Galen: In Hippocratis Epidemiarum librum VI (On Hippocrates' Epidemics VI)

Work

Galen, In Hippocratis Epidemiarum librum VI (Ἱπποκράτους ἐπιδημιῶν στ’ καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνάματα)
English: On Hippocrates' Epidemics VI

Text information

Type: Original (Greek)

Source

Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 17/1. Leipzig (Cnobloch) 1828, 793-1009

Download

gal_inhippepid6_pt1-orig-gr1.xml [414.21 KB]

ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ ΣΤ. ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Α.

Γαληνοῦ προοίμιον. Εἰς τὸ ἕκτον τῶν ἐπιδημιῶν Ἱπποκράτους συγγραμμάτων ἐλυμήναντο πολλοὶ τῶν ἐξηγητῶν, ἄλλοι ἄλλως, ὡς ἕκαστος ἤλπισε πιθανῶς ἐξηγήσασθαι, τὴν κατὰ τοῦτον λέξιν ὑπαλλάττων, ὥστε ἠναγκάσθην ἐγὼ διὰ τοῦτο τήν τε παλαιότητα τῶν ἀντιγράφων ἐπιζητῆσαι, τά τε ὑπομνήματα τῶν πρώτων ἐξηγησαμένων τὸ βιβλίον, ἐν οἷς καὶ Ζεῦξίς ἐστιν

ὁ Ταραντῖνος καὶ ὁ Ἐρυθραῖος Ἡρακλείδης καὶ πρὸ αὐτῶν Βακχεῖός τε καὶ Γλαυκίας. εἰ μὲν οὖν μετὰ τὸ δηλῶσαι τὴν παλαιὰν γραφὴν ἔλεγον ἡμαρτῆσθαι τὴν λέξιν, εἰκὸς εἴη ἂν καὶ διὰ τοῦτο ἐπινοεῖν αὐτοὺς τὴν Ἱπποκράτους γραφὴν εἶναι τήνδε τινὰ, κᾂν ἀπεδεξάμην αὐτοὺς, εἴ γε μετὰ τὴν ἐπανόρθωσιν ἑώρων διδάσκοντάς τι χρήσιμόν τε ἅμα καὶ τῆς γνώμης ἐχόμενον τοῦ παλαιοῦ. ἐπεὶ δὲ ἐνίοτε καὶ κατ’ ἄμφω σφάλλονται, πολὺ βέλτιον ἔδοξέ μοι φυλάττοντι τὴν ἀρχαίαν γραφὴν, ἀεὶ μὲν σπουδάζειν ἐκείνην ἐξηγεῖσθαι, μὴ δυνηθέντι δέ ποτε τοῦτο πρᾶξαι, πιθανὴν τὴν ἐπανόρθωσιν αὐτῆς ποιεῖσθαι, καθάπερ ὁ Ἡρακλείδης ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐποιήσατο κατὰ τὴν λέξιν ἐκείνην ἐν ᾗ γέγραπται, πρὸς δὲ τὸ Ἀφροδίσιον αἱ οὐραὶ ἔβλεπον. ἐπειδή περ τοῖς ἐξηγησαμένοις τὴν οὐραὶ γραφὴν ἀπιθανῶς εἴρηται, τάχα, φησὶ, θύραι μὲν ἦν γεγραμμένον διὰ τοῦ θ, τῆς μέσης δὲ γραμμῆς ἐν αὐτῇ διαφθαρείσης ἔδοξεν ὁ βιβλιογράφος οὐραὶ γεγράφθαι. δυνατὸν
γὰρ δὴ οὕτω καὶ λεπτῆς ἰνὸς ἀπολωλυίας συναπόλλυσθαι τὴν γραμμὴν ταύτην καὶ μιᾶς αὐτὴν ἐκφυγείσης καὶ κατ’ ἀρχὰς εὐθὺς αὐτὴν ἀμυδρὰν γραφεῖσαν ἐξίτηλον αὐτὴν ὑπὸ τοῦ χρόνου γενέσθαι. πάντων δὲ τῶν ὑπαλλαξάντων τὰς παλαιὰς γραφὰς τολμηροτάτους τοὺς περὶ Καπίτωνα καὶ Διοσκορίδην εὑρίσκω πράξαντας τοῦτο. πότερον μὲν οὖν ἄμεινόν ἐστιν ἁπάντων αὐτῶν ἢ μόνων τῶν εὐλόγως μεταγραψάντων ἢ μηδενὸς ὅλως μεμνῆσθαι, σκοπούμενος εὗρον, εἰ μὲν τῷ μήκει τῶν ὑπομνημάτων οὐδεὶς ἔμελλεν ἀναγνωσομένων αὐτὰ δυσχεραίνειν, ἁπάντων μεμνῆσθαι κάλλιον εἶναι. μεμφομένων δὲ πολλῶν, οὐ τούτοις μόνον, ἀλλὰ καὶ τοῖς συμμέτρως ἔχουσι καὶ μόνα σπουδαζόντων τὰ χρήσιμα, μέσην τινα τούτων ἀμφοτέρων ποιήσασθαι τὴν ἐξήγησιν καὶ τοῦτο εὐθέως ἐν τῇ ἀρχῇ προεῖπον, ὅπως ἀπαλλάττωνται τῶνδε τῶν ὑπομνημάτων οἱ μὴ χαίροντες τούτοις. ἐγὼ μὲν γὰρ, ὥσπερ καὶ τἄλλα πάντα, πολλοῖς τῶν δεηθέντων ἑταίρων χαριζόμενος ἐποίησα
καὶ τὰς ἐξηγήσεις ταύτας ἐκείνων ἕνεκα συνέθηκα. θεωρῶν δ’ εἰς πολλοὺς ἐκπίπτοντα τὰ γραφόμενα προοιμίων τοιούτων ἐδεήθην. ὥσπερ οὖν τοῦτο προεῖπον, οὕτω καὶ τόδε προειπεῖν ἀναγκαῖόν ἐστιν, ὡς τὸ τῆς ἑρμηνείας εἶδος ἐν τῷ βιβλίῳ πάμπολυ διαλλάττει τοῦ κατὰ τὸ πρῶτον καὶ τρίτον τῶν ἐπιδημιῶν, ἃ σχεδὸν ἅπαντες ἡγοῦνται γεγράφθαι πρὸς ἔκδοσιν ὑφ’ Ἱπποκράτους μόνα. τῶν δ’ ἄλλων πέντε τὸ μὲν πέμπτον τε καὶ ἕβδομον ἐναργῶς εἶναι νόθα, τὸ δ’ ἕκτον τοῦτο καὶ πρὸ αὐτοῦ τὸ δεύτερον, ἐξ ὧν αὐτὸς Ἱπποκράτης ἑαυτῷ παρεσκευάσατο, φασὶν ὑπὸ Θεσσαλοῦ τοῦ υἱέος αὐτοῦ συντεθῆναι. καὶ τινὲς μὲν ἡγοῦνται καὶ αὐτόν τι παραγράψαι τὸν Θεσσαλὸν, τινὲς δὲ ἄλλους τῶν μετ’ αὐτόν. ἐν μὲν οὖν τῷ πρώτῳ καὶ τῷ τρίτῳ τῶν ἐπιδημιῶν καταστάσεις τέ τινας γράφει τοῦ περιέχοντος, ἐφ’ αἷς τὰ ἐπιδημήσαντα νοσήματα διηγοῦνται. ταύτῃ γὰρ ἐπ’ αὐτῶν αὐτὸς φαίνεται τῇ λέξει χρώμενος καὶ διὰ τοῦτο καὶ τὸ ἐπίγραμμα τοῖς βιβλίοις τοῦτο ἐποιήσατο, τῶν ἐπιδημίων

