ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Γ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Α.
1. Πυθίων, ὅς ᾤκει παρὰ Γῆς ἱερόν.
Ἀπογεγράφθαι νοήσας αὐτὸ καθ’ ἑαυτὸ Πυθίων ὅς
ᾤκει παρὰ Γῆς ἱερὸν, ἐπ’ ἄλλης ἀρχῆς τῶν γινομένων αὐτῷ
τὴν διήγησιν ἀναγίνωσκε. βέλτιον γὰρ οὕτως ἡγεῖσθαι
γεγράφθαι τὴν ῥῆσιν ἢ τὸ σχῆμα σόλοικον ἐξεπίτηδες
εὐθέως ἐν ἀρχῇ πεποιῆσθαι τὸν Ἱπποκράτην, μηδὲν ἄλλο
τοιοῦτον σχῆμα καθ’ ὅλον τὸ βιβλίον γράψαντα, μήτ’ ἐν
τῇ τῶν ἀῤῥώστων μήτ’ ἐν τῇ τοῦ λοιμοῦ διηγήσει. τινὲς
μέντοι κατὰ δοτικὴν πτῶσιν ἔγραψαν, Πυθίωνι ὃς ᾤκει
παρὰ Γῆς ἱερὸν, ἐκφεύγειν τὴν περὶ τοῦ σολοικισμοῦ ζήτησιν
βουλόμενοι.
2. Ἤρξατο τρόμος ἀπὸ χειρῶν τῇ πρώτῃ, πυρετὸς ὀξὺς, λῆρος.
Τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺς ἅμα τῷ πυρέττειν ὀξέως
δύο συμπτώματα γίνεσθαί φησι τῷ Πυθίωνι, τρόμον τῶν
χειρῶν παραφροσύνην τέ τινα βραχεῖαν. εἴωθε γὰρ αὐτὸς
ἄλλοτε ἄλλοις ὀνόμασιν ἐνδείκνυσθαι τὸ ποσὸν τῆς παραφροσύνης,
ληρῆσαι καὶ παραληρῆσαι καὶ παραφρονῆσαι καὶ παρενεχθῆναι
λέγων ἢ πάλιν παρακόψαι καὶ ἐκστῆναι, μανῆναί τε
καὶ ἐκμανῆναι. εἴπερ οὖν ἐλήρησεν ὁ Πυθίων, εὔδηλον ὅτι μετρίως
παρεφρόνησεν. ἐμάθομεν δὲ τοῦ μὲν τρόμου τὴν αἰτίαν
ἀῤῥωστίαν εἶναι τῆς κατὰ τοὺς μῦς δυνάμεως. παραφροσύνην
δὲ γίνεσθαι, βλαβέντος ἐγκεφάλου κατὰ φλεγμονὴν
ἢ πλεονεξίαν χολώδους χυμοῦ. τὸν δ’ ὀξὺν πυρετὸν
ἕπεσθαι σηπεδόσι χυμῶν. εἰ μὲν οὖν καὶ τὰ προηγησάμενα
τῆς νόσου καθάπερ ἐπ’ ἄλλων ἔγραψεν, οὕτω κᾀπὶ τοῦ
Πυθίωνος ἐγεγράφει, τάχα ἂν ἐξ ἐκείνων ἂν ἡμῖν ἔνδειξίς
τις ἐγένετο τῆς κατασκευῆς τοῦ νοσήματος. ἐπεὶ δ’ οὐ
προσέθηκεν ἐξ ὦν προσέγραψε μόνων καὶ ἡμεῖς πειρασόμεθα
τὴν εὕρεσιν αὐτῆς ποιήσασθαι, σὺν τῷ κᾀξ αὐτοῦ
τοῦ μηδὲν γράψαι περὶ τῶν προηγησαμένων τῆς νόσου, γίνεσθαι
τὴν ἔνδειξιν τῆς ἐν τῷ σώματι διαθέσεως. εἴτε γὰρ
ἐκ γυμνασίων ἀκαίρων ἢ πότων ἢ ἀφροδισίων, ὡς
εἴωθε γράφειν, εἴτ’ ἐξ ἄλλου τινὸς ἐξηλλαγμένου πολὺ τῆς
συνήθους διαίτης, ἤρξατο πυρέττειν ὁ Πυθίων, οὐκ ἂν εἰπεῖν
αὐτὸ παρέλιπεν. εὔδηλον οὖν ὅτι κατὰ πολὺν χρόνον
λεληθότως ἡ κατασκευὴ τοῦ νοσήματος ἐγένετο. τῶν τοίνυν
τρόμων τὴν μὲν ὡς ἂν εἴποι τις, αἰτίαν ἐχόντων συνεκτικὴν
ἀῤῥωστίαν τῆς δυνάμεως, ἀῤῥωστούσης δ’ αὐτῆς,
ἤτοι κατὰ τὸν ἴδιον λόγον. ἢ διὰ πλῆθος βαρῦνον, ὁ μὲν τῇ
βλάβῃ τῆς δυνάμεως ἑπόμενος τρόμος οὐδέποτ’ ἐν ἀρχῇ
νόσου χωρὶς ἰσχυρᾶς νοσήσεως ἢ λιμοῦ καὶ κόπων, ἀγρυπνιῶν
τε καὶ φροντίδων, ἔτι τε πρὸς τούτοις ἀφροδισίων ἀμέτρων,
ὧν εἴπερ ἐγένετό τι, πάντως ἂν ὁ Ἱπποκράτης ἐμνημόνευσεν
αὐτοῦ, κατὰ τὴν γραφὴν, ὡς εἴωθε. ἐπεὶ τοίνυν οὐδὲν
ἔγραψε τοιοῦτον, διὰ πλῆθος ὑπολαβεῖν εὔλογόν ἐστι βαρύνεσθαι
τὴν δύναμιν. ἐπεὶ δ’ οἵ τε τρόμοι περὶ τὰς χεῖρας
ἐγένοντο, τὴν ἀρχὴν τῶν νεύρων ἐκ τοῦ κατὰ τὸν τράχηλον
ἐχούσας νωτιαίου, ἔκ τε τοῦ ληρῆσαι τὸν ἄνθρωπον,
ἔνδειξίς ἐστι τοῦ καὶ τὸν ἐγκέφαλον αὐτὸν ἤδη τινὰ δέχεσθαι
μοχθηρὸν χυμὸν. ἐχρῆν οὖν ἐννοήσαντα τὸν Ἱπποκράτην
κινδυνωδῶς ἔχειν τὸν ἄνθρωπον ἐπὶ φλεβοτομίαν
ἐλθεῖν, ἤτοι κατὰ τὴν πρώτην ἡμέραν, εἰ μηδὲν ἄπεπτον
ἐν τῇ γαστρὶ περιείχετο σιτίον, ἢ πάντως γε κατὰ τὴν δευτέραν,
ἔτι δὲ μᾶλλον, ὅτι μετὰ τὴν τῆς πρώτης ἡμέρας
διήγησιν αὐτὸς ἔγραψε.
3. Δευτέρῃ πάντα παρωξύνθη.
Φαίνεται γὰρ αὐξανόμενον, ὡς οὐ σμικρὸν οὐδ’ ἐπὶ τῇ
τυχούσῃ διαθέσει τὸ νόσημα γεγονὸς, ἀλλ’ αὐτό τε μέγα
καὶ τὴν αἰτίαν οὐκ εὐκαταφρόνητον ἔχον. ἐπεὶ δ’ οὐκ ἐπὶ
Πυθίωνος μόνον, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀῤῥώστων φαινομένων
δεῖσθαι φλεβοτομίας, ἔξ ὦν αὐτὸς ἔγραψε τεκμαιρομένοις
ἡμῖν οὐχ εὑρίσκεται προσγράφων αὐτὴν, ἀναγκαῖόν
ἐστι δυοῖν θάτερον ὑπονοεῖν, ἢ μὴ φλεβοτομηθῆναι τοὺς
ἀνθρώπους ἐκείνους ἢ παραλελεῖφθαι τὴν διήγησιν τοῦ βοηθήματος.
τὸ μὲν οὖν μηδένα τῶν δεηθέντων αὐτοῦ φλεβοτομηθῆναι
τῶν ἀπιθάνων ἐστὶν, ὡς στέργοντος ἀνδρὸς τὸ
βοήθημα τοῦτο, καθάπερ ἐν τοῖς γνησιωτάτοις ἐδήλωσε
βιβλίοις, ἀφορισμοῖς τε καὶ περὶ διαίτης ὀξέων καὶ τῷ περὶ
ἄρθρων, ἐν αὐτῷ τε τούτῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐπί
τινος ἀῤῥώστου γράψας· ὀγδόῃ ἀγκῶνα ἔτεμον, ἐῤῥύη πολὺ
ὡς ἔδει. ὅπου γὰρ ὀγδοαῖον αὐτὸν ἐφλεβοτόμησε, πολὺ δή
που μᾶλλον ἐν ταῖς προειρημέναις ἡμέραις εὔδηλός ἐστι
χρώμενος τῷ βοηθήματι. τὸ δὲ μὴ γράψαι καθ’ ἕκαστον
ἄῤῥωστον ἐφ’ ὧν προσήχθη τὸ βοήθημα, τῶν σμικροτέρων
αὐτοῦ μνημονεύοντα, μέχρι καὶ βαλάνου προθέσεως
ἀπίθανόν ἐστιν. εἰ τοίνυν ἀτόπου τοῦ λόγου καθ’ ἑκάτερον
ὄντος ἑλέσθαι χρὴ τὸ ἧττον ἄτοπον, ἡγοῦμαι παραλελῆφθαι
μὲν καὶ ἐπὶ πολλῶν τὸ βοήθημα, παραλελεῖφθαι
δ’ ὡς σαφὲς ἐν τῇ διηγήσει. καί με προσάγει τοῦτο μάλιστα
τὸ προγεγραμμένον ἐπὶ τοὺς φλεβοτομηθέντας ὀγδοαίους.
φαίνεται γὰρ ὡς σπάνιον μὲν τοῦτο γράψας, ὡς
σύνηθες δὲ τὸ πρὸ τῆς ὀγδόης παραλιπών. εἰ γὰρ ἔν γε
τοῖς γνησίοις συγγράμμασιν ἐπὶ τῶν μεγάλων νοσημάτων
ἀεὶ χρῆται τῇ φλεβοτομίᾳ, συνεπιβλέπων αὐτῇ, δύο ταῦτα
μόνα, τήν θ’ ἡλικίαν καὶ τὴν δύναμιν τοῦ κάμνοντος, ἔν τε
τούτοις αὐτοῖς τῶν ἐπιδημιῶν ὀγδοαῖόν τινα φλεβοτομηθῆναί
φησι, οὐδὲν ἄλλο δυνατὸν ἐπινοεῖν ἐστὶν ἢ ὅτι παρελήφθη
μὲν ἐπὶ τῶν καμνόντων τὸ βοήθημα, παρελείφθη δ’
ὡς σαφὲς ἐν τῇ διηγήσει. περὶ μὲν δὴ τῆς φλεβοτομίας,
ἐπεὶ κοινὸς ὁ λόγος ἁπάντων τῶν ἀῤῥώστων ἐστὶν, ἅπαξ
ἀρκέσει λελέχθαι, καθάπερ καὶ τἄλλα ὅσα κοινά. περὶ δὲ
τῶν ἰδίων καθ’ ἕκαστον ἡ ἐξήγησις ἔσται, τὴν ἀρχὴν ἀπὸ
τοῦ Πυθίωνος, ὡς ἐνεστησάμεθα, ποιησαμένοις ἡμῖν.
4. Τρίτῃ τὰ αὐτά. τετάρτῃ ἀπὸ κοιλίης ὀλίγα ἄκρητα, χολώδεα
διῆλθε. πέμπτῃ πέμπτῃ πάντα παρωξύνθη, τρόμοι παρέμενον,
ὕπνοι λεπτοὶ, κοιλίη ἔστη. ἕκτῃ πτύελα ποικίλα,
ὑπέρυθρα. ἑβδόμῃ στόμα παρειρύσθη. ὀγδόῃ πάντα παρωξύνθη,
τρόμοι καὶ πάλιν παρέμενον, οὖρα δὲ κατ’ ἀρχὰς
μὲν καὶ μέχρι τῆς ὀγδόης λεπτὰ, ἄχροα, ἔχοντα
ἐναιώρημα ἐπινέφελον. δεκάτῃ ἵδρωσε, πτύελα ὑποπέπονα,
ὑπεκρίθη, οὖρα ὑπόλεπτα περὶ κρίσιν. μετὰ δὲ κρίσιν
τεσσαρακοστῇ ἡμέρῃ ὕστερον, ἐμπύημα περὶ ἕδρην καὶ
στραγγουριώδης ἐγένετο ἀπόστασις.
Τὰ μὲν ἄλλα τῆς ῥήσεως συμπτωμάτων ἔχει διήγησιν καὶ
τῇ λέξει καὶ τῇ διανοίᾳ σαφῆ. πολλάκις γὰρ εἴωθε γενέσθαι
τοῖς ὀξέως νοσοῦσι καὶ μεμαθήκαμεν αὐτῶν τὰς δυνάμεις
κατὰ τὸ προγνωστικὸν καὶ τὸ πρῶτον αὐτῶν τούτων τῶν
ἐπιδημιῶν. εἴρηται δ’ οὐκ ὀλίγα κἀν τῷ δευτέρῳ χρήσιμα
πρὸς τὴν ἐπὶ τῶν ἀῤῥώστων ἐξήγησιν. ἐπὶ δὲ τῆς κατὰ
τὴν ἕκτην ἡμέραν διηγήσεως εἰπὼν πτύελα ποικίλα ὑπέρυθρα,
μὴ προσθεὶς δὲ μήτε πλευριτικὸν τὸν Πυθίωνα μήτε
περιπνευμονικὸν γεγονέναι, ζήτησιν ἡμῖν ὑπελείπετο, πότερον
καὶ ἄλλως δύναται γενέσθαι τοιαῦτα πτύσματα τοῖς
νοσοῦσιν ὀξέως ἢ μόνοις τοῖς περιπνευμονικοῖς καὶ
πλευριτικοῖς. φαίνεται καὶ ἄλλως ἡγεῖσθαι γίνεσθαι τοιαῦτα,
ῥυέντων μὲν εἰς τὸν πνεύμονα χυμῶν μοχθηρῶν, ἀλλ’
ὀλίγων παντάπασιν, ὡς μὴ φλεγμῆναι τὸ σπλάγχνον. ὅτι
μὲν γὰρ οὐκ ᾖν οὔτε πλευριτικὸς οὔτε περιπνευμονικὸς εὔδηλόν
ἐστιν ἐκ τοῦ μὴ μνημονεῦσαι τὸν Ἱπποκράτην, μήτ’
ὀνομαστὶ τῶν παθῶν τούτων, ἀλλὰ μηδ’ ἀπό τινος ἀχωρίστου
συμπτώματος. εἰρήκει γὰρ ἂν ἢ πλευρᾶς ὀδύνην ἢ
δύσπνοιαν. οὐ μὴν οὐδ’ ἀπὸ κεφαλῆς πεπονθυίας ὤφθη
ποτὲ τοιαῦτα πτυσθέντα. μετὰ μέντοι βηχὸς καὶ δυσπνοίας
καὶ πλευρᾶς ἀλγήματος ὁρᾶταί ποτε τοιαῦτα πτύσματα. καί
τινας δύο καὶ χωρὶς πυρετοῦ τοιούτων πτυσθέντων χρώματα
εἶδον, ὠχρῶν μετὰ βηχὸς ὄντων. ἀλλὰ τῷ μὲν ἑτέρῳ
κατὰ βραχὺ πυρετίων μικρῶν γενομένων εἰς χρόνον ἡ διάθεσις
ἐκταθεῖσα, παραμεινάντων τῶν πυρετῶν, φθινώδη
τὸν ἄνθρωπον ἀπέδειξε, τῷ δ’ ἑτέρῳ χωρὶς πυρετοῦ τοιούτων
πτυσθέντων ἡμέραις ἐφεξῆς ὀλίγαις οὐδὲν ἄτοπον ἠκολούθησε.
εἰκὸς οὖν ἐστὶ κατὰ τὰ πρῶτα μέρη τοῦ θώρακος,
καθ’ ἃ συνάπτει τοῖς ἐσχάτοις τοῦ τραχήλου σπονδύλοις,
γεγονέναι τινὰ περιουσίαν οὐ πολλὴν, ἐφ’ ᾗ μηδὲ δύσπνοιαν
ἀπαντῆσαι, διὰ τὸ μὴ συντελεῖν τι σαφὲς εἰς τὴν
τῆς ἀναπνοῆς ἐνέργειαν τὸ πρῶτον μεσοπλεύριον, ἐν αὐταῖς
δὲ ταῖς ῥίζαις τῶν ἐπὶ τὰς χεῖρας ἀφικνουμένων νεύρων
τῆς διαθέσεως γενομένης, βαρυνομένων τῶν νεύρων,
τρομώδεις ἐργάσασθαι τὰς χεῖρας. ἐκ γὰρ τοῦ πρώτου μεσοπλευρίου
καὶ τῶν ὑπερκειμένων δὲ σπονδύλων τὰ τοὺς
μῦς τῶν χειρῶν κινοῦντα φύεται νεῦρα. μαρτυρεῖ δὲ τούτοις
καὶ τὸ παραμεῖναι τοὺς τρόμους σὺν τοῖς πτύσμασι
τοῖς ἐπιγενομένοις. ἡνίκα δ’ ἐν ἐκείνοις ἐφάνη τι πέψεως
σημεῖον, οὔτε τοὺς τρόμους ἔτι γίνεσθαι καὶ παύσασθαι τὸ
νόσημα, κρίσεως τῆς δι’ ἱδρώτων ἐπιγενομένης. καίτοι γε
ἀπέπτων ὄντων τῶν οὔρων ὅμως ἡ πέψις ἔκρινε τῶν ἀναπτυομένων
καὶ ἤνεγκε τὴν κρίσιν ὡς ἑκάτερον τῶν σημείων
ὃ πέφυκε δηλοῦν μὴ διαψεύσασθαι. διττῆς γὰρ διαθέσεως
τῷ νοσοῦντι γινομένης, μιᾶς μὲν τῆς πυρετώδους ἐπὶ τοῖς
ἐν ταῖς φλεψὶ χυμοῖς, ἑτέρας δὲ τῆς εἰρημένης ἄρτι κατὰ
τὸν θώρακα, τὴν μὲν προτέραν συνέβη μὴ παύσασθαι τελέως
ἱδρῶσιν, ὡς ἂν ἔτ’ ἄπεπτον οὖσαν, παύσασθαι δὲ τὴν
ἑτέραν, τῷ μηδὲν δ’ ὅλως ὑπολειφθῆναι τοῖς περὶ τὸν θώρακα.
γράφει γοῦν αὐτὸς οὕτως· δεκάτῃ ἵδρωσε, πτύελα
ὑποπέπονα, ἐκρίθη, οὖρα ὑπόλεπτα περὶ κρίσιν· ἐνδεικνύμενος
ἃ κατὰ τὸ προγνωστικὸν ἔγραψε περὶ τῶν λεπτῶν
οὔρων ὄντων διττῶν, πρῶτα μὲν τάδε· ἔς τ’ ἂν πυῤῥόν τε
ᾖ τὸ οὖρον καὶ λεπτὸν, ἄπεπτον εἴη τὸ νόσημα. δευτέρα
δὲ τάδε· ὅσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμαλὰ οὐρέωσι πολὺν
χρόνον, ἢν καὶ τὰ ἄλλα ὡς περιεσομένοισιν ᾖ σημεῖα, τούτοισιν
ἀπόστασιν δεῖ προσδέχεσθαι εἰς τὰ κάτω τῶν φρενῶν
χωρία. διὰ τοῦτο οὖν ἐπὶ τῇ τελευτῇ τῶν συμβάντων
τῷ Πυθίωνι κατὰ λέξιν οὕτως ἔγραψε· μετὰ δὲ κρίσιν
τεσσαρακοστῇ ἡμέρῃ ὕστερον ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης
ἐγένετο ἀπόστασις. ἐπεὶ δὲ καὶ τρόμου χειρῶν
καὶ λήρου κατὰ τὴν πρώτην εὐθέως ἡμέραν ἐμνημόνευσε
καὶ κατὰ τὰς ἑξῆς ἔγραψε, πάντα παρωξύνθη, κατὰ δὲ
τὴν ζ΄ ἡμέραν, προσέθηκε, στόμα παρειρύσθη, διορίσασθαι
χρὴ πότερον αὐξανομένης τῆς περὶ τὸν ἐγκέφαλον κακώσεως
ἢ μεθισταμένης κάτω τὸ στόμα κατεσπάσθη. φαίνεται
δ’ ἐκ τῶν ἐφεξῆς εἰρημένων μετάστασις εἰς τὰ κάτω
χωρία μᾶλλον, οὐ συμπάθεια πρὸς τὸν ἐγκέφαλον
αὐτοῖς γεγονέναι, τάχα μὲν φλεβοτομηθέντος ἀνθρώπου καὶ
διὰ τοῦτο μεγάλως ὠφεληθέντος. ἀλλὰ καὶ κατὰ τὰς πρώτας
ἡμέρας οὐδέπω τῶν πτυσμάτων οὐδὲ μικρὸν ἐφαίνετο
τῆς ἐν τῇ πλευρᾷ διαθέσεως, οὐ διὰ τὴν κακοήθειαν αὐτῆς·
ἴσμεν γὰρ ὅτι χαλεπώταται περιπνευμονίαι τε καὶ πλευρίτιδες
εἰσὶν αἱ ἄπτυστοι, καθότι καὶ αὐτὸς Ἱπποκράτης
ἐδίδαξεν. ἀλλὰ νῦν οὐ διὰ χαλεπότητα νομιστέον ἐν ταῖς
πρώταις ἡμέραις πτυσθῆναι μηδὲν, ἀλλὰ διότι περὶ τὸ πρῶτον
μεσοπλεύριον μόνον ἡ διάθεσις ἦν. εἰ δὲ καὶ χαλεπὴ
καὶ κατὰ τοῦτο μόνον ἐγεγόνει, καὶ διὰ τοῦτο οὐδὲν ἐπτύετο.
τῷ γοῦν τῆς φλεβοτομίας βοηθήματι δυνατόν ἐστιν ἀντισπασθέντων
ἐνταῦθα πλεονεκτούντων χυμῶν
ἀρχὴν πέψεως γεγονέναι τῇ διαθέσει κατὰ τὴν ἕκτην ἡμέραν,
ἐν ᾗ πρῶτον ἐμνημόνευσε τῶν πτυσμάτων. ὃ δὲ περὶ
τῆς δεκάτης ἡμέρας ἀνεβαλλόμην ἐρεῖν, ἐστὶ τοιοῦτον, οὔτ’
ἐν τοῖς τῶν ἐπιδημιῶν τούτοις βιβλίοις ἐκρίθη τις βεβαίως
δεκαταῖος οὔτ’ αὐτὸς ἀπεφήνατό που τὴν δεκάτην ἡμέραν
εἶναι κρίσιμον, ὥσπερ τὴν ἑνδεκάτην εἴρηκεν οὐκ ὀλιγάκις.
ἔχεις δὲ τὰς ῥήσεις αὐτοῦ πάσας ἠθροισμένας ἐν τοῖς περὶ
τῶν κρισίμων ἡμερῶν ὑπομνήμασιν, ἔνθα καὶ τεσσαρακοστὴ
δείκνυται κρίνουσα τὰς νόσους, οὐχ ἡ τεσσαρακοστὴ
δευτέρα, καθάπερ ᾠήθησαν ἔνιοι τῶν ὁλοκλήροις ἑβδομάσι
τὰς περιόδους γίνεσθαι τῶν κρισίμων ἡμερῶν ὑπολαβόντων.
εἰ δὲ διὰ μόνον τοῦτό τις ἡγεῖται τὸ νόσημα μὴ τελέως
κριθῆναι, διότι δεκαταῖον ἵδρωσεν, οὐχ ἑνδεκαταῖος ὁ
ὁ Πυθίων, οὐκ ὀρθῶς γινώσκει. τὸ γὰρ ἐλλιπὲς τῆς κρίσεως
ἐκ τοῦ μηδέπω πεπέφθαι τὴν νόσον ἀναγκαῖον γίνεσθαι.
πολλοὺς γοῦν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ
ἡμεῖς ἐθεασάμεθα κριθέντας ἐν κρισίμοις ἡμέραις ἐλλιπῶς,
διὰ μόνην τὴν τῶν οὔρων ἀπεψίαν. ἀμφοτέρων δ’ ἀλλήλοις
συνελθόντων, τοῦ τε κατὰ μὲν δεκάτην ἡμέραν ἀσθενοῦς
καὶ τῆς τῶν οὔρων ἀπεψίας, ἐχρῆν ἴσως μηδὲ κεκρίσθαι
τὸν ἄνθρωπον ἢ μὴ ἐπὶ καλῷ τε καὶ κρισίμῳ. τάχ’ οὖν
ἑνδεκάτῃ γεγραμμένον, οὐ δεκάτῃ, κατ’ ἀρχὰς εὐθέως ἡμαρτήθη,
καθάπερ καὶ ἄλλα πολλὰ φαίνεταί τινα διὰ τοὺς
πρώτως ταῦτα γράψαντας ἀμεληθέντα, διαμένει μέχρι παντός.
ἀλλὰ περὶ μὲν τῆς δεκάτης ἡμέρας ἱκανὰ καὶ ταῦτα.
σκέψασθαι δ’ ἄμεινόν ἐστι μὴ κατὰ τὸ πάρεργον ὁποῖόν
τι τὸ ἐπινέφελον ἐναιώρημα νομιστέον ὑπάρχειν. ἐν μὲν
γὰρ τῷ προγνωστικῷ γέγραπται· νεφέλαι δ’ ἐμφερόμεναι
ἐν τοῖσιν οὔροισι λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φαῦλαι.
οὔτ’ οὖν οὖρον ἐπινέφελον οὔτ’ ἐναιώρημα κατὰ τὸ προγνωστικὸν
εἴρηται. καίτοι γ’ ἀκριβῶς ἅπασαν ἐν ἐκείνῳ
τῷ βιβλίῳ διδάξαντος αὐτοῦ τὴν ἀπὸ τῶν οὔρων πρόγνωσιν
ἐν τοῖς ὀξέσι νοσήμασιν. οὐ μὴν οὐδὲ τῶν ἐξηγησαμένων
τὸ προκείμενον βιβλίον ἐξηγήσατό τις ὁποῖον εἶναι
βούλεται τὸ ἐπινέφελον οὖρον ὁ Ἱπποκράτης. ἐγὼ τοίνυν
ἃ ἐμοὶ δοκεῖ ζητήσαντι περὶ αὐτοῦ λέγειν οὐκ ὀκνήσω. τὸ
τῆς νεφέλης ὄνομα κατὰ μεταφορὰν ἀπὸ τοῦ περιέχοντος
ἡμᾶς ἐπὶ τῶν οὔρων εἰώθασιν οἱ ἰατροὶ λέγειν, εἶθ’ Ἱπποκράτους
πρώτου τὴν προσηγορίαν τήνδε κατά τινος ἰδέας
ἐναιωρημάτων ἢ οὔρων, εἴτε καὶ ἄλλου τινὸς αὐτοῖς θεμένου.
ὥσπερ οὖν ἐν τῷ περιέχοντι ποτὲ μὲν ζοφώδης γίνεται
κατάστασις, πεπυκνωμένου νεφέλαις μελαίναις αὐτοῦ,
ποτὲ δὲ ἀκριβὴς καὶ ἀνέφελος φαίνεται καὶ διεσπασμέναι
τινὲς ὁρῶνται κατ’ αὐτὸ νεφέλαι καὶ λέγεται τηνικαῦτα
τὸ περιέχον ἐπινέφελον, ἐν ᾧ καιρῷ κατὰ τὴν χρόαν
τῶν νεφελῶν οὔτε μέλαιναν ἀκριβῶς οὔτε λαμπρὰν ὁρῶμεν,
ἀλλ’ ἐν τῷ μεταξὺ τούτων, οὕτω μοι δοκεῖ καὶ οὖρον καὶ
ἐναιώρημα καλεῖν ἐπινέφελον ὁ Ἱπποκράτης, ὃ μήτε λευκόν
ἐστι τὴν χρόαν μήτ’ ἤδη μέλαν ἀκριβῶς, ἀλλ’ ἐν τῷ μεταξύ.
καὶ τοίνυν ὑπὸ τοῦ Πυθίωνος ὑπολαβεῖν χρὴ τοιοῦτον
ἐναιώρημα γεγονέναι. λευκὸν μὲν γὰρ εἴπερ ἦν, οὐκ ἂν
ἐλλιπῆ τὴν κρίσιν εἰργάσατο, καθάπερ γ’ εἰ καὶ μέλαν, οὐκ
ἂν ἀγαθήν. ἐπεὶ δ’ οὖν ἦν μέσον λευκοῦ τε καὶ μέλανος,
ἀγαθὴ μὲν ἐγένετο κρίσις, ἀλλ’ ἐλλιπής. τὸ δὲ ὑπόλοιπον
κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν εἰς ἀπόστασιν ἧκε διττὴν,
ἣν αὐτὴν οὐχ ἡγοῦνται ὀρθὴν, μᾶλλον δὲ οὐδ’ αὐτὴν ἐξηγοῦνται
ὀρθὴν κατὰ συμπάθειαν τῆς εἰς τὴν ἕδραν ἀποστάσεως
οἰόμενοι γεγονέναι τῷ Πυθίωνι τὴν στραγγουρίαν,
Ἱπποκράτους αὐτοῦ ποτὲ μὲν ἁπλῶς γράφοντος γενέσθαι τὴν
στραγγουρίαν, ἐνίοτε δ’ οὐχ ἁπλῶς, ἀλλὰ προστιθέντος αὐτῇ
τὸ τῆς ἀποστάσεως ὄνομα, καθάπερ κἀν τῷ πρώτῳ τῶν
ἐπιδημιῶν ἐν τῇ δευτέρᾳ καταστάσει. γράφει γοῦν ὧδε·
μόνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γινομένων σημείων καὶ
πλείστους εἰρύσατο τῶν ὄντων ἐν τοῖσι μεγίστοισι κινδύνοισιν,
οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτρέπετο καὶ ἐς τοῦτο
ἀπόστασις ἐγένετο. προσαγορεύοντος γὰρ ἀποστάσεις αὐτοῦ
καὶ τὰς κατ’ ἔκκρισιν τῶν λυπούντων χυμῶν γινομένας,
οὐ μόνον τὰς κατὰ ἀπόθεσιν, εἰκότως. ὥσπερ εἰς δυσεντερίαν
ἐν ἑτέροις, οὕτως νῦν εἰς στραγγουρίαν ἀποστάσεις
εἴρηκε γεγονέναι, καθαιρομένης τῆς ἐν ταῖς φλεψὶ κακοχυμίας
δι’ ἀμφοτέρων τῶν ἐκκρίσεων. τοῦτο γοῦν ἐν αὐτῇ τῇ
δευτέρᾳ καταστάσει τῶν οὔρων ὀλίγον ἔμπροσθεν ἧς ἄρτι
παρεθέμην ῥήσεως αὐτὸς ἔγραψεν ὡδί. στραγγουριώδεα οὐ
νεφριτικὰ, ἀλλὰ τούτοισι ἀντ’ ἄλλων ἅλλα· τουτέστιν ἀντὶ
τῆς ἐν ταῖς φλεψὶ κακοχυμίας καὶ τῶν ταύτῃ πυρετῶν ἀκολουθούντων
αἱ καθάρσεις ἐγένοντο, τῶν μοχθηρῶν χυμῶν ἐκκρινομένων
διὰ τῆς κύστεως, ὥσπερ ἐνίοτε διὰ τῶν ἐντέρων. ἡ τοίνυν
δῆξις ἡ ἀπὸ τῶν ἐκκρινομένων δριμέων ὄντων εἰργάζετο τὴν
στραγγουρίαν. ἐδείχθη γὰρ ἡ κύστις ἐπὶ τὴν ἀπόκρισιν
ὁρμῶσα τῶν οὔρων ἐν ταῖς στραγγουρίαις, πρὶν ἀξιολόγως
ὑπ’ αὐτῶν πληρωθῆναι, διὰ διττὴν αἰτίαν, ἤτοι τὸ μὴ φέρειν
αὐτῶν τὴν ποιότητα καὶ δακνωδῶν γενομένων ἢ τὸ δι’
ἀῤῥωστίαν βαρύνεσθαι πρὶν ἀθροισθῆναι, κᾂν ὀλίγον παντάπασιν
ᾖ. τοιαύτην οὖν ἔφη τινὰ καὶ τῷ Πυθίωνι τὴν
ἀπόστασιν ἤδη γενέσθαι, μὴ γράψας ἁπλῶς οὕτως ὅτι
στραγγουριώδης ἐγένετο. ἔχει γὰρ ἡ ῥῆσις ὡδί· ἐμπύημα περὶ
ἕδραν καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις, ἀλλὰ προσθεὶς τὸ
ἀπόστασιν ἔχειν. ἀλλὰ τὰ μὲν τοιαῦτα δυοῖν θάτερον, ἢ
παρατρέχουσιν ἢ κακῶς ἐξηγοῦνται πολλοὶ τῶν ἐξηγητῶν,
χρονίζουσι δ’ οὐκ ἀναγκαίως, ὑπὲρ ὧν ἅπαξ ἐν τῷδε διαλεχθῆναι
βούλομαι. ἐγὼ μὲν ᾤμην ἄμεινον εἶναι τὰ πολλῷ
χρόνῳ ζητηθέντα μοι καὶ μετὰ κρίσεως ἀσφαλῶς εὑρεθέντα
μόνα γράφειν, ἄνευ τῶν εἰς τοὺς κακῶς ἐξηγησαμένους ἐλέγχων.
ἐπεὶ δ’ ἔνιοι μὲν διὰ τοῦ μηδ’ ὅλως πεπαιδεῦσθαι
κατὰ μηδὲν τῶν ὄντων παιδίων, ἀναγινώσκοντες ἐνίοτε παρά
τισι τῶν γραψάντων ἐξηγήσεις ξένας, αὐτῷ τούτῳ μόνῳ
τῷ ξένῳ συναρπασθέντες ἐπαινοῦσι, διὰ τοῦτ’ ᾠήθην
ἄμεινον εἶναι κᾂν ἅπαξ αὐτῶν που μνημονεῦσαι τῶν οὕτως
ἐξηγουμένων, εἰρηκότος γε καὶ αὐτοῦ τοῦ Ἱπποκράτους. τὸ
γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες μᾶλλον ἐπαινέουσι
ἢ τὸ σύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν καὶ τὸ ἀλλόκοτον
μᾶλλον ἢ εὔδηλον. ὅπως οὖν προειδότες οἱ τοῖς ἡμετέροις
ὑπομνήμασιν ἐντυγχάνοντες ὁποῖοί τινες οἱ τρόποι
τῶν μοχθηρῶν ἐξηγήσεων εἰσὶν γνωρίζειν αὐτοὺς δύνανται,
μακρότερον ἐνταῦθα περὶ πασῶν αὐτῶν ἔγνων γράψαι. καί
μοι μηδεὶς ἀχθέσθω τῷ μήκει τοῦ λόγου, μέλλων ἔχειν
αὐτὸν ἀεὶ βοηθὸν εἰς τὴν τῶν φαύλων ἐξηγήσεων διάγνωσιν.
ἓν μὲν οὖν εἶδός ἐστιν αὐτῶν ὁποῖόν τι καὶ κατὰ τὸν
προκείμενον ἄῤῥωστον ἐποιήσαντό τινες, ὧν ἑνὸς παραγράψω
τὴν ῥῆσιν αὐτοῖς ὀνόμασιν, ἵνα μή τις οἰηθῇ με καταψεύδεσθαι
τἀνδρός. τὸ μέντοι τῆς Γῆς ἱερὸν μή ποτε ὑπὲρ
τοῦ δεῖξαι τὴν αἰτίαν ἀφ’ ἧς τρόμος τῶν χειρῶν καὶ τὸ
νοσεῖν αὐτῷ ἐγένετο, ὡς τῇ διὰ τὴν ἐποχὴν τῶν ἐπιμηνίων
γινομένην, ὡς εἰκὸς, διὰ τὴν τοῦ μορίου ἀργίαν. καὶ
πάλιν ἐν τῷ ἕκτῳ ἱστορεῖ, ἀνδρὸς ἀποδήμου γινομένου, ἀργευσαμένην
τῷ μορίῳ τὴν γυναῖκα ἀναληφθέντων τῶν ἐπιμηνίων
εἰς τὸ στόμα φῦσαι πώγωνα. καὶ τί γὰρ ἄλλο ἢ
ἀνδρωθῆναι τὴν γυναῖκα; οὕτως οὖν καὶ Πυθίων ἀποσχόμενος
συνουσίας διὰ τὴν πρὸς μόνον ἐπιμέλειαν τὸ
ἱερὸν νόσον ὑπομένει. αὕτη μὲν ἑνὸς τῶν ἐξηγητῶν ἐστὶ
ῥῆσις, ἑαυτὸν καταβάλλοντος ἐκ τοῦ πολλάκις μὲν ὀνομαστὶ
μνημονεῦσαί τινων οἰκήσεων τὸν Ἱπποκράτην, μὴ πασῶν δ’
αὐτῶν, ἀλλ’ ὀλιγίστων παντάπασιν ἐξήγησιν γράψαι. εἰ γὰρ
οὐκ ἀργῶς αἱ οἰκήσεις τῶν νοσησάντων ἐγράφησαν, ἀλλὰ
συνδείκνυταί τι τῶν εἰς τὴν τέχνην χρησίμων, οὐκ ὀρθῶς
ἐποίησεν, ἐπ’ ὀλίγων μὲν ἀῤῥώστων ἐξηγησάμενος αὐτῶν
τὴν δύναμιν, ἐπὶ δὲ τῶν ἄλλων, καίτοι παμπόλλων ὄντων
παραλιπὼν, οἷον εὐθέως ἐπὶ τοῦ πρώτου γραφέντος κατὰ
τὸ πρῶτον τῶν ἐπιδημιῶν. Φιλίσκος γὰρ, φησὶν, ᾤκει
παρὰ τὸ τεῖχος. εἶθ’ ἑξῆς πάλιν, Ἐπικράτεος γυναῖκα, ἣ
κατέκειτο παρὰ Ἀρχηγέτην. καὶ πάλιν, Ἐρασῖνος, ὃς ᾤκει
παρὰ Βοώτου χαράδρῃ. εἶθ’ ἑξῆς, τὸν Κλαζομένιον, ὃς κατέκειτο
παρὰ τὸ Φρυνιχίδεω φρέαρ. εἶτ’ αὖθις ἐπί τινος γυναικὸς,
τὴν Δρομεάδεω, φησὶ, γυναικὸς θυγατέρα τεκοῦσαν.
εἶτ’ ἐπ’ ἄλλης πάλιν γυναικὸς ἣ κατέκειτο ἐν ἀκτῇ. ἐν αὐτῷ
τε τούτῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἑτέρους πολλοὺς ἂν
εὕροις γεγραμμένους ἀῤῥώστους μετὰ τῶν οἰκήσεων ἐν αἷς
ᾤκουν, ἃς οὐδ’ ὅλως ἐξηγοῦνται. Χαιρίων οὖν, φησὶν, ὃς κατέκειτο
παρὰ Δημαινέτῳ· μετ’ αὐτὸν ἑξῆς, τὴν Εὐρυάνακτος
θυγατέρα παρθένον πῦρ ἔλαβεν· εἶθ’ ἑξῆς, ἡ κυναγχικὴ
παρὰ Ταβίωνι. καὶ μετ’ αὐτὴν πάλιν, τὸ μειράκιον, ὃ κατέκειτο
ἐπὶ ψευδέων ἀγορῇ. καὶ τί δεῖ πολλὰ παραγράφειν,
ὅλου σχεδὸν τοῦ βιβλίου πεπληρωμένου τῆς τοιαύτης γραφῆς;
ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον, παμπόλλων γὰρ ἀῤῥώστων
οὕτω γεγραμμένων περὶ πάντων πεποιῆσθαι τὴν ἀπὸ
τῶν οἰκήσεων ἐξήγησιν ἢ μηδ’ ἐφ’ ἑνός. ἀλλ’ ἔνιοί γε τῶν
ἐξηγουμένων τὰ βιβλία κατεγνώκασιν εἰς τοσοῦτον τῶν
ἀκροατῶν, ὡς ἐγώ ποτε ἐν Ἀλεξανδρείᾳ καὶ τοιαύτης ἐξηγήσεως
ἤκουσα περί τινος ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν αῤῥώστου
γεγραμμένου κατὰ τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· Σιληνὸς,
ὃς ᾤκει ἐπὶ τοῦ Πλαταμῶνος. ἐν γὰρ τῷ διηγεῖσθαι τὰ
συμβάντα τούτῳ καὶ τοιαύτην τινὰ ῥῆσιν ἔγραψεν ὁ Ἱπποκράτης.
νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί. τούτοις
οὖν ἐπεφώνησεν ὁ ἐξηγούμενος τὸ σύγγραμμα, Σιληνὸς γὰρ
ἦν. οἱ μαθηταὶ δ’ ἀναπηδήσαντες ἐκεκράγεσαν ὑπερθαυμάζοντες.
ἔνιοι δὲ τῶν ἐξηγουμένων εἰς τοσοῦτον ἥκουσι
περιεργείας ὥστε ζητοῦσι πότερον ἐπὶ τοῦ Πλαταμῶνος
ὁ Σιληνὸς ᾤκει. τινὲς μὲν διὰ τοῦ μ Πλαταμῶνος,
ἔνιοι δὲ διὰ τοῦ ν Πλατανῶνος. ὡσαύτως δὲ ζητοῦσιν
οἱ τοιοῦτοι τῶν ἐξηγητῶν, ὅταν Ἱπποκράτης εἴπῃ, κατέκειτο
κατὰ τὸ θέατρον, ἆρά γε θέητρον ἄμεινον γράφειν
ἢ θέατρον. ἀλλὰ τῶν μὲν εἰς τὰ τοιαῦτα τὸν χρόνον ἀναλισκόντων
κατεγνώκασι, τοὺς δὲ διὰ τῶν ἔν τε τῷ προῤῥητικῷ
καὶ ταῖς Κωακαῖς προγνώσεσι γεγραμμένων ἐξηγουμένους
τὰ κατὰ τοὺς νοσοῦντας ἐν τοῖς βιβλίοις εἰρημένα
πολλοὶ θαυμάζουσιν. ἐδείχθη δ’ ἐπὶ πλείστων ἡ μοχθηρία
τῶν ἐν τῷ προῤῥητικῷ γεγραμμένων ἔν τισιν ὑπομνήμασιν,
ἃ ἐποιησάμην εἰς αὐτό. φαίνεται γὰρ ὁ γράψας ἐκεῖνο
τὸ βιβλίον πολλάκις ἐξ ἑνὸς ἢ δυοῖν τῶν κατὰ μέρος ὀφθέντων
αὐτῷ καθολικὰς ἀποφάσεις ποιούμενος. ἐδείχθη γὰρ
καὶ συνδρομὰς γράφων πολλὰς ἐξ ἀνομογενῶν σημείων ἠθροισμένας.
ἐπεδείχθη δὲ καὶ ὡς ἡ τοιαύτη διδασκαλία τοσοῦτον
πλῆθος ἔχει συνδρομῶν, ὡς μηδ’ ἀριθμηθῆναι δύνασθαι.
καὶ πρὸς τούτοις γ’ ἔτι καὶ τοῦτ’ ἐδείχθη κατὰ
ἐξήγησιν, ὦν ἔγραψεν ὁ τὸ προῤῥητικὸν συνθεὶς, ὡς οὐκ
ἐνδέχεται διδασκαλίαν ἑτέραν ἀμείνονα γενέσθαι τῆς κατὰ
τὸ προγνωστικὸν ὑφ’ Ἱπποκράτους γεγονυίας, ἑνὸς ἑκάστου
τὴν δύναμιν σημείου αὐτοῦ διδάξαντος ἰδίᾳ. μηδὲ γὰρ ἄλλως
δύνασθαι πολλῶν ἅμα συνελθόντων προγνωσθῆναί τι.
τοῖς μὲν οὖν ἀνεγνωκόσιν ἀμφότερα τὰ βιβλία, τό τε προγνωστικὸν
καὶ τὸ προῤῥητικὸν, οἶδ’ ὅτι σαφῆ τὰ νῦν εἰρημένα
πάντ’ ἐστίν. εἰ δὲ καὶ τοῖς ἡμετέροις ὑπομνήμασιν
εἰς αὐτὰ προεντετυχηκώς τις εἴη καὶ χωρὶς τῶν νῦν εἰρημένων
ὑπ’ ἐμοῦ γινώσκειν δύναται τὸ μοχθηρὸν τῆς τοιαύτης
ἐξηγήσεως. τοὺς δ’ οὐκ ἀνεγνωκότας ἐπ’ ἐκεῖνα μὲν
ἀφικέσθαι πρότερον ἀξιῶ, μετὰ ταῦτα δὲ πάλιν ἐνταῦθα
παραγενομένους ἀκοῦσαί τε καὶ κρῖναι τὰ πρὸς ἐμοῦ εἰρημένα.
λαβὼν γὰρ ἔναγχός τι τῶν εἰς τὸ προκείμενον βιβλίον
ὑπὸ Λύκου τοῦ Μακεδόνος ὑπομνημάτων γεγονότων,
εὗρον ἐν τῇ τοῦ Πυθίωνος ἐξηγήσει τρεῖς ῥήσεις ἐκ τοῦ
προῤῥητικοῦ γεγραμμένας, ὃς ἐπὶ μὲν τῆς πρώτης κατὰ
λέξιν οὕτως ἔλεγεν. αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες
παρακρούσιες πάνυ φρενιτικαὶ, ὡς καὶ Διδυμάρχῳ ἐν Κῷ.
ἐπὶ δὲ τῆς δευτέρας ὧδε· τὰ τρομώδεα γενόμενα ἐφ’ ἱδρῶσι
φιλυπόστροφα. καὶ ἡ τρίτη δὲ κατὰ λέξιν τήνδε ἐγέγραπτο.
τὰ δ’ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλασιν
ἐναιωρεύμενα, παρακρουστικά. αὗται μὲν αἱ ἐκ τοῦ προῤῥητικοῦ
ῥήσεις ὑπὸ τοῦ Λύκου προσεγράφησαν, ὡς εἰρηκότος
οὕτω Κοΐντου κατὰ τὴν ἐξήγησιν τοῦ προκειμένου
Πυθίωνος. ἐμοὶ, ἐπειδήπερ ἠναγκάσθην τὰ κακῶς εἰρημένα
διελέγχειν, καίτοι διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων πεφυλαγμένος
αὐτὸ πρᾶξαι, βέλτιον εἶναι δοκεῖ τῶν τοιούτων
ἐξηγήσεων μοχθηρίαν δηλῶσαι. πρῶτον μὲν οὖν οὐδ’ ἐφαρμόττει
τοῖς νῦν εἰρημένοις ἐπὶ τοῦ Πυθίωνος ἡ τοῦ προῤῥητικοῦ
ῥῆσις. οὔτε γὰρ μετὰ σιγῆς ἐφρενίτισεν οὔτε πάνυ
φρενιτικὸς ἐγένετο. δέδεικται δ’ ἡμῖν ἐξηγουμένοις τὸ προῤῥητικὸν
ὁποῖαί τέ τινες εἰσὶν αἱ μετὰ σιγῆς παραφροσύναι
καὶ διὰ τί πάνυ φρενιτικὰς εἶπεν αὐτὰς, ὧν οὐδέτερον
ἐπὶ τοῦ Πυθίωνος ἐγένετο· καὶ γὰρ οὔτ’ ἄνευ σιγῆς ἐλήρει
καὶ μετρίως ἐφρενίτισεν. ἡ δὲ δευτέρα ῥῆσις, καθ’ ἣν λέγει,
τὰ τρομώδεα γινόμενα ἐφ’ ἱδρῶσι φιλυπόστροφα, τοὐναντίον
δείκνυται τοῦ συμβάντος τῷ Πυθίωνι, μὴ γινομένων,
ἀλλ’ ἐξ ἀρχῆς μὲν συνεισβαλλόντων, ὕστερον
δὲ κατὰ τὴν δεκάτην ἡμέραν ἱδρώσαντος αὐτοῦ, ὥστ’ οὐκ
ἐπὶ τοῖς ἱδρῶσιν οἱ τρόμοι φαίνονται γεγονότες, ἀλλ’ ἐπὶ
τοῖς τρόμοις οἱ ἱδρῶτες. ἡ λοιπὴ δὲ καὶ τρίτη ῥῆσις, ἐν
ᾗ φησὶ, τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα, μέλασιν
ἐναιωρεύμενα, παρακρουστικὰ, προσηκόντως ἂν ὑπὸ τοῦ
Λύκου παρείληπτο, τοῦ Πυθίωνος ἀγρυπνήσαντος μὲν πρῶτον
οὐκ ἄνευ ταραχῆς, οὐρήσαντος δ’ οὖρον ἔχον ἐναιώρημα
μέλαν, εἶθ’ οὕτως παραφρονήσαντος ὕστερον. ἐπεὶ δ’
οὔτ’ οὔρησε τοιαῦτα, τὸ γὰρ ἐπινέφελον ἐναιώρημα πάμπολυ
διαφέρει τοῦ μέλανος, οὔτ’ ἐπ’ ἀγρυπνίαις ταραχώδεσιν
ἐφρενίτισεν, ἀλλ’ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἐλήρησεν,
οὐκ ὀρθῶς παρείληπται. τί γὰρ ἐκώλυεν αὐτὸν εἰπεῖν
ἐναιώρημα μέλαν, εἶτα τὴν ἀγρυπνίαν μὲν τῇ πρώτῃ τῶν
ἡμερῶν ἢ τῇ δευτέρᾳ, μετὰ δὲ ταύτας ἐν τῇ πρώτῃ πάλιν,
εἶτ’ ἐφεξῆς τὴν παραφροσύνην; ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος
ἐξηγούμενος τὴν ἐπινέφελον φωνὴν οὐκ ἐτόλμησεν εἰπεῖν
δηλοῦσθαι πρὸς αὐτῆς τὸ μέλαν. ἐκ περιττοῦ τε οὖν ταῦτα
προσέθηκεν, εἰ χρὴ λέγειν ἐκ περιττοῦ τὰ μὴ μόνον ἄχρηστα
πρὸς τὸ προκείμενον, ἀλλὰ καὶ παντάπασι ψευδῆ,
παρέλιπέ τε τὰ κυριώτατα τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων
ἐπισκέπτεσθαι, τίς μὲν ἡ τῶν τρόμων ἐστὶ διάθεσις,
ὅστις δ’ ὁ πεπονθὼς τόπος ἐπὶ ταῖς τρομώδεσι χερσὶν, ἢ
πόθεν τὰ ποικίλα πτύσματα τὰ πολλὰ τούτοις ἑπόμενα,
περὶ ὧν ἐγὼ διῆλθον. ὅλως γὰρ οὐδὲν τούτων ἐπισκεψάμενος
ἑαυτῷ προὔβαλεν ὡς ζήτημα τὸ μηδ’ ὅλως
ὂν ζήτημα κατὰ λέξιν οὕτως. τῇ ἑβδόμῃ ἡμέρῃ τὸ στόμα
παρειρύσθη. καὶ δοκεῖ ἡ ἱστορία αὕτη μαχομένη εἶναι τῇ
ἀποφάσει τῇ οὕτως ἐν ἀφορισμοῖς ἐχούσῃ· ἐν μὴ διαλείποντι
πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμὸς ἢ ὀφρὺς διαστραφῇ,
ἢ μὴ βλέπῃ, ἢ μὴ ἀκούῃ, ἀσθενέος ἐόντος ἢ ὅ τι
ἂν τούτων γίνηται, ἐγγὺς ὁ θάνατος. αὕτη τοῦ Λύκου ῥῆσις
ἑαυτῷ προβάλλοντος ὡς ζήτημα τὸ μηδ’ ὅλως ἔχον
ἀμφιβολίαν. ἐν μὲν γὰρ τοῖς ἀφορισμοῖς εἴρηκεν, ἤδη ἀσθενέος
ἐόντος, ὁ Πυθίων δ’ οὐκ ὢν ἀσθενὴς, παρειρύσθη τὸ
στόμα. καὶ μέντοι καὶ λύων ὃ προὔβαλλεν αὐτὸς ὁ Λύκος,
οὐδὲν ἄλλο εἶπεν εἰς τὴν λύσιν αὐτοῦ τοῦδε τοῦ νῦν λελεγμένου.
τὸ μὲν οὖν πρόδηλον ὂν ὡς ζήτημα προὔβαλεν,
οὐδὲν δὲ τῶν ἄλλων ἃ χρήσιμα τῆς τέχνης ἐζήτησεν, οὔτε
τίς ἡ διάθεσις ἦν τῷ Πυθίωνι, δι’ ἣν ἐγένετο τὰ προγεγραμμένα
συμπτώματα, τίς τε τόπος ἢ τίνες ἐπεπόνθεσαν.
ἀλλ’ οὐδὲ περὶ τῆς φλεβοτομίας ὡς παραλελειμμένης ἐπεσημήνατο,
χυμῶν τε καὶ κράσεων οὐ μόνον νῦν, ἀλλ’ οὐδὲ
κατ’ ἄλλην τινὰ διήγησιν ἀῤῥώστων ἢ καταστάσεως ἐμνημόνευσεν,
ἃ μάλιστα ἐχρῆν ἐπισκοπεῖσθαι τὸν ἐξηγούμενον
Ἱπποκράτειον βιβλίον, ὥσπερ εἰ Ἀσκληπιάδειον ἐξηγεῖτο,
πόρους καὶ ὄγκους ἄναρμά τε στοιχεῖα καὶ τὴν πρὸς τὸ
λεπτομερὲς φορὰν ἔστιν αὐτῷ ῥητέον· εἰς ταύτας γὰρ τὰς
ἀρχὰς ἐκεῖνος ἀνάγει πάντα. θερμὸν δὲ καὶ ψυχρὸν καὶ
ὑγρὸν καὶ ξηρὸν Ἱπποκράτης αἰτιᾶται, καθάπερ τὸ περιέχον
ἐν τοῖς τῶν ζώων σώμασιν. οὕτω δὲ καὶ τέτταρας
χυμοὺς ἀλλήλων τὴν κρᾶσιν διαφέροντας αἰτίους φησὶ τῆς
θ’ ὑγείας καὶ τῶν νοσημάτων· τῆς μὲν ὑγείας, ὅταν συμμέτρως
ἔχωσι πρὸς ἀλλήλους, τῶν νοσημάτων δ’, ὅταν πλεονάζωσιν
ἢ ἐλλείπωσιν ἢ μεταστῶσιν ἐξ οἰκείας χώρας εἰς ἀλλοτρίαν.
εἰς ταύτας γοῦν τὰς ἀρχὰς καὶ οἱ πρὸ Λύκου καὶ
Κοΐντου τῶν Ἱπποκράτους ἐξηγησάμενοί τι βιβλίον
ἐμπειρικοὶ πάντως ἄγειν πειρῶνται, καθάπερ ἐν δράματι
φυλάττοντες ἔνιοι τὴν οἰκείαν ὑπόκρισιν τοῦ περικειμένου
προσώπου· ὡς γὰρ Ἐρασίστρατον ἐξηγούμενός τις ὀρθῶς
ἂν ἀπέχοιτο τοῦ περὶ χυμῶν λέγειν ἢ κράσεων, οὕτως ὁ
λέγειν ἐπιχειρῶν ὁτιοῦν εἰς Ἱπποκράτειον σύνταγμα τὴν
ἐκείνου φωνὴν ὀρθῶς ἂν ποιοίη σκοπὸν τῆς ἐξηγήσεως. ἴσως
οὖν ἄμεινόν ἐστι Λύκῳ μὲν συγγινώσκειν ὡς νόθῳ τῆς Ἱπποκράτους
αἱρέσεως ἐν οἷς ἂν ἁμαρτήνων φαίνεται, πλὴν
εἴ τις αὐτὸ τοῦτο μέμφοιτο τὸ γράφειν ἐξηγήσεις μὴ δυνάμενον,
ὑποκρίνεσθαι τὸ δρᾶμα. παραπλήσιον γὰρ τοῦτο τῷ
κωμῳδίαν ἐπιχειρεῖν ὑποκρίνασθαι μὴ δυνάμενον. ἐπὶ δὲ τοὺς
Ἱπποκρατείους ἑαυτοὺς ὀνομάσαντας ἐλθών τις οὐκ ἂν εἰκότως
αὐτοῖς συγγνοίη, παραπλήσια τοῖς ξένοις τε καὶ νόθους τῆς αἱρέσεως
ἐσφαλμένοις. ὅταν δὲ καὶ τὰ σφάλματα αὐτῶν οὐ μόνον
ἀποχωρῇ τῆς Ἱπποκράτους γνώμης, ἀλλὰ καὶ τῆς ἐν τοῖς πράγμασιν
ἀληθείας, διπλασίως ἄν τις αὐτοῖς μέμψαιτο. κάλλιστον
μὲν γάρ ἐστιν ἀμφοτέρως ἔχεσθαι τῶν σκοπῶν τῶνδε τὸν ἀκόλουθον
ἐξηγητὴν, ἀκόλουθά τε λέγοντα τῷ συγγραφεῖ καὶ ἀληθῆ,
θάτερον δὲ μόνον φυλάττοντι μεμπτέον ὡς τοῦ ὅλου τὸ
ἥμισυ διεφθαρκότι τὸν δὲ μήτ’ ἀληθῆ λέγοντα μήτ’ ἀκόλουθα
τῷ γεγραφότι τὸ βιβλίον ἐξηγητὴν ἐσχάτως ἄν τι
ἁμαρτάνειν ὑποληπτείον. οἱ τοίνυν περὶ τὸν Σαβῖνον καὶ
τὸν μαθητὴν αὐτοῦ Μητρόδωρον ἀκριβέστεροι δόξαντες εἶναι
τῶν ἔμπροσθεν Ἱπποκρατείων, ὅμως καὶ αὐτοὶ φαίνονται
μοχθηρῶς ἐξηγούμενοι πολλάκις τῶν Ἱπποκράτους· αὐτίκα
γέ τοι κατὰ τὸν προκείμενον ἄῤῥωστόν φασιν αὐτοῖς
ὀνόμασιν. ὡς γὰρ ὁ σπασμὸς γίνεται καὶ ἀπὸ κενώσεως
καὶ ἀπὸ πληρώσεως, οὕτω καὶ ὁ τρόμος μικρὸς ὢν σπασμὸς
ἀπὸ τῶν ἐναντίων ἀποτελεῖται. περὶ μὲν οὖν τῆς αἰτίας
ὑφ’ ἧς γίνεται τὰ τοιαῦτα παθήματα δογματικῶν ἀνδρῶν
ἐστὶν, οὐκ ἐμπειρικῶν ἐπισκέψασθαι· τὸ μέντοι γνωρίζειν
αὐτὰ καὶ διακρίνειν ἀπ’ ἀλλήλων ἀναγκαῖόν ἐστι καὶ τοῖς
ἐμπειρικοῖς ἐγνῶσθαι. φαίνονται δ’ ἐν αὐτῷ τούτῳ πρῶτον οἱ
περὶ τὸν Σαβῖνον ἐσφαλμένοι, μικρὸν σπασμὸν εἰπόντες εἶναι
τὸν τρόμον. ὅλῳ γὰρ τῷ γένει διενήνοχεν ἀλλήλων τὰ πάθη. οὐδὲν
διαφέρει καλεῖν ἢ συμπτώματα τὰς βλάβας τῶν ἐνεργειῶν
πάθη δέ. οὐ γὰρ διαθέσεις γέ τινες ἐν τοῖς στερεοῖς τοῦ ζώου
μορίοις εἰσὶν, ὡς οἴδημα καὶ φλεγμονὴ καὶ σκίῤῥος, ἀλλ’
ὥσπερ αἱ ἐνέργειαι κατὰ τὸ γίνεσθαι λαμβάνουσι τὴν ὕπαρξιν,
οὐ κατὰ τὸ μονίμως καθ’ ἕξιν ὑπάρχειν, οὕτω καὶ τὰ παθήματα
αὐτῶν. ἁπάσης γὰρ κινήσεως ἐν τῷ γίνεσθαι τὸ εἶναι
κτωμένης καὶ οὔσης γέ τινος ἐν τοῖς ζώοις προαιρετικῆς
κινήσεως, ὥσπερ ἑτέρας ἀπροαιρέτου καὶ φυσικῆς, αἱ
βλάβαι τῆς προαιρετικῆς ἐν ταῖς τῶν μυῶν γίνονται κινήσεσιν,
ὑφ’ ὧν καὶ τὰς κατὰ φύσιν ἴσμεν ἀποτελουμένας.
ἀλλὰ τὸ μὲν κατὰ φύσιν ἐν αὐταῖς ἓν ἁπλοῦν ἐστι, τὸ δὲ
παρὰ φύσιν ἐν πρώταις μὲν δύο γίνεται διαφοραῖς, ἤτοι
χωρὶς προαιρέσεως ἢ κατὰ προαίρεσιν, ἔστι μὲν οὐ κατὰ
φύσιν, διαφέρει δ’ οὐδὲν ἤτοι καθ’ ὁρμὴν εἰπεῖν ἢ κατὰ
προαίρεσιν εἴς γε τὸ παρόν. αὐτῶν δὲ τῶν ἄνευ προαιρέσεως
γινομένων κινήσεων ἐν τοῖς προαιρετικοῖς πεφυκόσι
κινεῖσθαι τὸ μέν τι σπασμὸς ὀνομάζεται, τὸ δὲ παλμὸς,
τὸ δὲ ῥῖγος, ἀλλήλων διαφέροντα. καθόλου δὲ περὶ τούτων
λέλεκται δι’ ἑνὸς ὅλου βιβλίου· τῆς δὲ κατὰ προαίρεσιν μὲν,
οὐ κατὰ φύσιν δὲ κινήσεως γινομένης ἓν εἶδός ἐστιν, ὃ καλεῖται
τρόμος, ὑπὲρ οὗ νῦν ἀναγκαῖόν ἐστιν εἰπεῖν,
ἐπεὶ καὶ περὶ τῶν ἄλλων ἕνεκα τούτου λέλεκταί τι. γίνεται
τοίνυν ὁ τρόμος οὐ μόνον ἐπὶ μυσὶ νοσοῦσί τε καὶ νεύροις,
ἀλλὰ καὶ κατὰ φύσιν ἔχουσιν, ὅταν ὑπὲρ τὴν δύναμίν τις
ἐπιχειρήσῃ βάρος ὁτιοῦν ἢ ταῖς χερσὶ βαστάζων ἢ τοῖς
ὤμοις ἀναθέμενος. ὁρῶνται γοῦν ἔνιοι τῶν ἰσχυροτάτων
νεανίσκων ἐν τῷ βαστάζειν ὑπέρβαρύ τι τρομώδεις τοῖς
σκέλεσι γινόμενοι, καὶ μάλισθ’ ὅταν ἀναβαίνειν ἐπιχειρήσωσι
κλίμακας. ὅπερ δ’ ἐκείνοις ἐπὶ μεγίστοις ἄχθεσι, τοῦτο
γέρουσί τε καὶ τοῖς ἄλλως ἀσθενέσιν ἐπὶ τοῖς ἐλάττοσι γίνεται.
βαρέα γὰρ ἤδη καὶ ταῦτα τοῖς ἀσθενέσι. καὶ τοίνυν
καὶ πάθη τινὰ ψυχικὰ τρομώδεις ἐργάζεται. λέλεκται
γοῦν κἀν τῷ περὶ χυμῶν καὶ παρὰ κρημνὸν παριόντι τὰ
σκέλεα τρέμειν, διὰ τὸν φόβον δηλονότι τὸν καταλύοντα τὴν
δύναμιν, ὥσπερ εἰ καὶ ἄλλος τις ἔδεισεν ἐπερχόμενον ἰδὼν θηρίον
ἢ λῃστὰς ἢ πολεμίους. εἰκότως οὖν ἡμῖν ἀποδέδεικται κατὰ
τὸ περὶ τρόμου καὶ σπασμοῦ καὶ παλμοῦ καὶ ῥίγους ὑπόμνημα
δι’ ἀῤῥωστίαν δυνάμεως ἀεὶ γίνεσθαι τρόμον. ἐπεὶ
δ’ ἐνίοτε μὲν αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἄῤῥωστος, ἐνίοτε δὲ
διὰ πάθος ψυχικὸν, ἢ καὶ μηδ’ ὅλως πεπονθυῖα, κατὰ τὸν
ἴδιον λόγον ὑπὸ βαρέος φορτίου τοῦτο πάσχει. τρεῖς αὐτοῦ
ἔφαμεν εἶναι διαφορὰς τῶν αἰτίων, δυσκρασίαν τῶν
προαιρετικῶν ὀργάνων, πάθος ψυχικὸν, βαρῦνον φορτίον.
ὅτε οὖν μήτε δείσαντι μήτε βαστάζοντι φορτίον ὁ τρόμος
γένηται, δυοῖν θάτερον, ἢ δυσκρασία τῶν ὀργάνων ἐστὶν, ἤ τι
βάρος ἐν αὐτῷ τῷ σώματι περὶ τοὺς μῦς ἢ τὰ νεῦρα.
παράκειται δέ τις ἀπάτη τῷ λόγῳ, περὶ ἧς εἴρηται κατὰ
τὸ περὶ τρόμου καὶ σπασμοῦ καὶ παλμοῦ καὶ ῥίγους ὑπόμνημα.
φαίνονται γάρ τινες καὶ ταῖς χερσὶ καὶ τῇ κεφαλῇ
τρομώδεις ἄνευ τοῦ προελέσθαι κινεῖν τὰ μόρια
καὶ δοκεῖ κατὰ τοῦτο ψευδῶς εἰρῆσθαι προελομένοις ἐνεργεῖν
τι γίγνεσθαι. ἀλλ’ ἐὰν ἐννοήσῃ ὡς ἐπὶ προσκεφαλαίου
καταθέμενός τις τὸν αὐχένα, παύεται τρέμων τὴν κεφαλὴν,
ἀποθέμενός τε τὰς χεῖρας οὐκέτ’ οὐδὲ ταύτας τρέμει, πιστεύσεις
ὀρθῶς εἰρῆσθαι τοῖς ἀργοῦσι παντάπασιν ὁτιοῦν,
οὐ γίνεσθαι τρόμον ἐν αὐτῷ. ἐὰν δ’ ἐξαίρωσιν ἢ φυλάττωσιν
ἐξῃρημένον αὐτὸ, τηνικαῦτα γίνεσθαι τὸ σύμπτωμα.
τοσούτου γὰρ δέουσιν ἡσυχάζειν τοῖς μυσὶν οἱ οὕτως ἐνεργοῦντες,
ὥστε τοὺς ἀντιτεταγμένους ἀλλήλοις ἅμα κινοῦσιν.
οἷον ἐπὶ χειρὸς, ὅσοι τ’ ἐξαίρουσι καὶ ὅσοι κατασπῶσι τὸ
μόριον, ἐκτείνουσί τε καὶ κάμπτουσι, καὶ ῥωμαλεωτέρας τῆς
δυνάμεώς ἐστι χρεία τοῖς ἐπῃρμένην ἐγγώνιον τὴν χεῖρα
φυλάττουσι, τῶν ἐκτεινόντων ἢ καμπτόντων αὐτήν. ὡς μὲν
γὰρ ἐκτείνοντες ἑνὶ γένει τῶν μυῶν ἐνεργοῦσι τῷ τοῦτο
πεφυκότι δρᾷν, ἀργούντων τηνικαῦτα τῶν καμπτόντων αὐτήν·
οἱ δὲ κάμπτοντες ἐνεργοῦσι μὲν τοῖς κάμπτεσθαι
πεφυκόσι, ἀργοῦσι δὲ τοῖς ἐκτείνειν δυναμένοις. ἐὰν δ’
ἐπάρας τις ἐγγώνιον ὑψηλὴν ἔχῃ τὴν χεῖρα, μήτε κάμπτων
μήτε ἐκτείνων, ἰσοσθενῶς ἀμφοτέροις τοῖς μυσὶν ἐνεργεῖ,
καθάπερ ἐν τοῖς καλουμένοις τετάνοις. οὐκοῦν ἐλάττονός
ἐστιν ἰσχύος χρεία τοῖς ἐπὶ ταὐτοῦ σχήματος ἢ τὸ σκέλος
ἢ τὸν τράχηλον ἢ τὴν χεῖρα φυλάττουσιν, ἄνευ τοῦ κατά
τινος ἐρηρεῖσθαι στερεοῦ σώματος, ὀχοῦντός τε καὶ βαστάζοντος
τὸ κῶλον. ἀλλ’ ὅταν μὲν ὑπερέχῃ πολλῷ τοῦ βάρους
τῶν βασταζομένων μορίων ἡ κινοῦσα δύναμις αὐτὰ,
ῥᾳδίως μὲν ἐξαίρει, ῥᾳδίως δ’ ἐξῃρμένα φυλάττει. ὅταν
δὲ ὑπερέχηται πολλῷ, καθάπερ ἐστὶ τῶν παραλελυμένων,
οὐδ’ ὅλως ἐξᾶραι δύναται. ὅταν δ’ ἰσοσθενής πως
ὑπάρχῃ, νικᾶται κατὰ μέρος. νικῶσα μὲν ἐπὶ τοῦ αὐτοῦ
σχήματος φυλάττει τὴν ἀνατεταμένην χεῖρα, νικωμένη δὲ
ὑποῤῥεῖν ἐᾷ κάτω. νόησον δέ μοι τοῦτο γίνεσθαι συνεχῶς
οὕτως, ὡς ἅμα μὲν τῷ νικῆσαι ταύτην ἀναφέρειν τὸ κῶλον,
εὐθέως νικηθεῖσαν ὑπὸ τοῦ βάρους τῶν ἀναφερομένων, ἐπιτρέπειν
αὐτὴν ἀναφέρεσθαι κάτω, ἅμα δ’ αὖ πάλιν τῷ νικᾷν
ἐκεῖνα, τὴν δύναμιν ἀντιλαμβανομένην αὐτῶν, αὖθις
ἀναφέρειν ἐπιχειρεῖν. εἶτ’ ἐλαχίστῃ ῥοπῇ τῆς ἀμοιβῆς ταύτης
γινομένης καὶ τῆς μὲν ἐπὶ τῷ κάτω κειμένης ἀντισπωμένης
εὐθέως ἄνω, τῆς δ’ ὑψούσης τὸ κῶλον ἀνθελκομένης
κάτω παραχρῆμα, μήτ’ ἀκριβῶς ἄκλονόν τε καὶ ἀῤῥεπὲς
φυλάττεσθαι τὸ κῶλον, ἀλλὰ μηδ’ ἀξιολόγους ἔχειν ἐφ’ ἑκάτερα
τὰς κινήσεις, ἐν βραχέσι διαστήμασι καὶ χρόνων καὶ
τόπων φυλαττομένας. ὁ μὲν δὴ τρόμος τοιαύτη τίς ἐστι
κίνησις, ὡς ἐν ὀλίγῳ περιλαβεῖν, ἅ διὰ μακροτέρων εἴρηται
κατὰ τὸ προδεδηλωμένον, ὁ δ’ ἐν τῷ νοσώδει ῥίγει γινόμενος
κλόνος τῶν μορίων, ἄνευ τε προαιρέσεως ἀποτελεῖται
καὶ κατὰ μεγάλα διαστήματα τῶν ἐναντίων κινήσεων ἀλλήλων
διαδεχομένων ἅμα ψύξεως αἰσθήσει. παραπλήσιον δ’
ἐστί πως τούτῳ πάθει ἄλλο μυῶν τε καὶ νεύρων, ὃ καλεῖται
σπασμὸς, ὁμοίας μὲν κατὰ πάντα καὶ διὰ τῶν αὐτῶν
ὀργάνων γινομένης ἐν αὐτοῖς τῆς κινήσεως, ἣ κἀν τῷ καθ’
ὁρμὴν αὐτὰ κινεῖσθαι γίνεται, διαφερούσης δὲ μόνῳ τῷ
μὴ καθ’ ὁρμὴν, ὁπότε σπᾶται, κινεῖσθαι. περὶ δὲ παλμοῦ
ἔστι μοι περιττὸν λέγειν ἐνταῦθα, μή πως ἀναγκασθῶ
καὶ περὶ σφυγμοῦ λέγειν, τινὰ κοινωνίαν ἔχειν φαινομένου
πρὸς παλμόν. ἱκανῶς γὰρ ἤδη μοι καὶ τὰ περὶ τοῦ τρόμου
μεμήκυνται παρὰ τὴν ἐμὴν προαίρεσιν ἐν ἐξηγητικῷ βιβλίῳ.
