεξῆς, ἔνθα περὶ τῶν γυναικῶν διαλέγεται. κεφάλαιον γάρ ἐστιν ὃ διδάσκει, τοὺς μὲν δι’ αἱμορραγίας, τοὺς δὲ δι’ οὔρων ἢ διαχωρημάτων, ἐνίους δὲ καὶ εἰς δυσεντερίαν ἀποσκηψάντων τῶν αἰτίων δυνηθῆναι σωθῆναι.
II 82 Οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν ἀέκουσι δάκρυα ἀπορρεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμορραγίαν προσδέχεσθαι, ἢν καὶ τὰ ἄλλα ὀλεθρίως μὴ ἔχωσιν· ἐπὶ τοῖσι δὲ φλαύρως ἔχουσιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον σημαίνει.
Ἕν τι καὶ τοῦτο τῶν αἱμορραγικῶν σημείων παραλελειμμένον αὐτῷ διὰ τῶν ἔμπροσθεν εἴρηται νῦν, ἔστι δ’ ἱκανῶς ὁ λόγος σαφὴς
τοῖς μεμνημένοις ὧν ἔμπροσθεν εἶπε [καὶ] κατὰ τοῦτο τὸ βιβλίον ὧν τε ἐν τῷ Προγνωστικῷ. καί μοι λέλεκται ταῦτα πάντα μετὰ τῶν οἰκείων διορισμῶν ἐν τοῖς εἰς τὸ Προγνωστικὸν ὑπομνήμασι καὶ ἐν τοῖς Περὶ κρίσεων.
II 83 Τὰ παρὰ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετ’ ὀδύνης ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως [ἔστιν] οὔτε καθίστατο οὔτ’ ἐξεπύει· τούτοισι διάρροια χολωδέων ἢ δυσεντερίη ἢ παχέων οὔρων ὑπόστασις γενομένη ἔλυσεν.
Χρησιμώτατόν ἐστιν ἡμᾶς τῶν εἰρημένων ἀρτίως ἀναμνησθῆναι πρὸς τὸ μὴ διὰ παντὸς ἡγεῖσθαι τὰς παρωτίδας ἀνεκπυήτους μενούσας μοχθηρὸν εἶναι σημεῖον· ἐν γὰρ τῇ προκειμένῃ καταστάσει τοὺς μὲν πυρετούς φησι παύσασθαι κρισίμως ἐνίοις, ὅπερ ἐστὶν ἐν ἡμέρᾳ κρισίμῳ καὶ μεθ’ ἱδρῶτος ἤ τινος ἄλλου τῶν οὕτω κρινόντων, ἔτι δὲ διαμεῖναι τὰς παρωτίδας, εἶτα ἐν τῷ χρόνῳ προιόντι καταστῆναι δι’ ὧν εἶπεν οὔρων καὶ διαχωρημάτων καὶ δυσεντερίας, ἐκκαθαρθέντων τῶν τὴν νόσον ἐργαζομένων αἰτίων.
II 84 Τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν καὶ διεγινώσκομεν, ἢ ὅμοια ἢ ἀνόμοια.
Ὅσα περὶ κρίσεων ἢ κρισίμων ἡμερῶν αὐτῷ λέλεκται, πάντα κατὰ δύο πραγματείας ἔχεις ἠθροισμένα πρὸς ἡμῶν, τήν τε Περὶ τῶν κρισίμων ἡμερῶν καὶ τὴν Περὶ κρίσεων. ἀλλὰ καὶ νῦν διὰ βραχέων εἰρήσεται τὸ κεφάλαιον τοῦ λόγου. τὰ περὶ κρίσιάς φησι κατὰ τὶ μὲν ὅμοια, κατὰ τὶ δὲ ἀνόμοια γενέσθαι. κἄπειτα παρατίθεται πολλοὺς ἐξ ὑποστροφῆς καὶ αὐτοὺς κατὰ τὰς αὐτὰς προθεσμίας ἑπτακαιδεκαταίους κριθέντας τὸ σύμπαν, εἶτ’ ἄλλους εἰκοσταίους ἐξ ὑποστροφῶν καὶ αὐτοὺς οὐχ ὁμοίως γενομένους. παραδείγματος δὲ χάριν μέμνηται πρῶτον ἀδελφῶν δύο ἐν τῇδε τῇ ῥήσει·
II 85 Οἷον οἱ δύο ἀδελφοί, οἳ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελφεοί· τούτων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ. ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην· διέλιπεν ἡμέρας πέντε. ἐκ δὲ τῆς ὑποστροφῆς ἐκρίθη ἀμφοτέροις ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοις.
Τὸ μὲν χρήσιμον τοῦ λόγου πρόδηλον ἐπὶ τῶν εἰρημένων ἐστί, τὸ δ’ ἄχρηστον ἄδηλον, ὥστ’ οὐ ζητεῖν αὐτὸ προσήκει. ἀλλ’ οἱ μὲν τὰ μὴ χρήσιμα σπουδάζοντες ἑαυτοῖς πράγματα παρέχουσι, ζητοῦντες, πῶς εἰπὼν ὁ Ἱπποκράτης τῷ μὲν πρεσβυτέρῳ τὴν κρίσιν ἑκταίῳ γενέσθαι, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ καὶ μετὰ ταῦτα πάλιν εἰπών· ὑπέστρεψεν ἀμφοτέροις ὁμοῦ τὴν αὐτὴν ὥρην ἐπήνεγκε· διέλιπεν ἡμέρας πέντε. οὐ γὰρ ἀμφοτέροις δυνατὸν εἶναι τὰς πέντε διαλιπεῖν, ἀλλὰ τῷ ἑτέρῳ μόνῳ. καίτοι γε καὶ δυνατόν ἐστιν αὐτὸ τοῦθ’ ὃ λέγουσιν ἀκοῦσαι περὶ μόνου τοῦ ἑνός, τοῦ δευτέρου κατὰ τὴν διήγησιν εἰρημένου, τοῦ κριθέντος ἑβδομαίου τὴν πρώτην κρίσιν. καὶ εἰ δὴ τούτῳ διέλιπεν ἡμέρας πέντε, πρόδηλον ὅτι τῷ κατὰ τὴν ἕκτην ἡμέραν κριθέντι [κατὰ τὴν δευτέραν ἡμέραν κριθέντος] διέλιπεν ἕξ. ἐγχωρεῖ δὲ κατ’ ἀρχὴν εὐθὺς ὑπὸ τοῦ βιβλιογράφου τὴν λέξιν ἁμαρτηθεῖσαν φυλαχθῆναι, καθάπερ καὶ ἄλλαι πολλαὶ τοῦτο πεπόνθασι παρά τε τῷ Ἱπποκράτει καὶ ἄλλοις οὐκ ὀλίγοις. ὃ δὲ λέγω σφάλμα τοῦ βιβλιογράφου γενέσθαι, τοιόνδε ἐστίν· ἐνεδέχετο γεγράφθαι μὲν ὡδί πως τὴν λέξιν· “διέλιπεν ἡμέρας ἓξ τῷ μὲν ἑτέρῳ, τῷ δ’ ἑτέρῳ πέντε”, ἐκγράψαι δὲ τὸν ἁμαρτάνοντα μόνον τὸ διέλιπε πέντε, καὶ πιθανώτερόν ἐστι τῷ μὲν πρεσβυτέρῳ τὰς ἓξ διαλιπεῖν, τῷ δὲ νεωτέρῳ τὰς πέντε, τῆς γ’ ὑποστροφῆς ἅμα ἀμφοτέροις γενομένης κατὰ τὴν δωδεκάτην ἡμέραν. ἐφεξῆς γοῦν φησιν· “ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοισι,
διέλιπεν ἕξ, ἐκ δὲ τῶν ὑποστροφέων ἔκρινε πεμπταίοισιν”, ὥστ’ εἰκάσαι τοὺς ἀδελφοὺς ἐκείνους τῶν τοῖς πλείστοις γενομένων κρίσεων καὶ αὐτοὺς εἶναι παράδειγμα.
μετά γε μὴν τὴν τούτων διήγησιν καὶ ἄλλας κρίσεις ἔγραψε πολυειδεῖς, ἁπάσας τῇ ἑπτακαιδεκάτῃ περιγραφομένας ἡμέρᾳ, τοιαύτην δ’ οὐδεμίαν, οἵαν ἐπὶ τῶν δύο ἀδελφῶν. ἐγὼ δέ φημι δεῖν ἀκούειν, ὡς ὑποστρέψαι κατὰ τὴν δωδεκάτην ἡμέραν αὐτοὺς ἀμφοτέρους, τῷ νεωτέρῳ διαλιπόντος τὰς πέντε. πιθανὸν μὲν οὖν οὕτως ἐν αὐτοῖς εἰρῆσθαι, ἵνα τό τε πρὸς τοὺς ἄλλους κοινὸν αὐτοῖς διασῴζηται, τὸ [τε] ἐξ ὑποστροφῆς ἑπτακαιδεκαταίους κριθῆναι, καὶ τὸ ἴδιον, ὅτι περὶ τὴν δωδεκάτην ὑπέστρεψεν. καὶ καλὸν δ’, ὡς ἔφην, μὴ ζητεῖν τὰ ἄχρηστα ἔχοντα τὰ χρήσιμα.
καὶ τοίνυν ἤδη καταλείπωμεν ἅπαντα τὰ περὶ τὰς κρίσεις ἐφεξῆς αὐτῷ λελεγμένα, κεφάλαιον ἔχοντες κατὰ τὶ μὲν ὁμοίας αὐτὰς γενέσθαι, κατὰ τὶ δ’ ἀνομοίας. τῶν γάρ τοι πρώτων κρίσεων ἤτοι κατὰ τὴν ἕκτην ἡμέραν ἀναιρουσῶν τοὺς νοσοῦντας ἢ ἀπίστων γιγνομένων, ὡς ὑποστρέφειν αὖθις ἐπὶ τὴν ὑστάτην τε καὶ τελείαν κρίσιν, ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας λαμβάνουσαν, ἐν τούτῳ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἐγίγνετο. μετὰ δὲ ταῦτα κρίσεων ἄλλων μνημονεύει καὶ ὑποστροφῶν γενομένων, εἰς τὴν εἰκοστὴν ἡμέραν ἐκταθεισῶν, ὥστ’ ἐν ταύτῃ τελείως κριθῆναι.
κατέκειντο παρὰ τὸ θέατρον. γράφουσί τινες οὐ θέατρον, ἀλλὰ θέρᾳτρον, ἵν’ ἔχωσιν ἐξηγεῖσθαι χωρίον τι εἶναι παρὰ τὸ θερίζεσθαι κεκλημένον οὕτως. διαφέρει δ’ οὐδὲν εἰς τὴν προκειμένην θεωρίαν, ὅπως ἄν τις γράφῃ τὰ τοιαῦτα τῶν ὀνομάτων. καὶ γὰρ εἴτε Ἐπιγένους εἴτε Περιγένους εἴτε Διογένους εἴτε Θεογένους ἦσαν ἀδελφοί, διήνεγκεν οὐδέν, ἀλλ’ οἱ μὴ δυνάμενοι τὰ
κατὰ τὴν ἰατρικὴν τέχνην ἐξηγεῖσθαι καλῶς ἐπὶ τὰς τοιαύτας ἐκτρέπονται περιεργίας.
II 86 Οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γένοιτο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι καὶ οὐκ ἐξεπύησεν, ἀλλ’ ἐπὶ κύστιν ἐτράπετο. Κρατιστώνακτι, ὃς παρὰ Ἡρακλεῖ ᾤκει, καὶ Ϲκύμνου γναφέως θεραπαίνῃ ἐξεπύησεν, ἀπέθανον. **
Ὃ καὶ πρόσθεν εἶπον ἄξιον εἶναι μνήμης, ἀναμνήσω καὶ νῦν, ὅτι παραδοξότερόν τε καὶ σπανιώτερον ἐκείνου. τὸ γὰρ χωρὶς τοῦ διαπυῆσαι τὰς παρωτίδας ὑπὸ μόνων τῶν κάτω γενομένων ἐκκρίσεων θεραπευθῆναι, μὴ πάνυ σύνηθες γενόμενον, ἐπέτεινεν ἐν τῷ νῦν λόγῳ γράψας Κρατιστώνακτα καὶ τὴν τοῦ γναφέως θεράπαιναν ἀποθανεῖν, ἐκπυησάντων τῶν παρὰ τὰ ὦτα. μάχεσθαι γὰρ τούτῳ δόξει τὸ “πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν”. ἀλλὰ [καὶ] νῦν γε τὰ μὲν κατὰ τὰς φλέβας αἴτια τῶν πυρετῶν οὐκ ἔφθασε πεφθῆναι τῷ Κρατιστώνακτι καὶ τῇ θεραπαίνῃ τοῦ γναφέως, ἢ οὐκ ἂν ἀπέθανον. αἱ μέντοι παρωτίδες ἐπέφθησαν, ὅπερ ἔφην σπάνιον εἶναι καὶ δεῖν αὐτὸν μνημονεύειν, ὡς ἐνδεχόμενον ἦν μερικὴν γενέσθαι πέψιν ἐν μορίῳ τινί, καίτοι τῆς ὅλης νόσου μὴ πεφθείσης. τὰ δ’ ἄλλα πάντα τὰ κατὰ τὸν τόπον τοῦτον εἰρημένα περὶ τῶν κρίσεων ἐξειργάσμεθα τελέως ἔν τε τοῖς Περὶ κρίσεων κἀν τοῖς Περὶ κρισίμων ἡμερῶν γεγραμμένοις ἡμῖν ὑπομνήμασιν.
II 87 Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς καὶ μέχρι ἰσημερίας παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικά, καὶ ἔθνῃσκον πολλοί· αἱ μέντοι κρίσιες μετέπεσον, καὶ ἔκρινε τοῖς πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διέλειπε τέσσαρας, ὑπέστρεφεν, ἐκ
δὲ τῆς ὑποστροφῆς ἔκρινε πεμπταίοισι, τὸ [δὲ] σύμπαν τεσσαρεσκαιδεκαταίοισιν. ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖς πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. **
Χειμῶνος νῦν μνημονεύει τοῦ κατὰ τὸ δεύτερον ἔτος, οὐχὶ κατὰ τὸ πρότερον, ὃν ἐν τῇ καταστάσει διηγήσατο, καὶ λέλεκταί μοι πρόσθεν ἡ αἰτία, δι’ ἣν αἱ φρενίτιδες ὕστερον ἐπλεόνασαν, οὐκ οὖσαι κατ’ ἀρχάς. ἀλλὰ καὶ τὰς τῶν κρίσεων προθεσμίας μεταπεσεῖν φησι καὶ διηγεῖται αὖ καὶ τὴν τούτων ποικιλίαν, κοινὸν ἐχουσῶν πρὸς τὰς ἔμπροσθεν εἰρημένας τὸ μεθ’ ὑποστροφῶν γίγνεσθαι. παιδίοις μὲν οὖν καὶ τοῖς τούτων ἔτι πρεσβυτέροις τεσσαρεσκαιδεκαταίοις τὸ σύμπαν γενέσθαι φησὶ τὰς κρίσεις. καὶ γὰρ διαφορεῖται τάχιστ’ αὐτοῖς τὰ τῶν νόσων αἴτια καὶ πέττεται. τοῖς δ’ ἄλλοις οὐ μόνον εἰς τὴν εἰκοστήν, ἀλλὰ καὶ εἰς τὴν τεσσαρακοστὴν ἀφικέσθαι φησὶν ἐξ ὑποστροφῆς τὴν ὑστάτην κρίσιν, καὶ οὐδὲν θαυμαστὸν ἀξιολόγους γενέσθαι διαφορὰς τῶν κρίσεων ἐπὶ τῇ ποικιλίᾳ τῶν νοσημάτων.
II 88 Ἐρρίγουν δ’ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος δὲ πλείους, φθινοπώρου δ’ ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πολλῷ πλεῖστοι. αἱ δ’ αἱμορραγίαι ὑπέληγον.
Ἦρος μέμνηται νῦν τοῦ κατὰ μέσην τὴν κατάστασιν ὑπ’ αὐτοῦ ῥηθέντος, οὐ τοῦ κατὰ τὸ δεύτερον ἔτος. οὐ γὰρ ἐξέτεινεν ἐπὶ τοσοῦτόν γε τὴν διήγησιν τῶν γενομένων νοσημάτων, ἀλλὰ μέχρι μόνον τοῦ δευτέρου χειμῶνος ἀφίκετο. διὰ τί δὲ τοῦ χρόνου προιόντος ἀεὶ καὶ μᾶλλον ὁ τῶν ἐπιρριγούντων ἀριθμὸς ηὐξάνετο, πρόσθεν ἤδη μοι δυνάμει λέλεκται κατ’ ἐκεῖνον τὸν λόγον, ἡνίκα καὶ ἀνεμίμνῃσκον ἐπιδεδεῖχθαί μοι τὸ ῥῖγος γινόμενον διὰ τῶν στερεῶν σωμάτων διερχομένης τῆς ξανθῆς χολῆς, οὐκ ἐν ταῖς κοιλότησι τῶν ἀγγείων περιεχομένης. ἐν ἀρχῇ μὲν οὖν ἐν κοιλότησιν οὖσα τοὺς καύσους ἐγέννησε,
μεταλαμβανομένη δ’ ὕστερον εἰς τὰ σαρκώδη μόρια καὶ δι’ αὐτῶν ἐπὶ τἀκτὸς φερομένη τὸ ῥῖγος εἰργάσατο. κατ’ ὀλίγον δ’ ἀποπαύσασθαι τὰς αἱμορραγίας εἰκός, τῆς χολῆς μηκέτ’ ἐν ταῖς φλεψὶν οὔσης, ἀλλὰ διασκεδαννυμένης εἰς ὅλον τὸ σῶμα.
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ
III 1 Τὰ δὲ περὶ τὰ νοσήματα, ἐξ ὧν διαγινώσκομεν μαθόντες ἐκ τῆς κοινῆς φύσεως ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου, ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων, ἐκ τοῦ προσφέροντος (ἐπὶ τὸ ῥᾷον γὰρ καὶ χαλεπώτερον ἐκ τούτου), ἐκ τῆς καταστάσεως ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης, ἐκ τοῦ ἔθεος, ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ τῆς ἡλικίης ἑκάστου, λόγοισι, τρόποισι, σιγῇ, διανοήμασιν, ὕπνοισιν, οὐχ ὕπνοισιν, ἐνυπνίοισι, οἵοισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι, δάκρυσιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισι, πτυάλοισιν, ἐμέτοισι, καὶ ὅσαι ἐξ οἵων εἰς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσεις ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον, ἱδρώς, ῥῖγος, ψῦξις, βήξ, πταρμοί, λυγμοί, πνεύματα, ἐρεύξεις, φῦσαι σιγῶσαι, ψοφώδεες [χολώδεες], αἱμορραγίαι, αἱμορροίδες. ἐκ τούτων δὲ καὶ ὅσα διὰ τούτων σκεπτέον.
Ἔνιοι ταῦτα παρεγγεγράφθαι νομίζουσιν ὁμοίαν ἔχοντα τὴν ἑρμηνείαν καὶ τὴν διάνοιαν τοῖς ἐν τῷ Περὶ χυμῶν γεγραμμένοις, ἃ προεξήγημαι διὰ τριῶν ὑπομνημάτων. ἔστι δὲ δηλονότι προγνωστικὰ καὶ ταῦτα τὰ θεωρήματα, διδάσκοντος αὐτοῦ τοὺς καθόλου σκοπούς,
ἐπιχωρίοις σύντροφος ὅ τ’ ἀπ’ αὐτῶν κίνδυνος ἥττων, ὡς ἂν οἰκείων ὄντων.