νοσημάτων διδασκαλίας αὐτοῖς γινομένης, οὐ τῶν αὐτοῦ τοῦ Ἱπποκράτους ἐπιδημιῶν ἃς ἐποιεῖτο κατὰ τὰς πόλεις, ἐνταυθοῖ δὲ τοῦτο μὲν ὀλίγον ἐστίν. τὸ δὲ πλεῖστον εἶδος τῆς διδασκαλίας ἀφορισμοί τινες εἶναι φαίνονται κατὰ περιγραφὴν ἕκαστος ἰδίαν γεγονότες, ὥστε δι’ ἀπορίαν οἰκείας ἐπιγραφῆς. καὶ ταῦτα τὰ δύο βιβλία συγχρήσασθαί φασι τῇ τῶν ἐπιδημιῶν, ὀλίγιστον ἔχοντα τὸ τῆς ἐπιγραφῆς οἰκεῖον. ἐοικὸς δὲ αὐτοῖς ὅσον ἐπὶ τῷ χαρακτῆρι τῆς λέξεως τὸ τέταρτον, ἀπολείπεται. πάμπολυ τῷ χρησίμῳ τῆς θεωρίας. ὅσοι δὲ Θεσσάλου καταστάσεις ἐπέγραψαν τὸ προκείμενον βιβλίον τοῦτο, προδήλως ἥμαρτον. ἀρκεῖ γάρ μοι ταῦτα προειρῆσθαι, γεγραμμένων ἐνίοις τῶν ἐξηγητῶν καὶ ἄλλων οὐκ ὀλίγων, ἃ διὰ τὸ μὴ βούλεσθαι μηκύνειν ἀκόλουθον ἦν παραλιπεῖν.


1. Ὁκόσῃσιν ἐξ ἀποφθορῆς.

Ἅπαξ εἰπεῖν τινὰ κοινὸν λόγον ἐπὶ κοινῷ πράγματι διέγνωκα. τῶν δὲ ἀναγνωσομένων ἑκάστῳ κατὰ τὴν οἰκείαν διάλεκτον, ὅπως ἂν ἑαυτὸν πείσει γράφειν ἐξέστω. τινὲς μὲν γὰρ ὅσῃσι διὰ τριῶν συλλαβῶν, ἔνιοι δ’ ὁκόσῃσι διὰ τεσσάρων ἔγραψαν. ἔνιοι δ’ οὐ διὰ τοῦ κ γράφουσιν ὁκόσῃσιν, ἀλλὰ διὰ τοῦ π τὴν δευτέραν συλλαβὴν, καθάπερ ὁ Καπίτων οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πάντα τὰ τοιαῦτα. διαφέρει δ’ οὐδὲν ὡς πρὸς τὰ τῆς τέχνης ἔργα γράφειν οὕτως ἢ ἐκείνως, ὥστ’ ἄμεινον ἔδοξέ μοι μόνας ἐκείνας τῶν γραφῶν προχειρίζεσθαι κατὰ τὸν λόγον, ὅσαι τὸ δηλούμενον ὑπαλλάττουσι, τὰς δὲ ἐν αὐτῇ μόνῃ τῇ λέξει διαφερομένας ἄνευ τοῦ καὶ τὰ πράγματα μετακινεῖν ἐπιτρέπειν ὡς ἂν ἐθέλῃ γράφειν καὶ λέγειν ἑκάστῳ. αὖθις οὖν ἀφ’ ἑτέρας

ἀρχῆς ἀναλαβὼν τὴν προγεγραμμένην ῥῆσιν ἐπὶ τὴν ἐξήγησιν αὐτῆς τρέψομαι.

2. Ὁκόσῃσι ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται καὶ κατὰ τὸ βρέγμα αἱ ὀδύναι καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων, ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶ εἰς ἰσχίον τελευτᾷ.

Ὃ καλοῦσιν ἄμβλωσιν οἱ Ἀττικοὶ, τοῦτο συνήθως Ἱπποκράτης ἀποφθορὰν ὀνομάζει καὶ τὰ ῥήματα δὲ τὰ περικείμενα τῇ προσηγορίᾳ τῇδε καὶ τὰς ὑπὸ τῶν γραμματικῶν ὀνομαζομένας μετοχὰς ἀνάλογον αὐτῇ γράφει. τὸ δ’ ἀμβλώσκειν, ἴσως γάρ τις ἀγνοεῖ καὶ τοῦτ’ αὐτὸ, κατὰ τῆς ἀτελοῦς τῶν ἐμβρύων ἐκπτώσεως ἐπιφέρουσιν, ὅπως ἂν ᾖ γεγονυῖα, καὶ τὰ φάρμακα δὲ τὰ τοῦτο ἐργαζόμενα καλοῦσιν ἀμβλωτικά. τὸ μὲν οὖν σημαινόμενον ὑπὸ τῆς λέξεως ἅπαξ