τῷ βουλομένῳ δ’ ἀκριβῶς ὑπὲρ ἁπάντων τῶν εἰρημένων
συμπτωμάτων ἐκμαθεῖν τῆς τε διαγνώσεως καὶ τῆς γενέσεως
ἔξεστιν ἀναγινώσκειν τὸ βιβλίον, ἐν ᾦ τελέως ὑπὲρ ἁπάντων
διῆλθον, ἐπεί τοι καὶ περὶ λάρυγγος καὶ περὶ βηχὸς καὶ
πταρμοῦ καί τινων ἑτέρων τοιούτων κινήσεων ἐμοὶ μὲν ἐν
ταῖς τῶν συμπτωμάτων αἰτίαις διώρισται, τάς τε διαγνώσεις
καὶ τὰς διαφορὰς τῶν κινήσεων καὶ τὰς αἰτίας αὐτῶν
ὑφ’ ὧν γίνονται διελθόντι. τοῖς δὲ περὶ τὸν Σαβῖνον ἐν
ἅπασι τοῖς τοιούτοις ἢ μεῖζον ἢ μεῖόν τι παρῶπται, ὥστε
πάλιν ἑτέρῳ τρόπῳ τοὺς περὶ Κόϊντον καὶ Λύκον ὡς φρονιμωτέρους
ἐκείνου ἀποδεκτέον ἐστὶν, ὅτι μηδ’ ἐπεχείρησαν
εἰπεῖν τι περὶ τῶν τοιούτων, ἀλλ’ ὡς ἐμπειρικὰς τὰς ἐξηγήσεις
ἐποιήσαντο. καίτοι τῶν ἐμπειρικῶν ἔνιοι, καθάπερ
ἔφην, ὡς ἐν δράματι τὸ παρακείμενον ὑποκρίνονται
πρόσωπον, Ἱπποκράτειον μὲν ἐξηγούμενοι βιβλίον ὡς Ἱπποκράτειοι,
τῶν δ’ Ἐρασιστράτου τε καὶ Ἡροφίλου καὶ
Ἀσκληπιάδου καὶ τῶν ἄλλων ἐπ’ ἐκείνων ἑκάστου τῆς αἱρέσεως
ὄντες. ὅπερ οὖν ἀεὶ λέγων καὶ νῦν εἰπὼν ἐπ’ ἄλλο
τι μεταβήσομαι, τὴν ὑπὲρ ἑκάστου διδασκαλίαν ὧν ἐπίστασθαι
χρὴ τὸν ἰατρὸν ἰδίᾳ ποιησάμενον, οὕτως ἐπὶ τὰς ἐξηγήσεις
ἔρχεσθαι προσήκει τῶν Ἱπποκράτους βιβλίων, τὰ
μὲν συμπεράσματα ἀποδεῖξαι καθ’ ἕκαστον αὐτῶν ἀναμιμνήσκοντι,
τῶν δ’ ἀποδείξεων αὐτῶν μὴ καταμνημονεύοντι.
τοῦτ’ οὖν ἡμεῖς μὲν ἐποιήσαμεν, ἄλλος δ’ οὐδεὶς τῶν γεγραφότων
ἐξηγήσεις τῶν Ἱπποκράτους συγγραμμάτων, ἀλλ’ ἥμαρτον
ἐν τούτοις ἅπαντες. ἄλλη μὲν γάρ ἐστιν ἡ διδάσκουσα
τὰ πράγματα διδασκαλία κατὰ διέξοδον ἀκριβῶς γινομένη,
διαφέρουσα δ’ αὐτῆς ἡ κατὰ τὰς ἐξηγήσεις τῶν συγγραμμάτων,
οὐ ταὐτὸν ἑκατέρα τὸ προκείμενον ἔχουσα.
τῆς μὲν γὰρ κατὰ διέξοδον σκοπός ἐστιν ἀληθείας εὕρεσις,
ἐν δὲ ταῖς ἐξηγήσεσι πρόκειται γνῶναι τὴν δόξαν τοῦ παλαιοῦ.
προμεμαθηκότα γοῦν ἀκριβῶς ἕκαστα μετὰ ταῦτα
χρὴ πρὸς τὰς ἐξηγήσεις ἔρχεσθαι τῶν παλαιῶν συγγραμμάτων,
τὸ μὲν πρῶτον ἔχοντα εὑρεῖν τὴν γνώμην τοῦ παλαιοῦ,
δεύτερον δ’ ἐπ’ αὐτῇ πότερον ὀρθῶς ἢ οὐκ ὀρθῶς εἴρηται τὰ γεγραμμένα,
καὶ τοῦτο ποιεῖν ἀναμιμνήσκοντα τῶν ἀποδεδειγμένων
ἐν ταῖς πραγματείαις ὑπὲρ ἑκάστου τῶν κατὰ τὴν ἰατρικὴν
θεωρημάτων. ὅσοι δὲ τῶν ἐξηγουμένων ἀπόδειξιν
οἷς λέγουσιν ἐπιφέρειν οὐ δύνανται, περιλαλήσαντες τοὺς
ἀκροατὰς ὑποστέλλουσι τῇ δόξῃ τοῦ συγγραφέως, ἀξιοῦντες
ἃ λέγουσι δι’ ἐκείνων πεστεύεσθαι. καὶ διὰ τοῦτο μεταβαίνουσιν
ἀπὸ ῥήσεων ἐπὶ ῥήσεις, οὐδ’ οὖν οὐδὲ ταύτας
τι συντελούσας τοῖς προκειμένοις. ὅτι δ’ ἀδύνατόν ἐστι τὰς
ἀποδείξεις τῶν ἐπιστημονικῶν λόγων ἐν ταῖς ἐξηγήσεσι γράφειν
κᾀξ αὐτῶν τῶν νῦν εἰρημένων ἐστὶ δῆλον. οὐ μόνον
γὰρ ἐπὶ Πυθίωνος, ἀλλὰ καὶ πολλῶν ἀῤῥώστων Ἱπποκράτους
μεμνημένου τῶν εἰρημένων συμπτωμάτων, εἰ μὲν ἐπὶ
πάντων τις ἀναποδείκτως ἀποφαίνοιτο τὰ δόξαντα, διδασκαλίαν
οὐδεμίαν ἐπιστημονικὴν ἐνθήσει ταῖς ψυχαῖς τῶν μαθητῶν,
εἰ δὲ ἐπὶ τινῶν μὲν ἀῤῥώστων ἐρεῖ τὰς ἀποδείξεις,
ἐπὶ τινῶν δὲ σιγήσει, κατὰ μὲν τὸ πρῶτον τῶν ἐπιδημιῶν,
εἰ οὕτως ἔτυχεν, εἰπὼν αὐτὰς ἁπάσας, ἐν δὲ ταῖς ἄλλαις
ἀναπέμψας εἰς ἐκείνας, τὸ πρὸς ἡμῶν εἰρημένων ἐργάσεται,
καθ’ ἓν μέν τι βιβλίον εἰπὼν τὸν τελεώτατον ἅμα ταῖς
ἀποδείξεσι λόγον, ἐν δὲ τοῖς ἄλλοις τὰ συμπεράσματα αὐτοῦ
γράψας. ἄτοπον δ’ αὐτὸ τοῦτο καθ’ ἑκάτερον ἔσται
τρόπον· εἰς μὲν γὰρ τὸ πρῶτον τῶν ἐπιδημιῶν, ἐὰν τοῦτό
τις ἐξηγῆται, πρῶτον ἀναγκαῖον ἔσται πεντήκονθ’ ἡμῖν ὑπομνήματα
γράψαι, δύο δ’ ἢ ἓν εἰς ἕκαστον τῶν ἄλλων·
ὥστε κᾂν προγνωστικόν τις ἢ ἀφορισμοὺς ἀναγνῶναι
βούληται, πρότερον ἀναγκαῖον αὐτῷ γίνεσθαι τὰς πεντήκοντα
βίβλους ἀναγινώσκειν ἐξηγητικὰς τοῦ πρώτου τῶν
ἐπιδημιῶν. οὕτως γοῦν κᾂν ἀπ’ ἄλλου τινὸς ἄρξηταί τις
ὑπομνήματα γράφειν, εἰς ἐκεῖνο μὲν γράψαι τὰ πεντήκοντα,
τῷ δ’ ἀναγνῶναι τι τῶν ἄλλων βουληθέντι πρότερον ἀναγκαῖον
ἔσται τὰ πεντήκοντα ἐκεῖνα βιβλία προαναγνῶναι.
καὶ μὴν μικρῷ βέλτιον ἕκαστον τῶν προβλημάτων ἢ θεωρημάτων
ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν ἰδίᾳ γεγραμμένον
ἔχοντα πρὸς ἐκεῖνο παραγίνεσθαι μόνον, ὅταν βουληθῇ τις
ἐπιστημονικῶς διδαχθῆναι περὶ τῶν ἐν αὐτῷ γεγραμμένων.
διὰ τοῦτ’ οὖν καὶ ἡμεῖς ὡς περὶ τρόμου καὶ σπασμοῦ καὶ
παλμοῦ καὶ ῥίγους, οὕτως καὶ περὶ τῶν ἄλλων ἁπάντων
ἰδίᾳ πραγματευσάμενοι τοῖς συμπεράσμασι τῶν ἀποδειχθέντων
χρώμεθα κατὰ τὰς ἐξηγήσεις. ἀλλ’ οἵ γε περὶ τὸν Σαβῖνον
οὔτ’ ἤδη ἀποδείξαντες ὅπῃ διαφέρει τὰ τέτταρα ταῦτα
πάθη, τρόμος καὶ παλμὸς καὶ σπασμὸς καὶ ῥῖγος, οὔτ’
ἐνταῦθά τινα λόγον, εἰ καὶ μὴ βεβαίως ἀληθῆ, μηδ’ ἀποδεικτικὸν,
ἀλλὰ πιθανὸν εἰπόντες, ἐν ἀρχῇ μὲν ἀπεφήναντο,
μικρὸν εἶναι σπασμὸν τὸν τρόμον, ὀλίγον δὲ παρελθόντες
εἶδος σπασμοῦ τὸν τρόμον ἔφασαν ὑπάρχειν. ἀλλὰ γὰρ ἕνεκα
τοῦ θᾶττον ἀπαλλαγῆναι τῶν παρὰ γνώμην ἐλέγχων εἰς
τοὺς μοχθηρῶς ἐξηγησαμένους ὑποκείσθω τὸν τρόμον εἶναι
σπασμὸν ἢ εἶδος σπασμοῦ. πῶς οὖν ἐπὶ τοῦ Πυθίωνος
ἐγένετο παρ’ αὐτῶν μάθωμεν· ὁ στόμαχος, φησὶν, ἐπεπόνθει
ἀνθρώπῳ, κᾀξ ἐκείνου κατὰ συμπάθειαν αἱ χεῖρες
ἔτρεμον. οὔτε δ’ ὅτι πάθος ἦν τι περὶ τὸν στόμαχον
αὐτῷ τις δεῖξαι δύναται, μηδενός γε συμπτώματος
εἰρημένου κατὰ τὴν διήγησιν τῶν συμβάντων τῷ Πυθίωνι,
δυναμένου τὴν ἔνδειξιν ἡμῖν ποιήσασθαι τοῦ περὶ τὸν στόμαχον
πάθους, οὔθ’ ὅτι κοινωνία τίς ἐστι τῷ στομάχῳ
πρὸς τὰς χεῖρας ἔδειξαν. αὐτοὶ γὰρ λέγουσι τὰς κοινωνίας
γίνεσθαι τριχῶς, ἢ διὰ γειτνίασιν, ἢ διὰ τὴν κατὰ γένος ἢ
ἔργον οἰκειότητα· κατὰ γένος μὲν, ὅταν τὸ νευρῶδες τῷ
νευρώδει καὶ τὸ φλεβῶδες τῷ φλεβώδει καὶ τὸ ἀρτηριῶδες τῷ
ἀρτηριώδει συμπάσχῃ, κατ’ ἔργον δ’, ὅταν οἱ τιτθοί τε καὶ
ὁ θώραξ τοῖς γεννητικοῖς μορίοις. ἀλλ’ οὐδὲ κατὰ μίαν
τούτων τῶν κοινωνιῶν αἱ χεῖρες τῷ στομάχῳ δύνανται συμπάσχειν.
οὔτε γὰρ ἔργον τι κοινὸν αὐτῶν ἐστὶν οὔτε κατὰ
νεῦρα κοινωνία, δι’ ἣν τὸ νευρῶδες ἐν ταῖς χερσὶ γένος εἰς
συμπάθειαν ἀφίξεται στομάχῳ παθόντι. τῷ μὲν γὰρ στομάχῳ
παρὰ τῆς ἕκτης τῶν ἀπ’ ἐγκεφάλου συζυγιῶν παραγίνεται
νεῦρα, ταῖς δὲ χερσὶν ἀπὸ τῆς κατὰ τὸν ἕκτον
καὶ ἕβδομον καὶ ὄγδοον σπόνδυλον χώρας τοῦ νωτιαίου μυελοῦ.
εὔλογον οὖν ὅσα παρὰ τῆς ἕκτης συζυγίας νενεύρωται
μόρια συμπάσχειν τῷ στομάχῳ, μὴ τὰς χεῖρας. περὶ μὲν
δὴ τοῦ τρόμου τοιαῦτα ληροῦσιν οἱ διὰ τὴν τῶν ἀφροδισίων
ἀποχὴν ἀθροῖσαι πλῆθος ἡγούμενοι τὸν Πυθίωνα.
καίτοι τὰ μὲν ἀφροδίσια, κᾂν εἰ τῷ κενοῦν οὐκ ἐᾷ πληθώραν
ὑποτρέφεσθαι, δῶμεν γὰρ αὐτοῖς τοῦτο, τὸν γοῦν
στόμαχον ἱκανῶς ἐκλύει, τῆς ἀποχῆς τῶν ἀφροδισίων εὐρωστότατον
ἀπεργαζομένης αὐτὸν, εἰ καὶ πλῆθος. ἀθροίζοιτο
μοχθηρὸν δ’ ἱκανῶς ἐστὶ καὶ τὸ νομίζειν, εἴ τις ἐγκρατῶς
διαιτᾶται, πλῆθος ἀθροίζειν αὐτόν· οὐ γὰρ τούτοις, ἀλλὰ
τοῖς ἀργοῦσιν ἐργάζεται πλῆθος. εἰ δ’ ἀπέχοιτό τις ἀφροδισίων,
γυμναζόμενος οὕτως ὥσπερ οἵ τ’ ἀθληταὶ καὶ οἱ
σκάπτοντες καὶ θερίζοντες ἤ τινα χειρωνακτικὴν τέχνην
μετιόντες, οὐκ ἀθροίζουσι πλῆθος. ἀλλ’ ἐκ τοῦ μηδὲν ὧν
ἴσασι δύνασθαι σιγῆσαι συμβαίνει τοῖς ὀψιμαθέσιν ἐναντιώτατα
λέγειν ἀκαίρως φλυαροῦσι. τίς γὰρ ἦν ἀνάγκη
γράφειν Δημόκριτον μὲν εἰρηκέναι μικρὰν ἐπιληψίαν εἶναι
τὴν συνουσίαν, Ἐπίκουρον δὲ μηδέποτε μὲν ὠφελεῖν ἀφροδισίων
κρίσιν, ἀγαπητὸν δ’ εἰ μὴ βλάψειεν; ἐπὶ γὰρ τῶν
ἐξ ἀφροδισίων ἀμέτρων νοσησάντων ἐχρῆν εἰρῆσθαι τοὺς
λόγους, οὐκ ἐπὶ τῶν ἐναντίως αὐτοῖς διαιτηθέντων. ἀλλ’
ὅμως καὶ ταῦτ’ ἔγραψαν οἱ περὶ τὸν Σαβῖνον, οὐκ αἰσθανόμενοι
τῆς ἐναντιολογίας. ἀτοπώτατον δὲ καὶ τὸ παραφρονῆσαι
διὰ τὴν τῆς συνουσίας ἀποχὴν τὸν Πυθίωνα· φασὶ
γὰρ ὅτι ἀθροισθὲν ἐν τῷ ἐγκεφάλῳ τὸ σπέρμα τῷ πλήθει
βαρῦνον αὐτὸν εἰργάσατο τὸ τῆς παραφροσύνης σύμπτωμα,
καθάπερ ὀστοῦν εἴωθε θλῖβον ἐπὶ τῶν καταγμάτων
τῆς κεφαλῆς ἥ θ’ ἡμετέρα χεὶρ ἐργάζεσθαι παραφροσύνην·
ἐν ᾧ πάλιν δείκνυνται μηδ’ ἀνατετρημένῳ τινὶ παραγεγονότες.
ὅταν δὲ ἢ τοῖς δακτύλοις ἐπιθλίψῃ τις ἅμα ταῖς μήνιγξι
τὸν ἐγκέφαλον ἢ διὰ τῶν καλουμένων μηνιγγοφυλάκων
ἢ καὶ πρὸ τῆς ἀνατρήσεως ὀστοῦν ἐμπιεσθὲν θλίβῃ τὰ
μόρια ταῦτα, παραφροσύναι μὲν οὐ γίνονται, καταφοραὶ
δὲ βαθεῖαι καὶ ἀναισθησίαι συμβαίνουσι, κακουμένων ἰσχυρῶς
ἐνίοτε τῶν οὕτω πασχόντων, ὥσπερ ἐν ταῖς ἰσχυραῖς
ἀποπληξίαις. ὅταν δὲ καὶ τὰ ποικίλα πτύσματα διὰ τὴν
ἐποχὴν τοῦ σπέρματος γεγονέναι, κάλλιστόν ἐστι μηδ’ ἀντιλέγειν
αὐτοῖς. ὑβρίζειν γὰρ ἑαυτόν ἐστιν ἐλέγχοντα μετὰ
σπουδῆς μηδεμιᾶς σπουδῆς ἄξια. λέλεκται δ’ οὐ ταῦτα
μόνον, ἀλλὰ καὶ ἄλλα πολλά γε ὁμοίως αὐτοῖς, ὧν ἓν καὶ
τοῦτ’ ἔστι, τὴν εἰς ἕδραν ἀπόστασίν φασι γενέσθαι τῷ
Πυθίωνι διὰ τὴν γειτνίασιν τοῦ χωρίου, καθ’
ὃ τοῦ σπέρματος ἡ ἀπόκρισις γίνεται, διὰ δὲ τὴν εἰς ἕδραν
ἀπόστασιν ἀκολουθῆσαι τὴν στραγγουρίαν. καὶ μέντοι καὶ
ἄλλα τινὰ λέγουσιν, ἐξ ὧν ἐγκράτειαν ἀφροδισίων ὑποπτεύσειεν
ἄν τις οὔτ’ ὀλίγων οὔτε μικρῶν νοσημάτων αἰτίας
γίνεσθαι. καὶ ταῦτα γράφουσιν αὐτοὶ μνημονεύσαντες ἐν
τῇ τῶν προκειμένων ἐξηγήσει Δημοκρίτου τε καὶ Ἐπικούρου,
μηδέπω μηδὲν ἀγαθὸν ἐξ ἀφροδισίων γίνεσθαι φασκόντων.
τὸ δὲ δὴ πάντων σοφώτατον, ὥσπερ ὁ σπασμὸς,
φασὶν, ἐπὶ πληρώσει καὶ κενώσει γίνεται, κατὰ τὸν αὐτὸν
τρόπον ἕπεσθαι ταῖς λαγνείαις καὶ ταῖς ἐγκρατείαις κοινὰ
συμπτώματα, λογισμοῦ τε καὶ νεύρων πασχόντων. ἐξ αὐτῆς
οὖν τῆς σοφίας αὐτῶν ὁρμηθέντες ἡμεῖς καὶ πιστεύσαντες
ἀληθῆ λέγειν οὐδὲ τοῖς ἀθληταῖς ἐπιτρέψομεν ἀπέχεσθαι
συνουσίας, μή πως ἐκ τοῦτο σπασθῶσιν ἢ παραφρονήσωσι·
καὶ ταῦτά γε πάντα καὶ πρὸς τούτοις ἔτι τἄλλα
ὅσα κατὰ τὴν διήγησιν ἔγραψεν ὁ Ἱπποκράτης γενέσθαι
τῷ Πυθίωνί φασιν, ὡς ἀκριβῶς πεπεισμένοι τὴν τῶν
ἀφροδισίων ἀποχὴν αὐτῷ προηγήσασθαι τὴν νόσον, καίτοι
κατ’ ἀρχὴν εἰπόντες εἰκὸς εἶναι ταῦτα τῷ Πυθίωνι γεγονέναι
διὰ τὴν ἀποχὴν τῆς συνουσίας. αὐτοὶ γὰρ ἀποχὴν
αὐτὴν ὀνομάζουσιν, ἀλλ’ ὕστερον ἐπιλαθόμενοι τὸ μετρίως
ἐν ἀρχῇ λελεγμένον ὑφ’ ἑαυτῶν εἰκὸς καὶ πάντως τούτου
γεγενημένου τὸν λόγον ποιοῦνται καίτοι γ’ εἰ παρὰ Γῆς
ἱερὸν ὁ Πυθίων ᾤκει, τίς ἀνάγκη τῆς ἀποχῆς αὐτῷ τῶν
ἀφροδισίων, μήθ’ ἱερεῖ μήτε προπόλῳ τῆς θεᾶς ὄντι;
πάντως γὰρ ἂν ἐπ’ αὐτοῦ τοιοῦτόν τι μᾶλλον ὁ Ἱπποκράτης
ἔγραψεν ἢ ὅτι παρὰ Γῆς ἱερὸν ᾤκει. ἀλλ’ εἰ καὶ
προπόλος ἢ ἱερεὺς ὑπῆρχεν, οὐκ ἦν ἀναγκαῖον αὐτῷ διὰ
παντὸς ἀπέχεσθαι τῶν ἀφροδισίων, ὥσπερ εἰ Ἀρτέμιδος ἢ
Ἀθῆνας ἦν ἱερεύς. ἀλλ’ ὅπερ ἔφην ἀρτίως, ἐλέγχειν σπουδῇ
τὰ μὴ σπουδῆς ἄξια, τῶν ἀτόπων ἐστί. καὶ τοίνυν ἤδη
παυσάμενος τῶν εἰς Πυθίωνα κακῶς εἰρημένων
τοῖς ἐξηγηταῖς ἐπὶ τὸν ἑξῆς ἄῤῥωστον Ἑρμοκράτην μεταβὰς
κατὰ τὸ συνηθέστερον ἐμαυτῷ τὰς ἐξηγήσεις ποιήσομαι,
μὴ πάνυ φροντίζων ὧν ἔνιοι γεγράφασιν οὐκ ὀρθῶς,
εἰ μὴ μεγάλη τις ἀνάγκη γένοιτο. πρότερον δὲ περὶ τῶν
χαρακτήρων ἐρῶ τι.
Οὐκ οἶδ’ ὅπως ἐδυστύχησε καὶ τοῦτο τὸ βιβλίον ὥσπερ
καὶ ἄλλα πολλὰ τῶν Ἱπποκράτους, τὰ μὲν ἄλλως διεσκευασμένα,
τὰ δὲ τοῖς ὑπ’ αὐτοῦ γεγραμμένοις παρακείμενόν τι
ἔχοντα. βέλτιον δ’ ἦν ἴσως φάναι μὴ τὸ βιβλίον ἐν δυστυχίᾳ
γεγονέναι, τοὺς δ’ ἀναγινώσκοντας ἡμᾶς αὐτῷ χρόνον
ἀπολλύντας εἰς ἄχρηστον πρᾶγμα. προσγέγραπται γοῦν
ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῶν συμβαινόντων τῷ Πυθίωνι.
πρῶτον μὲν ὁ τοῦ π γράμματος χαρακτὴρ ἔχων ὀρθίαν
μέσην γραμμὴν, ὡς ἔνιοι γράφουσι τῶν ἐννεακοσίων χαρακτῆρα.
μετὰ ταῦτα δ’ ἐφεξῆς γέγραπται τοῦ π γράμματος
ὁ χαρακτὴρ οὐδὲν ἔχων ἐν μέσῳ. καὶ μετὰ τοῦτον τοῦ
ου καὶ μετ’ ἐκεῖνον τοῦ μ, ὑστάτου δὲ τοῦ υ. ζητεῖν οὖν
ἠναγκάσθημεν ὅ τί ποτε σημαίνουσιν χαρακτῆρες οὗτοι,
κατὰ τοῦ μηδὲ γινώσκειν ἡμᾶς εἴθ’ Ἱπποκράτους
ἦν ἤ τις ἄλλος ὁ γράψας τὰ τοιαῦτα καθ’ ἕκαστον τῶν
ἀῤῥώστων. ἀλλὰ καὶ τοῦτο αὐτὸ ζητεῖν ἀναγκασθέντες ἐνοήσαμεν,
εἰ μὲν ὥσπερ ἐν τούτῳ βιβλίῳ τοὺς τοιούτους χαρακτήρας
εὑρήκαμεν, οὕτω κᾀν τοῖς ἄλλοις ἅπασι τῶν ἐπιδημιῶν
ἐφαίνοντο προσγεγραμμένοι τῇ διηγήσει τῶν συμβάντων
τοῖς ἀῤῥώστοις, ἴσως ἂν ἦν εὔλογον ὑφ’ Ἱπποκράτους
αὐτοὺς προσγεγράφθαι φάναι, μήτε δ’ ἐν τοῖς ἄλλοις βιβλίοις
αὐτῶν εὑρισκομένων, ἀλλὰ μηδ’ ἐν αὐτῷ τῷ τρίτῳ
διὰ πάντων ὁμαλῶς τῶν ἀντιγράφων, ὑποψία τις εὔλογος
εἰσῆλθεν οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἡμῶν ὑπό
τινος αὐτοὺς προγεγράφθαι, τάχα μὲν ἐπιτρίβοντος τοῖς
μαθηταῖς, ἵν’ ἔχῃ σαφηνίζειν ὥς τι μέγα τὸ καθ’ ἕκαστον
αὐτῶν δηλούμενον, ἴσως δέ τινος αὐτῷ μόνῳ πεποιημένου
τῆς καθ’ ἕκαστον ἄῤῥωστον ὠφελείας ἐπιτομήν. εὐθὺς γοῦν
ἐν αὐτῷ τούτῳ τῷ προγεγραμμένῳ Πυθίωνι τὸ μὲν τὴν
διὰ μέσου γραμμὴν ἔχον πι δοκεῖ σημαίνειν πιθανὸν, τὸ
δ’ ἑξῆς αὐτῷ πι πλῆθος, ᾦ πάλιν τὸ ου γεγραμμένον ἐφεξῆς
οὖρον δοκεῖ σημαίνειν, ὡς ἐξ ἀμφοτέρων δηλοῦσθαι πλῆθος
οὔρων. εἶτ’ ἐφεξῆς τὸ μὲν μ τῆς τεσσαρακοστῆς ἡμέρας
ἀναμιμνήσκειν ἡμᾶς, τὸ δὲ υ τῆς ὑγείας. ἐξ ἀμφοῖν
δὲ τούτων δηλοῦσθαι κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν
ὑγιασθῆναι· τὴν δ’ ἐξ ἁπάντων τῶν χαρακτήρων ἀθροιζομένην
διάνοιαν γίνεσθαι τοιαύτην, πιθανὸν εἶναι διὰ τὸ
πλῆθος τῶν ἐκκριθέντων οὔρων αὐτὸ λυθῆναι τὸ νόσημα
καὶ ὑγιῆ γενέσθαι τὸν ἄνθρωπον ἐν τῇ τεσσαρακοστῇ τῶν
ἡμερῶν. ὅτι μὲν οὐκ ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται
τὰ προσγεγραμμένα κατὰ τοῦτον τὸν τρόπον εἴρηται καὶ
πρόσθεν. ἀλλὰ νῦν φημὶ μηδ’ ἐν οἷς εὑρίσκεται, μηδ’ ἐν
τούτοις ἅπασι τὸν πρῶτον ἄῤῥωστον ἔχειν τινὰ τοιοῦτον
χαρακτῆρα. τὸ δ’ οὖν ἔχον τῶν ἀντιγράφων αὐτοὺς τοὺς
ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῆς κατὰ τὸν Πυθίωνα χαρακτῆρας
ὡδί πως ἔχει γεγραμμένους, πι π ου μ υ. ὅτι
δ’ εὔλογόν ἐστιν ἕκαστον τῶν χαρακτήρων σημαίνειν ὃ διῆλθον
ἄρτι μαρτυροῦσιν οἱ τοῖς ἄλλοις ἀῤῥώστοις προσγεγραμμένοι.
πανταχόθεν μὲν γὰρ πρόκειται τὸ π τὴν διαμένουσαν
γραμμὴν ἔχον. ἐπὶ δὲ τῇ τελευτῇ τοῖς μὲν σωθεῖσιν
υ προσγέγραπται, τὴν ὑγείαν σημαῖνον, τοῖς δ’ ἀποθανοῦσι
τὸ θ, καὶ τοῦτο δηλονότι τὸν θάνατον ἐνδεικνύμενον.
ἐν ἀρχῇ οὖν τῶν μὲν τοιούτων σημαίνειν φαινομένων τὰ
λεγόμενα, τῶν δ’ ἐν τῷ μεταξὺ πιθανῶν ὄντων ὡς ἐφαρμόζεσθαι
δυναμένων τοῖς ἐπὶ τῶν ἀῤῥώστων ὑφ’ Ἱπποκράτους
εἰρημένοις, ἡμῖν μὲν ὁ μάταιος ἆθλος ἐπὶ τοῦ Πυθίωνος
ἤνυσται καὶ κατὰ τοὺς ἄλλους ἀνυσθήσεται, τὸν χρόνον
εἰκῇ κατατρίβουσιν. οἱ σοφισταὶ δὲ καὶ διὰ καὶ τὴν τοιαύτην
ἐξήγησιν ὡς προφῆταί τινες ὑπὸ τῶν μαθητῶν
θαυμάζονται.
5. Ἑρμοκράτης, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος,
πῦρ ἔλαβεν. ἤρξατο δ’ ἀλγέειν κεφαλὴν, ὀσφὺν, ὑποχονδρίου
ἔντασις λαπαρῶς, γλῶσσα δ’ ἀρχομένῳ ἀπεκαύθη,
κώφωσις αὐτίκα, ὕπνοι οὐκ ἐνῆσαν, διψώδης οὐ λίην,
οὔρει παχέα, ἐρυθρὰ κείμενα οὐ καθίστατο. ἀπὸ δὲ
κοιλίης ξυγκεκαυμένα οὐκ ὀλίγα διῄει. πέμπτῃ οὔρησε
λεπτὰ, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο, ἐς νύκτα παρέκρουσε.
ἕκτῃ ἰκτηριώδης, πάντα παρωξύνθη, οὐ κατενόει.
Οὐδὲν ἐνταῦθα ληρεῖν ἀπέσχοντό τινες τῶν ἐξηγησαμένων
τὸ βιβλίον, ἀλλὰ διὰ τοῦτό φασι γεγράφθαι παρὰ τὸ
καινὸν, τεῖχος ὅτι νεοκονίατον ὂν ἔβλαψε τὸν ἄνθρωπον.
ἕτεροι δὲ τούτοις ἀντιλέγοντες σπουδῇ πειρῶνται δεικνύειν,
οὐ διὰ τὴν τίτανον ἐμνημονευκέναι τοῦ καινοῦ τείχους αὐτὸν,
ἀλλὰ διότι παρὰ τὸ ἔθος ἀποφραχθέντων τῶν ἀνέμων
καὶ τῆς εὐπνοίας τῶν οἰκημάτων ἐν οἷς Ἑρμοκράτης ᾤκει
διαφθαρείσης, ἡ νόσος ἐγένετο τῷ ἀνθρώπῳ. περὶ μὲν
οὖν τοῦ χωρίου καὶ ταῦθ’ ἱκανὰ, μᾶλλον δ’ ἀληθὲς εἰπεῖν
ὅτι περιττά. περὶ δὲ τῶν συμβάντων αὐτῷ σκεπτέον ἐφεξῆς
ἀναμιμνησκομένους τῶν ἐν ἑτέροις ἀποδεδειγμένων, ὧν
καὶ τόδ’ ἐστὶ, τρία γένη τὰ πρῶτα τῶν πυρετῶν εἶναι, τὸ
μέν τι τῶν ἐφημέρων ὀνομαζομένων, τὸ δέ τι τῶν ἑκτικῶν,
τὸ δὲ τρίτον οὓς ὀνομάζουσιν ὀξεῖς, ἐπὶ χυμοῖς σηπομένοις
γινομένους. ὅτι μὲν ἐκ τοῦ τρίτου γένους τούτων ὁ πυρετὸς
ἐγένετο τῷ Ἑρμοκράτει δῆλον εὐθέως ἐκ τοῦ φάναι
τὸν Ἱπποκράτην κατὰ τὴν ἀρχὴν τῆς διηγήσεως ἐπ’ αὐτοῦ
τὸ, πῦρ ἔλαβεν. ὥσπερ γὰρ ἐφ’ ἑτέρας διηγήσεως ἔγραψεν,
ἄνθρωπος θερμαινόμενος ἐδείπνησεν, ἐνδείξασθαι βουλόμενος
διὰ τοῦ θερμαινόμενος ὀνόματος τὴν μετριότητα τοῦ
γενομένου τῷ δειπνήσαντι πυρετοῦ, κατὰ τὸν αὐτὸν τρόπον
νῦν ὠνόμασε πῦρ τὸν ἰσχυρὸν πυρετόν. ἀλλὰ καὶ κεφαλὴν
ἀλγέειν ἤρξατο μετὰ κωφώσεως. εὔδηλον οὖν ἐκ τούτων
ἐστὶν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθαι πλῆθος χυμῶν. ἐδείχθη
δ’ ὅτι τοῖς μὲν ψυχροτέροις καὶ φλεγματικωτέροις ὕπνοι
τε καρώδεις ἕπονται καὶ τὰ ληθαργικὰ πάθη, τοῖς δὲ θερμοτέροις
ἢ ὅλως δακνώδεσιν ἀγρυπνίαι τε καὶ παραφροσύναι.
γενομένης οὖν ἀγρυπνίας αὐτῷ μετά τε κωφώσεως
καὶ κεφαλῆς ἀλγήματος καὶ ὀσφύος ὑποπτεύειν εὔλογον ἦν
τοὺς πληρώσαντας τὴν κεφαλὴν χυμοὺς δακνωδεστέρους
εἶναι. συμβαίνει δ’ ἐπὶ τοῖς τοιούτοις, ὅταν ἅμα
πυρετῷ θερμῷ καὶ διακαεῖ βλαβῶσι τὴν κεφαλὴν, ἕπεσθαι
παραφροσύνας, ὡς ἔμαθες. ὅταν δὲ καὶ παραμένῃ μέχρι
δύο ἢ τριῶν ἢ τεττάρων ἡμερῶν τὰ συμπτώματα, βεβαιότερον
ἔτι προγνώσῃ τὴν παραφροσύνην, ὥσπερ ἀμέλει καὶ
νῦν ἐπὶ τοῦ Ἑρμοκράτους ἐγένετο. κατὰ γὰρ τὴν
τῆς πέμπτης ἡμέρας διήγησιν ἔγραψε παραφρονῆσαι τὸν
ἄνθρωπον. ὅτι δ’ ὁ πυρετὸς οἷος εἴρηται ἦν δηλοῖ καὶ
τὸ γλώσσης σύμπτωμα. τί γάρ φησι; γλῶσσα δ’ ἀρχομένῳ
ἐπεκαύθη. σημαίνει δὲ τοὔνομα τοῦτο, ξηρὰν μὲν αὐτὴν
γεγονέναι πάντως, ἐγχωρεῖ δὲ καὶ μέλαιναν· ἐπὶ δὲ τοιαύτῃ
γλώττῃ καὶ τοιούτῳ πυρετῷ τὸ μὴ σφοδρῶς διψῆν ἐνδείκνυται
δυοῖν θάτερον, ἢ τὴν διάνοιαν βεβλάφθαι τοῦ κάμνοντος
ἢ τὴν ἐν τῇ γαστρὶ δύναμιν φυσικὴν, ᾗ πολλαχόσε
τῶν σιτίων ὀρεγόμεθα, νεκροῦσθαι. προσκειμένης δὲ τῇ
ἐξηγήσει καὶ τοιᾶσδε λέξεως, ὑποχονδρίου ἔντασις λαπαρῶς,
ὑποληπτέον ἐν ἥπατι γεγονέναι τὴν ἀρχὴν τῆς πυρετικῆς
διαθέσεως. ἐκ μὲν γὰρ τοῦ κατὰ τὸν ἑνικὸν ὀνομαζόμενον
ἀριθμὸν εἰπεῖν ὑποχονδρίου δῆλον ὡς θατέρου μόνου καὶ
οὐκ ἀμφοτέρων αὐτῶν ἔντασις ἦν. ἐπεὶ δ’ ἀναγκαῖον ἢ τὸ
δεξιὸν ἢ τὸ λαιὸν ὑποχόνδριον ἡμᾶς ἀκούειν, εὐλογώτερόν
ἐστι τὸ δεξιὸν ἡγεῖσθαι τετάσθαι διὰ τὴν ὑπεροχὴν, ἣν
ὑπερέχει θατέρου. τὰ γὰρ τοιαῦτα χωρὶς προσθήκης τε
καὶ διορισμῶν λέγουσι. καὶ μέντοι καὶ ὁ τρόπος αὐτὸς
τοῦ πυρετοῦ καὶ τῆς γλώττης αὐτῆς ἡ ἐπίκαυσις ἱκανὴ
τὴν καθ’ ἧπαρ ἐνδείξασθαι διάθεσιν. ἡ δὲ λαπαρῶς εἰρημένη
γεγονέναι κατὰ τὸ ὑποχόνδριον ἔντασις δῆλον μὲν
ὅτι τὸ οἷον κενὴ δηλοῖ. τὸ γὰρ κενὸν ἐκ τοῦ λαπαροῦ σημαίνεται,
τῷ δ’ ἀντίκειται τὸ μετ’ ὄγκου, καθάπερ τὸ τεταμένον
τῷ χαλαρῷ, ὡς εἰ καὶ οὕτω εἶπε, δεξιοῦ ὑποχονδρίου
ἔντασις, ὄγκος δ’ οὔ. ἢ τῷ μὴ γεγονέναι μεγάλην
τὴν φλεγμονὴν τοῦ ἥπατος ἢ τῷ κατὰ τὰ σιμὰ μόνον, οἷς
περιλαμβάνει τὴν γαστέρα, τῶν κυρτῶν οὐδέπω συνεξῃρμένων
αὐτοῖς. ἀλλὰ καὶ τὸ τὴν κοιλίαν συγκεκαυμένα διαχωρεῖν
ἐνδεικτικόν ἐστι τῆς κατὰ τὸ σπλάγχνον τοῦτο πυρώσεως.
εἰ μὲν οὖν ἐπὶ τούτοις οὖρα θανατώδη συνέβη γενέσθαι,
τάχιστ’ ἂν ὁ ἄνθρωπος ἀπέθανεν· ἐπεὶ δ’ ὡς τοῖς τοιούτοις
ἦν μετρία, δυνατὸν ἄν τις ἐλπίσειεν ἔσεσθαι χρονίσειν
αὐτόν. ἀγαθὰ μὲν γὰρ οὖρα κατὰ τὴν εἰρημένην διάθεσιν
οὐκ ἂν γένοιτο, τὰ δ’ ἐρυθρὰ χρόνῳ μὲν πολλῷ νοσῆσαι
τὸν ἄνθρωπον ἐνδείκνυται πάντως, οὐκ ἐξ ἅπαντος δὲ τεθνήξεσθαι,
καθότι κᾀν τοῖς εἰς τὸ προγνωστικὸν καὶ προῤῥητικὸν
ὑπομνήμασι κᾀν τοῖς περὶ κρίσεων ἐδείχθη,
μεμψαμένοις τὸν γράψαντα τὸ βιβλίον ἐκεῖνο. τὰ γὰρ δι’
ἕτερόν τι συμβάντα τοῖς νοσοῦσιν εἰς ἕτερον ἀναφέρων
ἁμαρτάνει. λέλεκται δ’ ἡμῖν ἐπὶ πλέον ἐν ἐκείνοις τοῖς
ὑπομνήμασι καὶ τὰ τῆς φρενίτιδος ἴδια σημεῖα καὶ ὡς ἐν
τοῖς ὁμολογουμένοις Ἱπποκράτους εἶναι γνησίοις, ὧν ἐστι
καὶ τὸ προγνωστικὸν, ἑκάστου τῶν σημείων ἡ δύναμις ἀκριβῶς
εἴρηται κατὰ μόνας αὐτῷ. περὶ μὲν οὖν ἐρυθρῶν ἢ
ἐξερύθρων οὔρων οὐδὲν εἶπεν, ὑπερύθρου δὲ μνημονεύσας
οὔρου καὶ τῶν ἐξερύθρων τὴν δύναμιν ἐνεδείξατο. γράφει
δὲ περὶ τῶν ὑπερύθρων οὔρων ἐν τοῖς ὀνόμασιν ὡδί· εἰ
δ’ ἔστι τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις ὑπέρυθρος εἴη,
πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον
δὲ κάρτα. τοῦ τοίνυν ὑπερύθρου σωτηρίου μὲν ὄντος ἐν
τοῖς μάλιστα, πολὺ χρονιωτέρου δὲ τῶν προειρημένων, ἃ
διὰ ταχέων εἴρηκε τὴν λύσιν ἔχειν τὰ λίαν ἐρυθρὰ, μακρότερον
μὲν ἐνδείξεται χρόνον, οὔτε δὲ θάνατον, ὅσον ἐφ’
ἑαυτοῖς, οὔτε παραφροσύνην, εἴ γε διὰ ξανθὴν χολὴν
ἐν ἐγκεφάλῳ πλεονάζουσαν αἱ παραφροσύναι γίνονται,
καθάπερ γε καὶ κατοπτηθείσης αὐτῆς, ὡς εἰς μέλαιναν ἤδη
μεταπίπτειν, αἱ μανιώδεις. αἷμα δὲ πλεονάζειν ἀπεπτότερον
καὶ ὀῤῥωδέστερον ἐνδείκνυται τὸ ἐρυθρὸν οὖρον, ἐν ταῖς
φλεψὶ δηλονότι περιεχόμενον, ὅσαι καθ’ ἧπάρ τ’ εἰσὶ καὶ
τὰ μέσα τοῦ σώματος, ὥσπερ καὶ ξανθὴν χολὴν τὰ πυῤῥὰ
καὶ μέλανα. πόθεν οὖν ἐπῆλθεν ἄλλοις τισὶ καὶ τοῖς περὶ
Λύκον ἀποδέξασθαι τὸν γράψαντα ἐν προῤῥητικῷ· κώφωσις
καὶ οὖρα ἐξέρυθρα ἀκατάστατα, ἐναιωρηθέντα, παρακρουστικὸν,
τοῖς τοιούτοις ἰκτεροῦσθαι καλόν. ἔοικε μὲν
γὰρ ἐκ τῶν ἐνταῦθα γεγραμμένων ἐφ’ Ἑρμοκράτους ὁ γράψας
τὸ βιβλίον ἐκεῖνο καθολικόν τι συνθεῖναι θεώρημα·
πάμπολυ δ’ ἔσφαλται καὶ τῆς τοῦ πράγματος αὐτοῦ φύσεως
καὶ τῆς Ἱπποκράτους γνώμης καὶ τῶν ἐπὶ τοῖς ἀῤῥώστοις
ὁρωμένων. ἡ μὲν γὰρ τοῦ πράγματος φύσις ἐνδείκνυται
τοὺς ξηροὺς τῇ κράσει καὶ δακνώδεις τῇ ποιότητι χυμοὺς
εἰς ἐγκέφαλον ἀνενεχθέντας, αἰτίους ἀγρυπνίας τε καὶ φρενίτιδος
γίνεσθαι, καθότι κᾀν τοῖς περὶ τῶν πεπονθότων
τόπων ὑπομνήμασιν ἐδείκνυον. Ἱπποκράτης δὲ τοιούτους
μὲν οἶδε χυμοὺς, τήν τε τῆς ξανθῆς καὶ μελαίνης χολῆς,
ὑγρὸν δὲ καὶ ψυχρὸν τὸν τοῦ φλέγματος, ἀδηκτότατον δὲ
καὶ μάλιστα οἰκεῖον ἡμῖν τὸ αἷμα. καὶ μέντοι καὶ ὡς ὀῤῥός
ἐστι τῶν κατὰ τὰς φλέβας χυμῶν τὸ οὖρον αὐτὸς ἡμᾶς ἐδίδαξεν,
ὡς εὔλογόν ἐστιν ὅταν αἷμα πλέον ἡμίπεπτον ᾖ, καθαιρόμενον
δι’ οὔρων, ἐρυθρὰ ταῦτ’ ἐργάζεσθαι καὶ διὰ τοῦτο
χρόνιον μὲν ἔσεσθαι τὸ νόσημα, δεομένου γε τοῦ αἵματος
εἰς πέψιν χρόνου πλείονος, εἴπερ ἐκ τῶν χρόνων οἱ πεπασμοὶ,
μήτε δ’ ὀλεθρίου ποτὲ τοιούτου νοσήματος ὅσον
ἐπὶ τοῖσδε τοῖς οὔροις ἐσομένου μήτε φρενιτικοῦ. ἀλλ’ οὐ
χρὴ μηκύνειν ἐνταῦθα, φθανόντων ἡμῶν τὴν ἀτοπίαν τῶν
τοιούτων λόγων ἐν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν
ἐπιδεδειχέναι. ἐπεὶ δὲ καὶ παχέα δηλοῖ γεγονέναι τὰ οὖρα
καὶ μὴ καθιστάμενα, πάντως μὲν δή που τὰ τοιαῦτα τῶν
ἀνατεταραγμένων τε καὶ θολερῶν ἐστὶν, ὡς οὗτος εἴωθεν
ὀνομάζειν, ἔστι δ’ ἀεὶ τὰ τοιαῦτα ταραχῆς ἀπέπτου δηλωτικὰ,
πολὺ τὸ φυσῶδες ἐχούσης πνεῦμα, καθάπερ τὸ γλεῦκος.
διὰ τοῦτό γε καὶ κεφαλαλγίαι συμπίπτουσι τοῖς τὰ
τοιαῦτα οὐροῦσιν, ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου πνεύματος
ἅμα τοῖς θερμοτέροις χυμοῖς, ὑφ’ ὧν εἰκός ἐστι καὶ τὴν
ἀγρυπνίαν αὐξηθῆναι καὶ κίνδυνον ἔσεσθαι παραφροσύνης,
ἐὰν οἱ χυμοὶ δριμύτητά τινα σχῶσι. ταῦτ’ εὐθέως ἐν ἀρχῇ
πάντα τὰ συμπτώματά τε καὶ σημεῖα γεγονέναι τῷ Ἑρμοκράτει
διελθὼν ὁ Ἱπποκράτης, εἶτα μηδὲν γράψας περὶ
τῶν ἑξῆς ἡμερῶν, ἄχρι τῆς πέμπτης ἐνδείκνυται διαμεμενηκέναι
ταῦτα πάντα καὶ τότε πρῶτον αὐτὸς ἄρξασθαι τῆς
τῶν ἄλλων διηγήσεως, ὁπότε μεταβολή τις ἐν αὐτοῖς ἐγένετο·
κατὰ τὴν πέμπτην γοῦν ἡμέραν φησὶν οὐρῆσαι πολλὰ
λεπτά. καὶ τοίνυν μεταβῶμεν ἤδη πρὸς τὴν ἐκείνης διήγησιν.
πέμπτῃ οὔρησε λεπτὰ, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο,
εἰς νύκτα παρέκρουσεν. ὁπότε πρῶτον, ἥ τε τῶν οὔρων ἐξ
ἀρχῆς ἐγένετο μεταβολὴ καὶ παρεφρόνησεν ὁ ἄνθρωπος,
ἔγραψεν ὁ Ἱπποκράτης, κατὰ τὴν πέμπτην ἡμέραν, ὑπερβὰς,
ὡς εἴρηται, τὴν τῆς δευτέρας καὶ τρίτης καὶ τετάρτης διήγησιν,
ὡς τῶν αὐτῶν ἐν αὐταῖς συμπτωμάτων μεινάντων,
ἀναμνησθῶμεν οὖν περὶ τῶν λεπτῶν οὔρων ὧν εἶπεν ἐν
προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν. ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ
καὶ ὠμὰ οὐρέουσι πολὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισιν
ᾖ, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ
κάτω τῶν φρενῶν χωρία, ὥστε καθ’ ἕτερον τρόπον ἄπεπτον
εἶναι σημαίνεται τὸ νόσημα διὰ τῶν λεπτῶν οὔρων,
ὥσπερ καὶ διὰ τῶν παχέων, ὁπότε μὴ καθίσταιτο.
τὰ γὰρ ἀνατεταραγμένα μὲν, ἀλλ’ ἐν τῷ κεῖσθαι καθιστάμενα,
πέψεώς τινος ἀρχὴν ἐνδείκνυται, καὶ μάλισθ’ ὅταν ἐν
τάχει καθίστηται. τὰ δὲ μὴ καθιστάμενα πρὸς
τῇ φυσώδει ταραχῇ πάχος εἶναι σημαίνει χυμῶν ἀπέπτων.
ἐκ μὲν δὴ τούτων ἤδη δῆλόν ἐστι χρονίζειν τὸ νόσημα καὶ
μέντοι καὶ κινδυνῶδες εἶναι, διά τε τὴν κακίαν τοῦ πυρετοῦ
κἀκ τοῦ παρακροῦσαι τὸν ἄνθρωπον εἰς νύκτα. τὰ δ’
ἐφεξῆς ἴδωμεν εἰ τούτοις ἀκόλουθον φαίνεται. ἰκτερώδης,
πάντα παρωξύνθη, οὐ κατενόει. διορισμὸς ἐντεῦθέν σοι γινέσθω
τῆς κατὰ τὸ ὑποχόνδριον ἐντάσεως ἐφ’ ἥπατι συμβάσης.
γίνεται μὲν γάρ ποτε χολῆς ὠχρᾶς ἀνάχυσις ὅλον
τὸ σῶμα, λόγῳ κρίσεως, ὡς κᾀν τοῖς εἰς τοὺς ἀφορισμοὺς
ὑπομνήμασιν εἴρηται, κατ’ ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον,
ἔνθα φησίν· ἴκτερος πρὸ ἑβδόμης κακόν. ἀναμνήσθητι δὲ
καὶ ὡς πρὶν πεφθῆναι τὸ νόσημα, πολλάκις ἤκουσας οὔτ’
ἄλλην τινὰ ἀπόστασιν γίνεσθαι χρηστῶς οὔτε τὴν ἰκτερώδη.
σημαίνει γὰρ ἡ τοιαύτη κωλύεσθαι τὴν χολὴν ἐκκαθαίρεσθαι
τοῦ σπλάγχνου καὶ κενοῦσθαι διὰ τῆς γαστρὸς, ἤτοι
δι’ ἔμφραξιν ἢ διὰ φλεγμονὴν αὐτοῦ. πεπεμμένου δὲ τοῦ
νοσήματος ἐνίοτε κριτικῶς εἰς τὰ κατὰ τὸ δέρμα μόρια τοῦ
σώματος ἀποτίθεται τὸ περιττεῦον ἡ φύσις, ἄλλων τέ τινων
χυμῶν καὶ τῆς ξανθῆς χολῆς· οὐδὲν γὰρ ἐν τῷ παρόντι
διαφέρει ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν. ὅτι δὲ τῆς κατὰ τὸ
ἧπαρ διαθέσεως αὐξανομένης ἡ ἰκτερώδης διάθεσις ἐγένετο
δηλοῖ καὶ τὸ πάντα παροξυνθῆναι κατὰ τὴν ἕκτην ἡμέραν,
ἅμα τῷ μὴ κατανοεῖν τὸν ἄνθρωπον, ὅπερ ἐστὶ
καταφρονεῖν.
6. Ἑβδόμῃ δυσφόρως, οὖρα λεπτὰ, ὅμοια, ταῖς ἑπομέναις
παραπλησίως. περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε
κουφισθῆναι.
Ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἀρξάμενα χείρω γίνεσθαι
τὰ οὖρα παρέμενε φυλάττοντα τὴν κακίαν, ἕως πολλῶν
ἡμερῶν. οὐ γὰρ μόνον ἐπὶ τῆς ἑβδόμης, ἀλλὰ καὶ τὰ κατὰ
τὰς ἑπομένας ἄχρι τῆς ἑνδεκάτης ἐν τοῖς αὐτοῖς γενέσθαι
συμπτώμασί τε καὶ σημείοις τὸν Ἑρμοκράτην φησί· περὶ
ἑνδεκάτην ἐόντι ἔδοξε πάντα κουφισθῆναι. καλῶς εἶπεν
ἔδοξεν. οὐ γὰρ οἷόν τ’ ἐστὶν ἐπὶ κινδυνωδεστάτοις σημείοις
εὐθέως αὐτὸν ἐν ἀμείνονι καταστάσει γενέσθαι, τῆς αὐτῆς
ἀπεψίας διαμενούσης τῶν χυμῶν, μετὰ τοῦ μηδὲ κρίσιμον
ἐπιφανῆναί τι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ὃ πολλάκις εἴωθεν
ἐπιφαίνεσθαι, τῆς φύσεως ἤτοι δι’ αἵματος ἐκκρίσεως
ἢ γαστρὸς ἢ ἐμέτων ἢ ἱδρώτων ἢ παρωτίδος ἢ τινὸς ἀποσκήμματος
ἐκ τοῦ κινδύνου ῥυσαμένης τὸν ἄνθρωπον. ἐπισκεψώμεθα
γοῦν ἐφεξῆς τὰ κατὰ τὴν ἑνδεκάτην ἡμέραν.
7. Κῶμα ἤρξατο, οὖρα παχέα ὑπέρυθρα, κάτω λεπτὰ,
οὐ καθίστατο, ἡσυχῇ κατενόει.
Ἒν ὅλον γέγονε βιβλίον ἐξηγουμένοις τὸ σημαινόμενον
ἐκ τῆς κῶμα φωνῆς, ἐν ᾧ δείκνυται τὴν εἰς ὕπνον καταφορὰν
οὕτως ὀνομάζων Ἱπποκράτης. εἰς ὕπνον δὲ λέγω
καταφορὰν, ὅταν ἐγρηγορέναι μὲν ἀδυνατῶσιν οἱ κάμνοντες,
οὐκ ἀναπεπταμένους ἔχοντες τοὺς ὀφθαλμοὺς, μύσαντες δ’
αὐτοὺς ἤτοι βαθέσιν ὕπνοις ἢ λεπτοῖς ἢ ἀγρυπνίαις συνέχωνται.
διὸ καὶ διορισμοῦ δεῖται καὶ πολλῆς συνέσεώς τε
καὶ τριβῆς, ἵνα γνῶναι ἐπὶ τίνι διαθέσει κωματώδης ὁ
νοσῶν ἐγένετο. πολλάκις μὲν γὰρ ὑγρότητι πολλῇ τοῦ πρώτου
αἰσθητικοῦ μορίου, καθ’ ὃ καὶ τὸν ὕπνον ὀρθῶς Ἀριστοτέλης
ἔδειξε γινόμενον, ἕπεται κῶμα, καθάπερ ἐνίοις
τῶν μεθυσθέντων γίνεται, πολλάκις δὲ διὰ μόνην ψύξιν,
ἔστι δ’ ὅτε καὶ δι’ ἄμφω ταῦτα συμπίπτει βαθὺς καὶ κωματώδης
ὕπνος, ἀλλὰ καὶ δι’ ἀῤῥωστίαν δυνάμεως ἡ τοιαύτη
γίνεται διάθεσις, οὕτως ἤδη νεκρουμένης αὐτῆς, ὡς ἐπῃρμένα
τὰ βλέφαρα φυλάττειν μὴ δύνασθαι. καὶ συμβαίνει
τοὺς οὕτως ἔχοντας ἐπειδὰν μύωσι τοὺς ὀφθαλμοὺς ἢ μηδ’
ὅλως ἢ βραχύ τι κοιμηθέντας, ἀγρυπνεῖ, οὐδὲ τότε διαίρειν
τὰ βλέφαρα δυναμένους, ἥντινα διάθεσιν ἀπὸ τῆς γινομένης
δι’ ὑγρότητα καὶ ψύξιν οἱ σφυγμοὶ μάλιστα διορίζουσιν,
ἀμυδρότατοί τε καὶ βραδεῖς καὶ ἀραιοὶ καὶ σμικροὶ
γινόμενοι. καὶ εἴπερ ταύτην τὴν θεωρίαν Ἱπποκράτης ἐξηγησάμενος
παραπλησίως ταῖς ἄλλαις ἐγεγράφει τὸ τῶν
σφυγμῶν εἶδος ἐπὶ τῶν καμνόντων, ἀκριβέστερον οὕτω καὶ
ἡμεῖς τῶν συμβαινόντων αὐτοῖς διαθέσεων εἴχομεν τὴν γνῶσιν·
ἐπεὶ δὲ παρέλιπεν αὐτὴν, ὥσπερ ἔνιοι τὴν τῶν οὔρων,
ἐξ ὧν ἔγραψεν, ἐκ τούτων χρὴ τεκμαίρεσθαι περὶ τῶν ἀῤῥώστων.
φλεγματώδη μὲν οὖν χυμὸν ἐπὶ τὸν ἐγκέφαλον
ἀφικέσθαι κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ εὔλογον ἐν νοσήματι
ξηρῷ καὶ θερμῷ καὶ τὴν ἀρχὴν εὐθέως εἰσβάλλοντι.
καὶ γὰρ ἡ τῆς γλώττης ἔγκαυσις ἥ τ’ ἀγρυπνία καὶ ὁ
πυρετὸς ἰσχυρὸς ὢν, ἥ τε κατὰ τὴν ἕκτην ἡμέραν ἰκτερώδης
ἀνάχυσις, τά τε διαχωρήματα συγκεκαυμένα πυρώδη
τὴν ἐν ὅλῳ τῷ σώματι διάθεσιν εἶναι δηλοῖ. σὺν τῷ καὶ
εἴ τι πλῆθος ἤθροιστο χυμοῦ ἐν ἥπατι μόνῳ καὶ κατὰ τὰς
ἐνταῦθα φλέβας, οὐ καθ’ ὅλον τὸ σῶμα περιέχεσθαι τοῦτο,
δηλωθὲν εὐθέως ἐν ἀρχῇ διὰ τοῦ τῶν οὔρων πάχους. ὑπολείπεται
τοίνυν ἤτοι ψύξις σφοδρὰ κατὰ τὸν ἐγκέφαλον, ἢ
ἀῤῥωστία δυνάμεως αἰτία τοῦ κώματος τῷ Ἑρμοκράτει
γεγονέναι κατὰ τὴν ἑνδεκάτην ἡμέραν· ὁπότερον δ’ ἂν ᾖ
τούτων, ἐσχάτως ἐστὶν ὀλέθριον. ἀνίατοι γὰρ ἐδείχθησαν
αἱ τοιαῦται ψύξεις, ὅταν ἀκολουθήσωσι θερμοῖς καὶ ξηροῖς
νοσήμασιν. εἰκότως οὖν ἔγραψεν ὁ Ἱπποκράτης, ἔδοξε πάντα
κουφισθῆναι. χαλεπωτάτου γὰρ σημείου τοῦ κατὰ τὸ
κῶμα λαβόντος ἀρχὴν ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας,
ἀδύνατον ἦν ἀναλαμβάνειν τὸ σῶμα τηνικαῦτα τὴν ὑγιεινὴν
ἕξιν. οὐ μὴν οὐδὲ μέση τίς ἐστιν ἐν τοῖς τοιούτοις διάθεσις,
ἀλλ’ ἐὰν ἐκπέσῃ τῆς ὑγιεινῆς καταστάσεως ἡ τοιαύτη
τοῦ πυρετοῦ ἰδέα, πρὸς τὴν ἐναντίαν ἀφικνεῖται τὴν ὀλεθρίαν,
ἐν ᾗ σβέννυται τὸ ἔμφυτον θερμόν. τοῦ τοίνυν κώματος
οὕτως ὀλεθρίου συμπτώματος ἐπὶ τῆς ἑνδεκάτης
ἡμέρας γενομένου προσχῶμεν τοῖς οὔροις· εἰ μὲν γὰρ ὀλέθρια
καὶ αὐτὰ φαίνοιτο, διὰ ταχέων δηλώσει τεθνήξεσθαι
τὸν ἄνθρωπον, εἰ δὲ μέτρια, εἰς χρόνον ἐκταθήσεσθαι
πλέονα. τὰ μὲν γὰρ ἄριστα τῶν οὔρων ἐν τῇ τοιαύτῃ διαθέσει
ἀδύνατον γενέσθαι. τίνα δὲ λέγει περὶ αὐτῶν ἀκούσωμεν.
οὖρα; φησὶ, παχύτερα· συνάπτουσι δ’ ἐνταῦθά τινες
μετὰ τὸ κῶμα τὸ ἔμπροσθεν εἰρημένον, ἤρξατο, τοῖς οὔροις
προστισθέντες· ἐν γὰρ τῷ μεταξὺ τεταγμένον αὐτὸ
τοῦ τε κώματος καὶ τῶν οὔρων ἔνεστιν ὁποτέρῳ τις βούλεται
προσνέμειν, ὡς γενέσθαι τὴν ἀνάγνωσιν διττὴν, μίαν
μὲν τοιαύτην, κῶμα ἤρξατο, μίαν δ’ ἄλλην τοιάνδε, ἤρξατο
δ’ οὐρεῖν παχύτερα. καὶ γὰρ προστιθέασι τῷ οὔρει ῥήματι
κατὰ τὴν ὁριστικὴν καλουμένην ἔγκλισιν εἰρημένῳ τὸ ν
γράμμα καὶ γράφουσιν οὐρεῖν μετὰ τοῦ ν κατὰ τὴν ἀπαρέμφατον
καλουμένην, ἵνα τῷ ἤρξατο σύμφωνος ἡ γραφὴ
γένηται. πιθανώτερον δ’ ἐστὶ τῷ κῶμα ῥήματι τὸ ἤρξατο
προσκεῖσθαι, νῦν αὐτοῦ πρώτου ἀρξαμένου· τὰ δ’ οὖρα
παχέα κατ’ ἀρχὰς εὐθὺς ἦν, ἐν γὰρ τῇ τῶν πρώτων ἡμερῶν
διηγήσει γέγραπται κατὰ τήνδε τὴν λέξιν. οὔρει
παχέα ἐρυθρὰ κείμενα οὐ καθίστατο, ὡς οὐκ ἐνδέχεται
λέγειν αὐτὸν, τὰ οὖρα γενέσθαι παχέα μέχρι τῆς πέμπτης
ἡμέρας ἀπ’ ἀρχῆς τοιαῦτα γεγονότα· κατὰ γὰρ τὴν πέμπτην
μεταπεσόντα λεπτά φησιν αὐτὰ γεγονέναι, κᾄπειτα καὶ
κατὰ τὴν ἑβδόμην, ὡς τοιούτων ὄντων αὐτῶν, ἐμνημόνευσε.
κατὰ τὴν ἑνδεκάτην οὖν εἰκότως εἶπεν, οὔρει παχύτατα,
παραβαλὼν αὐτὰ τοῖς ἀπὸ τῆς πέμπτης ἡμέρας ἕως ταύτης
γινομένοις λεπτοῖς, ἀλλὰ καὶ ὑπέρυθρά φησιν αὐτὰ
γενέσθαι καὶ κάτω μικρὰ σχεῖν ὑφιστάμενα. μέσα τοίνυν
φαίνεται τὰ οὖρα γεγονέναι τῶν τ’ ἀγαθῶν καὶ τῶν ὀλεθρίων.
τὸ δ’ ἐπὶ τελευτῇ λεγόμενον αὐτῷ διττῶς ἀναγινώσκουσιν·
ἔνιοι μὲν οὕτως, οὐ καθίσταντο ἡσυχῇ, προστιθέντες
τὸ ἡσυχῇ τοῖς μὴ καθισταμένοις οὔροις, ἔνιοι δ’
οὕτως, καθίσταντο· καὶ πάλιν ἀφ’ ἑτέρας ἀρχῆς, ἡσυχῇ
κατενόει, καὶ φαίνεται τοῦτο μᾶλλον ἔχειν διάνοιαν. τὸ
γὰρ ἡσυχῇ καὶ προειρημένου μὲν τοῦ καθίστασθαι τὰ
οὖρα συνήθως οὕτω λέγουσιν οἱ Ἕλληνες· ἐπὶ δὲ τῶν
μὴ καθισταμένων οὐ πάνυ τι προστιθέασι τὰ τοιαῦτα
τῶν ὀνομάτων. τὰ μὲν οὖν κατὰ τὴν ἑνδεκάτην γινόμενα
σημεῖα καὶ συμπτώματα ταῦτ’ ἐστίν. ἴδωμεν δ’ ἐφεξῆς
ἃ περὶ τῆς τεσσαρεσκαιδεκάτης ἔγραψε.
8. Τεσσαρεσκαιδεκάτῃ ἀπύρετος, οὐχ ἵδρωσεν, ἐκοιμήθη,
κατενόει πάντα, οὖρα παραπλήσια.
Μάτην δόξει κεῖσθαι τὸ οὐχ ἵδρωσεν, ὅμοιον τῷ οὐχ
ᾑμοῤῥάγησεν, οὐκ ἤμεσεν, οὐ παρωτίδας ἔσχεν. ἀλλ’ ὥσπερ
ὀλίγῳ πρόσθεν ἔφη, περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε
κουφισθῆναι, δυνάμενος μὲν εἰπεῖν ἁπλῶς ἐκουφίσθη πάντα,
προσθεὶς δὲ τὸ ἔδοξεν ἕνεκα τοῦ τῶν ἐν ἑτέροις αὐτῷ
γεγραμμένων ἀναμιμνήσκειν, ἐν τοῖς μὴ κατὰ λόγον κουφίζουσιν
οὐ δεῖ πιστεύειν, οὕτω καὶ νῦν οὐκ ὤκνησεν ἐκ περιττοῦ
προσθεῖναι τὸ οὐχ ἵδρωσεν, ἀναμνήσεως ἕνεκεν τοῦ
κατὰ τὴν ῥᾳστώνην ἀπίστου. τὸ γὰρ ἐνδεχόμενον ἐν τῇ
τεσσαρεσκαιδεκάτῃ τῶν ἡμερῶν εἴπερ ἐγένετο, ἔσωσεν ἂν τὸν
ἄνθρωπον. ἐκ γοῦν τοῦ μὴ γενέσθαι τῆς κακοηθείας τοῦ
νοσήματος ἀνέμνησεν ἡμᾶς. ἀγνοοῦνται δὲ πολλοῖς τῶν ἰατρῶν
αἱ τοιαῦται διαθέσεις, καὶ χαίρουσιν ἐπὶ τοῖς ἄμεινον
ἔχειν δόξασιν, κᾂν ἐπ’ ὀλεθρίοις τοῖς ἔμπροσθεν σημείοις τε
καὶ συμπτώμασι τοῦτο γενέσθαι συμβῇ, μὴ γινώσκοντες ὡς
νεκρουμένης τῆς φύσεως καὶ σβεννυμένου τοῦ ἐμφύτου θερμοῦ
τὰς τοιαύτας διαθέσεις συμβαίνει γίνεσθαι, παραπλησίως
τοῖς εἰς ὄγκον αἰρομένοις μορίοις ἐκ κακοήθους ῥεύματος,
ὅταν ἡ φύσις ἀῤῥωστοῦσα μηδ’ ὅλως ἐπιχειρῇ τῇ
πέψει τοῦ τὸν ὄγκον ἐργασαμένου χυμοῦ. περὶ γὰρ τὰς
γενέσεις τοῦ πύου, φησὶν, οἵ τε πόνοι καὶ οἱ πυρετοὶ γίνονται,
μεταβαλλομένων ὑπὸ τῆς ἐμφύτου θερμασίας τῶν
τὸν ὄγκον ἐργασαμένων χυμῶν ὅταν οὖν αὕτη μηκέτ’ ἐγχειρῇ
τῇ πέψει δι’ ἀῤῥωστίαν, οὔτε πονοῦσιν οὔτε πυρέττουσιν,
εἰ μὴ πάνυ μικρόν. ἐπὶ μὲν οὖν τοῖς ἐκπυήσασιν ἐκκριθέντος
τοῦ πύου σῶον φυλάττεται τὸ μόριον εἰς ὃ τὸ ῥεῦμα
κατέσκηψεν· ἐφ’ ὧν δ’ οὔτ’ ἐκπύησις οὔτ’ ὀδύνη τις
ἀξιόλογος οὔτε πυρετὸς γίνεται, σήπεται τὸ μόριον, ὡς
ἀναγκαῖον ἡμῖν γενέσθαι παντελῶς ἐκκόψαι ποτ’ αὐτό. παραπλήσιόν
τι συμβαίνει τούτῳ κἀπὶ τῶν ἀσήμως τε καὶ
ἀλόγως ἀπυρέτων γενομένων ἐπὶ θανατώδεσι σημείοις. ὅτι
δὲ τοιαύτη διάθεσις ἦν τῷ Ἑρμοκράτει καὶ τὰ τοῦ γενομένου
κώματος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας ἐδήλου. τὸ γὰρ
ἅμα πυρετῷ διακαεῖ καὶ χυμὸν ἔχοντι δηλονότι δακνώδη
καὶ δριμὺν ἐξαίφνης σύμπτωμα σχεῖν, ὑγροῖς καὶ ψυχροῖς
καὶ ἀδήκτοις ἑπόμενον χυμοῖς, ἐνδεικτικόν ἐστιν οὐ τοῦ πεπαῦσθαι
τὴν ἔμπροσθεν διάθεσιν, οὐδενός γε κρισίμου γεγονότος,
ἀλλὰ τοῦ νεκροῦσθαί τε καὶ σβέννυσθαι τὴν ἔμφυτον
θερμασίαν. εἴρηται μὲν οὖν ἐπὶ πλέον περὶ τούτων
ἐν ἑτέροις, ἀλλὰ καὶ νῦν ἐν κεφαλαίοις ἅπαξ ἀρκείτω λελέχθαι
περὶ τῶν ἀλόγως ἐπὶ χαλεποῖς νοσήμασιν ἀπυρέτων
γενομένων. ὅσῳ γὰρ ἂν ὀλεθριωτέρων προηγησαμένων σημείων
ἄμεινον ἔχειν δόξωσι, τοσούτῳ τὴν νόσον ὀλεθριωτέραν
ἔχουσιν. εἰ δ’, ὡς οἱ περὶ τὸν Σαβῖνον εἰρήκασι, λοχοῦντος
τοῦ νοσήματος, ὥσπερ θηρίου τινὸς ἢ ἀνθρώπου
πονηροῦ, διάνοιαν γὰρ ἔχοντός ἐστι ζώου τὸ λοχεῖν, ἐξαίφνης
ἐπιθῆται λάθρα, μὴ προσδοκῶσι τοῖς ἐνεδρευομένοις
ὑπ’ αὐτοῦ. ἀλλὰ τὰ μὲν οὕτως εἰρημένα προσηκόντως ἄν
τις ὀνομάσαι περιλάλησιν. οὐδὲν γὰρ εἰπόντες ἐπιστημονικὸν,
ἀλλὰ περιλαλήσαντες μόνον, οἴονται τὸ προκείμενον ἀποδεδειχέναι,
διὰ παραδείγματος οὐδὲν οὐδὲ τοῖς παραβαλλομένοις
ὅμοιον ἔχοντός τι. καταλιπόντες οὖν αὐτοὺς αὐτοὶ
συμπληρώσωμεν ἤδη τὰ προκείμενα. καί μοι πρόσεχε τὸν
νοῦν ἀκριβῶς ἐνταῦθα καὶ μὴ θαύμαζε πῶς ἐγὼ
πολλάκις ὀλεθρίως εἰπὼν ἔχειν τινὰ μεταξὺ καλῶς αὐτοῦ
σχόντος ἐξαίφνης, ὡς καὶ λούσασθαι, καταγελώμενος οὐ
μόνον ὑπὸ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν, ἐμμείνας τῇ
προῤῥήσει, μετὰ ταῦτ’ ὑποστρέψαντος εἰς τὸ νόσημα τοῦ
δόξαντος ἐσχηκέναι καλῶς, εἶτ’ ἀποθανόντος, ἐκ μαντικῆς
ἐνομίσθην, οὐκ ἰατρικῆς θεωρίας, προειρηκέναι, καὶ ταῦτα
τῶν θαυμαστῶν τούτων ἰατρῶν οὐδαμόθι γεγράφθαι λεγόντων
αὐτά. πόθεν οὖν ὅτι κατὰ τὴν ἑνδεκάτην ἡμέραν
ἢ τεθνήξεσθαί τινας ἢ κριθήσεσθαι προεῖπον ἔστι μοι
κᾀν τοῖς περὶ κρισίμων αὐτάρκως γεγραμμένα τὰ περὶ τῶν
τοιούτων προῤῥήσεων, ἔστι δὲ κᾀν τοῖς περὶ κρισίμων· καὶ
πάντων αὐτῶν ἡγεμών ἐστιν ὁ θαυμάσιος Ἱπποκράτης.
ἀλλὰ τὰ μὲν ἄλλα διά τε τῶν εἰρημένων ἄρτι βιβλίων ἐξείργασμαι
καί τινων ἑτέρων. ἐν δὲ τῷ παρόντι τοῖς ἀνεγνωκόσιν
ἐκεῖνα σαφῆ τὸν περὶ τῶν ἐνεστώτων ἀπεργάσομαι
λόγον. ἐπὶ μὲν γὰρ τῆς ἑνδεκάτης ἡμέρας ἔδοξεν ὁ Ἑρμοκράτης
κεκουφίσθαι, τῇ τεσσαρεσκαιδεκάτῃ ἀπηλλάχθαι τελέως·
ὡρισμένου δ’ ἤδη καὶ προεγνωσμένου τοῦ πάντως
ὑποστρέψαι τε καὶ τεθνήξεσθαι τὴν ἑπτακαιδεκάτην ἡμέραν
ἀκόλουθον ἦν τοῖς κατὰ τὴν ἑνδεκάτην καὶ τεσσαρεσκαιδεκάτην
γενομένοις ἐνεγκεῖν τὴν ὑποστροφὴν, ὡς ἂν κατὰ
κρισίμους ἡμέρας τῆς τοῦ νοσήματος μεταβολῆς γενομένης.
ἐμάθομεν γὰρ ἔν τε τῷ προγνωστικῷ καὶ τοῖς ἀφορισμοῖς
τὰς κατὰ τετράδα περιόδους τῶν ἡμερῶν εἰς τὴν εἰκοστὴν,
οὐ τὴν εἰκοστὴν πρώτην ἀφικνεῖσθαι, καὶ διὰ τοῦτο τὴν
μὲν ια΄ τῆς ιδ΄ ἐπίδηλον εἶναι, τὴν δὲ ιζ΄ τῆς κ. ὑποστρέψαι
μὲν οὖν τῷ Ἑρμοκράτει εὐλογώτατον τὸ νόσημα κατὰ
τὴν ιζ΄ ἡμέραν, ἀκολουθῆσαι δὲ κατὰ τὴν κ΄ ἑτέραν μεταβολήν.