ἀλλὰ κἀκ τοῦ ἔθους εἰς πρόγνωσιν ὠφελεῖσθαί σε διδάσκει. ἐν γοῦν τῷ Προγνωστικῷ προστιθεὶς αὐτοὺς τοὺς ἐκ τῆς συνηθείας διορισμοὺς ἐνίοτε μὲν οὕτως φησίν· “ἐπὶ γαστέρα δὲ κεῖσθαι, ᾧ μὴ σύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην σημαίνει ἢ ὀδύνην τῶν περὶ τὴν κοιλίην.” ἐνίοτε δὲ οὕτως· “ὀδόντας πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ σύνηθές ἐστιν ἀπὸ παίδων, μανικὸν καὶ θανατῶδες.” ἀλλὰ κἀκ τῆς διαίτης τοῦ κάμνοντος, ἣν διῃτήθη, δυνατόν ἐστι στοχάσασθαι τεχνικῶς, ὁποῖοί τέ εἰσι καὶ ὁπόσοι οἱ πλεονάζοντες χυμοί. τούτων δὲ γνωσθέντων ἥ τε παροῦσα τοῦ σώματος διάθεσις εὐγνωστοτέρα καὶ ἡ πρόγνωσις τῶν ἀποβησομένων ἑτοιμοτέρα γίγνεται. ἀλλὰ κἀκ τῶν ἐπιτηδευμάτων ἀξιοῖ τὰς προγνώσεις ποιεῖσθαι. καλοῦσι δ’ ἐπιτηδεύματα πάντα ὅσα πράττουσιν οἱ ἄνθρωποι διὰ χρείαν ἢ ἀνάγκην ἢ καὶ δι’ ἡδονήν, εἴτε ναυτιλλόμενοι καὶ γεωργοῦντες, ἢ οἰκοδομοῦντές τε καὶ τεκταινόμενοι, εἴτε κυνηγετοῦντες ἢ φιλογυμναστοῦντες ἢ φιλολουτροῦντες, ὡς λούεσθαι πολλάκις ἐν ὕδασι θερμοῖς ἢ ψυχροῖς. ἔνεστιν οὖν ἀφ’ ὧν ἐπιτηδεύουσι τεκμήρασθαι περὶ τῆς κατὰ τὴν νόσον διαθέσεως. ὁ μὲν γὰρ ἐν ἀγρῷ διῃτημένος ὥρᾳ θέρους ὑπαίθριος ἐν ἡλίῳ καὶ πόνοις καὶ λεπτῇ διαίτῃ τὸν πικρόχολον χυμὸν μᾶλλον ἢ τὸν φλεγματικὸν ὅσον ἐπὶ τούτῳ συνηθροικέναι δύναται· ὅστις δ’ ἔμπαλιν τῷδε κατὰ πόλιν ἐν σκιᾷ μὲν διατρίβων, λουόμενος δὲ δὶς τῆς ἡμέρας, ἀργῶς δ’ ἐμπιπλάμενος διατελεῖ, τὸν φλεγματικὸν μᾶλλον, ἐπί τε τῶν ἄλλων ἀνὰ λόγον. ὅτι δὲ κἀκ τῆς ἡλικίας εἴς τε τὴν τῶν παρόντων διάγνωσιν καὶ τὴν τῶν ἐσομένων πρόγνωσιν οὐ σμικρὰν ὠφέλειαν ἴσχομεν, ἐκ [τε] τῶν Ἀφορισμῶν μαθήσῃ, καθ’ οὓς περὶ τῶν ἡλικιῶν διελέγετο, προεξηγησάμεθα δ’ ἤδη τὸ βιβλίον δι’ ὑπομνημάτων ἑπτά. ἀλλὰ κἀκ τῶν λόγων ὧν ὁ κάμνων λέγει δυνατόν ἐστι πρὸς τὴν τῶν παρόντων διάγνωσιν καὶ πρὸς τὴν τῶν μελλόντων πρόγνωσιν ὠφελεῖσθαι. συνῆπται δ’ ἡ σημείωσις αὕτη καὶ κοινωνεῖ τῇ
κατὰ τὸ ἦθος. ἐὰν μὲν γὰρ κατὰ ταὐτὸ ἦθος, ὃ πρόσθεν ἐτύγχανεν ἔχων ἐν τῷ ὑγιαίνειν ὁ κάμνων, οἱ λόγοι φαίνωνται γιγνόμενοι, χαλεπὸν οὐδὲν ἔσεσθαι προσδοκήσομεν, εἰ δ’ ἐναντίους τοῖς εἰωθόσιν ὁ κάμνων λόγους λέγει, μοχθηρὸν τὸ σημεῖον· ὑπόνοια γάρ τις ἡμῖν ἐκ τούτου γίγνεται βεβλάφθαι τὴν διάνοιαν αὐτοῦ.
τὸ δὲ τρόποισιν ἐφεξῆς εἰρημένον ἴδωμεν τί σημαίνει. χρῶνται γὰρ οἱ παλαιοὶ τῇ φωνῇ ταύτῃ κατὰ δυοῖν σημαινομένοιν, ἐνίοτε μὲν ἐπὶ τὸ τῆς ψυχῆς ἦθος αὐτὴν ἀναφέροντες, ἐνίοτε δ’ ἐπὶ τὰς διαφορὰς ἢ τὰς ἰδέας τοῦ προκειμένου κατὰ τὸν λόγον πράγματος, οἷον εἰ περὶ διαίτης ὁ λόγος, τρόπους διαίτης εἰπὼν ὁ συγγραφεὺς τὰς διαφορὰς αὐτῆς ἢ τὰς ἰδέας δηλοῖ, καθάπερ γε κἂν εἰ πυρετῶν εἴποι τρόπους εἶναι πολλούς, τὰς διαφορὰς καὶ τούτων ἢ τὰ εἴδη σημαίνει. καὶ τοίνυν ἤτοι τὰ τῆς ψυχῆς ἤθη δηλοῖ διὰ τοῦ φάναι τρόποισιν ἢ τὰς τῶν λόγων διαφοράς, ἐπειδὴ περὶ λόγων προείρηκεν, ὡς εἰ καὶ οὕτως εἶπε· “λόγοισι καὶ ταῖσιν αὐτῶν διαφοραῖσιν.” διαφορὰς γὰρ ἢ ἰδέας ἢ εἴδη κατὰ τὸ παρὸν οὐ διοίσει λέγειν, ἁπάντων τούτων γιγνομένων ἐν τῇ τομῇ τῶν γενικῶς νοουμένων. ὥσπερ δ’ οἱ λόγοι διδάσκουσί τι περὶ τῆς διαθέσεως τοῦ νοσοῦντος, οὕτω καὶ ἡ σιγὴ παρὰ φύσιν ἢ κατὰ φύσιν οὖσα τῷ κάμνοντι. τῷ μὲν γὰρ φύσει σιωπηλῷ κατὰ φύσιν ἐστί, τῷ δ’ ἐναντίῳ παρὰ φύσιν. ὥστε τούτῳ μὲν ἤτοι νωθρότης τίς ἐστι καταφορική, δι’ ἣν σιωπᾷ παρὰ φύσιν, ἢ μελαγχολίας ἀρχή, τῷ δὲ σιωπηλῷ τὸ μὴ σιωπᾶν, ἀλλὰ πλείω φθέγγεσθαι τῶν εἰωθότων παρακρουστικόν.
ἑξῆς δ’ εἰπὼν διανοήματα οὐκ αἰσθητὸν οὐδὲ φαινόμενον ἐδήλωσεν, ἀλλ’ ἐκ τεκμηρίων εὑρισκόμενον πρᾶγμα. τεκμήριον δέ ἐστιν ὃ ἀποφθέγγονταί τε καὶ πράττουσιν οἱ κάμνοντες. παραγενόμενος γοῦν τις ἡμῖν ἕωθεν, ὡς ἔθος, ἐπὶ τὴν ἐπίσκεψιν αὐτοῦ δι’ ὅλης ἔφη τῆς νυκτὸς ἠγρυπνηκέναι, σκοπούμενος, εἰ δόξειε τῷ Ἄτλαντι κάμνοντι μηκέτι βαστάζειν τὸν οὐρανόν, ὅ τί ποτ’ ἂν συμβαίη, τοῦτο εἰπόντος αὐτοῦ συνήκαμεν ἀρχήν τινα μελαγχολίας εἶναι. παραπλησίως δὲ καὶ διὰ τῶν ἔργων ὧν πράττουσιν οἱ κάμνοντες ἐνδείκνυνται τὸ τῆς ψυχῆς ἦθος.
ἑξῆς δὲ τούτων ὁ συγγραφεύς φησιν ὕπνοισιν, οὐχ ὕπνοισι, περὶ ὧν οὐδὲν ἐνταῦθα θέλω λέγειν, ἔν τε τοῖς Εἰς τοὺς ἀφορισμοὺς κἀν τοῖς Εἰς τὸ προγνωστικὸν ὑπομνήμασι τοὺς ὕπνους τε καὶ ἀγρυπνίας προεξηγησάμενος.
ἀλλὰ καὶ περὶ τῶν ἐνυπνίων προεξήγημαι, τῶν τ’ ἄλλων καὶ ὅσα διάθεσίν τινα τοῦ σώματος ἐνδείκνυται, καθάπερ κἀν τῷ Περὶ διαίτης ὑγιεινῷ γέγραπται. πυρκαϊὰς μὲν γάρ τις ὁρῶν ὄναρ ὑπὸ τῆς ξανθῆς ἐνοχλεῖται χολῆς, ὁ δὲ καπνὸν ἢ ἀχλὺν ἢ βαθὺ σκότος, ὑπὸ τῆς μελαίνης χολῆς· ὄμβρους δὲ ψυχρὰν ὑγρότητα πλεονάζειν ἐνδείκνυται, καθάπερ γε καὶ [εἰ] χιόνα καὶ κρύσταλλον καὶ χάλαζαν, φλέγμα ψυχρόν· ἐν χωρίῳ δ’ ὁ δοκῶν εἶναι δυσώδει σηπεδόνα χυμῶν, λόφους δ’ ἀλεκτρυόνων ἤ τινα πυρρά, αἷμα πλεονάζειν. ζοφώδη δέ τινα ὁρᾶν ἢ ἐν ζοφώδεσι τόποις ἵστασθαι πνεύματα δηλοῖ καὶ ἐπὶ τῶν ἄλλων ἀνὰ λόγον. διὸ καὶ προσέθηκε τῷ ἐνυπνίοισι τὸ οἵοισι καὶ ὅτε· τὸ μὲν οἵοισι τὰς διαφορὰς αὐτῶν ἐνδεικνύμενον καὶ μὴ προσθέντος αὐτοῦ πρόδηλον ἦν, τὸ δ’ ὅτε τὸν καιρόν, ἐν ᾧ γίνεται τὰ ἐνύπνια, τουτέστιν εἴτε κατὰ τὴν εἰσβολὴν τῶν παροξυσμῶν εἴτε κατὰ τὴν ἀκμὴν εἴτ’ ἐν ἄλλῳ τινὶ καιρῷ καὶ εἰ μετὰ τροφὴν καὶ ποίαν γέ τινα τροφὴν εὐθέως ἢ χωρὶς τροφῆς, γίνεται γάρ τις ἔνδειξις ἐκ τούτων. ὁ γοῦν χιονίζεσθαι δοκῶν ἐὰν ἐν εἰσβολῇ παροξυσμοῦ μετὰ ῥίγους ἢ φρίκης ἢ καταψύξεως γιγνομένου τοῦτο φαντασθῇ, τῷ καιρῷ τὸ πλέον, οὐ τῇ διαθέσει τοῦ σώματος ἀναφέρειν χρή. κατὰ μέντοι τὴν παρακμὴν ὁ τοιοῦτον ὄναρ θεασάμενος βεβαιοτέραν ἡμῖν ἔνδειξιν ἐργάσεται τῆς τῶν ἐπικρατούντων χυμῶν ψυχρότητος· ἔτι δὲ μᾶλλον, ἐὰν μηδὲν ἐδηδοκὼς ᾖ τῶν φλεγματικῶν ἐδεσμάτων, ὧν ἐν τῇ γαστρὶ περιεχομένων ἐνδέχεταί τινι τοιαύτην γίνεσθαι φαντασίαν, καίτοι τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως οὐκ οὔσης ὁμοίας. τὸ δὲ τιλμοῖσιν, ὅπερ ἐφεξῆς εἴρηται, προεξήγημαι κἀν τοῖς Εἰς τὸ περὶ χυμῶν ὑπομνήμασιν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν νῦν εἰρημένων, ἐπί τε τῶν κροκυδιζόντων καὶ καρφολογούντων εἰρῆσθαι δυνάμενον καὶ τῶν ὁτιοῦν μέρος ἑαυτῶν τιλλόντων, ἐν
ᾧ διάθεσίς τίς ἐστιν ὀδυνώδης ἐν βάθει. πολλάκις δὲ καὶ πύου περιεχομένου κατὰ τὸ μόριον ἤ τινος ἄλλου δριμέος χυμοῦ τίλλουσι τὸ μέρος, ὥσπερ γε καὶ λόγῳ παραφροσύνης ἔστιν ὅτε. τὸ δὲ κνησμοῖσι μετὰ τοῦτο γεγραμμένον ἐνδείκνυται χυμοὺς ὀδαξῶντας εἶναι κατὰ τὸ δέρμα, δι’ οὓς κνῶνται.
περὶ δὲ δακρύων ἐμάθομεν ἤδη τῶν ἑκουσίων τε καὶ ἀκουσίων, ὁποῖόν τι σημαίνειν ἑκάτερα πέφυκεν, ὥσπερ γε καὶ περὶ τῆς ἰδέας τῶν παροξυσμῶν, ἀλλὰ καὶ περὶ τῆς τῶν διαχωρημάτων καὶ οὔρων καὶ πτυέλων καὶ τῶν ἐμουμένων αὐταρκέστατα διὰ τοῦ Προγνωστικοῦ δεδήλωται, μετὰ τοῦ καὶ κατὰ τοὺς Ἀφορισμοὺς εἰρῆσθαι πολλάκις καὶ κατὰ τὸ Προρρητικόν.
ἐφεξῆς δὲ λέγοντος αὐτοῦ καὶ ὅσαι ἐξ οἵων εἰς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσεις ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον, ἀναμιμνῄσκεσθαι χρὴ κἀνταῦθα τῶν προδιδαχθέντων, ἐν οἷς προεξηγήμεθα. διαδοχαὶ γοῦν ὀλέθριοί τε καὶ κρίσιμοι γίνονται νοσημάτων κατά τε τὴν τῶν νόσων αὐτῶν διαφορὰν καὶ τοὺς πάσχοντας τόπους. ἡ μὲν γὰρ εἰς ἐπιεικέστερα νοσήματα καὶ τόπους ἀκυροτέρους διαδοχὴ σωτήριος, ἡ δ’ εἰς χαλεπώτερά τε νοσήματα καὶ τόπους κυριωτέρους ὀλέθριος. οὕτω δὲ καὶ ἀποστάσεις αἱ μὲν κατ’ ἔκρουν ἀμείνους, αἱ δὲ κατ’ ἀπόθεσιν ἧττον ὠφέλιμοι. τούτων δ’ αὐτῶν αἱ μὲν πορρωτέρω τε τοῦ κάμνοντος τόπου καὶ εἰς ἄκυρα μόρια τοῦ πάσχοντος ἀγαθαί, αἱ δ’ ἐναντίαι τούτων μοχθηραί.
καὶ μὴν καὶ τὰ τούτων ἐφεξῆς εἰρημένα κατὰ τὸ σύγγραμμα πᾶν ἐπὶ πλεῖστον ἐξειργάσμεθα δι’ ὧν προεξήγημαι βιβλίων. ἐν μὲν γὰρ τοῖς Εἰς τοὺς ἀφορισμοὺς κἀν τοῖς Εἰς τὸ προγνωστικὸν περί τε
τοῦ ῥίγους καὶ τῶν ἱδρώτων καὶ βηχὸς καὶ πταρμοῦ καὶ λυγμοῦ, ἐν δὲ ταῖς ἄλλαις πραγματείαις, ἃς ἐποιησάμεθα, καὶ περὶ τούτων εἴπομεν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὅσα χρήσιμα πρός τε τὰς διαγνώσεις καὶ προγνώσεις ἐστίν. ἐφεξῆς δὲ πάλιν ψύξεως αὐτοῦ μνημονεύσαντος ἐπισκεπτέον, ἆρά γε τοῦ παντὸς σώματος ψῦξιν, ὡς διακαίεσθαι τὸ βάθος, ἢ τῶν ἀκρωτηρίων ἀκούειν προσήκει μόνων ἢ περὶ πάντων τούτων λέγειν αὐτὸν ἄμεινόν ἐστιν ὑπολαβεῖν. ἄλλο μὲν γάρ τι σημαίνει ψῦξις ἐν ἀρχῇ παροξυσμοῦ, ἄλλο δ’ ἐν παρακμῇ γινομένη· καθάπερ γε καί, εἰ διὰ παντὸς τοῦ παροξυσμοῦ παραμένοι καὶ αὐτή, σημεῖόν ἐστιν οὐκ ἀγαθόν, ὥσπερ γε καὶ εἰ τοιαύτης οὔσης αὐτῆς ἀεὶ διακαίοιτο τὸ βάθος· ὑπὲρ ὧν ἁπάντων ἐν οἷς τ’ ἐξηγησάμεθα καὶ κατὰ τὴν Περὶ κρίσεων πραγματείαν εἴρηται. πνεύματα δ’ ὅταν εἴπῃ, τὰς περὶ τῆς ἀναπνοῆς διαφορὰς ἀκουστέον. ἐπειδὴ δὲ τῶν φυσῶν ἐφεξῆς ἐμνημόνευσε, καὶ αὗται τοῦ γένους εἰσὶ τῶν πνευμάτων. εἴρηται δ’ ἐν τοῖς Εἰς τὸ προγνωστικὸν καὶ τῇ Περὶ δυσπνοίας πραγματείᾳ καὶ [τῇ] περὶ τῆς τῶν κατ’ ἀναπνοὴν πνευμάτων διαφορᾶς, ὥσπερ γε καὶ περὶ τῶν φυσῶν ἐν τοῖς Εἰς τὸ προγνωστικόν. καὶ ἐρυγαὶ δὲ τοῦ γένους μέν εἰσι τῶν πνευμάτων καὶ κατὰ τοῦτο κοινωνοῦσί πως τοῖς κατὰ τὴν ἀναπνοήν, ἐν εἴδει δὲ τῶν φυσωδῶν πνευμάτων ὑπάρχουσαι πάλιν κατὰ τοῦτο [οὐ] κοινωνοῦσι ταῖς φύσαις, ὥστε καὶ αὗται δηλοῦσι φυσῶδες ἐν τῇ κοιλίᾳ τῇ ἄνω γεννᾶσθαι πνεῦμα.
καὶ τὸ κατὰ τὴν τελευτὴν δὲ τῆς ῥήσεως εἰρημένον εὔδηλον. αἱμορραγίαι τε γὰρ καὶ αἱμορροίδες ὅπως αἱ μὲν ἐπ’ ὠφελείᾳ γίνεσθαι πεφύκασιν, αἱ δ’ ἐπὶ βλάβῃ μεμαθήκαμεν.
III 2 Πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν· ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι καὶ ἐναταῖοι.