εἰρῆσθαι νῦν ἀρκέσει. τῶν δὲ χρησίμων ἀρκτέον ἤδη τοσοῦτον ἐπισημηναμένους, ὡς ταύτην τὴν ῥῆσιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν ἐν τῇδε τῇ λέξει γράφουσιν. ὁκόσῃσιν ἀπὸ φθορῆς περὶ ὑστέρας καὶ οἰδημάτων εἰς καρηβαρίας τρέπεται, φθορὰν, οὐκ ἀποφθορὰν βουλόμενοι δηλονότι τὴν ἄμβλωσιν ὀνομάζειν. οἱ δὲ προστιθέντες τὴν ἐξ πρόθεσιν, ἀποφθορὰν δηλονότι αὐτὴν ἐβουλήθησαν καλεῖσθαι. καὶ φαίνεται μὲν οὖν οὕτω πολλάκις ὀνομάζειν Ἱπποκράτης. εἰ μέντοι καὶ νῦν ἄδηλον· ὥσπερ δ’ ἐν τούτῳ, κᾂν διαφερόντως γράφωσι, τὴν αὐτὴν τοῦ λόγου φυλάττουσι διάνοιαν, οὕτω κᾀν τῷ περὶ ὑστέρας πληθυντικῶς ἢ ὑστέρην ἑνικῶς ἢ καρηβαρίην ἢ καρηβαρίας πληθυντικῶς, οὐχ ὑπαλλάττουσι τὴν τοῦ λόγου διάνοιαν. ὅθεν ἐγὼ Γαληνὸς παρῃτησάμην καὶ τοιαύτας ἐν τῇ λέξει διαφωνίας κρίνειν, ὅσαι τῶν δηλουμένων πραγμάτων οὐδὲν ὑπαλλάττουσι. τὸ γοῦν λεγόμενον ὑφ’ Ἱπποκράτους τοιοῦτόν ἐστιν. αἷς ἂν γυναιξὶν ἐπὶ
διαφθορᾷ τῶν ἐμβρύων, οἰδήματα ἐχούσαις, ἐν τῇ μήτρᾳ κατὰ συμπάθειαν ἀκολουθήσῃ καρηβαρία, ταύταις κατὰ τὸ βρέγμα γίνεσθαι τὴν ὀδύνην. ὡσαύτως δὲ καὶ ἄλλας καρηβαρίας, ὅσαι διὰ τὰ τῆς μήτρας πάθη γίνονται, κατὰ τὸν αὐτὸν λόγον ἐρειδούσας ἔχειν τὰς ὀδύνας εἰς τὸ βρέγμα. πρῶτον μὲν οὖν ἀναγκαῖόν ἐστιν ἐπισκέψασθαι τί ποτε σημαίνει τὸ τοῦ οἰδήματος ὄνομα. φαίνεται γὰρ ὁ Ἱπποκράτης ἀεὶ, καθότι δέδεικται πολλάκις, ἅπαντας τοὺς παρὰ φύσιν ὄγκους οὕτως ὀνομάζειν, ἐάν τε ἀνώδυνοι καὶ σκληροὶ τυγχάνωσιν ὄντες, οὓς ὀνομάζουσιν ἰδίως σκίῤῥους, ἐάν τε ὀδύνην ἔχωσιν, οὓς ὀνομάζουσιν ἰδίως φλεγμονὰς, ἐάν τε ἀνώδυνοί εἰσι καὶ χαῦνοι, καλοῦσι δὲ μόνους τούτους οἰδήματα, νυνὶ μέντοι φαίνεται τοιούτων οἰδημάτων μνημονεύειν, ὅσα τε χρονίσαι δύναται καὶ καρηβαρίαν ἐργάσασθαι, τουτέστι τῆς κεφαλῆς. ὅτι μὲν οὖν ἐπὶ ταῖς διαφθοραῖς τῶν ἐμβρύων εἴωθε γίνεσθαι τοῦτο, τὸ φαινόμενον αὐτὸ μαρτυρεῖ. τίς δ’ ἐστὶν ἡ αἰτία τοῦ μᾶλλον τῶν ἄλλων τῆς κεφαλῆς μερῶν ὀδυνᾶσθαι τὸ βρέγμα πειρασθέντες
εὑρεῖν ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀλλήλοις διηνέχθησαν, ἔνιοι μὲν τὸ κατ’ ἴξιν, ὅπερ ἐστὶ τὸ κατ’ εὐθυωρίαν, αἰτιασάμενοι· τοῖς μὲν γὰρ κατ’ ὀσφύν τε καὶ ὅλως τὴν ῥάχιν ἐν πάθει τινὶ γενομένοις μορίοις ἐπὶ τὸν ὀπίσθιον ἐγκέφαλον ἀνήκειν φασὶ τὴν εὐθυωρίαν· τινὲς δὲ καὶ τῆς μήτρας αὐτῆς τοῖς μὲν τὰ ὄπισθεν πάσχουσι τὰ κατὰ τὸ ἰνίον φασὶ συμπάσχειν, τοῖς δὲ τὰ πρόσω τὰ κατὰ τὸ βρέγμα· τινὲς δὲ ἀποχωρήσαντες ἀπὸ τοῦ κατ’ εὐθυωρίαν, ὃ δὴ καὶ κατ’ ἔξιν ὁ Ἱπποκράτης ὀνομάζει, συμπάσχειν φασὶ τῇ μήτρᾳ τὸν ἐγκέφαλον, ὡς ἂν νευρώδει μορίῳ νεύρων ἀρχὴν ὄντα αὐτὸν καὶ διὰ τοῦτο γίνεσθαι τὰς καρηβαρίας, ἅτε δὴ πλείστου κατὰ τὸ βρέγμα κειμένου τοῦ ἐγκεφάλου, κατὰ τοῦτο διασημαίνειν μάλιστα τὴν ὀδύνην. ἔνιοι δὲ ἀσθενέστατον εἶναι τοῦτο τὸ μέρος τῆς κεφαλῆς εἰπόντες εἰκότως φασὶ μειζόνως τῶν ἄλλων αὐτὸ πάσχειν. ὅσοι μὲν γὰρ ἀπὸ τῶν μέσων τοῦ ἐγκεφάλου τῶν κατὰ τὸ βρέγμα ἐπὶ τὰς μήτρας νεῦρα πεφυκέναι λέγουσι, τούτων οὐδὲ μεμνῆσθαι καλὸν, ὥσπερ ἴσως οὐδὲ τῶν φασκόντων 
διότι νευρώδης ἡ μήτρα, διὰ τοῦτο αὐτῇ συμπάσχει τῶν νευρῶν ἡ ἀρχή. πῶς γὰρ οὐκ ἂν ἐγγὺς μᾶλλον ὂν τὸ περιτόναιον καὶ τὰ ἔντερα καὶ ἡ γαστὴρ καὶ τὸ διάφραγμα συνεπάθησεν αὐτῇ, νευρώδη γε ὄντα καὶ αὐτά. τούτων δὲ ἔτι χείρους οἱ λέγοντες τοῖς ὄρχεσι τὸν ἐγκέφαλον συμπάσχειν, ἐπειδὴ καὶ αὐτοὶ τὴν αὐτὴν ἔχουσιν οὐσίαν ἐγκεφάλῳ καὶ διὰ τοῦτο καὶ τῇ μήτρᾳ, καὶ γὰρ καὶ ταύτην ὄρχεις ἔχειν. ἐὰν δὲ καὶ τῶν ἔτι φαυλοτέρων ἢ κατὰ τούτους μνημονεύω, τάχ’ ἄν τις ἐγκαλέσει μοι καὶ φήσει μηδ’ ὧν ὀλίγον ἔμπροσθεν ἔγραψα μεμνῆσθαί με. κάλλιον οὖν ἦν παρῃτημένον τὰς φλυαρίας αὐτῶν ἅπαξ μηδ’ ὅλως ἔτι μνημονεύειν ὧν εἰρήκασι. τῶν δὲ λεγόντων νευρώδη τὴν μήτραν εἶναι κατὰ μέν τι σημαινόμενον ἀληθῆ τὸν λόγον ἡγητέον εἶναι, καθ’ ἕτερον δὲ ψευδῆ. τρία γάρ ἐστι γένη σωμάτων ὁμοιομερῶν ἐν τοῖς ζώοις ἄναιμά τε καὶ ἀκοίλια φαινόμενα, τὰ μὲν ἐξ ὀστῶν, τὰ δ’ ἐξ ἐγκεφάλου καὶ νωτιαίου,
τὰ δὲ ἐκ μυῶν φυόμενα. ὀνομάζεται δὲ ὑπὸ μὲν Ἱπποκράτους τοὐπίπαν τὸ μὲν πρῶτον αὐτῶν εἰρημένον σύνδεσμος, τὸ δὲ δεύτερον νεῦρόν τε καὶ τόνος, τὸ δὲ τρίτον τένων. ἔνιοι δὲ νεῦρα πάντα καλέσαντες δι’ ἣν εἶπον ὁμοιότητα τὸ μὲν πρῶτον αὐτῶν γένος συνδετικὸν εἶναί φασι, τὸ δὲ δεύτερον αἰσθητικόν τε καὶ προαιρετικὸν, τὸ δὲ τρίτον ἀπονεύρωσιν ὀνομάζουσιν. ἀλλ’ οὐδ’ ἐξ ἑνὸς τῶν τριῶν τούτων γενῶν ἡ μήτρα μετέχει νεύρων πολλῶν. ἐπεὶ δ’ ἔκτασίν τε καὶ συστολὴν ἄχρι πλείστου τὸ σῶμα αὐτῆς φαίνεται ποιούμενον, ὃ μήτε τοῖς σαρκώδεσι μήτε τοῖς πιμελώδεσι μορίοις ὑπάρχει, κατὰ τοσοῦτον νευρώδη προσαγορευόμενον αὐτὴν ἀπό τινος ὁμοιότητος, κᾀνταῦθα παράγωγον ὄνομα τῶν νεύρων ποιησάμενοι, καθάπερ ἀμέλει καὶ τὴν κύστιν οὕτω προσαγορεύειν εἰώθασι καὶ τἄλλα πάντα τὰ λευκὰ καὶ ἄναιμα κατὰ τὴν οὐσίαν, ὅταν ἐκτείνεσθαί τε μέχρι πλείστου καὶ πάλιν εἰς ἑαυτὰ συνιζάνειν φαίνηται. κατὰ τοῦτο γοῦν αὐτὸ καὶ τὴν τοῦ καλουμένου καυλοῦ φύσιν