οὐ μὴν ἤδη γέ πω δῆλον ἡμῖν τοῖς ἀναγινώσκουσι
τὰ γεγραμμένα πρὸς Ἱπποκράτους ὁποία τις ἡ κατὰ τὴν
εἰκοστὴν ἡμέραν ἔσοιτο μεταβολὴ, διὰ τὸ μήτε τὴν δύναμιν
ὅπως εἶχε τοῦ κάμνοντος ἐπίστασθαι μήτε τὸ βεβαιότατον
αὐτῆς σημεῖον ὑπ’ αὐτοῦ γεγράφθαι. σὺν μὲν γὰρ τῇ τούτων
γνώσει ῥᾷστον ἦν εἰπεῖν, εἴτε κατὰ τὴν εἰκοστὴν
ἡμέραν ὁ κάμνων ἕξει τὴν τελευτὴν εἴτε καὶ εἰς πλείονας
ἐκταθήσεται τὸ νόσημα. μὴ γινωσκομένων δ’ ἐκείνων
ἄδηλον. ἀκούσωμεν οὖν ὧν περὶ τῆς ἑπτακαιδεκάτης καὶ
ὧν περὶ τῆς εἰκοστῆς εἶπεν αὐτός.
9. Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέστρεψεν, ἐθερμάνθη τὰς
ἑπομένας, πυρετὸς ὀξὺς, οὖρα λεπτά.
Τὰ μὲν ἄλλα τῆς ὑποστροφῆς ἐστὶ συμπτώματα, τὰ δ’
οὖρα τὰ λεπτὰ δηλοῖ τὴν νόσον ἄπεπτον ὑπάρχειν, ὥστ’
οὔτ’ εἰ καὶ μὴ μεγάλως ἦν τὰ φανέντα σημεῖα ὀλέθρια,
σωθήσεσθαι τὸν ἄνθρωπον εἶπεν ἄν τις ἐπὶ τῆς ἑπτακαιδεκάτης
ἡμέρας, ὁρῶν τὴν ἀπεψίαν τῶν οὔρων. αὐτὸς γὰρ
εἶπεν ἐν τοῖς τοιούτοις κίνδυνον εἶναι, μὴ οὐ δυνήσεται τῷ
χρόνῳ τοῦ νοσήματος ὁ κάμνων ἐξαρκέσαι.
10. Πάλιν δ’ εἰκοστῇ ἐκρίθη ἀπύρετος, οὐχ ἵδρωσεν.
Ἐν ᾗ κατὰ λόγον ἦν ἡμέρᾳ παροξυνθῆναι τὸν πυρετὸν,
εἴπερ ὅλως ἡ φύσις ἐνεχείρησε τῇ πέψει τῶν χυμῶν ἢ μόνον
ὡς ἐδήλουν τὰ οὖρα διαμένοντα λεπτὰ, κατὰ ταύτην
ἐπαύσατο τελέως ὁ πυρετός. οὐδὲ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην
ἐγεγόνει τῷ λόγῳ τῆς ἐμφύτου θερμασίας, ἀλλὰ
μόνῳ τῷ τῆς σήψεως, ἐκθερμανθέντων πυρετωδῶς τῶν
χυμῶν. τὸ τοίνυν ζέσαν αὐτῶν διαπνευσθὲν ἀπύρετον ἂν
εἰργάσατο τὸν ἄνθρωπον. ἀλλὰ μενόντων τῶν ὀλεθρίων
συμπτωμάτων, ὡς ἐφεξῆς ἐρεῖ, σαφὲς ἦν ἀπολεῖσθαι τὸν
Ἑρμοκράτην. ὥσπερ δ’ ἐπὶ τεσσαρεσκαιδεκάτης ἡμέρας
ἔγραψεν, οὐκ ἵδρωσεν οὕτως, καὶ κατὰ τὴν εἰκοστὴν αὐτὸ
προσέθηκεν, ἀναμιμνήσκων τῆς. ἀσήμως γενομένης ῥᾳστώνης.
ὅτι δὲ διέμεινε τὰ συμπτώματα τοῦ νεκροῦσθαι τὴν φύσιν
τοῦ κάμνοντος εὔδηλόν ἐστιν ἐξ ὧν ἐφεξῆς ἔγραψε τοῖς
κατὰ τὴν εἰκοστὴν ἡμέραν εἰρημένοις, οἷς ἤδη πρόσεχε τὸ
νοῦν.
11. Ἀπόσιτος παρὰ πάντα χρόνον, κατενόει, διαλέγεσθαι οὐκ
ἠδύνατο, γλῶσσα ἐπίξηρος, οὐκ ἐδίψη, κατεκοιμᾶτο
κωματώδης.
Πάντα τὰ εἰρημένα νεκρουμένης ἐστὶν ἤδη τῆς ζωτικῆς
δυνάμεως γνωρίσματα, οἷον εὐθέως ἡ ἀποσιτία τὴν
ἀνορεξίαν δηλοῦσα, ποτὲ μὲν διὰ τὸ στόμα τῆς κοιλίας γίνεται,
κεκακωμένον ὑπό τινος ἀλλοτρίας ποιότητος χυμῶν,
ἔστι δ’ ὅτε διὰ τῆς δυνάμεως αὐτῆς νέκρωσιν, ἧς, ὅθ’
ὑγίαινεν, ἦν ἔργα τό τε τῆς ἐνεργείας αἰσθάνεσθαι καὶ τὸ
τῶν ἰασομένων αὐτὴν ὀρέγεσθαι. τῆς δ’ αὐτῆς ταύτης ἔργον
καὶ ἡ τῆς ὑγρᾶς οὐσίας ἔνδειά τε καὶ ἀναπλήρωσις·
ὅπως οὖν εἶχε καὶ περὶ ταῦτα σαφῶς ἐδήλωσεν ὁ Ἱπποκράτης
εἰπὼν, οὐκ ἐδίψη. καὶ τῷ μὲν ἀπόσιτος ἅπαντα
τὸν χρόνον, ἐφεξῆς ἔγραψε κατενόει· τῷ δὲ γλῶσσα ἐπίξηρος,
τὸ οὐκ ἐδίψη· τὸ μὲν κατενόει πρὸς τὸν κοινὸν ἀμφοτέρων
διορισμὸν παραλαβὼν, τὸ δ’ οὐκ ἐδίψη πρὸς τὸν ἕτερον.
ὁ μὲν οὖν κοινὸς διορισμὸς τοῦτό φησιν· οὐκ ᾐσθάνετο
τῆς ἐνδείας οὔτε τῆς κατὰ τὸ ξηρὸν οὐσίας οὔτε τῆς
κατὰ τὸ ὑγρὸν, οὐ διὰ τὸ μὴ παρακολουθεῖν, ἀλλὰ διὰ τοῦ
νεκροῦσθαι τὴν δύναμιν αὐτοῦ. τῷ δ’ οὐκ ἐδίψη προσέθηκε
τὸ γλῶσσα ἐπίξηρος, εἰς διορισμὸν τοῦ μὴ δι’ ὑγρότητα
τὸν ἄνθρωπον ἄδιψον γεγονέναι, καθάπερ
ἔνιοι τῶν ὑγρὸν καὶ ψυχρὸν ἠθροικότων χυμὸν, ἀλλὰ καίτοι
διαθέσεως οὔσης διψωδεστάτης ἡ δύναμις οὐκ ᾐσθάνετο
νεκρουμένη. μή τι δὲ καὶ τὸ διαλέγεσθαι μὴ δύνασθαι
κατὰ τὴν ταύτης ἐγένετο κάκωσιν. εἴπερ οὖν τὰ συμπτώματα
ταῦτα καὶ κατὰ τὴν εἰκοστὴν ἡμέραν ὑπῆρχεν αὐτῷ
καὶ σχεδὸν ἐν ὅλῃ τῇ νόσῳ, δῆλον ὅτι σβεννυμένης τῆς
ἐμφύτου θερμασίας ὁ πυρετὸς ἐπαύσατο κατὰ τὴν εἰκοστὴν
ἡμέραν. ὁμολογεῖ δὲ τούτοις καὶ τὸ κατεκοιμᾶτο σμικρὰ,
κωματώδη. οὐ γὰρ ὡς οἱ κατὰ φύσιν ἔχοντες ἐκάθευδεν,
ἀλλὰ δι’ ἀῤῥωστίαν τῆς δυνάμεως ἐκὼν ἔμυεν, ὡς μὴ δύνασθαι
τοὺς ὀφθαλμοὺς ἀνεῳγότας ἔχειν, ἔκλινέ τε αὐτοὺς
καὶ σμικρὰ κατεκοιμᾶτο. προσέθηκε γὰρ τῷ κατεκοιμᾶτο
τὸ σμικρὰ, διότι καὶ τοῦτο γνώρισμα τῆς κατὰ τὴν δύναμιν
ἀῤῥωστίας ἦν, οὐ τῶν κατὰ φύσιν ὕπνων, τινὰ λέγεσθαι
τῷ κάμνοντι κατὰ τὸν καιρὸν τοῦτον, ἢ δι’ ὑγρότητα τῆς
αἰσθητικῆς ἀρχῆς ὑπνῶδες ἦν τὸ κῶμα. θαυμάσαι τοίνυν
ἐστὶν οὐ διὰ τί τέθνηκεν ὁ Ἑρμοκράτης, ἀλλὰ διότι μέχρι
τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας ἐξήρκεσιν· εὔλογον γὰρ
ἦν οὐ μετὰ πολὺ τῆς εἰκοστῆς ἀκολουθῆσαι τὸν θάνατον
αὐτῷ. δῆλον οὖν ὅτι νέος τις ἦν εὔρωστός τε φύσει καὶ διὰ
τοῦτ’ ἀντέσχετο, κατὰ βραχὺ μαραινόμενος. ἔνεστι γὰρ ἐξ
ἁπάντων τῶν συμβάντων αὐτῷ τεκμήρασθαι τὸν καλούμενον
ὑπὸ τῶν νεωτέρων ἰατρῶν μαρασμὸν περιφρυγῆ γεγονέναι.
διέφθειρε δὲ αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἑβδόμης ὁ διὰ τὴν
τῶν χυμῶν σηπεδόνα γενόμενος πυρετὸς, ἐπὶ τῆς εἰκοστῆς
τετάρτης, ὃν διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν. ἄξιον δ’
ἐπισημήνασθαι διὰ τί κατὰ τὴν προκειμένην λέξιν ἔγραψε
κατενόει πάντα. φαίνεται γὰρ οὐ πάντα κατανοήσας, αὐτοῦ
τοῦ Ἱπποκράτους ἐν τῇ τῆς πέμπτης ἡμέρας διηγήσει γράψαντος
αὐτὸν παρακροῦσαι, καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆς
ἕκτης προσθέντος, οὐ κατενόει, καὶ πάλιν ἐπὶ τῆς ἑπτακαιδεκάτης
παρέκρουσε. δυοῖν τοίνυν θάτερον, ἢ ὅτι μόναις
ταύταις ταῖς ἡμέραις παρέκρουσε, τῷ δ’ ἄλλῳ χρόνῳ
κατενόει, δηλῶσαι βουλόμενος ἔγραψε κατενόει πάντα, ἢ
ὅτι κατὰ τὴν εἰκοστὴν ἡμέραν, ἧς ἐν τῇ προκειμένῃ ῥήσει
τὴν διήγησιν ἔγραψε, κατενόει πάντα, τουτέστιν οὐδὲ μικρὸν
παρεφέρετο. διὰ τί δὲ τοῦτο προσέθηκεν ὀλίγον ἔμπροσθεν
εἶπον. ἀδίψων γὰρ καὶ ἀνορέκτων γινομένων τινῶν
ἐν νόσοις, ἢ διὰ τὸ παραφρονεῖν ἀναισθήτως ἐχόντων
ὦν πάσχουσιν ἢ διὰ νέκρωσιν τῆς ἐν τῇ κοιλίᾳ δυνάμεως φυσικῆς.
ἐπειδὰν οὕτω πάσχωσιν ἄνευ τοῦ παραφρονεῖν, ἀπολείπεται
νεκρῶσαι τὴν φυσικὴν δύναμιν αὐτῶν.
12. Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ,
λεπτοῖσι πολλοῖσι ῥέουσα καὶ τὰς ἑπομένας, πυρετὸς ὀξὺς,
γλῶσσα συνεκαύθη, ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε.
Τούτῳ τῷ ἀῤῥώστῳ ἡ τετάρτη καὶ εἰκοστὴ
τῶν κατὰ περίοδον οὖσα κρισίμων, ὡς ἐδείχθη, καὶ ἡ ἑβδόμη
καὶ εἰκοστὴ πολὺ μᾶλλον ἐπὶ ταύτης ἐξ ἀναλογίας ἤνεγκαν
τινὰς νεωτερισμούς. ὥσπερ γὰρ ἐπὶ τῆς ἑπτακαιδεκάτης
ἡμέρας ὑποστρέψας κατὰ τὴν εἰκοστὴν ἔδοξεν ἔχειν
ἄμεινον, οὐ σχὼν οὕτως κατά γε τὴν ἀλήθειαν, ἀλλὰ φαντασίαν
τοῖς πολλοῖς ποιήσας, σβεννυμένης τῆς ἐμφύτου θερμασίας,
ἀπύρετος ἐγίνετο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς
εἰκοστῆς τετάρτης ἀρξάμενος πυρέττειν, ἐκ σηπεδόνος τῶν
ὑπολοίπων χυμῶν, ἑξῆς καὶ διεχώρησε κάτω πολλὰ καὶ λεπτὰ
καὶ κακοήθη, κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἀπέθανεν,
ὀξέος αὐτοῦ γενομένου καὶ ξηροῦ τοῦ πυρετοῦ, δι’ ὦν καὶ
ἡ γλῶσσα συνεκαύθη.
13. Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν. οὖρα ἢ
παχέα καὶ ἐρυθρὰ, οὐ καθιστάμενα ἢ λεπτὰ καὶ ἄχροα
ἐναιωρήματα ἔχοντα, γενέσθαι οὐκ ἠδύνατο.
Καὶ μετὰ τὴν τῆς εἰκοστῆς ἡμέρας διήγησιν ἐφεξῆς
ἐγεγράφει τὸ μὲν νῦν εἰρημένον, τὸ γενέσθαι οὐκ ἠδύνατο,
ταὐτὸ σημαῖνον τῇ ἀπόσιτος φωνῇ. οὖρα δ’ ἀπὸ τῆς ἑπτακαιδεκάτης
ἄχρι τῆς εἰκοστῆς ἔφη γεγονέναι λεπτὰ, προειρήκει
δ’ , εἴ τι μεμνήμεθα, καὶ περὶ τῶν ἐρυθρὸν καὶ ἀκατάστατον
ἐχόντων ἐναιώρημα. νῦν οὖν ἐπαναλαβὼν ἄμα
περὶ πάντων ὧν ἀπεφήνατο, δυνάμει τοῦτο λέγει, ὡς οὔρησεν
ἄλλοτ’ ἀλλοῖα, χρηστὸν δ’ ἀκριβῶς οὐδέποτ’ οὐδέν.
ἀλλὰ καὶ ὅτι διὰ παντὸς αὐτῷ τοῦ νοσήματος ἡ κώφωσις
παρέμεινεν, οὐκ εἰρημένον ἔμπροσθεν, εἰκότως νῦν προσέθηκεν.
οὐκ οἶδα δ’ ὅπως οὐκέτι οὐδὲν εἶπε περὶ τῆς ἰκτερώδους
ἀναχύσεως. ἀκόλουθον γὰρ ἦν καὶ ταύτης μνημονεῦσαι.
τάχ’ οὖν ὡς πρόδηλον ὅτι παρέμεινεν ἐσιώπησεν,
οὔπω γὰρ οὐδ’ ἱδρὼς ἐγένετο τῷ Ἑρμοκράτει οὔτε διὰ γαστρὸς
ἢ οὔρων ἢ ἐμέτων ἠκολούθησε κένωσις χολωδῶν, ἀδύνατον
ἦν παύσασθαι τὸν ἴκτερον. ἐκ πάντων οὖν τῶν εἰρημένων
φαίνεται παθεῖν αὐτῷ τὸ ἧπαρ ἰσχυρῶς, ἀρχὴ τῆς
φυτικῆς τε καὶ φυσικῆς ὀνομαζομένης ψυχῆς ὑπάρχον, ἧς
ἐδείχθησαν εἶναι τέτταρες δυνάμεις, ἑλκτική τε καὶ καθεκτικὴ
καὶ ἀλλοιωτικὴ καὶ ἀποκριτικὴ, καθ’ ἃς καὶ τρέφεσθαι
καὶ αὐξάνεσθαι τοῖς σώμασιν ὑπάρχει καὶ παθούσης
ταύτης ἀνορεξίαι δειναὶ καταλαμβάνουσιν, ὡς τεθνάναι
μᾶλλον ἐθέλειν ἢ γεύσασθαί τινος.
Τὰ μὲν παλαιότερα τῶν ἀντιγράφων τὴν ἀρχὴν
τῶν προκειμένων χαρακτήρων τοῖς ἀῤῥώστοις εἶχεν
ἀπὸ τῆς περὶ Βίτωνος κυναγχικῆς, ἑβδόμης ἀπὸ τῆς ἀρχῆς
γεγραμμένης. ἀμέλει καὶ οἱ ἐξηγησάμενοι τοὺς προσγεγραμμένους
τῷ βιβλίῳ τούτῳ χαρακτῆρας ἀπ’ ἐκείνης ἤρξαντο
πάντες, τοῖς πρώτοις ἀῤῥώστοις λέγοντες αὐτοὺς μὴ προσκεῖσθαι.
κατ’ ἔνια μέντοι τῶν νῦν εἰς χεῖρας ἡκόντων
ἡμῖν εὑρίσκονται καὶ τοῖς πρώτοις ἀῤῥώστοις προσκείμενοι
χαρακτῆρες, ὥστε καὶ ἡ κατὰ Διοσκορίδην ἔκδοσις προσκειμένους
αὐτοὺς ἔχει. καὶ τούτῳ γε τῷ Ἑρμοκράτει πρῶτον
μὲν ὑπογέγραπται τὸ π ἐν μέσῳ γραμμὴν ἔχον, ἁπάντων
τῶν χαρακτήρων, ὧν ἐπὶ πάντων ἀῤῥώστων ἔφαμεν εὑρίσκεσθαι,
προσγεγραμμένων. ἐφεξῆς δὲ τὸ ε γέγραπται καὶ
μετ’ αὐτὸ τὸ δ κάτωθεν ὀρθὴν γραμμὴν ἀπεστιγμένην ἔχον,
οἷόν περ τὸ υ προγραφέν. εἶτα μετ’ αὐτὸ τὸ κ καὶ ξ καὶ
μετὰ ταῦτα τὸ θ, κατὰ τόνδε τὸν τρόπον π. ε. δ. κ. ζ. θ. ὁ
μὲν οὖν πρῶτος χαρακτὴρ, ὡς καὶ πρόσθεν, σημαίνει τὸ
πιθανὸν, ὥσπερ γε καὶ τὸ ὕστατον γράμμα ποτὲ μὲν υ, ποτὲ
δὲ θ γεγραμμένον, ὑγείας μὲν τὸ υ, θανάτου δὲ τὸ θ
σημεῖόν ἐστι. τὸ δὲ πρὸ τούτου τὸν ἀριθμὸν τῶν ἡμερῶν,
ἐν αἷς ἤτοι ἀπέθανεν ὁ ἄνθρωπος ἢ τελέως ὑγιάσθη, σημαίνει·
τὰ δὲ μεταξὺ τὸν τρόπον, καθ’ ὃν ἤτοι σωθῆναι
τὸν ἄνθρωπον ἢ ἀπολέσθαι συνέβη. καὶ νῦν οὖν ὁ τὸ ε
μετὰ τοῦ κάτωθεν ἀπεστιγμένου δέλτα γράψας, ἐπισχεθέντων
τῶν διαχωρημάτων, πιθανὸν εἶναί φησι κατὰ τὴν
εἰκοστὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὸν Ἑρμοκράτην. τινὲς
δὲ τῶν ἐξηγητῶν διὰ τὸ ῥυῆναι κατὰ τὴν εἰκοστὴν καὶ
τετάρτην ἡμέραν τὴν γαστέρα, τὸν θάνατον αὐτῷ γεγονέναι
φασὶ, παρατιθέμενοι τὸ ἐκ τοῦ προῤῥητικοῦ κατὰ λέξιν
οὕτως ἔχον· κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα,
ἐναιωρηθέντα παρακρουστικόν. τοῖς τοιούτοις ἰκτεροῦσθαι
κακόν· κακὴ δὲ καὶ ἡ ἐπὶ ἰκτέρῳ μώρωσις. τούτους ἀφώνους
μὲν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. οἶμαι δὲ
καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισι οἷον ἐγένετο Ἑρμίππῳ
καὶ ἀπέθανεν. αὕτη μὲν ἡ ἐκ τοῦ προῤῥητικοῦ λέξις, καὶ
εἴρηται περὶ αὐτῆς ὁπότ’ ἐξηγούμεθα τὸ βιβλίον ἐκεῖνο.
νυνὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει πάλιν ἀναμνήσεως ἕνεκεν
ὧν τ’ ἐν ἐκείνοις ἐξηγησάμεθα καὶ ὧν ἐν τῷδε τῷ βιβλίῳ
μέχρι δεῦρο. συνέβη γὰρ τὸν Ἑρμοκράτην μήτε δι’ ἐπίσχεσιν
γαστρὸς μήτε δι’ ἔκκρισιν ἀποθανεῖν. ἀλλὰ ταῦτα
μὲν ἐπιφανῆναι συμπτώματα τῆς διαθέσεως, ὥσπερ καὶ
ὁπότε πρόσθεν ἀπέκρινε συγκεκαυμένα, ταῖς καὶ κατὰ τὸ
ἧπαρ διαθέσεσι ἀμφοτέρων ἑπομένων, ὡς ἐδείξαμεν ἐν ἄλλοις
τέ τισι κἀν τοῖς περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασι.
φαίνεται δὲ καὶ ὁ θάνατος αὐτῷ γεγονέναι μάλιστα
μὲν διὰ τὸ ἧπαρ, ἤδη δὲ καὶ τὰ κατὰ τὴν κεφαλὴν
οὐκ ἔχειν κατὰ φύσιν. ἔτι δ’ ἀλογώτερον ἐξηγοῦνται τὸν
ἄῤῥωστον οἱ φάσκοντες διὰ τοῦτο γεγράφθαι μόνον, ἵνα
τὴν τῶν κρισίμων ἡμερῶν δύναμιν ἐξετάσωμεν, ὥσπερ οὐκ
ἐπὶ πάντων μὲν τῶν νοσούντων κοινῶς τούτου παρατηρουμένου,
τὰ δὲ καθ’ ἕκαστον ἴδια κατὰ τὰς συμβάσας αὐτοῖς
διαθέσεις.
14. Ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ.
Κᾀνταῦθα πάλιν οἱ περὶ τὸν Σαβῖνόν φασι τὸν κῆπον
προσκεῖσθαι, συναίτιον τῆς νόσου γενόμενον τἀνθρώπῳ,
καὶ γράφουσί γε κατὰ λέξιν οὕτως. διὰ τοῦτο γὰρ μήποτε
καὶ τὸν κῆπον παρέθετο, κᾀντεῦθεν τὴν ἀφορμὴν τῷ πυρετῷ
γεγονέναι ὑπεμφαίνων. οὐ γάρ ἐστι ποηφάγον ζῶον ὁ
ἄνθρωπος, ὥστε τῇ ἀλλοκότῳ διαίτῃ καὶ ὡς νεωτερισμόν
ὑπέμεινεν. ἐνταῦθα μὲν ἐκεῖνοι ταῦτα γεγράφασιν, ἐπεὶ δ’
ἐν τούτῳ ὑπομνήματι παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν εἰς
ἔλεγχον ἐξηγήσεων ἀλλοκότων ἐπείσθην τοῖς ἑταίροις γράψαι
τινὰ, καὶ νῦν ὀλίγα προσθήσω, ταυτὸν εἶδος ἔχοντα.
πρῶτον μὲν οὖν οὔτε διὰ παντὸς οἰκεῖν ἔφη τὸν ἄνθρωπον
ἐν τῷ Δεάλκους κήπῳ, κατακεῖσθαι δὲ μόνον ἔγραψεν, ἐνδεχόμενον
ἔμπροσθεν μὲν ὅθ’ ὑγίαινεν, οἰκεῖν αὐτὸν ἑτέρωθι,
νοσήσαντα δὲ καταγωγῆς ἐπιτηδειοτέρας δεηθέντα
τοιαύτην ἔχειν ἐν τῷ Δεάλκους κήπῳ. δεύτερον οὐκ ἀναγκαῖόν
ἐστι τὸν ἐν κήπῳ καταγωγὴν ἔχοντα λάχανα σιτεῖσθαι
διὰ παντὸς ὡς ποηφάγον ζῶον, ὥσπερ οὐδ’ εἰ πλησίον
εἴη τῶν αἴγεια κρέα πιπρασκόντων ἢ προβάτεια, ταῦτ’
ἐσθίειν ὁσημέραι, καθάπερ οἱ λέγοντες. οὐδὲ γὰρ εἰ γείτων
εἴη τῶν τὰ κρέα πιπρασκόντων, ἀναγκαῖον αὐτῷ πλεῖστα
προσφέρεσθαι ταῦτα, καθάπερ ἀθλητῇ. τρίτον ἐπὶ τούτοις
ὅτι πολλὴν ἀφθονίαν ἔχοντες λόγων εἰς τὸ διαβάλλειν τὸν
ἐπὶ τοῖς κήποις ἀέρα, τοῦτο μὲν ὅλον τὸ μέρος ἐξέλιπον,
ἐξετράποντο δ’ ἐπὶ τὰ λάχανα, δυνάμενοι καὶ τῶν ὀχετῶν
μνημονεύειν, ὡς τὰ πολλὰ τοὺς ἀποπάτους ἐκκαθαιρόντων
εἰς τοὺς κήπους, ἅπασάν τε τὴν τοιαύτην δυσωδίαν ἔτι τε
τὴν ἀπὸ τῶν λαχάνων καὶ δένδρων καὶ θάμνων ἀναθυμίασιν,
ὥσπερ ἀπό τε κράμβης καὶ καρέως καὶ πύξου. φανερῶς
γὰρ ὁ πέριξ ἀὴρ μοχθηρὸς ἀπὸ τῆς τούτων ὁμιλίας
γίνεται· ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τῶν περὶ τὰς τοιαύτας
ἐξηγήσεις ἀντιλογιῶν. ἐπὶ δὲ τὰ χρήσιμα μεταβὰς ἀκολουθήσω
ταῖς Ἱπποκράτους λέξεσιν.
15. Κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπωδύνως εἶχε
χρόνον πολύν. μετὰ δὲ προφάσιος πῦρ ἔλαβε, κατεκλίθη.
Πῦρ μὲν ὁ Ἱπποκράτης τὸν πυρετὸν ὀνομάζει,
καθότι δέδεικταί μοι πολλάκις ἤδη· καὶ μέντοι καὶ ὅτι κυριώτερον
ὥσπερ καὶ πᾶσιν ἀνθρώποις ἔθος ἐστὶ τὰ μικρὰ
τῶν αἰτίων προφάσεις καλεῖν, οὕτω καὶ αὐτὸς ἐνίοτε προσαγορεύει,
καὶ τοῦτο δέδεικται. τινὰ μὲν γὰρ αὐτὰ καθ’
ἑαυτὰ νόσον οὐχ οἷά τέ ἐστιν ἐργάσασθαι, προϋπαρχούσῃ
δὲ νοσώδει παρασκευῇ πλησιάσαντα τῆς ὅλης νόσου τὴν
αἰτίαν ἔχειν ἐδοξάσθη, καθάπερ ἐπὶ τοῦδε τοῦ νῦν προκειμένου
ἀῤῥώστου. τὸ γὰρ πολλῶν βαρύνεσθαι τὴν κεφαλὴν
καὶ τὸν κρόταφον ἀλγεῖν, ἐνεδείκνυτο διάθεσίν τινα νοσώδη
γεννᾶσθαι τῷ ἀνθρώπῳ. καὶ δῆλον ὅτι καλῶς ἂν ἐπεποιήκει,
πρὶν νοσῆσαι διά τινα βραχεῖαν ἔξωθεν αἰτίαν, ἐξελέγξασαν
αὐτοῦ τὸ ἐπίκαιρον τῆς διαθέσεως, ἑαυτὸν ἐγχειρήσας ἰατρῷ
προφυλάξασθαι δυναμένῳ τὴν μέλλουσαν ἔσεσθαι νόσον.
16. Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρατον ἐῤῥύη αἷμα.
Περὶ οὗ προεῖπεν ὡς ὀδυνωμένου ῥυῆναί φησιν ὀλίγον
ἄκρατον ἐξ ἀριστεροῦ. τὸ δ’ ἄκρατον, ὅταν μὲν ἐπὶ ξανθῆς
ἢ μελαίνης χολῆς ἢ ἰώδους λέγηται, πρόδηλον ἴσχει τὸ σημαινόμενον,
ὡς πολλάκις ἤδη λέλεκται· τὴν γὰρ οἰκείαν
χροιὰν καὶ σύστασιν ὅτε ἕκαστος τῶν χυμῶν εἰλικρινῆ διαφυλάττῃ,
τηνικαῦτα κενοῦσθαι λέγομεν ἄκρατον αὐτόν. ἐπὶ
δὲ τοῦ αἵματος ἴσως ἐξ ὑπεναντίου χρὴ νοεῖν ὑπ’ αὐτοῦ
λέγεσθαι τὸ ἄκρατον, ἐν ἴσῳ τῷ κακόκρατον. εὔδηλον δ’
ὅτι τὸ μὲν τοῦ κατὰ φύσιν αἵματος χρῶμα τὸ ἐρυθρόν
ἐστι, τὸ δ’ οὐ τοιοῦτον, ἀλλ’ ἤτοι μελάντερον ἢ πυῤῥότερον
ἐπισήμως· καὶ τὸ πολὺ δὲ μᾶλλον εἰθίσμεθα λέγειν ἄκρατον
αἷμα τὸ μέλαν, ὅπερ εὐθέως καὶ παχὺ κατὰ τὴν σύστασίν
ἐστιν. ὅτι μὲν οὖν ἔδει τὸν προκείμενον ἄῤῥωστον, εἴπερ
ἦν ἰσχυρὸς τὴν δύναμιν, φλεβοτομηθῆναι πρόδηλον. ὅτι δ’
οὐκ ἔγραψε περὶ τοῦ βοηθήματος ὁ Ἱπποκράτης οὐδὲν ἡ
αὐτὴ ζήτησις ἔσται σοι τῇ κατὰ τὸν πρῶτον ἄῤῥωστον
γεγραμμένῃ.
17. Ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθε.
Τοῦτο μόνον αὐτὸ φαίνεται μέτριον ἐν ἀρχῇ τῆς νόσου
γεγονέναι. τὰ δ’ ἄλλα πάντα μοχθηρὰ τὰ κατὰ τὴν ἑξῆς
λέξιν γεγραμμένα.
18. Οὖρα λεπτὰ, ποικίλα ἐναιωρήματα ἔχοντα, κατὰ
σμικρὰ, οἷον κρίμνα γονοειδέα. τρίτῃ πυρετὸς ὀξὺς, διαχωρήματα
μέλανα, λεπτὰ, ἔπαφρα, ὑπόστασις πελιὴ διαχωρήμασιν,
ὑπεκαροῦτο, ἐδυσφόρει περὶ τὰς ἀναστάσιας,
οὔροισιν ὑπόστασις πελιὴ, ὑπόγλισχρος.
Ὅτι πάντα τὰ εἰρημένα συμπτώματά τε καὶ σημεῖα
μοχθηρὰ γέγονεν ἐν αὐτῷ, τοῖς μεμνημένοις τῶν ἐν τῷ
προγνωστικῷ γεγραμμένων εὔδηλόν ἐστιν, εἴρηται δ’ οὐκ
ὀλίγα κᾀν τοῖς εἰς τὸ πρῶτον τῶν ἐπιδημιῶν ὑπομνήμασιν.
19. Τετάρτῃ ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα, διαλιπὼν ὀλίγον
ἰώδεα, ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐῤῥύη, διαχωρήματα
ὅμοια, οὖρα ὅμοια, ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῖδα,
σπλὴν ἐπήρθη, μηροῦ ὀδύνη κατ’ ἴξιν, ὑποχονδρίου δεξιοῦ
ξύντασις ὑπολάπαρος, νυκτὸς οὐκ ἐκοιμήθη, παρέκρουσε
σμικρά.
Καὶ ταῦτα πάντα τὰ εἰρημένα συμπτώματα μοχθηρὰ,
πλὴν τὴν εἰς σπλῆνά τε καὶ ἀριστερὸν μηρὸν ὑποφαινόμενος
ἀποστάσεως.
20. Πέμπτῃ διαχωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόστασις
μέλανα διαχωρήμασι, νυκτὸς οὐχ ὕπνωσε, παρέκρουσε.
Ἔτι ταῦτα πάντα μοχθηρά. προσχῶμεν οὖν τοῖς
ἐφεξῆς.
21. Ἕκτῃ διαχωρήματα μέλανα, λιπαρὰ, ἔπαφρα, γλίσχρα,
δυσώδεα· ὕπνωσε· κατενόει μᾶλλον.
Τὰ μὲν ὕπνωσε, κατενόει μᾶλλον, ἐπιεικῆ, τὰ
δ’ ἄλλα μοχθηρά.
22. Ἑβδόμῃ γλῶσσα ἐπίξηρος, διψώδης, οὐκ ἐκοιμήθη, παρέκρουσεν,
οὖρα λεπτὰ, οὐκ εὔχροα. ὀγδόῃ διαχωρήματα
μέλανα, ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης
οὐ λίαν.
Μέχρι δεῦρο φαίνεται πάντ’ αὐτῷ τὰ συμπτώματα
σφαλερά.
23. Ἐνάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε, ψύξις, παρέκρουσε,
δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος·
δεκάτῃ ταῦτα· ἑνδεκάτῃ κατενόει δι’ ὅλου πάντα, ἄπυρος,
ἵδρωσεν, οὖρα λεπτὰ ἐπὶ κρίσιν.
Ἔοικεν ἰσχυρός τις ἄνθρωπος οὗτος γεγονέναι τὴν δύναμιν,
ὡς μεγίστῳ νοσήματι διαπαλαίουσαν αὐτὴν ἀντισχεῖν.
οὐδενὸς γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότος αὐτῷ, φαίνεται
κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγους κριτικοῦ γενομένου καὶ μετ’
αὐτὸ, καθάπερ εἴωθεν, ὀξέος πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν
ἱδρῶτος, οὐκ εὐθέως μὲν ἀπύρετος γεγονέναι διὰ τὸ μέγεθος
τοῦ νοσήματος. ὅμως δ’ οὖν ἐπιμενόντων τῶν αὐτῶν.
ἔφη γὰρ δεκάτῃ τὰ αὐτὰ, κατὰ τὴν ἑνδεκάτην εὐθέως ἀπύρετος
γενέσθαι. τὸ δ’ ἐν τῇ κρίσει παρακροῦσαί τε καὶ ἐν
τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γινομένων ἐστὶν ἐν κρίσεσι.
καὶ γὰρ οὐδ’ ἀθρόα τις αὐτῷ ἔοικε συμβῆναι κατὰ
τὴν ἐνάτην ἡμέραν ἡ κρίσις, ἀλλὰ μέχρι τῆς ἑνδεκάτης
ἐκταθῆναι, καθ’ ἣν ἤδη, φησὶ, κατενόει πάντα.
προσέθηκε δὲ τὰ οὖρα λεπτὰ περὶ κρίσιν, ἵνα μὴ πιστεύωμεν
αὐτῇ, μηδὲ βεβαίαν εἶναι νομίσωμεν, ἀλλ’ ὑποστρέφειν
ἐν τάχει τὸ νόσημα προσδοκῶμεν. τά τε γὰρ ἄλλα καὶ διὰ
τὸ μέγεθος αὐτοῦ τὴν τοιαύτην προσδοκίαν εὔλογον ἦν
ἔχειν.
24. Δύο διέλιπεν ἄπυρος, ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ,
αὐτίκα δὲ τὴν νύκτα οὐκ ἐκοιμήθη, πάντα
παρέκρουσε.
Συμπληρωθείσης τῆς ἡμιῤῥόπου τε καὶ ἀπίστου κατὰ
τὴν ἑνδεκάτην ἡμέραν δύο διαλιπεῖν αὐτόν φησι, τουτέστι,
τήν τε δωδεκάτην καὶ τὴν τρισκαιδεκάτην, εἶτα πάλιν ὑποστρέψαι
κατὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν ἐν παραπλησίοις
γενέσθαι συμπτώμασιν.
25. Πεντεκαιδεκάτῃ οὖρον θολερὸν, ὡς ἐκ τῶν κατεστηκότων
γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξὺς, πάντα· παρέκρουσεν,
οὐκ ἐκοιμήθη γόνατα καὶ κνήμας ἐπωδύνως εἶχεν,
ἀπὸ δὲ κοιλίης βαλάνων προστιθεμένων μέλανα κόπρανα
ἦλθεν.
Εἰς ὀξύτητα πάλιν ὑποστρέψας ἀφίκετο διά τε τὸ μέγεθος
τοῦ νοσήματος, ὅπερ ἐξ ἀρχῆς ἔσχε, καὶ διότι κατὰ
τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ’ ἡ πρώτη κρίσις ἐγένετο, μηδέπω
τὰ τῆς πέψεως ὑπῆρχε σημεῖα τοῖς οὔροις. τὰ μέντοι
κατὰ γόνατα καὶ κνήμας ἀλγήματα τῆς κάτω ῥοπῆς τῶν
τὴν νόσον ἐργαζομένων χυμῶν ὄντα σημεῖα τῶν ἀγαθῶν
ἐστι δηλονότι. τὸ δὲ βαλάνων αὐτῷ προσθεμένων μέλανα
διαχωρήματα κοπρώδη μοχθηρὸν διὰ τὴν χροιάν.
26. Ἑξκαιδεκάτῃ οὖρα λεπτὰ, ἔχοντα ἐναιώρημα ἐπινέφελον,
παρέκρουσε.
Καὶ ταῦτα τῆς καταλαβούσης αὐτὸν ἐκ δευτέρου πάλιν
ὀξύτητος σημεῖά τε καὶ συμπτώματά ἐστιν, εἴ τι μεμνήμεθα
τῶν ἐν τῷ προγνωστικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον
τῶν ἐπιδημιῶν. ἐμὲ γὰρ οὐ δεῖ μυριάκις λέγειν τὰ
αὐτά.
27. Ἑπτακαιδεκάτῃ πρωῒ ἄκρεα ψυχρὰ, περιεστέλλετο, πυρετὸς
ὀξὺς, ἵδρωσε διόλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ
ἄπυρος, διψώδης, ἔμεσεν χολώδεα, ξανθὰ, ὀλίγα.
ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ’ ὀλίγον δὲ μέλανα,
ὀλίγα, λεπτὰ, οὖρα λεπτὰ, οὐκ εὔχροα.
Φαίνεται πάλιν ἑπτακαιδεκάτη τῶν ἡμερῶν ἱδρῶτά
τινα ποιησαμένη μὴ δυνηθέντα λῦσαι τὸ νόσημα διὰ τὴν
τῶν χυμῶν ἀπεψίαν, ἐφ’ οἷς φαίνεται νοσήσας ὁ ἄνθρωπος.
28. Ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης, ἐννεακαιδεκάτῃ διὰ
τῶν αὐτῶν.
Οὐδὲν ὅλως ἀξιόλογον ἔοικεν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν
βοηθῆσαι τῷ ἀνθρώπῳ, ὅμως γε μὴν φαίνεται διαμαχομένη
πρὸς τὴν νόσον ἡ φυσικὴ δύναμις αὐτοῦ καὶ τάχα
που καὶ νικῶσα.
29. Εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος· οὐκ ἐδίψη.
εἰκοστῇ πρώτῃ σμικρὰ παρέκρουσεν, ὑπεδίψη, ὑποχονδρίου
πόνος καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. εἰκοστῇ
τετάρτῃ οὔροισιν ὑπόστασις κατενόει πάντα. εἰκοστῇ
ἑβδόμῃ ἰσχίου δεξιοῦ ὀδύνη, οὖρα λεπτὰ καὶ εἶχον
ὑπόστασιν. τὰ δὲ ἄλλα εἶχεν ἐπιεικέστατα. περὶ δὲ εἰκοστὴν
ἐνάτην ὀφθαλμοῦ δεξιοῦ ὀδύνη, οὖρα λεπτά. τεσσαρακοστῇ
διεχώρησε φλεγματώδεα, λευκὰ, ὑπόσυχνα,
ἵδρωσε πολλῷ διόλου, τελέως ἐκρίθη.
Τρίτη μὲν αὕτη κρίσις ἐπιχειρησάσης καὶ νῦν τῆς φύσεως
λῦσαι τὸ νόσημα διὰ τῆς τῶν ἱδρώτων ἐκκρίσεως ἐν
ἡμέρᾳ κρισίμῳ, καθάπερ κᾀν ταῖς ἔμπροσθεν, ἦσαν γὰρ
κᾀκεῖναι κρίσιμοι. προσέθηκα δὲ τὸ οὐ δι’ ἄλλο τι ἢ
ἐπὶ τῷ τῶν οὐκ ὀρθῶς ἐν προῤῥητικῷ γεγραμμένων ἁμαρτάνειν,
πάμπολυ δὲ καὶ τῆς Ἱπποκράτους γνώμης καὶ τῆς
ἐπὶ τῶν καμνόντων προγνώσεως· καὶ διὰ τοῦτο λογίατροι
μέν εἰσιν· οὕτως γὰρ ὀνομάζουσιν οἱ πολλοὶ τῶν εἰδότων
ἀσχημονοῦντας ἐπὶ τῶν ἔργων, ἰατροὶ δ’ οὐκ εἰσὶν οἱ πιστεύοντες
τοῖς ἐν προῤῥητικοῖς καὶ Κωακαῖς προγνώσεσι
γεγραμμένοις ἀῤῥώστοις, εἰς ἑτέραν ἀναφέρουσι μαρτυρίαν
τῶν δοκούντων αὐτοῖς, παρατιθέμενοι τὰ κακῶς εἰρημένα
κατὰ τὸ προῤῤητικὸν ἢ τὰς Κωακὰς προγνώσεις, ἐάσαντες
δὲ τὰ κατὰ τὸ προγνωστικὸν καὶ τοὺς ἀφορισμοὺς καὶ τὰ
κατὰ τῶν ἐπιδημιῶν εἰρημένα καθολικὰ θεωρήματα,
καὶ ὅσα γε κατὰ τὸ προῤῥητικὸν καὶ τὰς Κωακὰς
προγνώσεις ἀληθῆ γέγραπται, ταῦτα μετενηνεγμένα παρὰ
τῶν τὰ βιβλία ταῦτα γραψάντων ἐξ ἀφορισμῶν καὶ προγνωστικῶν
καὶ τῶν ἐπιδημιῶν εἰς αὐτὰ, καθότι δέδεικταί
μοι κἀν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν. Λύκος δ’
οὐκ οἶδ’ ὅπως καὶ αὐτὸς ἀναπλησθεὶς τῆς τοιαύτης μοχθηρίας
εἰς Κόϊντον αὐτὴν ἀναφέρει, καίτοι Κοΐντῳ μὲν αὐτὸς
οὐδ’ ἐνιαυτὸν ὅλον συνεγένετο. Σάτυρος δὲ καὶ Φικιανὸς
ἐπὶ πλεῖστον αὐτῷ συνδιατρίψαντες οὐδεμίαν τοιαύτην
ἐξήγησιν εἰς Κόϊντον ἀνέφερον. οὐκ ἀκριβῶς γὰρ ἐπίσταμαι
τοῦτ’ ἐγὼ, ἀμφοτέροις διδασκάλοις χρησάμενος.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Γ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Β.
Ἐμοὶ μὲν οὔτ’ ἄλλο τι βιβλίον ἐγράφη
χωρὶς τοῦ δεηθῆναί τινας ἑταίρους καὶ μάλιστα τοὺς εἰς
ἀποδημίαν μακροτέραν στελλομένους, ἀξιώσαντας ἔχειν ὑπόμνημα
τῶν ὑπ’ ἐμοῦ ῥηθέντων αὐτοῖς ἢ δειχθέντων ἐν ταῖς
τῶν ζώων ἀνατομαῖς κᾀπὶ τῶν νοσούντων. ἐπεὶ δ’ ἐκπεσόντα
τινὰ καὶ ἄλλοις ἔδοξεν ἄξια σπουδῆς εἶναι, προτρεψαμένοις
με καὶ αὐτοῖς ἅπαντα τῆς ἰατρικῆς τέχνης τὰ μέρη
συμπληρῶσαι, κατὰ τὸν αὐτὸν τρόπον ὡς ἤδη τισὶν ἔδωκα
καὶ τοῦτ’ ἔπραξα. γινώσκων δ’ ἐμαυτὸν ἐν ἅπασιν αἷς ἐγεγράφειν
ἐξηγησάμενον ἀεὶ τὴν Ἱπποκράτους γνώμην, ἅμα
τῷ καὶ τὰς ἐπικαιροτάτας αὐτοῦ τῶν ῥήσεων παρατεθεῖσθαι,
περιττὸν ἡγούμην εἶναι γράφειν ἐξηγήσεις ἐν ὑπομνήμασι
καθ’ ἑκάστην λέξιν ἀπ’ ἀρχῆς ἕως τέλους ἁπάντων
αὐτοῦ τῶν βιβλίων. ἐπεὶ δὲ καὶ ταύτας ἐδεήθησαν ἔνιοι
τῶν ἑταίρων ἔχειν, ἀπὸ τῶν γνησιωτάτων καὶ χρησιμωτάτων
Ἱπποκράτους βιβλίων ἠρξάμην, τὸν αὐτὸν φυλάττων
σκοπὸν τοῖς συγγράμμασι ὃν κᾀν τοῖς ἔμπροσθεν ἐπεποιήμην.
ἔστι δ’ οὗτος ὅσα δηνεκῶς ἢ πλειστάκις ἐπὶ τῶν ἀῤῥώστων
ὁρᾶται, ταῦτα μόνα γράφειν ἄνευ τοῦ διελέγχειν
τοὺς ἤτοι τὰ σπάνια γράψαντας ἢ τὰ μηδ’ ὅλως ὁρώμενα
καὶ ψευδῆ παντάπασιν ὄντα. καί τοι τά τε εἰς τὸ περὶ
ἀγμῶν καὶ περὶ ἄρθρων ὑπομνήματα, καὶ πρὸς τούτοις
εἴς τε τὸ περὶ ἑλκῶν καὶ τῶν ἐν τῇ κεφαλῇ τρωμάτων,
ἀφορισμούς τε καὶ προγνωστικὸν οὕτως ἐγένετο. μετὰ δὲ
ταῦτα τοῖς ἑταίροις παρακαλέσασι πεισθεὶς ἐξηγήσεις ἐν
ὑπομνήμασιν ἔγραψα τοῦ περὶ διαίτης ὀξέων, προτέρου
μὲν ἄχρι τῆς τῶν βαλανείων χρήσεως μέρους τοῦ βιβλίου,
ὃ καὶ γνησιώτατον εἶναι πεπίστευται, δευτέρου δὲ μετ’ αὐτὸ,
καὶ γὰρ καὶ τοῦτο φαίνεται πολλὰ κατὰ τὴν Ἱπποκράτους
γνώμην ἔχειν ἐν ἑαυτῷ θεωρήματα. μετὰ δὲ τοῦτο
τοῦ περὶ χυμῶν ἐξήγησιν ἐποιησάμην διὰ ταχέων ἐν ἡμέραις
ὀλίγαις, ἐπειγομένου πρὸς ἀποδημίαν τοῦ παρακαλέσαντος
αὐτὸ γραφῆναι. δοξάντων δὲ καὶ τούτων ἔχειν καλῶς,
ἐξέπεσε γὰρ εἰς πολλοὺς, ἐκ τούτου συνέβη μὴ μόνον τοὺς
ἑταίρους, ἀλλὰ καὶ ἄλλους πολλοὺς τῶν φίλων ἰατρῶν προτρέψαι
πάντων τῶν Ἱπποκράτους βιβλίων ἐξηγήσεις ποιήσασθαι.
καὶ τοίνυν ἐποιησάμην ἤδη τοῦ τε κατ’ ἰατρεῖον
καὶ τοῦ πρώτου καὶ δευτέρου τῶν ἐπιδημιῶν, ἐφ’ οἷς μέλλοντος
ἄρξασθαί μου τῶν εἰς τὸ τρίτον ἐξηγητικῶν συνέβη
παρακληθῆναι πάνυ λιπαρῶς ὑπό τινων εἰς τὸ προῤῥητικὸν
ἤδη ποιῆσαι. ἐγένετο δ’ ἡ παράκλησις αὕτη λόγου ποτέ
ἐμπεσόντος ἡμῖν ἐν περιοδείᾳ περὶ τῶν ἐν τῷ προγνωστικῷ
καὶ τοῖς ἀφορισμοῖς εἰρημένων. ἐδείκνυον μὲν γὰρ ἅπαντα
ταῦτα μεγάλην ἔχειν ἐπὶ τῶν νοσούντων δύναμιν· ἐὰν δ’
ὡς καθολικοῖς τις προσχῇ τοῖς ἐν τῷ προῤῥητικῷ γεγραμμένοις
ἅπασι, πάμπολυ σφαλησόμενον. τοιαῦτα δ’ εἶναι καὶ
τὰ πλεῖστα τῶν κατὰ τὰς Κωακὰς προγνώσεις ἐδείκνυον,
ἀναμεμιγμένα τισὶ μὲν τῶν ἐν ἀφορισμοῖς εἰρημένων ἢ προγνωστικῷ,
τισὶ δὲ τῶν ἐν τοῖς ἐπιδημίοις, ἃ καὶ μόνα τῶν
ἔν ἐκείνοις τοῖς βιβλίοις γεγραμμένων ἐστὶν ἀληθῆ. τὰ δ’
ἄλλα πάντα μοχθηρῶς ἔχει κατὰ τὸ προῤῥητικὸν καὶ τὰς
Κωακὰς προγνώσεις. παρέγκειται μὲν οὖν τινὰ κᾀν τῷ
δευτέρῳ καὶ ἕκτῳ τῶν ἐπιδημιῶν, ὥσπερ καὶ κατὰ τοὺς
ἀφορισμοὺς ἐπὶ τῆς τελευτῆς. ἀλλὰ τἄλλα πάντα καὶ
κατὰ τὸ δεύτερον καὶ ἕκτον Ἱπποκράτους ἐστὶν, οὐκ ὀλίγα
μὲν ἐν ὑπομνήμασιν εὑρεθέντα, τινὰ δὲ καὶ τοῦ συνάγοντος
αὐτὰ προσθέντος. ἦν δ’ οὗτος ὁ τῶν Ἱπποκράτους υἱέων
εὐδοκιμώτατος, ὄνομα Θεσσαλὸς, ἀκριβῶς ἀκολουθήσας
τῇ γνώμῃ τοῦ πατρός. ἐν δὲ τῷ πρώτῳ καὶ
τρίτῳ τῶν ἐπιδημιῶν ἢ οὐδὲν ἢ βραχέα παντελῶς ὑποπτεύσειεν
ἄν τις ἐγγεγράφθαι. καθόλου δ’ ἐν τοῖς βιβλίοις
τούτοις θεωρήματα παντάπασιν ὀλίγα γέγραπται, διηγήσεως
οὔσης ἐν αὐτοῖς ψιλῆς τῶν συμβάντων, ἤτοι κοινῇ πολλοῖς
ἐν καταστάσεσιν ἐπιδήμοις ἢ καθ’ ἕκαστον ἰδίᾳ. συμπεληρωμένων
οὖν ἤδη τῶν ἐς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνημάτων,
ἐν τῷ μεταξὺ τρία συνέβη γραφῆναι διὰ τοὺς
παρακαλέσαντας, ὡς ἔφην, εἰς τὸ προῤῥητικὸν ὑπομνήματα,
δι’ ὧν ἐδείκνυον ἐν ἐκείνῳ τῷ βιβλίῳ τὰ πλεῖστα μοχθηρῶς
εἰρῆσθαι, πολλὰ μὲν ὡς καθόλου, καίτοι σπάνια ὄντα,
πολλὰ δ’ ἀόριστα διορισμῶν δεόμενα. σαφηνείας δ’ ἕνεκα
ἀναμιμνήσκω τινὸς ἐξ αὐτῶν τῶν μοχθηρῶς γεγενημένων
τισὶν, ἔν τε τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασι κᾀν τοῖς
εἰς τοὺς ἐν ταῖς ἐπιδημίαις ἀῤῥώστους. γεγραμμένης τοίνυν
ἐν τῷ προῤῥητικῷ τοιαύτης τινὸς λέξεως οἱ ἐξ ὑποχονδρίων
πυρετοὶ κακοήθεες. ἔνιοι τῶν ἐξηγησαμένων τὸ
βιβλίον ἀναμιμνήσκουσιν ἡμᾶς τῶν ἐν τοῖς ἐπιδημίοις ἀῤῥώστων
ἐκείνους προχειριζόμενοι μόνους, ἐφ’ ὧν ἀποθανόντων
ἤτοι σύντασιν ὑποχονδρίων ἔγραψεν ὁ Ἱπποκράτης γεγονέναι
κατὰ τὸν τῆς νόσου καιρὸν ἢ ὀδύνην ἢ παλμὸν,
ἤ τι τοιοῦτον σιωπῶντες τοὺς σωθέντας ἐξ αὐτῶν. Ἱπποκράτης
δ’ ὥσπερ τἄλλ’ ἐπὶ τῶν ὀξέων νοσημάτων χρήσιμα κατὰ
τὸ προγνωστικὸν ἔγραψεν, οὕτω καὶ τὰ περὶ τῶν ὑποχονδρίων
ἐν ἐκείνῳ τῷ μέρει τοῦ συγγράμματος, οὗ κατὰ τόνδε τὸν
τρόπον ἄρχεται. ὑποχόνδριον ἄριστόν ἐστιν ἀνώδυνόν τε
ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά·
αὕτη μὲν ἡ ἀρχὴ τῆς ὅλης ῥήσεώς ἐστιν οὔσης μακρᾶς,
ἐν ᾗ διδάσκει περὶ τῶν ὑποχονδρίων ὁ Ἱπποκράτης. ὁ δ’
ἀποφηνάμενος ἁπλῶς τοὺς ὑποχονδρίων πυρετοὺς κακοήθεας
ἄνευ τῶν προσηκόντων διορισμῶν, οὓς ἔγραψεν Ἱπποκράτης
ἐν τῷ προγνωστικῷ προφανῶς ψεύδεται· πολὺ γὰρ ἦν
ἀληθέστερον εἰπεῖν, οἱ ἐπ’ ἐγκεφάλῳ πάσχοντι πυρετοὶ κακοήθεες·
οἱ ἐπὶ μήνιγξι πασχούσαις πυρετοὶ κακοήθεες.
οἱ ἐπὶ πνεύμονι πάσχοντι πυρετοὶ κακοήθεες· ἔτι δὲ μᾶλλον
τούτων οἱ ἐπὶ καρδίᾳ πασχούσῃ πυρετοὶ κακοήθεες ἢ
οἱ ἐξ ὑποχονδρίων πυρετοί. κυρίως μὲν ἀκουόντων τῆς
προσηγορίας τῶν ὑποχονδρίων ἐπιεικέστατοι πάντων εἰσὶ
τῶν ὀξέων πυρετῶν, οὐ κυρίως δ’, ἀλλὰ συμπεριλαμβανόντων
τῇ προσηγορίᾳ καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ καὶ τὸν
σπλῆνα καὶ τὰς φρένας, ἔνιοι μὲν αὐτῶν κακοήθεις, ἔνιοι
δ’ ἐπιεικεῖς, ὡς ἐν τοῖς περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασι
διώρισται. τουτὶ μὲν ἕν σοι παράδειγμα ἔστω
τῶν τ’ ἐν τῷ προῤῥητικῷ γεγραμμένων οὐκ ὀρθῶς καὶ τῶν
ἐξηγησαμένων, ὡς εἶπον ἄρτι, δι’ ἀλλήλων τὰ βιβλία. κατὰ
μὲν τὸ προῤῥητικὸν οὕτως ἐξηγοῦνται· καλῶς εἶπεν οἱ ἐξ
ὑποχονδρίων πυρετοὶ κακοήθεες. ἐν γοῦν τοῖς τῶν ἐπιδημιῶν
ὅδε καὶ ὅδε φαίνονται τεθνεῶτες ὑποχόνδριον πάσχοντες·
ἐν δ’ αὐτοῖς τῶν ἐπιδημιῶν, ὅταν ἐπὶ τοὺς αὐτοὺς
ἔλθωσιν, ὀρθῶς τόνδε τὸν ἄῤῥωστον φασὶν ἀποθανεῖν. εἰρῆσθαι
γὰρ ἐν τῷ καθόλου κατὰ τὸ προῤῥητικὸν, οἱ ἐξ
ὑποχονδρίων πυρετοὶ κακοήθεες. εἰ δ’ οὕτως ἐξηγεῖσθαι
χρὴ, πρῶτον μέν ἐστιν ἀπόφασιν ἐναντίαν τῇ κατὰ τὸ
προῤῥητικὸν εἰπεῖν, οἱ ἐξ ὑποχονδρίων πυρετοὶ μέτριοι.
δεύτερον δ’ ἐπ’ αὐτῇ δεικνύναι τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν
σωθέντας, ὑποχονδρίων πεπονθότων. ἓν μὲν δὴ
τοῦτ’ ἔστι παράδειγμα, ὡς ἔφην, μοχθηρῶν ἐξηγήσεων.
ἕτερον δὲ τὸ τῶν ἐπιπεπλεγμένων ἀλλήλαις διαθέσεων, ᾧ καὶ
αὐτῷ πολλῷ φαίνεται κεχρημένος ὁ γράψας τὸ προῤῥητικὸν,
ὡς ἐν τοῖς εἰς αὐτὸ γεγονόσιν ὑπομνήμασιν ἐδείκνυον.
ἐπιπεπληγμένας δὲ λέγω διαθέσεις ἐν αἷς πλείω τὰ
πεπονθότα μόρια· δύναται γὰρ ὁ αὐτὸς ἄνθρωπος οὐ κατὰ
θώρακα πεπονθέναι μόνον, ἀλλὰ καὶ κατὰ τὸν πνεύμονα
καὶ τὴν κεφαλὴν, ἐγχωρεῖ δ’ αὐτοῖς προσθεῖναι καὶ κατὰ
γαστέρα καὶ ἧπαρ. ἐὰν οὖν γράφῃ ποτὲ σύμπτωμα φρενίτιδος
ἐσομένης δηλωτικόν· ἑξῆς δ’ αὐτῷ προσθῇ καὶ ἄλλο
περιπνευμονίας ἴδιον καὶ φλεγμονῆς ἥπατος ἢ γαστρὸς ἤ
τινος τῶν ἄλλων, εἶτα χαλεπωτέραν εἶναι φάσκει τὴν διάθεσιν
ἐκείνοις τῶν ἀνθρώπων, οἷς δύο ἢ πλείω μόρια πάσχει,
μοχθηρὰν ποιήσεται διδασκαλίαν. ἔσεται γὰρ ὁ τρόπος
τῶν λόγων τοιόσδε· οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι
μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης ἀγρυπνέοντες,
ἆρά γε ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσι; μυκτὴρ
ἐν τούτοις ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν
ἀρχομένοισι, κοιλίης περίπλυσις ἐξέρυθρος.
ἡπατικόν ἐστι σύμπτωμα δυνάμενον μὲν καὶ σὺν τοῖς προειρημένοις
γενέσθαι, καθάπερ καὶ πλευρῖτις ἢ περιπνευμονία
τοῖς κωματώδεσιν ἐκείνοις συνέπεσε, οὐ μέντοι τῆς αὐτῆς
διαθέσεως σημεῖον ὑπάρχον. εἰ δέ τις ἐθέλοι τά τ’ ἐν τῷ
προῤῥητικῷ κακῶς εἰρημένα καὶ τοῖς δι’ ἀλλήλων ἐξηγουμένοις
τά τ’ ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένα καὶ τοὺς ἐν
τοῖς τῶν ἐπιδημιῶν ἀῤῥώστοις ἐλέγχειν, ἀναγνώτω τὰ εἰς
τὸ προῤῥητικὸν ὑπομνήματα. ἐγὼ μὲν οὖν τοὺς ἐν τῷ
πρώτῳ καὶ δευτέρω βιβλίῳ γεγραμμένους ἀῤῥώστους ἐξηγησάμην
ἔμπροσθεν ἄνευ τῶν εἰς τοὺς μοχθηρῶς ἐξηγουμένους
ἐλέγχων. ἐπεὶ δὲ πολλοὶ τῶν ἑταίρων ἠξίωσάν με ἐπ’ ὀλίγων
ἀῤῥώστων ἐπισημῄνασθαι περὶ τῶν οὐκ ὀρθῶς ἐξηγουμένων,
ἠναγκάσθην εἰς τρεῖς ἀῤῥώστους μόνους ἓν ἐξηγητικὸν
βιβλίον ποιήσασθαι τὸ πρὸ τούτου. νῦν δ’ ἡγοῦμαι
πάλιν ἄμεινον εἶναι κατὰ τὸν αὐτὸν τρόπον ἐξηγεῖσθαι τοὺς
ὑπολοίπους, ὅνπερ καὶ ἔμπροσθεν ἤδη τοὺς ἐν τῷ πρώτῳ
τῶν ἐπιδημιῶν ἐξηγησάμην. κινδυνεύω γὰρ εἰς ἕτερον ἐμπεσεῖν
ἔγκλημα τῶν μισούντων μέγεθός τε καὶ μῆκος
ὑπομνημάτων.
1. Ἐν Θάσῳ Φιλίστης κεφαλὴν ἐπόνει χρόνον πολὺν καί ποτε
καὶ ὑποκαρωθεὶς κατεκλίθη. ἐκ δὲ πότων, πυρετῶν
συνεχῶν γενομένων ὁ πόνος παρωξύνθη νυκτὸς, ἐπεθερμάνθη
τὸ πρῶτον. τῇ πρώτῃ ἤμεσε χολώδεα ὀλίγα, ξανθὰ
πρῶτα, μετὰ δὲ ταῦτα ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίης
κόπρανα διῆλθε, νύκτα δυσφόρως. δευτέρῃ κώφωσις,
πυρετὸς ὀξὺς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν εἰς
τὰ ἔσω, οὖρα λεπτὰ διαφανέα, εἶχεν ἐναιώρημα γονοειδὲς
μικρὸν, ἐξεμάνη περὶ μέσον ἡμέρης, τρίτῃ δυσφόρως, τετάρτῃ
σπασμοὶ, παρωξύνθη πάντα, πέμπτῃ πρωῒ
ἀπέθανεν.
Ὡς μεμνημένοις ὦν εἴς τε τὸ προγνωστικὸν
ἐξηγησάμην καὶ τοὺς ἀφορισμοὺς καὶ τὸ προῤῥητικὸν, ἔτι τε
τὸ πρῶτον καὶ δεύτερον τῶν ἐπιδημιῶν, οὕτω ποιήσομαι
τὸν λόγον, ὑπὲρ τοῦ μὴ μακρολογεῖν. ὀρθοστάδην οὗτος ὁ
ἄνθρωπος ἐνόσει κεφαλὴν ἀλγῶν, ὥσπερ καὶ ὁ πρὸ αὐτοῦ
γεγραμμένος. ἀλλ’ ἐπὶ τούτου μὲν οὐ σμικρὸν προσέθηκε
σύμπτωμα τὸ καρωθῆναι ποτ’ αὐτὸν, ἐπ’ ἐκείνου δὲ προσέθηκε
καὶ τὴν ἀρχὴν τῆς νόσου τούτῳ μὲν ἐξ ἁμαρτήματος
μεγάλου φησὶ γεγονέναι. πεπονθυίας γὰρ ἰσχυρῶς κεφαλῆς
μέγιστόν ἐστι κακὸν οἴνου πόσις δαψιλής. ἐπ’ ἐκείνου δὲ
ἐκ προφάσεώς φησιν ἄρξασθαι τὴν νόσον, ὥστ’ ἐπ’ ἐκείνου
μὲν οὐδέπω τὸν ἐγκέφαλον ἡγεῖται πεπονθέναι, μόνης δὲ
τῆς ἐν τῇ κεφαλῇ πλεονεξίας τῶν χυμῶν εἶναι τὰ συμπτώματα.
τῷ Φιλίστῃ δὲ τούτῳ καὶ αὐτὸν ἐν τῷ χρόνῳ τὸν
ἐγκέφαλον ἐν διαθέσει γεγονέναι μοχθηρᾷ. προσγενομένης
δὲ τῆς ἐν τῷ πότῳ βλάβης οὕτως μέγα καὶ ἰσχυρὸν ἀπειργάσατο
πάθος, ὡς ἀποκτεῖναι πεμπταῖον αὐτόν. ὅσα δὲ
κατὰ τὰς ἡμέρας ταύτας ὁ Ἱπποκράτης ἔγραψε γενέσθαι
συμπτώματα τῷ Φιλίστῃ, τὰ μὲν τῆς κατὰ τὴν νόσον ὀξύτητός
ἐστιν, ὡς εἰ καὶ μηδὲν ἐγκέφαλος ἐβέβλαπτο, τὰ δὲ
αὐτοῦ τοῦ ἐγκεφάλου. τῆς μὲν οὖν κατὰ τὴν νόσον ὀξύτητος
τά τε κατὰ τοὺς ἐμέτους ἐστὶ συμπτώματα καὶ τῶν
οὔρων ἡ ποιότης· αὐτοῦ δὲ τοῦ ἐγκεφάλου ἥ τε κώφωσις
καὶ ὁ σπασμὸς καὶ τὸ ἐκμανῆναι. τὸ δ’ οὕτως εἰρημένον
ὑπὸ τοῦ συγγραφέως ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν
εἰς τὸ εἴσω· γίνεται μὲν ὅταν ὑπὸ τοῦ διαφράγματος ἕλκηται
τὰ κατ’ αὐτό. τὸ διάφραγμα δ’ αὐτὸ τείνεται ποτὲ
μὲν πλευρίτιδι διὰ τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ τὰς πλευρὰς
ὑπεζωκότος ὑμένος, ποτὲ δὲ διὰ τὴν ἀρχὴν τῶν νεύρων
ἀνασπῶσαν ἐφ’ ἑαυτὴν τὰ καθήκοντα πρὸς τὸ διάφραγμα
νεῦρα, διὰ φλεγμονὴν ἰδίαν. ἀλλὰ νῦν γε τῶν εἰρημένων τριῶν
εὐλογώτερόν ἐστι διὰ τὴν τῶν νεύρων τάσιν ἀνασπώμενον
αὐτὸ ἀνεσπακέναι τὸ ὑποχόνδριον· ὡς τὰ πολλὰ μὲν οὖν
καὶ ἄμφω τὰ ὑποχόνδρια κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω
γίνεται. συμβαίνει δ’ ἐνίοις καὶ τὸ ἕτερον μόνον, ὅταν καὶ
τὸ τῆς ἀρχῆς τῶν νεύρων, τὸ μὲν ἕτερον μέρος ἰσχυρῶς ᾖ
πεπονθὸς, τὸ δ’ ἕτερον ἢ μηδ’ ὅλως ἢ μετρίως.
2. Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ ποτοῦ πῦρ ἔλαβεν
αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον, οὐκ ἐκοιμᾶτο,
κοιλίη ταραχώδης ἐπὶ λεπτοῖσιν ὑποχολώδεσι. τρίτῃ πυρετὸς
ὀξὺς, κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω,
μετ’ ὀλίγον δὲ ῥῖγος, σπασμοὶ, πάντα παρέκρουσε, νύκτα
δυσφόρως. τετάρτῃ δι’ ἡσυχίης μικρὰ ἐκοιμήθη, παρέλεγε·
πέμπτῃ ἐπιπόνως, πάντα παρωξύνθη ληρός·
νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη· ἕκτῃ διὰ τῶν αὐτῶν·
ἑβδόμῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε διόλου, ἐκρίθη,
τούτῳ διὰ τέλεος ἀπὸ κοιλίης διαχωρήματα χολώδεα
ὀλίγα, ἄκρητα, οὖρα λεπτὰ, εὔχροα, ἐναιώρημα ἐπινέφελον
ἔχοντα· περὶ δ’ ὀγδόην οὔρησεν εὐχροώτερα, ἔχοντα
ὑπόστασιν λευκὴν, ὀλίγην, κατενόει, ἄπυρος διέλιπεν·
ἐνάτῃ ὑπέστρεψε· περὶ δὲ τεσσαρεσκαιδεκάτην
πυρετὸς ὀξύς. ἑξκαιδεκάτῃ ἤμεσε χολώδεα, ξανθὰ
ὑπόσυχνα. ἑπτακαιδεκάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς,
ἵδρωσεν, ἄπυρος ἐκρίθη, οὖρα μετ’ ὑποστροφὴν καὶ
κρίσιν εὔχροα, ὑπόστασιν ἔχοντα, οὐδὲ παρέκρουσεν ἐν
τῇ ὑποστροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο σμικρὰ, ἐπεδίψα,
οὖρα λεπτὰ ἐναιώρημα ἐπινέφελον, σμικρὰ παρέκρουσε.
περὶ δὲ ἐννεακαιδεκάτην ἄπυρος, τράχηλον ἐπωδύνως
εἶχεν, οὔροις ὑπόστασις, τελείως ἐκρίθη εἰκοστῇ.
Οὗτος ὁ ἄνθρωπος ἐκ πλήθους φαίνεται καὶ μάλιστα
χολωδῶν νοσήσας. ἐξετάζων δ’ ἐπ’ αὐτοῦ τά τε κατὰ τὰς
κρισίμους ἡμέρας δεδειγμένα καὶ τὰ περὶ τῶν οὔρων, εὑρήσεις
συμφωνοῦντα κατὰ λόγον αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἡμέρας
ἀπαλλαγέντα τελέως. ἔνια μέντοι τῶν ἀντιγράφων
οὐκ ἔχει προσγεγραμμένον τῷ τέλει τῆς διηγήσεως τὸ εἰκοστῇ,
καίτοι τῶν δοκιμωτάτων οὕτως εἰδότων γεγραμμένην
τὴν ῥῆσιν.
3. Τὴν Εὐρυάνακτος θυγατέρα παρθένον πῦρ ἔλαβεν, ἦν δ’
ἄδιψος διὰ τέλεος, γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ
κοιλίης σμικρὰ διῄει. οὖρα ὀλίγα λεπτὰ, οὐκ εὔχροα.
ἀρχομένου δὲ τοῦ πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ
ἐοῦσα ἄπυρος οὐκ ἵδρωσεν, ἐκρίθη. τὸ δὲ περὶ τὴν
ἕδρην σμικρὰ ἐξεπύησεν, ἐῤῥάγη ἅμα κρίσει. μετὰ κρίσιν
ἑβδομαίη ἐοῦσα ἐῤῥίγωσε σμικρὰ, ἐπεθερμάνθη, ἵδρωσε.
μετὰ δὲ κρίσιν ὀγδαῖος ἐοῦσα ἐῤῥίγωσεν οὐ πολλὰ, ὕστερον
δὲ ἄκρεα ψυχρὰ ἀεί. περὶ δὲ δεκάτην κατὰ τὸν
ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει.
ἔλεγον δὲ γευσαμένην βότρυος ταῦτα παθεῖν. διαλιποῦσα
δὲ δωδεκάτην πάλιν πολλὰ παρελήρει, κοιλίη
ἐπεταράχθη χολώδεσιν ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι,
πυκνὰ ἀνίστατο. ἀφ’ ἧς δὲ παρέκρουσε τοῦ
ὕστερον, ἀπέθανεν ἑβδόμῃ. αὕτη ἀρχομένου τοῦ νοσήματος
ἤλγει φάρυγγα καὶ διὰ τέλεος ἔρευθος εἶχε, καὶ γαργαρεὼν
ἀνεσπασμένος, ῥεύματα πολλὰ σμικρὰ, λεπτὰ,
δριμέα, ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν, ἀπόσιτος πάντων,
παρὰ πάντα τὸν χρόνον οὐδ’ ἐπεθύμησεν οὐδενὸς, ἄδιψος,
οὐδ’ ἔπινεν, οὐδὲν ἄξιον λόγου, σιγῶσα, οὐδὲν διελέγετο,
δυσθυμίη ἀνελπίστως ἑωϋτῆς εἶχεν. ἦν δέ τι καὶ
συγγενικὸν φθινῶδες.
Μετὰ τὸ διηγήσασθαι τὰ γενόμενα ταύτῃ νοσούσῃ
μέχρι θανάτου, προσέθηκεν αὐτὸς ὅλης τῆς νόσου
τὴν ὑπόθεσιν, ἐφ’ ᾗ προσηκόντως ἀπέθανεν. ἀπὸ κεφαλῆς
γὰρ αὐτῇ φησὶν εἰς πνεύμονα γενέσθαι κακὰ ῥεύματα, φάρυγγι
καὶ γαργαρεῶνι λυμαινόμενα. προσέθηκε δὲ τῷ λόγῳ
καὶ τὸ, ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες, οὗ μεμνῆσθαι
χρὴ καὶ μὴ πείθεσθαι τοῖς λέγουσι σοφισταῖς οὐδὲν
εἶναι πάθος συγγενικόν. ἀλλὰ τοῦτο μὲν αὐτὸ καθ’ ἑαυτὸ
μόνον οὐκ ἂν οὕτω ταχέως ἀπέκτεινεν αὐτὴν, ἡ δ’ ἐπιπλακεῖσα
τῷ παθήματι τούτῳ νέφρωσις τῆς φυσικῆς δυνάμεως
αἰτία τοῦ θᾶττον ἀποθανεῖν ἐγένετο. δεδήλωται δ’
αὕτη διὰ τῆσδε τῆς λέξεως, ἦν δ’ ἄδιψος διὰ τέλεος, γεύματα
οὐ προσεδέχετο. προείρηται δέ μοι περὶ τῆς τούτων
τῶν συμπτωμάτων κακοηθείας ἐν τῷ πρὸ τούτου γράμματι.