Καὶ τῷ τοῦ συνεχοῦς ὀνόματι καὶ τῷ τοῦ διαλείποντος οἱ παλαιοὶ διττῶς φαίνονται χρώμενοι. συνεχεῖς γοῦν ὀνομάζουσι πυρετοὺς ἐνίοτε μὲν ἅπαντας, ὅσοι μὴ λήγουσιν εἰς ἀπυρεξίαν, ἐνίοτε δ’ οὐχ ἅπαντας τοὺς μὴ λήγοντας εἰς ἀπυρεξίαν, ἀλλ’ ἐκείνους μόνους ἐξαιρέτως, ὅσοι μηδεμίαν ἴσχουσι μεταβολὴν ἄχρι κρίσεως. οὕτω δὲ καὶ διαλείποντας ἐνίοτε μὲν ἐκείνους μόνους ὀνομάζουσι τοὺς εἰς ἀπυρεξίαν παυομένους, ἐνίοτε δὲ τοὺς μὴ παυομένους μὲν εἰς ἀπυρεξίαν, ἀξιολόγους δὲ μεταβολὰς ποιουμένους τῶν κατὰ μέρος παροξυσμῶν εἰς ἀρχήν τε καὶ ἀνάβασιν, ἀκμήν τε καὶ παρακμήν, ἔνιοι δὲ τῶν νεωτέρων ἰατρῶν τοὺς μηδεμίαν ἀξιόλογον ἴσχοντας μεταβολὴν οὐ συνεχεῖς, ἀλλὰ συνόχους ὀνομάζουσι, συνεχεῖς δὲ μόνους ἐκείνους, ὅσοι μήτ’ εἰς ἀπυρεξίαν λήγουσι καὶ διαλείπουσι τοῖς κατὰ μέρος παροξυσμοῖς. τούτους δ’ οἱ παλαιοὶ ποτὲ μὲν συνεχεῖς ὀνομάζουσι, ποτὲ δὲ διαλείποντας. εἰσὶ γὰρ ὄντως ἐν τῷ μέσῳ τῶν συνεχῶν καὶ τῶν εἰς ἀπυρεξίαν παυομένων. εἰκότως οὖν, ὅταν μὲν τοῖς συνεχέσι παραβάλλωνται, διαλείποντες καλοῦνται, ὅταν δὲ τοῖς εἰς ἀπυρεξίαν λήγουσι, συνεχεῖς. ἐν δὲ τῇ προκειμένῃ ῥήσει πυρετῶν διαφορὰς γράφων ὁ Ἱπποκράτης ἐνίους μὲν αὐτῶν φησιν εἶναι συνεχεῖς, (εἰσὶ γὰρ ὄντως πολλοὶ συνεχεῖς κατ’ ἀμφότερα τὰ σημαινόμενα πρὸς τοῦ συνεχεῖς,) ἐνίους δ’ ἤτοι τὴν νύκτα διαλιπεῖν ἢ τὴν ἡμέραν, ὧν τοὺς μὲν εἰς ἀπυρεξίαν μὴ λήγοντας ἔνιοι τῶν νεωτέρων ἰατρῶν μεθημερινοὺς ἢ καθημερινοὺς ὀνομάζουσι, τούς τε λήγοντας ἀμφημερινούς, τῆς τοιαύτης λεπτολογίας τῶν ὀνομάτων οὐκ οὔσης παρὰ τοῖς παλαιοτέροις. τοῦ τοιγαροῦν διαλείπειν διχῶς νοουμένου τε καὶ λεγομένου, καθότι προείρηται, τοὺς καθ’ ἑκάστην ἡμέραν ἢ νύκτα παροξυνομένους διαλείποντας ἐροῦμεν, ἐάν τ’ εἰς ἀπυρεξίαν, ἐάν τ’ εἰς τὴν καλουμένην ἔνδοσιν ἥκωσιν. εἶθ’ ἑξῆς καταλέγει διαφορὰς πυρετῶν ἑτέρας τῶν προειρημένων, ἡμιτριταίων, τριταίων, τεταρταίων, πεμπταίων, ἑβδομαίων καὶ ἐναταίων μνημονεύων. τριταῖοι
ἢ χυμοῖς τὴν πεμπταίαν ἢ ἑβδομαίαν ἢ ἐναταίαν γίνεσθαι περίοδον οὐχ ἕξεις.” οὐ μὴν οὐδ’ ἔγραψέ τινα ἡμῖν ἄρρωστον οὕτω νοσήσαντα, καίτοι γ’ ἐχρῆν, ὥσπερ ἄλλων πολλῶν καθολικῶν θεωρημάτων παραδείγματα διὰ τῶν κατὰ μέρος ἐδίδαξεν, οὕτω κἀπὶ τούτων ποιῆσαι. γιγνώσκειν μέντοι χρὴ τὴν ἀρχὴν τῆς λέξεως ἐν πολλοῖς τῶν ἀντιγράφων κατὰ τὸ καλούμενον ἀσύνδετον εἶδος τῆς ἑρμηνείας γεγραμμένην ὡδί πως· πυρετοὶ συνεχέες, ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν. εἰπὼν δ’ ἀσύνδετον ὀνομάζεσθαι τὸ τοιοῦτον εἶδος ἐδήλωσά σοι καὶ τὴν ἐξήγησιν αὐτοῦ. χρὴ γὰρ ὡς ἐν καταλόγῳ τῶν εἰρημένων ἀκούειν ἡμᾶς, προστιθέντας τοὺς παραλελειμμένους ἐν ταῖς λέξεσι συνδέσμους.
III 3 Εἰσὶ δ’ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι καὶ θανατωδέσταται ἐν τῷ συνεχεῖ πυρετῷ.
Ἡ μὲν ἀκριβεστάτη τούτων ἁπάντων διδασκαλία λέλεκται κατὰ τὰ Περὶ διαφορᾶς πυρετῶν ὑπομνήματα, καὶ νῦν, ὡς εἶπον ἤδη πολλάκις, οὐκ ἀποδεικνύναι μοι πρόκειται τἀληθὲς οὐδὲ διδάσκειν ἅπαντα τὰ κατὰ μέρος, ὡς μηδὲν παραλιπεῖν, ἀλλὰ τὴν λέξιν ἐξηγεῖσθαι τοῦ παλαιοῦ. τὰ δ’ οὖν κεφάλαια τῆς ἐμπιπτούσης ἑκάστοτε θεωρίας οὐ παρήσω. λέγει τοίνυν ὀξυτάτας μὲν καὶ μεγίστας καὶ χαλεπωτάτας νόσους εἶναι κατὰ τὸν συνεχῆ πυρετόν, ὀξυτάτας μὲν λέγων τὰς ἐν ὀλίγῳ χρόνῳ τὰς κρίσεις λαμβανούσας, μεγίστας δὲ τὰς ἰσχυροτάτας, χαλεπωτάτας δὲ τὰς κίνδυνον ἐπιφερούσας, ὅπερ ἐξηγούμενος αὐτὸς ἐπήνεγκε, θανατωδεστάτας εἰπὼν αὐτάς. ὁποτέρως δ’ ἂν ἀκούῃς εἰρῆσθαι τὸν συνεχῆ πυρετόν, ἀληθής ἐστιν ὁ λόγος. ὀξύταται γὰρ νόσοι καὶ μέγισται καὶ χαλεπώταται κατά τε τοὺς ἰδίως λεγομένους συνόχους γίγνονται πυρετοὺς καὶ κατὰ τοὺς ἄλλους οὐδὲν ἧττον, ὅσοι διὰ τῶν κατὰ μέρος προέρχονται παροξυσμῶν ἀρχὰς καὶ ἀναβάσεις, ἀκμὰς καὶ παρακμὰς ποιούμενοι σαφεῖς ἄνευ τοῦ λήγειν εἰς ἀπυρεξίαν· ὑπὲρ ὧν ἄμεινον ἀκούειν νῦν, ἐπειδὴ καὶ τοὺς συνόχους ἐν τούτοις περιέχεσθαι συμβέβηκεν, οὐ μὴν ἐν τοῖς συνόχοις γε τούτους. ἐὰν οὖν ἀκούσῃ τις περὶ μόνων τῶν συνόχων εἰρῆσθαι τὸν λόγον, ἐξαιρεῖσθαι δόξει
τοὺς ἄλλους συνεχεῖς, ὡς οὔτε κινδυνώδεις ὄντας οὔτε σφοδροὺς οὔτ’ ὀξεῖς.
III 4 Ἀσφαλέστατος δ’ ἁπάντων καὶ ῥήιστος καὶ μακρότατος ὁ τεταρταῖος. οὗτος γὰρ οὐ μόνον αὐτὸς ἐφ’ ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων ῥύεται.
Ῥήιστον εἶπε τὸν τεταρταῖον ἐν ἴσῳ τῷ εὔφορον. οἱ γάρ τοι συνεχεῖς τῶν πυρετῶν μηδεμίαν ἔχοντες τῶν ὀχληρῶν ἀνάπαυλαν ἄχρι κρίσεως, ἀλλὰ καὶ διηνεκῶς βαρύνοντες, εἰκότως δύσφοροι λέγονταί τε καὶ εἰσίν. ἐν δὲ τῷ τεταρταίῳ, καὶ μάλισθ’ ὅταν ᾖ μέτριος, ἔνεστι καὶ προιέναι ταῖς μέσαις τῶν παροξυσμῶν ἡμέραις καί τι καὶ πράττειν ἐνίοτε τῶν συνήθων. χρὴ δὲ γιγνώσκειν σε καὶ τὸ τῶν παλαιῶν ἔθος, ὅταν ἀκούσῃς αὐτῶν περὶ πυρετῶν διαλεγομένων. ἐὰν γοῦν ἥπατος ἢ σπληνὸς ἢ πνεύμονος ἢ πλευρᾶς ἢ ἄλλου τινὸς μορίου φλεγμονῇ πυρετὸς ἕπηται, πλευρῖτιν ἢ περιπνευμονίαν ἢ σπληνῖτιν ἢ ἡπατῖτιν ὀνομάζουσι τὴν νόσον, οὐ πυρετόν. τὸν δ’ ἄνευ φλεγμονῆς πυρέττοντα πυρετόν φασι νοσεῖν. καὶ νῦν δ’ ἄκουε περὶ ὧν διαλέγεται πυρετῶν οὕτως εἰρῆσθαι τὸν λόγον, ἐπεί τοι πολλάκις εἴδομεν ἐπὶ σπληνὶ μεγάλως πυρέττοντας ἀνθρώπους τεταρταῖον, κἄπειτα ἐν τῷ χρόνῳ παρεγχύσεως ὑδερικῆς γενομένης ἀποθανόντας. ἀλλ’ αὐτὸς καθ’ ἑαυτὸν ὁ τεταρταῖος ἀκίνδυνός ἐστιν, ὅς γε καὶ ἄλλων νοσημάτων ῥύεται. παυσαμένας γοῦν ἐπιληψίας ἴσμεν ἐπὶ τεταρταίῳ χρονίως ἐνοχλήσαντι, καὶ μεμάθηκας ἤδη περὶ τῆς γενέσεως αὐτοῦ κατά τε τὰ Περὶ διαφορᾶς πυρετῶν ὑπομνήματα καὶ τὰ Περὶ κρίσεων.
III 5 Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ ξυμπίπτει μὲν καὶ ὀξέα νοσήματα γίνεσθαι, καὶ ἔστι τῶν λοιπῶν οὗτος θανατωδέστατος. ἀτὰρ καὶ φθινώδεες καὶ ὅσοι ἄλλα μακρὰ νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσιν.
Οὐ δύναμαι πεῖσαι τοὺς πολλοὺς τῶν ἰατρῶν διακρῖναι τὴν τῶν πραγμάτων αὐτῶν ἐπίσκεψιν τῆς περὶ τῶν ὀνομάτων τε καὶ σημαινομένων, καὶ συγγινώσκειν αὐτοῖς δίκαιον. ὅπου γὰρ Ἀγαθῖνος, ἵνα τοὺς ἄλλους παραλείπω, βιβλίον ὅλον ἔγραψε τὸ πρῶτον περὶ ἡμιτριταίου, τὸ σημαινόμενον ἐκ τῆς προσηγορίας ζητῶν ἐν αὐτῷ, πῶς οὐκ ἄν τις καὶ τούτοις συγγνοίη; καίτοι γε ῥᾷστον ἦν ἰδίαν μὲν τῶν ὁρωμένων ποιήσασθαι διδασκαλίαν τῶν ἐν τῇ περιοδίᾳ, ἰδίαν δὲ τῶν ἐπ’ αὐτοῖς ὀνομάτων, ὥσπερ ἐγὼ νῦν ποιήσομαι. τῶν γὰρ διὰ τρίτης παροξυνομένων πυρετῶν οἱ μὲν εἰς ἀπυρεξίαν λήγουσιν, οἱ δὲ οὔ. καὶ πάλιν ἑκατέρου τούτων ἡ διαφορὰ τοιάδ’ ἐστί· τῶν εἰς ἀπυρεξίαν ληγόντων ἔνιοι μὲν ἐντὸς ὡρῶν δώδεκα τὸν παροξυσμὸν ἔχουσι περιγραφόμενον, ἔνιοι δ’ ἐπὶ πλέον ἐκτεινόμενον· τῶν δὲ μὴ ληγόντων εἰς ἀπυρεξίαν ἔνιοι μὲν φρικώδεις ὄντες, ὅταν ἀπὸ τῆς πρώτης εἰσβολῆς ἐπὶ τὴν καλουμένην ἀνάβασιν ἔρχωνται, τὴν πρώτην φρίκην ποιοῦνται, κἂν δοκῶσιν ἤδη μετρίως προεληλυθέναι, πάλιν ἑτέραν φρίκην μετὰ συστολῆς ποιοῦνται καὶ μετὰ ταύτην αὖθις ἑτέραν ἀνάβασιν, εἶτα ἀπ’ ἐκείνης ἄλλην συστολήν τε καὶ φρίκην, δὶς γὰρ καὶ τρὶς οὗτοι ὑποστρέφουσι· κατὰ δὲ τὴν δευτέραν ἡμέραν ἕτερον ἴσχουσι παροξυσμὸν ἐλάττονα τοῦ προτέρου χωρὶς τῶν προτέρων ἐπαναλήψεων, καὶ τοῦτο ἐφεξῆς αὐτοῖς ἀεὶ κυκλεῖται δυοῖν παροξυσμοῖν οἵοιν εἴρηκα γιγνομένοιν ἐν ἡμέραις δύο. καὶ μὴν καὶ ἄλλοι τινὲς διὰ τρίτης παροξυνόμενοι χωρὶς τῶν εἰρημένων φρικωδῶν εἰσβολῶν τε καὶ ἐπαναλήψεων ἕνα παροξυσμὸν ἴσχουσι διὰ τρίτης, οὐ παροξυνόμενοι τῇ δευτέρᾳ. μίαν οὖν οὗτοι καὶ συνεχῆ καὶ ὁμαλὴν τὴν ἐπὶ τὴν ἀκμὴν ἀπὸ τῆς εἰσβολῆς ἀνάβασιν ἔχουσιν. αὕτη μέν σοι τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν ἡ διαφορά, φαινομένη συνεχῶς ἐπὶ τῶν καμνόντων. ἐδείχθη δ’ ὑφ’ ἡμῶν ὁ μὲν φρικώδης πυρετὸς ἐπὶ χολώδει καὶ φλεγματώδει χυμῷ συνιστάμενος, ὁ δὲ χωρὶς φρίκης ἐπὶ τῷ χολώδει μέν, ἀλλὰ δυσκινητοτέρῳ τε καὶ δυσπεπτοτέρῳ, φέρουσι δ’ αὐτὸν καὶ φλεγμοναὶ κυρίων μορίων. τῶν δὲ μετὰ ῥίγους μὲν εἰσβαλλόντων, εἰς ἀπυρεξίαν δὲ ληγόντων ἅμα χολώδεσιν ἐμέτοις ἢ διαχωρήσεσιν ἢ ἱδρῶσιν ἡ ξανθὴ χολὴ κινουμένη δι’ ὅλου τοῦ σώματος αἰτία. τούτων μὲν οὖν οὕτως ἐχόντων, ὡς εἴρηται, τὸ μὲν ἤτοι τὴν αἰτίαν ἑκάστου ζητεῖν ἢ τὴν θεραπείαν ἰατρικόν τι καὶ χρήσιμόν ἐστι πρᾶγμα, τὸ δέ, τί καλέσει τις ἕκαστον τῶν εἰρημένων ὀρθῶς, οὐκέτι τῆς ἰατρικῆς τέχνης ἴδιον, ἀναγκαῖόν γε μὴν γιγνόμενον, ὅταν βούληταί τις ἑτέρους διδάσκειν ἀναγινώσκειν.
τῶν ἡμερῶν ἐπιπαροξύνηται. ἀλλ’ ὅπερ ἔφην, ὑπὲρ ὀνόματος οὔσης τῆς ζητήσεως οὐδὲν ἄτοπόν ἐστι, κἂν μὴ γνῶμεν ἀκριβῶς, ἐπὶ τίνος πυρετοῦ μάλιστα τὴν ἡμιτριταίαν ἐπιφέρει φωνὴν ὁ Ἱπποκράτης. ὁπόταν γὰρ αὐτοῦ τὴν περὶ τοὺς πυρετοὺς τέχνην ἐκμάθωμεν, ἕξομεν ὧν δεόμεθα πρὸς τὰ τῆς τέχνης ἔργα, χωρὶς τῶν ἐπ’ αὐτοῖς ὀνομάτων. τάχα δ’ ἂν εἶναι δόξειεν οἰκεῖον ἑξῆς σκέψασθαι, διὰ τί προσέθηκεν ὁ Ἱπποκράτης τὸ καλεόμενον καὶ οὐχ ἁπλῶς εἶπεν· “ἐν δὲ τῷ ἡμιτριταίῳ συμπίπτει μὲν καὶ ὀξέα νοσήματα.” δοκεῖ δή μοι μέμφεσθαι τὴν προσηγορίαν ὡς ἄκυρον. ἐπὶ γὰρ τῶν ἐνδεεστέρως ἐχόντων κατὰ τὰ τέλεια τὴν τοῦ ἡμίσεος προσθήκην ποιούμεθα, φάσκοντες ἡμιθνῆτα καὶ ἡμίθνητον καὶ ἡμίθεον καὶ ἡμίφωνον, ἡμίονόν τε καὶ τὸ ἡμίοπτον, ὅσα τε ἄλλα τοιαῦτα λέγοντες. ὁ δ’ ἡμιτριταῖος οὐ μόνον οὔκ ἐστιν ἥμισυς τῷ πλήθει τῶν συμπτωμάτων ἢ τῇ δυνάμει [καὶ τούτων] τῆς ὅλης διαθέσεως, ἀλλὰ καὶ πολὺ χείρων τοῦ τριταίου, ὥστ’ ἄμεινον εἶναι δοκεῖν ἐκεῖνον τούτου λέγειν ἥμισυν, οὐκ ἐκείνου τοῦτον. οὐκοῦν οὐκ οἶδα, τί δόξαν αὐτοῖς οὕτως μᾶλλον ὠνόμασαν οἱ πρῶτοι θέμενοι τὴν προσηγορίαν ἢ ἄλλως. ἐνδέχεται γὰρ αὐτούς, [καὶ] διότι τοῦ τριταίου πυρετοῦ τὸ διὰ τρίτης τε παροξύνειν καὶ τὸ εἰς ἀπυρεξίαν λήγειν ἔχοντος ὁ ἡμιτριταῖος ἓν μὲν ἔχει τούτων, ἓν δ’ οὐκ ἔχει, ταύτην θέσθαι τὴν προσηγορίαν· τὸ μὲν γὰρ διὰ τρίτης παροξύνειν ἔχει, τὸ δ’ εἰς ἀπυρεξίαν λήγειν οὐκ ἔχει. ἐνδέχεται δὲ καί, διότι καὶ τὸ μετὰ ῥίγους εἰσβάλλειν οὐκ ἔχει καὶ πρὸς τούτοις γ’ ἔτι τὸ μετ’ ἐκκρίσεως παύεσθαι, καὶ μέντοι καὶ διότι τὴν δευτέραν ἡμέραν οὐκ ἔχει καθαράν. ἐνδέχεται δὲ καὶ ἄλλο τι τοιοῦτον εἰπεῖν τοῖς τὴν μὲν ἄχρηστον σοφίαν ἀσκοῦσι, τὰ δ’ ὄντως χρήσιμα τῆς τέχνης παραλείπουσιν.
III 6 Νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ. ἡμερινὸς μακρότερος· ἔστι δ’ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες.