ἐν τοῖς τῶν ἀῤῥένων αἰδοίοις νευρώδη φασὶν εἶναι καὶ τῆς μήτρας τὸν τράχηλον. εἰσὶ δ’ οἳ καὶ σηραγγῶδές τε νεῦρον ὀνομάζουσι τὸν καυλὸν τοῦ αἰδοίου καὶ δι’ ἐκεῖνον καὶ ὅλον αὐτὸ νευρῶδες καλοῦσι. κᾄπειτα ἐπιλαβόμενοι τῆς ὁμοιότητος οὐ κατὰ τὴν δύναμιν τῶν ὄντως νεύρων, ἀλλὰ κατὰ τὴν σωματικὴν οὐσίαν αὐτῆς οὔσης ζητοῦσι διὰ τί συμπαθείας οὐ φέρει μεγάλας ταῖς τῶν νεύρων ἀρχαῖς ὁ καυλός. ἀρχὰς δὲ δηλονότι νεύρων ἐγκέφαλόν τε καὶ νωτιαῖον λέγω, καὶ κατὰ τὴν μήτραν τοίνυν ἐμφύεται μέν τινα νεῦρα πάντως, ἢ οὐκ ἂν ᾐσθάνετο. μικρὰ δ’ ἐστὶ πάνυ ταῦτα παραβαλλόμενα τῷ μεγέθει τοῦ μορίου καὶ διὰ τοῦτο ζητήσεως οὐ μικρᾶς ἐστιν ἄξιον, ἐάν τις θέλῃ φυσιολογεῖν τὰ τοιαῦτα. τί δή ποτε ἔνιαι τῶν ὑστερικῶν ὀνομαζομένων γυναικῶν συνολκαῖς καὶ τάσεσι σπασμῷ παραπλησίαις ἁλίσκονται. ἀλλ’ ἐπὶ τε φλεγμαινούσης μήτρας οὐ πάνυ τι φαίνεται τοῦτο γινόμενον, ὥσπερ οἱ πυρετοὶ πάνυ σφοδροὶ καὶ θερμοὶ, δι’ οὓς ἡ γλῶσσα γίνεται λιγνυώδης,
ὡς αὐτὸς ἑξῆς ἐρεῖ κατὰ τοῦτο τὸ βιβλίον. ἐχρῆν οὖν καὶ ταῦτα ζητῆσαι πρῶτον, ὅσοι περὶ συμπαθείας τι τῆς κεφαλῆς ἣν πρὸς τὴν μήτραν ἴσχει λέγειν ἐπιχειροῦσιν· ὅτι μὲν γὰρ θερμοὺς καὶ σφοδροὺς ἐπιφέρει πυρετοὺς οἱ τοῖς ἔργοις ὁμιλήσαντες ἴσασιν, οὐχ ὡς οἵ γ’ ἐν Ἀλεξανδρείᾳ σοφιστεύσαντες, ὑφ’ ὧν ἐπληρώθη μάλιστα μακρῶν καὶ ψευδῶν λόγων τὰ βιβλία, τοῖς ἐξ ἀγέλης ἥκουσι τοὐπίπαν ὁμιλοῦσι μειρακίοις, μήθ’ ἑορακόσιν ἀῤῥώστους μήτ’ αὐτοὶ τετριμμένοι περὶ τοῦτο. πάνυ γὰρ ἠμέληται τοῖς ἐκεῖ πᾶσιν ἀνθρώποις τὰ κατὰ δίαιταν. ὅσοι τοίνυν ἑοράκασιν ἐπὶ μήτρᾳ φλεγμαινούσῃ νοσούσας γυναῖκας, ἴσασιν ὅπως θερμοὶ καὶ σφοδροὶ πυρετοὶ καταλαμβάνοντες ὅλον τὸ σῶμα διακαίονται τὴν κεφαλὴν ὁμοίως τοῖς καὶ χωρὶς τοῦ παθεῖν τι τὴν μήτραν τοιούτοις γινομένοις. ἀλλὰ κᾂν μὴ πυρέττον ἐπιδήλως, αἷς ἐπέσχηται τὰ καταμήνια, κίνδυνός ἐστιν ἐν τάχει πυρέξαι, καὶ ταύταις ἡ κεφαλὴ βαρεῖα καὶ πλήρης ἀτμῶν τε καὶ θερμῶν χυμῶν γίνεται καὶ διὰ τοῦτο
αὐτῶν ἔνιαι κωματώδεις εἰσὶν, εἴτε πυρέξουσιν εἴτε μή. ταῦτα μὲν οὕτω φαίνεται γινόμενα. τίς δ’ ἐστὶν αἰτία δι’ ἣν ἐπὶ ταῖς τοιαύταις διαθέσεσι τῆς ὑστέρας ἡ κεφαλὴ πληροῦται μετὰ ταῦτα ἐχρῆν ζητεῖν, εὐχόμενον μὲν εὑρεῖν, εἰ δὲ μὴ, ἀλλὰ τό γε φαινόμενον ἐκ τῆς ἐμπειρίας φυλάττοντά τε καὶ μεμνημένον. ἐπιχειρήσομεν οὖν ἡμεῖς εἰπεῖν τινὰς περὶ τῶν οὕτως φαινομένων αἰτίας, ἐντεῦθεν ἀρξάμενοι. τῶν κατὰ τὸ σῶμα ἁπάντων μορίων πλείστας τε καὶ μεγίστας φλέβας ἔχουσιν αἱ μῆτραι, καὶ ὅταν γε κακοπραγῶσιν ἐξ ἐπισχέσεως καταμηνίων ἢ λοχείων ἢ διά τινα φλεγμονὴν ὁπωσοῦν γινομένην, ἀναγκαῖον αὐτὰς αἵματος ἐμπίπλασθαι, κᾂν ἐπ’ αὐτῷ σηπομένῳ πυρετὸς ἀνάπτηται, ἀπὸ τῆς ἰδέας τῶν συνόχων ἀναγκαῖον αὐτὸν γενέσθαι. δέδεικται γὰρ ἐφ’ αἵματι σηπομένῳ τοὺς τοιούτους ἀνάπτεσθαι πυρετοὺς, ἀτμῶν θερμῶν πλῆθος οὐκ ὀλίγον ἀναπέμποντας ἐπὶ τὴν κεφαλήν. ὅτι δὲ ὑφ’ ἧς 
ἂν αἰτίας ἡ κεφαλὴ πληρωθῇ τοιούτων ἀτμῶν, αἱ καρηβαρίαι μάλιστα κατὰ τὸ βρέγμα φαίνονται, λυποῦσαι τὸν ἄνθρωπον, οἶς τῶν ἔργων τῆς τέχνης φροντὶς ἐγένετο, φθάνουσι γινώσκοντες πρὶν παρ’ ἡμῶν ἀκοῦσαι. ἀλλὰ τίς ἡ αἰτία τοῦ συμβαίνοντος ἴσως ἀκοῦσαι ποθήσεις· ἐρῶ τοίνυν γέ σοι τήν γέ μοι δοκοῦσαν εἶναι πιθανωτάτην καὶ ταύτην οὐ μίαν, ἀλλὰ πλείους. πρῶτον μὲν γὰρ, ὅτι τοὺς εἰρημένους θερμοὺς ἀτμοὺς εὔλογόν ἐστι διὰ τῶν ἀρτηριῶν ἐπὶ τὴν κεφαλὴν ἀναφέρεσθαι καὶ ταύτας ἐστὶν ἰδεῖν κατ’ εὐθὺ τοῦ βρέγματος ἀνερχομένας ἐκ τοῦ τραχήλου τῆς καλουμένης χοάνης ἑκατέρωθεν. ἔπειτα δ’ ὅτι καὶ διαπνεῖσθαι καθ’ ὅλον τὸν τῆς ὑγείας χρόνον εἴθισται τὰ λεπτὰ καὶ ἀτμώδη τῶν τοῦ ἐγκεφάλου περιττωμάτων κατὰ τὸ βρέγμα μάλιστα· καὶ γὰρ κατὰ τοῦτο ἀραιόταταί εἰσιν αἱ ῥαφαὶ καὶ τὸ κράνιον αὐτὸ λεπτότατόν τε καὶ σηραγγωδέστατον, ἔτι τε πρὸς τούτοις αἰσθητικὰ σώματα κατὰ τὰς ῥαφάς ἐστι πλείω· καὶ γὰρ ὑμένες τινὲς συνάπτουσι τὴν παχεῖαν μήνιγγα τῷ περικρανίῳ καὶ πλῆθος ἀγγείων λεπτῶν
διεξέρχεται. τῶν δ’ ἴσων κατὰ τὸ μέγεθος παθημάτων μᾶλλον αἰσθάνονται τὰ αἰσθητικώτερα φύσει, τὰ δὲ μᾶλλον αἰσθανόμενα μᾶλλον ὑπὸ τῶν ὀδυνηρῶν αἰτίων ἀνιᾶται. διὰ ταῦτα μὲν δὴ κατὰ τὸ βρέγμα εἰσὶν αἱ ὀδύναι. καταλείπεται δὴ τὴν αἰτίαν εὑρεῖν, δι’ ἣν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ, τουτέστι κατασκήπτει τὸ νόσημα ταῖς οὕτως ἐχούσαις. ἐπεὶ δὲ ἀξιοῦσιν ἔνιοι οὐκ ἐν ὀκτὼ καὶ δέκα μησὶν, ἀλλ’ ἐν ὀγδόῳ ἢ δεκάτῳ, καὶ φασὶν ἐν πολλοῖς τῶν ἀντιγράφων εὑρίσκεσθαι καὶ μάλιστα τῶν παλαιοτάτων τὸ στοιχεῖον τὸ η΄ καὶ πάλιν τὸ ι΄ στοιχεῖον, η΄ μὲν ἀντὶ τῶν ὀκτὼ γεγραμμένον, ι΄ δὲ ἀντὶ τῶν δέκα, προσεπισκέψωμεν καὶ τὴν ἐν τούτοις διαφοράν. ἐὰν μὲν γὰρ ἐν ὀκτὼ ἢ δέκα μησὶ λέγωμεν ἐς ἰσχίον τελευτᾶν, ἀπὸ τῆς ἀμβλώσεως, οὐκ ἀπὸ τῆς συλλήψεως ἀριθμήσομεν· ἐὰν δὲ ἐν ὀγδόῳ ἢ δεκάτῳ μηνὶ, τὸν ἀπὸ τῆς συλλήψεως οὕτω χρόνον δηλοῦσθαι φήσομεν. ἐμοὶ δ’ οὐκ ἀδύνατον τοῦτο φαίνεται καθ’ ἑκατέραν τῶν λέξεων ἑκατέρως ἀκούειν καὶ χρὴ τοῦ λεγομένου τὴν κρίσιν ἐπὶ τῇ πείρᾳ τίθεσθαι,