καὶ αὐτὸς δ’ ὁ Ἱπποκράτης ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως
πάλιν ἐπισημαινόμενος, ὥσπερ εἴωθε, τά τε τοῦ θανάτου
καὶ τῆς σωτηρίας αἴτια τοῖς ἀῤῥώστοις γινόμενα προσέγραψε.
ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ’
ἐπεθύμησεν οὐδενὸς, ἄδιψος, ἔσχατόν τι μῖσος αὐτῇ γεγονέναι
σιτίων ἐνδεικνύμενος, ὡς μηδ’ εἰς ἐπιθυμίαν ἀφικνεῖσθαί
τινος, οἵαν ἴσχουσιν ἔνιοι τῶν ἀνορεκτούντων ἐξ
ἀναμνήσεως, ἐφ’ οἷς ἔμπροσθέν ποτε διετέθησαν ἡδέως.
ὁρῶμεν γὰρ ὁσημέραι τῶν ἀνορεκτούντων ἐν νόσοις τινὰς
ἅμα τὸ γεύσασθαί τινων ἀποστρεφομένους αὐτῶν, τινὰς δ’
οὐδὲ γεύσασθαι τολμῶντας. ἀλλ’ ὅμως καὶ τούτων οἱ πλεῖστοι
τοῖς πυνθανομένοις αὐτῶν, εἴ τινος ἐπιθυμοῖεν, ἀποκρίνονταί
τινα βρώματα, κατὰ μνήμην τῶν ἔμπροσθεν ἡσάντων
αὐτοὺς τοῦτο ποιοῦντες. καὶ μέγιστόν γέ τοι σημεῖον
ἔστω τῆς ὀρεκτῆς τῶν σιτίων δυνάμεως ἐν νεκρώσει παντελεῖ
γινομένης, ἐὰν παρασκευασθέντων ὧν ἐπιθυμεῖν φασὶν
ἅμα τὸ γεύσασθαι μέμψωνταί τε καὶ μηκέτι προσενέγκωνται.
κάκιστα δ’ ἐχόντων καὶ τούτων, ἔτι μοχθηρότερον αὐτῶν
οἱ μηδ’ ἐπιθυμήσαντές τινων διάκεινται, νέκρωσιν
ἐσχάτην ἐνδεικνύμενοι τῆς φυσικῆς δυνάμεως, ᾗ σιτίων τε
καὶ πομάτων ὀρεγόμεθα. διὰ ταῦτα τοίνυν ἀποθανούσης
τῆς γυναικὸς οὐδὲν ἔτι δεόμεθα τὴν διαφορὰν τῶν ἀντιγράφων
ἐπισκοπεῖσθαι καὶ ἀνακρίνειν ἐν τῇ τῶν ἡμερῶν
ἐξετάσει. μηδεμίαν γὰρ αὐτῶν ἐχουσῶν τάξιν, ἐπειδὴ τὸ
ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καὶ τὸ συγγενικὸν φθινῶδες αἴτιον
ἐγένετο τοῦ θανάτου, διὰ τοῦτο καὶ τὴν τῶν ἀντιγράφων
διαφωνίαν δύσκριτόν τε ἅμα καὶ περιττὴν ἡγησάμενος
ἀπέλιπον.
4. Ἡ κυναγχικὴ ἡ παρὰ τὰ Βίτωνος, ἣ πρῶτον ἀπὸ γλώσσης
ἤρξατο, ἀσαφὴς ἡ φωνὴ, γλῶσσα ἐρυθρὴ, ἐπεξηράνθη.
τῇ πρώτῃ φρικώδης, ἐπεθερμάνθη, ῥῖγος, πυρετὸς ὀξὺς,
οἴδημα ὑπέρυθρον, σκληρὸν, τραχήλου καὶ ἐπὶ στῆθος ἐξ
ἀμφοτέρων, ἄκρεα ψυχρὰ, πελιὰ, πνεῦμα μετέωρον, ποτὸν
διὰ ῥινῶν ἐχεῖτο, καταπίνειν οὐκ ἠδύνατο, διαχωρήματα
καὶ οὖρα ἐπέστη. τετάρτῃ πάντα παρωξύνθη,
πέμπτῃ ἀπέθανε, κυναγχική. πι. ευ. ε. εθ.
Οὔτε ἐν ἅπασι τῶν ἀντιγράφων οὕτως εὑρίσκεται γεγραμμένον
τὸ τέλος τῆς ῥήσεως οὔτ’ ὑπὸ τῶν ἐξηγησαμένων
τὸ βιβλίον ἁπάντων φαίνεται γινωσκόμενον. ἀλλὰ καὶ
τούτων ἔνιοι μὲν ἀντὶ τοῦ πέμπτῃ ἑβδόμῃ γράφουσιν, ἔνιοι
δ’ ὀγδόῃ. Καπίτων δ’ οὐκ οἶδα τί δόξαν αὐτῷ καὶ
τὸ τῆς ἡμέρας ἀφείλετο καὶ τὸ κυναγχική. καὶ πρὸ τούτων
δ’ ἔτι τὸ τετάρτῃ πάντα παρωξύνθη χωρὶς τοῦ τετάρτῃ
γράφει, τὸ τέλος ὅλης τῆς ῥήσεως τοιοῦτον ποιήσας,
διαχωρήματα καὶ οὖρα ἐπέστη, πάντα παρωξύνθη ἀπέθανε.
περὶ μὲν οὖν τῆς βελτίονος γραφῆς ὕστερον ἐπισκεψόμεθα·
πρότερον δὲ τῶν εἰρημένων ἐπ’ αὐτῆς ἐξηγησόμεθα τὰ μὴ
σαφῆ, τοῦτο γάρ ἐστι τὸ μάλιστα προκείμενόν μοι ἐν τοῖς
ἐξηγητικοῖς βιβλίοις. φαίνεται δὴ τὸ πνεῦμα μετέωρον οὐκ
εἶναι σαφὲς, ἀμέλει Σαβῖνος ὑπὲρ αὐτοῦ κατὰ τήνδε τὴν
λέξιν ἔγραψε. μετέωρος δ’ ἦν ἡ ἀναπνοὴ, τουτέστιν. ἄκρα
τῇ ῥινὶ ἀνέπνει, διὰ φλεγμονὴν τῆς ἀρτηρίας, κλειομένης
τῆς εὐρυχωρίας καὶ μηκέτι δυναμένης τῆς ὁλκῆς τοῦ πνεύματος
εἰς τὸν πνεύμονα γενέσθαι. ἀσαφὴς δ’ ἐστὶ καὶ ἡ
αὐτοῦ τοῦ Σαβίνου ῥῆσις, ὡς ἐξηγητοῦ πάλιν ἑτέρου δεῖσθαι.
δοκεῖ δέ μοι βούλεσθαι δηλοῦν ἐκείνους ἀναπνεῖν
ἄκρᾳ τῇ ῥινὶ τοὺς κινοῦντας αὐτῆς ἐν ταῖς ἀναπνοαῖς τὰ
πτερύγια. πολλοὺς γὰρ τῶν νοσούντων οὕτως εἴδομεν ἀναπνέοντας,
ὡς ἐν μὲν ταῖς εἰσπνοαῖς προστέλλειν, ἐν δὲ ταῖς
ἐκπνοαῖς διαστέλλειν αὐτὰ, καὶ συμβαίνει γε τοῦτο τοῖς τε
πνιγομένοις ὑπὸ κυνάγχης ἢ περιπνευμονίας ἢ ἐμπυήματος,
ἔτι τε τοῖς ἀῤῥώστοις τὴν δύναμιν. ὅπως μὲν οὖν ἐπὶ τῶν
ἀῤῥώστων γίνεται νῦν οὐκ ἀνάγκη λέγειν· ὅπως δ’ ἐπὶ τῶν
διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, νῦν ἐροῦμεν
εὐθὺς καὶ διὰ τί μετέωρον ὠνόμασεν ὁ Ἱπποκράτης τὸ
τοιοῦτον πνεῦμα, συνεξηγησόμενοι. φαίνεται γὰρ τοῖς οὕτω
διακειμένοις τὰ τοῦ θώρακος ὑψηλὰ μέχρι τῶν ὠμοπλατῶν
κινούμενα, καὶ τοῦτ’ εὔλογον εἰρῆσθαι νῦν ὑπ’ αὐτοῦ
μετέωρον πνεῦμα γινόμενον, οὐ μόνον ἐν τοῖς κυναγχικοῖς,
ἀλλὰ κᾀν τοῖς περιπνευμονικοῖς καὶ τοῖς ἐμπυηκοῖς ὀνομαζομένοις
πάθεσι. γίνεται δὲ καὶ χωρὶς πυρετῶν ἐπὶ τῶν ἰδίως
ὀνομαζομένων ὀρθοπνοϊκῶν τε καὶ ἀσθματικῶν. ἀπὸ γὰρ
τοιούτων συμβεβηκότων ἑκάτερον τῶν ὀνομάτων τῷ πάθει
τούτῳ τέθειται, τὸ μὲν ἆσθμα διὰ τὴν ὑπειγμένην ἀναπνοὴν,
ἣ καὶ τοῖς δραμοῦσιν ὀξέως γίνεται· τὴν δ’ ὀρθόπνοιαν
ἐπειδὴ διὰ τὸ πνίγεσθαι κατακειμένους σχηματίζουσιν
ἑαυτοὺς ὀρθίους· ἔνιοι δὲ καὶ ἀναγκάζονται καὶ τελέως
ἐξανίστασθαι. γέγραπται δὲ κᾀν προγνωστικῷ κατὰ
λέξιν οὕτως λεγομένην· αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι
καὶ τάχιστ’ ἀναιροῦσαι, ὅσαι μήτ’ ἐν τῇ φάρυγγι ἔκδηλον
μηδὲν ποιέουσι μήτ’ ἐν τῷ αὐχένι· πλεῖστον δὲ πόνον παρέχουσι
καὶ ὀρθόπνοιαν. ἡ αὐτὴ τοίνυν αἰτία τήν τ’ ὀρθόπνοιαν
ἐργάζεται τοῖς πνιγώδεσι πάθεσι καὶ τὸ προσαγορευόμενον
ἀρτίως μετέωρον πνεῦμα. κατὰ φύσιν μὲν γὰρ
ἔχοντες, ὅταν ἐν ἡσυχίᾳ πάντων τῶν κατὰ προαίρεσιν ὦμεν
ἐνεργειῶν, μόνοις τοῖς κατὰ τοῦ θώρακος μέρεσι τοῖς κατὰ
τὰς φρένας ἀναπνέομεν, ὡς ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς
αἰτίων ἐδείχθη. πλείονος δ’ εἰσπνοῆς δεόμενον καὶ τὰ συνεχῆ
τοῖς κάτω συγκινοῦμεν. ἐπειδὰν δὲ πλείστης
δεώμεθα, καὶ τὰ κατὰ τὰς ὠμοπλάτας μόρια κινοῦμεν, ἅπαντι
τῷ θώρακι βιαίως ἐνεργοῦντες. ἀλλὰ τοῦτο μὲν ἡμῖν ὑγιαίνουσι
γίνεται δραμοῦσιν ὀξέως ἢ ὁπωσοῦν σφοδρῶς κινηθεῖσι,
διὰ τὸ πλείονος εἰσπνοῆς δεῖσθαι. κατὰ δὲ τὰς περιπνευμονίας
καὶ τὰ τῶν ἐμπύων παθήματα ἤτοι πάθη καὶ
τὰς ἐπὶ τῶν πυρετῶν ὀρθοπνοίας, διὰ τὴν στενοχωρίαν
τῶν ἀναπνευστικῶν ὀργάνων, οὐ δυναμένων καταδέξασθαι
τοσαύτην οὐσίαν ἀέρος, ὅσης χρῄζει τὸ ζῶον. ἀπλήρωτος
οὖν ἡ χρεία τῆς ἀναπνοῆς γινομένη κίνδυνον ἐπάγει πνιγὸς,
καὶ διὰ τοῦτο ἀναγκάζονται συνεχῶς τε καὶ παντὶ τῷ
θώρακι ποιεῖσθαι τὴν ἀναπνοήν· ἐπὶ δὲ τῆς συνάγχης αἱ
μὲν κατὰ τὸν πνεύμονα κοιλίαι τοῦ πνεύματος, ἐν αἷς ἀναπνέομεν,
πνέομεν, ἄφρακτοί εἰσι καὶ καθαραί. φλεγμαινόντων δὲ τῶν
ἐν τῷ λάρυγγι μυῶν στενοχωρία γίνεται κατὰ τὴν εἴσοδον
τὴν πρώτην τοῦ ἔξωθεν ἀέρος, ὃν διὰ τῆς εἰσπνοῆς ἕλκομεν,
ὥστε καὶ νῦν καθ’ ἑτέραν μὲν αἰτίαν, ὡσαύτως δ’ ἀπλήρωτος
ἡ χρεία γίνεται τῆς ἀναπνοῆς, ὡς ἐπ’ ἀσθματικῶν,
ἐμπύων τε καὶ περιπνευμονικῶν ἐνεγίνετο. διὰ τοῦτο ἐξορμῶσιν
οἱ πνιγόμενοι διανίστασθαί τε καὶ παντὶ τῷ θώρακι
βιαίως ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα. κατὰ τοῦτο μὲν δὴ
τοῖς κυναγχικοῖς τὸ μετέωρον ὠνομάσθαι πνεῦμα λογίσαιτ’
ἄν τις. ἐγχωρεῖ δὲ καὶ διὰ τὸ μετεωρίζειν ἑαυτοὺς ἐθέλειν
οὕτως εἰρῆσθαι, ταυτὸν σημαίνοντος τοῦ μετεώρου
πνεύματος τῇ κατὰ τὸ προγνωστικὸν ὀρθοπνοίᾳ. γέγραπται
δ’ ἐν τῇ διηγήσει τῆς προκειμένης ἐν τῷ λόγῳ κυνάγχης,
ὡς καὶ τὸ ποτὸν εἰς τὰς ῥῖνας ἀνεκόπτετο. γίνεται δὲ τοῦτο
τοῖς μὴ καταπίνειν αὐτὸ δυναμένοις, ἤτοι διὰ στενοχωρίαν
τοῦ πόρου τοῦ κατὰ τὸν στόμαχον ἢ διὰ νέκρωσιν αὐτοῦ
καὶ παράλυσιν, ὀλέθριον ἐσχάτως ἑκάτερον ὂν, ὥσπερ καὶ
τὸ προγεγραμμένον οὕτως ὑπ’ αὐτοῦ κατὰ τὴν τρίτην ἡμέραν,
ἄκρεα ψυχρὰ, πελιά. προειρηκὼς γὰρ, τῇ τρίτῃ ῥῖγος,
πυρετὸς ὀξὺς ἐπήνεγκεν, ἄκρεα ψυχρὰ, πελιά. νεκρώσεως
δ’ ἐστὶ καὶ σβέσεως τῆς ἐμφύτου θερμασίας σημεῖον
ἡ τῶν ἄκρων ψύξις τε καὶ πελίωσις ἐν ὀξέσι πυρετοῖς γινομένη.
οὕτως οὖν συνέβη τῇ νοσούσῃ καὶ ἡ τῶν διαχωρημάτων
καὶ ἡ τῶν οὔρων ἐπίσχεσις, ὡς ἂν ἤδη νεκρουμένων
ἁπασῶν τῶν ἐνεργειῶν, διὸ καὶ πιθανόν ἐστι μήτε
κατὰ τὴν ζ΄, ἡμέραν ἀποθανεῖν τὸν ἅνθρωπον μήτε κατὰ
τὴν η΄. οὐδὲ γὰρ ἐξαρκέσαι δυνατὸν ἦν τοσοῦτον χρόνον τὴν
δύναμιν, ἤδη κατὰ τὴν γ΄, ἡμέραν συμπτώματά τε καὶ σημεῖα
ἔχουσαν ἀπὸ ψυχομένης τῆς φύσεως. ὁ Ἱπποκράτης
τε ἐν τοῖς οὕτως ὀξέσι νοσήμασιν εἰωθὼς τὰ καθ’ ἑκάστην
ἡμέραν γινόμενα γράφειν οὐκ ἂν παρέλιπεν εἰπεῖν τι καὶ
περὶ τῆς ε΄ ἡμέρας καὶ τῆς ς΄. ἐπεὶ τοίνυν ἐπὶ συμπληρωθείσῃ
τῇ τῆς τρίτης ἡμέρας διηγήσει, τῆς δ΄ μόνης ἐμνημόνευσε,
πάντ’ ἐν αὐτῇ παροξυνθῆναι λέγων, ἔτι καὶ μᾶλλόν
ἐστι δῆλον ὡς ἀδύνατον ἦν ἄχρι τῆς ζ΄ ἢ η΄ ἡμέρας ζῆσαι
τὴν γυναῖκα. παραδόξους μὲν γὰρ μεταβολὰς ἐν τῷ σπανίῳ
γινομένας διὰ ῥωμὴν φύσεως ἡμεῖς τε πολλάκις ἐθεασάμεθα
καὶ ὁ Ἱπποκράτης αὐτὸς ἐν τῇ διηγήσει τῶν ἀῤῥώστων
ἔγραψε, μετὰ τοῦ συνεπισημαίνεσθαι τοῦτο αὐτὸ
καὶ δηλοῦν ἄμεινον ἐσχηκέναι τὸν ἄῤῥωστον· ἀλλὰ νῦν γε
κατὰ τὴν τρίτην ἡμέραν σὺν ὀξεῖ πυρετῷ τῶν ἄκρων ψυχρῶν
τε καὶ πελιῶν γενομένων, ἐπισχεθέντων τε καὶ τῶν
οὐρουμένων, εἰ καὶ μὴ προσεγεγράφει, τετάρτῃ πάντα παρωξύνθη,
πάντως ἂν ἐτεθνήκει περὶ τὴν πέμπτην ἡμέραν.
ἐπεὶ δὲ καὶ τοῦτο προσέγραψεν, ἔτι καὶ μᾶλλον ἄν τις ἀποφαίνοιτο
θαῤῥούντως οὕτως ἔχουσαν μὴ εἰς τὴν ἕκτην
ἡμέραν ἀφικέσθαι ζῶσαν. καὶ πολύ γε μᾶλλον εἰς τὴν ἑβδόμην
ἔτ’ ἀδυνατώτερον ἢ εἰς τὴν ὀγδόην. ἄξιον οὖν
θαυμάσαι πῶς ὑπέγραψεν, ὁ πρῶτος ὑπογράψας τοὺς χαρακτῆρας,
οὕτως ὡς δηλοῦσθαι κατὰ τὴν ὀγδόην ἡμέραν
τεθνηκυῖαν αὐτήν· καὶ τούτου μᾶλλον ἔτι πῶς καὶ Ζήνων
Ἡροφίλειος, οὐχ ὁ τυχὼν ἀνὴρ, ἐξηγούμενος τοὺς προγεγραμμένους
χαρακτῆρας ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν καὶ
αὐτὸς ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν ἀποθανεῖν φησι τὴν κυναγχικὴν
καὶ τοῦτο δηλοῦσθαι διὰ τῶν τοιούτων χαρακτήρων
πι, δ, ε, κ, θ. τούτων τῶν χαρακτήρων ὁ μὲν πρῶτος
τὸ πιθανὸν δηλοῖ, διὰ τοῦ π γράμματος γραφόμενος,
μέσην ὀρθὴν ἔχοντος γραμμὴν, ἑκατέρᾳ τῶν ἄλλων παραλλήλων,
οἷον ἔνιοι γράφουσι τὸ σημαῖνον τὸν τῶν ἐννεακοσίων
ἀριθμόν. καὶ διὰ παντός γε κατὰ πάντας τοὺς ἀῤῥώστους
τοῦτο σημαίνει προγεγραμμένος ἁπάντων τῶν ἐφεξῆς χαρακτήρων·
ὁ δ’ ἐπὶ τῆς τελευτῆς αὐτῶν ἐνταῦθα μὲν τὸν
θάνατον δηλοῖ, τοῦ θ γράμματος σημαινόμενον, ἐπ’ ἄλλων
δ’ ἀῤῥώστων τὴν ὑγίειαν ὑπὸ τοῦ υ γράμματος δηλούμενον.
ὁ δὲ πρὸ τοῦ τελευταίου χαρακτῆρος γεγραμμένος ἀεὶ σημαίνει
τὸν ἀριθμὸν τῶν ἡμερῶν, ἐν ὅσαις ἐνόσησεν ὁ προκείμενος
ἑκάστοτε κατὰ τὸν λόγον ἄῤῥωστος. οἱ δ’ ἐν τῷ
μεταξὺ τούτου τε καὶ τοῦ πρώτου πάντων τὴν αἰτίαν δηλοῦσι
τοῦ σωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέσθαι, καθάπερ
ἐπὶ τῆς κυναγχικῆς ταύτης οἱ δύο χαρακτῆρές εἰσιν, ὁ μὲν
ἑπόμενος τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέσου γραμμὴν
ὀρθὴν ἔχον ἐγέγραπτο π. τούτῳ δ’ ἐφεξῆς ἄλλος τε καὶ ἄλλος.
ὁ μὲν οὖν ἑπόμενος τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέσου τὸ δ
στοιχεῖόν ἐστιν ἔχον ἀπὸ μέσης τῆς κάτω γραμμῆς ἑαυτοῦ
γραμμὴν ἑτέραν ὀρθὴν εἰς τὰ κάτω μέρη ἠγμένην, ὥσπερ
τὸ ι γράφομεν. ὁ δ’ ἐφεξῆς ἐστιν ὁ τοῦ ε γράμματος, ἐκ
τούτων δ’ ἐφεξῆς ὁ Ζήνων δηλοῦσθαί φησι τῶν διαχωρούντων
τὴν ἐπίσχεσιν, τοῦ μὲν ἀπεστιγμένου κάτω δ καθ’ ὁντινοῦν
τρόπον διαχωρούμενα δηλοῦντος, καὶ γὰρ ἱδρῶτος
αὐτό φησι σημεῖον, οὐκ οὔρων μόνον ἢ διαχωρημάτων εἶναι,
τοῦ δὲ ε τὴν ἐποχὴν ἢ ἐπίσχεσιν αὐτῶν, ὁποτέρως ἂν
ὀνομάζειν ἐθέλοις, ὡς εἶναι τὴν ὅλην διάνοιαν τῶν σημείων
τοιάνδε, πιθανόν ἐστι τῶν διαχωρουμένων ἐπισχεθέντων
ὀγδοαίαν ἀποθανεῖν τὴν κυναγχικήν. θαυμάζω τοίνυν, ὅπερ
ἔφην, τῶν ἀκριβέστερον ἀντιγράφων ἐχόντων τὴν ε ἡμέραν,
ὁμολογοῦντος τῇ γραφῇ τῇδε καὶ αὐτοῦ τοῦ ε, ὡς ὀλίγον
ἔμπροσθεν ἐδείκνυον, αὐτόν τε τὸν Ζήνωνα τὴν ὀγδόην ἡμέραν
ἐπίστασθαι γεγραμμένην, ἀντιλέγοντάς τέ τινας αὐτῷ
περὶ μὲν τούτου μηδὲν εἰρηκέναι, περὶ δὲ τῶν χαρακτήρων
ἐλέγχειν αὐτὸν, ὡς μεταγράψαντα τὸ δεύτερον γράμμα καὶ
ποιήσαντα τὸ ἀπεστιγμένον δ, μὴ οὕτως ἐχούσης τῆς κατὰ
τὸ τρίτον τῶν ἐπιδημιῶν γραφῆς. ἀλλὰ μετὰ τὸν πρῶτον
χαρακτῆρα τὸ ρ γεγραμμένον, καθάπερ ἐκεῖνοί φασι. παρεισέρχεται
δ’ ἐνταῦθα λοιπὸν ἤδη μακρός τις λόγων ἐσμός.
οἰήσεται γάρ τις ὄντως ὑφ’ Ἱπποκράτους προσκεῖσθαι τοὺς
χαρακτῆρας τοῖς ἀῤῥώστοις, εἴπερ οἱ ἀντιλέγοντες τῷ Ζήνωνι
τὸ ρ φασὶν οὐ τὸ κάτωθεν ἀπεστιγμένον δ γεγράφθαι.
ἀλλ’ ἐὰν ἀναγνῷ τις τὰ τῶν ἀντειπόντων τῷ Ζήνωνι βιβλία,
μήθ’ Ἱπποκράτους εἶναι λεγόντων τοὺς χαρακτῆρας, εὑρεθῆναί
τε βιβλίον τι τῶν Πτολεμαίου τοῦ Εὐεργέτου κληθέντος,
ἔχον αὐτοὺς διεσκευασμένους ὑπό τινος ἰατροῦ
Παμφίλου, τὸ γένος ἐκ πόλεως Ἰνδικῆς, Κλεοφαντίου δὲ
τὴν αἵρεσιν. ἀκούσῃ δὲ καὶ τὴν αἰτίαν δι’ ἣν ἐνέγραψε
τῷ βιβλίῳ τοὺς χαρακτῆρας τούτους ὁ Μνήμων, οὓς δόξειαν
αὐτοὶ διαφέρεσθαι πρὸς ἑαυτοὺς οἱ ἀντειπόντες τῷ
Ζήνωνι, μήθ’ Ἱπποκράτους εἶναι μήθ’ οὕτως γεγράφθαι
τοὺς χαρακτῆρας, ὡς ἐκεῖνος ἐξηγήσατο. ἐμοὶ μὲν οὖν δοκεῖ
καὶ τὰ μέχρι νῦν εἰρημένα περιττά τ’ εἶναι καὶ μηδὲν
ὀνίναι τοὺς ἀναγνωσομένους εἰς τὰ τῆς τέχνης ἔργα,
πρὸς ἃ σπεύδειν δεῖ τὸν ἀσκούμενον ἐν αὐτῇ. ἀλλ’ ἐπειδὴ
γραφομένων αὐτῶν ἔδοξε τοῖς φίλοις, οἷς πεισθεὶς κατὰ τὸ
πρῶιον βιβλίον ἐλέγχους τινὰς ἔγραψα τῶν μοχθηρῶς ἐξηγησαμένων
τὰ κατὰ τοὺς ἀῤῥώστους, εἰπεῖν τί με καὶ περὶ
τῶν χαρακτήρων τούτων ἅπαξ ἐν τῷδε τῷ βιβλίῳ, καὶ τοῦθ’
ὑπέμεινα πρᾶξαι γινώσκων, ὅπερ ἀεὶ λέγω, τὰ ὑπὸ τῶν νεωτέρων
ἰατρῶν ἐν ὑπομνήμασι γεγραμμένα, ἀπολλύντα μὲν
ἡμῶν τὸν χρόνον, ἰατρικὸν δ’ οὐδὲν διδάσκοντα, δι’ οὓς
κᾀγὼ τὰς μὲν ἰατρικὰς πραγματείας ἰδίᾳ καθ’ ἑαυτὰς ἐποιησάμην,
τὰς δὲ πρὸς τοὺς σοφιστὰς, ἐπειδὴ καὶ τούτων
ὁρῶ δεομένους τοὺς νέους, ὅσοι διαστρέφονται πρὸς αὐτῶν,
αὐτὰς καθ’ ἑαυτὰς πάλιν καὶ ταύτας, ἵν’ εἴ τις ἔχῃ χρόνον
ἐκ περιουσίας ἐντυγχάνειν αὐταῖς, ὡς πρὸς πολεμίους εἴη
παρεσκευασμένος τοὺς σοφιστάς. οὕτως οὖν καὶ νῦν ἄχρηστον
πρᾶγμα πρὸς τὸ καλῶς ἰᾶσθαι τὸ κατὰ τοὺς χαρακτῆρας
τούτους ὑπάρχον, ὅμως οὐκ ὀκνήσω διελθεῖν ἅπαν,
ἐπειδὴ τοῖς φίλοις οὕτως ἔδοξεν. ᾐσχυνάμην δ’ ἂν εἰς
τοιαύτην φλυαρίαν ἐκτρεπόμενος, εἰ μὴ πρότερον ἐν πολλαῖς
πραγματείαις ἅπαντα τῆς ἰατρικῆς τέχνης τὰ χρήσιμα διελθὼν
οὕτως ἧκον ἐπὶ τὰς τῶν Ἱπποκρατείων βιβλίων ἐξηγήσεις,
ἐν αἷς ἐπιμαθεῖν μὲν οὐδὲν ἔχουσιν οἱ μανθάνοντες
τὴν τέχνην, ἔξωθεν ὧν ἐν ταῖς ἰατρικαῖς πραγματείαις
ἔγραψα κατὰ διέξοδον σαφῶς, ὡς καὶ τοὺς ἀμβλεῖς τὴν διάνοιαν
ἕπεσθαι τοῖς λεγομένοις. ἱστορίας δὲ γνῶσιν ἕξουσιν,
ἀφ’ ἧς οἱ πολλοὶ τῶν ἀνθρώπων θαυμάζουσιν ἐνίοτε τῶν
τὰς τέχνας μεταχειριζομένων τινὰς, οἰόμενοι τοὺς πολυΐστορας
καὶ πολυμνήμονας ἀνθρώπους, εὐθὺς καὶ τὰ τῆς τέχνης
διαγινώσκειν θεωρήματα. καὶ νῦν οὖν ἐρῶ τὴν περὶ
τῶν χαρακτήρων ἱστορίαν ἅπασαν, ἐπεὶ δὲ τοῦτο δοκεῖ τοῖς
τε φίλοις καὶ τοῖς ἑταίροις ἅπαξ ἐνθάδε γενέσθαι βέλτιον
εἶναι. λέλεκται μὲν οὖν ἃ μέλλω λέγειν ὑπὸ Ζεύξιδος ἐν
τῷ πρώτῳ τῶν εἰς τὸ προκείμενον βιβλίον ὑπομνημάτων,
καὶ ἦν ἴσως ἄμεινον, ὥσπερ εἴωθα ποιεῖν ἐν τοῖς τοιούτοις,
ἀναπέμψαι τοὺς βουλομένους τὴν ἱστορίαν ταύτην γνῶναι
πρὸς ἐκεῖνο τὸ βιβλίον, ἀλλ’ ἐπειδὴ τὰ τοῦ Ζεύξιδος ὑπομνήματα
μηκέτι σπουδαζόμενα σπανίζει, διὰ τοῦτ’ ἠξίωσαν
ἐμὲ διελθεῖν αὐτὰ τὴν ἀρχὴν ἀπὸ τοῦ Μνήμονος ποιησάμενον
αὐτῆς. ἔνιοι μὲν γάρ φασιν αὐτὸν λαβόντα τὸν τρίτον
τῶν ἐπιδημιῶν ἐκ τῆς ἐν Ἀλεξανδρείᾳ μεγάλης βιβλιοθήκης
ὡς ἀναγνωσόμενον ἀποδοῦναι, παρεγγράψαντα ἐν αὐτῷ καὶ
μέλανι καὶ γράμμασι παραπλησίοις τοὺς χαρακτῆρας τούτους.
ἔνιοι δὲ καὶ αὐτὸν ἐκ Παμφυλίας κεκομικέναι καὶ
φιλότιμον περὶ βιβλία τόν τε βασιλέα τῆς Αἰγύπτου Πτολεμαῖον
οὕτω γενέσθαι φασὶν, ὡς καὶ τῶν καταπλεόντων
ἁπάντων τὰ βιβλία κελεῦσαι πρὸς αὐτὸν κομίζεσθαι καὶ
ταῦτα εἰς καινοὺς χάρτας γράφοντα διδόναι μὲν τὰ γραφέντα
τοῖς δεσπόταις, ὧν καταπλευσάντων ἐκομίσθησαν
αἱ βίβλοι πρὸς αὐτὸν, εἰς δὲ τὰς βιβλιοθήκας ἀποτίθεσθαι
τὰ κομισθέντα καὶ εἶναι τὰς ἐπιγραφὰς αὐτοῖς τῶν ἐκ πλοίων.
ἓν δέ τι τοιοῦτόν φασιν εὑρεθῆναι καὶ τὸ τρίτον τῶν ἐπιδημιῶν
ἐπιγεγραμμένον, τῶν ἐκ πλοίων κατὰ διορθωτὴν Μνήμονα
Σιδίτην, ἔνιοι δ’ οὐ κατὰ διορθωτὴν ἐπιγεγράφθαι
φασὶν, ἀλλ’ ἁπλῶς τοὔνομα τοῦ Μνήμονος, ἐπειδὴ καὶ τῶν
ἄλλων ἁπάντων τῶν καταπλευσάντων ἅμα βίβλοις ἐπέγραφον
οἱ τοῦ βασιλέως ὑπηρέται τὸ ὄνομα τοῖς ἀποτιθεμένοις
εἰς τὰς ἀποθήκας. οὐ γὰρ εὐθέως εἰς τὰς βιβλιοθήκας
αὐτὰ φέρειν, ἀλλὰ πρότερον ἐν οἴκοις τισὶ κατατίθεσθαι
σωρηδόν. ὅτι δ’ οὕτως ἐσπούδαζε περὶ τὴν τῶν παλαιῶν
βιβλίων κτῆσιν ὁ Πτολεμαῖος ἐκεῖνος οὐ μικρὸν εἶναι
μαρτύριόν φασιν ὃ πρὸς Ἀθηναίους ἔπραξε. δοὺς γὰρ
αὐτοῖς ἐνέχυρα πεντεκαίδεκα τάλαντα ἀργυρίου καὶ
λαβὼν τὰ Σοφοκλέους καὶ Εὐριπίδου καὶ Αἰσχύλου βιβλία
χάριν τοῦ γράψαι μόνον ἐξ αὐτῶν, εἶτ’ εὐθέως ἀποδοῦναι
σῶα, κατασκευάσας πολυτελῶς ἐν χάρταις καλλίστοις, ἃ μὲν
ἔλαβε παρὰ Ἀθηναίων κατέσχεν, ἃ δ’ αὐτὸς κατεσκεύασεν
ἔπεμψεν αὐτοῖς παρακαλῶν ἔχειν τε τὰ πεντεκαίδεκα
τάλαντα καὶ λαβεῖν ἄνθ’ ὧν ἔδοσαν βιβλίων παλαιῶν τὰ
καινά. τοῖς μὲν οὖν Ἀθηναίοις, εἰ καὶ μὴ καινὰς ἐπεπόμφει
βίβλους, ἀλλὰ κατεσχήκει τὰς παλαιὰς, οὐδὲν ἦν
ἄλλο ποιεῖν, εἰληφόσι γε τὸ ἀργύριον ἐπὶ συνθήκαις τοιαύταις,
ὡς αὐτοὺς κατασχεῖν, εἰ κᾀκεῖνος κατάσχοι τὰ βιβλία,
καὶ διὰ τοῦτ’ ἔλαβόν τε τὰ καινὰ καὶ κατέσχον καὶ τὸ
ἀργύριον. ὁ δ’ οὖν Μνήμων, εἴτ’ αὐτὸς ἐκόμισε τὸ βιβλίον
εἴτε λαβὼν ἐκ τῆς βιβλιοθήκης παρέγραψε, φαίνεται πράξας
ἕνεκα σχηματισμοῦ τοῦτο. μόνον γὰρ ἐπίστασθαι λέγων
ἑαυτὸν ἃ δηλοῦσιν αἱ χαρακτῆρες, μισθὸν τῆς ἐξηγήσεως
αὐτῶν εἰσεπράττετο καὶ εἴπερ τοῦθ’ οὕτως ἔχει, πιθανώτερόν
ἐστὶ τὸ κατὰ τὴν βιβλιοθήκην ἀποκείμενον ὑπ’
αὐτοῦ διεσκεύασθαι. πολὺ γὰρ ἀξιοπιστότερον ἔμελλεν αὐτῷ
τὸ τῆς ἐξηγήσεως ἔσεσθαι, τῆς βασιλικῆς βιβλιοθήκης
ἐχούσης τοὺς χαρακτῆρας. ὕποπτος δ’ ἂν ἦν, εἰ αὐτὸς
ἐκεμομίκει τὸ βιβλίον οἴκοθεν· οὐκ ὀκνοίην δ’ ἂν οὐδὲ τὰς
ὑφ’ Ἡρακλείου τοῦ Ταραντίνου τε καὶ τοῦ Ἐρυθραίου γεγραμμένας
ἀποδείξεις τοῦ παρεγγεγράφθαι τοὺς χαρακτῆρας
εἰπεῖν, εἰ μή γε τοῖς νῦν ἔχουσι πρόδηλον ἐνόμιζον εἶναι
τοῦτο καὶ θᾶττον ἔσπευδον ἀπαλλαγῆναι τῆς τοιαύτης πολυλογίας.
ἐπάνειμι τοίνυν ἐπὶ τὸ χρήσιμον, οὗπερ ἕνεκα
καὶ τὴν τῶν ἀῤῥώστων τούτων ἱστορίαν ἀναλεγόμεθα. γελοῖον
γάρ ἐστι διὰ τοῦτ’ ἀποθανεῖν νομίσαι τὸν ἄνθρωπον,
ὅτι τῶν διαχωρημάτων ἐπίσχεσις ἐγένετο. οὐ γὰρ δὴ διὰ
τὴν ἐπίσχεσιν ἀπέθανεν, ἀλλ’ ὅτι συνέβαινεν αὐτῇ διὰ τοῦτ’
ἐπέχεσθαι τὰ διαχωρούμενα, νεκρουμένων τῶν κατὰ φύσιν
ἐνεργειῶν. οὐ γὰρ διότι ψυχρὰ καὶ πελιδνὰ τὰ ἄκρεα κατὰ
τὴν τρίτην ἡμέραν ἐγένετο, διὰ τοῦτ’ ἀπέθανεν, ἀλλὰ
διότι ἀπέθνησκεν ἐνεκροῦτο καὶ ταῦτα. καὶ αὐτὸς δ’ ὁ
Ἱπποκράτης ὥσπερ μαντευσάμενος ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως
προσέγραψεν, ἀπέθανε κυναγχική. καίτοι προειρηκὼς
εὐθὺς ἐν ἀρχῇ, ἡ κυναγχικὴ παρὰ Βίτωνος. ἀλλ’ ἡ
κατὰ τὸ τέλος προσθήκη τοιαύτην τινὰ ἔχει τὴν ἔνδειξιν,
ἀπέθανεν ἡ ἄνθρωπος αὕτη διὰ τὴν κυναγχικήν. οὕτως
γοῦν ἔγραψε κᾀν τῷ προγνωστικῷ περὶ τῶν ὀλεθρίων κυναγχῶν.
αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι καὶ δευτεραῖον
καὶ τριταῖον. εἰκὸς οὖν καὶ τὴν προκειμένην ἐν
τῷ λόγῳ γυναῖκα διὰ τοῦτο ἀποθανεῖν τριταίαν, ἡνίκα καὶ
τὰ ἄκρεα πελιδνὰ καὶ ψυχρὰ καὶ τῶν διαχωρημάτων ἐπίσχεσις
ἐγένετο, ὥστ’ εἰκάζειν χρὴ τὴν δύναμιν αὐτῆς ἰσχυρὰν
οὖσαν ἐξαρκέσαι μέχρι τῆς ε΄ ἡμέρας. τὸ δ’ ἄχρι τῆς
ὀγδόης ἀδύνατον· ἀλλὰ μέχρι μὲν τούτων ἅλις, ἐννοήσας
δέ τις ὡς, εἴθ’ Ἱπποκράτης αὐτὸς ἐνεκεχείριστο τὴν θεραπείαν
τῆς γυναικὸς ταύτης εἴτε συνεπισκέπτετο τῷ θεραπεύοντι,
πάντως ἂν εἰ καὶ μηδὲν ἄλλο, καταπλασμάτιον
γοῦν ἐπέθηκεν ἢ διακλυσμάτιον ἔδωκεν αὐτῇ. πεισθήσεται
γοῦν παραλελεῖφθαι κατὰ τὴν διήγησιν τά τ’ ἄλλα βοηθήματα
προσαχθέντα ἐν τῇ νοσούσῃ καὶ τὴν φλεβοτομίαν,
μόνον δὲ κλυστῆρα καὶ βαλάνου πρόσθεσιν οὐ προηγουμένως,
ἀλλὰ κατὰ τὸ πάρεργον γεγράφθαι. διηγούμενος γὰρ
τά τ’ οὐρούμενα καὶ ἐμούμενα καὶ τὰ διαχωρούμενα κατὰ
γαστέρα, προσγράφων δὲ καὶ τὴν ἐπίσχεσιν αὐτὴν,
ἐφ’ ὧν οὐδὲν ἀπέκρινεν αὐτομάτως ὁ κάμνων, ἐπὶ τούτων
ἐν παρέργῳ προσέγραψε μετὰ τῆς ποιότητος τῶν ἐκκριθέντων
τό τ’ ἀπὸ βαλάνου καὶ ἀπὸ κλυσματίου.
Ἐγὼ μὲν ἀπηλλάχθαι τελέως ἠβουλόμην ἤδη τῆς
περὶ τοὺς χαρακτῆρας ἀδολεσχίας. ἐπεὶ δὲ καὶ τῶν ἑταίρων
πολλοὶ συντελεσθῆναι τὸν λόγον ἅπαντα ποθοῦσιν,
ἐμοί τε πολὺ μέρος τῆς φλυαρίας ἤδη ταύτης διήνυσται,
προσθεῖναι τὸ κατάλοιπον οὐκ ὀκνήσω. προηγούμην μὲν
οὖν, ὥσπερ εἴωθα, τοὺς μηδὲν συντελοῦντας εἰς τὴν τέχνην
λόγους ἰδίᾳ γράφειν, οὕτω καὶ τούτῳ βιβλίον ἓν ἀναθεῖναι
κατὰ μόνας γεγραμμένον, ἵν’ ἔχοιεν οἱ καὶ τοιαῦτα περιεργάζεσθαι
βουλόμενοι σχολάζειν ἀχρήστοις φλυαρίαις· ἐπεὶ
δ’ ὁρῶ προεληλυθὼς ἤδη τὸ δεύτερον ὑπόμνημα τοῦτο καὶ
μῆκος ἀξιόλογον εἰληφὼς, ὡς μὴ δύνασθαι μηκέτι κατ’ αὐτὸ
τοὺς θ΄ ὑπολοίπους ἀῤῥώστους ἐξηγήσασθαι καὶ προσθεῖναι
τὴν λοιμώδη κατάστασιν ἐφεξῆς γεγραμμένην αὐτῶν,
οὐ μὴν οὐδὲ διασπάσαι βούλομαι τὴν τῆς καταστάσεως ἐξήγησιν,
ὡς μέρος μὲν αὐτῆς κατὰ τοῦτο γεγράφθαι τὸ ὑπόμνημα.
τὸ δ’ ὑπόλοιπον ἐν τῷ μετ’ αὐτό· διὰ τοῦτο καὶ
τὸν περὶ χαρακτήρων λόγον ἐν τῷδε συμπληρώσω, περιελὼν
καὶ τούτων τὸν πολὺν λῆρον. εἰ γὰρ ὅσα λέλεκται τοῖς
γράψασι περὶ τῶν χαρακτήρων τούτων εἰς ἐξέτασιν ἄγων
καὶ διακρίνων, τά τ’ ὀρθῶς εἰρημένα καὶ τὰ μὴ τοιούτως,
οὐχ ἑνὸς εἰς τοῦτο δεήσομαι βιβλίου. ἡγεῖται μὲν οὖν, ὡς
ἔφην, ἁπάντων τὸ τὴν διάμετρον γραμμὴν ἔχον πι, σημαῖνον
ἀεὶ τὸ πιθανόν. τελευταῖον δ’ ἤτοι τὸ υ γράμμα φαίνεται
γεγραμμένον ἢ τὸ θ. τὸ μὲν ὑγείαν, τὸ δὲ θάνατον
σημαῖνον, ἔμπροσθεν δ’ αὐτῶν ὁ τῶν ἡμερῶν ἀριθμὸς, ἐν
αἷς ἐνόσησεν ἢ ἀπέθανεν ὁ κάμνων. οἱ δ’ ἐν τῷ μεταξὺ
τούτων χαρακτῆρες ἅπαντες μέν εἰσι διὰ τῶν γραμμάτων
ἃ σημαίνει τὰ στοιχεῖα τῆς φωνῆς, πλὴν τοῦ κάτωθεν ἀπεστιγμένου
δέλτα, τίνα δὲ διάνοιαν ἕκαστος αὐτῶν ἔχει δηλώσω.
μεμνημένων οὖν ἡμῶν ὅτι τὰ πρὸ τοῦ τελευταίου
τῶν χαρακτήρων, ὑφ’ οὗ θάνατον ἢ ὑγείαν ἔφαμεν δηλοῦσθαι
γεγραμμένα, τὸν ἀριθμὸν τῶν ἡμερῶν σημαίνει, περὶ
τῶν ἄλλων ὅσα μεταξὺ τούτων τε καὶ τῆς ἀρχῆς γέγραπται
ποιήσομαι τὸν λόγον· τὸ μὲν α δηλοῖ ἀποφθορὰν, ἀπώλειαν,
τὸ δὲ γ γονοειδὲς οὖρον. τὸ δ ἀπεστιγμένον, οἷάπερ ἐστὶν
ἃ κάτωθεν ἔχῃ τρόπῳ τοιῷδε γεγραμμένον δ. διαχωρούμενα
δι’ ἱδρώτων καὶ διάῤῥοιαν καὶ διαφόρησιν καὶ συνελόντι
φάναι κένωσιν ἡντιναοῦν σημαίνειν βούλονται. τὸ δὲ ε
ἐποχὴν, ἕδραν. τὸ δὲ ζ ζήτημα, τὸ δὲ θ θάνατον, ὡς προείρηται.
τὸ δὲ ι ἱδρῶτα, τὸ δὲ κ κρίσιν ἢ κοιλιακὴν διάθεσιν.
τὸ δὲ μ μανίαν ἢ μήτραν, τὸ δὲ ν νεότητα καὶ νέκρωσιν,
τὸ δὲ ξ ξανθὴν χολὴν καὶ ξένον τι καὶ σπάνιον
καὶ ξυσμὸν καὶ ξηρότητα. τὸ δὲ ο ὀδύνας ἢ οὖρον, ἔνιοι
δέ φασιν ὅταν ἐπικείμενον ἄνωθεν ἔχῃ τὸ υ, τότε σημαίνειν
τὸ οὖρον αὐτὸ, γραφόμενον ὡς εἰώθασι τὸ οὕτως γράφειν.
τὸ δὲ π πλῆθος ἢ πτύελον ἢ πυρὸν ἢ πυρετὸν ἢ
πνεύμονος πάθος. τὸ πι δ’ ἐν αὑτῷ μέσον ἔχον τὸ ι, καθότι
προείρηται, τὸ πιθανὸν δηλοῖ τὸ δὲ ρ ῥύσιν ἢ ῥῖγος,
τὸ δὲ φ φρενῖτιν ἢ φθίσιν, τὸ δὲ σ σπασμὸν ἢ στομάχου
κάκωσιν ἢ στόματος, τὸ δὲ τ τόκον, τὸ δὲ υ ὑγείαν ἢ ὑποχόνδριον
τὸ δὲ χ χολὴν ἢ χολῶδες, τὸ δὲ ψ ψύξιν, τὸ δὲ
ω ὠμότητα.
5. Τὸ μειράκιον ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν
ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθος. τῇ
πρώτῃ κοιλία ταραχώδης, χολώδεσι πολλοῖσι λεπτοῖσι,
οὖρα λεπτὰ, ὑπομέλανα, οὐχ ὕπνωσε, διψώδης.
δευτέρῃ πάντα παρωξύνθη, διαχωρήματα πλείω, ἀκαιρότερα,
οὐχ ὕπνωσε, τὰ τῆς γνώμης ταραχώδεα, σμικρὰ
ἐφίδρωσε. τρίτῃ δυσφόρως, διψώδης, ἀσώδης, πολὺς
βληστρισμὸς, ἀπορίη, παρέκρουσεν, ἄκρεα πελιὰ καὶ ψυχρὰ
ὑποχονδρίου ἔντασις, ὑπολάπαρος ἐξ ἀμφοτέρων.
τετάρτῃ οὐχ ὕπνωσεν ἐπὶ τὸ χεῖρον. ἑβδόμῃ ἀπέθανεν,
ἡλικίῃ περὶ ἔτεα πι, ζ, θ.
Ἄρξασθαι μὲν τὴν νόσον αὐτῷ φασὶν ἐκ κόπων ἐπ’
ἀήθεσι γυμνασίοις γενομένων. ἴσμεν γὰρ ὅτι πόνους ὀνομάζει
τὰ γυμνάσια, καθάπερ καὶ ὅτι κόπους τὴν διάθεσιν
τοῦ σώματος, ἐφ’ ἧς εἰ καὶ βραχύ τις κινοῖτο, τονώδης
αἴσθησις ἢ ἑλκώδης αὐτῷ γίνεται. προσθεὶς δὲ τοῖς πόνοις
τοὺς δρόμους ἐκ περιττοῦ δοκεῖ προσγεγραφέναι τοὺς πόνους,
περιέχονται γὰρ ὡς γένος ἐν εἴδει τοῖς δρόμοις· διό
τινες ἀντὶ τοῦ πόνων πότων ἔγραψαν, ὑπαλλάξαντες τὸ
πρῶτον ν τῆς δευτέρας συλλαβῆς εἰς τὸ τ. ἡ δ’ ἐφεξῆς
πᾶσα διήγησις τῶν συμβάντων τῷ μειρακίῳ παράδειγμά
ἐστιν ὀξέος νοσήματος ἐν ἡλικίαις καὶ μάλιστα τῶν νέων
γινομένου. τὰ μὲν οὖν ἄλλα συμπτώματα τῆς κατὰ τὴν νόσον
ὀξύτητός ἐστιν, ἐξ ὧν δ’ ἄν τις προγνῷ κίνδυνον ἢ θάνατον
ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἴρηται, τὰ ὑπομέλανα
οὖρα, κατὰ δὲ τὴν δευτέραν τὸ σμικρὰ ἐφίδρου, κατὰ
δὲ τὴν τρίτην ὁ πολὺς βληστρισμός. ἐν ἁπάσαις δὲ ταῖς
ἡμέραις τὸ μηδ’ ὅλως ὑπνῶσαι. ταυτὶ μὲν οὖν κινδυνώδη.
τὰ δ’ ἄκρεα πελιὰ ψυχρὰ γενόμενα, τῇ τρίτῃ τῶν ἡμερῶν
ἐν ὀξεῖ πυρετῷ θανατῶδες καὶ μᾶλλον ἔτι κατὰ τὴν ἡλικίην
ταύτην. γίνεται γὰρ ἤτοι διὰ μέγεθος ὑπερβάλλον
τῆς ἐν τοῖς σπλάγχνοις φλεγμονῆς ἢ σβεννυμένης τῆς ἐμφύτου
θερμασίας. περὶ δὲ τῆς καθ’ ὑποχόνδρια ἐντάσεως
ὑπολαπάρου φθάνομεν εἰρηκότες ὅτι τὴν χωρὶς ὄγκου
τάσιν ὁ Ἱπποκράτης δηλοῖ διὰ τῆς εἰρημένης λέξεως. ἐνδείκνυται
δ’ ἡ τοιαύτη τάσις τῶν μὲν ἔξω σωμάτων, ἅπερ
οἱ κατ’ ἐπιγάστριόν εἰσι μύες, οὐδὲν φλεγμαῖνον, ἤτοι δὲ
τὰς φρένας ἢ τὸ ἧπαρ ἢ τὸν σπλῆνα. κινδυνώδη δὲ ταῦτα
σὺν τοῖς ἄλλοις. τοῦ δὲ θανάτου σημεῖον ἱκανὸν ἡ πελίωσίς
τε καὶ ψύξις τῶν ἄκρων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν, ἐν
ὀξεῖ πυρετῷ κατὰ τὴν εἰκοσαετῆ ἡλικίαν γενόμενα. διὰ τούτου
δὲ καὶ μέχρι τῆς ἑβδόμης ἡμέρας ἐξήρκεσιν ὁ νεανίας,
ἴσως καὶ ἄλλως ἰσχυρὸς ὢν φύσει τὴν δύναμιν, οὐ μόνον
διὰ τὴν ἡλικίαν. ἃ μὲν οὖν ἄν τις ἐκ τῆς περὶ τὸν ἄῤῥωστον
τοῦτον ἱστορίας λάβοι χρήσιμα ταῦτ’ ἐστί. τὸ δὲ
ζητεῖν ἐν ποίᾳ πόλει καλεῖταί τι χωρίον ψευδὲς, καθάπερ
Ἀθήνῃσιν ἡ τῶν Κερκώπων οὕτως ὠνόμασται, ὅσα τ’ ἄλλα
τοιαῦτα καθ’ ἕκαστον τῶν ἀῤῥώστων ἔνιοι τῶν ἐξηγητῶν
ἔγραψαν, οὐκ ἂν ὑπερέβαινον εἴ τι χρήσιμον ἐν αὐτοῖς ἑώρων
εἰς τὰ τῆς τέχνης ἔργα. ὀξὺ, τοῦτο γέγραπται μεταξὺ
τοῦ προγεγραμμένου καὶ τοῦ μέλλοντος γραφήσεσθαι,
δυνάμενον ἑκατέρῳ προσνέμεσθαι, φαινομένων γ’ ἀμφοτέρων
ὀξέως νενοσηκέναι. ἀλλ’ ἐπεὶ καὶ κατὰ τὴν προγεγραμένην
ἄῤῥωστον τὴν κυναγχικὴν, ἐπὶ τῷ τέλει πρόσκειται
τὸ καί τισιν ἄλλοις ἀῤῥώστοις ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως
προγέγραπταί τι τοιοῦτον, δι’ οὗ τὸ χρήσιμον ἐμφαίνεται
τῆς ἱστορίας, εὐλογώτερόν ἐστι τῷ προτέρῳ τῶν ἀῤῥώστων
προσγεγράφθαι τὸ ὀξύ. τάχα δ’ ὁ τοὺς χαρακτῆρας
προσγράψας καὶ τοῦτο προσέγραψε καὶ μικρὸν ὕστερον
ἐπὶ τοῦ δεκάτου κατὰ τὴν τάξιν ἀῤῥώστου περὶ τῶν οὕτω
προγεγραμμένων εἰρήσεται τελέως.
Ἐπεὶ δὲ βέλτιον οἶμαι τὴν λοιμώδη κατάστασιν εἰς τὸ
τρίτον ὑπόμνημα φυλάξαι, προσθήσω τοῖς προειρημένοις ἔνια
τῶν ἠμφισβητημένων τοῖς ἰατροῖς περὶ τῶν προσγεγραμμένων
σημείων τῇ διηγήσει τοῦδε τοῦ μειρακίου κατὰ τὴν ζ΄
ἡμέραν ἀποθανόντος. ὁ μὲν γὰρ Ζήνων ἔγραψε τούσδε τοὺς
χαρακτῆρας. πρῶτον μὲν ἁπάντων τὸ π, τὴν διὰ μέσου
γραμμὴν εὐθεῖαν ὀρθὴν ἔχον, ὃ τοῦ πιθανοῦ διὰ παντὸς
εἶναι σημεῖον γέγραπται. δεύτερον δὲ ξ καὶ τρίτον ἐπ’ αὐτῷ
ζ καὶ τέταρτον τὸ θ. πι, ξ, ζ, θ, τὸ μὲν οὖν ζ τὴν
ἑβδόμην ἡμέραν φασὶ δηλοῦν, τὸ δὲ θ τὸν θάνατον. ἀλλὰ
ταῦτα μὲν ἐπὶ πάντων κοινά. τὸ δὲ ξ ξένον σημεῖον εἶναι
βούλεται. ξένον δὲ τὸ γεγονέναι φησὶ τῷ μειρακίῳ ἐν ἀρχῇ
τῆς διηγήσεως ἐκ κόπων καὶ δρόμων παρὰ τὸ ἔθος εἰς
τὴν νόσον ἐμπεσεῖν αὐτό. τὰ μὲν οὖν ἀντειρημένα τῷ Ζήνωνι
περὶ τοῦ πρώτου σημείου τοῦ τὸ πιθανὸν δηλοῦντος,
ἐπειδὴ κοινὰ πάντων ἐστὶ τῶν ἀῤῥώστων, ὀλίγον ὕστερον
ἐὰν δόξω, πρότερον δὲ τὰ κατὰ τὸν προκείμενον ἄῤῥωστον
ἰδίως ἐζητημένα σκεψόμεθα, διότι περὶ πράγματος ἰατρικοῦ
δοκεῖ τὴν ἀμφισβήτησιν εἰρηκέναι. γράψαντος γὰρ, ὡς
καὶ πρόσθεν ἔφην, οὐ μικρὸν βιβλίον τοῦ Ζήνωνος περὶ
τῶν χαρακτήρων, εἶθ’ ἕτερον αὐτοῦ μεῖζον, Ἀπολλωνίου
τοῦ ἐμπειρικοῦ πρὸς αὐτὸν ἀντιγράψαντος, εἶθ’ ὕστερον
πάλιν ἐκείνῳ τοῦ Ζήνωνος ἀντειπόντος, Ἀπολλώνιος
ὁ Βιβλᾶς ἐπικληθεὶς ἔγραψε μετὰ ταῦτα καὶ αὐτὸς ἤδη,
τεθνεῶτος τοῦ Ζήνωνος, βιβλίον ὑπὲρ τῶν χαρακτήρων,
οὐ μόνον διεσκευασμένους ἐλέγχων, ἀλλὰ καὶ τὸν καλούμενον
παρεξέλεγχον ἐπ’ αὐτοῖς τὸν Ζήνωνα ποιησάμενος. ὡς
γὰρ μηδ’ ἑρμηνεῦσαι δυνηθέντος αὐτοῦ καλῶς τὰ διεσκευασμένα
πρὸς τοῦ Μνήμονος, ἀλλ’ ἐν οἷς ἠπόρει πιθανολογίας,
ὑπαλλάττοντος τοὺς χαρακτῆρας εἰς εὐπορίαν ἐξηγήσεως,
οὕτω πεποίηται τὴν ἀντιλογίαν, οὔτε τὸ κατὰ τὴν
βασιλικὴν βιβλιοθήκην εὑρεθὲν οὔτε τὸ ἐκ τῶν πλοίων
οὔτε τὸ κατὰ τὴν ὑπὸ Βακχείου γενομένην ἔκδοσιν ἔχειν
φάσκων οὕτω τοὺς χαρακτῆρας, ὡς ὁ Ζήνων ἔγραψεν ἐπὶ
τοῦ προκειμένου κατὰ τὸν λόγον μειρακίου. εἰς ταύτην δ’
οὐκ οἶδ’ ὅπως τὴν ἀδολεσχίαν ὁ Ταραντῖνος Ἡρακλείδης
ὑπεσύρη, καίτοι πειρώμενος ἀεὶ πρὸς τὸ χρήσιμον ἀγαγεῖν
τὰς ἐξηγήσεις. ἀλλὰ νῦν γε φαίνεται φιλονεικεῖν τῷ Ζήνωνι
μᾶλλον ἢ τοῦ χρησίμου στοχάζεσθαι. ποιεῖται γοῦν
τὴν τῶν χαρακτήρων ἐξήγησιν ὡς διὰ τί ζ πρὸ τοῦ τελευταίου
θ γέγραπται. τὸ δ’ ἕτερον ὃ τούτου προτέτακται
δηλοῦν φησὶ τὸ ζητητέον εἶναι διὰ τί κατὰ τὴν ζ΄ ἡμέραν
ἀπέθανε τῶν παροξυσμῶν αὐτῷ κατὰ τὰς ἀρτίους γεγονότων.
εὔλογον γὰρ ἦν, ὡς αὐτὸς ὁ Ἱπποκράτης λέγει, τὴν
κρίσιν τοῦ νοσήματος ἐν ταῖς παρεξοτικαῖς ἡμέραις γεγονέναι.
ὧν γὰρ οἱ παροξυσμοὶ, φησὶν, ἐν ἀρτίαις, τούτων καὶ
αἱ κρίσεις ἐν ἀρτίαις, ὧν δ’ ἐν περιτταῖς, καὶ τούτων πάλιν
ἐν περιτταῖς ἡμέραις γίνεσθαι τὴν κρίσιν. ὑποπέπτωκε
δὲ τῷ γενικῷ σημαινομένῳ τῆς κρίσεως καὶ ὁ θάνατος.
οὕτως μὲν Ταραντῖνος ἀπεφήνατο περὶ τῶν χαρακτήρων.
ἐπισκεψώμεθα δὲ εἴ τις λέγει σοφόν· ὅτι μὲν γὰρ ἀποθνήσκειν
ὡς τὰ πολλὰ κατὰ τὰς τῶν παροξυσμῶν ἡμέρας
συμβαίνει καὶ σπάνιόν ἐστι τοὐναντίον ὁμολογητέον τ’
ἐστὶ καὶ συγχωρητέον ἀληθεύειν τῷ Ταραντίνῳ, οὐ μήν γε
οὗτος ἐν ταῖς ἀρτίαις φαίνεται τοὺς παροξυσμοὺς ἐσχηκώς.
ἐπὶ μὲν γὰρ πρώτης ἡμέρας ὁ Ἱπποκράτης ἔγραψε τὰ κατὰ
τὴν ἀρχὴν τοῦ νοσήματος γενόμενα. ταύτῃ δ’ ἐφεξῆς φησὶ,
πάντα παρωξύνθη, διὰ τὴν ἀνάβασιν τοῦ νοσήματος ὀξέως
κινουμένου, κατὰ γοῦν τὴν τρίτην μᾶλλον αὐξηθῆναι δηλοῦν
τὸ νόσημα. προειρηκὼς γὰρ ἐπὶ τῆς δευτέρας τό τ’ οὐχ
ὕπνωσε καὶ τὸ τὰ τῆς γνώμης ταραχώδεα κατὰ τὴν τῆς
τρίτης διήγησιν ἔγραψε. πρῶτον μὲν τὸ δυσφόρως, ὃ κατὰ
τὴν πρώτην ἡμέραν οὐκ ἐγεγράφει. τούτῳ δ’ ἐφεξῆς τὸ
διψώδης, εἶτα τὸ ἀσώδης, εἶτα τὸ πολὺς βληστροσμὸς, εἶτα
τὸ ἀπορίη· καὶ τούτων ἓν ἤρκει καὶ ἐν τῇ τρίτῃ προσγενόμενον
ἡμέρα, χείρονα τῆς δευτέρας αὐτὴν ἐνδείξασθαι. τὸ
μὲν γὰρ οὐχ ὑπνῶσαι κατὰ μίαν νύκτα καὶ τὰ τῆς γνώμης
ἔχειν ταραχώδη συνεχῶς φαίνεται γινόμενα κατὰ τὰς ὀξείας
νόσους, ἄνευ μεγάλου κινδύνου, τὰ δ’ ἐν τῇ τρίτῃ γεγραμμένα
γέγονε πάντα κινδυνώδη. πλὴν διὰ τοῦτ’ ὀνομάζει
τῆς δευτέρας χείρονα τὴν τρίτην εἶναι, διότι κατὰ μὲν τὴν
δευτέραν ἔγραψε τὰ τῆς γνώμης ταραχώδεα, κατὰ δὲ τὴν
τρίτην ἄλλα τέ τινα συμπτώματα τὰ μικρὸν ἔμπροσθεν
εἰρημένα διηγήσατο γεγονέναι καὶ τὰ κατὰ τὴν γνώμην οὐχ
ἁπλῶς ταραχώδεα. μικρὸν γὰρ τὸ τοιοῦτον, ἀλλὰ παρακροῦσαι
φησί. φαίνεται γὰρ δὴ καὶ κατ’ αὐτὸ τοῦτο τὸ
σύμπτωμα χείρων ἡ τρίτη τῆς δευτέρας γεγονέναι, οὐ μὴν
οὔθ’ ὅτι προσέθηκεν ἐν αὐτῇ ὑπολάπαρον ὑποχόνδριον, ἔντασιν
οὐκ οὖσαν ἔμπροσθεν, ὑπονοήσειεν ἄν τις ἐκ τούτου,
τὴν δευτέραν ἡμέραν αὐτῷ γεγονέναι μετριωτέραν. ὅ τι
γὰρ ἂν ἔμπροσθεν ἀπαθὲς ὂν σπλάγχνον ἄρξηται πάσχειν
ἔν τινι ἡμέρᾳ, ἐκείνην ἐνδείκνυται τῶν ἔμπροσθεν χείρονα.
ἐν πᾶσι δὲ τοῖς εἰρημένοις ὀλεθριώτατα φαίνεται κατὰ
ταύτην γεγονέναι συμπτώματα κατάψυξις καὶ πελίδνωσις
τῶν ἄκρων. ὥσθ’ ὅπερ ὀλίγον ἔμπροσθεν ἔφην,
θαυμάσαι χρὴ ὅπως οὐκ ἀπέθανε κατὰ τὴν πέμπτην ἡμέραν
τὸ μειράκιον. ἀλλὰ νὴ Δία, φησί τις ἴσως βοηθῶν τῷ
Ταραντίνῳ, τοῖς εἰρημένοις ἐφεξῆς γέγραπται τετάρτῃ οὐχ
ὕπνωσεν, ἐπὶ τὸ χεῖρον διάθεσις. τοῦτον αὐτὸν μνήμονα
ποιήσω ἰατρικοῦ τοῦ θεωρήματος, ὅτι δήπου τετάρτῃ τῆς
ἑβδόμης ἐπίδηλος ὑπ’ αὐτοῦ Ἱπποκράτους εἴρηται, διότι
τῶν ἐν αὐτῇ γενομένων ἀγαθῶν ἢ κακῶν ἡ ἔκβασις οὐχ
ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐπὶ τῆς ζ΄ ἢ τῆς στ΄ ἡμέρας γίνεται.
πῶς οὖν, ὁ Ταραντῖνός φησιν, εὐλογώτερον ἦν τεθνάναι
τὸ μειράκιον τοῦτο κατὰ τὴν στ΄ ἡμέραν, ἐπειδὴ τοὺς
παροξυσμοὺς ἐν αὐταῖς ἀρτίαις ἔσχεν. ἐν γὰρ τῇ τρίτῃ τῶν
εἰρημένων φαίνεται τὰ πλεῖστ’ αὐτῷ γεγονέναι συμπτώματα,
κατὰ δὲ τὴν τετάρτην ηὐξῆσθαι, διαρκέσαι δὲ καὶ ἀντισχεῖν
ἄχρι τῆς ζ΄ ἡμέρας, ἴσως μὲν καὶ ὅτι τὴν δύναμιν
φύσει ἔσχεν ἰσχυρὰν, οὐ μὴν ἀλλὰ διὰ τὴν ἡλικίαν. ὡς εἴ
γε μὴ ταῦθ’ ὑπῆρχεν αὐτῷ, κατὰ τὴν ε΄ ἂν ἐτεθνήκει.
φαίνεται δή μοι φιλοτιμούμενος πρὸς τὸν Ζήνωνα μᾶλλον
ἢ ἀκριβῶς ἐξετάζων τὸ πρᾶγμα ταῦθ’ ὁ Ταραντῖνος ἐσχηκέναι.
ταὐτὸ δὲ τοῦτ’ ἔπαθε καὶ ὁ Ἀπολλώνιος, ἐξηγούμενος
καὶ αὐτὸς φιλοπόνως τὸ ζ γράμμα τὸ δεύτερον ἐν
τοῖς χαρακτῆρσι γεγραμμένον. ἠκολούθησαν δ’ αὐτῷ καὶ
ἄλλοι πολλοὶ καὶ μάλισθ’ ὅτι πρῶτον μὲν ἰατρικόν τι θεώρημα
λέγει χρήσιμον ἐξηγεῖσθαι χωρὶς χαρακτήρων, εἶθ’
ὅτι καὶ ἀληθὲς αὐτοῖς ἔδοξεν εἶναι τὸ ῥηθέν. διὰ τοῦτο
γὰρ ἀποθανεῖν φησὶ τὸ μειράκιον, ὅτι παρὰ τὸ ἔθος ἐν
κόποις καὶ πόνοις καὶ δρόμοις ἐγένετο. ἐγὼ δὲ τοὺς μὲν
πόνους καὶ δρόμους, εἴπερ ἐκ τῆς προσηγορίας ταύτης δηλοῦται
τὰ πλείω γυμνάσια, διατεινόμενος εἴποιμι χωρὶς τῆς
ἐν τῷ σώματι προϋπαρχούσης νοσώδους κατασκευῆς μηδέποτ’
ἂν αἰτίους γενέσθαι θανάτου. περὶ τῶν κατ’ ἐνίους
ποτῶν, ἔφην γὰρ οὕτως μεταγράφειν τινὰς, οὐδὲν ἔχω σαφὲς
εἰπεῖν ἐπί γε τοῦ μειρακίου τούτου, διότι μήτε τὴν
ποιότητα τῶν γινομένων ποτῶν γινώσκω, καίτοι πολλῆς οὔσης
ἐν αὐτοῖς διαφορᾶς. καὶ γὰρ ἐν τῷ χρόνῳ διαφέρουσιν
οἱ ποτοί. τινὲς μὲν ἐν ἡμέραις δυσὶ καὶ τρισὶν, ἔνιοι
δὲ πολλαπλασίοις τούτων γινόμενοι καὶ τὸ πινόμενον ἑκάστης
ἡμέρας πλῆθος οὐ μικρὰν ἔχει τὴν διαφοράν. ἔτι πρὸς
τούτοις ἡ ποιότης τοῦ πόματος, ἔνιοι μὲν γὰρ ἀκρατέστερον,
ἔνιοι δ’ ὑδαρέστερον, ἔνιοι δ’ εὔκρατον πίνουσι. καὶ
τινὲς μὲν ψυχρὸν, ἔνιοι δὲ θερμὸν καὶ τούτων γ’ ἑκάτερον,
ἤτοι γ’ ἐξ ἔθους ἢ παρὰ τὸ ἔθος ἔπιόν ποτε. προσέρχεται
δὲ καὶ ἡ τῶν οἴνων οὐ μικρὰ διαφορὰ κατά τε τὸ γένος
καὶ τὸν χρόνον· οὐ γὰρ τὴν αὐτὴν ἐργάζεται διάθεσιν
ὁ νέος οἶνος καὶ ὁ παλαιὸς, οὐδ’ ὁ παχὺς καὶ λεπτὸς, οὐδ’ ὁ
λευκὸς καὶ μέλας, οὐδ’ ὁ εὐώδης καὶ δυσώδης, ὥσπερ οὐδ’ ὁ αὐστηρὸς
καὶ γλυκὺς, ὥστ’ εἰκότως ἔφην οὐκ ἔχειν ἀποφήνασθαι
βέβαιον οὐδὲν ὑπὲρ τῆς ἐξ οἴνου βλάβης γενομένης τῷ μειρακίῳ.
τό γε μὴν ὡς τὸ πολὺ κοινὸν ἁπάντων οἴνων ἀμετροτέρας
πόσεώς ἐστιν ὅτι καὶ τῶν νεύρων ἅπτονται καὶ
τῆς γνώμης, οὐ μὴν ἡ τούτων τριπτὴ ἐπεκράτησε βλάβη,
κατὰ τὴν τοῦ μειρακίου νόσον· οὔτε γὰρ σπασμῶδες οὔτε
τρομῶδες, ἀλλ’ οὐδὲ φρενιτικὸν ἐγένετο καὶ διὰ τοῦτ’ οἶμαι
καὶ τὴν τῶν ποτῶν γραφὴν ἀλογωτέραν ὑπάρχειν. εὐλογώτερον
γάρ ἐστιν ἀπεψίας προηγεῖσθαι τῷ μειρακίῳ, τάχα
μὲν καὶ κατὰ τὴν κοιλίαν, εἰ δὲ μὴ, ἀλλὰ κατά
γε τὰς φλέβας πάντως, ἐφ’ αἷς οὐκ ὀλίγων ὠμῶν χυμῶν
ἠθροίσθη πλῆθος, ὡς ἐνδείκνυται τὰ οὖρα καὶ τὰ διαχωρήματα,
λεπτὰ μὲν, οὐ μὴν χολώδη γενόμενα. φαίνεται μέντοι
καὶ χολώδης τις αὐτῷ χυμὸς ἐν ὅλῃ τῇ τοῦ σώματος
ἕξει περιέχεσθαι, διὰ τοὺς γενομένους πόνους, ἐφ’ οἷς εὔλογόν
ἐστι καὶ παραφροσύνην τινὰ γενέσθαι καὶ πυρετόν.
6. Παρὰ Τισαμένῳ γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα
δυσφόρως ὥρμησαν, ἔμετοι πολλοὶ, ποτὸν κατέχειν οὐκ
ἠδύνατο, πόνοι περὶ τὰ ὑποχόνδρια καὶ ἐν τοῖσι κάτω
κατὰ κοιλίην, πόνοι, στρόφοι συνεχέες, ἐπεθερμαίνετο·
ἄκρεα ψυχρὰ διὰ τέλεος, ἀσώδης, ἄγρυπνος· οὖρα ὀλίγα,
λεπτὰ, διαχωρήματα ὠμὰ, λεπτὰ, ὀλίγα, ὠφελέειν
οὐκέτι δύνατο, ἀπέθανε.