Τῶν μὲν ἐν ἀρχῇ πυρετῶν τὸν κατάλογον ἔγραψεν ἁπλῶς, τούτων δ’ ἑξῆς τὰ ἤθη διδάσκει. προειρηκὼς οὖν ἐν τῷ καταλόγῳ· “πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν”, εἶτα περὶ τῶν συνεχῶν διελθών, ὁποῖοί
τινές εἰσι, καὶ προσθεὶς αὐτοῖς ἐφεξῆς τὴν περὶ τοῦ τεταρταίου τε καὶ ἡμιτριταίου διδασκαλίαν, ἐπὶ τοὺς τῇ μὲν ἡμέρᾳ παροξυνομένους, τῇ δὲ νυκτὶ διαλείποντας ἢ τῇ μὲν νυκτὶ παροξυνομένους, τῇ δ’ ἡμέρᾳ διαλείποντας ἀφίκετο, καλέσας αὐτῶν τὸν μὲν ἕτερον νυκτερινόν, τὸν δ’ ἕτερον ἡμερινόν, νυκτερινὸν μὲν τὸν ἐν νυκτὶ παροξυνόμενον, ἡμερινὸν δὲ τὸν ἐν ἡμέρᾳ. δι’ ὧν δ’ ἐπαινεῖν ἔδοξε τὸν νυκτερινόν, οὐδὲν ἧττον ἔψεξε διὰ τῶν αὐτῶν, οὐχ ἁπλῶς εἰπών· “νυκτερινὸς οὐ θανατώδης”, ἀλλὰ τὸ οὐ λίην προσθείς. εἰ γὰρ οὐ λίην θανατώδης, εὔδηλον ὅτι θανατώδης μετρίως. τὸν δ’ ἡμερινὸν οὐ μόνον μακρότερον εἶπεν εἶναι τοῦ νυκτερινοῦ, ἀλλὰ καὶ ἐπὶ [πρὸς] τὸ φθινῶδες ἐνίοτε ῥέπειν, ὥστε καὶ κατὰ τοῦτο μοχθηρότερον εἶναι. τοῦτο μὲν γὰρ ἐν ᾧ χρόνῳ διαφορεῖσθαι καὶ ἀραιοῦσθαι μᾶλλον εἴωθεν ἢ συστέλλεσθαι καὶ πυκνοῦσθαι τὸ σῶμα, παροξυνόμενος εἰκότως κακοηθέστερος εἶναι δοκεῖ, τοῦτο δὲ καὶ τὸν καιρὸν τῆς προνοίας ἔχων ἀήθη. καθ’ ὃν γὰρ χρόνον ἐχρῆν κοιμᾶσθαι, κατὰ τοῦτον ἀναγκαῖόν ἐστι τῆς ἰατρικῆς προνοίας τυγχάνειν τοὺς κάμνοντας. καὶ διὰ τοῦτο καταφθείρονται τῷ χρόνῳ καὶ φθίνουσι, δυοῖν θάτερον, εἰ μὲν δὴ κοιμῷντο νυκτός, ἐνδεῶς ἀπολαύοντες ὕπνου, εἰ δ’ ἡμέρας, νυκτερίδων βίον, οὐκ ἀνθρώπων βιοῦντες.
III 7 Ἑβδομαῖος μακρός, οὐ θανατώδης. ἐναταῖος ἔτι μακρότερος, οὐ θανατώδης.
Οὔθ’ Ἱπποκράτει καλὸν ἀπιστεῖν, (ἐμφαίνει γάρ, ὡς ἑωρακὼς ταῦτ’ ἔγραψε,) οὔτε ψεύδεσθαι προσήκει λέγοντα καὶ αὐτὸν ἑωρακέναι. παραφυλάττειν οὖν ὑμᾶς φιλοπόνως προσήκει καὶ τῇ πείρᾳ κρίνειν τὸ ἀληθές, ἀλλ’ ὅπως μὴ πάθητε τοῖς πολλοῖς ὁμοίως, οἳ θεασάμενοι κατά τινα τύχην δι’ ἑβδόμης ἡμέρας πυρέξαντα τὸ δεύτερόν τε καὶ τρίτον ἀπὸ τῆς ἀρχῆς ὑπέλαβον ἑβδομαίαν εἶναί τινα περίοδον. ἐνδέχεται γάρ ποτε τοῦτο καὶ κατὰ συντυχίαν ἀπαντῆσαι, καὶ μέντοι καὶ κατὰ τὸ τῆς διαίτης ὁμοειδές. ὅσοις γὰρ τῶν νοσούντων οὐκ ἀκριβῶς ἡ νοσώδης ἐπαύσατο διάθεσις, ἀλλ’ ἔμεινεν αὐτῆς τι σπέρμα, τούτοις ἀμελέστερον διαιτηθεῖσι συμβαίνει πολλάκις μὲν ἕκτῃ μετὰ τὴν πρώτην ἡμέραν πυρέξαι, πολλάκις δ’ ἑβδόμῃ, πολλάκις δ’ ὀγδόῃ, πολλάκις δ’ ἄλλῃ τινὶ καὶ τοῦ πυρετοῦ παυσαμένου δόξασιν ἀκριβῶς ἀπηλλάχθαι, πάντα ὁμοίως διαιτηθεῖσιν ἐπὶ τῷ καταλειφθέντι τῆς νόσου σπέρματι δι’ ἴσων ἡμερῶν εἰς τὴν αὐτὴν ἀφικομένοις διάθεσιν
ὡσαύτως πυρέξαι. καὶ δυνατὸν γίγνεσθαι τοῦτο πολλάκις, ὅταν ἴσον μὲν ᾖ τὸ καταλειπόμενον τῆς διαθέσεως, ὁμοίως δὲ καὶ οἱ κάμνοντες διαιτῶνται. τοῦτ’ οὖν οὐκ ὄντως περίοδός ἐστι νοσώδης, ὅταν ἀκριβῶς διαιτηθέντων αὐτῶν κατὰ τὴν αὐτὴν ἀφικνῆται προθεσμίαν ὁ πυρετός, ὥσπερ ἐπὶ τοῦ τεταρταίου φαίνεται γιγνόμενον.
III 8 Τριταῖος ἀκριβὴς ταχυκρίσιμος καὶ οὐ θανατώδης.
Εἴρηται μικρῷ πρόσθεν, ὡς ἐν τύπῳ φάναι, τὸν ὀλιγοχρόνιον ἔχοντα παροξυσμὸν ἀκριβῆ τριταῖον εἶναι. τὰ δ’ ὡς τὸ πολὺ τούτῳ συνυπάρχοντα πάντα εἴρηται κατά τε τὰ Περὶ διαφορᾶς πυρετῶν καὶ τὰ Περὶ κρίσεων ὑπομνήματα.
III 9 Ὁ δὲ πεμπταῖος πάντων κάκιστος· καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν ἐπιγενόμενος κτείνει.
Οἱ φθίνοντες ἑκτικὸν πυρέττουσι πυρετὸν οὐδέποτε παυόμενον, οὗ τὴν φύσιν ἅπασαν, ὥσπερ καὶ τῶν ἄλλων, ἔμαθες ἐν τοῖς Περὶ διαφορᾶς πυρετῶν. ἤδη δέ τισιν αὐτῶν εἶδον ἐπιπεπλεγμένον τινὰ τῶν περιοδικῶν, ἤτοι τῶν διὰ τρίτης ἢ καὶ τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων, ὡς δ’ Ἱπποκράτης φησί, καὶ τὸν διὰ πέμπτης, ὑπὲρ οὗ καὶ αὐτοῦ νόμιζέ σοι τὰ αὐτὰ λελέχθαι πρὸς ἡμῶν, ἃ καὶ περὶ τῶν ἑβδομαίων τε καὶ ἐναταίων ὀλίγον ἔμπροσθεν ἤκουσας.
III 10 Εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τούτων ἑκάστου τῶν πυρετῶν. αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται· ἔστι δ’ οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχια, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται
καθ’ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψεν· ἔστι δ’ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας πάλιν ὑφίησι μέχρι κρίσεως καὶ περὶ κρίσιν. συμπίπτει δὲ ταῦτα [καὶ] γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ ἐπὶ παντὸς νοσήματος.
Τρόπους πυρετῶν ἐνίοτε μὲν τὰ ἤθη καλοῦσιν, ἐνίοτε δὲ τὰς διαφοράς, καταστάσεις δὲ τὰς αὐτῶν φύσεις. τὰ ἤθη δὲ νῦν αὐτὸς δῆλός ἐστιν ἑκάστου τῶν προειρημένων πυρετῶν προῃρημένος γράψαι. τὸν γοῦν συνεχῆ φησιν ἄρχεσθαι μὲν ἐνίοις σφοδρότατα, κατὰ βραχὺ δὲ ἀπολεπτύνεσθαι μέχρι κρίσεως, ἐνίοτε δὲ μετρίως ἀρξάμενον αὐξάνεσθαι κατὰ βραχὺ μέχρι κρίσεως, ἐν ᾗ φησιν ἐκλάμπειν αὐτόν. οὗτοι μὲν οὖν ἐναντίαν ἀλλήλοις ἔχουσι τὴν κίνησιν. ἄλλον δὲ τρόπον ἐπ’ αὐτοῖς τρίτον εἶναί φησι σύνθετον ἐξ ἀμφοῖν, ὅταν ἄρχηται μὲν πραέως, αὐξηθεὶς δὲ κατὰ βραχὺ καὶ τὸ τέλειον ἀπολαβὼν μέγεθος ὑφιῇ μέχρι λύσεως παντελοῦς. τούτους οὖν τοὺς τρεῖς τρόπους οἴονταί τινες αὐτὸν λέγειν ἐπὶ τῶν συνεχῶν πυρετῶν, οὐκ ἀκούοντες ὧν ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψε· συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος, ὥστ’ οὐκέτι τῶν συνεχῶν μόνον, ἀλλὰ καὶ πάντων τῶν ἄλλων πυρετῶν, ὅσοι γε συνεχεῖς καὶ διαλείποντες καὶ ὀξεῖς καὶ πολυχρόνιοι, καὶ μέντοι καὶ παντὸς ἄλλου νοσήματος, ὀξέος τε δηλονότι καὶ χρονίου, τοὺς αὐτοὺς τρόπους φησὶ γίνεσθαι τρεῖς. καὶ τὰ συμπτώματα δὲ κατὰ τὸν αὐτὸν λόγον κινεῖται [τὰ] πάντα. φέρε γὰρ ἐπ’ ἀλγήματος ἡμᾶς σκοπεῖσθαι τοῦτο· πολλάκις μὲν εἰσβάλλον σφοδρότατον, ἀπομαραίνεται κατὰ βραχὺ μέχρι παντελοῦς λύσεως, ἐνίοτε δ’ ἀρξάμενον πρᾷον, ἐπὶ τὸ σφοδρότατον αὐξηθὲν κατὰ βραχὺ ταχεῖαν ἔσχε τὴν λύσιν. αὖθις δέ ποτε μετὰ τὴν τελείαν ἀκμὴν ἀνὰ λόγον τῆς αὐξήσεως ἐν ἴσῳ χρόνῳ τὴν παρακμὴν ἔλαβεν.
III 11 Δεῖ δὲ τὰ διαιτήματα σκοπούμενον ἐκ τούτων προσφέρειν.
Προγνωστικὸν εἶναί σε βούλεται τῆς κινήσεως τῶν νοσημάτων, ὅπως ἁρμόττουσαν αὐτοῖς τὴν δίαιταν προσφέρῃς. δεῖ γὰρ ὡσ
πρὸς τὴν ἐσομένην αὐτοῖς ἀκμὴν τοῦ νοσήματος ἀποβλέποντας ἡμᾶς τὴν δίαιταν ποιεῖσθαι *** κατά τε τὸ Περὶ διαίτης ὀξέων καὶ τοὺς Ἀφορισμούς, ὅπως δὲ χρὴ προγινώσκειν τοὺς προειρημένους τρόπους τῶν νοσημάτων, ἔκ τε τῶν Εἰς τὸ προγνωστικὸν ὑπομνημάτων καὶ ἐκ τῶν Περὶ κρίσεων μαθήσῃ. διὰ κεφαλαίων δ’ αὐτὰ καὶ κατὰ τοῦτο τὸ βιβλίον ἔγραψα διὰ τῆς πρώτης ἐν τῷδε τῷ ὑπομνήματι γεγραμμένης ῥήσεως.
III 12 Πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοις ἐστὶν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ καὶ γεγράψεται. πρὸς ἃ δεῖ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι, τίνι τούτων ὀξὺ καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι μακρὸν καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι προσαρτέον ἢ οὒ καὶ πότε καὶ πόσον καὶ τί τὸ προσφερόμενον ἔσται.
Καίτοι πολλὰ προειρηκώς, ἀφ’ ὧν χρὴ τὰς προγνώσεις ποιεῖσθαι, ὅμως φησὶν εἶναι καὶ ἄλλα, τὰ μὲν ἤδη γεγραμμένα, κατὰ τὸ Προγνωστικὸν δηλονότι, τὰ δὲ καὶ γραφησόμενα.
III 13 Τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι κρίνεται ἐν ἀρτίῃσιν. ὧν δ’ οἱ παροξυσμοὶ ἐν περισσῇσι, κρίνεται ἐν περισσῇσιν.
Εἴρηται πολλάκις ἡμῖν ἐν τοῖς παροξυσμοῖς γίνεσθαι τὰς κρίσεις, διά τε τὸ κινεῖσθαι σφοδρῶς ἐν αὐτοῖς τοὺς χυμοὺς καὶ ὥσπερ ζέοντας ἐκρήγνυσθαι δι’ αἱμορραγίας ἢ ἱδρώτων ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμορροίδων ἢ καταμηνίων ταῖς γυναιξί, διά τε τὸ κατ’ αὐτὸν δὴ τοῦτον τὸν καιρὸν τὴν φύσιν ἐπείγεσθαι πρὸς τὴν
ἔκκρισιν αὐτῶν, ἅμα μὲν ὅτι βαρυνομένη καὶ κακοπαθοῦσα παροξύνεται πρὸς τὴν ἔκκρισιν, ἅμα δὲ ὅτι κεχυμένων μᾶλλον αὐτῶν ἥ τε διάκρισις ἑτοιμοτέρα τῶν μοχθηρῶν ἥ τε κρίσις γίγνεται ῥᾷον.
III 14 Ἔστι δὲ [ἡ] πρώτη περίοδος τῶν ἐν τῇσιν ἀρτίῃσι κρινόντων τετάρτη, ἕκτη, [ὀγδόη,] τεσσαρεσκαιδεκάτη, εἰκοστή, τετάρτη καὶ εἰκοστή, τριακοστή, τεσσαρακοστή, ἑξηκοστή, ὀγδοηκοστή, εἰκοστὴ καὶ ἑκατοστή· [ἐκ] τῶν δὲ ἐν τῇσι περισσῇσι κρινόντων περίοδος πρώτη τρίτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, ἑπτακαιδεκάτη, εἰκοστὴ πρώτη, εἰκοστὴ ἑβδόμη, τριακοστὴ πρώτη.
Οὐ κυρίως μοι δοκεῖ κεχρῆσθαι νῦν τῇ προσηγορίᾳ τῆς περιόδου. τὰς γὰρ ἡμέρας αὐτάς, ἐν αἷς αἱ κρίσεις γίνονται, πάσας ἐφεξῆς ἔγραψεν. ἐν δὲ τῷ Προγνωστικῷ τὰς κατὰ τετράδας γινομένας περιόδους ἀκριβῶς διῆλθεν, ὥστε ταῦτ’ ἔοικεν ἐπιζητεῖν τὴν θεωρίαν τῶν ἄλλων κρισίμων ἡμερῶν. πρώτην μὲν οὖν φησι κρίσιμον ἡμέραν εἶναι τῶν ἀρτίων τὴν τετάρτην, ἐφεξῆς δ’ αὐτῇ τὴν ἕκτην. εἶτ’ ἐν τοῖς πλείστοις μὲν τῶν ἀντιγράφων ἡ ὀγδόη τε καὶ δεκάτη γέγραπται, κατά τινα δὲ ἡ τεσσαρεσκαιδεκάτη μετὰ τὴν ἕκτην, εἶθ’ ἡ εἰκοστή. καὶ μετὰ ταύτην ἐν τισὶ μὲν τῶν ἀντιγράφων τετάρτη καὶ εἰκοστή, ἐν τισὶ δ’ αὐτῶν γέγραπται [τετάρτη καὶ] τριακοστή, καὶ μετὰ ταύτην τεσσαρακοστή, μεθ’ ἣν ἡ ἑξηκοστὴ καὶ ἡ ὀγδοηκοστὴ καὶ ἡ εἰκοστὴ καὶ ἑκατοστή. τῶν δ’ ἐν ταῖς περιτταῖς κρινομένων νοσημάτων πρώτην φησὶν εἶναι περίοδον (ἄμεινον δ’ ἦν, ὡς ἔφαμεν, εἰπεῖν οὐ περίοδον, ἀλλ’
ἡμέραν,) ἀπ’ ἀρχῆς τρίτην, εἶτα πέμπτην εἶπεν, εἶθ’ ἑβδόμην, εἶτα ἐνάτην, εἶτα ἑνδεκάτην, εἶτα ἑπτακαιδεκάτην, εἶτα πρώτην καὶ εἰκοστὴν καὶ μετὰ ταύτην ἑβδόμην καὶ εἰκοστήν, ἐφ’ ᾗ πρώτην καὶ τριακοστήν. ἐδείχθησαν δὲ ἡμῖν ἐν τῇ Περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ πασῶν τῶν κρινουσῶν ἰσχυρόταται μὲν αἱ κατὰ τὴν τετραδικήν τε καὶ ἑβδομαδικὴν περίοδον γινόμεναι, μετριώτεραι δ’ αὐτῶν αἱ παρεμπίπτουσαι, περὶ ὧν τῆς εὐλόγου γενέσεως ἕνεκεν εἴπομεν. αἱ μὲν οὖν περισσαὶ πᾶσαι καλῶς εἴρηνται· τῶν δ’ ἀρτίων οὐκ ὀρθῶς εἰρήκασί τινες εἶναι καὶ τὴν ὀγδόην καὶ τὴν δεκάτην· οὐδαμῶς γάρ εἰσιν αὗται κρίσιμοι.
III 15 Εἰδέναι δὲ χρὴ † ὅτι τὰς ἄλλως κριθῇ ἔξω τῶν προγεγραμμένων, ἐσομένας ὑποστροφάς· γένοιτο δ’ ἂν καὶ ὀλέθρια.
Ὅτι καὶ καλῶς καὶ βεβαίως κρίνουσιν αἱ εἰρημέναι νῦν ἡμέραι, καὶ τὰ κριθέντα δ’ ἄλλως νοσήματα μὴ πάντως μέν ἐστι βέβαια, γένοιτο δ’ ἄν ποτε καὶ ὀλέθρια, δέδεικται δι’ ἐκείνων τῶν ὑπομνημάτων.
III 16 Δεῖ δὲ προσέχειν τὸν νόον καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον.
Ἐν ταύτῃ τῇ ῥήσει τὸ σημαινόμενον ἐκ τοῦ τῆς κρίσεως ὀνόματος ἐδίδαξεν, ὃ διὰ συντόμων ἂν εἴποι τις ὀξύρροπον εἶναι μεταβολὴν ὅλου νοσήματος. ὅτι δὲ τετραχῶς ἡ μεταβολὴ γίνεται, σαφῶς αὐτὸς εἶπεν· ἐπὶ γὰρ σωτηρίαν ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον, ἀξιόλογον δηλονότι. παρέλιπε δ’ αὐτὸς εἰπεῖν τὸ ἀξιόλογον, ὡς ἐν τῷ κοινῷ σημαινομένῳ τοῦ τῆς κρίσεως ὀνόματος περιεχόμενον.
III 17 Πλάνητες δὲ πυρετοὶ καὶ τεταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται, σκεπτέον.