καθάπερ ἐγὼ διὰ παντὸς ἐπὶ πάντων τε τῶν τοιούτων ἐποίησα καὶ τοῦδε τοῦ νῦν εἰρημένου. καί μοι παραφυλάττοντί ποτε ἐν μ΄ ἡμέραις, ἐνίοτε δ’ ἐν δύο μησὶν ἢ τέτταρσιν ἐφάνη τελευτῆσαν τὸ νόσημα, τισὶ δὲ καὶ μέχρι πλειόνων ἐξετάθη, καί τινες ὄντως ἐς ὄγδοον ἦλθον μῆνα καὶ ἄλλαι τινὲς ἐς δέκατον. ἐθεασάμην δὲ καὶ τὴν εἰς ἰσχίον ἐκ μήτρας ἀπόστασιν, ἀλλ’ οὐκ ἐπὶ πολλῶν, καίτοι πολλὰς ἐφ’ ὑστέρᾳ κακοπραγούσῃ χρονίως πασχούσας εἶδον. ὀκνηρῶς οὖν εἶχον ζητεῖν τὴν αἰτίαν οὗ μήπω τὴν ὕπαρξιν εὗρον ἀληθευομένην. ὁ γὰρ Ἀριστοτέλης ἀξιοῖ προεγνωσμένου βεβαίως τοῦ ὅτι, ζητεῖσθαι χρῆν τὸ διότι. πρὶν δ’ ὅτι γίνεται βεβαίως μαθεῖν, εἴ τις ζητοίη τὸ διότι, φανερός ἐστιν ἀδολεσχεῖν τε καὶ ληρεῖν προῃρημένος, οὐ τἀληθὲς εὑρεῖν ὀρεγόμενος. οἱ γοῦν ἐπιχειρήσαντες εἰπεῖν καὶ τοῦδε τὴν αἰτίαν τοιαῦτα λέγουσιν. ὅσοι μὲν γὰρ ἀπὸ τοῦ τῆς ἀμβλώσεως χρόνου εἰς ὀκτὼ ἢ δέκα
μῆνας ἀριθμεῖν ἀξιοῦσι, τὴν ὑστέραν φασὶν εἰθίσθαι κακοπαθεῖν ἐν δυσὶ τούτοις χρόνοις, ὀγδόῳ καὶ δεκάτῳ μηνί. κατὰ μὲν γὰρ τὸν ὄγδοον μῆνα στρέφεσθαι τὸ ἔμβρυον, ἀποκυίσκεσθαι δ’ ἐν τῷ δεκάτῳ. καὶ νῦν οὖν ταῖς αὐταῖς προθεσμίαις τὴν τῶν λυπούντων ἀπόκρισιν ποιεῖσθαι δι’ ἀποσκήμματα εἰς χωρίον πλησίον τε κείμενον καὶ δέξασθαι τὰ πεμπόμενα δυνάμενον. ὅσοι δ’ ἀπὸ τοῦ τῆς συλλήψεως χρόνου κελεύουσιν ἀριθμεῖν, εὐλογώτερον εἶναί φασιν, ὡς εἰ καὶ μηδεμία μεταξὺ φθορὰ περὶ τὸ ἔμβρυον ἐγεγόνει, νεωτέραν δ’ ἄν τινα κίνησιν ἡ μήτρα περὶ αὐτὸ κατὰ τοὺς χρόνους τούτους ἔσχεν ἢ στρεφόμενον ἢ ἐκκρινόμενον, οὕτω καὶ νῦν ἴσχειν. ἑκάτεροι δ’ ἁμαρτάνουσι τὰς κινήσεις τοῦ ἐμβρύου ταῖς ὑστέραις ἀνατιθέντες. εἴτε γὰρ στρέφεται κατὰ τὸν ὄγδοον μῆνα, πάντως δήπου τὴν κίνησιν ταύτην ἔξ ἑαυτοῦ ποιεῖται, τήν τ’ ἀποκύησιν, ὅταν κινούμενον ἰσχυρότερον ἀποῤῥήξῃ τινὰ τῶν περιεχόντων ὑμένων, λαμβάνει, τοῦτο γὰρ κᾀν τῷ περὶ παιδίων φύσεως εἴρηται κατὰ τήνδε τὴν λέξιν· Ὅταν δὲ τῇ γυναικὶ ὁ τόκος
παραγίνηται, συμβαίνει τότε τῷ παιδίῳ κινουμένῳ καὶ ἀσκαρίζοντι καὶ χερσὶ καὶ ποσὶ ῥῆξαί τινα τῶν ὑμένων τῶν ἐσωτάτω. ῥαγέντος ἑνὸς οἱ λοιποὶ ἀκινδυνοτέρην δύναμιν ἔχουσι καὶ ῥήγνυται πρῶτος μὲν ὁ ἐκείνου ἐχόμενος, ἔπειτα ὁ ὕστατος. ὅταν οὖν μηκέτι ἐν τῇ μήτρᾳ περιέχηται τὸ παιδίον ἀμβλωθὲν, οὐδὲ τὰς κινήσεις αὐτοῦ σώζεσθαι δυνατόν ἐστιν. ὁμοίως δὲ τούτοις εἰσὶν ἀπίθανοι καὶ ὅσοι φασὶ τὸν ἕβδομον μῆνα καὶ τὸν ἔνατον τὰς ἀποκυήσεις τῶν ἐμβρύων ἔχειν. τὸν δὲ ὄγδοον καὶ δέκατον τὰς παρὰ φύσιν ἀποστάσεις ὑστεριζούσας ἑνὶ μηνὶ τῶν κατὰ φύσιν, ὅπερ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν εἰρῆσθαί φασι, κατ’ ἐκείνην τὴν λέξιν, ἐν ᾖ φησι, τῇ ὑστεραίῃ, ὡσανεὶ τῷ ὑστέρῳ χρόνῳ ἢ μηνί. προεξηγησάμεθα δὲ τοῦτο κατ’ ἐκεῖνο τὸ βιβλίον, ἐγὼ δὲ εἰ λεγόμενον αὐτὸ πρότερον ἑοράκειν οὕτως ἔχον, ἐζήτουν ἂν αὐτοῦ φιλοπονώτερον τὴν αἰτίαν. ἐπεὶ δ’ ἐν πολλαῖς χρόνων προθεσμίαις ἐθεασάμην τὰ τῆς ὑστέρας πάθη κρινόμενα καὶ συμφωνοῦντά γε ταῖς τῶν κρισίμων ἡμερῶν περιόδοις, ἃς αὐτὰς ἐδίδαξεν ἐν προγνωστικῷ, 
καταλείπω τὴν ζήτησιν τῆς αἰτίας, οὔτε διὰ παντὸς ὁρῶν τὸ εἰρημένον οὕτως ἔχον οὔθ’ ὡς πολύ. τεθεαμένον δ’ ἴσως κατὰ τύχην ἐπὶ δυοῖν ἢ τριῶν γυναικῶν τὸν ταῦτα γράψαντα συμβὰν οὕτως, εἴθ’ ὁ Ἱπποκράτης αὐτός ἐστιν εἴτε Θέσσαλος εἴτ’ ἄλλος τις, ἀποφήνασθαι προπετέστερον ἡγοῦμαι καθολικὴν ἀπόφασιν ἐπὶ πράγματι μήτε διὰ παντὸς, ὡς ἔφην, μήτε πολλάκις γινομένῳ. ταῦτα μὲν οὖν ἡμῖν τέλος ἐχέτω. μνημονεύσωμεν δὲ τῶν προθέντων ἐν τῇ γραφῇ τὸν καὶ σύνδεσμον ἐν τῷ μεταξὺ τοῦτο, ἐς καρηβαρίην τρέπεται καὶ τοῦ κατὰ τὸ βρέγμα ὀδύναι καὶ ποιήσωμεν ὅλην τὴν γραφὴν τοιάνδε· ὅσῃσιν ἀπὸ φθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται καὶ κατὰ τὸ βρέγμα ὀδύναι καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων, ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ. ἰατρικὸν γάρ τινα διορισμὸν εἰς πρόγνωσιν χρήσιμον, οὐκ αἰτιολογικὸν ἐπεισάγουσι τῷ πρόσθεν λόγῳ τοιαύτην ἀξιοῦντες εἶναι τὴν διάνοιαν. ὅσαις γυναιξὶν οἰδημάτων
ἐν ταῖς μήτραις, ἐπ’ ἀμβλώσει γινομένων, ἐς καρηβαρίαν τρέπεται καὶ κατὰ τὸ βρέγμα αὐταῖς ὀδύναι γίνονται ταύταις ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον μετάστασίς ἐστι τῶν τὰς μήτρας λυπούντων, ὡς οὔτε πάντων τῶν κατὰ τὰς ὑστέρας οἰδημάτων καὶ τὸ βρέγμα τὰς ὀδύνας ἐργαζομένων οὔτε πάντων ἐς ἰσχίον κατασκηπτόντων, ἀλλ’ ἐκείνων μόνον ὅσα κατὰ τὸ βρέγμα ποιεῖται τὰς ὀδύνας. ἀλλ’ οὐδὲ τοῦτο παραφυλάξας εὗρον οὕτω γινόμενον, οὐ μὴν οὐδ’ αὐτοί τινα λόγον αὐτοῦ λέγουσι. διὰ τί γὰρ ἐκεῖνα μόνα τῶν κατὰ τὰς μήτρας οἰδημάτων ἐς ἰσχίον ἀποσκήπτειν ἀξιοῦσιν ὅσα κατὰ τὸ βρέγμα τὰς ὀδύνας ἐποιήσατο, λέγειν οὐκ ἔχουσιν. οὐδ’ ἡμεῖς οὖν αὐτοῖς πιστεύσομεν, ὡς ἂν μήτε δι’ ἐμπειρίας εἰληφότες τοῦ λόγου τὴν πίστιν μήτ’ ἐκ τῆς τοῦ πράγματος φύσεως ἐνδεικτικῶς. εὔδηλον δ’ ὅτι καὶ τὴν λέξιν ἐκείνην, καθ’ ἣν καὶ ἄλλαι ἀπὸ ὑστερέων ὁ Ἱπποκράτης ἔγραψεν, ἐξηγοῦνται διττῶς. ἔνιοι μὲν ἐπὶ τὰς ἐν τῇ μήτρᾳ διαθέσεις ἀναφέροντες τὸν λόγον, ὡς οὐδὲν ἧττον, ἁπασῶν