Κακῶς ἔνιοι γράφουσιν ἐπὶ τῆς γυναικὸς ταύτης ὑλεώδεα
διὰ τοῦ υ, δέον ἰλεώδεα διὰ τοῦ ι γράφειν. ἰλεὸς γὰρ
ὀνομάζεται τὸ πάθος, οὗ τὰ συμπτώματα γενέσθαι γράφει
τῇ γυναικὶ, πολλοὺς μὲν ἐμέτους καὶ ποτὸν κατέχειν μὴ
δύνασθαι. πόνους δ’ εἶναι περὶ τὰ ὑποχόνδρια καὶ στρόφους
μετὰ πόνων ἐν τοῖς κατὰ τὴν κοιλίαν, ἅπερ ἅπαντα
συνεδρεύει τοῖς εἰλεώδεσιν. ὃ δ’ ἐφεξῆς ἔγραψεν, οὐ τῶν
συνεδρευόντων ἐστὶν αὐτοῖς, ἀλλὰ τῶν ἐπιγινομένων κακοηθευομένῳ
τῷ πάθει, μάλιστα τὸ διὰ τέλους εἶναι ψυχρὰ
τὰ ἄκρα. μοχθηρὸν δὲ καὶ τὸ ἀσῶδες. ἀλλὰ καὶ τὰ οὖρα
προσέγραψε, καίτοι γ’ οὐκ οὔσης ἐν ταῖς φλεψὶ καὶ τοῖς
χυμοῖς τῆς διαθέσεως, ἀλλ’ ἐν τοῖς ἐντέροις. ὅταν γὰρ ἐν
τούτοις ἄρξηται μεγάλη φλεγμονὴ, τὰ προειρημένα
συμπτώματα φιλεῖ γίνεσθαι, καλεῖται δὲ τὸ πάθος εἰλεός.
μικρὰ μὲν οὖν ἐκ τῶν οὔρων, ὅταν ᾖ χρηστὰ, πρὸς
τὸ σωθῆναι τοὺς οὕτως ἔχοντας ἐλπὶς, οὐ μικρὰ δ’ εἰς
ὄλεθρον ῥοπὴ μοχθηρῶν γενομένων. κινδυνευόντων γὰρ τῶν
οὕτως νοσούντων διὰ φλεγμονὴν τῶν ἐντέρων, εἰ καὶ ἄλλη
τις ἐν τῷ σώματι φαίνεται διάθεσις εἶναι μοχθηρὰ, συνεπαύξεται
τῷ κάμνοντι τὸ κακόν. οὕτως οὖν εἴωθεν ὁ Ἱπποκράτης,
ὅταν περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ᾖ
διάθεσις, ἐπιβλέπειν τὰ οὖρα. κατὰ φύσιν μὲν γὰρ ἐχόντων
αὐτῶν, ἐκ μόνων τῶν ἀναπνευστικῶν ὁ κίνδυνος· εἰ δὲ καὶ
ταῦτα μοχθηρὰ φανείη, κακῶς ἔχειν ἐνδείκνυται καὶ τότε
τὸ τῆς τροφῆς ὄργανον καθάπερ καὶ νῦν. καίτοι τῶν κατὰ
γαστέρα πεπονθότων καὶ τῆς διαθέσεως αὐτῶν ἐκ τῶν
διαχωρημάτων γνωριζομένης, ὅμως καὶ τῶν οὔρων ἐμνημόνευσεν,
ὡς λεπτῶν ὄντων, ἅπερ ἀπεψίαν σημαίνει τῶν ἐν
ταῖς φλεψὶ χυμῶν. ἀλλὰ περὶ μὲν τῶν οὔρων ἀεὶ μέμνησο,
συνεπισκοπούμενος αὐτὰ κᾀν τοῖς κατὰ γαστέρα καὶ θώρακα
καὶ πνεύμονα καὶ νεῦρα πάθεσιν, οἷς μὲν ἀγαθὰ φανείη,
μεγάλην παρεχόντων τὴν ῥοπὴν εἰς σωτηρίαν, εἰ δὲ μοχθηρὰ,
συνεπισχυουσῶν καὶ αὐτῶν τι πρὸς τοῦ κάμνοντος κίνδυνον.
ὄντος δὲ παντὸς ἰλεοῦ κινδυνώδους οἱ κατὰ τὰ
μετέωρα τῶν ἐντέρων συνιστάμενοι τῶν ἐν τοῖς παχέσι
χείρους εἰσὶν, εἰς συμπάθειαν ἄγοντες ἧπάρ τε καὶ σπλῆνα.
διαγνώσῃ δ’ αὐτοὺς ἔκ τε τῆς τῶν ἐμέτων συνεχείας τε καὶ
σφοδρότητος καὶ τοῦ μηδὲ τὸ ποτὸν δύνασθαι κατέχειν,
ἔτι δὲ μᾶλλον ἐκ τοῦ μὴ διαχωρεῖν τι κάτω. καὶ οἱ
στρόφοι δὲ καὶ αἱ ὀδύναι συνενδείκνυνται, ὅταν ἐν τοῖς
ὑψηλοῖς μέρεσι γίνωνται. εἰ δὲ καὶ κόπρον ἐμέουσιν, ὁρᾶται
γὰρ τοῦτο γινόμενον, ἐναργέστατον ἔστω σοι γνώρισμα
τοῦ πεπονθέναι τὰ λεπτὰ τῶν ἐντέρων. ἔστι δ’ ὀξύτατον
τὸ πάθος καὶ διὰ τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτης αὐτὸ
μετὰ τοῦ προσγράψαι, ὠφελεῖν οὐδὲν ἠδύνατο. μέμνησο
δή μοι καὶ τούτου πρὸς τὸν περὶ τῆς φλεβοτομίας λόγον.
οὐ γὰρ ἄλλο τι τῶν βοηθημάτων ἔγραψεν ἐπὶ τῶν ἐν τούτοις
τοῖς βιβλίοις ἀῤῥώστων, οὔτ’ ἐκείνην, οὐ δήπου τῶν
καμνόντων ἀβοηθήτων ἐῤῥιμμένων, ἀλλ’ ὡς οὐ χρῄζων γράφειν
τὰ βοηθήματα καθ’ ἕκαστον, εἰ μή τί που τῶν
σπανίως εἴη γεγονότων, ὡς ἐπὶ τοῦ φλεβοτομηθέντος ὀγδοαίου.
τήν γε μὴν ἡμέραν καθ’ ἣν ἀπέθανεν ἡ ἄῤῥωστος
αὕτη παρέλιπεν εἰπεῖν, ὡς ἂν αὐτῆς τεθνεώσης εὐθέως κατὰ
τὴν δευτέραν ἡμέραν ἢ τὸ πλεῖστον τὴν τρίτην διὰ τὴν
ὀξύτητα τοῦ πάθους, ἣν ἐδήλωσεν αὐτὸς ἐν τῇ διηγήσει.
7. Γυναῖκα ἐξ ἀποφθορῆς νηπίου, τῶν περὶ Παντιμίδην, τῇ
πρώτῃ πῦρ ἔλαβεν· ἡ γλῶσσα ἐπίξηρος, διψώδης, ἀσώδης,
ἄγρυπνος· κοιλίαι ταραχώδεις πολλοῖσι λεπτοῖσιν
ὠμοῖσι· δευτέρῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἀπὸ κοιλίης
πολλὰ, οὐχ ὕπνωσε, τρίτῃ μείζους οἱ πόνοι, τετάρτῃ παρέκρουσεν,
ἑβδόμῃ ἀπέθανεν, κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι
πολλοῖσιν, λεπτοῖσιν, ὠμοῖσιν. οὖρα ὀλίγα, λεπτὰ,
πυρετὸς καῦσος.
Εἰ διά τι τῶν ἔξωθεν ἀποφθεῖραι τὴν γυναῖκα συνέβη
ταύτην, αὐτὸς ἂν ὁ Ἱπποκράτης ἀπεσημήνατο. δῆλον
οὖν ἐστιν ὡς διὰ τὸ νόσημα συνέβη τὴν ἀποφθορὰν γενέσθαι
τῇ γυναικὶ, μοχθηροὺς ἠθροικυίᾳ χυμούς. πρόκειται δὲ τῷ
ἐξ ἀποφθορᾶς τὸ νηπίου, δηλοῦντος, ὡς οἶμαι, τῇ προσθήκῃ
ταύτῃ μικρὸν εἶναι τὸ ἀμβλωθέν. ὀνομάζουσι γὰρ οἱ ἄνθρωποι
νήπια παιδία τὰ μετὰ τὴν ἀποκύησιν, οὐ πολλοῦ
χρόνου. κατὰ μεταφορὰν οὖν εἰκός ἐστι τὸν Ἱπποκράτην
τὰ πάνυ μικρὰ τῶν κυουμένων παιδίων οὕτως ὠνομακέναι.
καὶ γὰρ καὶ μάλιστα διαφθείρεται ταῦτα, τὴν μὲν ὀξύτητα
καὶ τὸ μέγεθος τοῦ πυρετοῦ διὰ αὐτοῦ τε τοῦ φάναι, πῦρ
ἔλαβεν, ἐδήλωσε κᾀκ τοῦ προσθεῖναι, γλῶσσα ἐπίξηρος,
διψώδης. τὸ δ’ ἀσώδης τῆς κακοηθείας γενομένου πυρετοῦ
σημεῖόν ἐστι. πρόσχες τὸν νοῦν ἐπιμελῶς τῇ τῶν διαχωρουμένων
ἰδέᾳ. γράψαντος γὰρ αὐτοῦ κοιλίη ταραχώδης,
λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι, καίτοι γ’ αὐτὸς εἰπὼν ἐπὶ
τῇ τελευτῇ τῆς διηγήσεως καῦσον αὐτῇ γεγονέναι. ὀνομάσας
δὲ καὶ τὸν πυρετὸν, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν
ἀρξάμενον, παροξυνθέντα δ’ ἐν τῇ δευτέρᾳ, προσθεὶς δ’
ὅτι καὶ ἡ γλῶσσα ἐπίξηρος καὶ οὐχ ὕπνωσε καὶ διψώδης
ἦν, ὅμως ὠμά φησιν εἶναι τὰ διαχωρούμενα.
καῦσον δὲ πυρετὸν ἐπὶ χολώδεσι χυμοῖσι γινόμενον ἴσμεν.
εἰκὸς οὖν τῇ γυναικὶ ταύτῃ κατὰ μὲν ὅλον τὸν ὄγκον τοῦ
σώματος ἠθροῖσθαι τὸν χολώδη χυμὸν, ἐν δὲ ταῖς πρώταις
φλεψὶ ταῖς κατὰ τὸ μεσάραιόν τε καὶ τὰ σιμὰ τοὺ ἥπατος
ὠμὰ περιέχεσθαι. καὶ μὴν καὶ τὰ οὖρά φησιν αὐτῇ γεγονέναι
λεπτὰ παραπλησίως τοῖς ὠμοῖς διαχωρήμασιν, οὐ μόνον
ἐν ταῖς πρώταις φλεψὶν, ἀλλὰ καὶ κατὰ τὰ κυρτὰ τοῦ
ἥπατος ὠμῶν πλεοναζόντων χυμῶν. ὁ δὲ καῦσος ἐπὶ τέλει
τῆς ἀῤῥώστου ταύτης ἐν πολλοῖς τῶν ἀντιγράφων προσγέγραπται
καῦσος, ἔνια δ’ οὐ τοῦτο μόνον ἔχει γεγραμμένον,
ἀλλὰ καὶ τὸ α προκείμενον, ὡς ἤτοι πρώτην νοεῖσθαι τὴν
ἄῤῥωστον ταύτην ἐν καύσῳ γεγονυῖαν ἢ πρῶτον εἶδος εἶναι
τούτου τοῦ καύσου. τὸ δ’ ἐφεξῆς αὐτῷ γεγραμμένον, δεύτερον
ἐπὶ τῆς γυναικὸς, ἧς οὕτως ἄρχεται, ἑτέρην ἐξ ἀποφθορῆς.
ἐγὼ κατὰ τὸν ὄγδοον ἄῤῥωστον, οὗ ἡ ἀρχὴ, τὸ
μειράκιον ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τελεώτερον ἔφην
ποιήσασθαι τὸν περὶ τῶν οὕτως προσγεγραμμένων λόγων,
ὅταν ἐξηγῶμαι τὸν δέκατον ἄῤῥωστον, ἀποδώσω τε νῦν αὐτὸν,
ἐκ δυοῖν τούτοιν ὑποπτεύων προσγεγράφθαι τὸ καῦσος
ἀφ’ ἑτέρου τινὸς, οὐκ αὐτοῦ τοῦ συγγραφέως· ὅτι πρῶτον
μὲν ἂν οὐχ ἑνὶ ἢ δυοῖν τῶν ἀῤῥώστων ἐπὶ τῇ τελευτῇ τῆς
διηγήσεως τὴν ἰδέαν τῆς νόσου προσέγραψε, ἀλλὰ πᾶσιν ἢ
τοῖς πλείστοις, εἴπερ ὅλως ἐβούλετο καὶ ταύτας ἡμᾶς διδάσκειν,
ὡς ἔνιοι τῶν μετ’ αὐτὸν ἐποίησαν. ὁ δὲ ὡς εἰδόσι
διαγινώσκειν τὰ νοσήματα τὴν διήγησιν ἐποιήσατο
τῶν συμβάντων τοῖς ἀῤῥώστοις. φαίνονται δὲ καὶ οἱ ἄλλοι
παλαιοὶ μὴ στοχαζόμενοι κατὰ τὰ συγγράμματα τῶν ἄρτι
προσιόντων ταῖς βίβλοις, ἀλλὰ τῶν ἤδη κατ’ αὐτὰς ἐχόντων
ἕξιν. βεβαιοῖ δέ μου τὴν ὑπόληψιν ἐπὶ τῷ προειρημένῳ
δεύτερον τοῦτο, τὸ τῷ τρίτῳ τῶν ἐπιδημιῶν μόνῳ
προσγεγράφθαι. πᾶσιν οὖν τοῦτο τοῖς ἐξηγησαμένοις τὸ
βιβλίον· ἔδοξεν ὑφ’ ἑτέρου τινὸς τοῦ τοὺς διεσκευασμένους
τὸ νῦν ἐκείνους χαρακτῆρας προσγράψαντος καὶ ταῦτ’ εἰκὸς
προσγεγράφθαι. κατὰ μὲν γὰρ τὴν κυναγχικὴν εἰκότως ἄν
τις συγχωρήσειεν ὑφ’ Ἱπποκράτους αὐτοῦ προσγεγράφθαι
τὸ ἀπέθανε κυναγχικῇ, διὰ τὴν κυνάγχην αὐτὴν βουλομένου
τεθνάναι τὴν γυναῖκα· κατὰ δὲ τὴν ἐν τῷ νῦν τεθνάναι
λεγομένην οὐχ οὕτως ἀκοῦσαι δυνατόν. εἰπὼν γὰρ ἑβδόμῃ
ἀπέθανεν, ἐπήνεγκε, κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι
πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν, οὖρα ὀλίγα λεπτά. καὶ
μετὰ ταῦτ’ ἐφεξῆς γέγραπται καῦσος. ἐνίοις δὲ καὶ τὸ α
πρόσκειται, κατά τινα δ’ ἀντ’ αὐτοῦ γέγραπται πρῶτος, ἐν
ἄλλοις δὲ πρώτῃ. παντοίως γὰρ ἐλυμήναντο τῷ βιβλίῳ
τούτῳ κατὰ τὰ προσγραφόμενα πολλοὶ τῶν νεωτέρων ἰατρῶν.
εὔδηλον οὖν ὅτι μὴ ὡς ἐπὶ τῆς κυναγχικῆς ἐπὶ
τέλει προσέγραψε τὸ ἀπέθανε κυναγχικῇ, κατὰ τὸν αὐτὸν
τρόπον ἐγχωρεῖ καὶ νῦν προσγεγράφθαι τὸ καῦσος. οὐ γὰρ
εἶπεν ἀπέθανε καυσουμένη, καθάπερ ἐπὶ τῆς κυναγχικῆς,
ἀπέθανε κυναγχικῇ, ἀλλὰ τό τε καῦσος ὄνομα κατὰ
τὴν εὐθεῖαν πτῶσιν εὑρίσκεται γεγραμμένον, ἐν τῷ μεταξὺ
δὲ τούτου τε καὶ τοῦ ἀπέθανε τό τε κοιλίη διὰ παντὸς
ὑγρὴ καὶ τὰ τούτῳ συνεχῆ. ἐπεὶ τοίνυν οὔτ’ ἀπέθανε καυσουμένη,
ἀλλ’ οὐδὲ ἐφεξῆς ὅλως ἀλλήλων ταῦτα γέγραπται,
δῆλον ὅτι παρεγγέγραπται τοῦτο πρός τινος, οὐχ ὑφ’ Ἱπποκράτους
αὐτοῦ γέγραπται. τάχα δέ τις καὶ προσέγραψεν
ἕνεκεν ἑαυτοῦ, καθάπερ εἰώθαμεν ὑπόμνησιν ἐν τοῖς
μετωπίοις τὰ τοιαῦτα προσγράφειν. εἶτά τις τῶν μεταγραφόντων
βιβλίον ὡς αὐτοῦ τοῦ συγγραφέως ὂν εἰς τὸ ὕφος
αὐτὸ μετέθηκεν.
8. Ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον Οἰκέτεω γυναῖκα
πῦρ ἔλαβεν. ἀρχομένη δὲ κωματώδης καὶ πάλιν ἄγρυπνος,
ὀσφύος ὀδύνη, κεφαλῆς βάρος. δευτέρῃ κοιλίῃ ἐπεταράχθη,
ὀλίγοισι, λεπτοῖσι ἀκρήτοισι τὸ πρῶτον· τρίτῃ
πλείω καὶ χείρω, νυκτὸς οὐδὲ ἐκοιμήθη. τετάρτῃ παρέκρουσε,
φόβοι, δυσθυμίαι δεξιῷ ἴλλαινεν, ἵδρου περὶ κεφαλὴν
ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά. πέμπτῃ πάντα παρωξύνθη,
πολλὰ παρέλεγε, καὶ πάλιν, ταχὺ κατενόει, δίψος,
ἄγρυπνος, κοιλίη πολλοῖσιν ἀκαίροισι διὰ τέλεος, οὖρα
ὀλίγα, λεπτὰ, ὑπομέλανα, ἄκρεα ψυχρὰ, ὑποπέλια. ἕκτῃ
διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε φρενιτιαία.
Ἡ μὲν πρὸ ταύτης γεγραμμένη νήπιον ἔτι τὸ ἔμβρυον
ἀπέφθειρε καὶ χρὴ νήπιον τὸ ἔμβρυον, ὡς ἔφην, ἀκούειν ἢ
ἑνὸς ἢ δυοῖν μηνῶν ἢ τὸ μακρότατον τριῶν. ἡ δὲ νῦν οὐδὲ
κατὰ τὸν ἐνεστῶτα λόγον, πεντάμηνον ἔμβρυον ἐξέτρωσεν,
οὐδ’ αὐτὴ διά τι τῶν ἔξωθεν αἰτίων, ἀλλ’ ἐκ τῆς κατὰ τὸ
στῶμα διαθέσεως. ἐνίοτε μὲν γὰρ πηδήσασαι σφοδρότερον
ἢ δείσασαί τι τῶν ὀφθέντων αὐταῖς φοβερῶν, αἰφνίδιον ἐκτιτρώσκουσιν
αἱ γυναῖκες, ἐνίοτε δὲ καὶ δι’ ὀδύνην ἢ ἀπεψίαν
σφοδρὰν ἢ φαρμακώδους τινὸς ἐδωδὴν ἢ ἄντικρυς
φαρμάκου πόσιν ἢ διὰ τὸ προσέσθαι τι τῶν ἀμβλωθριδίων,
ἀλλὰ καὶ διὰ φλεβοτομίαν καὶ δι’ αἱμοῤῥαγίαν ἐκ τραύματος
ἢ ἐξ αἱμοῤῥοΐδος ἀμέτρου ἐξέτρωσαν ἔνιαι. οἶδα δέ
τινας κᾀξ αὐτοῦ τραχήλου τῆς μήτρας αἱμοῤῥαγησάσας
ἐγκύμονας ἐπὶ πλέον, εἶθ’ ἑξῆς ἐκβαλούσας τὸ ἔμβρυον,
ὧν ὅτι μηδὲν ἐγένετο ταῖς κατὰ τόνδε τὸν λόγον ἐφ’ Ἱπποκράτους
γεγραμμέναις γυναιξὶ, δῆλον ἐξ αὐτοῦ τοῦ μὴ
προσγεγράφθαι κατὰ τὴν διήγησιν αὐτῶν, καίτοι γ’ εἰωθότος
αὐτοῦ μὴ παραλείπειν τὰ τοιαῦτα. πυρέξαι τοίνυν
αὐταῖς οὐ διὰ τὴν τῶν ἐμβρύων ἐγένετο φθορὰν, ἀλλ’ ἔμπαλιν
ἀπεφθείρετο κύημα διὰ τὸν πυρετόν. ἔοικε δὲ κατ’
αὐτῆς γυναικὸς ὁρμηθεὶς ὁ γράψας τὸ προῤῥητικὸν οὕτως
εἰπεῖν. οἱ κωματώδεις ἐν ἀρχῇσι μετὰ κεφαλῆς, ὀσφύος,
ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί;
δύναται δὲ καὶ αὐτὸς ἑτέραν ἢ ἕτερον οὕτως ἔχοντα
θεάσασθαι. τὴν δ’ οὖν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα
κωματώδη τε καὶ πάλιν ἄγρυπνον ἔφη γενέσθαι, κεφαλῆς
τε βάρος ἔχειν καὶ τῆς ὀσφύος ὀδύνην, οὐ μὴν περὶ
τραχήλου προσέθετό τι. φησὶ δὲ καὶ τὴν κοιλίαν ἐπιταραχθῆναι
λεπτοῖς καὶ ἀκράτοις, οὐδὲν ἐνταῦθα προσθεὶς
ἔτι περὶ τῆς χρόας αὐτῶν. ἐγχωρεῖ γὰρ ἄκρατα, ὠχρὰ
καὶ ξανθὰ καὶ πυῤῥὰ καὶ ἐρυθρὰ καὶ ἰώδη καὶ μέλανα διαχωρεῖσθαι,
γινωσκόντων ἄκρατα καλεῖν αὐτὸν ὅσα τὴν οἰκείαν
χρόαν ἄμικτον ἔχει πρὸς ἕτερον χυμὸν, ὡς δ’ ἄν τις
εἰκάσειε, χολώδη διεχώρησεν ἄκρατα, τουτέστιν ἤτοι ξανθὰ
κατὰ τὴν χρόαν ἢ πυῤῥά. τὰ γὰρ ἰώδη καὶ μέλανα μετὰ
τοῦ προσθεῖναι τὴν χρόαν ἔθος ἐστὶ καὶ τούτῳ καὶ τοῖς
ἄλλοις ἰατροῖς. καὶ ἡμεῖς εἰώθαμεν ἄνευ προσθήκης χολώδη
διαχωρῆσαί τινα λέγειν ἐπὶ τῇ χολῇ ξανθῇ τοιαύτῃ
λέξει χρώμενοι. τὰ δὲ τῆς ἰώδους ἢ μελαίνης ἤ τινος
ἑτέρας χολῆς οὐ λέγομεν ἁπλῶς χολώδη, τίθεμεν δ’ αὐτοὶ
τὴν ἀπὸ τῆς χρόας διάκρισιν αὐτοῖς. καὶ τοῦτό γ’ ἐν ἅπασι
τὸ ἔθος ὑπῆρξε, διὰ τὸ συνεχῶς μὲν ἐμεῖσθαί τε καὶ διαχωρεῖσθαι
τὴν ὠχράν τε καὶ ξανθὴν χολὴν, οὐ μόνοις τοῖς
νοσοῦσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσι, σπανίως δὲ τὰς ἄλλας
καὶ μόνον ἐπὶ τῶν νοσώδη διάθεσιν ἐχόντων. κατὰ γοῦν
τὴν τῆς τρίτης ἡμέρας διήγησιν εἰπὼν, νυκτὸς οὐδὲν ἐκοιμήθη,
τοῦ κώματος δ’ οὐκ ἔτι μνημονεύσας, ἔνδειξιν παρέσχεν
ἡμῖν τοῦ μέλλειν ὅσον οὔπω παραφρονήσειν. εἰκότως
γοῦν ἐφεξῆς ἐρεῖ, τετάρτῃ παρέκρουσε, φόβος, δυσθυμία,
πρὸς δὲ καὶ τῷ δεξιῷ ἴλλαινεν. ἔτι τε τὸ ἵδρου περὶ κεφαλὴν
ὀλίγῳ ψυχρῷ φρενιτικήν τε ἤδη τὴν ἄνθρωπον
ἐδήλωσεν εἶναι καὶ πρὸς τούτῳ μοχθηρῶς ἔχειν πάνυ.
προστιθέντων δὲ τοῖς εἰρημένοις σημείοις τε καὶ συμπτώμασι,
τῶν ψυχρῶν ἀκρέων ἔτι μᾶλλον ἄν τις αὐτὴν προσεδόκησε
τεθνήξεσθαι. καὶ τοίνυν ἀπέθανε ἀκόλουθον τοῖς
εἰρημένοις συμπτώμασιν ἔχουσα τὰ κατὰ τὴν πέμπτην καὶ
τὴν ἕκτην. τὰ δ’ ὡς μαρτυροῦντα τούτοις ἐν προῤῥητικῷ
γεγραμμένα φθάνω δείξας ἐν τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον,
ὅπως ἐστὶ μοχθηρά. μνημονεύσωμεν τοίνυν καὶ αὐτῶν
ἀναμνήσεως ἕνεκα, καίτοι παρῃτημένοι τὰ τοιαῦτα γράφειν.
εἰρημένου τοίνυν ἐν προῤῥητικῷ, ἐξ ὀσφύος ἀναδρομῆς
ὀφθαλμῶν ἴλλωσις, διὰ τοῦτο τῆς γυναικὸς ταύτης ἀναμιμνήσκουσιν,
ἔν τε τῷ περὶ ταύτης λόγῳ τῆς ἐν τῷ προῤῥητικῷ
λέξεως. ἔστι δ’, ὡς ἐδείχθη, τὰ τοιαῦτα πάντα μοχθηρὰ,
γινωσκόντων ἡμῶν ἐν τῷ καθόλου τὴν διαστροφὴν τῶν
ὀφθαλμῶν οὐκ ἀγαθὸν εἶναι σημεῖον, ἐάν τ’ ἐξ ὀσφύος ἀναδρομῆς
ἐάν θ’ ὁπωσοῦν γένηται, μετὰ τοῦ κακόζηλον εἶναι
τὴν ἑρμηνείαν καὶ πόῤῥω τῆς Ἱπποκράτους λέξεως. οὐ γὰρ
ἂν εἶπεν ἐξ ὀσφύος ἀναδρομῆς, ἀλλ’ ὡς ἐν τῷ προγνωστικῷ
κατὰ τήνδε τὴν λέξιν. αἱ δὲ σὺν πυρετῷ ὀδύναι γινόμεναι
περὶ τὴν ὀσφὺν καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται,
τὰ κάτω ἐκλείπουσαι ὀλέθριον κάρτα. οὐ μὴν οὐδ’
ἔχει τις ἐπὶ τῆς προκειμένης ἀῤῥώστου δεῖξαι γεγονυίαν εἰς
τὴν κεφαλὴν ἄναδον τῶν κατὰ τὴν ὀσφὺν πλεοναζόντων
χυμῶν· ὥσπερ καὶ ταῦτα μάτην εἶπόν τινες τῶν
ἐξηγητῶν, οὕτω καὶ τήνδε τὴν ῥῆσιν κακῶς ἐκ τοῦ προῤῥητικοῦ
ἐπιφέρουσι τοῖς νῦν εἰρημένοις εἰς ἐξήγησιν τῆς προκειμένης
ἀῤῥώστου, καθ’ ἥν φησι, κοιλίης περίπλυσις ἐξέρυθρος,
κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ τοῖς προκειμένοις,
οὐκ εἰρηκότος Ἱπποκράτους ἐξέρυθρον τῇ γυναικὶ
ταύτῃ γεγονέναι περίπλυσιν κοιλίης. ἔτι δὲ μᾶλλον ἀτόπως
μνημονεύουσι καὶ τῆσδε τῆς ῥήσεως, ἐν πυρετοῖς καυσώδεσιν,
ὑποπεριψύχουσι καὶ διαχωρήμασιν ὑδατοχόλοισι
συχνοῖς, ὀφθαλμοῖσι λῆμαι σημεῖον κακὸν, ἄλλως τε
καὶ ἢν κάτοχοι γένωνται. διαφέρειν δ’ οὐδέν φασιν ἢ κάτοχον
εἰπεῖν ἢ κῶμα, μὴ γινώσκοντας ὡς αὐτὸς ὁ Ἱπποκράτης
διορίζει τὸ βαθὺ κῶμα τοῦ μετ’ ἀγρυπνίας. τὸ
μὲν οὖν βαθὺ κῶμα κοινωνίαν ἔχει τινὰ πρὸς τὴν καλουμένην
κατοχὴν ὑπὸ τῶν περὶ τὸν Ἀρχιγένην τε καὶ Φίλιππον.
οὐ μὴν ὅτι τὸ ἄγρυπνον, ὅ ταύτῃ τῇ γυναικὶ γενέσθαι
φασὶν ἐν ἀρχῇ τοῦ νοσήματος, οὐ καθ’ ὃν χρόνον ὁ
ὀφθαλμὸς παρεσπάσθη. θαυμάσαι δ’ ἐστὶ καὶ τοῦτο τῶν
ἀμφοτέρας τὰς ῥήσεις γραψάντων ἐν ἐξηγήσει τῆς προκειμένης
ἀῤῥώστου καθ’ ἥν φησι, κοιλίης περίπλυσις ἐξέρυθρος
καὶ τὸ διαχωρήμασιν ὑδατοχόλοισιν. οὐδετέραν μὲν γὰρ αὐτῶν
ἔγραψεν ἐπὶ τῆς γυναικὸς ταύτης ὁ Ἱπποκράτης, οὐδὲ
ὡς ἀμφοτέρας γράψαντος ἐξηγοῦνται, πρὸς τῷ μηδὲ δύνασθαι
τὴν αὐτὴν διαχώρησιν ἐξέρυθρόν τε καὶ ὑδατόχολον
εἶναι. παρατίθενται δὲ καὶ ἄλλας πολλὰς ῥήσεις, δι’ ἀλλήλων
ἐξηγούμενοί τε τὸ προῤῥητικὸν καὶ τοὺς ἐν ταῖς ἐπιδημίαις
ἀῤῥώστους. ἀλλὰ πάντ’ ἐξελέγχειν ὅσα κακῶς ἔγραψαν
οὐ καιρὸς, εἰρημένης γε σαφῶς τε ἅμα καὶ τελέως
ἡμῖν ἐν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασι τῆς μοχθηρίας
τῶν τοιούτων ἐξηγήσεων. φρενῖτις, καὶ τοῦτο τῶν
προσγεγραμμένων ἐστὶν, ὥσπερ ὁ καῦσος ἔμπροσθεν, οὐκ ἐν
ἅπασιν ὢν τοῖς ἀντιγράφοις. οὔτε γὰρ ἐπ’ ἄλλου τινὸς ἀῤῥώστου
τοιοῦτόν τι προσέγραψεν, οὔτε προύκειτο νῦν αὐτῷ
διαγνώσεις γράφειν νοσημάτων, ὡς ἐν τοῖς περὶ νούσων
ἐπιγεγραμμένοις ἐστὶν εὑρεῖν.
9. Γυναῖκα ἣ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τεκοῦσάν γε τὸ
πρῶτον ἐπιπόνως ἄῤῥεν, πῦρ ἔλαβεν, αὐτίκα ἀρχομένη
διψώδης, ἀσώδης, καρδίαν ὑπήλγεε, γλῶσσα ἐπίξηρος,
κοιλίη ἐπεταράχθη, λεπτοῖσιν, ὀλίγοισιν, οὐχ ὕπνωσεν.
δευτέρῃ μικρὰ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, μικρὰ περὶ κεφαλὴν
ἵδρωσε ψυχρῷ. τρίτῃ ἐπιπόνως ἀπὸ κοιλίης ὠμὰ,
πολλὰ, λεπτὰ διῄει. τετάρτῃ ἐπεῤῥίγωσε, πάντα παρωξύνθη,
ἄϋπνος. πέμπτῃ ἐπιπόνως. ἕκτῃ διὰ τῶν αὐτῶν,
ἀπὸ κοιλίης ἦλθεν ὑγρὰ πολλά. ἑβδόμῃ ἐπεῤῥίγωσε, πυρετὸς
ὀξὺς, δίψα πολλὴ, βληστρισμὸς περὶ δείλην ἵδρωσε
δι’ ὅλου ψυχρῷ, ψύξις ἀκρέων καὶ οὐκέτ’ ἀνεθερμαίνετο
καὶ πάλιν εἰς νύκτα ἐπεῤῥίγωσε, ἄκρεα οὐκ ἀνεθερμαίνετο,
οὐχ ὕπνωσε, μικρὰ παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει.
ὀγδόῃ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης,
κωματώδης, ἀσώδης, ἤμεσε χολώδεα, μικρὰ, ξανθὰ,
νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, οὔρησε πολὺ, ἀθρόον,
οὐκ εἰδυῖα. ἐνάτῃ ξυνέδωκε πάντα, κωματώδης πρὸς
δείλην, μικρὰ, ἐπεῤῥίγωσε, ἤμεσε πικρὰ, χολώδεα. δεκάτῃ
ῥῖγος, πυρετὸς παρωξύνθη, οὐχ ὕπνωσεν οὐδὲν, πρωΐ
οὔρησε πολὺ, ὑπόστασιν οὐκ ἔχον ἄκρεα ἀνεθερμάνθη.
ἑνδεκάτῃ ἤμεσεν ἰώδεα, χολώδεα, ἐῤῥίγωσεν οὐ μετὰ πολὺ,
καὶ πάλιν ἄκρεα ψυχρά. εἰς δείλην ῥῖγος, ἱδρὼς, ἤμεσε
πολλὰ, νύκτα ἐπιπόνως. δωδεκάτῃ ἤμεσε πολλὰ
μέλανα, δυσώδεα, λυγμὸς πολὺς, δίψος ἐπιπόνως. τρισκαιδεκάτῃ
μέλανα, δυσώδεα, πολλὰ ἤμεσεν, ῥῖγος, περὶ
δὲ μέσον ἡμέρης ἄφωνος. τεσσαρεσκαιδεκάτῃ αἷμα διὰ
ῥινῶν, ἀπέθανε· ταύτῃ διὰ τέλεος κοιλίη ὑγρὴ, φρικώδης,
ἡλικίῃ περὶ ἔτεα ιζ΄.
Εἴτ’ Ἀθήνῃσιν ἐν τῇ τῶν Κερκώπων ἀγορᾷ κατέκειτο
τοῦτο τὸ γύναιον εἴτ’ ἄλλῃ πόλει ζητεῖν ἑτέροις παρέντες
σκεψώμεθα τὰ συμβάντα δι’ ὅλου τοῦ νοσήματος, ἐφ’ οἷς
ἀδύνατον ἦν αὐτῇ ζῆσαι. πάντα γὰρ ἀπ’ ἀρχῆς ἦν θανάσιμα.
καὶ μᾶλλον ἄν τις θαυμάσειε πῶς ἐξήρκεσεν ἄχρι
τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας. ἀλλά μοι δοκεῖ διὰ τοῦτο
ἐπὶ τῷ τέλει τῶν κατ’ αὐτὴν προσθεῖναι τὸ ἡλικίῃ περὶ
ἔτεα ιζ΄. δῆλον δ’ ἐστὶ πρὸς τῷ τῆς ἡλικίας ἰσχυρῷ καὶ
αὐτὴν καθ’ ἑαυτὴν οὐκ ἀσθενῆ τὴν φύσιν εἶναι, ἢ οὐκ ἂν
ἐξήρκεσεν. ὅπου γὰρ οὔτ’ ἄλλο τι τῶν γενομένων αὐτῇ χρηστὸν
ἦν, εὐθέως τὰ κατὰ τὴν δευτέραν ἐπιῤῥιγώσασα μικρὰ
καὶ ὀξέως πυρέξασα περὶ τὴν κεφαλὴν ἵδρωσεν ὀλίγον
ψυχρὸν, εἶτα πάλιν ἐν τῇ τετάρτῃ πάντα παρωξύνθη καὶ
κατὰ τὴν ζ΄ αὖθις ἐπεῤῥίγωσε, γλῶσσά τε ξηρὰ καὶ ὀξέως
πυρέξασα, πρὸς τῷ ἴσχειν ἄκρεα ψυχρὰ καὶ τὸ μηκέτ’ ἀναθερμαίνεσθαι
ταῦτα προσέλαβεν. πῶς οὐκ ἐχρῆν αὐτὴν
ἀποθανεῖν μὲν πάντως ἤτοι κατὰ τὴν ἐνάτην ἢ κατὰ τὴν
ἑνδεκάτην ἡμέραν; ἐπεμέτρησεν οὖν ἄχρι τῆς τεσσαρεσκαιδεκάτης
ἡμέρας, διά τε τὴν ἡλικίαν καὶ τὴν ἰσχὺν τῆς φύσεως,
ἥτις τὴν αὐτὴν ῥωμὴν ἐνεδείξατο κᾀν τῷ τῇ τεσσαρεσκαιδεκάτῃ
ἡμέρᾳ ποιῆσαι τὴν αἱμοῤῥαγίαν. ἀλλὰ γὰρ
οὐκ ἔμελλεν ἰάσασθαι τὴν νόσον οὖσαν μεγίστην ἡ κένωσις
τοῦ αἵματος. ἐνεδείξατο δὲ τὸ μέγεθος αὐτῆς πρὸς
τοῖς ἄλλοις συμπτώμασι καὶ ἡ δυσωδία τῶν ἐμεθέντων
μελάνων, ἀεὶ γὰρ ὀλέθρια τὰ δυσώδη, καθότι καὶ αὐτὸς
ἐν προγνωστικῷ φησι. πᾶσαί τε αἱ ὑπόσαπροι καὶ δυσώδεες
ὀδμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖς ἐμουμένοισι. τὸ δ’ ἐπὶ
τῷ τέλει προσγεγραμμένον, καῦσος, ὁμοίαν ἀτοπίαν ἔχει
τῷ κατὰ τὴν πρὸ ταύτης ἄῤῥωστον ἐπὶ τέλει γεγραμμένῳ,
φρενῖτις.
ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Γ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Γ.
Λοιμώδη κατάστασιν ἐνταῦθα γράφοντος
Ἱπποκράτους, ὅσα πρὸς τὴν ἐξήγησιν ὧν ἐρεῖν μέλλει χρήσιμά
ἐστιν, ἐν τοῖς ἔμπροσθεν ὑφ’ ἡμῶν ἐξειργασμένα, διὰ
κεφαλαίων ὑπομνήσας, οὕτως ἐπὶ τὰς ῥήσεις αὐτοῦ παραγενήσομαι.
πρῶτον μὲν ὅτι κατάστασιν οὐ μόνην
τὴν παρὰ φύσιν ἐν τῷ περιέχοντι κρᾶσιν, ἀλλὰ καὶ πᾶσαν
ἰδέαν ἅπαντος πράγματος οὕτως εἴωθεν ὀνομάζειν ἀναμνησθῶμεν·
ἔπειτα δὲ ὅτι τις ᾖ κατὰ φύσιν ἑκάστῃ τοῦ ἐνιαυτοῦ
ὥρᾳ κρᾶσις· εἶθ’ ὅτι διὰ τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν
αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίνεται τὰ νοσήματα·
σὺν τούτοις δὲ ἀναμνησθῶμεν ὧν ἐν τοῖς ἀφορισμοῖς ἔγραψεν
αὐτὸς, λέγων ὧδε· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ
τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων ὑγιεινότεροι καὶ ἧσσον
θανατώδεες. νοσήματα δὲ ἐν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ
πολλὰ γίνεται, πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ
σηπεδόνες. ἀναμνησθῶμέν γε καὶ ὧν εἰς τὴν ἀρχὴν τοῦ
δευτέρου τῶν ἐπιδημιῶν ἐξηγούμενος ἔγραψα. μεμνημένος
δέ τις ὧν εἶπον ἀναγνοὺς ἐπιμελῶς αὐτὰ πρὸς τὴν τῶν
νῦν προκειμένων ἐξήγησιν ἀφικνείσθω.
1. Ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος.
Ἐν μὲν τῷ πρώτῳ τῶν ἐπιδημιῶν καταστάσεις ἔγραψε
τρεῖς, ἐνταῦθά γε μίαν ταύτην ἡμῖν ἐξηγεῖσθαι πρόκειται.
καὶ μέντοι κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἰσί τινες
ἄλλαι γεγραμμέναι. ἀλλ’ οὐ δοκεῖ πρὸς ἔκδοσιν ἐκεῖνο καθάπερ
τὸ πρῶτόν τε καὶ τὸ τρίτον αὐτῷ πεποιῆσθαι. οὐ
μὴν οὐδὲ προγέγραπται τῆς διηγήσεως τῶν γενομένων εὐθέως
ἐν ἀρχῇ τὸ κατάστασις ἐν ἐκείνοις τοῖς βιβλίοις, ἀλλ’
ἄντικρυς διηγήσεως ἄρχεται τῶν ἱστορισμάτων αὐτὸ, κατά
τε τὰ γενόμενα νοσήματα καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν.
ἐν Θάσῳ γοῦν, φησὶ, φθινοπώρου, περὶ ἰσημερίην καὶ ὑπὸ
Πληϊάδας ὕδατα πολλὰ, ξυνεχέα μαλθακῶς ἐν νοτίοισιν,
ἀνάλογόν γε καὶ τῶν ἑξῆς δυοῖν καταστάσεων ἤρξατο. κατὰ
δὲ τὴν νῦν προκειμένην αὐτὸ μὲν τὸ τῆς καταστάσεως
ὄνομα σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις, οὐ μὴν ἔν τινί
γε χώρᾳ ταῦτ’ ἐγένετο δηλοῦται. κοινοῦ γάρ τινος ἔθνεσι
πολλοῖς γενομένου λοιμοῦ τὴν διήγησιν ἐν τῷδε ποιεῖται. ἐν
μὲν τοῖς κατὰ Διοσκορίδην ἀντιγράφοις οὐ μόνον οὕτως
ἁπλῶς γέγραπται κατάστασις, ἀλλὰ πρόσκειται τὸ θερμὴ
καὶ ὑγρὰ κατὰ τὸ μέσον τῆς σελίδος ὅλου τοῦ γεγραμμένου,
καθάπερ ἐν τοῖς ἄλλοις ἀντιγράφοις μόνου τοῦ κατάστασις.
εὕροις δ’ ἄν τινα μηδ’ ἐν τῷ μέσῳ τὸ πρόγραμμα τοῦτο
ἔχοντα, καθάπερ ἔν τισι μηδ’ ὅλως, ἐξ ὧν ὑπονοήσειεν ἄν
τις οὐκ αὐτὸν Ἱπποκράτην προγεγραφέναι τὸ κατάστασις,
ἀλλ’ ἴσως ἐκείνους, ὅσοι καὶ τοὺς χαρακτῆρας ἐπὶ τῷ τέλει
τῶν κατὰ τοὺς ἀῤῥώστους διηγήσεως ἔγραψαν. ἀλλὰ ταῦτα
μὲν ὅπως ἂν ἔχῃ, βλάβην ἢ ὠφέλειαν οὐδεμίαν
εἰς πρόγνωσιν ἢ θεραπείαν φέρει. τρεπώμεθα δ’ ἐπὶ τὴν
ἐξήγησιν ἐκείνων, ἐν οἷς ὠφέλειά τίς ἐστιν. ἔτος νότιον,
ἔπομβρον, ἄπνοια διὰ τέλεος. ὁμοία τῇδε τῇ καταστάσει
καὶ ἡ ἐν ἀρχῇ τοῦ δευτέρου τῶν ἐπιδημιῶν ἐστι, κατὰ
τήνδε τὴν τάξιν εἰρημένη. ἄνθρακες ἐν Κρανῶνι θερινοὶ,
ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου, ἐγίνετο μᾶλλον νότῳ.
διαφέρουσι δ’ ἀλλήλων αἱ καταστάσεις, ὅτι τε δι’ ὅλου τοῦ
ἔτους ἐνταῦθά φησι γεγονέναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος
κρᾶσιν, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὸ θέρος μόνον· ὅτι τε
προσέγραψε νῦν, ἄπνοια διὰ τέλεος, ὅπερ οὐ προσέγραψεν
ἐκεῖ. λογίσαιτο δ’ ἄν τις ἐκ τοῦ προσγράψαι κατ’
ἐκεῖνο τὸ βιβλίον, ἐγίνοντο μᾶλλον νότῳ, τοιοῦτόν τι δηλοῦσθαι.
καὶ γὰρ οὖν κᾀνταῦθα νότιόν τε ἅμα καὶ ἄπνουν
ἔφη γεγονέναι ὅλον τὸ ἔτος, ὡς δυνατόν ἐστιν ἄπνουν τε
ἅμα καὶ βόρειον εἶναί τε καὶ λέγεσθαι τὸ ὅλον ἔτος, οὕτως
ἡμῶν ἀκουόντων, διορισθήσεται γὰρ ὀλίγον ὕστερον τοῦτο.
ἀναμνησθῶμεν δ’ ὅτι πολλὰς ἐν τῷ περιέχοντι κράσεις
ἑοράκαμεν ἠρεμίαν καὶ νηνεμίαν ἐχούσας, οὐ μὴν ὁμοίως
ἀλλήλαις, ἀλλὰ τὴν μέν τινα μαλακήν τε καὶ ὑγρὰν, τὴν δὲ
ξηράν τε καί τι κρύους ἔχουσαν. αὕτη μὲν οὖν ἀκριβῶς
αἴθριός ἐστιν, ἡ μαλακὴ δ’ ὁμιχλώδη τε ἔχει καὶ θολερὰν
κατάστασιν καὶ νότιον, ἔσθ’ ὅτε καὶ νεφελῶν οὖσαν πλήρη,
ἡ δ’ ἐναντία αὐτῇ βόρειος καὶ ὅτι μάλιστα μηδεμία φαίνοιτο
κατὰ τὸν ἀέρα κίνησις, ἀλλ’ ἀκριβῶς εἴη τὸ καλούμενον
νήνεμον. τὸν αὐτὸν γὰρ τρόπον ἔοικεν ἔχειν τὰ κατὰ τὸν
ἀέρα τοῖς κατὰ θάλατταν. ὡς οὖν ἐν ἐκείνῃ διὰ παντὸς
μέν ἐστι ῥεῦμα κατὰ τὸ βάθος μεῖζον ἢ μεῖον, οὐ φαίνεται
δ’ ἐνίοτε σαφῶς διὰ σμικρότητα, πλὴν εἰ στενὸν εἴη
τὸ δεχόμενον αὐτὴν χωρίον, ὡς ἐν Χαλκίδι τε τῆς Εὐβοίας
καὶ Μεσσήνῃ τῆς Σικελίας φαίνεται, κατὰ τὸν αὐτὸν λόγον
ἐν τῷ περιέχοντι παντελὴς μὲν ἀκινησία καὶ στάσις ἔοικεν
οὐδέποτε γίνεσθαι, λανθάνει δ’ ἐνίοτε διὰ σμικρότητα. καὶ
νέφη δ’ ὁρῶμεν ἐν ταῖς τοιαύταις ἀπνοίαις πολλάκις ἑστάναι
μὲν δοκοῦντα, κινούμενα δὲ κατ’ ἀλήθειαν. ὁρᾶται
οὖν ὀλίγον ὕστερον ἐν ἑτέρᾳ χώρᾳ τοῦ περιέχοντος, ὅπερ
οὐκ ἂν αὐτοῖς ἐγένετο μηδ’ ὅλως κινουμένοις. τοιαύτην
οὖν τινα καὶ νῦν ἡγεῖσθαι χρὴ κατάστασιν ἐν ὅλῳ τῷ ἔτει
γεγονέναι, τοσούτῳ διαφέρουσαν τῆς ἐν Κρανῶνι κατὰ τὸ
δεύτερον βιβλίον εἰρημένης, ὅσῳ καὶ χρονιωτέρα. τό γε
μὴν ἐν ἀμφοτέραις ταῖς καταστάσεσι κοινὸν πάθος σηπεδών
ἐστι, κοινὴν ἔχουσα καὶ τὴν αἰτίαν, ὑγρότητα σὺν ἀπνοίᾳ.
φαίνεται δὲ ἐξ ὕλης μὲν ὑγρᾶς πᾶσα γίνεσθαι σηπεδὼν, αἰτίας
δὲ δραστικῆς, ἀλλοτρίου τε καὶ παρὰ φύσιν θερμοῦ,
συνεπαύξεσθαι δ’ ὑπὸ τῆς ἀκινησίας. ὅτι μὲν οὖν οὐδὲν
τῶν ἀκριβῶς ξηρῶν σήπεται πάντες ἐναργῶς ὁρῶμεν. οὐδὲ
γὰρ λίθος, οὕτε κέραμος, οὔτε χρυσὸς, οὔτ’ ἄργυρος, οὔτε
χαλκὸς, οὔτ’ ἄλλο τι τοιοῦτον φαίνεται σηπόμενον. ὅτι δὲ
καὶ τὰ φύσιν ἔχοντα σήπεσθαι διαμένοντα μέχρι πλείστου
φαίνεται κατὰ τὰς ψυχρὰς κράσεις, οὐδὲ τοῦτ’ ἀγνοεῖ τις,
ἔτι δὲ μᾶλλον ὅταν ῥιπίζηται τοιούτοις ἀνέμοις. ἀμέλει καὶ
τὴν ἐσθῆτα συνεχῶς τινάσσουσιν οἱ ἄνθρωποι καὶ μάλισθ’
ὅταν ὑγρὸν καὶ θερμὸν ᾖ τὸ περιέχον ὡς τῆς ἀκινησίας
σηπούσης αὐτήν. οὕτως δὲ καὶ ἡ τῶν ἀρτηριῶν κίνησις
ἐν τοῖς ζώοις ἄλλα τέ τινα χρηστὰ καὶ τὴν τοιαύτην
ὠφέλειαν παρέχεται. λέγει δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης
ἐν τοῖς ἀφορισμοῖς, ὡς ἐν τοῖς ἔμπροσθεν ἔφην, ἐν ταῖς
ἐπομβρίαις γίνεσθαι σηπεδόνας. ὅτι μὲν οὖν ἀναγκαῖον
ἦν σαπῆναι τὰς ἐν τοῖς σώμασιν ὑγρότητας ἐκ τούτων δῆλον.
ἴδωμεν δ’ ἐφεξῆς ἕκαστον τῶν κατὰ μέρος ἀκολουθήσαντες
αὐτοῦ ταῖς ῥήσεσιν.
2. Αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐπ’ ἐνιαυτὸν
ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά.
Ἔμαθες ἤδη κατὰ τὰς ἐν τῷ πρώτῳ γεγραμμένας
καταστάσεις ὡς ἡ τοῦ περιέχοντος ὑπηλλάχθη κρᾶσις
ἐκ τῆς ὑγιεινῆς τε καὶ κατὰ φύσιν αὐτῷ τάξεως. ἔμαθες
δὲ καὶ ὁποία τίς ἐστιν ἡ κατάστασις ἥδε καὶ ὡς τέτταρες
μὲν αὐτῆς εἰς τὸ παρὰ φύσιν ἁπλαῖ, τέτταρες δ’
ἄλλαι σύνθετοι γίνονται μεταβολαί· ἁπλαῖ μὲν αἱ κατὰ
θερμασίαν μόνην καὶ ψύξιν, ὑγρότητά τε καὶ ξηρότητα,
σύνθετοι δ’ αἵ τε κατὰ θερμότητα καὶ ὑγρότητα, καὶ ψυχρότητα
καὶ ξηρότητα, ψυχρότητα καὶ ὑγρότητα, θερμότητα
καὶ ξηρότητα. νῦν οὖν ἀναμνησθεὶς ὧν ἔμαθες ἀκολούθει
τῇ διηγήσει τῆς γενομένης καταστάσεως, εἰπόντος
τοῦ Ἱπποκράτους, αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν
χρόνους. εἶθ’ ἑξῆς τούτου μνησθέντος, ἐν νοτίοισι περὶ
ἀρκτοῦρον ὕδατα πολλά. φαίνεται μὲν γὰρ ἤδη τῷ πρόσθεν
ἐνιαυτῷ μὴ φυλαχθῆναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος
ἀκριβὴς ἡ κατὰ φύσιν κρᾶσις, οὐ μὴν ἐν ἐκείνῳ γε τῷ
χρόνῳ γενέσθαι τι νόσημα τῶν ἐπιδημιῶν ὀνομαζομένων.
καὶ γὰρ καὶ κατὰ τοὺς ἀφορισμοὺς ἔμαθες αὐτοῦ γράψαντος
ὧδε. τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον
οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες.
ἔτι δὲ μᾶλλον οὐδὲν ἐγένετο νόσημα τοιοῦτον,
διότι κατὰ τὸ ξηρὸν μόνον ἐπεκράτησεν ἡ ἐκτροπὴ τῆς κράσεως,
οὐδεμίαν τῆς ἑτέρας ἀντιθέσεως μεταβολὴν λαβούσης,
ὡς ἤτοι θερμὸν ἢ ἄγαν ψυχρὸν ἀπεργασθῆναι τὸ περιέχον.
ἀλλ’ ἥ γ’ ἐπὶ τοὐναντίον ἀθρόα μεταβολὴ περὶ τὴν ἐπιτολὴν
τοῦ ἀρκτούρου φαίνεται γεγονυῖα. προηγεῖται δ’ αὕτη
βραχὺ τῆς φθινοπωρινῆς ἰσημερίας. ὁποῖον δέ τι μετ’ αὐτὴν
ἐγένετο τὸ φθινόπωρον, εἶτα ὁ χειμὼν καὶ μετ’ ἐκεῖνον
αἱ ἐφεξῆς ὧραι, ταῖς ῥήσεσιν ἀκολουθήσαντες αὐτοῦ
μαθησόμεθα.
3. Φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα, χειμὼν
νότιος, ὑγρὸς, μαλακός.
Σκιῶδες εἶπεν ἐν ἴσῳ τῷ ζοφῶδες, ὅπερ σημαίνει
τὸ μὴ λαμπρὸν, μηδὲ καθαρὸν μηδ’ ἀκριβῶς αἴθριον.
εἰώθασι γὰρ ἔτι καὶ νῦν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες ὀνομάζειν
σκιώδη τε καὶ σκιαρὰ πάντα τὰ πρὸς τὸ μέλαν
ἐκτρεπόμενα. τοῖς τοιούτοις δὲ καὶ τὸ ζοφῶδες ἐπιφέρουσιν
ὄνομα καὶ τὸ φαιὸν ἐγγὺς τοῦ μέλανος ὄν. εὔδηλον δ’ ὅτι
τοιοῦτος ὁ ἀὴρ οὐκ ἂν γένοιτο χωρὶς τοῦ νέφη πολλὰ καὶ
ταῦτ’ ἔχειν μὴ λαμπρά. περιείχετο μὲν οὖν δυνάμει κατὰ
τὸ σκιῶδες καὶ τὸ ἐπινέφελον. ἀλλ’ ἔμαθες οὐ μόνον Ἱπποκράτει
τῷ τοιούτῳ τρόπῳ τῆς ἑρμηνείας χρῆσθαι οἰκεῖον
εἶναι, ἀλλὰ καὶ πλείστοις τῶν ἄλλων. ἐπιφέρει δὲ χειμὼν
νότιος ὑγρὸς μαλακός. ἔνιοι τὸν νότον οἴονται διὰ παντὸς
ὑγρὸν εἶναι, τὸ δ’ οὐχ οὕτως ἔχει. φαίνεται γὰρ ἐνίοτε ξηρὸς
γινόμενος ὃν προσαγορεύουσιν οἱ ἰδιῶται λευκόνοτον
καὶ ὁ ποιητὴς λέγει·
αὐτὰρ ἐγὼ ζεφύροιο καὶ ἀργέσταο νότοιο.
τὸν γὰρ καθαρὸν νότον, ὃν χωρὶς ὄμβρων ἴσμεν γινόμενον,
οὕτως ὠνόμασεν. ἀλλὰ κᾀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὁ Ἱπποκράτης
ἐπὶ τῆς πρώτης καταστάσεως ἔφη· γινομένης δὲ
τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν. ὁ μὲν
οὖν τοιοῦτος νότος ἐνίοτε μὲν καὶ σφοδρὸς γίνεται, σαφῆ
δ’ οὖν ἀεὶ τὴν κίνησιν ἔχει. μαλθακὸς δ’ ἄλλος ἐστὶ νότος,
ὃς ἀναίσθητον ἔχει τὴν κίνησιν ἐν τῷ περιέχοντι καὶ κατὰ
τὰ νέφη. καὶ τοίνυν θερμὸς μὲν οὗτός ἐστι διὰ παντὸς, ὁ
δὲ λευκόνοτος ἐνίοτε φαίνεται ψυχρός.
4. Μετὰ δὲ ἡλίου τροπὰς ὕστερον πολλῷ πλησίον ἰσημερίης,
ὀπισθοχειμῶνες καὶ ἤδη περὶ ἰσημερίην βόρεια χιονώδεα
χρόνον οὐ πολύν.
Τῆς ἐναντίας καταστάσεως μέρος τι τοῦτο παρενέπεσεν,
ὡς αὐτὸς εἶπεν οὐκ ἐπὶ πολὺν χρόνον.
5. Ἦρ πάλιν νότιον, ἄπνουν, ὕδατα πολλὰ διὰ τέλεος ἄχρι
κυνός.
Ἐδήλωσέ σοι χειμῶνα τὸ ἁπλοῦν ἐν τῷ γράψαι νῦν,
ἔαρ πάλιν νότιον ἄπνουν. τὸ γὰρ πάλιν ἔνδειξιν ἔχει τῆς
μεταξὺ παρεμπεσούσης ἐναντίας καταστάσεως αὖθις ἐπὶ τὴν
αὐτὴν κρᾶσιν ἐπανελθεῖν τὴν περὶ ἀέρα κατάστασιν.
6. Θέρος αἴθριον, θερμὸν, πνίγεα μεγάλα, ἐτησίαι μικραὶ
διεσπασμένως ἔπνευσαν.
Τὸ μαλθακὸν τοῦ χειμῶνος καὶ τὸ ἄπνουν τοῦ ἦρος
ἐκ ταὐτοῦ γένους ἐστὶ τοῦ θέρους πνιγώδους. φύσει γὰρ
οὔσης ἀεὶ τῆς θερινῆς ὥρας θερμῆς, ὅταν ἄπνοια προσγένηται,
πνὶξ ἐξ ἀνάγκης ἕπεται. γίνεται δὲ τοῦτο μήτε
τῶν προδρόμων καλουμένων πνευσάντων μήτε τῶν ἑπομένων
αὐτοῖς, οὓς καλοῦσιν ἐτησίας. διορίζει δ’ αὐτοὺς καὶ
ἡ τοῦ κυνὸς ἐπιτολὴ. καὶ αὐτὸς δ’ ὁ Ἱπποκράτης προσέγραψεν,
ἐτησίαι σμικραὶ διεσπασμένως ἔπνευσαν.
7. Πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πολλά.
Τὸ πάλιν ἐπὶ τὸ πλῆθος τῶν ὑδάτων, οὐκ ἐπὶ τὰ βόρεια
τὴν ἀναφορὰν ἔχει. πλῆθος μὲν γὰρ ὑδάτων ἐγένετο
κατὰ τὴν ἔμπροσθεν ἐπιτολὴν ἀρκτούρου καὶ πολλάκις ἐν
τῷ μετὰ ταῦτα χρόνῳ, βόρεια δ’ ὀλιγάκις.
8. Γενομένου δὲ τοῦ ἔτεος νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ
κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιεινῶς, πλὴν τῶν φθινωδέων,
περὶ ὧν γεγράψεται.
Διὰ δὲ τὸ βραχέα παντελῶς γεγενῆσθαι τοιαῦτα βόρεια,
τὴν ὅλην κατάστασιν ἀπὸ τῶν κρατησάντων ἐν αὐτῇ,
προσηγόρευσεν ὑγρὰν καὶ νότιον, ὅτι δὲ τὴν ἄπνουν καὶ
θερμὴν ὀνομάζει μαλθακὴν, ἔμπροσθεν ἔμαθες. ἀλλ’ ἥ γε
τοιαύτη κατάστασις οὐδὲν οὐδέπω μέγα τοὺς ἀνθρώπους
ἔβλαψε, καίτοι γ΄ ἐξαιφνίδιος γινομένη, διὰ τὴν τοῦ προγεγονότος
ἔτους αὐχμηροῦ κρᾶσιν. ἤρξαντο μέντοι τισὶ διαθέσεις
φθινώδεις, ὅσοι δηλονότι παθεῖν ἦσαν ἐπιτήδειοι
τὸ πάθος τοῦτο, καὶ γράψαι γε αὐτὸς τὰ κατ’ αὐτοὺς ἐπαγγέλλεται
ἐν τοῖς ἐφεξῆς.
9. Πρὸ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν,
ἐρυσιπέλατα πολλὰ, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ’
οὔ. κακοήθεα πολλοὺς ἔκτεινε.
Ὑπὸ χολώδους ῥεύματος ἔμαθες γίνεσθαι τὸ ἐρυσίπελας,
οὐ μὴν ἀεί γε μοχθηροῦ καὶ σηπεδονώδους ὄντος αὐτοῦ.
τοὐναντίον γὰρ ἅπαν ὅταν ἐπιεικὲς ᾖ τὸ ῥεῦμα τὴν
κατὰ φύσιν ἐν ἡμῖν γενομένην ἔχον ὠχρὰν χολὴν, ἐρυσιπέλατα
μὲν εἴωθεν ἐργάζεσθαι, βλάβην δ’ οὐδεμίαν ἐπιφέρειν
ἐξ αὐτῶν, ὅταν γ΄ ὀρθῶς τις αὐτὰ μεταχειρίζηται. οὐ μὴν
νῦν γε τοιοῦτος ἦν ὁ γεννήσας χυμὸς τὸ ἐρυσίπελας, ἀλλὰ
καὶ κακοήθης καὶ διαβρωτικὸς καὶ σηπτικὸς, ἐπὶ τῇ
πλεονεξίᾳ τῆς ὑγρᾶς ἀπνοίας γεννηθεὶς ἐκείνοις μάλιστα τῶν
ἀνθρώπων, ὅσοι φύσει τε χολωδέστεροι τῶν ἄλλων ἦσαν ἥ
τε δίαιτα χολώδης μᾶλλον αὐτοῖς ἤθροιζε χυμόν. αἱ γάρ
τοι διαφοραὶ τῶν νοσημάτων ἐπὶ μὲν τῇ τοῦ περιέχοντος
ἡμᾶς ἀέρος κράσει γίνονται, διὰ τὴν ἑκάστου φύσιν τε καὶ
δίαιταν, ἣν ὑγιαίνων διαιτᾶται. λέγω δὲ δίαιταν οὐ τὴν
ἐν τοῖς ἐσθιομένοις τε καὶ πινομένοις μόνον, ἀλλὰ καὶ πᾶσι
τοῖς ἄλλοις, οἷον ἀργίαις, γυμνασίοις, λουτροῖς, ἀφροδισίοις,
ὕπνοις, ἀγρυπνίαις, ἅπασί τε τοῖς ὁπωσοῦν γινομένοις κατὰ
τὰ τῶν ἀνθρώπων σώματα.
10. Πολλοὶ φάρυγγας ἐπόνεσαν, φωναὶ κακούμεναι.
Οἷς εὐπλήρωτος ἦν ἡ κεφαλὴ φύσει, τούτοις νῦν ἐμπλησθεῖσα
περιουσίας χυμῶν, ἤρξατο καταπέμπειν εἰς πνεύμονά
τε καὶ γαστέρα ῥεύματα διὰ τῆς φάρυγγος. εἰκότως
δὲ καὶ τὰς φωνὰς ἔφη κακοῦσθαι τοῖς τοιούτοις. ὁρᾶται
γὰρ καὶ τοῦτο συνεχῶς γινόμενον ἐπὶ κατάῤῥοις, ὅταν ἱκανῶς
διαβρέξωσι τὰ περὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα
χωρία.
11. Καῦσοι φρενιτικοί.
Καῦσοι μὲν ἐγένοντο τῆς χολώδους περιουσίας
κατασκηπτούσης εἰς ἧπάρ τε καὶ γαστέρα· φρενιτικοὶ
δ’ ἐπὶ κεφαλὴν ἀναφερομένης.
12. Στόματα ἀφθώδεα, αἰδοίοις φύματα, ὀφθαλμίαι, ἄνθρακες.
Τούτων ἕκαστον τῶν παθῶν γίνεται μὲν καὶ συνήθως
ἄνευ κακοηθείας, ὡς ἐπὶ τῶν ἐρυσιπελάτων ὀλίγον ἔμπροσθεν
εἴρηται. γίνεται δὲ καὶ κακοήθως ὥσπερ νῦν,
ἐπεὶ σηπεδονώδης ἦν ὁ πλεονάζων χυμός. ἐπὶ πάντων οὖν
ὧν καταλέγει νοσημάτων, ἀεὶ τούτου μοι μέμνησο καὶ μήτ’
ἄφθας ἄκουε γεγονέναι τοῖς πάσχουσι μήτ’ ἄλλο τι πάθημα
κατὰ τὸν συνήθη τρόπον, ἀλλὰ μετὰ τοῦ σήπεσθαι τὰ
μόρια. μέμνησο δὲ καὶ τοῦ κοινοῦ λόγου τοῦδε, τὸν σηπεδονώδη
χυμὸν ὑπὸ τῆς αὐτῆς καταστάσεως ἅπασι γεννηθέντα
καταλαμβάνειν οὐ τὰ αὐτὰ μόρια, διὰ τὸ μηδὲ φύσει
πᾶσιν ὡσαύτως ἔχειν ἐν τῇ τοιαύτῃ διαθέσει τὸ πᾶν,
ἀλλ’ ἄλλων ἄλλο ἀσθενέστερον. αἱ μὲν οὖν ἄφθαι κατὰ
τὸ στόμα γίνονται συνεχῶς τοῖς παιδίοις, ἕλκωσις ἐπιπολῆς
οὖσαι, διότι τε μαλακώτατα τὰ μόρια πάντ’ ἐστὶν αὐτῶν
καὶ οἷον βρυώδη καὶ πρὸς τούτοις ἔτι τὸ στόμα παντάπασιν
ἄηθες ὁμιλίας ἐδεσμάτων τε καὶ πομάτων ὅταν οὖν τὸ
γάλα τῆς τιτθῆς ἔχῃ τινὰ δριμύτητα, τὰς ἄφθας ἐργάζεται
παυομένας ῥᾳδίως, ἐὰν μετρίως στύφῃ τις τὸ στόμα τοῦ
βρέφους. ὅταν δέ τις ἐπιῤῥυῇ μοχθηρὸς χυμὸς, ἀεὶ κακοήθεις
ἄφθαι συνίστανται. τὸ δὲ τῶν ἀνθράκων πάθος
ἀεὶ κινδυνῶδές ἐστιν, ὡς ἂν ὑπὸ μοχθηρῶν γινόμενον χυμῶν,
ὥστε καὶ νῦν εὔλογον ἦν ὀλεθριώτατον αὐτὸ γενέσθαι,
προσλαβὸν τῇ συμφύτῳ κακοηθείᾳ τὴν ἐκ τῆς καταστάσεως.
εἴρηται δ’ ἱκανῶς περὶ τῆς τοῦδε τοῦ πάθους γενέσεως,
ἡνίκ’ ἐξηγούμην τὴν ἀρχὴν τοῦ δευτέρου τῶν ἐπιδημιῶν.
τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.
13. Κοιλίαι ταραχώδεες, ἀπόσιτοι.
Τοῦ καταῤῥυέντος ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα
μοχθηροῦ χυμοῦ, τὸ μὲν εἰς τὸν πνεύμονα χωρῆσαν τὰς
φθινώδεις ἐργάσατο διαθέσεις, τὸ δ’ εἰς τὴν κοιλίην ἐνεχθὲν
ὑπιὸν κάτω μετὰ δήξεως ἐκτάραξιν αὐτῆς ἐποιεῖτο.
ὅπερ ἐδήλωσε, κοιλίαι ταραχώδεες. ἐν δὲ τῇ διόδῳ τὴν
ὀρεκτικὴν τῶν σιτίων δύναμιν ἐκάκωσε τῆς γαστρὸς κᾀντεῦθεν
ἀποσιτίαι.
14. Διψώδεες οἱ μὲν, οἱ δ’ οὔ.
Διὰ πλείους αἰτίας εἰκὸς ἦν οὔτ’ ἀδίψους ἅπαντας
οὔτε διψώδεις γενέσθαι. φαίνεται μὲν γὰρ ὑγρότης ἠθροισμένη
σηπεδονώδης ἅπασιν, οὐ μὴν ἴση γε τὸ πλῆθος ἢ
ὁμοίως μοχθηρά. τινὰς μὲν οὖν ἀδίψους εἶναι δυνατὸν,
ὥσπερ καὶ τοὺς ἀποσίτους ἐπὶ τῇ βλάβῃ τῆς ὀρεκτικῆς τῶν
πομάτων δυνάμεως. εὔδηλον δ’ ὅτι κακίστην οὗτοι διάθεσιν
ἴσχον, μήτε κακοήθη αὐτοῖς συῤῥεῖν ὑγρότητα, ὡς μετρίως
διψῇν. ἄλλους δὲ διψώδεις εἶναι, συῤῥεούσης εἰς τὴν
γαστέρα τῆς κακοχυμίας, μηδέπω τὸ στόμα αὐτῆς βεβλαφυίας
ἄχρι τοσούτου, ὡς διεφθάρθαι τὴν ὀρεκτικὴν τῶν
πομάτων δύναμιν.
15. Οὖρα ταραχώδεα, πολλὰ, κακά.
Τὰ μὲν οὖρα ταραχώδη γεγονέναι κατὰ τὸν αὐτὸν τρόπον
ἄκουε καθ’ ὃν ὀλίγον ἔμπροσθεν ἤκουες αὐτοῦ κοιλίαι
ταραχώδεες εἰπόντος. ὅσοις γὰρ ἔῤῥεψεν ἐπὶ νεφροὺς ἡ
κακοχυμία, τούτοις ἀναγκαῖον ἦν οὖρα ταραχώδεα γίνεσθαι,
τουτέστι μετὰ δήξεως καὶ πόνων διεξόντα. τὸ δ’ ἐφεξῆς
αὐτῷ γεγραμμένον, πολλὰ, κακὰ, δυνατὸν μέν ἐστι καὶ περὶ
τῶν οὔρων εἰρῆσθαι, δυνατὸν δὲ καὶ αὐτὸ καθ’ ἑαυτὸ, δι’
ἑνὸς λόγου τοῦδε, πλῆθός τι συμπτωμάτων μοχθηρῶν ἐνδεικνυμένου
γενέσθαι τοῖς τότε νοσοῦσι.
16. Κωματώδεες ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνοι.
Τὸ μὲν ἄμικτον ἀγρυπνίᾳ κῶμα δι’ ὑγρότητα καὶ
ψύξιν ἔμαθες ἐγκεφάλου γίνεσθαι· τὴν δ’ ἄμικτον ἀγρυπνίαν
κώματι διὰ ξηρότητα καὶ θερμότητα. νῦν οὖν αὐξηθέντων
τῶν χυμῶν, ὑγρότητα μὲν ἐπιπολοῦσαν ἐχόντων, οὐ
μὲν δή γε δριμεῖαν ἅπασαν. ἡ μὲν ὑγρότης τὴν κωματώδη
διάθεσιν, ἡ δ’ ἐκ τοῦ σήπεσθαι δριμύτης τὴν ἀγρυπνίαν
εἰργάσατο, τῶν ἐναντίων συμπτωμάτων ἐπ’ ἐναντίοις αἰτίοις
εὐλόγως γινομένων.
17. Ἀκρισίαι πολλαί· τὰ δὲ δύσκριτα.
Διὰ τὴν κακοχυμίαν ἔνια μὲν τῶν νοσημάτων οὐδ’
ὅλως ἐκρίνετο, τινὰ δὲ μοχθηρῶς.
18. Ὕδρωπες.
Καὶ τοῦτο τὸ πάθημα γίνεσθαί φησιν ἐνίοις ἐκ τῆς
περιουσίας τῶν μοχθηρῶν ὑγρῶν. ἅπαν γὰρ αὕτη νόσημα
δύναται γεννᾶν ἄλλο κατ’ ἄλλο σῶμα, παρά τε τὰς φυσικὰς
αὐτῶν διαφορὰς καὶ τὴν τῆς διαίτης ἀνομοιότητα, καθάπερ
ὀλίγον ἔμπροσθεν εἴρηται.
19. Φθινώδεες πολλοί.
Λέλεκταί μοι καὶ πρόσθεν ὡς τὸ καταῤῥυὲν
ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα διὰ τοῦ λάρυγγος εἰς τὴν
τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα ἀφικόμενον τὰς τοιαύτας
διαθέσεις εἰργάσατο.
20. Τὰ μὲν ἐπιδημήσαντα νοσήματα ταῦτα.
Τῶν ἐπιδημιῶν νοσημάτων ἕν τι καὶ τὸ λοιμῶδές
ἐστιν, ὡς κᾀν τῷ περὶ διαίτης ὀξέων ἐλέγετο. ὅταν γὰρ
μὴ λοιμώδεος νόσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ
σποράδες ἔωσιν αἱ νοῦσοι. οὐ γὰρ δὴ νοσήματός γέ τινος
ὄνομά ἐστιν ἐπίδημον ἢ λοιμῶδες, ἀλλ’ ὅ τί περ ἂν πολλοῖς
ἐν ἑνὶ γένηται χωρίῳ, τοῦτο ἐπίδημον ὀνομάζεται. προσελθόντος
δ’ αὐτῷ τοῦ πολλοὺς ἀναιρεῖν, λοιμὸς γίνεται.
21. Ἑκάστου δὲ τῶν ὑπογεγραμμένων ἰδεῶν ἦσαν οἱ
κάμνοντες καὶ θνήσκοντες πολλοὶ, συνέπιπτε δ’ ἐφ’ ἑκάστοισι
τούτων ὧδε.