Οὐδὲ περὶ τούτων ἐπιζητεῖ κατὰ τὸ Προγνωστικόν· καὶ γὰρ καὶ οἱ πλάνητες τοὺς κατὰ μέρος παροξυσμοὺς ἀτάκτους ἔχουσιν, ἀλλὰ διά γε τῶν κατὰ τὰς κρισίμους ἡμέρας φαινομένων σημείων ἡ κρίσις αὐτῶν προγινώσκεται. περὶ δὲ τῶν εἰς ἀπυρεξίαν ληγόντων περιόδων, οἷαίπερ αἱ τῶν τριταίων εἰσὶ καὶ τῶν τεταρταίων, ἐδείχθη τοῖς πολλοῖς τῶν ἰατρῶν θεώρημα ἀγνοούμενον, οὗ διὰ παντὸς ἐπειράθημεν ἐπὶ τῶν ἀρρώστων. οὐ γὰρ ταῖς ἀπὸ τῆς ἀρχῆς ἡμέραις προσέχειν χρὴ τὸν νοῦν οὐδὲ ταύτας ἀριθμεῖν ἁπλῶς ἐφεξῆς, ἀλλὰ τοὺς παροξυσμούς, ὥσπερ ἐπὶ τριταίου τοῦ ἀκριβοῦς αὐτὸς εἶπε κατὰ τοὺς Ἀφορισμούς· “τριταῖος ἀκριβὴς ἐν ἑπτὰ περιόδοισι κρίνεται τὸ μακρότατον.” ὡς γὰρ οὗτος ἐν ἑπτὰ περιόδοις κρίνεται, κατὰ τὸν αὐτὸν λόγον ἄλλος μὲν ἐν ἐννέα περιόδοις, ἄλλος δ’ ἐν ἕνδεκα καὶ οὕτως ἐφεξῆς [ὁ] κατὰ τὸν ἀριθμὸν τῶν κρινουσῶν ἡμερῶν. καὶ περὶ τῶν τεταρταίων ὁ αὐτὸς λόγος. ἐν γοῦν τῷ Προγνωστικῷ φησι· “γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου.” ἐμοῦ δὲ κατὰ ταύτην τὴν θεωρίαν προειπόντος ἐπ’ Εὐδήμου τοῦ φιλοσόφου τρεῖς τεταρταίους ἔχοντος ἕνα μὲν ἐξ αὐτῶν πρῶτον παύσεσθαι πυρετὸν ἐν ταῖσδε ταῖς ἡμέραις παροξυνόμενον καὶ μετὰ τοσάσδε περιόδους· ἐπεὶ δ’ οὗτος ἐπαύσατο, δεύτερον ἄλλον ἐν τῇδε τῇ ἡμέρᾳ, κἄπειτα καὶ τὸν τρίτον ὁμοίως προειπόντος, ἐκ μαντικῆς ἔφασαν λέγεσθαι ταῦτα καὶ οὐκ ἐξ ἰατρικῆς θεωρίας, καίτοι τοὺς μάντεις οὐδέποτ’ ἀληθῶς ὁρῶντες ἐπ’ ἀρρώστου προειπόντας ἐν Ῥώμῃ· (τῶν γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν οὐ πεπείραμαι.) σὺν θεῷ δ’ εἰπεῖν, ἡμεῖς οὐδέποτε ἀπετύχομεν ἐν οὐδεμιᾷ προρρήσει. καὶ σὺ τοίνυν, ἐὰν ἀσκήσῃς σαυτὸν ἐν τοῖς εἰρημένοις περὶ κρίσεως, Ἱπποκράτους τε καὶ τῆς τέχνης ἄξιος ἔσῃ. ταῦτα μὲν εἰρήσθω μοι κατὰ τὸ πάρεργον, ἐπὶ δὲ τὴν προκειμένην ἐξήγησιν αὖθις ἴωμεν. ὥσπερ γὰρ ἅπαντα τὸν περὶ τῶν κρισίμων ἡμερῶν λόγον ἀκριβῶς διωρίσατο κατὰ τὸ Προγνωστικόν, οὕτω καὶ τὸν
περὶ τῶν περιόδων. ἀλλ’ ὅμως οὐδαμόθι γοῦν ἐμνημόνευσε πεμπταίας ἢ ἑβδομαίας ἢ ἐναταίας, οὐ μόνον κατὰ τὸ Προγνωστικόν τι εἰπών, ἀλλ’ οὐδὲ κατὰ τοὺς Ἀφορισμούς, καίτοι κατὰ μὲν τὸ Προγνωστικὸν εἰπών· “γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου”, κατὰ δὲ τοὺς Ἀφορισμούς· “τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισιν.” δυνατὸν οὖν ἦν αὐτῷ καὶ περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ ἐναταίου τὴν αὐτὴν ἀπόφασιν ποιήσασθαι, τὴν λέξιν ὡδί πως γράψαντι· “γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις κατὰ τὸν αὐτὸν τρόπον καὶ πεμπταίων καὶ ἑβδομαίων καὶ ἐναταίων ἐκ ταὐτοῦ κόσμου.”
ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΩΙ ΠΡΩΤΩΙ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΓΕΓΡΑΜΜΕΝΩΝ ΑΡΡΩΣΤΩΝ
Πρὸ τῆς τῶν κατὰ μέρος ἀρρώστων ἐξηγήσεως ἄμεινον εἶναί μοι δοκεῖ σαφηνείας τε καὶ συντομίας ἕνεκα κοινόν τινα περὶ πάντων αὐτῶν λόγον εἰπεῖν.
ἐδείχθη μοι καὶ κατ’ ἄλλας μὲν πραγματείας, ἀλλὰ κἀν τῇ Τῆς θεραπευτικῆς μεθόδου σαφῶς διττὴ ἡ τῶν ζητουμένων εὕρεσις οὖσα, μία μὲν ἡ διὰ τοῦ λόγου πρὸς τὴν γνῶσιν ἀφικνουμένη τοῦ καθόλου τε καὶ κοινοῦ παντὸς τῶν κατὰ μέρος εἴδους, ἄλλη δ’ ἡ διὰ τῆς πείρας ἀπὸ τῶν κατὰ μέρος ἐπὶ τὸ κοινόν τε καὶ καθόλου παραγιγνομένη. καὶ τὰ μὲν συμπληροῦντα πᾶσαν τέχνην θεωρήματα λέγομεν πάντα εἶναι καθόλου, τὰς δὲ πράξεις τῶν τεχνιτῶν ἐπὶ τῶν ἀτόμων εἰδῶν γίγνεσθαι, δεῖσθαι δὲ τῆς ἐπ’ αὐτῶν γυμνασίας καὶ τὸν τὰ καθόλου πρότερον εὑρόντα καὶ μέντοι καὶ πρὸς βεβαίωσιν αὐτῶν τῶν ηὑρημένων καθόλου χρήσιμα γίγνεσθαι τὰ κατὰ μέρος. ἔστι δὲ καὶ πρὸς τὴν τῶν μανθανόντων γνῶσιν οἷον παραδείγματα ταῦτα τῶν ἐπιτετραμμένων αὐτοῖς καθόλου θεωρημάτων. διὰ τοῦτο κἀγὼ κατὰ τὰς πραγματείας ἁπάσας, ἃς ἐποιησάμην, οὐ τὰ καθόλου μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος διῆλθον,
ἐκ τῶν Ἱπποκράτους βιβλίων καὶ μάλιστα τῶν Ἐπιδημιῶν παραγράψας ἐκείνας τὰς ῥήσεις, ἐν αἷς διηγήσατο ἅπαντα ἀπ’ ἀρχῆς μέχρι τέλους τὰ συμβάντα τοῖς ἀρρώστοις. ἐν μὲν οὖν τοῖς Περὶ δυσπνοίας ἅπαντας τοὺς δυσπνοήσαντας τοὺς ἐν ταῖς τῶν Ἐπιδημιῶν συγγραφαῖς διῆλθον, ἐν δὲ τοῖς Περὶ τῶν κρισίμων ἡμερῶν τοὺς κριθέντας ἐπί τε τῶν ἄλλων ὡσαύτως. ὅθεν οὐδ’ ἐξηγήσεως ἦν περιττοτέρας χρεία τοῖς βουλομένοις ἐπὶ τὰ τῆς τέχνης ἔργα σπεύδειν. ἀλλ’ ἐπειδὴ παρέγκεινταί τινες ἀσαφεῖς λέξεις, δι’ ἐκείνας ἔδοξεν ἄμεινον εἶναι καὶ τὰ τοιαῦτα ὑπομνήματα ποιήσασθαι [δῆλα]. εἰ μὲν οὖν ἁπάντων τῶν συμπτωμάτων, ὅσα γεγονέναι φησὶν ἐν ἑκάστῳ τῶν νοσημάτων, ἤτοι τὴν ὅλην φύσιν ἢ τὰς αἰτίας τῆς γενέσεως εἴποιμι, τὰς γενομένας μοι πραγματείας ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι πάσας κινδυνεύσω τε καθ’ ἕκαστον ἄρρωστον ἓν γράψαι βιβλίον· εἰ δὲ τῶν ἐν τῷ Προγνωστικῷ γεγραμμένων ἐν τῷ καθόλου τὰ παραδείγματα μόνα νῦν ἐπισημαινοίμην, ἀναπέμπων τὸν μανθάνοντα κατὰ τὸ σύμπαν τῆς διδασκαλίας εἰς τὰς γεγραμμένας μοι πραγματείας, ἐλπίζω σύντομον ἔσεσθαι τὸν λόγον.
III 18 Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος καὶ κατεκλίνη. ἐν τῇ πρώτῃ πυρετὸς ὀξύς, ἵδρωσεν, ἐς νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ὀψὲ δ’ ἀπὸ κλυσματίου [οὐ] καλῶς διῆλθε, νύκτα δι’ ἡσυχίης. τρίτῃ πρωῒ καὶ μέχρι μέσου ἡμέρης ἔδοξε γενέσθαι ἀπύρετος, πρὸς δείλην δὲ πυρετὸς ὀξὺς μεθ’ ἱδρῶτος, διψώδης, γλῶσσα ἐπεξηραίνετο, μέλανα οὔρησε, νύκτα δύσφορος, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα, νύκτα εὐφορωτέρην, οὖρα εὐχροώτερα. πέμπτῃ περὶ μέσον ἡμέρης μικρὸν ἀπὸ ῥινῶν ἔσταξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα
στρογγύλα, γονοειδέα, διεσπασμένα, οὐχ ἱδρύετο· προςθεμένῳ δὲ βάλανον φυσώδεα σμικρὰ διῆλθε. νύκτα ἐπιπόνως, ὕπνοι σμικροί, λόγοι, λῆρος, ἄκρεα πάντοθεν ψυχρὰ καὶ οὐκέτ’ ἀναθερμαινόμενα, οὔρησε δὲ μέλανα, ἐκοιμήθη σμικρὰ πρὸς ἡμέρην, ἄφωνος, ἵδρωσε ψυχρῷ, ἄκρεα πελιδνὰ περὶ μέσον ἡμέρης, ἑκταῖος ἀπέθανεν. τούτῳ [τὸ] πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ, ἀραιὸν μέγα. σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν.
Ἐπὶ τούτου τοῦ ἀρρώστου κατὰ τὴν τρίτην ἡμέραν ὁ μέλλων ἔσεσθαι θάνατος ἦν φανερὸς ἤδη τῷ μεμνημένῳ τῶν καθόλου θεωρημάτων τῶν ἐν τοῖς Περὶ κρίσεων γεγραμμένων. ἐν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν ὀξέος πυρετοῦ γενομένου καὶ μετὰ τοῦτο ἱδρῶτος ἐπιφανέντος, ὃς οὐκ ἔλυσε τὸν πυρετόν, ἀλλὰ καὶ τὴν νύκτα χαλεπὴν ἤνεγκεν, ἡ δευτέρα πάλιν ἅπαντα παρώξυνεν, εἶθ’ ἡ τρίτη μελάνων οὔρων ἔσχεν ἔκκρισιν. ἦν μὲν οὖν καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν γενόμενον εὐθέως μοχθηρόν. “τὰ γὰρ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα”, θανατώδη μέν, ἐάν τι τῶν ἐπ’ αὐτοῖς θανατωδῶν γένηται συμπτωμάτων ἢ σημείων, δύσκριτα δέ, ἐὰν ἄνευ τούτων διαμένῃ τὰ σημεῖα τῆς τῶν χυμῶν ἀπεψίας. ἀλλ’ ἐπί γε τοῦ Φιλίσκου θανατῶδες ἐγένετο σημεῖον ἐπὶ τῷ μὴ λύσαντι τὸν πυρετὸν ἱδρῶτι κατὰ τὴν τρίτην ἡμέραν τὰ μέλανα τῶν οὔρων μετὰ τοῦ καὶ διψώδη γενέσθαι καὶ τὴν γλῶσσαν ἐπιξηρανθῆναι καὶ δυσφορῆσαι δι’ ὅλης νυκτὸς ἀγρυπνῆσαί τε καὶ παρακροῦσαι. καὶ τούτων οὕτως γενομένων ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν πάντα τε παροξυνθῆναί φησι καὶ οὖρα πάλιν γενέσθαι μέλανα. μέμνησο τοιγαροῦν, ὅτι τῆς τετάρτης ὁμοίως τῇ τρίτῃ χαλεπὰ συμπτώματα καὶ σημεῖα σχούσης ἐν ὀξεῖ νοσήματι τὴν κρίσιν ἐχρῆν ἐσομένην προσδοκᾶν διὰ ταχέων, εἰ μὲν ἐν ταῖς ἀρτίαις παροξύναιτο, μᾶλλον ἐν ταῖς ἀρτίαις, εἰ δ’ ἐν ταῖς περισσαῖς, ἐν ἐκείναις. ἔνθα δ’ ἡ κρίσις, ἐνταῦθα δηλονότι καὶ ὁ θάνατος, ἐπί γε τῶν ὀλεθρίων νοσημάτων. καὶ τοίνυν ἀπέθανεν ἑκταῖος ὁ Φιλίσκος, διότι καὶ οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίας ἦσαν αὐτῷ. τοῦτο γὰρ αὐτὸς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ τὸ τέλος
γὰρ ἐν τῷ Προγνωστικῷ· “πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην”, εἶτα νῦν ὅτι μὲν παρεφρόνησεν ὁ Φιλίσκος εἰρηκώς, οὐδὲν δ’ ἐν ὅλῃ τῇ διηγήσει περὶ δυσπνοίας γεγραφώς, εἰκότως ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκεν· τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ, ἀραιὸν μέγα. πρόδηλον δ’ ὅτι ταὐτόν ἐστιν ἀραιόν τε φάναι καὶ διὰ πολλοῦ χρόνου. τὸ δ’ ὥσπερ ἀνακαλουμένῳ οἷον ἀναμιμνῃσκομένῳ σημαίνει. δέδεικται γὰρ ἐν τοῖς Περὶ δυσπνοίας ἀραιὸν καὶ μέγα γίνεσθαι τὸ πνεῦμα διὰ τὴν βλάβην τῆς διανοίας, ὥσπερ ἐπιλανθανομένου τῶν ἐνεργειῶν τοῦ κάμνοντος, ὡς μήθ’ ὁπότε καταπαῦσαι προσῆκον αὐτὰς ἐπίστασθαι μήθ’ ὁπότε ἄρξασθαι.
III 19 Σιληνὸς ᾤκει ἐπὶ τοῦ πλαταμῶνος πλησίον τῶν Εὐαλκίδεω, ἐκ κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων πῦρ ἔλαβεν. ἤρξατο δὲ πονέειν καὶ ὀσφύν, καὶ κεφαλῆς βάρος καὶ τραχήλου ξύντασις. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα πολλὰ διῆλθεν· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα, διψώδης, γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. δευτέρῃ πυρετὸς ὀξύς, διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα, οὖρα μέλανα, νύκτα δυσφόρως, μικρὰ παρέκρουσε. τρίτῃ πάντα παρωξύνθη· ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέρων παραμήκης πρὸς ὀμφαλόν, ὑπολάτασις παρος· διαχωρήματα λεπτά, ὑπομέλανα, οὖρα θολερά, μέλανα, νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί, γέλως, ᾠδή, κατέχειν οὐκ ἠδύνατο. τετάρτῃ διὰ τῶν αὐτῶν. πέμπτῃ διαχωρήματα ἄκρητα, χολώδεα, λεῖα, λίαν λιπαρά, οὖρα λεπτά, διαφανέα· μικρὰ κατενόει. ἕκτῃ περὶ κεφαλὴν μικρὰ ἐφίδρωσεν, ἄκρεα ψυχρά, πελιδνά, πολὺς βληστρισμός, ἀπὸ κοιλίης οὐδὲν διῆλθεν, οὖρα ἐπέστη, πυρετὸς ὀξύς. ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτι ἀνεθερμαίνετο,
οὔρησεν οὐδέν. ὀγδόῃ ἵδρωσε δι’ ὅλου ψυχρῷ· ἐξανθήματα μεθ’ ἱδρῶτος ἐρυθρά, στρογγύλα, σμικρὰ οἷον ἴονθοι, παρέμενεν, οὐ καθίστατο. ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ σμικρῷ κόπρανα λεπτά, οἷα ἄπεπτα, πολλὰ διῄει μετὰ πόνου· οὔρει μετ’ ὀδύνης δακνώδεα· ἄκρεα σμικρὰ ἀνεθερμαίνετο, ὕπνοι λεπτοί, κωματώδης, ἄφωνος, οὖρα λεπτὰ διαφανέα. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ ποτὰ οὐκ ἐδέχετο, κωματώδης, ὕπνοι λεπτοί· ἀπὸ δὲ κοιλίης ὅμοια, οὔρησεν ἀθρόον ὑπόπαχυ· κειμένῳ ὑπόστασις κριμνώδης λευκή, ἄκρεα πάλιν ψυχρά. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ ἀρχῆς τούτῳ καὶ διὰ τέλεος πνεῦμα ἀραιὸν μέγα. ὑποχονδρίου παλμὸς συνεχής, ἡλικίη ὡς περὶ ἔτεα εἴκοσιν.
Ἐπὶ τούτου προσέθηκε τὴν ἡλικίαν, μὴ προσθεὶς ἐπὶ τοῦ πρώτου. ἐκεῖνος μὲν γὰρ εὐλόγως ἑκταῖος ἀπέθανεν, ἐν ὀξεῖ νοσήματι κατὰ τὸ συνεχὲς ὀλέθρια σχὼν ἀπὸ τῆς ἀρχῆς τά τε σημεῖα καὶ τὰ συμπτώματα. οὗτος δὲ παραπλησίως ἐκείνῳ διακείμενος ἀπ’ ἀρχῆς, ὅμως εἰς τὴν ἑνδεκάτην ἡμέραν προῆλθε διὰ ῥώμην δυνάμεως, ἣν εἰκὸς μὲν ἦν καὶ ἄλλως ὑπάρχειν αὐτῷ, καὶ διὰ τοῦ προσθεῖναι δὲ τὴν ἡλικίαν ἐνεδείξατο, μὴ προσθεὶς ἐπὶ τοῦ Φιλίσκου καὶ ἐξ αὐτοῦ τοῦ μὴ προσθεῖναι δηλώσας, ὅτι πλειόνων ἐτῶν ἦν, ἢ ὥστε τὴν μὲν δύναμιν ἰσχυρὰν εἶναι. ἕτερος δ’ ἂν ἄρρωστος ἐπὶ τοῖς αὐτοῖς ἀπ’ ἀρχῆς σημείοις τε καὶ συμπτώμασιν, εἰ μὴ ἰσχυρὸς ἦν τὴν δύναμιν, ἑβδομαῖος ἀπέθανεν. καὶ οὗτος δὴ πλησίον ἧκε τοῦ θανάτου κατ’ ἐκείνην τὴν ἡμέραν, καὶ γὰρ ὁ Ἱπποκράτης ἔγραψεν ἐπ’ αὐτοῦ· ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτ’ ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. εὔδηλον οὖν ἐκ τούτων, ὅτι πλησίον ἀφίκετο θανάτου. τῆς δυνάμεως δ’ ἰσχυρᾶς οὔσης ἴσχυσεν ἐξαρκέσαι πρὸς τὴν ἐφεξῆς ἡμέραν κρίσιμον οὖσαν ἑνδεκάτην, καίτοι κατὰ τὴν τρίτην ἢ τετάρτην ἡμέραν ἐν κακίστοις αὐτὸν γενόμενον σημείοις τε καὶ συμπτώμασιν ἐπὶ τῆς ἑβδόμης ἐχρῆν ἀποθανεῖν, ὄντων γε τῶν παροξυσμῶν ἐν ταῖς περισσαῖς μᾶλλον, ὅπερ ἐδήλωσεν εἰπών· τρίτῃ παρωξύνθη πάντα, καὶ μετὰ ταῦτα πάλιν τετάρτῃ διὰ τῶν αὐτῶν. δυνηθεὶς οὖν ὑπερβῆναι, ὡς ἔφην, τὴν ἑβδόμην ἡμέραν διὰ ῥώμην δυνάμεως,
κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων πυρέξαντι μὴ προυπαρχούσης ἐν τῷ σώματι τῆς νοσώδους παρασκευῆς, ἣν διαγνώσῃ τοῖς γενομένοις εὐθέως ἐπὶ τῆς πρώτης καὶ δευτέρας ἡμέρας συμπτώμασί τε καὶ σημείοις. πρῶτον μὲν οὖν, ἔφη, πῦρ ἔλαβεν, οὕτως δ’ ὀνομάζειν εἴωθε τὸν πυρετόν, ὅταν ᾖ σφοδρότατος. εἶτ’ ἐφεξῆς· ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ [μὲν] χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα πολλὰ διῆλθεν. εἶτα τούτοις ἐφεξῆς· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα. καὶ πάλιν ἐφεξῆς· διψώδης, γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. πλῆθος οὖν οὐ σμικρὸν ὀλεθρίων συμπτωμάτων τε καὶ σημείων ἐγένετο τῷ Σιληνῷ κατὰ τὴν πρώτην εὐθὺς ἡμέραν, ὡς νοῆσαί τινα δύνασθαι σαφῶς, τοὺς κόπους καὶ πότους καὶ γυμνάσια προφάσεις γεγονέναι τοῦ νοσήματος. κυριώτατα γὰρ ἄν τις φαίη προφάσεις τὰ φανερὰ τῶν αἰτίων. ὅταν δέ τινα καὶ ἄλλα μέλλοντα νοσεῖν ἄνθρωπον ἐξελέγξῃ προσγενόμενα, χρόνῳ μέντοι πλείονι προηγησάμενα, κυρίως ἂν αἴτια λέγοιτο τηνικαῦτα. δυνατὸν δὲ διαμεῖναι καὶ τὸν Σιληνὸν τοῦτον ἐν χρόνῳ πολλῷ διαιτηθέντα τὸν τρόπον τὸν εἰρημένον, ἐξ αὐτοῦ δ’ αὐτῷ παρεσκευάσθαι τὸ νόσημα. ἐὰν μὲν γὰρ πονῇ τις πολλὰ ταλαιπωρούμενος ἐν ταῖς ἐνεργείαις ἄχρι κόπου, πίνῃ δὲ δαψιλῶς [καὶ] ἀκαίρως τε γυμνάζηται, τοῦτο δ’ ἐστὶν ἤτοι γ’ ἐπὶ σιτίοις ἢ βραδυπεψίας γενομένης, πρὶν καλῶς εἰς αἷμα μεταβληθῆναι τὴν τροφήν, οὗτος ἐν αὑτῷ τὸ μέν τοι χολῶδες ἀθροίσει διὰ τὰς ταλαιπωρίας, τὸ δ’ ὠμὸν καὶ ἄπεπτον διά τε τοὺς πότους καὶ τὰ ἄκαιρα γυμνάσια. χαλεπώταται δ’ εἰσὶν αὗται μάλιστα τῶν νόσων, ἐν αἷς ἀμφοτέρων ἀξιόλογον ἀθροίζεται πλῆθος.