αὐτῶν, τῆς προειρημένης τὰς καρηβαρίας τε καὶ κατὰ τὸ βρέγμα μάλιστα γινομένας ὀδύνας ἑπομένας ἐχουσῶν. ἔνιοι δ’ ἐπὶ τὰς τῆς κεφαλῆς διαθέσεις ἀναφέρουσι τὸν λόγον, ὡς εἰ καὶ οὕτως ἔγραψεν. ὅσαις ἀπὸ φθορῆς καὶ οἰδημάτων ἐς καρηβαρίαν τρέπεται, κατὰ τὸ βρέγμα εἰσὶν ὀδύναι καὶ ἄλλαι δὲ τῆς κεφαλῆς διαθέσεις αἱ ἀπὸ ὑστερῶν γινόμεναι κατὰ τὸ βρέγμα μάλιστα διασημαίνουσιν. ἄλλας διαθέσεις ἀκούσωμεν τὰς ἀναλόγους τῇ καρηβαρίᾳ, καλοῦσι δὲ τὰς μέν τινας αὐτῶν κεφαλαίας, τὰς δὲ ἡμικρανίας, τὰς δὲ κεφαλαλγίας ἁπλῶς.

3. Οἱ φοξοὶ οἱ μὲν κρατεραύχενες ἰσχυροὶ καὶ τἄλλα καὶ τοῖσιν ὀστέοισιν, οἱ δὲ κεφαλαλγέες καὶ ὠτόῤῥυτοι, τουτέοισι ὑπερῶαι κοῖλαι καὶ ὀδόντες παρηλλαγμένοι.