Ἐκ μὲν τοῦ φάναι καὶ ἔθνησκον πολλοὶ, λοιμώδη τὰ
ἐπιδημήσαντα νοσήματα γεγονέναι δηλοῖ, πολυειδῶν δὲ αὐτῶν
γενομένων, ὑπὲρ ἑκάστου κατὰ μόνας εἰπεῖν ἐπαγγέλλεται
διὰ τῶν ἐφεξῆς.
22. Πολλοῖς μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος ἐπὶ τοῖσι τυχοῦσι
καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοισιν ἐφ’ ὅλῳ τῷ
σώματι, μάλιστα δὲ τοῖς περὶ ἑξήκοντα ἔτεα περὶ κεφαλὴν,
εἰ καὶ σμικρὸν ἀμεληθείη. πολλοῖσι δὲ καὶ ἐν
θεραπείαις ἐοῦσι μεγάλαι φλεγμοναὶ ἐγίνοντο καὶ τὸ ἐρυσίπελας
πολὺ ταχὺ πάντοθεν ἐπενέμετο.
Οὗ πρώτου πάντως ἐμνημόνευσε πάθους, εἰκότως καὶ
νῦν πρώτου γράφει τὰς κατὰ μέρος διαφοράς. ἐνίοις μὲν
αὐτὸ γίνεσθαι λέγων ἐπὶ μικραῖς ἀφορμαῖς, ἃς προφάσεις
ὠνόμασεν, ἐνίοις δ’ ἐν θεραπείαις οὖσι μεγάλας τε φλεγμονὰς
ἀκολουθῆσαι, ὡς νενόμενον ἐπὶ πολὺ τὸ ἐρυσίπελας.
τοῖς πλείοσι δὲ περὶ τὴν κεφαλὴν τοῦτο συμβῆναι, διὰ τὸ
πληρωθῆναι μάλιστα ταύτην ἐν ταῖς νοτίοις τε καὶ θερμαῖς
ἀπνοίαις. τὸ δὲ τοῖς ἑξηκονταετέσιν αὐτὸ γενέσθαι μᾶλλον
αἰτίαν ἔχει τήνδε. τὸ περιϊστάμενον ἔξωθεν παρὰ φύσιν
θερμὸν αἴτιον ἐγένετο τοῦ σαπῆναι τοὺς ἐν τῷ σώματι
χυμοὺς, ὡς τό γ’ ἐν ἡμῖν θερμὸν, ὅταν ἀκριβῶς φυλάττῃ
τὴν κατὰ φύσιν ἑαυτοῦ κρᾶσιν, αἷμα τῶν ἄλλων χυμῶν
ἐργάζεται πλέον, ὅταν δ’ ἐπὶ τὸ πυρωδέστερον ἐκτραπῇ, τὴν
ὠχράν τε καὶ ξανθὴν χολήν. τὸ δ’ ἔξωθεν θερμὸν αἴτιόν
ἐστι σηπεδόνος χυμῶν. ὕλη μὲν γάρ ἐστιν ἡ ὑγρότης, αἰτία
δὲ δραστικὴ τὸ παρὰ φύσιν θερμόν. οἱ τοίνυν γέροντες
ὑγρότητας μὲν ἀθροίζοντες ἀεὶ περιττὰς, διὰ τὴν ἀσθένειαν
τῆς φύσεως, προσλαβόντες δὲ καὶ τὴν ἐκ τοῦ περιέχοντος
θερμότητα, διὰ τὴν γενομένην τότε κατάστασιν εὐαλωτότεροι
τῶν νέων ἐγένοντο τῇ σηπεδονώδει φθορᾷ τῶν χυμῶν.
23. Τοῖσι μὲν οὖν πλείστοισιν αὐτέων ἀποστάσιες ἐς
ἐμπυήματα ξυνέπιπτον, σαρκῶν τε καὶ ὀστέων καὶ νεύρων
ἐκπτώματα μεγάλα.
Τὴν κακοήθειαν τοῦ πλεονάσαντος χυμοῦ διὰ τοῦ μεγέθους
τῆς σήψεως συνέστηκε καὶ τοῖς εἰρημένοις ἐφεξῆς
συνάπτων ἐρεῖ·
24. Ἦν δὲ καὶ τὸ ῥεῦμα συνιστάμενον, οὐ πύῳ ἴκελον, ἀλλὰ
σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον.
Αὐτὸς ἐδήλωσέ σοι σαφῶς, ὅπερ ἤδη πολλάκις ἡμεῖς
ἔμπροσθεν εἴπομεν, ὡς οἱ ἐν τῷ σώματι χυμοὶ διὰ τὴν
ὑγρότητά τε καὶ ἄπνοιαν τοῦ περιέχοντος ἐσήποντο, καὶ διὰ
τοῦτο πῦον μὲν οὐκ ἐγεννᾶτο, διεσήπετο δ’ ὑπὸ τῶν μοχθηρῶν
χυμῶν ὑγρῶν τὰ στερεά. ποικίλον δ’ εἶναι τὸ ῥεῦμα
διὰ τὴν τῶν σηπομένων διαφθορὰν εὔλογον. ὑπὸ γὰρ κοινῆς
αἰτίας τῆς σηπεδόνος ἕκαστον τῶν σηπομένων ἴδιον
εἶδος ἴσχει τῆς διαφθορᾶς.
25. Οἷσι μὲν οὖν περὶ τὴν κεφαλὴν τούτων τι ξυμπίπτει γίνεσθαι,
μάδισίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου
καὶ ὀστέων ψιλώματα καὶ κοπώματα καὶ πολλὰ ῥεύματα.
ἐν πυρετοῖσι δὲ ταῦτα καὶ ἄνευ πυρετῶν· ἦν δὲ
ταῦτα φοβερώτερα ἢ κακίω. οἷσι γὰρ εἰς ἐμπύημα ὁ
τῶν τοιούτων ἀφίκοιτο πεπασμὸς, οἱ πλεῖστοι τούτων
ἐσώζοντο. οἷσι δ’ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας
ἀπέλθοι, τοιαύτην δ’ ἀπόστασιν μηδεμίαν ποιήσαιτο,
τούτων ἀπώλλυντο πουλοί. ὁμοίως δὲ καὶ ἄλλῃ τοῦ σώματος
πλανηθῆ, ξυνέπιπτε ταῦτα. πολλοῖσι μὲν γὰρ
βραχίων καὶ πῆχυς ὅλος περιεῤῥύη, οἷσι δὲ τὰ πλευρὰ
ταῦτ’ ἐκακοῦτο ἢ τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν, οἷσι
δ’ ὅλος μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς
ὅλος.
Ἡ σηπεδὼν τῶν ὑγρῶν ἔργον ἔχουσα κοινὸν ἐκεῖνα
τῶν σωμάτων φθείρειν, εἰς ἅπερ ἂν κατασκήψῃ, φοβερωτέραν
εἶχε φαντασίαν ἐν τοῖς περὶ κεφαλὴν μορίοις,
διὰ τὸ κᾂν βραχὺ τὴν παρὰ φύσιν ἐνταῦθα παραλλαχθείη,
πλέον γίνεσθαι τὸ αἶσχος ἢ κατὰ τὰ ἄλλα μόρια μεγάλην
ἐκτροπὴν εἰς τὸ παρὰ φύσιν ἔχοντα. μηροῦ μὲν γὰρ ἢ
βραχίονος ἢ κνήμης ἢ πήχεως ἀποῤῥυὲν δέρμα μικροτέραν
ἔχει φαντασίαν, εἰ δὲ τῆς κεφαλῆς συναποπέσοιεν αἱ τρίχες
τῷ δέρματι καὶ πολὺ μᾶλλον ἡ τοῦ γενείου σὺν αὐταῖς,
ἡ μὲν φαντασία τοῦ πάθους γίνεται μεγάλη, ὁ κίνδυνος δ’
ἦττον ἢ εἰ περὶ αἰδοῖα συμβαίη τὸ τοιοῦτον πάθος ἢ λάρυγγα
καὶ θώρακα καί τι τῶν κυρίων. οὐ μόνον
δὲ τὰ περὶ τὴν κεφαλὴν οὕτως γινόμενα φοβερὰ μᾶλλον ἦν
ἢ κακίω, ἀλλὰ καὶ καθ’ ὁτιοῦν ἄλλο μέρος οὕτως ἐκπίπτοντα.
κακίω γὰρ ἦν ἐφ’ ὧν ἀπέστησεν εἰς τὸ βάθος ὁ τὸ ἐρυσίπελας
ἐργαζόμενος χυμὸς, ἐπειδὴ πρὸς τὰ σπλάγχνα καὶ
πρὸς τὰ κύρια μέρη χωρῶν ἅμα τοῖς ἄλλοις συμπτώμασι
καὶ πυρετοὺς ὀξεῖς ἐγέννα. τινὲς μέντοι τῶν ἐπιπολῆς
ἐχόντων τὴν τοιαύτην σηπεδόνα καὶ χωρὶς πυρετῶν διεφθάρησαν
τὰ μόρια καί τινες αὐτῶν διὰ τοῦτ’ ἐσώθησαν,
ἐκκριθείσης τῆς κακοχυμίας διὰ τῶν μορίων ὧν αὕτη διέσηψεν.
ἐπλανᾶτο γὰρ, ὡς αὐτὸς ὠνόμασε, δι’ ὅλου τοῦ
σώματος τὸ ῥεῦμα, τουτέστιν ἀλόγως καὶ ἀτάκτως καὶ ὡς
ἔτυχεν ἐφέρετο, μηδὲ προγνῶναί τινος ἰατροῦ δυναμένου
τεχνικῶς ἐς ὅ τι κατασκήψειεν.
26. Ἦν δὲ πάντων χαλεπώτατον τοιούτων ὅτε περὶ ἥβην καὶ
αἰδοῖα γένοιτο.
Καὶ χωρὶς λοιμώδους καταστάσεως, ὅταν ἐν τούτοις
τοῖς χωρίοις ἤτοι φλεγμονή τις ἢ ἐρυσίπελας γένηται,
ῥᾷστά τε σήπεται καὶ συμπαθείας ἐργάζεται τῶν ὑπερκειμένων
μορίων. διὸ καὶ πολλάκις ἀναγκαζόμεθα μετὰ τὸ
περικόψαι τὰ σεσηπότα τὴν χώραν ἐκκαίειν. οὐδὲν οὖν
θαυμαστὸν, τοιαύτης καταστάσεως γινομένης ὡς καὶ βραχίονα
καὶ πῆχυν καὶ μηρὸν καὶ κνήμην πλευράν τε καὶ κεφαλὴν
διασήπειν, ἐπὶ πλεῖστον ἥκειν κακώσεως τὰ περὶ
αἰδοῖα.
27. Τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα.
Ἄχρι τοῦ νῦν ὁ λόγος αὐτῷ γέγονε περὶ τῶν ἐρυσιπελάτων,
ὅσα δ’ ἕλκωσιν ἤ τι μικρὸν οὕτως ἄλλο τῶν ἔξωθεν
αἰτίων συνέστη. ἐφεξῆς δὲ περὶ τῶν ἄνευ τοιαύτης
αἰτίας γενομένων ποιήσεται τὸν λόγον.
28. Πολλοῖσι δ’ ἐν πυρετοῖσι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ
πυρετῷ συνέπιπτεν.
Οὐδὲ δι’ ἕλκος τούτοις, ἤτοι τῶν ἔξωθεν αἰτίων τῶν
προφανῶν, ἀλλ’ ὡς εἰώθαμεν λέγειν, αὐτόματος ἡ γένεσις
ἀπήντησε τῶν ἐρυσιπελάτων, ἐνίοις μὲν ἅμα πυρετοῖς εἰσβάλλων,
ἐνίοις δ’ ἀκολουθησάντων πυρετῶν ἢ προγενομένων
αὐτῶν.
29. Ἢν δὲ καὶ τούτων ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ
ἐμπυήματος ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν
οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι. οἷσι
δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δ’ ἀφανιζομένων
θανατώδεα γίνεσθαι.
Ἐῤῥέθη καὶ μικρὸν ἔμπροσθεν ἡ αἰτία τοῦ σώζεσθαι
μᾶλλον οἷσιν ἡ κακοχυμία διά τινος μορίου σαπέντος ἅμ’
ἐκείνῳ συνέπεσε τοῦ σώματος. εὔδηλον δ’ ὅτι καὶ διὰ γαστρὸς
καὶ οὔρων ἐκκαθαρθεῖσα δυσχέρειαν μὲν εἰργάζετο
καὶ τὰς ἀποκρίσεις, ὠφέλει δὲ τὸ σύμπαν σῶμα.
30. Πολὺ μὲν οὖν τοῖσι πλείστοισι συνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας
τοῦ ἦρος, παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ
φθινόπωρον.
Ἐγέννησε μὲν, ὡς ἔφην, τὴν κακοχυμίαν ἡ δυσδιάπνευστος
κατάστασις ὑγρὰ καὶ θερμὴ καὶ ἄπνους γενομένη.
κατέσχον δ’ αὐτὴν ἐν τῷ σώματι τὰ ψύχη. καθάπερ εἴρηται
κᾀν τῇ πρώτῃ καταστάσει τοῦ πρώτου τῶν ἐπιδημιῶν.
εἰκότως οὖν ἤρξατο ποικίλα νοσήματα τὰ μικρὸν ἔμπροσθεν
εἰρημένα, νυνὶ δ’ ὁ λόγος αὐτῷ περὶ τῶν ἐρυσιπελάτων
ἐστί. ταῦτα γὰρ πάντων πρῶτα γενόμενα πρῶτα καὶ
κατὰ τὴν διήγησιν ἔγραψε. τούτων οὖν, φησὶ, τῶν ἐρυσιπελάτων
ἐν ἀρχῇ τοῦ ἦρος γενομένων ἔνια παρέμεινε διὰ
θέρους καὶ φθινοπώρου. δυνατὸν δ’ ὂν ἀκοῦσαι ἑκατέρως, τοῦ
παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ φθινόπωρον ἐπὶ τῶν
γενομένων ἐρυσιπελάτων, ἐπί τε τῶν αὐτόθεν γενομένων,
τὴν ὕπαρξιν παραμείνασαν ἐνίοις ἄχρι τοῦ φθινοπώρου
νοήσομεν τῶν τε γενομένων τὴν γένεσιν, ὡς ἄλλων μέν τινων
ἐν ἦρι γενομένων καὶ παυσαμένων, ἄλλων δ’ ἐν θέρει
γενομένων. ὡσαύτως δὲ καὶ κατὰ τὸ φθινόπωρον ἄμεινον
ἀκοῦσαι κατὰ τὸ δεύτερον τοῦτο σημαινόμενον. οὐ γὰρ εὔλογον
ἐν ἀρχῇ τοῦ ἦρος συστὰν ἐρυσίπελας ἄχρι φθινοπώρου
παραμεῖναι. πάντως γὰρ ἂν ἀνεῖλεν ἐν τῷ μεταξὺ
τὸν ἄνθρωπον, εἰ πάνυ κακόηθες ἦν, ἢ δι’ αὐτῶν τῶν σηπομένων
μορίων ἐκκαθαρθείσης τῆς σηπεδόνος ἐπαύσατο.
31. Πολλοὶ ταραχὴ τισὶ καὶ τὰ περὶ φάρυγγα φύματα καὶ φλεγμοναὶ
γλώσσης καὶ τὰ παρ’ ὀδόντας ἀποστήματα.
Τὰ παθήματα τῶν μορίων διεξέρχεται κατὰ τόνδε τὸν
λόγον, ὧν ἔμπροσθεν οὐκ ἐμνημόνευσε.
32. Φωναί τε πολλοῖς ἐπεσήμαινον κακούμεναι καὶ κατειλοῦσαι.
πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ
τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν.
Ἐγὼ μὲν καὶ τὸ γεγραμμένον ἔμπροσθεν ἐπὶ τοῦ δωδεκάτου
κατὰ τὴν τάξιν ἀῤῥώστου, καθ’ ὃν οὕτως ἔφη, δεξιῷ
ἴλλαινεν, ὑπόπτευον ὡς παρεγγεγραμμένον. ὁ γάρ τοι τοῦ
Ἡρακλείδου υἱὸς Ἱπποκράτης, οὗ καὶ τοὺς ἀφορισμοὺς
καὶ τὸ προγνωστικὸν εἶναί φασι, φαίνεται συνηθεστάτοις
τε καὶ διὰ τοῦτο σαφέσι τοῖς ὀνόμασι κεχρημένος, ἃ καλεῖν
ἔθος ἐστὶ τοῖς ῥητορικοῖς πολιτικά. τὸ δ’ ἰλλαίνειν
οὐ τοιοῦτον καὶ πολύ γε μᾶλλον αὐτοῦ τὸ κατιλλαίνειν ἢ
κατιλλαίνουσαι καὶ μάλιστά γε ἐπὶ τῶν φωνῶν, οὐκ ἐπὶ τῶν
βλεφάρων λεγόμενον, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν χαρακτῆρα
τῆς λέξεως, ἐνεργητικὸν οὐ παθητικὸν ὄντα. βέλτιον γὰρ
ἦν, εἴπερ ὅλως ἐπὶ τῆς φωνῆς ἐβούλετο χρήσασθαι τοιαύτῃ
προσηγορίᾳ, κατειλούμεναι γράφειν, οὐ κατειλοῦσαι, καὶ πολύ
γε βέλτιον τούτου τὸ κατιλλαινόμεναι. περὶ γὰρ τὸ ἰλλαίνειν
ἡ μετοχὴ κατὰ τοιοῦτον εἰρήσεται τύπον. ὀνομάζω δὲ
νῦν δηλονότι μετοχὴ κατὰ τὸ τῶν γραμματικῶν ἔθος, ἀδιανόητον
δέ ἐστιν ἐπὶ τῶν φωνῶν λεγόμενον τὸ κατειλοῦσαι,
καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἀκοῦσαι ἡμᾶς ἐθέλησαν,
ὡς ἐγκειμένου τοῦ ἰλλαίνειν ὀνόματος ὡς τὸ διαστρέφειν.
τὸ γὰρ κατειλοῦσαι τὸ διαστρέφουσαι, τὸ δὲ κατειλούμεναι
τὸ διαστρεφόμεναι. πολλὰ τοίνυν ἁμαρτήματα
φαίνεται κατὰ μίαν λέξιν γεγονότα βουλομένων ἡμῶν ἀκούειν
τοῦ κατειλοῦσαι, καθότι πολλοῖς τῶν ἐξηγητῶν ἔδοξεν, ὡς
ἀπὸ τοῦ ἰλλαίνειν γεγονότος τοῦ ὀνόματος. τὸ μὲν γὰρ
ἐνεργητικὸν ἰλλαίνουσαι, τὸ δὲ παθητικὸν ἰλλαινόμεναι καὶ
μετὰ τῆς προθέσεως κατιλλαίνουσαι. τὸ δ’ εἰλοῦσαι καὶ
κατειλοῦσαι παρὰ τὸ ἰλλαίνειν οὐ φαίνεται γεγονὸς,
ὥσπερ γε οὐδὲ τὸ εἰλούμεναι καὶ κατειλούμεναι. σπανίως
δὲ πάνυ παρὰ τοῖς παλαιοῖς εὑρίσκεται τὰ τοιαῦτα ῥήματά
τε καὶ ὀνόματα, λέγω δὲ τὸ ἰλλαίνειν καὶ τὸ ἰλλὸς ἀφ’ οὗ
καὶ ὁ Σώφρων δοκεῖ πεποιηκέναι τὸ συγκριτικὸν ὀνομαζόμενον
παρὰ τῶν γραμματικῶν, ἰλλότερον τάνκύονα. ἄμεινον
δ’ οὖν ἐστιν εἰπεῖν, εἴπερ τις ἐθέλοι καὶ περὶ τῶν τοιούτων
ἀδολεσχεῖν, οὐκ ἀπὸ τῆς ἰλλώσεως γεγονέναι τὸ κατειλοῦσαι
νομίζειν, ἀλλ’ ἐφ’ ἑτέρου τινὸς, ᾧ καὶ Πλάτων φαίνεται
καὶ Ἀντιφῶν κεχρημένος, ὁ μὲν Πλάτων ὡδί πως
εἰπὼν ἐν Τιμαίῳ. τοῦτο δὴ πᾶν τὸ δέρμα κύκλῳ κατέκαιε
πυρὶ τὸ θεῖον, τρωθέντος δὲ καὶ τῆς ἰκμάδος ἄξω δι’
αὐτοῦ φερομένης, τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅσον εἰλικρινὲς
ἀπῄει, τὸ δὲ μικτὸν, ἐξ ὧν καὶ τὸ δέρμα ἦν, αἰρόμενον
μὲν ὑπὸ τῆς φθορᾶς ἔξω, μακρὸν ἐγίνετο λεπτὴν τάσιν
ἔχων τῷ κατακεντήματι. διὰ δὲ βραδύτητα ἀπωθούμενον
ὑπὸ τοῦ περιεστῶτος κρύους πάλιν ἐντὸς ὑπὸ τὸ δέρμα
εἰλούμενον κατεῤῥιζοῦτο. φαίνεται γὰρ ἀντὶ τοῦ κατακλειόμενον
ἢ ἀπωθούμενον εἰς τὸ βάθος ἐνειλούμενον ἐνταῦθα
κεχρῆσθαι τῷ εἰλούμενον ὀνόματι, καθ’ ὃ σημαινόμενον δοκεῖ
καὶ ἡ λέξις ὑπ’ αὐτοῦ γεγράφθαι. γῆν δὲ τροφὸν μὲν
ἡμετέραν εἰλουμένην τε περὶ τὸν διὰ παντὸς λόγον τεταγμένον.
οὕτω δὲ καὶ παρ’ Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς
ἀληθείας ἐστὶν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν ἐν τῇδε
τῇ ῥήσει. ὅταν οὖν γένωνται ἐν τῷ ἀέρι ὄμβροι τε καὶ
πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ
καὶ πυκνοῦται κατὰ πολλά. ὅτι δ’ ἂν τῶν ξυμπιπτόντων
κρατήσῃ, τοῦτ’ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος
εἰλούμενον καὶ ὑπὸ τῆς βίας· καὶ γὰρ καὶ οὗτος τὸ
κατακλειόμενον ἢ συνειλούμενον εἰς ἑαυτὸ φαίνεται δηλῶν
διὰ τῆς εἰλούμενον φωνῆς. ἆρ’ οὖν καὶ κατὰ τὸ προκείμενον
ἡμῖν εἰς τὴν ἐξήγησιν βιβλίον, ὃ περὶ τῶν φωνῶν
γράψας κατειλοῦσαι, τοιοῦτόν τι σημαινόμενον ἐνδείκνυται
τὰς οἷον κατακλειομένας ἢ ἐνειλουμένας ἐμφαίνων, ὡς νοεῖν
ἡμᾶς ἐπὶ τῶν ἐξιέναι μὴ δυναμένων φωνῶν λελέχθαι τὴν
λέξιν, ὡς ἐπὶ τῶν ἰσχνοφώνων φαίνεται γινόμενον, ἢ καὶ
τοῦτο πάνυ μοχθηρόν; ἐνῆν γὰρ ἰσχομένας ἢ ἐπεχομένας ἢ
βραδυνούσας ἤ τι τοιοῦτον γεγραφέναι, δηλῶσαί γε βουλόμενον,
οὕτως ἐμπεποδίσθαι τὴν φωνὴν τὸν ἄνθρωπον, ὡς
μόλις φθέγγεσθαι· καὶ μὴν καὶ παρὰ τὸν δεσμὸν, τὴν οἷον
δεδεμένην ἐστὶ νοεῖν εἰρῆσθαι φωνὴν ἐν τῇ προκειμένῃ
ῥήσει, τοῦ ποιητοῦ γε δηλοῦντος εἰρηκέναι σαφῶς ἐπὶ τῶν
δεσμῶν,
Ἰλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν.
δῆλον δ’ ὅτι κᾀνταῦθα κατειλούμεναι βέλτιον ἦν, οὐ κατειλοῦσαι
γεγράφθαι. τοῦτο μὲν δὴ κοινὸν ἁπάσης ἐξηγήσεως
ἁμάρτημα. πᾶν γὰρ ὃ ἂν ὑπόθηταί τις ἐκ τῆς κατειλοῦσαι
λέξεως δηλοῦσθαι, τὴν ἐνεργητικὴν διάθεσιν, οὐ παθητικὴν
ἐνδείκνυται καὶ κατὰ τοῦτο μάλιστ’ ἄν τις ὑποπτεύσειε
τὴν φωνὴν ὡς οὐκ οὖσαν Ἱπποκράτους. οὐ γὰρ
οὕτως ἦν ἀμαθὴς ἑρμηνείας Ἑλληνικῆς, ὡς ἁμαρτάνειν ἐν
αὐτῇ παισὶν ἄρτι μανθάνειν ἀρχομένοις, ἁμαρτήματα παραπλήσια.
φαίνεται μὲν γὰρ πάθος τι φωνῆς δηλοῦσθαι τοῦ
κατειλούμεναι γεγραμμένου, πρὸς τῷ κᾂν εἰ κατειλούμεναι
γράψαιμεν, οὐ κατὰ τὴν Ἱπποκράτους εἶναι συνήθειαν,
ἀήθεσι καὶ σπανίοις ὀνόμασι χρῆσθαι. τοῖς δὲ τὸ διεσταμμένον
δηλοῦσθαι νομίζουσιν, ὅτι καὶ τοῦτο μάχεται, κατὰ
τὸ προγνωστικὸν, αὐτὸς ἑρμηνεῦσαι τὸ διάστροφον βουληθεὶς
οὕτως ἔγραψεν. ἢν δὲ καὶ καμπύλον γένηται βλέφαρον ἢ
χεῖλος ἢ ῥὶς, ἀλλ’ ἐπί γε τῶν φωνῶν οὔτε τὸ καμπύλον
οὔτ’ ἄλλο τι τῶν εἰρημένων οἰκείως ἂν λέγοιτο. διὸ καί
τινες τῶν ἐξηγησαμένων τὸ βιβλίον ἁπάντων τῶν
εἰρημένων καταγνόντες ἀντὶ τοῦ φωναὶ γλῶσσαι γράφουσιν,
ἀξιοῦντες ἀκούειν κατειλούσας γλώσσας τὰς οἷον καταδεδεμένας
καὶ δυσκινήτους. ἐχρῆν δ’ αὐτοὺς ὥσπερ τὸ
φωναὶ μετέγραψαν εἰς τὸ γλῶσσαι, οὕτως καὶ τὸ κατειλοῦσαι
μᾶλλον τοῦ φωναὶ μεταγράψαι εἰς τὸ κατειλούμεναι.
ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τοῦ κατειλοῦσαι, μηδὲν ἡμᾶς
μέγα, μηδ’ ἂν εὑρεθείη, μέλλοντος ὠφελεῖν. ἀρκεῖ γὰρ εἰδέναι
μόνον ἐν τούτῳ γενικῶς λεγόμενόν τε καὶ νοούμενον
ὡς γὰρ διὰ τὸ γενόμενον αὐτοῖς ἐκ τῆς κεφαλῆς ῥεῦμα
βλαβέντες τὰ φωνητικὰ μόρια καὶ τὰς φωνὰς ἐκακώθησαν.
ὅτι γὰρ ἐπὶ ταῖς ὑγραῖς καταστάσεσι καὶ θερμαῖς ἡ κεφαλὴ
πληρωθεῖσα ῥεύματος τοῖς κατὰ γαστέρα καὶ θώρακα
μέρεσιν ἐπιπέμπει χρήσιμον ἐπίστασθαι, πρῶτον μὲν αὐτοῦ
τοῦ διακρίνειν ἕνεκα πότερον ἄλλη τις αἰτία τὸ τοιοῦτον
πάθος εἰργάσατο τοῖς κάμνουσιν ἢ τῶν ἐπιδημιῶν ἐστι
νοσημάτων, ἔπειτα δὲ καὶ τοῦτο φυλάττεσθαι, μηδὲν παθεῖν
τοιοῦτον. τὰς γὰρ ἐκ τοῦ περιέχοντος βλάβας ὁ προειδὼς
ὅπῃ τε καὶ ὅπως γίνονται φυλάττεσθαι δυνήσεται, τὴν
ὅλην δίαιταν ἐξ ὑπεναντίου τῇ κρατούσῃ καταστάσει ποιούμενος,
ἀλλ’ εἰ καὶ προλέγειν ἐθέλεις τὰ γενησόμενα, καὶ γὰρ
καὶ τοῦτο χρήσιμον ἡμῖν ἐστιν, ὡς ἐν τῷ προοιμίῳ τοῦ
προγνωστικοῦ δέδεικται, καὶ κατὰ τοῦτ’ ἀσκητέον σοι τὰς
γινομένας ἐν τῷ σώματι διαθέσεις, ἐπὶ ταῖς τοῦ περιέχοντος
καταστάσεσιν ἁπάσαις ἐπίστασθαι. ἀρκεσθέντες οὖν,
ὡς ἔφην, τῷ βεβλάφθαι τὰς φωνὰς, ὑπερβάντες δὲ τὸ κατειλοῦσαι
τὸ συνεχὲς αὐτῷ θεασώμεθα. πρῶτον μὲν γάρ
φησι τοῖς φθινώδεσιν ἀρχομένοισι γενέσθαι τοιοῦτον σύμπτωμα,
μετ’ αὐτοὺς δὲ καὶ τοῖς καυσώδεσι καὶ τοῖς φρενιτικοῖς.
ἡγητέον οὖν τοῖς μὲν φθινώδεσι κατὰ τὸν τοῦ πάθους
λόγον αὐτὸ γεγονέναι, πολλαῖς μὲν καὶ ἄλλαις αἰτίαις
τε καὶ διαθέσεσιν ἐσομένης τῆς φθίσεως, οὐχ ἧττον δ’ ἐκείνων
καὶ διὰ τὸν ἐκ τῆς κεφαλῆς κατάῤῥουν, ᾧ μάλιστα ἡ
κάκωσις ἕπεται τῆς φωνῆς. καύσοις δὲ καὶ φρενίτισι κατὰ
μὲν τὸν ἴδιον λόγον οὐχ ἕπεται τοιαύτη κάκωσις φωνῆς,
οἷα τοῖς φθινώδεσιν ἀρχομένοις. ἐπεὶ δ’ ἐν τῇ καταστάσει
ταύτῃ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ διηνεκῶς γενομένῃ συνέβη
παθεῖν τὴν κεφαλὴν, ἠκολούθησε καὶ τοῖς φρενιτικοῖς καὶ
τοῖς καυσώδεσι τοιοῦτον σύμπτωμα διὰ τὴν κοινὴν αἰτίαν,
οὐ διὰ τὴν αὐτοῦ τοῦ πάθους ἰδίαν κατασκευήν. ξηραίνεται
γὰρ μᾶλλον ἐν αὐτοῖς, οὐ διαβρέχεται τὰ φωνητικὰ μόρια,
καθάπερ ἐν τῇ νῦν καταστάσει. καὶ τοίνυν καὶ ἡ φωνὴ
κλαγγώδης μὲν καὶ ὀξεῖα διὰ τὴν ξηρότητα τῶν φωνητικῶν
ὀργάνων γίνεται, βραγχώδης δὲ διὰ τὴν ὑγρότητα.
33. Ἤρξαντο μὲν οὖν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ
πρὸ τοῦ ἦρος, μετὰ τὰ γενόμενα ψύχεα καὶ πλεῖστοι τηνικαῦτα
διενόσησαν, ὀξέα δὲ τούτοις καὶ θανατώδεα
ξυνέπιπτε.
Τὴν γεγενημένην ἔμπροσθεν ἐκ τῆς τοῦ περιέχοντος
κράσεως σηπεδόνα τῶν χυμῶν εὔλογον ἦν ὑπὸ τοῦ γενομένου
κρύους ἐπὶ τῇ τελευτῇ τοῦ χειμῶνος εἰς τὸ βάθος
ὠσθεῖσαν ἐργάζεσθαι νοσήματα παραπλήσια τοῖς ἐρυσιπέλασιν.
ἄλλε τε οὖν τινὰ τούτου γενόμενα τοῦ γένους διηγήσεται
καὶ ταῦτα τῇ τάξει πρῶτα μετὰ τὸ ἐρυσίπελας
ἤδη γράφει. ταῦτα δ’ ἦν καυσώδη τε καὶ φρενιτικὰ,
κοινὴν μὲν ἔχοντα τὴν αἰτίαν, διαφέροντα δὲ τοῖς πάσχουσι
τόποις. οἷς μὲν γὰρ εἰς τὰ περὶ τὸ ἧπάρ τε καὶ τὴν γαστέρα
χωρία καὶ μάλιστ’ αὐτῆς τὸ στόμα κατέσκηψεν ἡ
κακοχυμία΄, τούτοις τὰ καυσώδη νοσήματα συνέπεσεν, οἷς δ’
ἐπὶ τὸν ἐγκέφαλον ἠνέχθη, τὰ φρενιτικά.
34. Ἦν δ’ ἡ κατάστασις τῶν γενομένων καύσων ἥδε. ἀρχόμενοι
κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς ὀξὺς, οὐδὲ
διψώδεες λίην, οὐδὲ παράληροι.
Ὅσα τοῖς καύσοις ἐγένετο συμπτώματα διὰ τὴν κατάστασιν,
κατὰ τὸν ἴδιον τοῦ πάθους λόγον, ταῦτ’ ἐπισημαίνεται,
διὸ κακῶς ἀντὶ τοῦ κωματώδεις ἔγραψαν ἔνιοι καυματώδεις.
ἴδιον γὰρ τοῦτο τῶν καύσων, οἷς καὶ τὸ διψῇν
ἀπαύστως καὶ σχεδὸν οὐδ’ ἂν ἄλλο τις ἐξαίρετον εἴπῃ γνώρισμα
καύσων πυρετῶν, ἀλλ’ ἐκ δυοῖν τούτων αὐτάρκως
συμπληροῦσθαι φαίη, δίψους ἀπαύστου καὶ θερμασίας διακαιούσης
αἰσθανομένων τῶν καμνόντων. ἀλλ’ ἡ τότε κατάστασις
ὑγρότητος πολλῆς πληρώσασα τὴν κεφαλὴν τὸ
κωματῶδες ἢ πᾶσιν ἢ τοῖς πλείστοις τῶν ὁπωσοῦν νοσησάντων
ἤνεγκε σύμπτωμα κατὰ τὴν εἰσβολὴν τοῦ νοσήματος,
οὔπω τῆς κακοχυμίας εἰς τοσοῦτον δριμύτητος ἡκούσης, ὡς
ἀγρυπνίας τε σφοδρὰς καὶ παραφροσύνας καὶ φρενίτιδας ἐργάζεσθαι.
τὸ μὲν οὖν καῦμα σπανίως πάνυ γίνεται τοῖς
καύσοις πυρετοῖς, τὸ δ’ ἀσᾶσθαι πάνυ πολλάκις. οὐ μὴν
ἀχώριστόν γ’ ἐστὶν, ὡς τὰ προειρημένα δύο, τό τε ἄπαυστον
τοῦ δίψους καὶ τὸ τῆς θερμασίας διακαές. φρικώδεις γε
μὴν πολλάκις οἱ καυσούμενοι γίνονται, διὸ καὶ τοῦτ’ ἐπεσημήνατο.
τὸ δ’ ἐφεξῆς γεγραμμένον, πυρετὸς οὐκ ὀξὺς, ἔνιοι
μὲν ἁπλῶς γράφουσι χωρὶς τῆς ἀποφάσεως πυρετὸς ὀξὺς,
τινὲς δὲ μετὰ τῆς ἀποφάσεως οὑτωσὶ, πυρετὸς οὐκ ὀξὺς,
ἀπό τινος ἑκάτεροι λόγου πιθανοῦ τὴν διαφέρουσαν ἔχοντες
γραφήν· οἱ μὲν χωρὶς τῆς ἀποφάσεως, ὅτι τῶν ἀχωρίστων
ἐπὶ καυσώδους νοσήματος ὀξὺς πυρετὸς, ὥσπερ καὶ δίψος·
οἱ δὲ καὶ δι’ αὐτὸ τοῦτο γεγράφθαι λέγοντες ἅμα τῇ ἀποφάσει,
διότι σπάνιόν τι καὶ παράδοξον αὐτοῖς συνέβη καθάπερ
τὸ τοῦ κώματος οὕτω καὶ τὸ τοῦ πυρετοῦ. καὶ γὰρ
οὖν καὶ τούτοις ἐφεξῆς αὐτὸν γράψαι φασὶν, οὐδὲ διψώδης
λίην. καίτοι καὶ τοῦτο τὸ σύμπτωμα καύσων πυρετῶν ἐστιν
ἰδιαίτατον· εἰκὸς οὖν, ὥσπερ οὐ λίην διψώδεις ἦσαν, οὕτως
αὐτοὺς οὐ λίην ὀξὺ πυρέξαι. τάχα δὲ καὶ γεγραμμένον ὑφ’
Ἱπποκράτους τὸ πυρετὸς οὐ λίην ὀξὺς, ὑπὸ τοῦ πρῶτον
ἐκγραψαμένου σφαλέντος, ἔμεινεν ἡμαρτημένον· ἀναφύεται
δὲ μικρὸν ζήτημα περὶ πάντων τῶν παθογνωμονικῶν σημείων,
εἰ γὰρ ἐγχωρεῖ ποτὲ μὴ παρόντων αὐτῶν ὅμως φυλάττεσθαι
τὸ τοῦ πάθους εἶδος, ἕτερα τῶν παθογνωμονικῶν
ἡμῖν ἔσται πιστότερα πρὸς τὴν τῶν παθῶν διάγνωσιν,
ἀλλ’ εἴπερ τοῦθ’ ὑποθοίμεθα, προσηκόντως τις ἀξιώσει μὲν
ἐκεῖνα παθογνωμονικὰ καλεῖν, ἃ δ’ ἔμπροσθεν ἐκαλεῖτο
παθογνωμονικὰ, συνεδρεύοντα· ὧν τὰ μὲν ἀχώριστ’
ἐστὶ καὶ ὡς ἄν τις φαίη τῆς τοῦ πάθους οὐσίας αὐτῆς
συνθετικά. τὰ δὲ συνεδρεύοντα τῶν ὡς τὸ πολὺ γινομένων
αὐτοῖς ἐστιν. εἰ οὖν ὁ κάμνων μὴ διψώδης μήτε
λίαν ὀξέως πυρέττων ᾖ, ἐκ τίνος ἔτι γνωρίσματος ἐροῦμεν
εἶναι τὸ νόσημα καῦσον; εἰ γὰρ καὶ πάνυ πολλοῖς τῶν καυσομένων
ἀσώδεσιν εἶναι συμβέβηκεν, ἀλλ’ οὐκ ἴδιόν γε τοῦ
πάθους τοῦτο· πολλοὶ γὰρ καὶ ἄλλοι τῶν ὑπωσοῦν νοσησάντων
ἀσώδεις γίνονται. οὐδὲν γοῦν ὅπερ ἐνίοις ἔδοξε τὰς
τοιαύτας ἀπορίας οἰηθεῖσιν ἀποδράσασθαι καὶ ἡμῖν ἔσται
ῥητέον, ἐκ τῶν διαχωρουμένων μάλιστα γνωρίζεσθαι τὸν
καῦσον εἰποῦσιν. οὔτε γὰρ ἄκρατα χολώδη μόνοις καύσοις
ἐκκρίνουσιν αἱ γαστέρες οὔτε σύντηξις μόνοις τούτοις, ἀλλ’
ἐστὶ μὲν καὶ ταῦτα συμπτώματα κακοήθη τε καὶ διακαῶν
πυρετῶν. ἐκκρίναντες δ’ ὅμως αὐτὰ πολλοὶ καὶ διψῶσι μετρίως
καὶ τὰς τοῦ πυρετοῦ θερμασίας ἀνέχονται· κατὰ δὲ
τὴν προκειμένην κατάστασιν οὐδὲ τοιαῦτ’ ἐγένετο διαχωρήματα·
κοιλίαι γὰρ, φησὶ, ταραχώδεις τοῖσι πλείστοισι τούτων,
διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσιν. ἔοικεν οὖν Ἱπποκράτης
τὸν καῦσον γνωρίζειν τῷ διηνεκεῖ τοῦ δίψους τε καὶ τῆς
διακαοῦς θερμασίας, ὥσπερ τὴν φρενῖτιν τῷ διηνεκεῖ τῆς
παραφροσύνης. οὕτω γὰρ εἰ καὶ μὴ πάνυ διψώδεις εἶεν
οἱ κάμνοντες ἢ μὴ πάνυ σφόδρα διακαιόμενοι, δι’ ὅλης δὲ
τῆς νόσου τὰ λελεγμένα εἶεν δύο συμπτώματα, καῦσος εἶναι
τὸ νόσημα λεχθήσεται καὶ γενήσεται μέν τις αὐτοῦ θερμότερος
πυρετὸς, ὡς καὶ συντήκειν τὸ σῶμα καὶ διαχωρήσεις
ἐργάζεσθαι χολώδεις καὶ συντηκτικάς· οὐ λεχθήσεται δὲ
καῦσος, ἂν μὴ διαμένοντα δι’ ὅλης ἔχῃ τῆς νόσου τὰ εἰρημένα
δύο μικρὸν ἔμπροσθεν, ἄπαυστόν τε τὸ δίψος, ὁπόσον
ἂν τύχωσι πίνοντες, ἀηδῆ τε καὶ καυσώδη καὶ ἀσώδη τὴν
θερμασίαν. ὡς τὸ πολὺ μὲν οὖν καὶ δίψος σφοδρότατον
αὐτοῖς ὑπάρχει καὶ πυρετὸς διακαέστατος· ἐν δὲ τῷ σπανίῳ
καθάπερ νῦν ὅ τε πυρετὸς οὐκ ἀκριβῶς ὀξὺς ἐγένετο
καὶ διψώδεις οὐ λίαν οἱ κάμνοντες ἦσαν, ἅπερ ἐπεσημήνατο
δι’ αὐτὸ τοῦτο, καθάπερ καὶ τὸ μηδ’ ὅλως αὐτοὺς γενέσθαι
παραλήρους, ἐπειδὴ καὶ τοῦτο συμπίπτει τοῖς καύσοις. ὅτι
δὲ μικρᾶς παραφροσύνης ἐστὶν ὄνομα τὸ παράληροι, πρόσθεν
εἴρηται.
35. Ἀπὸ ῥινῶν μικρὰ ἔσταξε.
Τῶν ἐπιγενομένων τοῦτο τοῖς κακοήθεσι καύσοις, ὥσπερ
αἱμοῤῥαγίαι τοῖς ἐπιεικέσιν. ἀλλὰ καὶ συλλήβδην εἰπεῖν,
ἅπασα στάξις ἀπὸ ῥινῶν μοχθηρόν ἐστι σημεῖον, ὡς
ἐμάθομεν.
36. Οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν ἐν ἀρτίῃσι.
Τῶν σπανίων καὶ τοῦτ’ ἐστι, φαίνονται γὰρ
οἵ τε καῦσοι καὶ πάνθ’ ὁμοίως αὐτοῖς τὰ λίαν ὀξέα νοσήματα
τοὺς παροξυσμοὺς ἐν περισσαῖς ἔχοντα.
37. Περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ
ἀφωνίη.
Καὶ ἡ λήθη σαφής ἐστι καὶ δέδεικται πολλάκις ἐκ τῶν
ὀλεθρίων οὖσα. τὴν ἄφεσιν δὲ τὴν οἷον ἔκλυσίν τε καὶ πάρεσιν
ἁπάντων τῶν μορίων τοῦ σώματος εἰκός ἐστι λέγειν
αὐτὸν, ὅταν ὁμοίως τοῖς παραλελυμμένοις ἐῤῥιμμένα φαίνηται.
ὅτι δ’ ὀλέθριον καὶ τοῦτ’ ἐστὶ μεμάθηκας. ὥσπερ
καὶ περὶ τῶν ἄλλων ἁπάντων συμπτωμάτων, ὅσα γέγραπται
κατὰ τὸ βιβλίον, ὡς ἐξηγεῖσθαι μόνον ἐν αὐτῷ χρὴ τὰ δοκοῦντα
μὴ σαφῶς εἰρῆσθαι, τῶν ἀποδεδειγμένων ἐν ἑτέροις
ἀναμιμνήσκοντα μόνον, οὐ κατὰ διέξοδον διδασκαλίας αὐτῶν
ποιούμενον.
38. Ἄκρεα ἀεὶ τούτοισί τε μὲν ψυχρότερα ποδῶν καὶ χειρῶν.
πολὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα, πάλιν τε βραδέως
καὶ οὐ καλῶς ἀνεθερμαίνοντο καὶ πάλιν κατενόουν
καὶ διελέγοντο.
Τὴν ποικιλίαν τῶν γενομένων συμπτωμάτων τοῖς τότε
νοσήμασι διηγεῖται, μοχθηρῶν ἀπάντων ὄντων.
39. Κατεῖχε δὲ ἢ τὸ κῶμα συνεχῶς, οὐχ ὑπνῶδες, ἢ κατὰ πόνων
ἄγρυπνοι.
Σαφὲς καὶ τοῦτ’ ἐστὶ τῷ μεμνημένῳ τῶν γεγραμμένων ἔν
τε τῷ περὶ τοῦ κώματος γράμματι καὶ τοῖς ἔμπροσθεν ὑπομνήμασι.
ὅταν γὰρ ἐγρηγορέναι μὲν ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς οἱ
κάμνοντες μὴ δύνωνται, μύσαντες δ’ αὐτοὺς ἐλπίδι τοῦ κοιμηθῆναι
διαμένωσιν ἐγρηγορότες, τὸ τοιοῦτον καλοῦμεν
οὐχ ὑπνῶδες κῶμα. εἰ δὲ καὶ πόνος τις αὐτοῖς παρείη,
προδήλως ἀγρυπνήσουσι μᾶλλον οἱ οὕτως ἔχοντες, ὡς μηδ’
εἰς φαντασίαν ὕπνου τε ἀφικέσθαι λεπτοῦ. γίνεται γάρ τι
καὶ τοιοῦτον τοῖς οὕτω κωματώδεσιν, ὡς ἐν μεθορίῳ
καθίστασθαι τῶν τ’ ἀκριβῶς ἐγρηγορότων καὶ τῶν
κοιμωμένων.
40. Κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν
ὠμοῖσι, πολλοῖσι, λεπτοῖσι.
Εὔδηλον μὲν κᾀκ τούτων ἐστὶν ὡς οὐ προσέχει τῇ
τῶν διαχωρημάτων ἰδέᾳ κατὰ τὴν τῶν καυσωδῶν νοσημάτων
διάγνωσιν. ὠμὰ γοῦν ἔφη καὶ λεπτὰ καὶ διαχωρούμενα
τοῖς τότε καυσουμένοις γίνεσθαι, μήτε χολωδῶν ἀκράτων
μήτε συντήξεων μνημονεύσας, ἅ τινες οἴονται μέγιστα γνωρίσματα
καύσων εἶναι πυρετῶν.
41. Οὖρα τὰ πολλὰ λεπτὰ, κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα.
Ἐν ταῖς περὶ τῶν οὔρων διηγήσεσιν εἴωθε τὰ συμβεβηκότα
γράψας αὐτοῖς μηκέτι προστιθέναι πότερον ἀγαθοῦ
τινός ἐστιν ἢ κακοῦ σημεῖα, μεμνῆσθαι νομίζων ἡμᾶς
ὧν ἐμάθομεν ἐν προγνωστικῷ καθόλου, περὶ κακίας τε καὶ
ἀρετῆς οὔρων. ἐνταῦθ’ οὖν μοι δοκεῖ προστεθεικέναι,
καίτοι προειρηκὼς αὐτὰ λεπτὰ, διότι προσέγραψεν αὐτοῖς
τὰ πολλά. μεμνημένος γὰρ ὅτι καὶ δι’ οὔρων πλήθους
αὐτὸς ἡμᾶς ἐδίδαξε γίνεσθαί ποτε κρίσιν, ἐπεσημήνατο νῦν
ὅτι καὶ πολλῶν ὄντων αὐτῶν ὅμως οὐδὲν ἦν κρίσιμον οὐδὲ
χρηστόν· οὐ γὰρ ἐκκαθαίρουσα τὸ σῶμα καὶ κινοῦσα τὰ
λυποῦντα φαίνεται νῦν ἡ φύσις ἐργαζομένη τὸ πλῆθος τῶν
οὔρων, ἀλλ’ ὥσπερ ἔμαθες ἱδρῶτάς τε καὶ διαχωρήματα
ποτὲ μὲν ὡς συμπτώματα τῆς κατὰ τὸ σῶμα περιουσίας
τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεσθαι, ποτὲ δὲ ἐκκαθαιρούσης
αὐτὰ τῆς φύσεως, οὕτω καὶ νῦν τὰ οὖρα πλεοναζούσης
ὑγρότητος ὀῤῥώδους ἐν τῷ σώματι συμπτώματ’ ἐστί. διὰ
τοῦτ’ οὖν αὐτοῖς προσέθηκε τὸ κρισιμὸν οὐδὲν οὐδὲ χρηστόν.
ἐξεκρίνετο γὰρ ἤτοι διὰ πλῆθος ἄμετρον, οὐ δυναμένων
αὐτὰ τῶν περιεχόντων μορίων στέγειν, ἢ διὰ δῆξιν
ἰσχυρὰν ἀνιωμένων τε καὶ διὰ τοῦτο πρὸς τὴν ἀπόκρισιν
ἐξορμώντων. τοιαῦτα δὲ κατὰ τὴν αὐτὴν ταύτην κατάστασιν
ἐγένετο καὶ διὰ τῆς γαστρὸς ἐκκρινόμενα, καθότι προείρηται·
καὶ δηλονότι καὶ οἱ ἱδρῶτες ἀνάλογον αὐτοῖς ἦσαν.
42. Οὐδ’ ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν
ἐπεφαίνετο, οὔτε γὰρ ᾑμοῤῥάγει καλῶς οὔτε τις ἄλλη
τῶν εἰθισμένων ἀπόστασις ἐγίνετο κρίσιμος, ἔθνησκόν τε
ἕκαστος, εἰ τύχῃ, πεπλανημένως, τὰ πολλὰ περὶ τὰς κρίσιας,
ἐκ πολλοῦ δέ τινες, ἄφωνοι, ἱδρῶντες πολλοί. τοῖσι
γοῦν ὀλεθρίως ἔχουσι συμβαίνει ταῦτα.
Τῶν μὲν οὖν ὀλεθρίως ἐχόντων ξυνέπιπτε ταῦτα, ἃ
κατέλεξεν ἐνταῦθά σοι, τὰ τῶν ὀλεθρίως ἐχόντων καυσωδῶν
συμπτώματα. προακήκοας δὲ πολλάκις ἤδη διὰ τί
τῶν εἰρημένων ἕκαστον ὀλέθριόν ἐστι· τοῖσι μὲν ὀλεθρίως
ἔχουσι ξυνέπιπτε ταῦτα.
43. Παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσι.
Συμπληρώσας τὸν περὶ τῶν καύσων λόγον ἐπὶ τὰ συμβάντα
τοῖς φρενιτικοῖς μεταβαίνει· προσχῶμεν οὖν κᾀνταῦθα
ταῖς ῥήσεσιν αὐτοῦ.
44. Ἄδιψοι δὲ πάνυ ἦσαν οὗτοι.
Περὶ τῶν φρενιτικῶν ὁ λόγος· ἀδίψους δ’ αὐτοὺς γεγονέναι
φησὶν οὐχ οὕτως διὰ τὸ πολλὴν ὑγρότητα πλεονάζουσαν
ἔχειν ἐν τῷ στόματι τῆς γαστρὸς, ὡς διὰ τὸ μὴ
παρακολουθεῖν οἷς ἔπασχον καὶ νενεκρῶσθαι τὴν ὀρεκτικὴν
τοῦ στομάχου αὐτοῖς δύναμιν.
45. Οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ὥσπερ ἐπ’ ἄλλοισιν,
ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ κακῇ, νωθρῇ, βαρέως
ἀπώλλυντο.
Εἰ χωρὶς τοῦ προειπεῖν οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν
οὐδεὶς, ἀπλῶς εἰρήκει τοὺς τότε φρενιτικοὺς ἀπόλλυσθαι
καταφορῇ νοθρῇ, πιθανὸν ἦν ἀκοῦσαι μεταπτώσεως
εἰς λήθαργον αὐτοῖς γενομένης, οὕτω διαφθείρεσθαι. προειρημένου
δὲ τοῦ, οὐδ’ ἐξεμάνη οὐδεὶς, εὐλογώτερόν ἐστι μετὰ
καταφορᾶς αὐτοὺς ἀπόλλυσθαι μένοντας φρενιτικοὺς, ὅπερ
ἐστὶ παραφρονοῦντας, ἐν τούτῳ γὰρ μόνῳ διηνεκῶς ὑπάρχοντι
μετὰ πυρετοῦ τὴν φρενῖτιν νοοῦμεν, οὐδενὶ διαφέρουσαν
ἄλλῳ τῆς μανίας πλὴν τῷ πυρετῷ. φρενῶν μὲν
γὰρ ἄμφω βλάβαι. τὸ δὲ χωρὶς πυρετοῦ τῶν μαινομένων
ἴδιον, ὥσπερ τὸ σὺν πυρετῷ τῶν φρενιτικῶν. θαυμαστὸν
οὖν οὐδὲν ἠθροισμένων ἐν τῷ σώματι χυμῶν ὠμῶν, ὡς τά
γε διαχωρούμενα τὴν ἔνδειξιν ἐποιήσατο, κωματώδεις τε
ἅμα καὶ παραφρονοῦντας γενέσθαι, κωματώδεις
μὲν διά τε τὸ πλῆθος καὶ τὴν ψυχρότητα τῶν ὠμῶν χυμῶν,
παραφρονοῦντας δὲ, διότι σηπόμενοι δριμύτητά τε
καὶ θερμασίαν ἐγέννων.
46. Ἦσαν δὲ καὶ ἄλλοι πυρετοὶ, περὶ ὧν γεγράψεται.
Ἀναμνησθῶμεν δ’ ὅτι προειπὼν, ἦν κατάστασις τῶν
γενομένων καυσώδης, ἣν δὴ καὶ διηγησάμενος ἐφεξῆς πάντ’
αὐτοῖς τὰ συμβάντα καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, παραπλήσια
δὲ καὶ τοῖσι φρενιτικοῖσιν. εἶτα καὶ τὸν περὶ τούτων
λόγον ἅπαντα πληρώσας ἑξῆς ἐπήνεγκεν· ἦσαν δὲ καὶ
ἄλλοι πυρετοὶ περὶ ὧν γεγράψεται. δηλοῖ γὰρ ἐκ ταύτης
τῆς λέξεως πυρετῶν εἴδη τὸν καῦσον εἶναι καὶ τὴν φρενῖτιν,
καῦσον μὲν, ὃς ἂν διηνεκὲς ἔχῃ δίψος μετὰ διηνεκοῦς
πυρώσεως πολλῆς, φρενῖτιν δὲ, ὡς ἂν συνεχὴς ὢν, ἅμα καὶ
παραφροσύνῃ γίνεται διηνεκεῖ.
47. Στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα, ῥεύματα περὶ αἰδοῖα
πολλὰ, ἑλκώματα, φύματα ἔξωθεν, εἴσωθεν τὰ παρὰ
βουβῶνας.
Εἰρήκει μὲν ἔμπροσθεν καὶ περὶ τούτων. ἀλλ’ ἐν τῷ
κατὰ μέρος ὑπὲρ ἑκάστου λέγει, μέχρι τοῦ φθινοπώρου
τὰς τῶν ἐρυσιπελάτων γενέσεις εἰπὼν προελθεῖν, εὔδηλός
ἐστι καὶ περὶ τῶν νῦν ἐφεξῆς αὐτοῖς γραφομένων ἁπάντων
ἐνδεικνύμενος ταὐτό. κατὰ τοῦτ’ οὖν αὖθις ἐμνημόνευσε
τῶν αὐτῶν.
48. Ὀφθαλμίαι ὑγραὶ, μακραὶ, χρόνιαι μετὰ πόνων,
ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντες
τὰς ὄψιας, ἃς σῦκα ἐπονομάζουσιν.
Ἡ τοῦ πλεονάσαντος χυμοῦ περιουσία διττὸν ἔοικεν
ἔχειν εἶδος ἐν τῇ κατὰ πάχος καὶ λεπτότητα διαφορᾷ, καθάπερ
εἴωθεν ἀεὶ σχεδὸν ἐφ’ ὑγραῖς καὶ νηνέμοις γίνεσθαι
καταστάσεσιν. εἰ μὴ γὰρ οἰκείοις τις τοῖς γυμνασίοις
χρώμενος ῥιπίζει τε ἅμα καὶ διακαθαίρει καὶ κινεῖ τὸ σῶμα,
πλῆθος ἀθροίζει χυμῶν καὶ παχέων καὶ λεπτῶν· παχέων
μὲν διὰ τὴν ἀργίαν, λεπτῶν δὲ καὶ ὑδατωδῶν, διὰ τὸ
μὴ κεκενῶσθαι. τῆς μὲν οὖν λεπτότητος αὐτῶν τεκμήρια
τά τε κατὰ τὴν γαστέρα διερχόμενα λεπτὰ καὶ τὰ οὖρά γε
τοιαῦτα γενόμενα· τοῦ δὲ πάχους τό τε χρονίσαι πᾶν καὶ
τὸ συνεδρεῦον τοῖς πλείστοις κῶμα. καὶ τούτων οὖν εἰκότως
οἷς ἐπ’ ὀφθαλμοὺς ἔῤῥεψε τὸ πλῆθος, ὑγρᾶς μὲν
ὀφθαλμίας εἰργάσατο διὰ τὴν λεπτότητα, τὰς δὲ τῶν βλεφάρων
ἐπιφύσεις διὰ τὸ πάχος. τοῦ γὰρ ἐπιῤῥέοντος τοῖς
ὀφθαλμοῖς χυμοῦ τὸ μὲν ἐκκρινόμενον ὑγρὸν ἐργάζεται τὰς
ὀφθαλμίας, τουτέστι μετὰ ῥεύματος ὑγροῦ καὶ ὑδατώδους,
τὸ δὲ παχύτερον ἐμπλαττόμενον τοῖς πάσχουσι μορίοις τὰς
ὀχθώδεις ἐπαναστάσεις. ὅσον δὲ ἐν τῷ βάθει τῶν ὀφθαλμῶν
ἐγένετο τοῦ παχέος χυμοῦ τὰς ὀδύνας εἰργάζετο.
49. Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν
αἰδοίοισι.
Τὰ διὰ τὸ πάχος τῆς ὕλης ἐπιφυόμενα τοῖς βλεφάροις
οὐκ ἐνταῦθα μόνον, ἀλλὰ κᾀπὶ τῶν αἰδοίων ἔφη γενέσθαι,
καὶ εἴ πού τι μόριον ἄλλο συνέτυχεν ἑλκωθῆναι, τοῦ πάχους
τῶν χυμῶν, ὡς εἴρηται, τὰς τοιαύτας ἐπιφύσεις ἐργαζομένου·
καλοῦσι δ’ αὐτὰς οἱ πολλοὶ μύκητας.
50. Ἄνθρακες πολλοὶ κατὰ θέρος καὶ ἄλλα, ἃ σῆψις καλέεται.
Καὶ διὰ τὸ χρονίζειν μὲν ἐν τῷ σώματι τὴν
κακοχυμίαν ἡ σηπεδὼν ηὐξάνετο, τοῦ θέρους δ’ ἐπιλαβόντος,
οὐδ’ αὐτοῦ τοὺς ἐτησίας ἔχοντος, ἔτι καὶ μᾶλλον εἰς
ἄκρον ἀφίκετο καὶ διὰ τοῦτο θερμὰ νοσήματα πλείω τε καὶ
κακοηθέστερα τῶν ἔμπροσθεν ἐγένετο. δέδεικται γὰρ ὅτι
καὶ ὁ ἄνθραξ ἐκ θερμῆς μέντοι πυῤῥότητος, παχείας δὲ κατὰ
τὴν σύστασιν ὕλης ἔχει τὴν γένεσιν.
51. Ἐκθύματά τε μεγάλα.
Πρόδηλον μὲν ὅτι παρὰ τὸ ἐκθύειν, ὅπερ ἐστὶν ἐξορμᾶν.
ἡ προσηγορία τοῖς ἐκθύμασι γέγονεν, ἐπὶ τῶν αὐτομάτως
ἐξανθούντων κατὰ τὸ δέρμα. γένεσις δ’ αὐτοῖς ἐκ τῶν
περιττῶν δηλονότι χυμῶν, ἀλλὰ καὶ τῇ ποιότητι προσηκόντως
ἕπεται, τῶν μὲν χυμῶν λεπτῶν ἑλκώσεις ἐργαζομένων
μᾶλλον ἢ ὄγκους, τῶν δὲ παχέων εἰς ὄγκον ἐξαιρόντων τὸ
δέρμα. πρόδηλον δ’ ὅτι ταὐτοῦ γένους ἐστὶ τοῖς προειρημένοις
ἐπιφύεσθαι κατὰ τὰ βλέφαρα καὶ τὰ ἕλκη καὶ τὰ
νῦν ἐν τῷ δέρματι τὴν γένεσιν αὐτόματον ἔχοντα.
52. Ἕρπητες πολλοῖσι μεγάλοι.
Μεγάλους ἤτοι διὰ τὸ πολὺν ἐπιλαμβάνων τόπον ἢ διὰ
τὸ μετ’ ἀναβρώσεως κακοήθους γίνεσθαι κέκληκεν. ἑκάτερον
δ’ ἀκολουθεῖ τῇ κατὰ τοὺς χυμοὺς εἰρημένῃ διαθέσει.
53. Τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ συνέβαινε.
πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ
παιδίοισι καὶ πᾶσιν ὅσα πρὸ ἥβης καὶ ἀπώλλυντο τὰ πλεῖστα
τούτων, λειεντερικοὶ πολλοί.
Καὶ διὰ τὴν ὑγρότητα τῆς ἡλικίας καὶ διότι πλείω
προσφερόμενα τὰ παιδία διαφθείρει τὰς τροφὰς πολλάκις
εἰκότως ἡλίσκετο τεινεσμοῖς. ἔστι μὲν οὖν καὶ ἄλλως ὀδυνηρόν
τε καὶ ὀχληρὸν τὸ πάθος, ὀδυνηρὸν μὲν διὰ τὴν
τάσιν, ὀχληρὸν δὲ διὰ τὸ συνεχὲς τῆς ἐξαναστάσεως. ἐν δὲ
τῇ νῦν καταστάσει πληθωρικῇ τε ἅμα καὶ κακοχυμίᾳ λεγομένῃ
πολλοὶ μᾶλλον λειεντερικοί. ἀῤῥωστούσης γὰρ τῆς
καθεκτικῆς δυνάμεως ἔμαθες γινομένας τὰς λειεντερίας.
εἰκὸς δὲ οὖν ὥσπερ ἡ θρεπτικὴ δύναμις τῆς γαστρὸς
ἐνεκρώθη, δι’ ἣν ἀποσίτους ἐσχάτως αὐτοὺς γενέσθαι
φασὶν ὀλίγον ὕστερον, οὕτως καὶ τὴν καθεκτικὴν
βλαβῆναι.
54. Δυσεντεριώδεες, οὐδ’ οὗτοι λίην ἐπιπόνως.
Ἀκόλουθον ἦν ἐπιφέρεσθαι τοῖς προειρημένοις τισὶν
οὐκ ἐπιπόνως νοσήσασι, προείρηται δ’ οὐδεὶς οὗτος, ἀλλὰ
τοὐναντίον μᾶλλον οἵ τ’ ἔμπροσθεν ἅπαντες οἵ τε
πρὸ τῶν λειεντερικῶν εἰρημένοι τεινεσμώδεις ἐπιπόνως ἐνόσησαν.
μήτ’ οὖν ἡ λέξις ἡμάρτηται, καθάπερ καὶ ἄλλα
πολλὰ τῶν ἁμαρτημάτων ἐν πολλοῖς τῶν βιβλίων ἐφυλάχθη,
τοῦ πρώτου γραφέως ἁμαρτόντος· ἄμεινον γὰρ ἦν γεγράφθαι,
οὗτοί τε λίην ἐπιπόνως. ἔνιοι μέντοι φασὶν εἰρῆσθαι
τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνως ἐν ἴσῳ τῷ πολλοὶ δυσεντεριώδεις
οὐκ ἐγένοντο, δηλοῦν βουλομένου τἀνδρὸς ἐκ
τοῦ ἐπιπόνως τὴν γένεσιν τοῦ νοσήματος, οὐ τὸν τρόπον.
ἔνιοι δ’ ὅτι τοῖς δυσεντερικοῖς ἀνωδύνως ἐνοχλουμένοις ἐφεξῆς
εἴρηται, διὰ τοῦτό φασι τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνως
ὑπ’ αὐτοῦ προστεθεῖσθαι, νοσούντων ἡμῶν τοὺς λειεντερικοὺς
ἐξ ἀνάγκης ἀνωδύνους εἶναι.
55. Τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα, πολλοῖσι
μὲν αὐτὸ τὸ νούσημα εἰς τοιοῦτον κατέσκηψεν, ἄνευ
τε αὐτῶν πυρετῶν καὶ ἐν πυρετοῖς, μετὰ πόνων στρόφοι
καὶ ἀνειλίσιες κακοήθεες, τῶν πολλῶν ἐνόντων τε καὶ
ἐπισχόντων διέξοδοι, τὰ δ’ ἐξιόντα πόνους οὐ λύοντα καὶ
πάμπολλα μόρια τοῦ σώματος ἔπαθον.
Ἐν τῷ προκειμένῳ λόγῳ καὶ πᾶν εἶδος ἐν αὐτῷ συνέστηκε
νοσήματος, ἐπειδὴ φύσει διαφέρουσιν ἀλλήλων οἱ
ἄνθρωποι καὶ ἡλικίαις καὶ διαίταις. ἄλλος οὖν ἄλλον ἔχων
πλεονάζοντα χυμὸν ὑπὸ τῆς καταστάσεως ηὔξησε τοῦτον,
ὡς ἐδείξαμεν, εἶτα τῆς σηπεδόνος ἐπιγενομένης κατὰ τὰς
διαφορὰς τῶν ἠθροισμένων χυμῶν ἡ σῆψις ὑπηλλάττετο·
καὶ μέντοι καὶ φερομένης αὐτῆς εἰς τὸν ἑκάστῳ τῶν πασχόντων
τόπον ἀσθενέστατον φύσει πολλοῖς οὕτω συνέβη
παθεῖν μορίοις, ὡς ἂν καὶ τῶν ἀνθρώπων ἱκανῶς πολλῶν
γενομένων. εὔλογον οὖν ἦν τοῖς φύσει χολώδεσι καὶ κατὰ
τὴν ἀκμαστικὴν ἡλικίαν οὖσι καὶ φροντισταῖς καὶ ταλαιπωρουμένοις
ἐν ἔργοις τε καὶ πράξεσι ταῦτα πλεονάσαι.
τὰ δὲ λιπαρὰ συντήξεως αὐτὸς ἐδίδαξεν εἶναι σημεῖα. τὰ
δ’ ὑδατώδη λεπτῆς καὶ ὀῤῥώδους ὑγρότητος. πολλοῖς δέ
φησιν αὐτὸ τοῦτο γενέσθαι τὸ νόσημα, τουτέστι
τὸ διαχωρεῖν τὰ τοιαῦτα· καὶ γὰρ χωρὶς πυρετῶν ἐνίοις
τοῦτο γενέσθαι φησί. τὰς δὲ διεξόδους, τουτέστι τὰς
κενώσεις αὐτοῖς συμβῆναι, πολλῶν ἐνόντων καὶ ἐπισχόντων,
ὅπερ ἴσως σημαίνει πολλῶν ἔτι καὶ κατὰ τὸ σῶμα
τῶν ἐνόντων οὐδὲν ἧττον τὰς διεξόδους γενέσθαι πολλὰς καὶ
διὰ τοῦτο μηδὲ τοὺς πόνους λύειν τὰ διεξιόντα. πῶς γὰρ
οἷόν τε λύειν αὐτὰ, πολλῶν ἔτι τῶν ἐπεχομένων ὄντων.
56. Τοῖσί τε προσφερομένοισι δυσκόλους ὑπακούοντα. καὶ γὰρ
αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. τῶν δὲ οὕτως
ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ
καὶ μακρότερα διῆγεν.
Προσφερόμενα δύναται λέγειν καὶ κοινῶς ἅπαντα τὰ
βοηθήματα καὶ ἰδίως τὰ ἐσθιόμενα καὶ πινόμενα. τὰς δὲ
καθάρσεις ὧν ἐμνημόνευσεν ἐν ἑκατέροις τάξαι δυνατόν.
ὅτι δ’ οὐκ ὠφελεῖ τὰ βοηθήματα τοὺς οὕτως ἔχοντας εὔδηλόν
ἐστιν, εἰ καὶ μηδὲν αὐτὸς εἰρήκει. πολλῶν γὰρ ἀποθνησκόντων,
ἀνωφελῆ δηλονότι πᾶσιν αὐτοῖς τὰ βοηθήματα.
57. Ὡς δ’ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες καὶ οἱ τὰ μακρὰ νοσέοντες
καὶ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνησκον
μάλιστα, πάντας γὰρ κοιλίην συναπήνεγκεν.
Καὶ ὁ καθ’ ἡμᾶς γενόμενος οὗτος ὁ μακρότατος λοιμὸς
ἐκ τῶν διὰ τῆς κοιλίας κενουμένων σχεδὸν ἅπαντας ἀνεῖλεν.
ἦν δὲ σύντηξις τὰ κενούμενα καὶ τοῦτ’ ἔοικεν ἀχώριστον
εἶναι σύμπτωμα τοῦ καλουμένου λοιμώδους ἰδίως πυρετοῦ,
καταλαμβάνοντος τοὺς ἀνθρώπους καὶ χωρὶς λοιμοῦ.
58. Ἀπόσιτοι δὲ πάντες μὲν ἐγένοντο καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν,
οἷς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον. πολλοὶ
δὲ μάλιστα οὗτοι καὶ οἱ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων δ’
οἱ ὀλεθρίως ἔχοντες.
Καὶ τοῦτο τὸ σύμπτωμα πάντας κατέλαβε τοὺς
ἐν τῷ νῦν γενομένῳ λοιμῷ τῷ μακρῷ καὶ δι’ αὐτό γε τοῖς
πλείστοις ἀποθανεῖν συνέβη. ὅσοι γοῦν ἀνδρειότεροι, βιαζόμενοι
σφᾶς αὐτοὺς προσεφέροντο τὰ διδόμενα σιτία σχεδὸν
ἅπαντες ἐσώθησαν. οἱ πλεῖστοι δ’ ἀποθανεῖν εἵλοντο
μᾶλλον ἢ προσενέγκασθαί τι. ταῦτ’ οὖν ἔοικε συμβῆναι
καὶ τοῖς τότε νοσήμασι τὰ κατὰ γαστέρα μάλιστα· καὶ γὰρ
καὶ ταύτης ἔργον ἐστὶν ὄρεξις σιτίων.
59. Διψώδεες οἱ μὲν, οἱ δ’ οὔ.
Περὶ τῶν ἄνευ πυρετῶν διὰ γαστρὸς ταραχὴν, ὡς
αὐτὸς ὠνόμασεν, ἐνοχλουμένων ὁ λόγος αὐτῷ νῦν εἴρηται.
δῆλον δ’ ἐξ ὧν ἐπιφέρων εἶπε, τῶν δ’ ἐν πυρετοῖσι καὶ
τοῖς ἄλλοις οὐδεὶς ἀκαίρως, φανερὸν δ’ ἐξ ὧν εἰρήκαμεν
ἀνωτέρω καὶ διὰ τί μήτε διψώδεις ἅπαντες ἦσαν μήτ’ ἄδιψοι.
πάχος τε γὰρ χυμῶν καὶ λεπτότης ὑδατώδης ἠθροίσθη,
ψυχρὰ μὲν ἄμφω κατὰ τὴν ἑαυτῶν φύσιν, ἐπίκτητον
δὲ θερμασίαν ἐκ σηπεδόνος λαμβάνοντα. καὶ τοίνυν ἐφ’ ὧν
μὲν ἤδη τὸ σηπεδονῶδες θερμὸν ἐπεκράτει, διψώδεις ἦσαν,
ἐφ’ ὧν δ’ οὐδέπω, καὶ οὗτοι πάλιν εὐλόγως ἦσαν ἄδιψοι.
60. Τῶν δὲ ἐν πυρετοῖσι καὶ τοῖς ἄλλοισιν οὐδεὶς ἀκαίρως,
ἀλλ’ ἦν κατὰ ποτὸν διαιτᾶν, ὡς ἤθελες.
Εἰρηκὼς ἐν τῇ πρόσθεν ῥήσει περὶ τῶν κατὰ κοιλίαν
ἐνοχληθέντων ὅτι διψώδεις ἦσαν οἱ μὲν, οἱ δ’ οὒ, νῦν ἤδη
καὶ περὶ τῶν ἅμα πυρετοῖς νοσούντων ἔφη μηδένα διψώδη
γενέσθαι πάνυ σφόδρα, μηδ’ ὥστε τοῖς ἰατροῖς ἀπειθεῖν.
ἐγένετο δὲ τοῦτο διὰ τὸ μὴ συῤῥεῖν αὐτοῖς εἰς τὴν γαστέρα
τῶν σηπεδονωδῶν ἰχώρων τοσοῦτον ὅσον ἐπὶ τῶν προειρημένων.
61. Οὖρα δὲ πολλὰ μὲν, τὰ δ’ ἐξιόντα ἦν οὐκ ἐκ τῶν
προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα.
πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν
ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμὸς οὔτε κάθαρσις
χρηστὴ εἶχε. ἐπὶ πολλοῖσι γὰρ αἱ κατὰ κύστιν
καθάρσιες χρησταὶ γενόμεναι, ἀγαθὸν ἐσόμενον· τοῖσι δὲ
πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ χρόνους
καὶ ἀκρισίας.