III 20 Ἡροφῶντι πυρετὸς ὀξύς, ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ’ ἀρχάς, μετὰ δὲ ταῦτα λεπτὰ διῄει, χολώδεα, ὑπόσυχνα· ὕπνοι οὐκ ἐνῆσαν, οὖρα μέλανα λεπτά. πέμπτῃ πρωὶ κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπήρθη, ὑποχονδρίου ξύντασις, ἀπὸ κοιλίης ὀλίγα μέλανα διῆλθεν, παρεφρόνησεν. ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρώς, ψῦξις, παράληρος παρέμενεν. ἑβδόμῃ
περιέψυκτο, διψώδης, παρέκρουσεν. [ἐς] νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεξε, σπλὴν ἐμειοῦτο, κατενόει πάντα, ἤλγησε τὸ πρῶτον κατὰ βουβῶνα, σπληνὸς κατ’ ἴξιν, ἔπειτα οἱ πόνοι ἐς ἀμφοτέρας κνήμας. [ἐς] νύκτα εὐφόρως, οὖρα εὐχροώτερα, ὑπόστασιν εἶχε μικρήν. ἐνάτῃ ἵδρωσε, ἐκρίθη, διέλιπε. πέμπτῃ ὑπέστρεψεν. αὐτίκα δὲ σπλὴν ἐπήρθη, πυρετὸς ὀξύς, κώφωσις πάλιν· μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπώδυνα, νύκτα ἵδρωσεν. ἐκρίθη περὶ τὴν ἑπτακαιδεκάτην οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ.
Οὗτος ἐκ παραδόξου διεσώθη. κατὰ γὰρ τὰς πρώτας ἡμέρας εἰκότως ἄν τις αὐτὸν ὑπενόησε τεθνήξεσθαι. καὶ γὰρ οὔρησε μέλανα καὶ διαχωρουμένων χολωδῶν συμπαυσαμένων ἠκολούθησε κώφωσις, ὡς ἂν εἰς τὴν κεφαλὴν ἀνελθόντων αὐτῶν. ἀλλ’ ἐπὶ τούτοις μὲν εἰκότως παρεφρόνησεν, ἐπὶ δὲ τοῖς μέλασιν οὔροις, κακοῖς οὖσιν, οὐδὲν ἀντίρροπον ἀγαθὸν ἐγένετο, πλὴν ὅτι σπλὴν ἐπήρθη πεμπταίῳ, δεξάμενός τι τῆς κακοχυμίας. εἶτα κατὰ τὴν ὀγδόην ἡμέραν ἐκ τοῦ σπληνὸς εἰς τὰ σκέλη μεθισταμένων αὐτῶν, ὁ μὲν ἐμειοῦτο, κατὰ δὲ τὴν ἐπὶ σκέλη φορὰν τῶν μεθισταμένων ἤλγησε μὲν τὰ πρῶτα κατὰ τὸν βουβῶνα τὸν ἀριστερόν, (οὗτος γάρ ἐστι κατ’ ἴξιν σπληνός,) ἔπειτα δὲ οἱ πόνοι εἰς τὰς κνήμας ἀμφοτέρας. ἐφ’ οἷς δὴ συμπτώμασι διὰ τῆς νυκτὸς εὐφόρως ἔσχε καὶ οὔρησεν εὐχροώτερα καὶ λευκὴν ὑπόστασιν ἔχοντα μικράν. εἶτα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν, ἥτις ἦν ἐνάτη, μεθ’ ἱδρῶτος ἐκρίθη. τοσοῦτον ἄρα ἥ τε κάτω μετάστασις ἴσχυσε τῶν λυπούντων ἥ τε τῶν οὔρων πέψις. ἀλλὰ γὰρ οὐδ’ οὕτως ἦν ἱκανὰ ταῦτα τελέως ἀπαλλάξαι τῆς νόσου τὸν κάμνοντα, ἱδρώσαντα κατὰ τὴν ἐνάτην ἡμέραν. ὑπελείφθη τοιγαροῦν αὐτῷ μόριόν τι τῆς κακοχυμίας, ὃ κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὑποστροφὴν ἤνεγκεν, ἐφ’ ᾗ τὸ σύμπαν ἑπτακαιδεκαταῖος ἐκρίθη, φυλαττομένης καὶ κατὰ τοῦτον τὸν ἄρρωστον τῆς ἐπὶ τῶν κρισίμων ἡμερῶν τηρήσεως.
III 21 Ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν καὶ κατὰ φύσιν καθάρσεως γενομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τόκον πῦρ ἔλαβε μετὰ ῥίγεος. ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιόν· γυναικείων πόνοι· κάθαρσις ἐπαύσατο. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον, ὕπνοι οὐκ ἐνῆσαν, ἄκρεα ψυχρά, διψώδης, κοιλίη ξυνεκαύθη, μικρὰ διῄει, οὖρα λεπτά, ἄχροα κατ’ ἀρχάς. ἑκταίη ἐς νύκτα παρέκρουσε πολλὰ καὶ πάλιν κατενόει. ἑβδόμῃ διψώδης, διαχωρήματα χολώδεα, κατακορέα. ὀγδόῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, σπασμοὶ πολλοὶ μετὰ πόνου, πολλὰ παρέλεγεν· ἐξανίστατο βάλανον προσθεμένη· πολλὰ διῆλθε μετὰ περιρρόου χολώδεος· ὕπνοι οὐκ ἐνῆσαν. ἐνάτῃ σπασμοί. δεκάτῃ σμικρὰ κατενόει. * πάντων ἀνεμνήσθη, ταχὺ δὲ πάλιν παρέκρουσεν. οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πολύ, ὀλιγάκις ἀναμιμνῃσκόντων, παχὺ λευκόν, οἷον γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ· κείμενον πολὺν χρόνον οὐ καθίστατο· χρῶμα καὶ πάχος εἴκελον οἷον γίνεται ὑποζυγίων. τοιαῦτα οὔρει, οἷα κἀγὼ εἶδον. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐούσῃ παλμὸς δι’ ὅλου τοῦ σώματος· λόγοι πολλοί· σμικρὰ κατενόει· διὰ ταχέων δὲ πάλιν παρέκρουσεν. περὶ δὲ ἑπτακαιδεκάτην ἦν ἄφωνος. εἰκοστῇ ἀπέθανεν.
Δύο ** † ἦν ἐκ ταύτης τῆς διηγήσεως, ὧν ἓν μὲν ἐκείνῃ κοινὸν καὶ πρὸς τοὺς ἔμπροσθεν καὶ τοὺς μετὰ ταῦτα γεγραμμένους ἀρρώστους, τὸ [μετὰ] τῶν κρισίμων ἡμερῶν, ἕτερον δὲ τὸ ἴδιον. ἐπισχεθείσης γὰρ τῇ γυναικὶ ταύτῃ τῆς μετὰ τὸν τόκον καθάρσεως ἥ τε νόσος ἐγένετο καὶ ὁ θάνατος. ἀπέθανε δὲ κατὰ τὴν εἰκοστήν, τῆς τεσσαρεσκαιδεκάτης καὶ τῆς ἑπτακαιδεκάτης χειρόνων
ἐν ἀρχῇ νοσήματος ἅμα σφοδροτάτῳ πυρετῷ γινόμενον. εἰ μὲν οὖν ἠπιστάμην, ὅπως εἶχε ῥώμης ἡ γυνή, καὶ περὶ τοῦ χρόνου τῆς νόσου δυνατὸν ἂν ἦν μοί τι λέγειν ἐπὶ τοῖς προειρημένοις συμπτώμασι, καὶ εἰ ἐκ παραδόξου τινὰ ἀμυδρὰν ἐλπίδα σωτηρίας εἶχεν. ἐπειδὴ δ’ ἄδηλόν μοι τοῦτο, μεμνῆσθαί γ’ ὑμᾶς χρὴ προστιθέναι τοῖς ὀλεθρίοις συμπτώμασι κατὰ τὰς ἐπισκέψεις τῶν νοσούντων τὸν ἀπὸ τῆς δυνάμεως διορισμόν. οὕτως γὰρ ἀποφήνασθαι βεβαίως δυνήσεσθε. ταύτῃ γοῦν τῇ γυναικὶ περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν οἵ τε παλμοὶ δι’ ὅλου τοῦ σώματος γενόμενοι καὶ ἡ παραφροσύνη τὸν ἐσόμενον θάνατον ἐδήλωσεν ἤτοι κατὰ τὴν ἑπτακαιδεκάτην ἢ κατὰ τὴν εἰκοστὴν ἐκ τῆς τῶν κρισίμων ἡμερῶν φύσεως. καὶ τοίνυν ἀμφότερα ἐγένετο, κατὰ μὲν τὴν ἑπτακαιδεκάτην ἀφωνίᾳ καταληφθείσης αὐτῆς, εἰκοσταίας δ’ ἀποθανούσης.
III 22 Ἐπικράτεος γυναῖκα, ἣ κατέκειτο παρὰ Ἀρχηγέτην, περὶ τόκον ἐοῦσαν ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη, ὡς ἔλεγον, καὶ τῇ ὑστεραίῃ τὰ αὐτά. τρίτῃ δ’ ἔτεκε θυγατέρα καὶ τὰ ἄλλα πάντα κατὰ λόγον ἦλθε. δευτεραίην μετὰ τὸν τόκον ἔλαβε πυρετὸς ὀξύς, καρδίης πόνος καὶ γυναικείων. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος· ὕπνοι οὐκ ἐνῆσαν· ἀπὸ δὲ κοιλίης ὀλίγα χολώδεα λεπτὰ διῄει ἄκρητα· οὖρα λεπτὰ ὑπομέλανα. ἀφ’ ἧς δ’ ἔλαβε πυρετός, ἐς νύκτα ἑκταίη παρέκρουσεν. ἑβδομαίῃ πάντα παρωξύνθη, ἄγρυπνος, παρέκρουσεν, διψώδης, διαχωρήματα χολώδεα κατακορέα. ὀγδόῃ ἐπερρίγωσεν, ἐκοιμήθη πλείω. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ σκέλεα ἐπιπόνως ἤλγει, καρδίης πάλιν ὀδύνη, καρηβαρίη, οὐ παρέκρουσεν, ἐκοιμᾶτο μᾶλλον, κοιλίη ἐπέστη. ἑνδεκάτῃ [ἵδρωσεν,] οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα· διῆγε κουφότερον. τεσσαρεσκαιδεκάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς. πεντεκαιδεκάτῃ ἤμεσε χολώδεα ξανθὰ ὑπόσυχνα, ἵδρωσεν ἀπύρετος, ἐς νύκτα δὲ πυρετὸς ὀξύς,
οὖρα πάχος ἔχοντα, ὑπόστασις λευκή. ἑξκαιδεκάτῃ παρωξύνθη, νύκτα δυσφόρως, οὐχ ὕπνωσε, παρέκρουσεν. ὀκτωκαιδεκάτῃ διψώδης, γλῶσσα ἐξεκαύθη, οὐχ ὕπνωσεν, παρέκρουσε πολλά, σκέλεα ἐπωδύνως εἶχεν. περὶ δὲ εἰκοστὴν πρωὶ μικρὰ ἐπερρίγωσε, κωματώδης, δι’ ἡσυχίης ὕπνωσεν, ἤμεσε χολώδεα ὀλίγα μέλανα, ἐς νύκτα κώφωσις. περὶ δὲ πρώτην καὶ εἰκοστὴν πλευροῦ ἀριστεροῦ βάρος δι’ ὅλου μετ’ ὀδύνης, σμικρὰ ἐπέβησσεν, οὖρα δὲ πάχος ἔχοντα θολερά, ὑπέρυθρα· κείμενα οὐ καθίστατο· τὰ δ’ ἄλλα κουφοτέρως· οὐκ ἄπυρος. αὕτη ἐξ ἀρχῆς φάρυγγα ἐπώδυνος, ἔρευθος, κίων ἀνεσπασμένος, ῥεῦμα δριμύ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμεινεν. περὶ δὲ ἑβδόμην καὶ εἰκοστὴν ἄπυρος, οὔροισιν ὑπόστασις, πλευρὸν ὑπήλγει. περὶ δὲ πρώτην καὶ τριακοστὴν πῦρ ἔλαβεν, κοιλίη χολώδεσιν ἐπεταράχθη. τεσσαρακοστῇ ἤμεσεν ὀλίγα χολώδεα, ἐκρίθη. τελέως ἄπυρος ὀγδοηκοστῇ.
Πλησίον οὖσαν τὴν γυναῖκα τήνδε τῆς προθεσμίας τοῦ τόκου ῥιγῶσαί φησι χωρὶς τοῦ πυρέξαι. πρόσκειται δὲ τῇ λέξει τὸ ὡς ἔλεγον ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος. ᾤοντο γὰρ οἱ παλαιοὶ σχεδὸν ἅπαντες ἐπιγίγνεσθαι τοῖς αὐτομάτοις ῥίγεσι πυρετὸν ἐξ ἀνάγκης. αὐτόματα δὲ δηλονότι καλεῖται τὰ χωρὶς τῆς ἔξωθεν αἰτίας. ἐν γοῦν τῷ προοιμίῳ τοῦ ἁπλῶς ἐπιγεγραμμένου Πρώτου περὶ νούσων ὡς ἐξ ἀνάγκης ἑπομένου τῷ ῥίγει τοῦ πυρετοῦ γέγραπται. δέδεικται δ’ ἡμῖν τὸ τοιοῦτον ῥῖγος, ᾧ πυρετὸς οὐκ ἀκολουθεῖ, ψυχρῶν καὶ ὠμῶν χυμῶν ἔκγονον εἶναι καὶ διὰ τοῦτο μᾶλλον νῦν ἢ πάλαι γίνεσθαι. τὸ γὰρ ἀταλαίπωρον τῆς ὅλης διαίτης ἅμα τοῖς ἐπὶ τροφῇ λουτροῖς ἀθροίζειν εἴωθε τὸ τοιοῦτον πλῆθος. ἔοικε δὲ καὶ ἡ τοῦ Ἐπικράτους γυνὴ τοῦτο σχεῖν τὸ πλῆθος. ἐν γοῦν τῇ πρώτῃ τῶν ἡμερῶν ῥιγῶσαί φησιν αὐτήν, χωρὶς τοῦ θερμανθῆναι, τουτέστι χωρὶς τοῦ πυρέξαι, καὶ πάλιν ἐπὶ τῆς ὑστεραίας ὡσαύτως, εἶτα τῇ τρίτῃ τῶν ἡμερῶν ἀποκυῆσαι, τάχα καὶ πρὸ
τῆς ἀκριβοῦς προθεσμίας συμβάντος τοῦ τόκου διὰ τὴν σφοδρότητα τοῦ ῥίγους. μετὰ γοῦν τὸν τόκον ἡμέρᾳ δευτέρᾳ τὴν καρδίαν, τουτέστι τὸ στόμα τῆς κοιλίας, ἀλγῆσαί φησιν αὐτὴν καὶ τὰ γυναικεῖα, (προσυπακοῦσαι γὰρ αὐτῷ χρὴ τὸ μόρια,) καθάπερ καὶ τὴν πρὸ ταύτης. εἶτά φησι προσθεμένῃ ταῦτα κουφισθῆναι. προείρηται δ’ ὅτι καὶ βάλανον καὶ πεσσὸν ἐπὶ τῷ προσθεμένῃ δύνατόν ἐστι προσυπακούειν. εἶθ’ ἑξῆς καταλέγει συμπτώματα νοσημάτων ὀξέων, κεφαλῆς μὲν καὶ τραχήλου καὶ ὀσφύος πόνον, ἀγρυπνίαν δὲ καὶ διαχωρήσεις ἀκράτους, χολώδεις, ᾧ καὶ δῆλον, ὡς οὐκ ὠμὸς μόνον, ἀλλὰ καὶ χολώδης ἐπλεόναζε χυμός. ὄντων δὲ τῶν οὔρων λεπτῶν, ἀναγκαῖον ἦν χρονίσαι τὴν νόσον. ἐπεὶ δὲ καὶ ὑπομέλανά φησι ταῦτα γενέσθαι, τοῦτο δὴ τὸ σὺν ἀγῶνι καὶ ταραχὴν δηλοῖ. καὶ μέχρι γε τῆς ἑνδεκάτης ἡμέρας ἄδηλον ἦν, εἰ σωθήσεται τὸ γύναιον, οὐδενὸς ἐν τῷ μεταξὺ γενομένου σημείου σαφοῦς, ἐφ’ ᾧ τις ἢ σωτηρίαν ἢ θάνατον ἐλπίσει. κατὰ δὲ τὴν ἑνδεκάτην ἐπεφάνη τι σωτηρίας σημεῖον, ἔνθα φησίν· ἑνδεκάτῃ οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα, διῆγε κουφότερον. ἐπ’ αὐτῆς οὖν ὀψὲ τῆς πέψεως τῶν χυμῶν ἀρξαμένης ἀναγκαῖον ἦν χρονίσαι τὸ νόσημα, καὶ διὰ τοῦτο τεσσαρακοσταία μὲν ἐκρίθη τὸ πρῶτον, ὡς ἀκινδύνως ἔχειν ἤδη, μεταξὺ δὲ ἄχρι τῆς ὀγδοηκοστῆς ἐνοσηλεύετο, τελέως δὲ κατὰ τὴν ὀγδοηκοστὴν ἀπηλλάγη. μέμνησο τοιγαροῦν, ὡς ἡ πεῖρα μαρτυρεῖ τὴν τεσσαρακοστὴν καὶ ὀγδοηκοστὴν κρισίμους εἶναι, ψευδοῦς ὄντος καὶ μὴ φαινομένου διὰ τῆς ἐμπειρίας τοῦ κατὰ τελείας ἑβδομάδας συναριθμεῖσθαι τὰς κρισίμους ἡμέρας. οὕτω γὰρ ἂν ἡ δευτέρα καὶ τεσσαρακοστὴ καὶ τρίτη καὶ ἑξηκοστὴ καὶ τετάρτη καὶ ὀγδοηκοστὴ τὰς κρίσεις ἔφερον, οὐ τεσσαρακοστὴ καὶ ἑξηκοστὴ καὶ ὀγδοηκοστή.