Κᾀνταῦθα πάλιν οὐδὲν διαφέρει πότερα κρατεραύχενες ἐν πέντε συλλαβαῖς ἢ κρατραύχενες ἐν τέτρασί τις γράψειε. τοὺς γὰρ κρατεροὺς ἔχοντας τοὺς αὐχένας, ὅπερ ἐστὶν ἰσχυροὺς, ἑκατέρα τῶν φωνῶν σημαίνει. τὸ μέντοι μακραύχενες, ὅπερ ἔνιοι γράφουσι τὴν παλαιὰν ὑπαλλάττοντες γραφὴν, οὐ ταὐτὸν δηλοῖ. κρατερὸς μὲν γὰρ αὐχὴν ὁ ἰσχυρὸς ὀνομάζεται, διὰ σκληρότητα καὶ μέγεθος ὀστῶν τοιοῦτος γινόμενος τοὐπίπαν. οὕτως δ’ ἔχουσι καὶ οἱ περικείμενοι τοῖς ὀστέοις μύες τε καὶ τένοντες καὶ σύνδεσμοι. μακροὶ δ’ αὐχένες οὐχ ὅπως ἐν ἀρετῆς μέρει γίνονται, ἀλλὰ καὶ μοχθηροὶ τοὐπίπαν εἰσὶ, παραπλησίως τῷ στενῷ καὶ μακρῷ θώρακι. καὶ γὰρ καὶ τοῦτον εὐρὺν εἶναι προσῆκεν, οὐ πλατὺν μόνον ἢ μακρόν. εὐρὺς δ’ ἐν τῇ κατὰ βάθος τε καὶ πλάτος διαστάσει καὶ θώραξ καὶ αὐχὴν καὶ πᾶν ὁτιοῦν ἄλλο γίνεται μόριον, ὅταν ἀνάλογον ἀλλήλοις αὐξηθῇ ταῦτα. πάντως δ’ ἐπ’ αὐτῶν ἐστι καὶ τὸ μῆκος, ἤτοι μεῖζον ἢ ἴσον γε τοῖς συμμέτρως ἔχουσιν. ὁ μὲν οὖν θώραξ τῶν ἐντυγχανόντων ἡμῖν ἀνθρώπων οὐ φαίνεται, πρὶν γυμνωθῆναι