Σαφῆ πάντ’ ἐστὶ τὰ εἰρημένα καὶ δεῖται μνήμης, οὐκ
ἐξηγήσεως. αὐτὸς γὰρ ἐνεδείξατο σαφῶς κατὰ τὸν ἔμπροσθεν
λόγον ὃν ἐγὼ διῆλθον, ὡς ἐνίοτε λόγῳ συμπτώματος
κενοῦται τὰ οὖρα, καθάπερ ἱδρῶτές τε καὶ ἔμετοι καὶ τὰ
διὰ γαστρὸς ἀπιόντα.
62. Κωματώδεές τε μάλιστα μὲν οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες
ἦσαν. ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασι πᾶσι τοῖσι
μεγίστοισι, ὅτι μετὰ πυρετοῦ γίγνοιτο.
Πάχος τῆς ὕλης ἐργάζετο τὸ κῶμα καὶ μάλιστ’ ἐκείνοις
ἐφ’ ὧν ἔπαθεν ἡ κεφαλή. πάσχει δὲ τοῖς μὲν φρενιτικοῖς
κατὰ πρῶτον λόγον, καύσοις δὲ κατά τι συμβεβηκός. ἡ γὰρ
θερμασία τοῦ πυρετοῦ πρὸς τὴν κεφαλὴν ἀναφέρει τοὺς
μοχθηροὺς χυμούς. ἐπλεόναζον δὲ νῦν οἱ ὠμοὶ καὶ ψυχροί.
63. Διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο
ἢ λεπτοὺς καὶ μικροὺς ὕπνους κοιμᾶσθαι.
Βαρὺ κῶμα τὸ δυσδιέγερτον ἀκουστέον ἐστὶ, τό τε μικροὺς
καὶ λεπτοὺς ὕπνους ἔχον ἐναντίον ἐστίν. ἐγίνετο δὲ
τὸ μὲν πρῶτον, οἷς ἐπεκράτει τὸ πάχος καὶ τὸ πλῆθος τῆς
ψυχρᾶς ὕλης, τὸ δὲ δεύτερον οἷς ἡ λεπτότης διασηπομένη.
64. Πολλὰ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων,
τεταρταίων, νυκτερινῶν, συνεχῶν, μακρῶν, πεπλανημένων,
ἀσωδέων, ἀκαταστάτων.
Διὰ τὴν ποικιλίαν τῶν λυπούντων χυμῶν τά τ’ ἄλλα
νοσήματα καὶ τὰ τῶν πυρετῶν ἤδη πλείω συνέπεσε. ἐμνημόνευσε
δὲ τῶν μὲν διαλειπόντων ἁπάντων τριῶν ὄντων, ἀμφημερινῶν,
τριταίων καὶ τεταρταίων· τριταίων μὲν καὶ τεταρταίων
ὀνομαστὶ πρῶτον, ἀμφημερινοῦ δ’ ἐν τῷ φάναι νυκτερινῶν.
διττῆς γὰρ οὔσης αὐτοῦ διαφορᾶς, καθόσον οἱ μὲν ἐν
ἡμέρᾳ παροξύνουσιν, οἱ δ’ ἐν νυκτὶ καὶ διὰ τοῦτο καὶ τὰς προσηγορίας
ἐντεῦθεν ἐπεκτήσαντο διαφόρους. ὁ Ἱπποκράτης τῶν
τότε πλεονασάντων ἐμνημόνευσε νυκτερινῶν ὄντων. ἀναμνησθῶμεν
οὖν ἔτι καὶ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν καὶ κατὰ
τὸ δεύτερον, ἀῤῥώστων τε πολλῶν μνημονεύσας ἰδίᾳ καὶ καταστάσεις
ὅλας διηγησάμενος, οὐδαμόθι πεμπταῖον ἢ ἑβδομαῖον
ἢ ἄλλον τινὰ πολυήμερον ἔγραψε πυρετὸν, ὥσπερ
οὐδ’ ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν οὔτ’ ἐν τοῖς ἔμπροσθεν
οὔτ’ ἐν τοῖς ἐφεξῆς ἄχρι τέλους. ἐκ τούτων ὑπέρχεταί μοι
περὶ τῶν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰρημένων ὑποπτεύειν
ὥσπερ προγεγραμμένων, ἐν οἷς βούλεται καὶ ἄλλους τινὰς
εἶναι πολυημερωτέρους τοῦ τεταρταίου πυρετοῦ. ἐν δὲ τῇ
προειρημένῃ ῥήσει τὸ τῆς οἰκείας προσηγορίας, ὥσπερ τὸ
τῶν συνεχῶν, τὰ δ’ εἴδη πάντα διελθὼν αὐτοῦ, μετὰ ταῦτα
κοινῇ προσηγορίᾳ τοὺς συνεχεῖς ἐδήλωσεν ὧν προειρήκει
καύσους τε καὶ φρενίτιδας· ἐφεξῆς δὲ τήν τε τῶν μακρῶν
καὶ τὴν τῶν πεπλανημένων ἔγραψε προσηγορίαν, ἔνθα μοι
καὶ τοῦ κατ’ ἀρχὰς εἰρημένου τῆς προκειμένης ῥήσεως μέμνησο
τοῦ πυρετῶν εἴδη καλεῖν αὐτῶν ἅπαντα τὰ
κατειλεγμένα.
65. Ἅπαντες δ’ οὗτοι μετὰ πολλῆς ταραχῆς ἐγίνοντο, κοιλίαι
τε γὰρ τοῖσι πλείστοισι ταραχώδεες, φρικώδεες, ἱδρῶτες
οὐ κρίσιμοι καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. μακρὰ
δὲ τοῖσι πλείστοισι τουτέων. οὐδὲ γὰρ αἱ γινόμεναι τουτέοισιν
ἀποστάσιες ἔκρινον, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι·
δύσκριτα μὲν πᾶσι πάντα ἐγίνετο καὶ ἀκρισίαι καὶ χρόνια,
πολὺ δὲ μάλιστα τούτοισιν· ἔκρινε δὲ τουτέων ὀλίγοισι
περὶ ὀγδοήκοντα, τοῖσι δὲ πλείστοισιν, ὡς ἔτυχεν,
ἐξέλιπεν, ἔθνησκον δὲ τουτέων ὀλίγοι ὑπὸ ὕδρωπος ὀρθοστάδην·
πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασιν
οἰδήματα παρώχλει, πολὺ δὲ μάλιστα τοῖσι φθινώδεσιν.
Τοὺς προειρημένους ἅπαντας πυρετοὺς μετὰ
πολλῆς φησι γενέσθαι ταραχῆς, εἶθ’ ἑξῆς αὐτὸς ἐξηγεῖται τί
ἦν ἡ ταραχὴ, τὰ συμπτώματα γράφων αὐτῶν. καὶ τἄλλα
δὲ τὰ ἐφεξῆς εἰρημένα πρόδηλα τοῖς μεμνημένοις τῶν
ἔμπροσθεν.
66. Μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ
φθινῶδες. πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα,
πολλοὶ μὲν κατεκλίθησαν, οἱ δ’ αὐτῶν ὀρθοστάδην ὑπεφέροντο,
πρωῒ δὲ τοῦ ἦρος ἔθνησκον οἱ πλεῖστοι τῶν
κατακλιθέντων· τῶν δ’ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενὶ,
ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον
κατεκλίθησαν πάντες καὶ πολλοὶ ἔθνησκον, μακρὰ δὲ τούτων
οἱ πλεῖστοι διενόσεον. ἤρξατο μὲν οὖν τοῖς πλείστοισι
τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι, φρικώδεα
δὲ πυκνὰ, πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες, ἱδρῶτες
ἄκαιροι, ψυχροὶ, πολλοὶ διὰ τέλεος. πολλὴ δὲ ψύξις καὶ
πάλιν μόλις ἀναθερμαινόμενοι, κοιλίαι ποικίλως ἐφιστάμεναι
καὶ πάλιν ταχὺ καθυγραινόμεναι καὶ τῶν περὶ
πνεύμονα πάντων διάδοσις κάτω, πλῆθος οὔρων
οὐ χρηστῶν, ξυντήξεες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν
διὰ τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσι πέπονα καὶ ὑγρὰ,
μετὰ πόνων δὲ, οὐ λίην, ἀλλ’ εἰ καὶ ὑπεπόνεον, αὖθις
πρῃέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο.
φάρυγγες οὐ λίην δακνώδεες, οὐδ’ ἁλμυρίδες, οὐδὲν ἠνώχλεον.
τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα
πολλὰ ἀπὸ κεφαλῆς ἦσαν κατῄει. πολὺ δὲ μέγιστον
κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι, τὰ περὶ
τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται. οὐδὲ γὰρ πότων
μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως.
Προείρηταί μοι καὶ πρόσθεν ὅτι πληρωθείσης ἐν τῇ
θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ καταστάσει τῆς κεφαλῆς ἡ φθινώδης
ἐγίνετο διάθεσις ἐκ τοῦ καταφερομένου ῥεύματος εἰς
τὸν πνεύμονα. μέρος δ’ αὐτοῦ καὶ διὰ τοῦ στομάχου καταῤῥυὲν
εἰς τὴν γαστέρα, τὰς κατ’ αὐτὴν ἤρξατο ταραχάς.
ἃ δ’ ἐφεξῆς εἴρηται περὶ τῶν φθινωδῶν, δῆλα τοῖς μεμνημένοις
τῶν προειρημένων ἐστίν. ὅμως δ’ οὖν κᾀγὼ περὶ
ὧν ἂν ἐπισημήνασθαι δόξῃ κάλλιον εἶναι, πράξω τοῦτο.
πρῶτον δ’ ἐν αὐτοῖς ἐστι τοὺς πλείστους τῶν φθινωδῶν
ἀποθανεῖν ἐν ἀρχῇ τοῦ ἦρος, ἐπὶ τῇ μεταβολῇ τοῦ ἀέρος.
αὐτὸς γὰρ εἶπεν ὀπισθοχειμῶνας γενέσθαι καὶ ἤδη περὶ
ἰσημερίην βόρεια χιονώδεα. χαλεπώταται δὲ αἱ τοιαῦται
μεταβολαὶ τοῖς φθινώδεσι καὶ διὰ τοῦτο καὶ τὸ φθινόπωρον
ὀλέθριον. αὐτὸς γοῦν ἐν ἀφορισμοῖς ἔφη τοῖσι φθίνουσι
κακὸν εἶναι. καὶ ἄλλως μὲν τὰ βόρεια τῶν κατὰ
θώρακα μορίων ἁπάντων εἰσὶ κακωτικά. φησὶ γοῦν αὐτὸς
ἐν ἀφορισμοῖς βῆχάς τε καὶ φάρυγγας, ὀδύνας τε πλευρῶν
καὶ στηθέων γίνεσθαι κατὰ τὰ βόρεια, πολὺ δὲ μᾶλλον οἷς
ἤδη πέπονθε ταῦτα καὶ ἡ κεφαλὴ πεπληρωμένη καταπέμπει
τὸ ῥεῦμα, διὸ καὶ τοῦ θέρους ὑπεῖναί φησι, τουτέστιν ἐνδοῦναι
καὶ μετριάσαι τὰς βῆχας. ἐγένετο γὰρ, ὡς αὐτὸς
ἔγραψε, τὸ θέρος ὑγρὸν καὶ θερμὸν, ὥσπερ αὖ πάλιν
ἡ ἀρχὴ τοῦ μετ’ αὐτὸ φθινοπώρου βλαβερωτάτη τοῖς
φθινώδεσιν. αὐτὸς γὰρ ἔφη, πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν
βορείοις ὕδατα πολλά. τοῦ δὲ εἰς πολὺν χρόνον ἐκπεσεῖν
οὐ τὰς φθίσεις μόνον, ἀλλὰ καὶ τἄλλα νοσήματα, τὸ πάχος
τῆς ὕλης αἰτιατέον τῆς οὐδὲν ἐχούσης, ὅσον ἐφ’ ἑαυτῇ,
δριμὺ καὶ θερμὸν, ἀλλ’ ἐν τῷ χρόνῳ λαμβανούσης ἐκ τοῦ
σήπεσθαι. σαφέστατα δ’ αὐτὸς ἐδήλωσε τοῦτο διὰ τῆσδε
λέξεως, φάρυγγες οὐ λίην διακνώδεες, οὐδ’ ἁλμυρῶδες οὐδὲν
ἠνώχλει, τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ
ἀφρώδεα ἀπὸ κεφαλῆς εἴη. τά γε μὴν ἄλλα πάντα τὰ
κατὰ τὴν ῥῆσιν δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.
67. Βάρος σώματος, κωματώδεες.
Εἴρηται πολλάκις ὡς νεκρουμένης βασταζούσης καὶ
κινούσης τὰ σώματα δυνάμεως βαρέα φαίνεται τὰ πρόσθεν
ὑπ’ αὐτῆς, ὡς κοῦφα, βασταζόμενά τε καὶ κυνούμενα.
68. Τοῖσι πλείστοισιν αὐτῶν οἰδήματα καὶ εἰς ὕδρωπα
περιίσταντο.
Θαυμαστὸν οὐδὲν, εἰ διὰ τὴν τῶν ἀπέπτων ὑγρῶν περιουσίαν
εἰς τοῦτο τὸ πάθος ὑπηνέχθησάν τινες.
69. Φρικώδεες, παράληροι περὶ θάνατον.
Τῆς ἐκ τοῦ διασήπεσθαι κακοχυμίας αὐξανομένης ἥ τε
φρίκη καὶ ὁ λῆρος αὐτοῖς ἐγίγνετο, προσελθόντος τοῦ χρόνου
καθ’ ὃν ἤδη καὶ ἀπέθνησκον.
70. Εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ
φλεγματῶδες, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπὸν,
λευκοφλεγματίαι, πτερυγώδεες καὶ γυναῖκες· οὕτω
τὸ μελαγχολικόν τε καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ
καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ
νέοισι φλεγματώδεσι, μακραὶ διάῤῥοιαι καὶ τὰ δριμέα
διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισι.
Τὰς ἰδέας τοῦ σώματος τῶν ἁλόντων τοῖς φθινωδικοῖς
νοσήμασι διηγεῖται. τὸ μὲν οὖν λεῖον, ὅπερ ἐστὶν ἄτριχον,
ἐνδείκνυται ψυχροτέραν εἶναι τοῦ συμμέτρου τὴν κρᾶσιν, οὐκ
ἐπὶ παιδίων, δηλονότι τοῦ λόγου γιγνομένου. ταῦτα γὰρ ἀεὶ
θερμὰ διὰ τὴν ἡλικίαν, ἀλλ’ ἐπὶ τῶν τελείων, ὡς ἐν τοῖς
περὶ κράσεως ἐνδείκνυμεν. οὕτως δὲ καὶ ἡ λευκὴ χρόα, καὶ
θαυμάζω διὰ τί προσέθηκε τὴν ὑπὸ πρόθεσιν, ὑπόλευκον
εἰπὼν. ἐπὶ μὲν γὰρ τοῦ ἐρυθροῦ καλῶς εἴρηται τὸ ὑπέρυθρον.
ἔμαθες γὰρ ὅτι τὸ ἐρυθρὸν χρῶμα θερμὴν κράσιν
ἐνδείκνυται. τὸ δ’ ὑπέρυθρον οὐχ ὁμοίως μὲν τῷ λευκῷ
τὴν ψυχρὰν, οὐδέπω δ’ οὐδ’ αὐτὸ τὴν θερμήν. οἱ δὲ λευκοφλεγματίαι
πρόδηλοι δή που ψυχρᾶς κράσεως ὄντες, εἴ τι
ἐπιμεμνήμεθα τῶν ἐν τοῖς περὶ κράσεως εἰρημένων. ἔστι
δ’ αὐτοῖς μαλακὴ καὶ ὕποδός πως ἡ σὰρξ ἐγγὺς τῇ τῶν
ἑαλωκότων ὑδέρῳ τῷ λευκῷ φλεγματίᾳ καλουμένῳ. οὕτω
μὲν οὖν ἅπαντες προδήλως εἰσὶ ψυχρᾶς κράσεως, οἱ φλεγματώδεις
δ’, ὡς ἔμαθες, κακοχύμου. καὶ μὴν καὶ περὶ τῶν
χαροπῶν καὶ ὅλως περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς χρωμάτων
ἔμαθες ἐν τοῖς περὶ κράσεως ὡς οὐχ ἁπλῶς εἴη λαβεῖν
ἐκ τοιούτου σημείου βέβαιον τεκμήριον κράσεως ὅλου
τοῦ σώματος, ὅτι μὴ μόνων τῶν ὀφθαλμῶν, οὐδὲ τούτων
ἐναργῶς ἐπὶ τῶν προειρημένων· πρῶτον μὲν γὰρ τοὺς χαροποὺς
λεγομένους ὀφθαλμοὺς ὁποῖοί τινές εἰσιν ἐννοῆσαι
χρὴ τῶν ὑπὸ τοῦ ποιητοῦ γεγραμμένων ἀναμνησθέντας, ἔνθα
φησίν·
Ἄρκτοι τ’ ἀγρότεροί τε σύες, χαροποί τε λέοντες.
εἶτα θεασάμενον πολλοὺς λέοντας οὕτω παραθέσθαι τῇ
μνήμῃ τὸ χρῶμα τῶν ὀφθαλμῶν, ὡς ἐπ’ ἀνθρώπων ἰδόντα,
δύνασθαι ῥᾳδίως γνωρίσαι· κᾀπειδὰν φαίνωνται τοιοῦτοι
καὶ τὴν κρᾶσιν, ὅσον ἐπὶ τοῖς ὀφθαλμοῖς, θερμὴν καὶ ξηρὰν
εἶναι φάναι· μάχεται δὲ τούτῳ κατὰ τὴν προκειμένην
ῥῆσιν οὐκ ὀλίγα. πρῶτον μὲν γὰρ ἅμα τῇ ψυχροτέρᾳ κράσει
ἔταξε τὸ χαροπὸν, εἶθ’ ἑξῆς ὠνόμασε τοὺς πικροχόλους ὡς
ἑτέρους τούτων ὄντας, καίτοι φανερῶς οὗτοι θερμῆς καὶ
ξηρᾶς κράσεως εἰσί. ἀλλὰ καὶ μέντοι καὶ τὰ γεγραμμένα
πάθη μεθ’ ὧν εἶπεν εἰδῶν τοῦ σώματος ἐνδείκνυται καὶ αὐτὰ
τοὺς μὲν πρώτους εἰρημένους ἅπαντας εἶναι ψυχροτέρους,
τοὺς δ’ ἐρυθροὺς θερμοτέρους, τοὺς δὲ πικροχόλους ἱκανῶς
θερμούς· φαίνεται γὰρ ἡ κατάστασις ἀθροίσασά τε
πλῆθος ἐν τῷ σώματι καὶ πληρώσασα τὴν κεφαλήν. καὶ
τοῦτο μὲν κοινὸν ἁπάντων γενέσθαι τῶν νοσημάτων,
Ἄρκτοι τ’ ἀγρότεροί τε σύες, χαροποί τε λέοντες.
ἁλῶναι δὲ καθέκαστον ἰδίῳ νοσήματι κατὰ τὴν οἰκείαν φύσιν,
ἄλλον ἄλλῳ, διαῤῥοίαις τε καὶ δριμέσι διαχωρήμασι
καὶ λιπαροῖς, τοὺς πικροχόλους. αὐτὸς γὰρ εἶπεν ἐν προγνωστικῷ
καὶ τὰς λιπαρότητάς τε τὰς ἄνω ἐφισταμένας
ἀραχνοειδέας, μέμφεσθαι, συντήξεως γὰρ σημεῖον. οἱ μὲν
οὖν πικρόχολοι συντηκτικοῖς πυρετοῖς εἰκότως ἑάλωσαν,
ἠνωχλοῦντό τε τοῖς κατὰ τὴν γαστέρα διαχωρήμασιν· οἱ δ’
ἐρυθροὶ καὶ πρὸς μελαγχολίαν ἐπιτήδειοι παχὺ καὶ θερμὸν
ἔχοντες αἷμα τοῖς φρενιτικοῖς τε καὶ καυσώδεσιν
εἰκότως ἑάλωσαν νοσήμασι καὶ δυσεντερίαις ταῖς αἱματηραῖς
ὡς εἰκὸς μάλιστα. μεμαθήκαμεν γὰρ ὅτι διτταί τινές εἰσιν,
ἐξ ἑλκώσεως μὲν ἀναβρωθέντων τῶν ἐντέρων, ἑτέρα διαφορὰ,
πολλοῦ δ’ αἵματος ἐκκενουμένου διὰ τῶν εἰς ἔντερα καθηκουσῶν
φλεβῶν ἡ λοιπή. ὅσαι δὲ τῶν φύσεων ἤτοι θερμότεραι
μόνον ἢ ψυχρότεραί τε ἅμα καὶ ὑγρότεραι, ταύτας
εἰκὸς ἦν, ὡς ἂν μήτε πυρετοῖς ἁλωτοὺς οὔσας μήτε χολώδεσι
παθήμασι, μόνοις τοῖς ἀπὸ κεφαλῆς ἁλῶναι ῥεύμασι
καὶ διὰ τοῦτο φθινωδῶς νοσῆσαι. γεγραφότος δὲ τοῦ Ἱπποκράτους,
εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον,
τὸ φλεγματῶδες, τὸ ὑπέρυθρον, ἀναμίξαντος δὲ τῷ
λόγῳ καὶ τοὺς χαροποὺς, ἄξιον ἔδοξέ μοι ζητήσεως εἶναι
τὸ λελεγμένον. εὔλογον ἦν οὐ χαροποὺς, ἀλλὰ γλαυκοὺς
μᾶλλον εἰρῆσθαι, δοκοῦντας εἶναι τοὺς μὲν ψυχρᾶς, τοὺς
δὲ ὑγρᾶς, τοὺς δ’ ἅμα τε ψυχρᾶς τε καὶ ὑγρᾶς κράσεως,
ὦν οὐδὲν ἐναντιοῦται τῷ προκειμένῳ λόγῳ. παρατιθέντες
γοῦν τά τε βρέφη καὶ Σκύθας καὶ Κελτοὺς καὶ Γερμανοὺς
ὑγροτέρους μὲν ὄντας ὁμολογουμένως τῇ κράσει, ψυχροτέρους
δ’ οὐκέθ’ ὁμολογουμένως. ἐμοὶ μὲν οὖν διὰ ταῦτ’ ἔδοξεν
ἄξιον ζητήσεως τὸ περὶ τῆς χαροπῶν ὀφθαλμῶν χροιᾶς.
τῶν δ’ ἐξηγησαμένων τὸ βιβλίον οἱ μὲν ἐμπειρικοὶ καὶ σὺν
αὐτοῖς δὲ ὁ Λύκος ὥσπερ ἄλλα πολλὰ καὶ τοῦτο χωρὶς τοῦ
ζητῆσαι τὴν αἰτίαν παριεῖσι. οἱ δ’ Ἱπποκράτειοι τινὲς μὲν
θερμῆς κράσεως εἰπόντες εἶναι γνώρισμα τὸ χαροπὸν, οἱ δὲ
ξηρᾶς, εἰσὶ δ’ οἳ καὶ ἀμφοτέρων, οὐδὲν ἔτι προστιθέασιν.
ἤρκεσε γοῦν εἰπεῖν Σαβίνῳ τοῦτο μόνον, τὸ δὲ χαροπὸν
πάνυ ξηρὸν ὂν ἔχει ἐπικλινίαν πρὸς φθίσιν, οὔτε τὸν λογισμὸν
εἰπόντι δι’ ὃν τοῦτο ἔγραψεν, οὔθ’ ὅτι τἄλλα μεθ’
ὧν γέγραπται τοῦτο, πάντ’ ἐστὶ ψυχροτέρας τε καὶ ὑγροτέρας
κράσεως γνωρίσματα. μή τι οὖν ἀντὶ τοῦ γλαυκοῦ
τὸ χαροπὸν ἔγραψεν ὁ Ἱπποκράτης παρενεχθεὶς ἐν τῇ
προσηγορίᾳ; τί γὰρ ἂν ἄλλο τις εἴποι; τοῦτο μὲν οὖν ἐν
κοινῷ προκείσθω σκοπεῖν. ἐπὶ δὲ τὰ κατάλοιπα τῆς ῥήσεως
ἴωμεν. ἐν μὲν γὰρ τοῖς φθινώδεσι νοσήμασιν ἅμα
τοῖς προειρημένοις καὶ τοὺς πτερυγώδεις ἔγραψεν, οὐ διὰ
τὴν κρᾶσιν, ἀλλὰ διὰ τὴν μοχθηρὰν διάθεσιν τοῦ θώρακος.
ἐπιτηδείως ἔχοντας εἰς φθίσιν ἐμπεσεῖν. ἕπεσθαι δ’ εἰκός
ἐστι καὶ τὴν διάπλασιν αὐτοῦ τῇ συμφύτου θερμότητι.
κατὰ δὲ τὴν τελευτὴν τοῦ περὶ τῶν φθινωδῶν λόγου προσθέντος
τοῦ Ἱπποκράτους ἐπισκέψασθαι καὶ γυναῖκες οὕτως
ἄξιον πότερον οὑτωσί πως εἶπεν, ὡς εἰ καί τις ἔφη
καὶ τὰς γυναῖκας ἁλῶναι τοῖς φθινώδεσι πάθεσιν ὁμοίως
τοῖς ἀνδράσιν, ὅσαι τῶν αὐτῶν ἦσαν εἰδῶν ἤ καὶ χωρὶς τοῦ
ταῦτ’ ἔχειν τὰ γνωρίσματα πλεονάσαι φησὶ τὸ πάθος ταῖς
γυναιξὶν, ὡς ἂν ὑγροτέραις τε καὶ ψυχροτέραις οὔσαις, ὥσθ’
ὅπερ ἐνίοις τῶν ἀνδρῶν διὰ τὴν ἰδίαν ἑκάστου κρᾶσιν ἐγένετο,
τοῦτο πάνυ πολλαῖς τῶν γυναικῶν διὰ κοινήν. ἐμοὶ
δ’ οὖν ἑκάτερον δοκεῖ λόγον ἔχειν, πιθανὸν γάρ ἐστι πλείους
τῶν ἀνδρῶν ἁλῶναι τὰς γυναῖκας τῷ φθινώδει πάθει, διὰ
τὴν κοινὴν αὐτῶν κρᾶσιν, ἐξαιρέτως τε παθεῖν αὐτὰς ὅσαι
τοιαῦται τὸ εἶδος ἦσαν, οἵους κατέλεξε τοὺς ἄνδρας, ἐφεξῆς
δ’ εἰρηκότος αὐτοῦ τὸν μελαγχολικὸν καὶ ὕφαιμον εἶδος ἁλῶναι
μάλιστα καύσοις τε καὶ φρενίτισιν. ἀναμνησθῶμεν ὧν
ἐμάθομεν, ὡς ἐν τοῖς αἷμα πολὺ καὶ θερμὸν γεννῶσιν ἕτοιμόν
ἐστιν εἰς μελαγχολικὴν ἀφικέσθαι κακοχυμίαν. ἄκουε
τοίνυν οὐ τῶν ἤδη τὴν μέλαιναν ἠθροικότων πολλὴν, ἀλλὰ
τῶν ἐπιτηδείως ἐχόντων πρὸς τὴν γένεσιν αὐτῆς, εἰκότως
δὲ τούτους θερμοῖς ἁλῶναι συνέβη νοσήμασιν, ὡς ἂν
καὶ φύσει θερμοτέρους ὄντας. ἔμπροσθεν δ’ εἰρηκὼς τοῖς
φθινώδεσιν ἁλῶναι νοσήμασι τοὺς φλεγματώδεις, νῦν προσθεὶς
τὸ τῆς ἡλικίας αὐτοῖς ἔφη, τεινεσμοὶ νέοισι φλεγματώδεσιν,
ὡς οὐ μόνης τῆς φυσικῆς κράσεως γενομένης ἐπιτηδείου
πρὸς τὸ ἐργάσασθαι τὸ τοῦ τεινεσμοῦ πάθος, ἀλλὰ
καὶ τῆς ἡλικίας θερμῆς οὔσης, ἵνα διὰ δριμὺ καὶ σηπεδονῶδες
φλέγμα τὸν τεινεσμὸν γεγονέναι νοήσωμεν. τῇ γὰρ
πρὸς τὸ ἀπευθυσμένον ἔντερον διεξόδῳ τὸ τοιοῦτον φλέγμα
βλάβην ἑλκώδη τοῦ μέρους ἐργαζόμενον, ἐπὶ τὴν ἀπόκρισιν
ἠρέθιζε συνεχῶς τοὺς κάμνοντας. τάσεις δὲ καὶ προθυμίας
ἀποκρίσεως σφοδροτέρας τῶν δυσεντερικῶν οἱ τεινεσμώδεις
ἴσχουσι διὰ τὸ δυσέκκριτον τοῦ φλέγματος, ἐμπλάττεται γὰρ
τοῖς σώμασι παχὺ καὶ γλίσχρον ὂν, οὐχ ὥσπερ ξανθὴ χολὴ
ταχέως διεξέρχεται. περὶ δὲ τῶν πικροχόλων φύσεων ἔμπροσθεν
ἔλεγον εὐλόγως αὐταῖς δριμέα μὲν εἷναι τὰ διαχωρούμενα
διὰ τὴν ὠχράν τε καὶ ξανθὴν καὶ πικρὰν ὀνομαζομένην
χολὴν, λιπαρὰν δὲ σύντηξιν, ἐφ’ οἷς διαχωρήμασι
μακρὰς διαῤῥοίας γενέσθαι, διὰ τὸ πλῆθος τῆς ἀθροισθείσης
κακοχυμίας.
71. Ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ
καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον καὶ ἐλάχιστοι
ἀπώλλυντο, τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληϊάδα
πάλιν ἔθνησκον οἱ πολλοὶ τεταρταῖοι.
Τῆς ἠθροισμένης κακοχυμίας εἰς τὸ βάθος τοῦ σώματος
ἀπωσθείσης, ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος, ἣν
ἔν τε τοῖς ὑστάτοις τοῖ χειμῶνος καὶ τοῖς πρώτοις τοῦ
ἦρος ἔσχεν, εἰκότως μάλιστα μὲν τοῖς φθινώδεσιν, ὡς ἔμπροσθεν
εἶπεν, ἤδη δὲ καὶ τοῖς ἄλλοις συνέβη κατὰ τὸ ἔαρ
ἀπόλλυσθαι, τοῦ δὲ θέρους αἰθρίου γενομένου καὶ ξηροῦ
πάντας κουφισθῆναι, πάλιν δὲ περὶ ἀρκτοῦρον εἰς ὑγρότητα
μεταβάλλοντος τοῦ περιέχοντος εὐλόγως ἐν ὅλῳ τῷ φθινοπώρῳ
μέχρι δύσεως πλειάδος ἀπέθνησκον πολλοὶ τεταρταῖοι,
ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης καταστάσεως. ἔνια μὲν τῶν
ἀντιγράφων προσγεγραμμένα τὸ τετάρτῃ, τινὰ δὲ τὸ τεταρταῖοι,
τὰ δὲ τούτων ἔτι παλαιότερα τὸ Δ γράμμα, ὃ μεῖζον
τῶν ἄλλων γραμμάτων ἐστὶν, ἔνια δ’ οὐδ’ ὅλως οὐδὲν
ἔχει προγεγραμμένον. ὅσοι μὲν οὖν μετὰ τοῦ ι΄ γράφουσι
τὸ τετάρτῃ συνεμφαίνοντες αὐτὸ κατὰ δοτικὴν πτῶσιν εἰρῆσθαι,
τοιαύτην τινὰ ποιοῦνται τὴν ἐξήγησιν, ἀπέθνησκον
πολλοὶ τῇ δ΄ τῶν ἡμερῶν, ὅσοι δὲ ἄνευ τοῦ ι΄ προσγραφῆναι
αὐτῷ, βούλονται παραπλησίαν εἶναι ταῖς ἔμπροσθεν
εἰρημέναις ἐν τῷ α΄ τῶν ἐπιδημιῶν βιβλίῳ καὶ δ΄ ὑπάρχειν
τὴν κατάστασιν ταύτην, συναριθμουμένων αὐτῇ δηλονότι
τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ τριῶν καταστάσεων. ἐν οἷς δ’
ἀντιγράφοις ἀντὶ τοῦ τετάρτῃ δ΄ μόνον προσγέγραπται,
ταὐτὸ μὲν σημαίνεται τῷ τετάρτῃ, παραπλησίως δὲ
τοῖς γραφεῖσιν ὑπὸ τοῦ Παμφίλου τοῦ Μνήμονος χαρακτῆρσι
καὶ αὐτὸ φαίνεται συμβολικῶς ἐπιτηδεύεσθαι καὶ ταύτην
γε μόνην τὴν γραφὴν ἴσασιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν.
ἔνιοι δὲ φυγεῖν ταῦτα βουλόμενοι μεταγράψαντες ἐποίησαν
τεταρταῖοι, τὴν λέξιν ὅλην οὕτως ἔχειν βουλόμενοι καὶ ὑπὸ
πλειάδα πάλιν ἔθνησκον πολλοὶ τεταρταῖοι. καὶ ὅ γε
Καπίτων ταύτην μόνην ἐν τοῖς ἰδίοις ἀντιγράφοις ἐποιήσατο
τὴν γραφήν. ἔοικε δὲ ψεῦδός τι δηλοῦν, ἄν τ’ ἐπὶ
τῶν νοσούντων, ἄν τ’ ἐπὶ τῶν πυρετῶν ἀκούῃ τις τὸ μὲν
οὖν ἐπὶ τῶν νοσούντων ἄντικρυς ἀπίθανον. οὐ γὰρ εἰκὸς
ἦν ἐπὶ τῇ προκειμένῃ διαθέσει τοῦ χυμοῦ οὕτως ὀξείας
γενέσθαι τὰς νόσους, ὡς τεταρταίους ἀποθνήσκειν τοὺς νοσοῦντας.
τὸ δ’ ἐπὶ τῶν πυρετῶν πιθανὸν, ὅτι τε πολλῷ
χρόνῳ κατωπτημένης τῆς παχείας ὕλης εἰκὸς ἦν εἰς μελαγχολικὸν
περίττωμα μετάπτωσιν γενέσθαι καὶ ὅτι τοῦ ἔτους
ἡ ὥρα φθινόπωρον ἦν. ἀλλ’ οὐκ ἂν ἀπέθνησκον πολλοὶ
τεταρταίων πυρετῶν πλεονασάντων· καὶ γὰρ ἡμεῖς ἀκίνδυνον
ἴσμεν ὅσον ἐφ’ ἑαυτῷ τὸν πυρετὸν τοῦτον, ὡς ὁ Ἱπποκράτης
ἀπεφήνατο περὶ αὐτοῦ.
Μετὰ τὴν λοιμώδη κατάστασιν ἀῤῥώστων ἐστὶν ἑκκαιδέκα
διήγησις ἄχρι τοῦ τέλους τῆς βίβλου. κᾄπειτα προσγέγραπταί
τινα περὶ ὧν ὀρθῶς μοι δοκεῖ γινώσκειν ὁ Διοσκορίδης,
ἀξιῶν αὐτὰ μετὰ τὴν κατάστασιν εὐθέως γεγράφθαι·
καὶ κατά γε τὴν ἰδίαν ἔκδοσιν ἐν τούτῳ τῷ χωρίῳ
τοῦ συγγράμματος ἔταξεν αὐτὰ καὶ ἡμεῖς οὖν ἐνταῦθα τὴν
ἐξήγησιν αὐτῶν ποιησόμεθα, τοσοῦτον προειπόντες ὡς φαίνεταί
μοι καὶ ταῦτα προγεγραφέναι τις ἕτερος, οὐκ αὐτὸς
ὁ Ἱπποκράτης γεγραφέναι· δοκεῖ δέ μοι κατὰ λόγον προσωφελῆσαι
τὸ γενόμενον θέρος. τὰς γὰρ θερινὰς νόσους χειμὼν
ἐπιστὰς λύει καὶ τὰς χειμερινὰς θέρος ἐπιγινόμενον.
θέρος δὲ οὐκ εὐσταθῶς ἐγένετο. καὶ γὰρ ἐξαίφνης θερμὸν
καὶ νότιον καὶ ἄπνουν, ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν
ἀναλλάξαν ὠφελῆσαι. ἀναμνησθῶμεν δὲ ἃ περὶ τοῦ
θέρους ἐν τῇ τῆς καταστάσεως διηγήσει γέγραπται κατὰ
λέξιν ὧδε. θέρος αἴθριον, θερμὸν, πνίγεα μεγάλα, ἐτήσια
μικρὰ διεσπασμένως ἔπνευσαν. εἰκότως οὖν ἐμετρίασεν
ἐν τῷ θέρει τὰ νοσήματα κατὰ πλεονεξίαν τῶν, ὡς εἴρηται,
γεγονότων χυμῶν, συστάντα δ’ ἐν ἀρχῇ μάλιστα τοῦ
ἦρος, ἐπεὶ ψυχρὸν γενόμενον ἀπέστρεψεν εἰς τὸ βάθος τοῦ
σώματος τοὺς χυμούς. αὐχμηρὸν γὰρ καὶ θερμὸν τὸ θέρος
ἐπιγενόμενον εἵλκυσέ τε ἅμα πρὸς τὸ δέρμα τὴν κακοχυμίαν,
καίτοι καὶ διεφόρησεν αὐτῆς οὐκ ὀλίγον. εἰ δὲ καὶ τοὺς
ἐτησίους ἐσχήκει πνέοντας, ἀκριβῶς ἂν ἡ νοσώδης ἐν τῷ
σώματι τῶν τότε ἀνθρώπων διάθεσις ἐξεκέκοπτο. παραμένοντος
δ’ αὐτῆς μέρους τινὸς, εἶτα περὶ ἀρκτοῦρον ἐν βορείοις
πολλῶν ὑδάτων γενομένων, ἐπεσχέθησάν τε πάλιν οἱ
λίαν διαπνεόμενοι χυμοὶ καὶ πρὸς τὸ βάθος τοῦ σώματος
ἀπεώσθησαν, ἐκ τούτου δὲ νοσεῖν αὖθις ἤρξαντο καὶ ἀποθνήσκειν
πολλοί. διὰ τοῦτ’ οὖν τὸ θέρος ὠφέλησέ τι τοὺς
τότε πάσχοντας, οὐχ ὅτι τὰς ἐν χειμῶνι νόσους ἀρξαμένας
εἰκός ἐστι παύεσθαι θέρους. ἀληθὲς μὲν γὰρ, ὥσπερ γε
καὶ τὰς θερινὰς χειμῶνι γενομένας ἐν θέρει λύεσθαι, τὰς
δ’ ἐν θέρει γεννηθείσας ἐν χειμῶνι. θερινὰς γὰρ καὶ
χειμερινὰς νόσους ἀκούειν σε χρὴ τὰς ἐν τῷ κατὰ
φύσιν ἔχοντι θέρει καὶ χειμῶνι μᾶλλον τῶν ἄλλων γιγνομένας·
οὕτως γὰρ εἶπεν αὐτὸς ἐν ἀφορισμοῖς. νοσήματα δὲ
πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι καὶ γίγνεται καὶ παροξύνεται,
μᾶλλον δὲ ἔνια κατ’ ἐνίας αὐτῶν καὶ γίνεται καὶ
παροξύνεται. κᾄπειθ’ ἑξῆς τίνα μὲν ἦρι πλεονάζει νοσήματα,
τίνα δ’ ἐν θέρει καὶ φθινοπώρῳ καὶ χειμῶνι διῆλθεν,
ὅταν δηλονότι μὴ νεωτεροποιηθῇ τι κατὰ τὴν τοῦ περιέχοντος
κρᾶσιν· ὡς ἐάν γε τοῦ ἦρος τῆς αὐτῆς ἡμέρης
ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα
προσδέχεσθαί φησιν· οὐ γὰρ αἱ προσηγορίαι τῶν
ὡρῶν, ἀλλ’ αἱ κράσεις αἴτιαι τῆς ἰδέας τῶν νοσημάτων εἰσίν.
ὅταν οὖν ὑπαλλαχθῶσιν αὐταὶ καὶ τὰς νόσους αὐταῖς
συμμεταβάλλειν ἀναγκαῖόν ἐστιν. ἡ δέ γε προκειμένη ῥῆσις
ἀξιοῖ τὰς ἐν χειμῶνι γεγονυίας νόσους ἐν θέρει παύεσθαι,
κᾂν μοχθηρὸν τῇ κράσει γένηται τὸ θέρος. οἷον ἐν
Κρανῶνι γενόμενόν ποτε εὐθέως ἄνθρακας ἐγέννησεν. εἰ
δέ γε καὶ νῦν ἐγεγόνει τοιοῦτο, πλείστους ἂν διεφθάρκει
τὸ πλῆθος τῶν μοχθηρῶν τε καὶ διασηπομένων χυμῶν, αὐξῆσάν
τε καὶ προδιασῆψαν, ὥστε καὶ ψεῦδος εἶναι φαίνεται
καὶ παρὰ τὴν Ἱπποκράτους γνώμην τὸ τὰς ἐν χειμῶνι
γενομένας νόσους ἐν θέρει παύεσθαι πάντως, τοῦ προσγράφοντος
αὐτὸ, τίνας Ἱπποκράτης ἡγεῖται τῶν ὡρῶν ἑκάστης
οἰκείας νόσους νοσήσαντας. οὐ μὴν οὐδὲ τὰ τούτων ἐφεξῆς
γεγραμμένα τῶν ἀναγκαίων ἐστὶν ἐνταυθοῖ λελέχθαι δι’ ἄλλων
αὐτῷ καθόλου παρηγγελμένα, διὸ καὶ παραλείψω τελέως
αὐτά. καὶ γὰρ σαφῆ πάντα ἐστὶ καὶ δι’ ὦν προεξήγημαι
βιβλίων αὐτάρκως εἴρηται περὶ αὐτῶν.
Ἑκκαίδεκα μετὰ τὴν κατάστασιν ἀῤῥώστους ἔγραψεν
ὁ Ἱπποκράτης, ὡς μέν τινες οἴονται τῶν ἐν αὐτῇ νοσησάντων,
ἐπειδὴ καὶ αὐτὸς εἶπεν ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως
τῶν κατ’ αὐτὴν γενομένων οὕτως. ἦν δὲ πᾶσι τοῖς
ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ. ἐγχωρεῖ δὲ καὶ
ἐπὶ τῶν προγεγραμμένων εἰρῆσθαι τὸ ὑπογεγραμμένον, οὔσης
γε τοιαύτης χρήσεως παρὰ τοῖς πολλοῖς. ἐν γὰρ τοῖς ιε΄
τούτοις ἀῤῥώστοις ἕτερον εἶδός ἐστι νόσων παρὰ τὰς εἰρημένας
ὑπ’ αὐτοῦ κατὰ τὴν λοιμώδη κατάστασιν. ἐξηγήσεως
δ’ οὐκ ἔτι δεῖται μακρᾶς τὰ περὶ τῶν ἀῤῥώστων τούτων
γεγραμμένα τοῖς μεμνημένοις ὧν προεξηγησάμεθα. σχεδὸν
γὰρ ἁπάντων ἤδη τῶν συμπτωμάτων τε καὶ σημείων ὧν
ἐμνημόνευσεν ὁ Ἱπποκράτης οὐδὲν ὑπολείπεται κατὰ τοὺς
λεχθησομένους ἀῤῥώστους ὃ μὴ καὶ προτεθὲν εἴρηται. διὰ
κεφαλαίων οὖν οἷον ἐπιδρομήν τινα ποιούμεθα τῶν κατ’ αὐτοὺς
γεγραμμένων, εἴ πού τι παρεμπίπτοι τῶν ἔμπροσθεν
οὐκ εἰρημένων, ἐκεῖνο μόνον ἐξεργασόμενοι.
72. Ἐν Θάσῳ τὸν τοῦ Παρίωνος, ὃς κατέκειτο ὑπὲρ
Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ’ ἀρχὰς συνεχὴς,
καυσώδης, διψώδης, ἀρχόμενος κωματώδης καὶ αὖθις
ἄγρυπνος, κοιλίη ταραχώδης ἐν ἀρχῇσιν, οὖρα λευκά.
ἕκτῃ οὔρησεν, ἐλαιῶδες, παρέκρουσεν. ἑβδόμῃ παρωξύνθη
πάντα, οὐδὲν ἐκοιμήθη, ἀλλ’ οὖρά τε ὅμοια καὶ τὰ
τῆς γνώμης ταραχώδεα, ἀπὸ δὲ κοιλίης χολώδεα, λιπαρὰ
διῆλθεν. εἶτα τῇ ὀγδόῃ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν,
ἤμεσεν ἰώδεα, ὀλίγα, σμικρὰ ἐκοιμήθη. ἐνάτῃ διὰ τῶν
αὐτῶν. δεκάτῃ πάντα ξυνέδωκεν, ἑνδεκάτῃ ἵδρωσεν οὐ
διόλου. περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. δωδεκάτῃ
πυρετὸς ὀξὺς, διαχωρήματα χολώδεα, λεπτὰ, πολλὰ,
οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως,
οὔτε γὰρ ὕπνοι οἵ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ
ἵδρωσε διόλου, ἄγρυπνος. διαχωρήματα χολώδεα,
ἀπόσιτος, κωματώδης. εἰκοστῇ τετάρτῃ ὑπέστρεψεν.
τριακοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ ξυνίστατο καὶ πάλιν
ἀνεθερμάνθη, τεσσαρακοστῇ ἄπυρος, κοιλίη ξυνέστη χρόνον
οὐ συχνὸν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε καὶ διὰ
παντὸς πεπλανημένως, ἄπυρος τὰ μὲν, τὰ δὲ οὔ, εἰ γάρ
τοι διαλείποι καὶ διακουφίσαιεν, πάλιν ὑπέστρεφε, σιταρίοισί
τε πολλοῖσι καὶ φαύλοισι προσεχρῆτο. ὕπνοι
κακοὶ περὶ τὰς ὑποστροφὰς, παρέκρουσεν, οὖρα πάχος
μὲν ἔχοντα, οὔρει τηνικαῦτα ταραχώδεα δὲ καὶ πονηρά.
καὶ κατὰ κοιλίην συνιστάμενα καὶ πάλιν διαλυόμενά,
πυρέτια ξυνεχέα, διαχωρήματα πολλὰ, λεπτά. ἐν μὲν
τῇ ἑκατοστῇ εἰκοστῇ ἡμέρῃ ἀπέθανεν. τουτέῳ κοιλίη
συνεχέως ἀπὸ τῆς πρώτης, ὑγρὴ χολώδεσιν, ὑγροῖσι, πολλοῖσιν
ἦν. ἡ ξυνισταμένη ἐν ζέουσι καὶ ἀπέπτοισιν,
οὖρα διὰ τέλεος κακὰ, κωματώδη τὰ πλεῖστα μετὰ πόνων,
ἄγρυπνος, ἀπόσιτος, συνεχέως καῦσος.
Περιέργως κᾀνταῦθα πάλιν τῶν ἐξηγητῶν ἔνιοι τὴν
πατρίδα τοῦ κατακειμένου φασὶν οὐκ ἀργῶς προσκεῖσθαι
καὶ γὰρ ὑπ’ Ἀσκληπιάδου λελέχθαι τοὺς ἐν Παρίῳ μάλισθ’
ὑπὸ φλεβοτομίας ὀνίνασθαι. ἄτοπον δ’ ἐστὶ μηδὲν εἰρηκότα
Ἱπποκράτην ἐνταῦθα περὶ φλεβοτομίας, διὰ τοῦθ’ ἡγεῖσθαι
προσγεγράφθαι τῷ κάμνοντι τὸ τῆς πατρίδος ὄνομα. πολὺ
δ’ ἀτοπώτερον οἱ οὕτως ἐξηγούμενοι ποιοῦσιν, ὅτι μηδ’ ἐζήτησάν
ποτε διὰ τί φλεβοτομίας ἅπαξ ὁ Ἱπποκράτης ἐμνημόνευσεν
ἐν τοσούτοις ἀῤῥώστοις, ὅπερ ἡμεῖς ἐσκεψάμεθα.
τὰ μὲν οὖν τοιαῦτα παραλείψομεν, ἃ δ’ ὠφέλειαν παρέξει
τοῖς νέοις ἀκουσθέντα, ταῦτ’ ἐροῦμεν. ὥσπερ ἀμέλει τὸ
περὶ τοῦ ἐλαιώδους οὔρου γεγραμμένον κατὰ τὸν προκείμενον
ἄῤῥωστον ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν. ἔνιοι μὲν γὰρ
ἡγοῦνται τὸ λιπαρὸν οὕτως ὑπ’ αὐτοῦ λελέχθαι, τηκομένης
πιμελῆς γιγνόμενον ἐν πυρώδει καὶ διακαεῖ νοσήματι,
τινὲς δὲ τὸ καὶ τῇ χροιᾷ καὶ τῇ συστάσει παραπλησίον
ἐλαίῳ. πολλάκις δὲ τοιοῦτον οὖρον ἐθεασάμην οὐρηθὲν
ἐπ’ οὐδενὶ κακῷ τοῦ κάμνοντος, ἀλλ’ ἔσθ’ ὅτε γε
τοὐναντίον ἅπαν, ἐπὶ πέψει τοῦ νοσήματος. οὐ μὴν οὐδ’
ὤφθη ποτ’ οὖρον ὅλον οὕτω λιπαρὸν ὡς ἔλαιον. ὃ γὰρ ἄρτι
διῆλθεν, οὖρον ἐοικὸς ἐλαίῳ κατὰ χροιὰν καὶ σύστασιν, ἥκιστα
λιπαρὸν φαίνεται, καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης ἐν προγνωστικῷ
φησι, καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας
ἀραχνοειδέας ἐπισκέπτεσθαι, συντήξεως γὰρ σημεῖον.
ἄνωθεν μὲν οὖν ἐφισταμένας λιπαρότητας εἴδομεν πολλάκις.
οὔτε δ’ ὅλον οὐρηθέν ποτε τοιοῦτον οὖρον οὔτε κατὰ τὸ
μέσον αὐτὸ λιπαρότητας ἐμφερομένας, πολὺ δέ τι μᾶλλον
οὐδ’ ὑποχωρούσας κάτω. φύσιν γὰρ ἔχει τὸ λιπαρὸν ἅπαν
ἐποχεῖσθαι τοῖς ἄλλοις ὑγροῖς. οὐ μὴν οὐδ’ ἔγραψέ τι περὶ
τοιούτων οὔρων ὁ Ἱπποκράτης ἐν προγνωστικῷ, καίτοι
πάντα διελθὼν ἀκριβῶς τε καὶ σαφῶς τὰ συνεμπίπτοντα
τοῖς ὀξέσι νοσήμασι. καὶ μέντοι καὶ κατὰ τὴν αὐτὴν ἡμέραν
τὴν στ΄ ἔφη διαχωρήματα γενέσθαι τῷ προκειμένῳ
κατὰ λόγον ἀῤῥώστῳ, χολώδεα λιπαρά. ταῦτα μὲν οὖν ἄντικρυς
φαίνεται τηκομένης ὑπὸ τοῦ πυρετοῦ τῆς πιμελῆς
γίνεσθαι καὶ δόξει μαρτυρεῖν τοῖς λιπαρὰ νομίζουσιν εἶναι
τὰ ἐλαιώδη οὖρα. δύναται δὲ καὶ πρὸς τοὐναντίον ἄγεσθαι.
καὶ γὰρ τὰ οὖρα λιπαρὰ πάντως ἂν ὁ Ἱπποκράτης
εἶπεν, εἴπερ ἦν καὶ ταῦτα ἐλαίῳ παραπλήσια. διαφόροις
δὲ τοῖς ὀνόμασι χρησάμενος ἐπί τε τῶν οὔρων καὶ τῶν
διαχωρημάτων ἐπιδείκνυσθαι δόξει καὶ τὸ σημαινόμενον
αὐτῶν ἴδιον ἑκατέρου πεποιῆσθαι. ἐμοὶ μὲν οὖν εὐλογώτερον
εἷναι δοκεῖ τὰ παραπλήσια κατὰ χρόαν τε καὶ σύστασιν
ἐλαίῳ λελέχθαι νῦν ἐλαιώδη. τὴν δ’ ἐξήγησιν ἑκατέρως
ποιήσομαι. εἰ γὰρ καὶ λιπαρότητά τινα εἶχε τὰ οὖρα, καθάπερ
καὶ τὰ διαχωρήματα, μοχθηρὰ μὲν αὐτὰ νομιστέον,
οὐ μὴν ὀλέθριά γε πάντως, ὅτι μὴ ταὐτὸν ἐστι σάρκα τε
καὶ πιμελὴν συντήκεσθαι, πυρωδεστάτης μὲν οὔσης θερμασίας
τῆς τὰς σάρκας συντηκούσης, μετριωτέρας δὲ τῆς
τὴν πιμελὴν, ἀμέλει καὶ τὰς διὰ τῆς γαστρὸς ἐκκρινομένας
συντήξεις ἅπαντες οἱ ἰατροὶ διαφέρειν ἡγοῦνται τῶν λιπαρῶν
διαχωρημάτων. κατά γε τὸν ἐφ’ ἡμῶν γενόμενον
μακρότατον λοιμὸν ἅπαντες σχεδόν τι συντήξεις ἐξέκριναν,
ἔνιοι μὲν ἀκριβῶς πυῤῥὰς, ἔνιοι δὲ μετρίως, ἅπαντες δὲ
δυσώδεις. ἀλλ’ αἵ γε τοιαῦται διαχωρήσεις θανατώδεις εἰσὶ
καὶ χρόνον οὐκ ἀναμένουσιν. ὁ δὲ πάριος οὗτος κ΄ ἐπὶ ταῖς
ἑκατὸν ἡμέραις ἐνόσησε μετὰ τοῦ διαιτᾶσθαι κακῶς. αὐτὸς
γὰρ ὁ Ἱπποκράτης ἔγραψεν ἐπ’ αὐτοῦ, σιταρίοισί τε πολλοῖσι
καὶ φαύλοισι προσεχρῆτο, ὥστε καὶ λιπαρὸν οὐρῆσαι
κατὰ τὴν στ΄ ἡμέραν καὶ τὰς ἐφεξῆς· οὐκ ἀναγκαῖον οὖν
ἀποθανεῖν αὐτὸν ἐν τάχει. εἰ δ’ οὐ λιπαρὸν ἦν τὸ οὖρον,
ἀλλὰ κατά τε χρόαν καὶ πάχος ἐλαίῳ παραπλήσιον, ἔτι καὶ
μᾶλλον οὔτ’ ἀποθανεῖν αὐτὸν ὅλως εὔλογον ὅσον ἐπὶ τοῖσδε
τοῖς οὔροις. ὅ γε μὴν ἐπὶ τοῖς οὕτως οὐρουμένοις παρεφύλαξα
χρησιμώτατον ὂν ἤδη φράσω. καθάπερ γὰρ αὐτὸ τὸ
ἔλαιον οὐκ ἀκριβῶς μίαν οὔτε σύστασιν οὔτε χρόαν ἔχει,
κατὰ τὸν αὐτὸν τρόπον οὔτε τὸ ἐλαιῶδες οὖρον· ὠχρὸν μὲν
ἦν πάντως, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον. ὅσον μὲν οὖν αὐτοῦ
πρὸς τὸ λευκότερον ῥέπει χρῶμα τῆς ὠχρᾶς χρόας
ἐκλελυμένης ὠμότητα χυμῶν ἐνδείκνυται, τὸ δ’ ἐπιτεταμένον
ὠχρὸν ὡς ἐγγὺς εἶναι τοῦ ξανθοῦ χολώδη θερμασίαν.
καὶ τοίνυν ὁ κίνδυνος ἐπὶ τοῖς τοιούτοις οὔροις οὐ
διὰ κακοήθειαν, ἀλλὰ διὰ σφοδρότητα γίνεται
τοῦ πυρετοῦ. καί τινες αὐτῶν ὅταν ἐκ τῶν ἄλλων ἁπάντων
ἔχωσι σωτηρίως, ἐν τάχει κρίνονται. θαυμαστὸν οὖν
οὐδὲν, εἰ ταῦτά τις οὐρήσας εἰς χρόνου μῆκος ἐξέπεσεν,
ὁποτέρως ἂν ἀκούσωμεν τῶν ἐλαιωδῶν. ἔστι μὲν
γὰρ οὐκ ἀγαθὰ τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθρια
ὀξέως, ἐξ ὧν δ’ ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἔγραψε, κακοχυμία
τέ τις ἦν τῷ Παρίῳ χολώδης, ἥ τε κατὰ γαστέρα
καὶ ἡ καθ’ ἧπαρ ἐνεκροῦτο δύναμις. αὐτὸς γὰρ ἔγραψεν
ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως τῶν συμβαινόντων αὐτῷ,
συνεχῶς μὲν ἀπὸ τῆς ἀρχῆς τὴν κοιλίαν ἐκταραχθῆναι,
χολώδεσί τε καὶ ὑγροτέροις διαχωρήμασι, συνίστασθαι
δ’ ἐνίοτε ζέοντα καὶ ἄπεπτα διαχωροῦσαν. ἐκ τούτων μὲν
οὖν ἔνδειξίς σοι τῆς κακοχυμίας τοῦ νοσήματος, ὥσπερ γε
κᾀκ τοῦ καυματώδη τε καὶ ἄγρυπνον αὐτὸν γενέσθαι κατὰ
πλεῖστα τῆς νόσου. τοῦ δὲ νεκροῦσθαι τὴν φυσικὴν δύναμιν
αὐτοῦ σημεῖον ἴδιον ἡ τοῦ νοσήματος ἀνορεξία γενομένη.
μεμάθηκα γὰρ ὡς ἀποσίτους καὶ κατὰ τὸ παλαιὸν ἔθος
τῶν Ἑλλήνων τοὺς ἀνορέκτους φησί. φαίνεταί γε μὴν ἄῤῥωστον
ἐσχηκέναι τὴν φύσιν, ἐγχειρίσασαν μὲν τῇ κρίσει,
πολλάκις δὲ οὐδὲν ἀνύσασαν, ἀλλὰ ὑπὸ τοῦ νοσήματος νικηθεῖσαν,
ἅμα καὶ τῷ κακῶς διαιτᾶσθαι τὸν ἄνθρωπον.
οὐδὲν γὰρ οὐδὲ τοῦτο μικρὸν εἰς ὄλεθρον· ὁ δὲ τῶν κρισίμων
ἡμερῶν λόγος ἀκριβῶς κᾀνταῦθα φαίνεται πεφυλαγμένος,
ἁπασῶν τῶν κριτικῶν κινήσεων ἐπί τε τῶν ὑποστροφῶν
ἐν ταύταις ταῖς ἡμέραις τῷ κάμνοντι γενομένων. ια΄
γὰρ ἐμνημόνευσε καὶ ιδ΄ καὶ μετὰ ταύτην ιζ΄ καὶ κ΄, ἐφ’ ᾗ
δ΄ καὶ κ΄ καὶ λ΄ καὶ μ΄, ὑστάτης δὲ ἁπασῶν ρ΄ καὶ κ΄, ἐν
ᾗ φησὶν ἀποθανεῖν τὸν ἄνθρωπον. ὅπερ δ’ ἐν τοῖς πρόσθεν
εἶπον ἐρῶ καὶ νῦν, εἴ τις ἐλέγχοι τὰ εἰρημένα κακῶς
τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς μακρολόγως ψεχθήσεται.
διὸ καθάπερ ἐπ’ ἐκείνων ἕνεκα παραδείγματος μνημονεύειν
τινῶν ἠναγκάσθην, οὕτω κᾀνταῦθα ποιήσω. Σαβῖνος τοίνυν
περὶ τῆς πατρίδος τοῦ κάμνοντος εἴ τι εἶπεν, ἔμπροσθεν
ἐπεσημανάμην ἃ δὲ περὶ ἐλαιώδους οὔρου, νῦν ἐρῶ. διαφέρει
γὰρ οὐκ εἰς μικρὸν ἡ περὶ τούτου θεωρία, γράφει
δὴ περὶ αὐτῶν κατὰ λέξιν ὧδε. τὸ οὖν ἐλαιῶδες τινὲς χολὴν
λέγουσιν, ἀλλ’ οὐκ ἔστι χολὴ, ἐπεὶ οὐδ’ ἂν πάνυ ἦν
ὀλέθριον, πολλάκις γὰρ ἀπαλλάσεται χολὴ καὶ οὐδὲν παραλυπεῖ.
ἕτεροι δὲ λέγουσι νεύρων καὶ ὀστῶν καὶ χόνδρων
εἶναι τηκεδόνα, ἅπαντα γὰρ ταῦτα τούτου εἶναι τοῦ χρώματος.
πεπλανημένοι δ’ εἰσὶν οὗτοι οἱ τὸ χρῶμα τὸ ἐλαιῶδες
ὅμοιον ὀστοῖς καὶ χόνδροις καὶ νεύροις φάσκοντες εἶναι.
οὔτε γὰρ τοσαύτη γε παράτασις ἐγίνετο τῆς ζωῆς τῶν στερεῶν
ἀναλυομένων, ἑκατοστῇ γὰρ καὶ κ΄ ἀπέθανε, οὔτε ἀπέθανέ
τις τοιοῦτον οὐρήσας. καὶ μή ποτε διὰ τοῦτο ἀνεγράφη
ὁ ἄῤῥωστος, ἵνα δείξῃ διὰ τοῦτο ὅτι οὐ χρὴ προσδοκᾶν
θάνατον ἐλαιώδους ἀπορηθέντος, ἀλλὰ δυνατὸν τὴν
ὀξύτητα καὶ χρόνον τινὰ διαρκέσαι, ἔπειτα τελευτῆσαι, ὥστε
οὐδεὶς ἦν ἐλπὶς σωθήσεσθαι ὑπερβεβηκότα τὴν ὀξύτητα.
ταῦτα προειπὼν ὁ Σαβῖνος ἐφεξῆς γράφει· τί οὖν ἐστι τὸ
ἐλαιῶδες; ὥσπερ τῷ ἔξω πυρὶ τροφή ἐστι τὸ ἔλαιον, οὕτω
καὶ τῇ ἡμετέρᾳ φύσει πυρὶ ὁμοιουμένῃ τὸ στέαρ τῶν λαμβανομένων
πεσσόμενόν ἐστι τροφή. τὸ οὖν ἐλαιῶδες οὖρον
ἡ τροφή ἐστι τῆς φύσεως καὶ δηλοῖ ἀσιτεῖν τὴν φύσιν καὶ
διὰ τοῦτ’ ἄρ’ ἀποθανεῖν, ὅτι μὴ τρέφεται ἡ φύσις. ἐχρόνισε
δ’ οὕτως εἰκότως διὰ τὸ μοῖραν καὶ μὴ πᾶσαν
φέρεσθαι τῆς φύσεως τροφήν. αὕτη μὲν οὖν ἡ τοῦ Σαβίνου
ῥῆσις, ἀξιοῦντος ὥσπερ τὸ ἐκτὸς τοῦτο πῦρ ἀπὸ τοῦ
ἐλαίου τρέφεται, οὕτω καὶ τὸ ἐν ἡμῖν θερμὸν, ὥστ’ ἔλαιον
ἐστί ποτε τοῖς βουλομένοις ἑαυτοὺς ἀνατρέψαι, πρὸς τὸ καὶ
κατὰ χρόαν μὲν καὶ σύστασιν ἐοικέναι τὸ ἐλαιῶδες οὖρον
τῷ ἐλαίῳ, μήτε δὲ κατὰ τὴν λιπαρότητα μήτε κατὰ τὴν
ὀσμὴν ἢ τὴν γεῦσιν. ἄξιον οὖν θαυμάσαι τῶν τὰ ἀλλότρια
μὲν κακῶς ἐξελεγχόντων, ἀπερισκέπτως δὲ τὰ δόξαντα
ἑαυτοῖς γραφόντων.
73. Ἐν Θάσῳ τὴν κατακειμένην περὶ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου
θυγατέρα τεκοῦσαν, καθάρσεως οὐ γενομένης, πυρετὸς
ὀξὺς, φρικώδης τριταίην ἔλαβε. ἐκ χρόνου δὲ πολλοῦ
πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινὴς, ἀπόσιτος.
μετὰ δὲ τὸ γενόμενον ῥῖγος ξυνεχέες, ὀξέες, φρικώδεες
οἱ πυρετοί. ὀγδόῃ πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας
καὶ ταχὺ πάλιν κατενόει, κοιλίη ταραχώδης πολλοῖσι λεπτοῖσιν,
ὑδατοχόλοις, ἄδιψος. ἑνδεκάτῃ κατενόει, κωματώδης
δὲ ἦν, οὖρα πολλὰ, λεπτὰ καὶ μέλανα, ἄγρυπνος.
εἰκοστῇ περιέψυξε καὶ ταχὺ πάλιν ἀνεθερμάνθη. μικρὰ
παρέλεγεν, ἄγρυπνος τὰ κάτω κοιλίης ἐπὶ τῶν αὐτῶν,
οὖρα ὑδατώδεα, πολλὰ, εἰκοστῇ ἑβδόμῃ ἄπυρος, κοιλίη
ξυνέστη. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη
ἰσχυρὴ, χρόνον πολὺν, πυρετοὶ πάλιν παρείποντο καὶ
οὖρα ὑδατώδεα. τεσσαρακοστῇ τὰ μὲν περὶ τὸ ἰσχίον
ἐπεκούφισεν. βῆχες δὲ ξυνεχέες, ὑγραὶ, πολλαὶ, κοιλίη
ξυνέστη, ἀπόσιτος, οὖρα ἐπὶ τῶν αὐτῶν. οἱ δὲ πυρετοὶ
τὸ μὲν ὅλον οὐκ ἐλλείποντες, πεπλανημένως δὲ παροξυνόμενοι,
τὰ μὲν, τὰ δὲ οὔ. ἑξηκοστῇ αἱ μὲν βῆχες ἀσήμως
ἐξέλιπον. οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγίνετο
οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις. σιαγὼν δὲ ἡ ἐκ
τῶν ἐπὶ δεξιὰ, κατεσπάσθη, κωματώδης, παρέλεγε πάλιν
καὶ ταχὺ κατενόει. πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως
εἶχεν. ὁ σιαγὼν μὲν ἐπανῆκεν, ἡ κοιλίη δὲ χολώδεα σμικρὰ
διέδωκεν, ἐπύρεσεν ὀξυτέρως, φρικώδης καὶ τὰς ἐχομένας
ἄφωνος. καὶ πάλιν κατενόει καὶ διελέγετο καὶ
ὀγδοηκοστῇ ἀπέθανε. ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος
ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδη καὶ καῦμα παρείπετο,
ἄσιτος, ἄθυμος, ἄγρυπνος, ὀργαὶ, δυσφορίαι, τὰ περὶ
τὴν γνώμην μελαγχολικά.
Ἄξιον ἐπισημήνασθαι πῶς οὐδὲν εἶπον οἱ περὶ τὸν
Σαβῖνον περὶ τοῦ παρὰ τὸ ψυχρὸν ὕδωρ, ἐνὸν αὐτοῖς εἰπεῖν
ὅτι διὰ τοῦτο καταψυγέντι τῷ γυναίῳ νοσῆσαι
συνέβη. πολλῷ γὰρ ἦν τοῦτο πιθανώτερον τῶν εἰρημένων
εἴς τε τὸν Πάριον καὶ τὸν ἐν τῷ κήπῳ κατακείμενον
παρὰ τῷ Ἀρτεμισίῳ καὶ τὸν παρὰ τῷ τείχει κατοικοῦντα.
φαίνεται δ’ οὖν ἐπισχεθείσης τῆς κατὰ τὸν τόκον
καθάρσεως γενέσθαι τῇ γυναικὶ καὶ ἡ νόσος. νοσώδης μὲν
γὰρ καὶ ἡ τῶν καταμηνίων ἐπίσχεσις. ἀλλ’ οὐχ ὁμοίως
βλαβερὰ τῇ μετὰ τὸν τόκον, ὅτι μὴ μόνον αὕτη πλῆθος,
ἀλλὰ καὶ κακοχυμίαν ἱκανὴν ἐργάζεται. τὸ μὲν γὰρ χρηστότερον
αἷμα τὸ ἔμβρυον ἕλκον εἰς ἑαυτὸ τροφῆς ἕνεκα,
καταλεῖπον δὲ τὸ φαυλότερον, αἴτιον γίγνεται τῆς κακοχυμίας
ταῖς κυούσαις, ἣν μετὰ τὸν τόκον ἡ φύσις ἐκκενοῖ.
καὶ τοῦτ’ ἐννοήσαντες οἱ παλαιοὶ, λοχίων κένωσιν τὴν γινομένην
μετὰ τὸν τόκον ἔκκρισιν τοῦ αἵματος προσηγόρευσαν.
ἔστι μὲν οὖν καὶ ἡ κατὰ μῆνα κένωσις οὐ μόνον κένωσις,
ἀλλὰ καὶ κάθαρσις, οὐ μὴν οὔτ’ ἴσον τὸ πλῆθος
τῆς κακοχυμίας οὔτ’ ἐν ἴσῳ χρόνῳ ταῖς μηνιαίαις ἀθροίζεται
περιόδοις, ὅσον ἐν τῷ τῆς κυήσεως χρόνῳ. καὶ τοὐπίπαν
δὲ μελαγχολικὸν αἷμα φαίνεται τὸ κενούμενον αὐταῖς
εἶναι μετὰ τὸν τόκον, ὥστε καὶ τὰ οὖρα πάσαις ὁρᾶται
κεχρωσμένα, καθάπερ ἀσβόλης τινὸς ἐμπεπτωκυίας αὐτῆς,
ὅπερ ἀμέλει κᾀπὶ ταύτης τῆς γυναικὸς ἔγραψεν ὁ Ἱπποκράτης,
ἐπὶ τῆς ια΄ ἡμέρας, εἰπὼν, οὖρα πολλὰ, λεπτὰ, μέλανα.
καὶ οἶδά γέ τινα διὰ τοιούτων οὔρων πολλῶν ἐκκενωθέντων
ὠφεληθεῖσαν, ἄλλοτε δὲ ταύτης οὐκ ἐξεκενώθη τὸ τοιοῦτον,
μετέπεσε γὰρ ἂν αὐτοῖς εἰς τὸ ὑδατῶδες τὰ οὖρα
πολλὰ, λεπτὰ, μέλανα. γέγραπται οὖν ἐν τῇ τῆς κ΄ ἡμέρας
διηγήσει, οὖρα ὑδατώδεα, πολλὰ, κακά. εἶτα πάλιν
ἐν τῇ μ΄ οὖρα ἐπὶ τῶν αὐτῶν. οὐ μὴν οὐδὲ ἄλλη τις αὐτῇ
κένωσις ἢ ἀπόστασις ἐγένετο καὶ διὰ τοῦτο χρόνῳ πολλῷ
νοσήσασα κατὰ τὴν ὀγδοηκοστὴν ἡμέραν ἀπέθανεν. αὐτὸς
γοῦν ὁ Ἱπποκράτης ἔγραψεν οὕτω. οὔτε γὰρ πτυέλων τὶς
πεπασμὸς ἐγένετο οὔτ’ ἄλλη τις τῶν εἰθισμένων ἀπόστασις,
καίτοι πειραθείσης τῆς φύσεως εὐθέως τὸ περιττὸν ἀποθέσθαι
περὶ τὸ ἰσχίον, ἀλλ’ ἔοικε παλινδρομῆσαι. καὶ ταῦτά
φησι γοῦν τεσσαρακοστῇ. τὰ μὲν περὶ τὸ ἰσχίον ἐκούφισε,
βῆχες δὲ συνεχέες ὑγραί. πολλάκις δὲ ἀκηκόαμεν ἤδη περὶ
τῆς κονωνίας τοῦ θώρακος πρὸς τὰ γεννητικὰ μόρια. τὰ
μὲν οὖν κεφάλαια τῶν συμβάντων αὐτῇ ταῦτ’ ἐστί. τῶν
δὲ κατὰ μέρος ἐν τῇ προκειμένῃ ῥήσει γεγραμμένων τὰ
μὲν ὑδατόχροα διαχωρήματα τινὲς μὲν διὰ τοῦ χ καὶ λ
γράφουσιν, ἔνιοι δὲ διὰ τοῦ χ καὶ ο καὶ λ. καὶ λεπτὰ μὲν
ὑπάρχειν αὐτὰ, καθάπερ καὶ τὸ ὕδωρ ἐστὶ λεπτὸν, ἐνδεικνυμένων
ἀμφοτέρων τῶν ὀνομάτων, ὑπηλλαγμένα δὲ κατὰ
τὴν χρόαν, τὰ μὲν ὑδατόχλοα τῆς χλόης ἐμφαίνειν αὐτὰ,
τὰ δ’ ὑδατόχολα τῆς χολῆς. καὶ τρίτη δ’ αὖ τις γραφὴ
διὰ τοῦ χ καὶ ρ. ἡ ὕδατος χρόα, μήτ’ ἐν τοῖς παλαιοῖς
μήτε ὅλως ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὑρισκομένη, φανερῶς
τε οὖσα μοχθηρά. τὰ γὰρ ὑδατώδη τῶν οὔρων ἐν
αὐτῷ τῷ τοιαῦτα λεχθῆναι καὶ τὴν σύστασιν ἐμφαίνει λευκὴν
καὶ τὴν χρόαν λευκήν. ἐχρήσατο δ’ ἐν τῇ διηγήσει
τῆς ἀῤῥώστου τῇδε κακοζήλῳ τινὶ λέξει ὁ Ἱπποκράτης,
καίτοι ἅπαντα κατὰ τὸ βιβλίον ἡρμηνευκώς. γέγραπται δ’
οὖν ἡ λέξις οὕτως. πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως
εἶχεν, ὑπερβολὴν ἀνορεξίας καὶ τὸ πρὸς αὐτὰ μῖσος ἐνδεικνυμένης
τῆς φωνῆς, ὅπερ, ὅτι τῶν μοχθηρῶν ἐστὶ σημείων,
εἴρηται πολλάκις. ἄξιον θαυμάσαι καὶ πῶς οὐδὲν εἶπον οἱ
περὶ τὸν Σαβῖνον εἰς τοὺς προκειμένους χαρακτῆρας ἑκάστῳ
τῶν ἀῤῥώστων, ὑπὲρ ὧν ἐγὼ μὲν ἱκανῶς ἐν τῷ β΄
τῶν ὑπομνημάτων διελθὼν οὐκέτι δέομαι μνημονεύειν αὐτῶν.