III 23 Κλεανακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως· ἤλγει δὲ καὶ κεφαλὴν ἐξ ἀρχῆς καὶ πλευρὸν ἀριστερόν, καὶ τῶν ἄλλων πόνοι κοπιώδεα τρόπον· οἱ πυρετοὶ παροξυνόμενοι
ἄλλοτε ἀλλοίως, ἀτάκτως· ἱδρῶτες ὅτε μέν, ὅτε δ’ οὔ· τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισι μάλιστα. περὶ δὲ εἰκοστὴν τετάρτην καὶ χεῖρας ἄκρας ἐπόνησεν, ἤμεσε ξανθὰ χολώδεα, ὑπόσυχνα, μετ’ ὀλίγον δὲ ἰώδεα· πάντων ἐκουφίσθη. περὶ δὲ τριακοστὴν ἐόντι ἤρξατο ἀπὸ ῥινῶν αἱμορραγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατ’ ὀλίγον μέχρι κρίσεως· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος· οὖρα δὲ λεπτά, οὐκ ἄχροα. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα ὑπόστασιν πολλὴν ἐρυθρὴν ἔχοντα· ἐκουφίσθη. μετὰ δὲ ποικίλως τὰ τῶν οὔρων, ὅτε μὲν ὑπόστασιν εἶχεν, ὅτε δ’ οὔ. ἑξηκοστῇ οὔροις ὑπόστασις πολλὴ καὶ λευκὴ καὶ λείη, ξυνέδωκε πάντα, πυρετοὶ διέλιπον, οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχροα δέ. ἑβδομηκοστῇ πυρετός, διέλειπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ [ἀπύρετος διέλειπεν] ἐρρίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν, ἵδρωσεν πολλῷ· οὔροισιν ὑπόστασις ἐρυθρή, λείη, τελέως ἐκρίθη.
Κλεανακτίδην, φησί, πῦρ ἔλαβε, τουτέστι πυρετὸς σφοδρὸς κατέσχεν· εἶτ’ ἐπιφέρει πεπλανημένως, ὅπερ ἐστὶν ἄνευ τῆς κατὰ περίοδον τάξεως, ὡς ποτὲ μέν, εἰ οὕτως ἔτυχε, διὰ τρίτης ἢ τετάρτης ἡμέρας πυρέξαι, ποτὲ δὲ διὰ πέμπτης ἢ ἕκτης. παρηκολούθησε δ’ αὐτῷ διὰ παντὸς ἀγαθὰ σημεῖα τὰ περὶ τὴν ὄρεξιν τῶν σιτίων καὶ τὸν ὕπνον τὸ ἄδιψόν τ’ εἶναι καὶ οὐρεῖν οὐκ ἄχροα. ταῦτα γὰρ αὐτὸς ὁ Ἱπποκράτης κατὰ λέξιν ἔγραψεν ὡδί· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος, οὖρα δὲ λεπτά, οὐκ ἄχροα. ἅμα δὲ καὶ τὸ μὴ χολώδη καὶ θερμὸν εἶναι τὸν πλεονάζοντα χυμὸν ἐξ αὐτῶν ἐδηλοῦτο. διψώδεις γὰρ ὑπ’ ἐκείνου καὶ ἄγρυπνοι γίνονται καὶ μᾶλλον ἀπόσιτοι, τουτέστιν ἀνόρεκτοι. εἰ μὲν οὖν, ὥσπερ εὔχροα τὰ οὖρα διὰ παντὸς ἦν, οὕτως καὶ τῆς συστάσεως ἔσχε μετρίως, οὐκ ἂν εἰς χρόνου μῆκος ἡ νόσος παρῆλθεν, ἀλλ’ ἴσως ἂν ἐκρίθη περὶ τὴν τεσσαρακοστήν, ὥσπερ, εἰ καὶ νεφέλην ἔσχε χρηστήν, θᾶττον ἂν ἐπαύσατο. νυνὶ δ’ ἐπεὶ λεπτὰ διὰ παντὸς ἦν τὰ οὖρα, χρόνου συχνοῦ πρὸς πέψιν ἐδεῖτο. περὶ δ’ οὖν τὴν τεσσαρακοστὴν ἡμέραν οὐρῆσαί φησιν
αὐτὸν ὑπέρυθρα, ὑπόστασιν πολλὴν ἐρυθρὰν ἔχοντα. τὸ δὲ τοιοῦτον οὖρον ἐν τῷ Προγνωστικῷ “πολυχρονιώτερον μὲν” εἶναί φησι τοῦ τὴν λευκὴν ὑπόστασιν ἔχοντος, “σωτήριον δὲ κάρτα”. μετὰ δὲ τὴν τεσσαρακοστὴν ἔγραψε ποικίλως τὰ τῶν οὔρων αὐτῷ γενέσθαι, ποτὲ μὲν ὑπόστασιν ἔχοντα, ποτὲ δ’ οὔ, σύμφωνον τοῦτο τῶν πεπλανημένων παροξυσμῶν· ἐκεῖνοί τε γὰρ ἐπὶ ποικιλίᾳ τῶν τὰς νόσους ἐργαζομένων γίνονται χυμῶν, ἥ τε τῶν οὔρων ἀπεψία. καὶ πέψις ἐναλλὰξ φαινομένη τινὰς μὲν αὐτῶν ἐδήλου πέττεσθαι, τινὰς δ’ ἀπέπτους διαμένειν. κατὰ γοῦν τὴν ἑξηκοστὴν ἡμέραν πολλὴν καὶ λείαν καὶ λευκὴν ὑπόστασιν γενέσθαι φησὶ καὶ διὰ τοῦτο ἐπιφέρει· ξυνέδωκε πάντα, διέλιπον οἱ πυρετοί. ἀλλ’ ἐφεξῆς γε τούτων ὡδὶ γράψας· οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχροα δέ, καταλελεῖφθαί τινας ἀπέπτους ἐνδείκνυται χυμούς, ὧν κατὰ βραχὺ πεφθέντων ἡ ὀγδοηκοστὴ τελείαν τὴν κρίσιν ἤνεγκε, περὶ ἧς ἔγραψε κατὰ λέξιν οὕτως· ὀγδοηκοστῇ ἐρρίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν, ἵδρωσε πολλῷ, οὔροισιν ὑπόστασις ἐρυθρή, λείη. τελέως ἐκρίθη. μέμνησο δὲ πάλιν ἐνταῦθα τῆς ἰδίας ὑποστάσεως μέγιστον δυναμένης ἐν οὔροις, ἐπειδήπερ ὡς ἂν λείψανον οὖσαν ἄλλου τινὸς περιττοῦ ταύτην λευκὴν μέν, παχεῖαν δὲ καὶ τοῖς ἀποθανοῦσι γεγονέναι φησίν. ἐπὶ γοῦν Σιληνοῦ δευτέρου γεγραμμένου τῶν κατὰ τοῦτο τὸ βιβλίον ἀρρώστων οὕτως εἶπεν· “οὔρησεν ἀθρόον ὑπόπαχυ· κειμένῳ ὑπόστασις κριμνώδης λευκή”, καίτοι κατὰ τὴν ὑστεραίαν ἀπέθανεν ὁ Σιληνὸς οὗτος, ἐπὶ τῆς ἐνδεκάτης ἡμέρας, τῇ δεκάτῃ τὸ εἰρημένον οὖρον ἀποκρίνας. ἀλλὰ καὶ τῶν κρισίμων ἡμερῶν τῆς περιόδου μέμνησο, τῆς μὲν ἑξηκοστῆς προκρινάσης, οὐ τῆς τρίτης καὶ ἑξηκοστῆς, ἐπ’ αὐτῇ δὲ τῆς ὀγδοηκοστῆς, οὐ τῆς τετάρτης καὶ ὀγδοηκοστῆς, ὡς τῶν τριῶν ἑβδομάδων οὐκ εἰς τὴν πρώτην καὶ εἰκοστὴν ἡμέραν προερχομένων, ἀλλ’ ἐν τῇ εἰκοστῇ περιγραφομένων.
III 24 Μέτωνα πῦρ ἔλαβεν, ὀσφύος βάρος ἐπώδυνον. δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον ἀπὸ κοιλίης καλῶς διῆλθε. τρίτῃ κεφαλῆς βάρος, διαχωρήματα
λεπτά, χολώδεα, ὑπέρυθρα. τετάρτῃ παρωξύνθη, ἐρρύη ἀπὸ δεξιοῦ δὶς κατ’ ὀλίγον. νύκτα δυσφόρως, διαχωρήματα ὅμοια τῇ τρίτῃ, οὖρα ὑπομέλανα· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐόν, διεσπασμένον· οὐχ ἱδρύετο. τῇ πέμπτῃ ἐρρύη λάβρον ἐξ ἀριστεροῦ ἄκρητον, ἵδρωσεν, ἐκρίθη. μετὰ δὲ κρίσιν ἄγρυπνος, παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς, ἐκοιμήθη, κατενόει. τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμορράγει πολλάκις μετὰ κρίσιν.
Οὗτος ὁ ἄρρωστος μαρτυρεῖ τῷ καθόλου λόγῳ τῷδε· “αἱμορραγίαι λάβροι ἐκ ῥινῶν ῥύονται τὰ πολλά.” φαίνεται γοῦν ὑπὸ μόνης αἱμορραγίας κριθείς τε καὶ σωθείς, καίτοι γ’ οὐκ ἀκίνδυνα σχὼν σημεῖα. κατὰ γοῦν τὴν τετάρτην ἡμέραν γενέσθαι φησὶν αὐτῷ οὖρα ὑπομέλανα. εἶτ’ ἐπιφέρει· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐόν, διεσπασμένον, οὐχ ἱδρύετο. καὶ μέντοι κατὰ τὴν πέμπτην ἡμέραν αἱμορραγήσαντος αὐτοῦ καὶ ἱδρώσαντος καὶ κριθέντος ἐπὶ τούτοις ὅμως [ἐπὶ τούτοις] οὖρά φησι λεπτά, ὑπομέλανα· κἄπειτ’ ἠγρύπνει καὶ παρέλεγεν, ὅπερ ἐστὶ παρελάλει. μέγιστον δὲ τούτου σε βοήθημα ἐδίδαξε τὸ κατὰ κεφαλῆς λουτρόν, εἰρηκὼς ἐν τῷ Περὶ διαίτης ὀξέων φυλάσσεσθαι δεῖν τὸ λουτρὸν ἐπὶ “τῶν αἱμορραγούντων, εἰ μὴ ἔλασσον τοῦ καιροῦ ῥέοι”. νυνὶ δὲ ἔλαττον ἦν τοῦ προσήκοντος, εἴ γε καὶ ἄγρυπνος διέμενε καὶ παρέλεγεν. ἀλλὰ καὶ τὸ “ἃ δεῖ ἄγειν ταύτῃ ἄγειν, ὅπῃ ἂν μάλιστα ῥέπῃ, διὰ τῶν ξυμφερόντων χωρίων” ὀρθῶς ἐν τοῖς Ἀφορισμοῖς ἐν τῷ καθόλου λελεγμένον ὑπὸ τοῦ νῦν γεγενημένου μαρτυρεῖται. καὶ μέντοι καὶ τοῦδε μέμνησο τοῦ κατὰ τὴν τῆς τρίτης
ἡμέρας διήγησιν εἰρῆσθαι βάρος κεφαλῆς, ὡς τοῦ πλήθους ἐν αὐτῇ φαινομένου. μέμνησο δὲ καὶ ὅτι κατὰ μὲν τὴν τετάρτην κρίσιμον οὖσαν αἱμορραγεῖν ἤρξατο, τῇ δὲ πέμπτῃ λάβρως αἱμορραγήσας καὶ ἱδρώσας ἐκρίθη. ταῦτα δ’ ἐπὶ πλέον ἐν τοῖς Περὶ κρισίμων ἡμερῶν ἕξεις ἐξειργασμένα. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως γεγραμμένον ὑπ’ αὐτοῦ τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμορράγει πολλάκις μετὰ κρίσιν εἴρηται, διότι χωρὶς πέψεως τῶν οὔρων ἐκρίθη. μεμαθήκαμεν δὲ παρ’ αὐτοῦ κατὰ τοῦτο τὸ βιβλίον, ὅτι “πεπασμοὶ ταχυτῆτα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα καὶ εἰς κακὰς ἀποστάσεις τρεπόμενα ἢ ἀκρισίας ἢ πόνους ἢ θάνατον ἢ χρόνον ἢ τῶν αὐτῶν ὑποστροφάς.” ἀλλ’ ὠμὰ μὲν ἦν ἔτι καὶ ἄπεπτα, οὐ μὴν εἰς κακὰς ἀποστάσεις ἐτράπετο. τῶν γοῦν ἀποστάσεων αὐτὸς ἐδίδαξεν ἀρίστας μὲν εἶναι τὰς κατ’ ἔκρουν, δευτέρας αὐτῶν τὰς πορρωτάτω τῶν πεπονθότων μορίων καὶ κάτω τοῦ σώματος.
III 25 Ἐρασῖνος ᾤκει παρὰ Βοώτου χαράδρην. πῦρ ἔλαβε μετὰ δεῖπνον, νύκτα ταραχώδης. ἡμέρην τὴν πρώτην δι’ ἡσυχίης, νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ἐς νύκτα παρέκρουσε. τρίτῃ ἐπιπόνως, πολλὰ παρέκρουσεν. τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. πέμπτῃ πρωὶ κατήρτητο· κατενόει πάντα· πολὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ ὑποπέλια, οὖρα ἐπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. τούτῳ πυρετοὶ διὰ τέλεος σὺν ἱδρῶτι, ὑποχόνδρια μετέωρα, σύντασις μετ’ ὀδύνης· οὖρα δὲ μέλανα ἔχοντα ἐναιωρήματα στρογγύλα· οὐχ ἱδρύετο· ἀπὸ κοιλίης δὲ κόπρανα διῄει· δίψα διὰ τέλεος οὐ λίην· σπασμοὶ πολλοὶ σὺν ἱδρῶτι περὶ θάνατον [δὲ διὰ τέλεος].
Τῷ Ἐρασίνῳ τούτῳ δὴ διὰ τέλεος, τουτέστι δι’ ὅλου τοῦ νοσήματος, ἱδρὼς ἦν ἄκριτος ὑποχόνδριά τε μοχθηρῶς ἔχοντα καὶ οὖρα μέλανα. τίς δ’ ἐπὶ τούτοις ἐλπὶς ἦν σωτηρίας αὐτῷ; ὥστε κἂν εὐλόγως δόξαι τις μάτην γεγράφθαι τὰ κατὰ τὸν ἄνθρωπον τόνδε διὰ τὸ πᾶσι πρόδηλον εἶναι τὸ ἐσόμενον ἐπ’ αὐτοῦ. ἀλλ’ ἴσως αὐτοῦ τοῦ κατὰ τὸν θάνατον τάχους παράδειγμα τὸν ἀρρωστοῦντα τοῦτον ἔγραψεν. ἐν γοῦν τῷ Προγνωστικῷ προειπών· “οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτῇσιν ἡμέρῃσι τὸν ἀριθμόν, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται”, κἄπειτα τοὺς πυρετοὺς εὐηθεστάτους καὶ τὰ ἀσφαλέστατα σχόντας σημεῖα προειπὼν τεταρταίους παύεσθαι ἢ πρόσθεν, ἐφεξῆς εἶπεν· “οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν”. ὁ τοίνυν Ἐρασῖνος, καίτοι πάντ’ ἔχων δεινά, μέχρι τῆς πέμπτης ἡμέρας προέβη, ὅτι κατὰ τὴν πρώτην εἶχε μετρίως. ἔγραψε γοῦν ἐπ’ αὐτοῦ κατὰ λέξιν οὕτως· ἡμέρην τὴν πρώτην δι’ ἡσυχίης. ἡ πέμπτη τοίνυν ἀπὸ τῆς ἀρχῆς, καθ’ ἣν ἀπέθανε, τετάρτη γίνεται μὴ συναριθμουμένης τῆς πρώτης.
III 26 Κρίτωνι ἐν Θάσῳ ποδὸς ὀδύνη ἤρξατο ἰσχυρὴ ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι. κατεκλίνη αὐθημερόν, φρικώδης, ἀσώδης, σμικρὰ ὑποθερμαινόμενος, ἐς νύκτα παρεφρόνησεν. δευτέρῃ οἴδημα δι’ ὅλου τοῦ ποδὸς καὶ περὶ σφυρὸν ὑπέρυθρον [καὶ] μετὰ συντάσιος, φλυκταινίδια μέλανα, πυρετὸς ὀξύς, ἐξεμάνη. ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα διῆλθεν. ἀπέθανεν ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.
Οὗτος ὁ ἄρρωστος ἄξιός ἐστι μνημονεύεσθαι διὰ τὸ τάχιον τῆς ἀπωλείας. εἰ δὲ προσεγέγραπτο καὶ ὁ τρόπος τοῦ θανάτου, τότ’ ἂν ἡμᾶς ὁ λόγος ὠφέλησε τελέως. νυνὶ δὲ ἐξ ὧν ἔγραψεν ὅτι πλῆθος ἦν πάμπολυ φαίνεται. καὶ ὡς ὥρμησεν ἡ φύσις ἀπὸ τῶν κυρίων μερῶν αὐτὸ πρὸς τὸ σκέλος ἀποθέσθαι, μὴ δυναμένου δὲ τοῦ μορίου
δέξασθαι τὸ πᾶν, ὅσον ὑπελείπετο τοῦ περιττοῦ τούτου, παλινδρομῆσαν εἰς τὴν κεφαλὴν ἀνήχθη, κακοήθους δ’ ὄντος αὐτοῦ παραφροσύνη μανιώδης ἐγένετο. τεκμήριον δὲ τῆς κακοηθείας τοῦ περιττοῦ τὸ παραχρῆμα φλυκταινίδια μέλανα γενέσθαι περὶ τὸ σφυρόν. ἄξιον οὖν ἐστι θαυμάσαι, διὰ τί τὸν ἄνθρωπον τοῦτον οὐκ ἐφλεβοτόμησεν εὐθέως ἀρχόμενον τοῦ νοσεῖν. ἀλλ’ ἴσμεν ὡς ἐπὶ τοὺς πλείστους ὧν ἔγραψεν ἀρρώστων εἰσήχθη προηκούσης ἤδη τῆς νόσου.
III 27 Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβε. ἤλγει δὲ κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ ἀρχῆς, αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ’ ὄγκου οὐ λίην, σύντασις [ὀλίγη], γλῶσσα ξηρή. τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. πέμπτῃ ἐπιπόνως. ἕκτῃ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην σμικρὰ συνέδωκεν. ἀπὸ δὲ κοιλίης ἀπ’ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαιδεκάτης λεπτά, πολλά, ὑδατόχροα διῄει. εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν, ἔπειτα κοιλίη ἐπέστη, οὖρα διὰ τέλεος λεπτὰ μέν, εὔχροα δὲ καὶ πολλά, εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἱδρύετο. περὶ δὲ ἕκτην καὶ δεκάτην οὔρησεν ὀλίγῳ παχύτερα, εἶχε σμικρὴν ὑπόστασιν· ἐκούφισεν ὀλίγῳ, κατενόει μᾶλλον. ἑπτακαιδεκάτῃ πάλιν λεπτά, παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ, ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, σκέλεα ἐπωδύνως εἶχεν. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα κατενόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς· διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ’ ἐξεπύει, ἤλγει δέ. περὶ πρώτην καὶ τριακοστὴν διάρροια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριωδέων· οὖρα παχέα οὔρησεν· κατέστη τὰ παρὰ τὰ ὦτα. τεσσαρακοστῇ ὀφθαλμὸν δεξιὸν ἤλγεεν, ἀμβλύτερον ἑώρα, κατέστη.