ὅ γε μὴν ἐφ’ ἑκάστου τῶν ἀῤῥώστων προχειριζόμενος
ἐξελέγχειν πειρᾶται τὴν μοχθηρίαν τῶν ἐξηγησαμένων
αὐτούς.
74. Ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο τοῦ Ἡρακλείου, ἐκ πότων
καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος, ῥῖγος μέγα
καὶ πυρετὸς ὀξὺς ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης,
χολώδης, οὐχ ὕπνωσεν, οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον,
οὐχ ἵδρυτο. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις
ἀκρέων. τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον. ἄναυδος,
ἄφωνος, βραχύπνοος ἐπὶ χρόνον πολὺν, ἀνεθερμάνθη,
δίψαι, νύκτα δι’ ἡσυχίης, ἵδρωσε τὴν κεφαλὴν σμικρά.
τρίτῃ ἡμέρῃ δι’ ἡσυχίας. ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς,
ὑπεψύχθη σμικρὰ, ταραχὴ νυκτὸς ἐπιπόνως, οὐδὲν ὕπνωσεν.
ἀπὸ δὲ κοιλίης ψυχρὰ, ξυνεστηκότα κόπρανα
διῆλθε. τετάρτῃ πρωῒ δι’ ἡσυχίης. περὶ δὲ μέσον ἡμέρης
πάντα παρωξύνθη, ψύξις, ἄναυδος, ἄφωνος, ἐπὶ
τὸ χεῖρον ἀνεθερμάνθη. μετὰ χρόνον οὔρησε μέλανα,
ἐναιώρημα ἔχοντα, νύκτα δι’ ἡσυχίης ἐκοιμήθη. πέμπτῃ
ἔδοξε κουφισθῆναι, κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου,
διψώδης, νύκτα ἐπιπόνως. ἕκτῃ πρωῒ μὲν δι’ ἡσυχίης,
δείλης δὲ οἱ πόνοι μείζους παρωξύνθη. ἀπὸ δὲ κοιλίης
ὀψὲ κλυσματίῳ καλῶς διῆλθε, νυκτὸς ἐκοιμήθη. ἑβδόμῃ
ἡμέρῃ ἀσώδης, ὑπεδυσφόρει, οὔρησεν ἐλαιῶδες, νυκτὸς
ταραχὴ πολλὴ, παρέλεγεν, οὐδὲν ἐκοιμᾶτο. ὀγδόῃ πρωῒ
μὲν ἐκοιμήθη σμικρὰ, ταχὺ δὲ ψύξις καὶ ἀφωνίη, λεπτὸν
πνεῦμα καὶ μινυθῶδες ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη,
παρέκρουσεν. ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη,
διαχωρήματα ἄκρητα σμικρὰ, χολώδεα, ἐνάτῃ κωματώδης,
ὅτε διεγείροιτο, οὐ λίην διψώδης. περὶ δὲ ἡλίου
δυσμὰς ἐδυσφόρει, παρέλεγε, νύκτα κακήν. δεκάτῃ πρωῒ
ἄφωνος, πολλὴ ψύξις, πυρετὸς ὀξὺς, πολὺς ἱδρὼς, ἔθανεν.
ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ.
Καὶ τούτου πάνθ’ εὑρήσεις ἀπ’ ἀρχῆς τά τε συμπτώματα
καὶ τὰ σημεῖα θανατώδη γινόμενα καὶ τοὺς παροξυσμοὺς
ἐν ἀρτίαις, ὡς αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο,
προσθεὶς τῇ τῆς ιβ΄ ἡμέρας διηγήσει, καθ’ ἣν ἀποθανεῖν
αὐτὸν ἔφη, ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ. καὶ
γὰρ ὁ θάνατος ὑποπέπτωκε τῷ γενικῷ σημαινομένῳ τῆς
κρίσεως, ὡς ἐδείχθη. πεφύλακται δὲ κᾀπὶ τούτου τοῦ ἀῤῥώστου
τὸ τὰς κρίσεις γενέσθαι τοὐπίπαν, ἐν αἷς οἱ πόνοι
μείζους. ἐν ἀρτίαις γὰρ αὐτῶν γενομένων ἠκολούθησε καὶ
ὁ θάνατος ἐν ἀρτίᾳ. γέγραπται δ’ ἐν τῇ διηγήσει τῶν
συμβαινόντων αὐτῷ δύο ταῦτα, δεόμενα ἐξηγήσεως. ἔστι δ’
αὐτῶν τὸ μὲν ἕτερον ἐπὶ τῆς ἀναπνοῆς, βραχύπνους μὲν
ἐν τῇ τῆς β΄ ἡμέρας διηγήσει γέγραπται. λεπτὸν
δὲ πνεῦμα καὶ μινυθῶδες ἔσχεν ἐν τῇ η΄, ἔμαθες δ’ ἔν τε
τῷ α΄ περὶ δυσπνοίας κᾀν τῷ β΄ τῶν εἰς τὸ προγνωστικὸν
ὑπομνημάτων, ἔνθα τὴν ῥῆσιν ἐξηγούμην τήνδε· πνεῦμα
δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν
ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ὡς ἐστί τι σμικρὸν ἅμα καὶ
ἀραιὸν πνεῦμα ψυχομένης καὶ νεκρουμένης ἤδη τῆς ζωτικῆς
δυνάμεως γιγνόμενον, ὃ διά τινος τῶν χωριστῶν συμπτωμάτων
ἐδήλωσεν εἰπὼν, ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν
καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται τοῦτο
γοῦν ἡγητέον αὐτὸν καὶ νῦν εἰρηκέναι, κατὰ μὲν τὴν β΄
ἡμέραν βραχὺ, κατὰ δὲ τὴν η΄ λεπτὸν καὶ μινυθῶδες. ἔστι
μὲν γάρ τι καὶ ἄλλο πνεῦμα βραχύ τε ἅμα καὶ πυκνὸν,
ὀδύνην σημαῖνον, ὡς ἐδείκνυμεν, ἤτοι γε ἐν τοῖς ἀναπνευστικοῖς
μορίοις ἢ τοῖς παρεγκειμένοις αὐτοῖς. ἀλλ’ ἐὰν
ἀμφότερα παραβάλλῃς ἀλλήλοις, βραχύτερον πολὺ τὸν ἔξωθεν
εἴσω ἑλκόμενον ἀέρα κατὰ τὸ ἕτερον εὑρήσεις, ὃν σμικρὸν
ἅμα καὶ ἀραιὸν ἔφη γίγνεσθαι. τὸ γὰρ πρὸς τὸ βραχὺ
πυκνὸν ἀναπληροῖ τῇ συνεχείᾳ τὸ καθ’ ἑκάστην εἰσπνοὴν
ἐνδεὲς, ὡς οἱ συνεχῶς πίνοντες βραχύ. καὶ γὰρ τούτων
βραχυπότους ἐρεῖς ὅσοι καὶ βραχὺ καὶ διὰ πολλοῦ πίνουσιν.
εἰ δέ τις βραχὺ μὲν, ἀλλὰ συνεχῶς πίνει, τοῦτον
ἁπλῶς οὐκ ἂν εἴποις βραχύποτον, ἀλλὰ μετὰ βραχὺ πίνοντα.
κατὰ τὸν αὐτὸν οὖν τρόπον ὁ κυρίως ὀνομαζόμενος βραχύπνους,
καθ’ ἑκάστην εἰσπνοὴν οὐ βραχὺ μόνον, ἀλλὰ καὶ
διὰ πολλοῦ χρόνου τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγος ἐπισπᾶται.
τάχ’ οὖν ζητήσεις κατὰ τί προειρηκὼς ὁ Ἱπποκράτης
ἐν τῇ α΄ τῶν ἡμερῶν πυρετὸν ὀξὺν γεγονέναι, τῇ β΄
βραχύπνουν ἔφη τὸν ἄνθρωπον εἶναι. δέδεικται γὰρ ἡμῖν
ἐν τοῖς σφοδροῖς πυρετοῖς πνεῦμα μέγα καὶ πυκνὸν γενόμενον.
φήσομεν ὅτι ἐν μὲν τῇ α΄ τῶν ἡμερῶν τὸ διὰ τοὺς
σηπομένους χυμοὺς ἀναφθὲν πυρετῶδες θερμὸν αὐτὸ μὲν
διεφορήθη, κατελείφθη δὲ τὸ ἔμφυτον μόνον ἀσθενὲς ὑπάρχον,
ὡς ἤδη σβέννυσθαι, πρὶν αὖθις ἀναφθῆναι τὸ πυρετῶδες
θερμὸν, οἷον ζεσάντων τῶν σηπομένων χυμῶν. ἡ β΄
τῶν ἡμερῶν ἤνεγκε τὸ τῆς ψύξεως σημεῖον. ἀπόδειξις δὲ
τούτου μεγίστη. τηνικαῦτα γὰρ βραχύπνουν αὐτὸν γεγονέναι
φησὶ καὶ κατεψύχθαι. γράφει γοῦν ἐπὶ τῆς δευτέρας
ἡμέρας ὧδε. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων τὰ περὶ
χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος
ἐπὶ χρόνον πολύν. ἐπὶ δὲ τῆς η΄ πάλιν τάδε γράφει, η΄
πρωῒ μὲν ἐκοιμήθη μικρὰ, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν
πνεῦμα καὶ μινυθῶδες. ἔνθα μοι καὶ τούτῳ πρόσχες τὸν
νοῦν, ὁπηνίκα κατεψύχθη μετὰ τῆς κακοπνοίας καὶ τὴν
ἀφωνίαν αὐτῷ γεγονέναι φησὶ καὶ αὐτὴν εἰωθυῖαν πολλάκις
ἐπὶ νεκρώσει τῆς φύσεως γίγνεσθαι. κατὰ τὴν δ΄ ἡμέραν
ἡνίκα γράφει, ψύξις, ἄναυδος, ἄφωνος ἐπὶ τὸ χεῖρον, ἐμφαίνει
διὰ τῆς ἐπὶ τὸ χεῖρον προσθήκης καὶ τὸ βραχύπνουν
αὐτὸν γεγονέναι. καταλείπεται τοίνυν ἐπὶ τούτου
ἡμῖν ἐξηγήσασθαι διὰ τί προειπὼν ἄναυδος ἐπήνεγκεν
ἄφωνος. ἔστι δὲ καὶ τούτου λόγος τοιοῦτος. τὴν αὐδὴν
οὔτε πᾶν τὸ τῆς ἀκοῆς ἴδιον αἰσθητὸν οἱ παλαιοὶ φαίνονται
καλοῦντες, οὔτ’ ἐκεῖνο τὸ εἶδος αὐτοῦ μόνον, ὅσον ἐκπέμπεται
κατὰ προαίρεσιν τοῦ ζώου διὰ τοῦ στόματος, ἐν
ᾧ περιέχεται καὶ τὸ κλαίειν καὶ τὸ συρίττειν, οἰμώζειν τε
καὶ βήττειν καὶ ὅσα τἄλλα τοιαῦτα, μόνην δὲ τὴν
ἀνθρώπου φωνὴν, καθ’ ἣν διαλεγόμεθα πρὸς ἀλλήλους, αὐδὴν
ὀνομάζουσιν. οὕτω γοῦν καὶ ὁ ποιητὴς ἡνίκα ἐποίησε
τοῖς ἰδίοις ἵπποις διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά
φησι τὸν ἕτερον αὐτῶν ἀμείψασθαι λόγοις χρησάμενον ἀνθρωπίνῃ
διαλέκτῳ.
Αὐδήεντα, γάρ φησιν, ἔθηκε θεὰ λευκώλενος Ἥρη.
οὐκ ὡς ἄφωνον ὄντα πρότερον, οὐχ ὡς οὐκ ἔχοντα τὴν
κοινὴν τῶν ἵππων φωνὴν, ἀλλ’ ὡς οὐκ ὀνομαζομένην αὐδὴν
ἐκείνην. οὕτως οὖν καὶ θεὸν αὐδήεσσαν εἴρηκε τὴν ἀνθρωπίνῃ
διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ
φασιν εἶναι μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων.
ἐναργῶς γοῦν ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων
ἀποκεχώρηκε πάμπολυ τῆς τῶν ἀνθρώπων ἰδέας. καὶ ὁ
Ἱπποκράτης οὖν ἄναυδον μὲν εἶπεν ἐπὶ τοῦ μὴ δυναμένου
διαλέγεσθαι, τὸν δ’ ἄφωνον ἐπὶ τοῦ μηδ’ οἰμῶξαι μηδὲ
βοῆσαι δυναμένου. δῆλον δέ ἐστι τὸ τοιοῦτον μοχθηρότερον
εἶναι τῆς ὡς ἂν εἴποι τις ἀναυδίας. οἷς οὖν ἡ γλῶττα
μόνη παραλέλυται, φωνεῖν μὲν μέγιστον ἐνίοτε δύνανται,
διαλέγεσθαι δ’ οὐ δύνανται. εἰ δὲ μηδὲ ἐκφωνεῖν οἷοί τε
εἶεν, ἐσχάτης νεκρώσεως ἐστὶ τὸ τοιοῦτον γνώρισμα τῶν οὕτως
ἐχόντων, μὴ οἰμωζόντων μήτε στεναζόντων μήθ’ ὅλως
φθέγγεσθαι δυναμένων. Σαβῖνος δὲ καὶ ταῦτα τοῖς ἄλλοις
τὸν μὲν οὐδ’ ὅλως ἔχοντα φωνὴν οὐδεμίαν ἄναυδον εἰρῆσθαι
νομίζει, τὸν δ’ ἄφωνον ἐν ἴσῳ τῷ ἀπόπληκτον ὑπὸ
τοῦ Ἱπποκράτους γεγράφθαι φησὶν, ὥσπερ οὐ δυναμένου
καλέσαι τὸν οὕτω διακείμενον ἀπόπληκτον. οὐ μὴν οὐδὲ
τἄλλα τὰ κατὰ διάθεσιν εἰρημένα συνᾴδει τῷ γεγονέναι τὸν
προκείμενον ἄῤῥωστον ἀπόπληκτον.
75. Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς ἤμεσε ἰώδεα, πολλὰ,
λεπτὰ, πυρετὸς φρικώδης, πολὺς ἱδρὼς, ξυνεχὴς διόλου,
κεφαλῆς καὶ τραχήλου βάρος μετὰ ὀδύνης, οὖρα λεπτὰ,
ἐναιωρήματα σμικρὰ, διεσπασμένα, οὐχ ἵδρωσεν. ἀπὸ
δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα, πολλὰ παρέκρουσεν, οὐδὲν
ὕπνωσεν. δευτέρᾳ πρωῒ ἄφωνος, πυρετὸς ὀξὺς, ἵδρωσεν,
οὐ διέλιπεν, παλμοὶ δι’ ὅλου τοῦ σώματος, νυκτὸς σπασμοί.
τρίτῃ παρωξύνθη πάντα, τετάρτῃ ἀπέθανεν.
Οὗτος ὁ ἄῤῥωστος ὀξυτάτης φρενίτιδός ἐστι παράδειγμα
κατὰ τὴν πρώτην ἡμέραν εὐθέως συνεισβαλλούσης τῷ πυρετῷ
καὶ πάντα γε ἐθεασάμην ἐντὸς τῆς ζ΄ ἡμέρας, ἀποθανόντας
τοὺς οὕτω φρενιτίσαντας. ὀλίγοι δὲ πάνυ καὶ σπάνιοι
ταύτην ὑπερέβαλον. ἄξιον δὲ θαυμάσαι τὴν τῶν τοιούτων
νοσημάτων γένεσιν, ὅπως ἐξαίφνης ἐπιτίθεται
τοῖς ἀμέμπτως ὑγιαίνουσιν. οὐ γὰρ δὴ ὥσπερ ἐξαιφνίδιος
ἡ γένεσις αὐτῶν ἐστιν, οὕτω καὶ ἡ τῆς γενέσεως αἰτία,
καθάπερ εἰ καὶ φάρμακον ἔλαβε θανάσιμον ὁ ἄνθρωπος,
ἤ τι τῶν χαλεπωτάτων θηρίων ἔδακεν αὐτὸν, ἀλλὰ
κατὰ βραχύ πως ηὔξησαν ἐν τῷ σώματι τὴν τὰ τοιαῦτα
πάθη δυναμένην αἰτίαν ἐργάσασθαι, καθάπερ ἐπὶ τῶν λυσσοδήκτων
συμβαίνει. πρόδηλον γὰρ ὅτι κᾀκείνοις οὐκ ἀργῶν
οὐδ’ ἡσυχάζων ὁ τοῦ κυνὸς ἰὸς, οὐδὲν ἑαυτῷ γνώρισμα
παρέχει πολλῶν ἐφεξῆς ἐνίοτε μηνῶν. ἐξαίφνης δ’ αὐτοῖς
συμβαίνει θεασαμένοις ὕδωρ φοβηθῆναι, κᾀντεῦθεν ἤδη
διὰ ταχέων ἀπόλλυσθαι. πολλῷ μὲν αὐξανομένης χρόνῳ
τῆς τὴν λύτταν ἐργαζομένης αἰτίας, ὅταν ἅπαξ εἰς τοῦτ’
ἀφίκηται ταχὺν ἐπιφερούσης τὸν θάνατον. σχεδὸν οὖν κᾀπὶ
τῆς νῦν εἰρημένης φρενίτιδος ἠθροίζετό τις ἐν τῷ σώματι
μοχθηρὸς χυμὸς ἰῷ δηλητηρίῳ παραπλησίως, ἐναργῶν
μέν τι κατὰ βραχὺ ἐπὶ τοῖς σώμασιν, οἷς ὁμιλῶν ἐτύγχανεν.
ἐπεὶ δ’ ἐκεῖνα προδιετίθετό πως, ὅ τε χυμὸς αὐτὸς ἐπὶ
πλεῖστον ηὐξήθη κακοηθείας, ἐξαιφνίδιον ἐφάνη θανατῶδες
σύμπτωμα. καὶ γάρ τοι καὶ τῷ φρενιτικῷ οὕτω κατὰ
τὴν ἀρχὴν εὐθέως ἔμετος ἰωδῶν ἐγένετο, πυρετοῖς ἑπομένοις
ὡς τὸ πολὺ διακαέσιν. ὥσπερ οὖν ἐπὶ τῶν θανασίμων
φαρμάκων ἀποθνήσκουσιν ἔνιοι δευτεραῖοι καὶ τριταῖοι, τῆς
ποιότητος αὐτῶν, οὐ τοῦ πλήθους ἐργαζομένης τὸν θάνατον,
οὕτω καὶ τὸν ἄῤῥωστον τοῦτον εὐθέως ἀποθανεῖν ἡγητέον
τῇ τρίτῃ τῶν ἡμερῶν ὑπὸ τῆς ποιότητος τῶν ἰωδῶν χυμῶν,
οὐχ ὑπὸ τῆς φρενίτιδος διαφθαρέντα, παρακολουθῆσαι δὲ
αὐτῷ. τὴν φρενῖτιν ὥσπερ τι σύμπτωμα. τεταρταίους μὲν
οὖν καὶ πεμπταίους εἶδον ἀπολλυμένους ἐξ ἀρχῆς εὐθέως
ἁλόντας, ὀξείᾳ φρενίτιδι, τριταῖον δ’ οὐκ εἶδον, ὥσπερ οὐδὲ
μέχρι τῆς κ΄ ἐκταθέντα. φαίνεται τοίνυν ὁ Ἱπποκράτης
τοῦτον μὲν ὡς ὀξύτατα διαφθαρέντα δηλώσας ἡμῖν. ἕτερον
δ’ ὀλίγον ὕστερον ὡς παραλογώτατον χρονίσαντα, περὶ οὗ
κατὰ τὸν οἰκεῖον λόγον ἐπισημανοῦμεν.
76. Ἐν Λαρίσσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνεσε ἐξαίφνης, τῶν
δὲ προσφερομένων οὐδὲν ὠφέλει. τῇ πρώτῃ πυρετὸς ὀξὺς,
καυσώδης, ἀτρεμέως εἶχεν, οἱ δὲ πόνοι παρείποντο. δευτέρᾳ
τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν,
ὑπεδυσφόρει, οὐκ ἐκοιμᾶτο, ἄκρεα ψυχρὰ, οὔρων πλῆθος
διῄει οὐ χρηστῶν. τρίτῃ τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο,
παρακοπὴ δὲ τῆς γνώμης καὶ ταραχὴ καὶ πολὺς
βληστρισμός. τετάρτῃ περὶ μέσην ἡμέρην ἔθανεν
ὀξυτάτως.
Τοῦτόν τις τὸν ἄῤῥωστον ἀναγνοὺς, ἐὰν μὴ προσέχῃ
τὸν νοῦν ἀκριβῶς τοῖς εἰρημένοις, δῆλος ἔσται πρὸς ἅπαν
ἄλγημα προσχὼν οὔτε προπετῶς δειλὸς οὔτε θαῤῥαλέος
ἀλογίστως. ἀλλ’ ὅταν γε ὁτιοῦν μέρος ἀλγῆσαι τύχῃ,
πρῶτον μὲν ἐπίσκεψαι μή τι τῶν ἔξωθεν αἰτίων ἐγένετο.
καὶ γὰρ ἐν κινήσεσί γέ τισι λεληθότως ἐβλάβησαν ἔνιοι καὶ
καθ’ ὕπνον οὐκ ἐπιτηδείως ἐσχηματισμένον τι μόριον ἔχοντες,
ἔν τε περιαγωγαῖς τισι καὶ περιστροφαῖς ἐξαιφνιδίοις
τὰ μόρια ἐῤῥιγῶτα καὶ προκατεψυγμένα, σπάσμασί τε καὶ
τίλμασιν ἁλισκόμενα, μεγίστας ὀδύνας φέρει, καθάπερ γε
καὶ τὰ ῥήγματα πολλοῖς ἐπώδυνα γίνεται καὶ μᾶλλον ὅσοι
ξηροὶ τὴν κρᾶσιν εἰσί. καὶ τούτων ἔτι μᾶλλον, ἐὰν παρηβῶντες
ἢ γέροντες ὦσιν. ὅταν οὖν μηδὲν τοιοῦτον φαίνηται
τῆς ὀδύνης αἴτιον, ἑξῆς ἐπίσκεψαι τὴν προηγησαμένην
δίαιταν, εἰ ἀργοτέρα παρὰ τὸ ἔθος ἐστὶν, ἢ σιτίοις ἐχρήσατο
πλείοσιν ὁ ἄνθρωπος πολυτρόφοις, εἰ συνήθων ἐκκρίσεων
ἐπίσχεσις αὐτῷ γέγονεν. εἰ γάρ τι τοιούτων ἢ καὶ
παντάπασι φαίνεται πλῆθος αἴτιον τῆς ὀδύνης ἡγησάμενον,
ὅτι τάχιστα κένωσον τὸν ἄνθρωπον. οὕτω γὰρ ἐξέσται σοι
μετὰ πάσης ἀσφαλείας τοῖς ἀποκρουομένοις τὰ ῥεύματα κατὰ
τῶν ὀδυνωμένων χρήσασθαι μερῶν. εἰ δὲ πρὸ τοῦ κενῶσαί
τι τούτων πράξεις ἀποστρέψεις εἰς τὰ κυριώτατα μέρη τὸ
πλῆθος. οὐ μὴν οὐδὲ θερμαίνειν τε καὶ παρηγορεῖν ἐστὶ
θαῤῥεῖν τὰ πονούμενα μόρια πρὶν κενῶσαι τὸ σῶμα. πολλάκις
γὰρ εἰς ἅπαν ἐστὶ τὸ πεπονθὸς ἐκ τῶν τοιούτων βοηθημάτων
ἕλκον τὸ πλῆθος, ὡς καθ’ ἕτερον τρόπον ἐν κινδύνῳ
γενέσθαι τὸν ἄνθρωπον, ἀμέτρως φλεγμήναντος τοῦ
μέρους. εἴρηκε δὲ καὶ αὐτὸς, ὡς ἔμαθες, ἤδη περὶ τῶν
τοιούτων ἀποστάσεων, ἃς ἤτοι μὴ δύνηται δέξασθαι τὸ μέρος
ἢ δεξάμενον μὴ φέρειν. ἐὰν μέντοι ἐκ τῆς προηγησαμένης
διαίτης ἐμφαίνηται μηδὲν εἶναι πλῆθος ἐν τῷ σώματι,
τοῖς πρὸς τὰς ὀδύνας βοηθήμασιν ἀκίνδυνον χρῆσθαι
πυρίαις τέ τισι καὶ φαρμάκοις ὑγροῖς καὶ θερμοῖς τὴν δύναμιν,
ὧν τὴν ὕλην ἐν τοῖς περὶ τῶν φαρμάκων ὑπομνήμασιν
ἔμαθες. εἰ δὲ πρὸς τοῦτο μὴ παύηται, κενωτέον ἐστὶν
ὅλον τὸ σῶμα. πολλάκις γὰρ ἤθροισταί τι πλῆθος ἐν αὐτῷ
κατὰ βραχὺ σωρευθὲν, οὐ παρακολουθήσαντος ἑαυτῷ
ἀνθρώπου τῇ τε ποσότητι καὶ ποιότητι τῶν ἐδεσμάτων.
ἐνίοτε δὲ καὶ πυκνότερον ἑαυτοῦ τὸ δέρμα γενόμενον ἔκ τινων
αἰτίων λαθόντων, τῶν ἱδρώτων ἐπισχὸν τὰς διαπνοίας,
αἴτιον ἐγένετο πληθωρικῆς διαθέσεως. διὰ τοῦτο οὖν ἐὰν
ἡ ὀδύνη μὴ παύηται πρὸ τῶν βοηθημάτων, κενωτέον ἐστὶν
ὅτι τάχιστα τὸν κάμνοντα. τὸ τοίνυν ἐπὶ τοῦ φαλακροῦ
οὐκ ἔχω συμβαλεῖν εἴτ’ ἐφλεβοτόμησέ τις αὐτὸν εἴτε μή.
ὅσον γὰρ ἐπὶ τῷ φάναι τὸν Ἱπποκράτην, τῶν δὲ προσφερομένων
οὐδὲν ὠφελεῖ, δύναται λέγειν, ὁ μέν τις ὡς ἐν τοῖς
προσφερομένοις καὶ τῆς φλεβοτομίας ἐμνημόνευσεν, ὁ δέ
τις ὡς οὐκ εἴη τῶν προσφερομένων αὐτῷ βοηθημάτων.
ὅσον δὲ ἐπὶ τῷ παρακόψαι τε καὶ διὰ τριῶν ἡμερῶν ἀποθανεῖν,
ὅτι παρελείφθη τὰ βοηθήματα. προσγέγραπται δ’
ἐπὶ τῇ τελευτῇ κατὰ τὰ διεσκευασμένα τῶν ἀντιγράφων καὶ
τούτῳ τῷ ἀῤῥώστῳ καὶ τῷ μετ’ αὐτὸν πρότερον μὲν τὸ
ὀξὺ, μετ’ αὐτὸ δὲ οἱ χαρακτῆρες, ὑπὲρ ὧν, ὡς ἔφην, οἱ μὲν
περὶ τὸν Σαβῖνον ὀρθῶς φρονοῦντες οὐδὲν εἶπον, ὁ δὲ
Ζεῦξις διελέγχει καθ’ ἕκαστον ἄῤῥωστον τοὺς ἐξηγησαμένους
μοχθηρῶς. ἀλλ’ ἡμῖν ἔδοξε πάντα τὰ οὕτω προσγεγραμμένα
παραλιπεῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ. γενήσεται γὰρ,
ἐὰν δόξῃ, βιβλίον ἰδίᾳ ὅλον τοῖς καὶ τὰ τοιαῦτα πολυπραγμονοῦσιν
ἡδέως, ἐν ᾦ περὶ τῶν ἐν ἅπασι τοῖς ἀῤῥώστοις
προσγεγραμμένων χαρακτήρων ὁ λόγος ἔσται. νῦν δ’ οὐ
προσήκει τοῖς χρησίμοις ἀναμιγνύναι τὰ ἄχρηστα.
77. Ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξὺς,
συνεχὴς μετὰ πόνου, δίψα πολλὴ, ἄση, ποτὸν κατέχειν
οὐκ ἠδύνατο, ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. τῇ
πρώτῃ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ. πολὺς μέντοι
ὁ πυρετὸς ἐπέτεινεν, οὔρησε πολὺ, θολερὸν, λευκὸν, κείμενον
οὐ καθίστατο. δευτέρᾳ πάντα παρωξύνθη, τι
μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον. καὶ τὰ
περὶ τὴν ἄσην ἐκούφισεν, ἐκοιμήθη. τρίτῃ πυρετὸς ἐμαλάχθη,
οὔρων πλῆθος, πέπονα, πολλὴν ὑπόστασιν ἔχοντα,
νύκτα δι’ ἡσυχίης. τετάρτῃ περὶ μέσον ἡμέρης ἵδρωσε
πολλῷ θερμῷ διόλου, ἄπυρος. ἐκρίθη, οὐδ’ ὑπέστρεψεν
ὀξύ.
Οὗτος ὁ ἄῤῥωστος παράδειγμά ἐστι νοσήματος ὀξυτάτου,
φοβεροῦ μὲν τοῖς μὴ τεχνίταις, ἐν τάχει δὲ κριθησομένου
τοῖς ἐπιστήμοσιν. ὅπου γὰρ ὑπόσπληνος ὢν εὐθὺς
μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ
μυκτῆρος πολὺ, τὰ δ’ οὖρα παχέα μὲν ἦν καὶ ἀκατάστατα,
λευκὰ δὲ κατὰ τὴν χρόαν, ἐν δὲ τῇ β΄ τῶν ἡμερῶν ἱδρύετο,
μᾶλλον ἐλπὶς ἦν ἀγαθὴ περὶ τὸν κάμνοντα, παυσαμένης δὲ
καὶ τῆς ἄσης αὐτῷ κατὰ τὴν β΄ τῶν ἡμερῶν καὶ ὕπνων
γενομένων, ἔτι καὶ μᾶλλον ἐλπίσαι βεβαιότερον ἐν τάχει
σωθήσεσθαι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς γ΄ ἡμέρας καλλίστων
τε ἅμα καὶ πλείστων οὔρων γενομένων ἐναργὲς ἦν
ἤδη τὸ κατὰ τὴν τετάρτην ἡμέραν τοῦ νοσήματος ἀπαλλαγήσεσθαι
τῆς νόσου τὸν ἄνθρωπον.
78. Ἐν Ἀβδήροισι τὴν παρθένον,ἣ κατέκειτο ἐπὶ τῆς εἰσόδου,
πυρετὸς ὀξὺς καὶ καυσώδης ἔλαβε. ἦν δὲ διψώδης καὶ
ἄγρυπνος, κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. ἕκτῃ
ἄση πολλὴ, ἔρευθος, φοινικώδης, ἀλύουσα. ἑβδόμῃ διὰ
τῶν αὐτῶν, οὖρα λεπτὰ μὲν, εὔχροα δὲ, τὰ περὶ τὴν κοιλίαν
οὐκ ἐνώχλει. ὀγδόῃ κώφωσις, πυρετὸς ὀξὺς, ἄγρυπνος,
ἀσώδης, φρικώδης, κατενόει, οὖρα ὅμοια. ἐνάτῃ
διὰ τῶν αὐτῶν καὶ τὰς ἑπομένας, οὕτως ἡ κώφωσις
παρέμεινε. τεσσαρεσκαιδεκάτῃ τὰ τῆς γνώμης ταραχώδεα,
ὁ πυρετὸς ξυνέδωκεν. ἑπτακαιδεκάτῃ διὰ τῶν ῥινῶν
ἐῤῥύη πολὺ, ἡ κώφωσις σμικρὰ ξυνέδωκε καὶ καθ’ ἡμέρας
τὰς ἑπομένας ἄση, κωφότης ἐνῆν καὶ παράληρος.
εἰκοστῇ ποδῶν ὀδύνη, κωφότης, παράληρος, ἀπέλιπεν,
ᾑμοῤῥάγησε σμικρὰ διὰ ῥινῶν, ἵδρωσεν, ἄπυρος. εἰκοστῇ
τετάρτῃ ὁ πυρετὸς ὑπέστρεψεν, κώφωσις πάλιν,
ποδῶν ὀδύνη παρέμεινε, παρακοπή. εἰκοστῇ ἑβδόμῃ
ἵδρωσε πολλὰ ἄπυρος, ἡ κώφωσις παρέλιπεν, ἡ τῶν ποδῶν
ὑπέμεινεν ὀδύνη. τὰ δ’ ἄλλα τελέως ἐκρίθη.
Αὕτη φαίνεται πληθωρικῶς νοσῆσαι καὶ ὅσον γε ἐπὶ
τοῖς ἀπ’ ἀρχῆς αὐτῇ προσπεσοῦσι κᾂν ἔδεισέ τις ὥσπερ
τεθνηξομένης. ἡ δὲ τῶν οὔρων εὔχροια μέγιστον σημεῖον
ἐπὶ τοῖς πληθωρικῶς νοσοῦσι. ἐπεὶ δ’ οὐκ ἦν παχέα, χρονιωτέραν
ἐδήλου τὴν νόσον ἔσεσθαι. φαίνονται δὲ ὥσπερ
ἐπὶ πάντων τῶν ἀῤῥώστων οὕτως κᾀνταῦθα τῶν κρισίμων
ἡμερῶν περίοδοι σώζεσθαι, καὶ μέντοι καὶ ἡ φύσις ἐν αὐτῇ
φαίνεται, κρίσιμα σημεῖά τε καὶ συμπτώματα
προδεικνύουσα.
79. Ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηικίας
πύλας, πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη
ξυνεχὴς, ἔβησσε ξηρὴ, οὐδ’ ἔπτυε τὰς πρώτας, διψώδης,
ἄγρυπνος, οὖρα εὔχροα, πολλὰ, λεπτά. ἕκτῃ παράληρος,
πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου, ἑβδόμῃ ἐπίπονος,
ὁ γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ
τε βῆχες ξυνώχλουν, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔτεμον,
ἐῤῥύη πολλὸν οἶον δεῖ, ξυνέδωκαν μὲν οἱ πόνοι, αἱ
μέντοι βῆχες ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ
πυρετοὶ, σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν, ἔτι βῆχες καὶ τὰ
ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ,
πέπονα πτύειν, ἐκουφίσθη, διψώδης ἦν καὶ τῶν ἀπὸ πνεύμονος
οὐ χρησταὶ αἱ καθάρσιες. εἰκοστῇ ἵδρωσεν ἄπυρος,
μετὰ δὲ κρίσιν ἐκουφίσθη. εἰκοστῇ ἑβδόμῃ ὁ πυρετὸς
ὑπέστρεφεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλὰ, οὔροισιν
ὑπόστασις πολλὴ, λευκὴ, ἄδιψος ἐγένετο, ὕπνοι. τριακοστῇ
τετάρτῃ ἵδρωσε διόλου, ἄπυρος, ἐκρίθη πάντα.
Ἐπὶ τούτου μόνου τοῦ ἀῤῥώστου ἐν τῷ α΄ τε καὶ τῷ
γ΄ βιβλίῳ τῶν γεγραμμένων ἀῤῥώστων ἐμνημόνευσε φλεβοτομίας
ὁ Ἱπποκράτης, οὐχ ὡς μόνου φλεβοτομηθέντος,
ἀλλ’ ὡς κατὰ τὴν ἡμέραν μόνου. καὶ τῶν ἰατρῶν ὥσπερ
ἐκ νόμου τινὸς οὐκέτι μετὰ τὴν δ΄ ἡμέραν φλεβοτομούντων.
ὅπου τοίνυν οὗτος ὀγδοαῖος ἐφλεβοτομήθη, πολὺ
δή που ἄλλους ἡγητέον δεομένους φλεβοτομίας περὶ β΄ καὶ γ΄
καὶ δ΄ κεχρῆσθαι τῷ βοηθήματι. παρέλιπε δὲ ὁ Ἱπποκράτης
ὥσπερ τῶν ἄλλων ἁπάντων βοηθημάτων, ἐφ’ ὧν ἀναγκασθεὶς
ἐνίοτε γράφειν μηδὲν αὐτοὺς ὑπὸ τῶν προσφερομένων
ὠφελεῖσθαι χάριν τοῦ τὴν κακοήθειαν ἐνδείξασθαι τοῦ νοσήματος.
οὐ γὰρ θεραπευτικὴν αὐτῷ προύκειτο ταύτην γράψαι
πραγματείαν, ἀλλὰ προγνωστικήν. ἐπί τινων δ’ οὐδ’
ἀπ’ ἀρχῆς φαίνεται παραγεγονὼς τοῖς ἀῤῥώστοις. ἐνίοτε
γοῦν προσγράφει τοῦτο διὰ τέλεος, ἐξ οὗ κᾀγὼ οἶδα, τὸ δέ
τι καὶ τότε συνέπεσε τελέως. τοῖς δὲ ἀγνοοῦσι καὶ
ἡ τούτων τῶν ἀῤῥώστων ὠφέλεια δέδεικταί μοι διὰ τοῦ α΄
περὶ κρίσεων, ἔνθα πῶς μὲν ἄν τις γνωρίσειε τὸ τελέως
ἄπεπτον νόσημα, πῶς δὲ τὸ πέττεσθαι νυνὶ πρῶτον ἀρχόμενον,
ὅπως δὲ τὸ προῆκον ἐν τῇ πέψει καὶ πῶς τὸ πλησίον
ἤδη τῆς τελείας πέψεως ἐπειράθην ἐπιδεῖξαι σαφῶς.
ὅ γ’ οὖν Ἀναξίων οὗτος μέχρι μὲν οὖν βήττων ἦν, οὐδὲν δ’
ἀπέπτυεν ὅλως, ἀπεπτοτάτην εἶχε τὴν πλευρῖτιν. ια΄ δ’ ἡμέρᾳ
πτύειν ἀρξάμενος ἐδήλωσε πέττεσθαι τὴν νόσον, ἔπειτα
κατὰ βραχὺ τῷ χρόνῳ προϊόντι οὕτως ἔγραψεν ὁ Ἱπποκράτης,
κατὰ τὴν κζ΄ ἀνῆγε πέπονα πολλὰ, οὔροισιν ὑπόστασις
λευκὴ καὶ διὰ τοῦτο τελέως ἐκρίθη τῇ λ΄ καὶ δ΄.
80. Ἐν Ἀβδήροις Ἡρόπυτος κεφαλὴν ἐπιπόνως εἶχεν ὀρθοστάδην,
οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη, ᾤκει πλησίον
τῆς ἄνω ἀγωγῆς, πυρετὸς ἔλαβε καυσώδης, ὀξὺς,
ἔμετοι τὸ κατ’ ἀρχὰς πολλῶν χολωδέων, διψώδης, πολλὴ
δυσφορίη, οὖρα λεπτὰ, μέλανα, ἐναιώρημα μετέωρον,
ὁτὲ μὲν, ὁτὲ δ’ οὔ. νύκτα ἐπιπόνως, πυρετὸς ἄλλοτε
ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. περὶ δὲ
τεσσαρεσκαιδεκάτην κώφωσις, οἱ πυρετοὶ ἐξέτεινον, οὖρα
διὰ τῶν αὐτῶν. εἰκοστῇ πολλὰ παρέκρουσε καὶ τὰς
ἑπομένας. τεσσαρακοστῇ διὰ ῥινῶν ᾑμοῤῥάγησε πολὺ καὶ
κατενόει. μᾶλλον ἡ κώφωσις ἐνῆν μὲν, ἧσσον δὲ οἱ πυρετοὶ
ξυνέδωκαν, ᾑμοῤῥάγει τὰς ἑπομένας πυκνὰ καὶ κατ’
ὀλίγον. περὶ δὲ τὴν ἑξηκοστὴν αἱ μὲν αἱμοῤῥαγίαι ἀπεπαύσαντο.
ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ καὶ οἱ πυρετοὶ
ἐνέτεινον, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον πόνοι τῶν
κάτω πάντων. ξυνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μείζους
καὶ τὴν κώφωσιν πολλὴν, ἢ ταῦτα μὲν ὑφιέναι καὶ
κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μείζους εἶναι τοὺς
πόνους. ἤδη δὲ περὶ τὴν ὀγδοηκοστὴν ξυνέδωκε μὲν
πάντα, ξυνέλιπε δὲ οὐδέν. οὖρά τε γὰρ εὔχροα καὶ
πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε
μείους ἦσαν. περὶ δὲ ἑκατοστὴν ἡ κοιλίη πολλοῖσι χολώδεσιν
ἐπεταράχθη καὶ εἴη χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα.
καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου. τῶν δὲ ἄλλων
ῥᾳστώνη. τὸ δέ ξύνολον οἱ πυρετοὶ ἐξέλιπον καὶ ἡ
κώφωσις ἐπαύσατο. ἐν ἑκατοστῇ τελέως ἐκρίθη καῦσος.
Οὗτος ὁ ἄνθρωπος ἄξιος μνήμης ἐξαρκέσας νοσήματι
χαλεπῷ διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως. ἀδύνατον γὰρ
ἄλλως ἀντισχεῖν ἰσχυρῷ πάθει. καὶ πάντως ἦν ἐν τοῖς
σφυγμοῖς αὐτοῦ ῥώμη τε ἅμα καὶ πάντα τἄλλα τὰ κατὰ τὴν
φύσιν σωζόμενα. καί μοι λέλεκται καὶ ἄλλοτε παραλελεῖφθαι
τὸ μέρος τοῦτο τῆς ἐπὶ τῶν πυρεττόντων προγνώσεως
τῷ Ἱπποκράτει. φαίνεται δ’ οὖν τῷ κάμνοντι καὶ τὰ περὶ
τὴν ἀναπνοήν τε καὶ τὴν ὄρεξιν ἄμεμπτα γεγονέναι, μεγάλην
ἔχοντα δύναμιν εἰς σωτηρίαν, ὡς αὐτὸς ἐδίδαξεν. ὁ
πυρετὸς δ’ ἐν ἀρχῇ μὲν ὀξὺς εἰσέβαλεν, ἐξελύθη δ’ αὐτοῦ
κατὰ τὸν ἑξῆς χρόνον ἡ ὀξύτης. ἔγραψε δ’ ἐπ’ αὐτοῦ,
πυρετοὶ ἄλλοτε ἀλλοίως, παροξυνόμενοι τὰ πλεῖστα ἀτάκτως.
ἓν δὲ μόνον ἐγένετο χαλεπὸν τῷ κάμνοντι σημεῖον, ἡ τῶν
οὔρων λεπτότης τε καὶ μελανότης. διὸ καὶ πολλῷ χρόνῳ
μόγις ἡ φύσις ἐκράτησε τοῦ νοσήματος, αἱμοῤῥαγίαν
τε κινήσασα κατὰ τὴν μ΄ ἡμέραν ἐκ κρισίμων οὖσαν,
ἰσχίου τε ὀδύνην καὶ τῶν κάτω πάντων ἐργασομένη μετὰ
ταῦτα. δεῖται γὰρ τὰ μεγάλα τῶν νοσημάτων καὶ τῶν κρινόντων
αὐτὰ γενναίων, ἀλλ’ οὐδ’ ἐπὶ τούτῳ ἐπαύσατο τελέως
ἡ νόσος. περὶ δὲ τὴν κ΄ ἡμέραν ἐφάνη σημεῖα πεττομένης
αὐτῆς διὰ τῶν οὔρων, ἐφ’ οἷς μετὰ βραχὺ μέχρι τῆς ρ΄
πεφθεῖσα τὴν παντελῆ λύσιν ἐποιήσατο.
81. Ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ πότων πυρετὸς
ἔλαβε. ἀρχόμενος δὲ ἦν ἀσώδης καὶ καρδιαλγικὸς,
διψώδης, γλώσση ἐπεκαύθη, οὖρα λεπτὰ, μέλανα. δευτέρᾳ
ὁ πυρετὸς παρωξύνθη, φρικώδης, ἀσώδης, οὐκ ἐκοιμήθη,
ἤμεσε χολώδεα, ξανθὰ, οὖρα ὅμοια, νύκτα δι’
ἡσυχίης, ὕπνωσε. τρίτῃ ὑφῆκε πάντα, ῥᾳστώνη δὲ ἦν
περὶ ἡλίου δυσμὰς, πάλιν ὑπεδυσφόρει, νύκτα ἐπιπόνως.
τετάρτῃ ῥῖγος, πυρετὸς πολὺς, πόνοι πάντων, οὖρα λεπτὰ,
ἐναιώρημα, παρέκρουσε πολλά. ἑβδόμῃ ῥαστώνη,
ὀγδόῃ τὰ ἄλλα ξυνέδωκε πάντα. δεκάτῃ καὶ τὰς ἑπομένας
ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες. οἱ δὲ παροξυσμοὶ
καὶ οἱ πόνοι τουτέῳ διὰ τέλεος ἐν ἀρτίῃσιν
ἦσαν μᾶλλον. εἰκοστῇ οὔρησε λευκὸν, πάχος εἶχε, κείμενον
οὐ καθίστατο, ἵδρωσε πολλὰ, ἔδοξε ἄπυρος γενέσθαι.
δείλης δὲ πάλιν ἐθερμάνθη καὶ οἱ αὐτοὶ πόνοι, φρίκη,
δίψα, σμικρὰ παρέκρουσεν. εἰκοστῇ τετάρτῃ οὔρησε πολὺ
λευκὸν, πολλὴν ὑπόστασιν ἔχον, ἵδρωσε πολλῷ θερμῷ διόλου,
ἀπύρετος ἐκρίθη.
Καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο λέγων, οἱ
παροξυσμοὶ καὶ οἱ πόνοι ἐν ἀρτίῃσι. διὰ τοῦτο γοῦν ἐκρίθη
μετὰ τὴν κ΄ ἡμέραν ἱδρῶτι. τὰ δὲ κατὰ μέρος ὁ μεμνημένος
ἁπάντων, ὡς ἔμπροσθεν ἐξηγησάμην ἔν τε τούτῳ τῷ
βιβλίῳ καὶ τοῖς πρὸ αὐτοῦ δυσὶ καὶ πρὸ τούτων τῷ προγνωστικῷ
τε καὶ προῤῥητικῷ, δυνατὸς ἂν εἴη πάντ’ ἐξευρίσκειν αὐτός.
82. Ἐν Θάσῳ γυνὴ δυσάνιος, ἐκ λύπης μετὰ προφάσιος
ὀρθοστάδην, ἐγένετο ἄγρυπνός τε καὶ ἄσιτος καὶ διψώδης
ἦν καὶ ἀσώδης, ᾤκει δὲ πλησίον τῶν Πυλάδου
ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι
πολλοὶ, δυσθυμίη, πυρέτιον λεπτὸν, πρωῒ σπασμοὶ
πολλοὶ, ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοὶ, παρέλεγεν,
ἰσχυρομύθει, πολλοὶ πόνοι, μεγάλοι, ξυνεχέες. δευτέρᾳ
διὰ τῶν αὐτῶν οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος.
τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ
καὶ πάλιν ἔγερσις ἀνίησε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε
πολλὰ, πυρετὸς ὀξύς. ἐς νύκτα δὲ ταύτην ἵδρωσε
πολλῷ θερμῷ διόλου, ἄπυρος ὕπνωσε, πάντα κατενόει,
ἐκρίθη περὶ τὴν γ΄ ἡμέρην, οὖρα μέλανα, λεπτὰ, ἐναιώρημα
δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἵδρυτο. περὶ δὲ κρίσιν
γυναικεῖα πολλὰ κατέβη.
Τί ἡ δυσάνιος φωνὴ σημαίνει Κριτίας ἐδήλωσε γράψας
ὧδε· δυσάνιος ἐστὶν ὅστις ἐπὶ τοῖς μικροῖς ἀνιᾶται καὶ
ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι καὶ πλείω
χρόνον εἴη ἀνιαρὸς ἢ σκυθρωπὸς, νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη
δυσάνιος, παραμεινάσης αὐτῇ τῆς λύπης ἐπὶ πλείονα
χρόνον, ὅπερ πάλιν μετ’ ὀλίγον ἐπὶ τῆς ἐν Κυζίκῳ τὰς διδύμους
θυγατέρας τεκούσης ἔφη· σιγῶσα δὲ καὶ σκυθρωπὴ
καὶ οὐ πειθομένη. θαυμάζω γε μὴν πῶς οὐ προσέγραψεν
ἐπὶ τῆς γυναικὸς ταύτης ἤτοι γε ἐπεσχῆσθαι τὰ καταμήνια
παντάπασιν ἢ μὴ τελέως γεγονέναι. φαίνεται γὰρ ὀξέως
τε ἅμα καὶ πληθωρικῶς νοσῆσαι καὶ τῇ γ΄ τῶν ἡμερῶν εἰς
νύκτα δι’ ἱδρώτων τε κριθῆναι καὶ καταμηνίων ἐκκρίσεως.
ἀλλὰ καὶ μετὰ τὴν κρίσιν ἐκκενωθέντα πολλὰ βεβαίαν εἰργάσατο
τὴν γενομένην ἀπαλλαγὴν τοῦ νοσήματος. ἡ δὲ τῶν
οὔρων χρόα, καίτοι μέλαινα γενομένη χαλεπὸν οὐδὲν εἰργάσατο,
διότι καταμηνίων ἐπίσχεσις ἦν μελαγχολικωτέρων, ἐφ’
οἷς εἰκότως ἡ γυνὴ δυσάνιος ἐγένετο καὶ φοβερὰ καὶ παρέκρουσεν
ἐν μέρει ποτὲ καὶ κωματώδης γενομένη.
83. Ἐν Λαρίσσῃ τὴν παρθένον πυρετὸς ἔλαβε καυσώδης,
ὀξὺς, ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρὴ,
οὖρα εὔχροα μὲν, λεπτὰ δέ. δευτέρᾳ ἐπιπόνως, οὐχ
ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχροα
καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε
λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο,
παρέκρουσεν ἐς νύκτα, ἕκτῃ διὰ ῥινῶν λαῦρον ἐῤῥύη
πολὺ, φρίξασα, ἵδρωσε πολλῶ θερμῶ διόλου, ἄπυρος
ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα
κατέβη πρῶτον τότε, παρθένος γὰρ ἦν. ἦν δὲ
διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων
ὀδύνη, καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’
ἐκρίθη, οἱ πόνοι ἀρτίῃσιν.
Ὅτι μὲν ὥραν εἶχεν ἡ παρθένος καταμηνίων δῆλόν
ἐστιν· ἐξ ὧν αὐτὸς ἔγραψεν εἰπὼν ὧδεν γυναικεῖα κατέβη.
τότε πρῶτον φαίνεται καὶ ἡ νόσος αὐτὴ γεγονέναι πληθωρικὴ
καὶ κριθῆναι μὲν ἐπὶ τῆς στ΄ ἡμέρας, διότι καὶ τοὺς
πόνους ἔσχεν ἀρτίαις, ὡς αὐτὸς ἔγραψε. παράδοξον δὲ τὸ
μηδ’ ὑποστρέψαι, καίτοι τῆς στ΄ ἡμέρας μηδέποτε πιστῶς
κρινούσης. ξένον οὖν τοῦτο καὶ πάνυ σπάνιον ἐπ’ αὐτῆς
γενόμενον ἐπεσημήνατο γράψας, ταύτῃ οὐχ ὑπέστρεψεν,
ἀλλ’ ἐκρίθη ὡς δέον ὑποστρέψαι. ἀλλὰ καὶ τὴν αἰτίαν
ἔγραψε τοῦ μὴ ὑποστρέψαι, προσθεὶς ἐν τοῖσι πυρετοῖσι
καὶ ἤδη κεκριμένων, γυναικεῖα κατέβη. τὸ γὰρ ἐπιμεῖναι
τὴν κένωσιν αὐτῇ ταῖς μετὰ τὴν κρίσιν ἡμέραις ἱκανὸν
ἐγένετο βεβαίαν φυλάξαι τὴν προηγησαμένην κρίσιν ἐν τῇ
στ΄ ἡμέρᾳ δι’ αἱμοῤῥαγίας τε καὶ ἱδρώτων καὶ μάλιστα ὅτι
μήτε φλεγμονή τις ἐγένετο κυρίου μορίου μήτε κακόηθες ἦν
τὸ πλῆθος. αὐτὸς γὰρ ἐπεσημήνατο πληθωρικὴν εἶναι τὴν
διάθεσιν ἐν τῷ φάναι διὰ παντὸς ἐσχηκέναι προσώπου μὲν
ἔρευθος, ὀμμάτων δὲ ὀδύνην καὶ καρηβαρίαν. εὔδηλον οὖν
ἦν ὅτι κενώσεως ἐδεῖτο μόνης. καὶ ταύτην ἡ φύσις ἤρξατο
μὲν ἐργάζεσθαι τῇ γ΄ τῶν ἡμερῶν, συνεπλήρωσε δὲ κατὰ
τὴν ς΄. ὅτι δὲ τῷ λόγῳ τῆς φύσεως οὐχ ὡς σύμπτωμα τῆς
νόσου διὰ τῆς γαστρὸς ἡ κένωσις ἐγένετο σαφῶς ἐδήλωσεν
αὐτὸς γράψας, τῇ τρίτῃ δὲ πολλὰ διῆλθεν ἀπὸ κοιλίης
ὑδατόχροα καὶ τὰς ἑπομένας ἦν τοιαῦτα εὐφόρως. τοῦτο
προσκείμενον ἐνδείκνυται τῶν λυπούντων γίγνεσθαι τὴν ἔκκρισιν.
ἐπισημῄνασθαι δὲ τῶν κατὰ τὴν διήγησιν αὐτῆς
εἰρημένων ἄξιόν ἐστι καὶ ταῦτα τὰ β΄ πρὸς τοῖς εἰρημένοις,
ἓν μὲν τὸ κατὰ τὴν ἀρχὴν γεγραμμένον, γλῶσσα λιγνυώδης,
ξηρὴ, δεύτερον δὲ τὸ δ΄, οὐρῆσαι λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα
μετέωρον, οὐχ ἵδρυτο, παρέκρουσε. τὸ μὲν γὰρ
αὐτῶν πρότερον εἰρημένον χρήσιμόν ἐστιν εἰς τὸ
μὴ παντελῶς ἡγεῖσθαι ὀλεθρίαν τὴν λιγνυώδη γλῶσσαν,
ὀνομάζει δ’ οὕτως τὴν ἐπικεχρωσμένην οἷον λιγνύϊ τινὶ, ξηρὰν
οὖσαν ἐξ ἀναθυμιάσεως. τὸ δὲ β΄ ἐπειδὴ καὶ κατ’ ἄλλους
ἀῤῥώστους εἰπὼν ἐναιώρημα μετέωρον εὐθέως ἐπήνεγκεν
αὐτῷ τὸ παρέκρουσεν, ἐμφαίνων τοῖς τοιούτοις
ἐναιωρήμασιν ἕπεσθαι παραφροσύνην. καίτοι κατά γε τὸ
προγνωστικὸν ἅπαντα τὰ περὶ τῶν οὔρων διελθὼν οὐδεμίαν
ἐξ αὐτῶν εἰς παραφροσύνην ἐποιήσατο πρόγνωσιν. ἔοικεν
οὖν τὸ σημεῖον τοῦτο καθ’ αὑτὸ μὲν οὐδέποτε σημαίνειν
παραφροσύνην, συνενδείκνυσθαι δέ ποτε κατὰ συμβεβηκὸς,
ἐπειδὴ πνευματωδέστερον εἶναι δηλοῖ τὸ ἐναιώρημα. κατὰ
γὰρ τὸ παντελῶς ἄφυσον εἰς τὸ κάτω τῶν ἀγγείων φέρεται
τὰ ἐναιωρήματα.
84. Ἀπολλώνιος ἐν Ἀβδήροις ὀρθοστάδην ὑπεφέρετο χρόνον
πολὺν, ἦν δὲ μεγαλόσπλαγχνος καὶ περὶ ἧπαρ ξυνήθης
ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης
ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου, φαγὼν
δὲ καὶ πιὼν ἀκαιροτέρως βόειον, ἐθερμάνθη μικρὰ
τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι
καὶ ὠμοῖσι, πολλοῖσιν ἀγγείοισι καὶ μηλείοισι καὶ διαίτῃ
κακῇ, πάντων αἱ βλάβαι μεγάλαι. οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν,
κοιλίη τε τῶν προενεχθέντων οὐδὲν διέδωκεν
ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει, ὕπνοι οὐκ
ἐνῆσαν, ἐμφύσημα κακὸν πολὺ δίψος. κωματώδης, ὑποχονδρίου
δεξιοῦ ἔπαρμα ξὺν ὀδύνῃ, ἄκρεα πάντοθεν
ὑπόψυχρα, σμικρὰ παρέλεγεν, λήθη πάντων ὅ τι λέγοι,
παρεφέρετο. περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ’ ἧς ῥιγώσας
ἀπεθερμάνθη, κατεκλίθη καὶ ἐξεμάνη, βοὴ, ταραχὴ, λόγοι
πολλοὶ καὶ πάλιν ἵδρωσις καὶ τὸ κῶμα τηνικαῦτα
προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης, πολλοῖσι
χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν, οὖρα μέλανα, σμικρὰ,
λεπτὰ, πολλὴ δυσφορίη, τὰ τῶν διαχωρημάτων ποικίλως.
ἢ γὰρ μέλαινα καὶ σμικρὰ καὶ ἰώδεα, ἢ λιπαρὰ καὶ
ὠμὰ καὶ δακνώδη. κατὰ δὲ χρόνους ἐδόκεε καὶ γαλακτώδεα
διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης,
τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν. ἐξ
οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη. πάλιν δὲ ταχὺ παρενόει,
ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον, περὶ δὲ τριακοστὴν
πυρετὸς ὀξὺς, διαχωρήματα πολλὰ, λεπτὰ, παράληρος,
ἄκρεα ψυχρὰ, ἄφωνος, τριακοστῇ τετάρτῃ ἀπέθανε. τουτέῳ
διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης,
οὖρα λεπτὰ, μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα
ψυχρὰ, παράληρος, διὰ τέλεος φρενιτικός.
Κᾀπὶ τούτου πάλιν ὁ Ἱπποκράτης ὡς ἐπ’ ἄλλων
πολλῶν, αὐτὸς ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἐν κεφαλαίοις
βραχέσιν ἐδήλωσε τὰ γενόμενα συμπτώματά τε καὶ
σημεῖα, δι’ ὧν ἄν τις προγνῷ τὸν ἐσόμενον θάνατον. ἔχει
δὲ ἡ ῥῆσις ὧδε· τούτῳ διὰ τέλεος ἐξ οὗ καὶ ἐγὼ οἶδα κοιλίη
ταραχώδης, οὖρα λεπτὰ καὶ μέλανα, κωματώδης, ἄγρυπνος,
ἄκρεα ψυχρὰ, παράληρος διὰ τέλεος. τῶν δὲ κατὰ
μέρος οὐδέν ἐστιν ἀσαφὲς, εἴ τις τῶν προεξηγησαμένων ἡμῖν
μνημονεύει.
85. Ἐν Κυζίκῳ γυναικὶ θυγατέρας διδύμους τεκούσῃ καὶ δυστοκησάσῃ
καὶ οὐ πάνυ καθαρθείσῃ τῇ μὲν πρώτῃ ἐπῆλθε
πυρετὸς φρικώδης, ὀξὺς, κεφαλῆς καὶ τραχήλου βάρος
μετὰ ὀδύνης, ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ
καὶ οὐ πειθομένη, οὖρα λεπτὰ καὶ ἄχροα, διψώδης,
ἀσώδης τὸ πολὺ, κοιλίη πεπλανημένως ταραχώδης
καὶ πάλιν ξυνισταμένη. ἕκτῃ εἰς νύκτα πολλὰ παρέλεγεν,
οὐδὲν ἐκοιμήθη. περὶ δὲ ἑνδεκάτην ἐοῦσα ἐξεμάνη
καὶ πάλιν κατενόει, οὖρα μέλανα, λεπτὰ καὶ πάλιν διαλείποντα,
ἐλαιώδεα καὶ κοιλίη πολλοῖσι λεπτοῖσι, ταραχώδεσι.
τεσσαρεσκαιδεκάτῃ σπασμοὶ πολλοὶ, ἄκρεα ψυχρὰ,
οὐδὲν ἔτι κατενόει, οὖρα ἀπέστη, ιστ΄ ἄφωνος, ιζ΄
ἀπέθανε, φρενῖτις.
Οὐ μόνον ὅτι μὴ καλῶς ἐκαθάρθη τὴν λόχειον κάθαρσιν,
ὑπελείφθη τῇ γυναικὶ ταύτῃ μελαγχολικώτερον αἷμα,
διὸ κατὰ ἀρχὰς μὲν ἦν σιγῶσα καὶ σκυθρωπὴ καὶ οὐ
πειθομένη. μετὰ δὲ ταῦτα παρεφρόνησε σφοδρῶς, ὡς ἐκμανῆναι,
ἀλλὰ καὶ διὰ τὴν δυστοκίαν φλεγμηνάσης τῆς μήτρας
ὁ πυρετὸς ηὐξήθη. δῆλον δ’ ὅτι τῆς κακοχυμίας ἐπὶ τὴν
κεφαλὴν ἀνενεχθείσης ἥ τε παραφροσύνη μανιώδης ἐγένετο
καὶ οἱ σπασμοὶ συνηκολούθησαν. αἱ δὲ τῶν κρισίμων ἡμερῶν
περίοδοι σώζονται κᾀνταῦθα, καθάπερ ἐπὶ πάντων
τῶν ἀῤῥώστων. εἰ δέ πού τι φανείη σπανίως διαφθειρόμενον,
ἐκεῖνο μόνον ἐπισημαίνομαι.
86. Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ
Λείου, πυρετὸς φρικώδης ὀξὺς ἐκ λύπης ἔλαβεν. ἐξ ἀρχῆς
δὲ περιεστέλλετο καὶ διὰ τέλεος, αἰεὶ σιγῶσα ἐψηλάφα,
ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ
ἐκοιμᾶτο, ἀπὸ κοιλίης ἐρεθισμὸς, οὐδὲν διῄει, σμικρὰ
ὑπομιμνησκόντων ἔπεινεν, οὖρα λεπτὰ, σμικρὰ, πυρετοὶ
πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις. ἐνάτῃ πολλὰ παρέλεγε
καὶ πάλιν ἱδρύνθη, σιγῶσα. τεσσαρεσκαιδεκάτῃ πνεῦμα
ἀραιὸν, μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. ἑπτακαιδεκάτῃ
ἀπὸ κοιλίης ἐρεθισμὸς, ταραχώδεα, ἔπειτα τὰ
ποτὰ οὐ διῄει, οὐδὲν ξυνίστατο, ἀναισθήτως εἶχε πάντων,
δέρματος περίτασις καρφαλέου. εἰκοστῇ λόγοι πολλοὶ
καὶ πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. εἰκοστῇ
πρώτῃ ἀπέθανεν. ἦν ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν,
μέγα, ἀναισθήτως πάντων εἶχεν, ἀεὶ περιεστέλλετο ἢ λόγοι
πολλοὶ ἢ σιγῶσα, διὰ τέλεος φρενῖτις.
Ἐξ ἀρχῆς αὕτη φαίνεται φρενιτικὴ γενομένη.
χαλεπώτατοι δ’ εἰσὶν, ὡς καὶ πρῶτον εἶπον, αἱ τοιαῦται
φρενίτιδες καὶ τάχιστα πάντας οἷς ἂν γένωνται διαφθείρουσιν.
ἀλλὰ νῦν γε ὀξέως αὕτη ἄχρι τῆς κα΄ ἡμέρας ἐξήρκεσεν
ἴσως, ὅτι μετρίως ἐπύρεξε. καὶ διὰ τοῦτο ἐπεσημήνατο
κατὰ ταύτην τὴν ἄῤῥωστον μόνην γράψας πυρετοὶ
πρὸς χεῖρας λεπτοί. καὶ φαίνεταί γε τὸ τῆς παραφροσύνης
εἶδος αὐτῇ μικτὸν ἐκ μελαγχολίας καὶ φρενίτιδος γεγονέναι.
τὸ γὰρ, οἱ λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος ἐνδεικτικόν
ἐστι τῆς τοιαύτης μίξεως. οὐκ οἶδα δ’ ὅπως οἱ ἐξηγηταὶ
τοῦ Ἱπποκράτους οὐδὲν ἔγραψαν περὶ τῆς λέξεως ἐν ᾗ
φησι· πνεῦμα ἀραιὸν, ὅπερ οὐχ ἕτερόν ἐστι τοῦ διὰ χρόνου
καὶ φαίνεται δὲ ἐφεξῆς ταυτὸν εἰρηκώς. μή τις οὖν ἤτοι
τῆς ἀραιότητος ἐπίτασιν δηλῶσαι βουληθεὶς τὸ διὰ χρόνου
προσέγραψεν, ὡς εἰ καὶ οὕτως εἰρήκει, διὰ πάνυ πολλοῦ
χρόνου. καὶ γὰρ σύνηθές ἐστιν ἐνίοτε παραλιπεῖν τὸ πολλοῦ
καὶ μόνῳ χρήσασθαι τῷ διὰ χρόνου ἢ μὴ συνεχῶς,
ὥσπερ ἐπ’ ἄλλων ἄλλα. μηδ’ ὡς τὸ ταχὺ τὴν ἄνθρωπον
τοιοῦτον ἀναπεπνευκέναι δι’ ὅλης τῆς νόσου δηλοῖ. ἐπιφέρων
γοῦν ἐρεῖ καὶ πάλιν βραχύπνοος, ἐνδεικνύμενος κᾀνταῦθα
καθάπερ ἔμπροσθεν ἐκ καταψύξεως οὐ μόνον μικρὸν,
ἀλλὰ καὶ διὰ πολλοῦ τὴν ἄνθρωπον ἀναπνεῖν, ὅπερ ὄντως
ἐστὶ βραχὺ πνεῦμα. τὸ γὰρ ἀραιὸν καὶ μέγα, καθόσον
μὲν ἀραιόν ἐστιν, ἧττον ὑπάρχει τοῦ πυκνοῦ τε ἅμα καὶ μεγάλου,
καθόσον δὲ μέγα, πλέον ἐστὶ ταύτῃ τοῦ μικροῦ καὶ
ἀραιοῦ. κατ’ ἄμφω τοίνυν μικρὸν ἔσται τὸ βραχὺ καὶ ἀραιόν.
καὶ φαίνεται καὶ νῦν ὥσπερ καὶ σὺν καταψύξει τοιαύτῃ
γεγονέναι τὸ γύναιον ἐν οἵᾳ καὶ αὐτῇ ἀπνοίᾳ καταλαμβανόμεναι
γίνονται. γράφει γοῦν ἐπ’ αὐτῆς κ΄ λόγοι
πολλοὶ καὶ πάλιν ἰδίως ἐρεῖ βραχύπνοος. ἡ δ’ ἀφωνίη
τοὐπίπαν ἅμα βραχεῖ καὶ ἀραιῷ γίγνεται πνεύματι. ἀλλὰ
τό γε διὰ χρόνου μετὰ τοῦ ἀραιοῦ γεγραμμένον ἀντὶ τοῦ
διὰ πάνυ πολλοῦ ἐκδέξασθαι χρή. τὸ γὰρ ἐν ὀλίγῳ τῆς
νόσου χρόνῳ σημαίνειν οὐ δύναται, κατὰ τὴν τελευτὴν τῆς
ῥήσεως προσγράψας, ταῦτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν,
μέγα. τὸ γὰρ διὰ τέλεος εἴωθε λέγειν ἀντὶ τοῦ δι’ ὅλης
τῆς νόσου μέχρι τῆς τελευτῆς. ὥσπερ δὲ τοῦτο τὸ διὰ τέλεος,
οὕτω καὶ τόδε φησὶν, ἀεὶ περιεστέλλετο ἢ λόγοι πολλοὶ
ἢ σιγῶσα διὰ τέλεος. τὸ μὲν γὰρ λόγοι πολλοὶ φρενιτικὸν,
τὸ δὲ σιγῶσα μελαγχολικὸν, τὸ δὲ περιεστέλλετο
κοινὸν ἀμφοῖν, εἰ μή που ἄρα καὶ διὰ τὴν κατάψυξιν ἐνίοτε
περιεστέλλετο.
87. Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ πότων καὶ ἀφροδισίων πολλῶν
πολὺν χρόνον θερμανθεὶς κατεκλίθη, φρικώδης δὲ καὶ
ἀσώδης ἦν, ἄγρυπνος καὶ ἄδιψος. ἀπὸ δὲ κοιλίης τῇ
πρώτῃ πολλὰ κόπρα διῆλθε σὺν περιῤῥόῳ πολλῷ καὶ τὰς
ἑπομένας, ὑδατόχλοα, πολλὰ διῄει, οὖρα λεπτὰ, ὀλίγα,
ἄχροα, πνεῦμα ἀραιὸν, μέγα διὰ χρόνου, ὑποχονδρίου ἔντασις
ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων, καρδίης παλμὸς
διὰ τέλεος, ξυνεχὴς, οὔρησεν ἐλαιῶδες. δεκάτῃ παρέκρουσεν
ἀτρεμέως, κόσμιός τε καὶ ἥσυχος, δέρμα καρφαλέον
καὶ περιτεταμένον, διαχωρήματα πολλὰ καὶ λεπτὰ ἢ χολώδεα,
λιπαρά. ιδ΄ πάντα παρεκρούσθη, πάντα παρωξύνθη,
πολλὰ παρέλεγεν. ὀγδόῃ ἐξεμάνη, βληστρισμὸς, οὐδὲν οὔρει,
μικρὰ ποτὰ κατείχετο. τῇ κδ΄ ἀπέθανε φρενῖτις.
Οἱ μὲν πολλοὶ πότοι τά τε νεῦρα βλάπτουσι καὶ τὴν
ἀρχὴν αὐτῶν τὸν ἐγκέφαλον. τὰ δ’ ἀφροδίσια καὶ ταῦτα
μὲν ἱκανῶς λυπεῖ καὶ τὴν δύναμιν καταλύει τε καὶ ἄῤῥωστον
ἐργάζεται. μοχθηρὸν οὖν ἀθροίσας πλῆθος ὁ νεανίσκος
οὗτος, εἰκότως ἤρξατο μὲν ἀπὸ πυρετῶν μετρίων, ἐπὶ
προήκοντι δὲ τῷ χρόνῳ χείρων ἑαυτοῦ γενόμενος ὕστερον
εἰς φρενῖτιν ἀκριβῆ περιέστη. γίνεσθαι δ’ αὐτὴν ἐδήλου
τότε μέγα καὶ ἀραιὸν πνεῦμα καὶ τὸ κόσμιόν τε καὶ ἀεὶ
σιωπηλὸν εἶναι τὸν νοσοῦντα, παρακροῦσαι μέτρια. τοῖς
μὲν γὰρ κούφοις καὶ ταραχώδεσιν ἀνθρώποις ἐπὶ σμικραῖς
προφάσεσιν αἱ παραφροσύναι γίνονται, τοῖς δ’ ἐναντίοις
τὸ ἦθος ἐπὶ μεγάλαις αἰτίαις. διὰ τί δὲ τῷ ἀραιῷ πνεύματι
τὸ διὰ τοῦ χρόνου προσέγραψε κατὰ τὸν ἔμπροσθεν
ἄῤῥωστον ἐπεσκεψάμεθα. καὶ περὶ τῶν καθ’ ὑποχόνδρια
παλμῶν ἐν ἄλλοις τε κᾀν τῷ προγνωστικῷ διῆλθον, ὥσπερ
καὶ τῆς ὑπολαπάρου καθ’ ὑποχόνδριον ἐντάσεως, ὅτι τὴν
χωρὶς ὄγκου λέγει καὶ γίγνεται τῶν μὲν μυῶν ἀπαθῶν ὄντων,
ἐν διαθέσει δέ τινι διαμενόντων τῶν ἔνδον τοῦ περιτοναίου μορίων.
88. Δοκέει δέ μοι προσωφελῆσαι κατὰ λόγον τὸ γενόμενον
θέρος. τὰς γὰρ θερινὰς νόσους χειμὼν ἐπιγενόμενος
λύει καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησι,
καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς
ἐγένετο, ἀλλὰ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ
ἄπνοον, ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν μεταλλάξαν
ὠφέλησεν. μέγα δὲ μέρος ἡγοῦμαι τῆς τέχνης εἶναι τὸ
δύνασθαι σκοπεῖν καὶ περὶ τῶν γεγραμμένων ὀρθῶς. ὁ
γὰρ γνοὺς καὶ χρώμενος τούτοις οὐκ ἄν μοι δοκέει μέγα
σφάλλεσθαι ἐν τῇ τέχνῃ. δεῖ δὲ καταμανθάνειν ἀκριβῶς
τὴν κατάστασιν τῶν ὡρέων ἑκάστην καὶ τὸ νόσημα ἀγαθὸν
ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ καὶ ὅ τι
κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ μακρόν. ὅ τι νόσημα
καὶ θανάσιμον, μακρὸν, ὅ τι καὶ περιεστηκός. ὀξὺ ὅ τι
θανάσιμον, ὀξὺ ὅ τι περιεστηκὸς, τάξιν τῶν κρισίμων ἐκ
τούτων σκοπεῖσθαι καὶ προλέγειν ἐκ τούτων εὐπορεῖται.
εἰδότι περὶ τούτων ἐστὶν εἰδέναι οὓς καὶ ὅτε καὶ ὡς δεῖ
διαιτᾶν.