Οὗτος ὁ ἄνθρωπος καὶ μαρτύριόν τι καὶ παράδειγμά ἐστιν οὐκ ὀλίγον τῶν καθόλου θεωρημάτων. ἀρξώμεθα δὲ ἀπὸ τῶν οὔρων, ἐφ’ ὧν ἔγραψε κατὰ τὴν ἑνδεκάτην ἡμέραν· οὖρα διὰ τέλεος λεπτὰ μέν, εὔχροα δὲ καὶ πολλά, εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἱδρύετο. ὡς γὰρ ἐξ ἀρχῆς αὐτῶν τοιούτων γεγονότων καὶ παραμεινάντων γε μέχρι τῆς ἕκτης καὶ δεκάτης ὁμοίως, οὕτως φαίνεται πεποιῆσθαι τὴν διήγησιν. ἐπὶ δὲ τῆς ἕκτης καὶ δεκάτης ἡμέρας ἐδήλωσε τὴν μεταβολὴν αὐτῶν, ὡς τότε πρῶτον γενομένην, οὕτως εἰπών· περὶ δὲ ἕκτην καὶ δεκάτην [ἡμέρας] οὔρησεν ὀλίγῳ παχύτερα, εἶχε σμικρὴν ὑπόστασιν. εὔδηλον οὖν ὅτι λεπτὰ μέν, εὔχροα δὲ οὖρα διὰ μὲν τῆς εὐχροίας ἐνδείκνυται τὸ σωθήσεσθαι, διὰ δὲ τῆς λεπτότητος τὸ χρόνου δεῖσθαι πρὸς τὴν πέψιν. ἦν δὲ οὐδὲ τῶν λυπούντων ἓν εἶδος. μετὰ γὰρ τὸ προειπεῖν ἐπὶ τῆς ἕκτης καὶ δεκάτης ἡμέρας τὴν μεταβολὴν τῶν οὔρων ἐφεξῆς φησι· τῇ ἑπτακαιδεκάτῃ πάλιν λεπτά. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν φησὶ παρὰ τὰ ὦτα ἐπαρθῆναι αὐτῷ, καὶ εἴ γε σὺν οὔροις παχέσιν ἐγεγόνει, κατὰ τὴν εἰκοστὴν ἂν ἔσχε τελέως καλῶς, οὔσης τῆς ἑπτακαιδεκάτης ἐπιδήλου τῆς εἰκοστῆς. ἐκρίθη μὲν οὖν ἐπ’ αὐτῆς ταύτης, οὐ μὴν ἔσχε γε τὸ βέβαιον ἡ κρίσις. ἀλλὰ καὶ τὰ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ’ ἐξεπύει, ἤλγει δέ. καὶ μέντοι καὶ περὶ πρώτην καὶ τριακοστὴν διαρροίας ἀρξαμένης μετὰ δυσεντεριωδῶν, τουτέστι μετὰ ξυσματωδῶν διαχωρημάτων, ἅπερ ἦν τῆς δριμύτητος τῶν ἐκκρινομένων χυμῶν γνωρίσματα, καὶ σὺν αὐτοῖς οὔρων παχέων γενομένων κατέστη τὰ παρὰ τὰ ὦτα. καὶ τούτων οὖν προιόντων ἡ τελεία τοῦ νοσήματος ἀπαλλαγὴ κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν ἐγένετο. μέμνησο τοίνυν ἐπὶ τῶν τοιούτων κρίσεων μὴ μόνον τῆς ὑστάτης κατὰ τὴν περίοδον τῶν κρισίμων ἡμερῶν γιγνομένης, ἀλλὰ καὶ τῆς ἐν τῷ μεταξύ. καὶ γὰρ αἱ ἐκκρίσεις ἐπὶ πάντων τῶν ἀρρώστων, οὐκ ἐπὶ τούτου μόνον, ἐν ταῖς κρισίμοις ἡμέραις φαίνονται γεγονυῖαι, καθάπερ γε καὶ ἐπὶ τούτου κατὰ τὰς κρισίμους ἡμέρας τὰ παρὰ τὰ
ὦτα ἐπιφανέντα (κατὰ μὲν γὰρ τὴν ἑπτακαιδεκάτην αἱ παρωτίδες ὤφθησαν) καὶ περὶ πρώτην καὶ τριακοστὴν διάρροιαι. ἐν δὲ τῇ εἰκοστῇ ἑβδόμῃ ἰσχίου ὀδύνη δεξιοῦ ἐπεσήμηνεν, ὠθούσης μὲν κάτω τὴν περιουσίαν τῆς φύσεως, οὔπω δὲ τὴν διὰ τῆς γαστρὸς ἔκκρισιν ἐργάσασθαι δυναμένης, ἣν ἐπὶ τῆς ἑξῆς τετράδος ἐκίνησεν. ὅτι δὲ καὶ ἡ εἰκοστὴ κρίσιν ἔσχεν ἐλλιπῆ προακηκόαμεν· ὥστε μαρτυροῦνται τῶν κρισίμων ἡμερῶν αἱ περίοδοι πρὸς τῶν ἐναργῶς φαινομένων ἐπὶ τῶν νοσούντων.
III 28 Τὴν Δρομεάδεω γυναῖκα θυγατέρα τεκοῦσαν καὶ τῶν ἄλλων γενομένων πάντων κατὰ λόγον δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβεν, πυρετὸς ὀξύς. ἤρξατο δὲ πονεῖν τῇ πρώτῃ περὶ [δ’] ὑποχόνδριον· ἀσώδης, ἀλύουσα καὶ τὰς ἐχομένας οὐχ ὕπνωσε. πνεῦμα ἀραιόν, μέγα, [ὑποχόνδριον] αὐτίκα ἀνεσπασμένον. δευτέρῃ, ἀφ’ ἧς ἐρρίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν· οὖρα παχέα, λευκά, θολερά, οἷα γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πολύν· οὐ καθίστατο. νύκτα οὐκ ἐκοιμήθη. τρίτῃ περὶ μέσον ἡμέρης ἐπερρίγωσε, πυρετὸς ὀξύς, οὖρα ὅμοια, ὑποχονδρίου πόνος, ἀσώδης, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη· ἵδρωσε δι’ ὅλου ψυχρῷ, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. τετάρτῃ περὶ μὲν ὑποχόνδριον σμικρὸν ἐκουφίσθη, κεφαλῆς δὲ βάρος μετ’ ὀδύνης· ὑπεκαρώθη· σμικρὰ ἀπὸ ῥινῶν ἔσταξε· γλῶσσα ἐπίξηρος, διψώδης· οὖρα σμικρὰ λεπτὰ ἐλαιώδεα· σμικρὰ ἐκοιμήθη. πέμπτῃ διψώδης, ἀσώδης, οὖρα ὅμοια, ἀπὸ κοιλίης οὐδέν, περὶ μέσης ἡμέρης πολλὰ παρέκρουσε καὶ πάλιν ταχὺ σμικρὰ κατενόει· ἀνισταμένη ὑπεκαρώθη, ψῦξις σμικρά, νυκτὸς ἐκοιμήθη, παρέκρουσεν. ἕκτῃ πρωὶ ἐπερρίγωσεν, ταχὺ διεθερμάνθη, ἵδρωσε δι’ ὅλου· ἄκρεα ψυχρά, παρέκρουσε, πνεῦμα μέγα, ἀραιόν· μετ’ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο, ταχὺ ἀπέθανεν.
Αὕτη κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐθέως [ἐπ]εφαίνετο νοσεῖν ὀξέως. ἐπὶ δὲ τῆς δευτέρας ἡμέρας ἐφ’ οἷς εἰρήκει συμπτώμασι τῶν ἐν τοῖς οὔροις σημείων προγενομένων εἰκότως ἄν τις αὐτὴν προσεδόκησε τεθνήξεσθαι διὰ ταχέων. μοχθηρὰ γὰρ ἱκανῶς τὰ ἀνατεταραγμένα μὲν οὖρα, καθιστάμενα δὲ μήδ’ ὅλως. ἀλλὰ καὶ τῇ τρίτῃ τῶν ἡμερῶν τὰ οὖρα καὶ τὰ συμπτώματα πάντα διέμεινε τὴν προσδοκίαν βεβαιοῦντα τοῦ θανάτου. τετάρτῃ δὲ στάξεως ἐκ ῥινῶν προσγενομένης καὶ τῶν οὔρων ἐλαιωδῶν φανέντων, εὐλόγως ἀπέθανεν ἑκταία. πάλιν δὲ κἀπὶ ταύτης πνεῦμα μέγα καὶ ἀραιὸν εἰπὼν γενέσθαι παραφρονῆσαί φησιν αὐτήν.
III 29 Ἄνθρωπος θερμαινόμενος ἐδείπνησεν καὶ ἔπιε πλέον, ἤμεσε πάντα, νύκτα πυρετὸς ὀξύς, ὑποχονδρίου δεξιοῦ πόνος, φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρους, νύκτα δυσφόρως. οὖρα δὲ κατ’ ἀρχὰς ἐρυθρά, πάχος ἔχοντα, κείμενα οὐ καθίστατο· γλῶσσα ἐπίξηρος, οὐ λίην διψώδης. τετάρτῃ πυρετὸς ὀξύς, πόνοι πάντων. πέμπτῃ οὔρησε λεῖον, ἐλαιῶδες οὐ πολύ· πυρετὸς ὀξύς. ἕκτῃ δείλης πολλὰ παρέκρουσεν. οὐδὲ νύκτα ἐκοιμήθη. ἑβδόμῃ πάντα παρωξύνθη· οὖρα ὅμοια, λόγοι πολλοί, κατέχειν οὐκ ἠδύνατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ ταραχώδεα διῆλθε μετὰ ἐλμίγγων, νύκτα ἐπιπόνως, πρωὶ δὲ ἐρρίγωσε. πυρετὸς ὀξύς. ἵδρωσε θερμῷ, ἄπυρος ἔδοξε γενέσθαι· οὐ πολὺ ἐκοιμήθη, ἐξ ὕπνου ψῦξις, πτυαλισμός. δείλης πολλὰ παρέκρουσε, μετ’ ὀλίγον δ’ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. ἐνάτῃ ψῦξις, παρελήρει πολλά, οὐχ ὕπνωσεν. δεκάτῃ σκέλεα ἐπωδύνως, πάντα παρελήρει. ἑνδεκάτῃ ἀπέθανεν.
Ἡ διήγησις αὕτη πρῶτον μὲν ἡμᾶς ἐδίδαξε δεῖν τὸν νοῦν προσέχειν σφοδρῶς εὐθέως ἐξ ἀρχῆς εἰσβαλλόντων τῶν νοσημάτων καὶ μὴ καταφρονοῦντας ἀφυλάκτως διαιτᾶσθαι, κἂν μικρὰ φαίνηται τὰ νοσήματα. νῦν γοῦν δειπνήσας ἀκαίρως ὁ ἄνθρωπος ἐν ἀρχῇ τοῦ πυρετοῦ μικροῦ δοκοῦντος ὑπάρχειν (ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ θερμαινόμενος ὀνόματος), ἐβλάβη δηλονότι κἀξ αὐτοῦ τοῦ ἀκαίρως προσενέγκασθαι τροφῆς. ἀλλὰ καὶ ἔπιε, φησί, πλέον, οὐκ εἰδὼς
ἀρχὴν εἶναι μεγάλου νοσήματος. εἰκότως οὖν ἤμεσε μὲν ταῦτα, ὁ πυρετὸς δὲ ὀξὺς ἅμα συμπτώμασιν οὐκ εὐκαταφρονήτοις ἐγένετο, ἀλλὰ καὶ ἀφορήτοις καὶ οὖρα παχέα, μὴ καθιστάμενα. κατὰ δὲ τὴν πέμπτην ἐφάνη σαφῶς ὅτι τεθνήξεται, τῶν ἐλαιωδῶν οὔρων ἐκκριθέντων ἐπὶ τοῖς προειρημένοις συμπτώμασιν, ἃ καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν ὁμοίως οὐρηθῆναί φησιν. ἀπέθανε δὲ καὶ οὗτος ἐν ἡμέρᾳ κρισίμῳ τῇ ἑνδεκάτῃ.
III 30 Γυναῖκα, ἣ κατέκειτο ἐν ἀκτῇ, τρίμηνον πρὸς ἑωυτῇ ἔχουσαν πῦρ ἔλαβεν· αὐτίκα δ’ ἤρξατο πονέειν ὀσφύν. τρίτῃ πόνος τραχήλου καὶ κεφαλῆς, κατὰ κληῖδα, χεῖρα δεξιήν, διὰ ταχέων δὲ γλῶσσα ἠφώνει, δεξιὴ χεὶρ παρελύθη μετὰ σπασμοῦ παραπληγικὸν τρόπον, παρελήρει πάντα. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεσιν ἀκρήτοισιν ὀλίγοισιν. τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη, σπασμός· τῶν αὐτῶν πόνοι παρέμενον, καθ’ ὑποχόνδριον ἔπαρμα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε πάντα, κοιλίη ταραχώδης, οὖρα λεπτά, οὐκ εὔχροα. πέμπτῃ πυρετὸς ὀξύς, ὑποχονδρίου πόνος, παρέκρουσε πάντα, διαχωρήματα χολώδεα. ἐς νύκτα ἵδρωσεν, ἄπυρος. ἕκτῃ κατενόει, πάντων ἐκουφίσθη, περὶ δὲ κληῖδα ἀριστερὴν πόνος παρέμενε· διψώδης, οὖρα λεπτά, οὐκ ἐκοιμήθη. ἑβδόμῃ τρόμος, ὑπεκαρώθη, μικρὰ παρέκρουσεν, ἀλγήματα κατὰ κληῖδα καὶ βραχίονα ἀριστερὸν παρέμενε, τὰ δ’ ἄλλα διεκουφίσθη, πάντα κατενόει. τρεῖς διέλιπεν ἄπυρος. ἑνδεκάτῃ ὑπέστρεψεν, ἐπερρίγωσε, πῦρ ἔλαβεν. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἤμεσε χολώδεα ξανθὰ ὑπόσυχνα, ἵδρωσεν· ἄπυρος ἐκρίθη.
Οὐκ ἂν ἀνελπίστως ἐκ τοιούτων παθημάτων ἐσώθη μὲν αὕτη, εἰ μὴ ἔτυχεν οὖσα νέα καὶ ἰσχυρά· καὶ γὰρ εἴρηκεν ἅπαντα τοῦ νοσήματος σημεῖα σφαλερώτερα· καὶ θαυμάζω γ’, ὅπως οὐδὲν ἔγραψε περὶ τῆς ἡλικίας αὐτῆς. καὶ μὴν μεμνῆσθαι προσήκει τῶν εἰρημένων ἕνεκα τοῦ γινώσκειν ἐν τῷ σπανίῳ διασῳζομένας τινὰς ἐγκύμονας ἐκ τοιούτων νοσημάτων ἄνευ διαφθορᾶς τῶν ἐμβρύων. ἔτι δὲ κἀκείνου μεμνῆσθαι προσήκει τοῦ τὰ τριῶν τε καὶ τεσσάρων μηνῶν δυσπαθέστερα τῶν ἄλλων εἶναι. καὶ τοῦτο γινώσκων αὐτὸς ἐν Ἀφορισμοῖς εἶπε· “τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ τετράμηνα, καὶ ἄχρις ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι δεῖ.” τοῖς μὲν οὖν τριμήνοις καὶ τετραμήνοις παιδίοις οἵ τε δεσμοί, καθ’ οὓς τῇ μήτρᾳ συμπεφύκασιν, ἀσθενεῖς εἰσι καὶ τὸ σύμπαν σῶμα μαλακόν· τοῖς δὲ τῆς ἀποκυήσεως ἐγγὺς μεγάλοις οὖσι πολλῆς δεῖ τροφῆς, ἧς ἀποροῦντα πολλάκις ἐν τοῖς ὀξέσι νοσήμασι διαφθείρεται. διὸ καὶ χαλεπώτατόν ἐστι καλῶς διαιτηθῆναι τὴν κυοῦσαν νοσοῦσαν ὀξέως, ἐὰν μέγα τὸ ἔμβρυον ᾖ. εἰ μὲν γὰρ ὡς οὖσαν ἀκύμονα θέλοις αὐτὴν ἐνδεῶς τρέφειν, διαφθείρεται τὸ κυούμενον· εἰ δ’ ἐκείνου στοχαζόμενος ἐκτενέστερον προσφέρειν αὐτῇ, κίνδυνος ἀποβάλλεσθαι τῇ κυούσῃ. διὰ ταῦτα μὲν οὖν τὰ τρίμηνα καὶ τετράμηνα μᾶλλον διασῴζονται τῶν ἄλλων. τῇ δ’ οὖν νῦν προκειμένῃ κατὰ τὸν λόγον γυναικί, καίτοι τῶν οὔρων λεπτῶν καὶ οὐκ εὐχρόων ὄντων, ὅμως ἐγένετο σωθῆναι διὰ ῥώμην φύσεως, ἥτις ἐν τῇ πέμπτῃ νυκτὶ δι’ ἱδρώτων ἔπαυσε τὸν πυρετόν. οὐ μὴν βέβαιόν γε δυνατὸν ἦν γενέσθαι τὴν κρίσιν· οὔπω γὰρ τὸ νόσημα πεττόμενον ἦν, ὥστε πολλάκις ἀλλοιοῦσθαι τὰ σημεῖα τῆς νόσου κατὰ τὰς ἑξῆς ἡμέρας ἄχρι τῆς ἑνδεκάτης, ἐν ᾗ πάλιν μετὰ ῥίγους ὑποστρέψασα δι’ ἐμέτου καὶ ἱδρῶτος ἐκρίθη τελέως. ἐν γὰρ ταῖς ἀπὸ τῆς πέμπτης ἄχρι τῆς ἑνδεκάτης τὰ γενόμενα συμπτώματα τοῦ νευρώδους ἦν γένους, οὐ τοῦ φλεβώδους ἢ ἀρτηριώδους. ἐν γοῦν τῇ ἑβδόμῃ, φησί, τρόμος, ὑπεκαρώθη, σμικρὰ παρέκρουσε, τὰ δέ γε κατὰ τὰς φλέβας ἐπὶ τὸ
βέλτιον ἦν πεττόμενα μετὰ τὴν ἐν τῇ πέμπτῃ κρίσιν. ἐπὶ γοῦν τῆς ἕκτης ἔγραψεν· οὖρα λεπτά, μὴ προσθεὶς τὸ οὐκ εὔχροα. καὶ τούτων μὲν μεμνῆσθαι χρήσιμον καὶ τοῦ τῆς πέμπτης ἡμέρας οἵας τε ἀγωνιστικὰς κρίσεις ἐπιφέρειν· καὶ γὰρ ὀλίγον ἔμπροσθεν ἄλλον ἄρρωστον ἔκρινε δι’ αἱμορραγίας καὶ νῦν δι’ ἱδρῶτος τὴν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα, καίτοι τοῦ νοσήματος ἀμφοτέροις ἀπέπτου κατ’ ἐκείνην τὴν ἡμέραν ὄντος· διὸ μηδὲ τελείαν ἐποιήσατο τὴν κρίσιν.
III 31 Μελιδίῃ, ἣ κατέκειτο παρὰ Ἥρης ἱερόν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός· αὐτίκα δὲ πυρετὸς ὀξὺς ἔλαβε· γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο· πόνοι τούτων ἁπάντων ξυνεχέες. ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης, ἐρύθημα ἐπὶ γνάθων, σμικρὰ παρέκρουσεν. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέλιπεν, οἱ πόνοι παρέμενον, ὑπέστρεψεν, ὕπνοι σμικροί, οὖρα διὰ τέλεος εὔχροα μέν, λεπτὰ δέ· διαχωρήματα λεπτά, χολώδεα, δακνώδεα *** διῆλθεν. οὔροις ὑπόστασις λευκή, λείη· ἵδρωσεν. ἐκρίθη τελέως ἑνδεκάτῃ.
Καὶ περὶ ταύτης ἐν ἀρχῇ μὲν οὐκ ἔγραψε τὴν ἰδέαν τῶν οὔρων. ἐπὶ δὲ τῷ τέλει τῆς διηγήσεως ἔφη· οὖρα διὰ τέλεος εὔχροα μέν, λεπτὰ δέ. τὰ μὲν οὖν ἀκριβῶς λεπτὰ τὴν κατὰ φύσιν ἔχειν εὔχροιαν οὐ δύναται. μετρίως μὲν γάρ ἐστιν ὠχρὰ τὰ εὔχροα, λευκὰ δὲ τὰ τελέως λεπτά. καθ’ ὅσον δὲ ἐγχωρεῖ συνελθεῖν εὔχροιαν οὔρων λεπτότητι, κατὰ τοσοῦτον χρὴ ἀκούειν λέγοντα αὐτὸν τὰ οὖρα διὰ τέλεος εὔχροα μὲν γενέσθαι, λεπτὰ δέ. φαίνεται δὲ καὶ αὕτη ἡ γυνὴ διὰ τὴν ἰσχὺν τῆς φύσεως σωθῆναι.