τὸ σῶμα. τὴν δὲ κεφαλὴν εὐθέως ὁρῶμέν τε καὶ γνωρίζομεν ὅ τί περ ἂν ἔχῃ κατά τε τὴν διάπλασιν καὶ τὸ μέγεθος σφάλμα· κατὰ μὲν τὸ μέγεθος, εἴτε σμικροτέρα τοῦ προσήκοντος ἢ μείζων γεγονυῖα, κατὰ δὲ τὴν διάπλασιν ἢ ἀκριβῶς στρογγύλην, τήν τε κατὰ μέτωπον ἐξοχὴν καὶ τὴν κατὰ τὸ ἰνίον ἀπολωλεκυῖα τελέως, ἢ φοξὴ προμηκεστέρας τοῦ δέοντος ἔχουσα τὰς ἐξοχὰς, ἤτοι γ’ ἀμφοτέρας ἢ τὴν ἑτέραν ἢ μίαν ἔχουσα μόνην, ἀπολωλεκυῖα δὲ τὴν ἑτέραν. ἐπὶ μὲν οὖν τῆς μείζονός τε καὶ φοξῆς ἐπισκέπτεσθαι προσήκει τό τε ποσὸν τῆς ὑπεροχῆς καὶ τὴν τοῦ αὐχένος ὑπεροχὴν, εἰς τὸ διαγνῶναι πότερον ἄμεινον αὐτοῖς ἢ χεῖρον ἡ κεφαλὴ κατεσκεύασται. δέδεικται γὰρ ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασιν οὐ μικρὰ χρεία γινομένη τοῖς ἰατροῖς ἔκ τε τοιαύτης γνώσεως εἰς φυλακὴν τῆς τοῦ μέρους ὑγείας καὶ τὴν ἐσομένην ἐπανόρθωσιν, εἰ φθάσειέ ποτε μαθεῖν. ἐπὶ δὲ τῆς ἐναργῶς μικρᾶς ἐγνωκέναι μὲν χρὴ τὴν σμικρότητα, προσεπισκέπτεσθαι δὲ ἐκ περιουσίας καὶ τὰ κατὰ τὸν τράχηλον. ἐπειδὴ στελέχει παραπλησίως 
ἡ ῥάχις ὡς ἐκ ῥιζώσεως πέφυκε τῆς κεφαλῆς. ἔμαθες γὰρ ἐξ ἐγκεφάλου τῷ νωτιαίῳ μυελῷ τήν τε τῆς γενέσεως ἀρχὴν εἶναι καὶ τὴν τῶν δυνάμεων χορηγίαν. περιέχουσι δὲ τοῦτον οἱ σπόνδυλοι λεπτὸν μὲν ὄντα μικροὶ, παχὺν δὲ γενόμενον εὐρεῖς. ὥσπερ οὖν ὁ μέγας μὲν θώραξ εὐρυχωρίαν τε μεγάλην ἔνδοθεν ἔχει, καθ’ ἣν ἄθλιπτα καὶ μεγάλα δύο σπλάγχνα περιέχεται πνεύμων καὶ καρδία. ὁ δὲ σμικρὸς ἀνάλογον αὐτῷ καὶ ταῦτα ἔχει σμικρά τε καὶ στενοχωρούμενα. κατὰ τὸν αὐτὸν τρόπον ἡ κεφαλὴ καὶ ἡ ῥάχις ἀνάλογον ἑαυταῖς ἔχουσιν ἐγκέφαλόν τε καὶ νωτιαῖον. ὅταν μὲν εἰς μέγεθος ἐπιδῶσιν, αὐτούς τε μεγάλους εὐρείας τε τὰς τοῦ πνεύματος χώρας ἐν αὐτοῖς ποιοῦσιν, αἱ δὲ σμικραὶ τἀναντία. φαίνεται δὲ καὶ τὰ τῆς διανοίας βεβλαμμένα τοῖς ἐναργῶς ἔχουσιν, ἤτοι πάνυ μεγάλας ἢ πάνυ σμικρὰς τὰς κεφαλάς. ἀλλ’ αἱ μὲν σμικραὶ μοχθηραὶ διὰ παντός, αἱ δὲ μεγάλαι γένοιντ’ ἄν ποτε κατὰ τὸ σπάνιον ἐπὶ ῥώμῃ
τε τῆς κατὰ ταῦτα δυνάμεως καὶ πλήθει τῆς ὕλης, ἐξ ἧς διεπλάσθησαν, ὅπερ ὑπάρξαι φασὶ καὶ Περικλεῖ τῷ Ἀθηναίῳ συνετωτάτῳ γενομένῳ. σκώπτεται γοῦν ὑπὸ τῶν κωμικῶν ἐπὶ μεγέθει κεφαλῆς. ἔτι δὲ μᾶλλον, ἐὰν καὶ τὸ κατὰ φύσιν σχῆμα φυλάττῃ καὶ τὸν αὐχένα κρατερὸν ἔχῃ καὶ τοὺς ὀφθαλμοὺς δεδορκότας δριμὺ, γνωστέον ἄριστα διακεῖσθαι τὴν τοιαύτην κεφαλήν. αἱ δὲ φοξαὶ, καὶ γὰρ καὶ τούτων ἔφην τινὰς οὐκ εἶναι μεμπτὰς, γίνονται μὲν ὑπαλλαττομένης κατά τι τῆς ἀρίστης διαπλάσεως, ἥτις ἔοικε προμήκει σφαίρᾳ τεθλιμμένῃ καθ’ ἑκάτερον οὔσῃ· ἤτοι δὲ λείπουσαν ἔχουσι τὴν κατ’ ἰνίον ἢ μέτωπον ἐξοχὴν ἢ περαιτέρω τοῦ προσήκοντος ηὐξημένην. ὡς τὸ πολὺ μὲν οὖν, ἔφην, ὥσπερ τὴν μεγάλην, οὕτω καὶ ταύτας εὑρήσεις μεμπτάς. ἐν δὲ τῷ σπανίῳ γίνονται καὶ τούτων τινὲς ἀγαθαὶ, τῆς διαπλαττούσης δυνάμεως τὴν ὕλην, ἐξ ἧς ἐγενήθη κυούμενος ὁ ἄνθρωπος, ἰσχυρᾶς ὑπαρχούσης, ὡς μὴ νικηθῆναι τῷ πλήθει τοῦ ῥυέντος ἐπὶ τὸ χωρίον αἵματος,
ἀλλ’ ἐξαρκέσαι τε καὶ ἀντισχεῖν αὐτὸ καὶ διαπλάσαι καλῶς. ἐπεὶ τοίνυν ἤτοι διὰ τὴν ἔνδειαν ὁποτέρας τῶν ἐξοχῶν ἢ διὰ τὴν ἐπαύξησιν αἱ φοξαὶ γίνονται κεφαλαὶ, πρῶτον μέν σε χρὴ προσέχειν τὸν νοῦν πότερον αὐξηθείσης ἢ μειωθείσης, οὐ μεμπτὸν δ’ ἀεὶ, τὸ προσαυξηθείσης. ἀλλὰ συνεπισκέπτεσθαι χρὴ τηνικαῦτα πρῶτον μὲν τὴν εὐσχημοσύνην τῆς ἐπαυξήσεως· αἱ γὰρ ἀπρεπεῖς ἐπαυξήσεις εἰσι μοχθηραὶ· δεύτερον δὲ πότερον ἡ κατ’ ἰνίον ἐξοχὴ τῆς κεφαλῆς αὐτῆς γέγονε μείζων ἢ τὸ κατὰ πρόσωπον μέρος ηὔξηται, βέλτιον εἶναι νομίζοντα αὐξηθῆναι τὴν κατ’ ἰνίον. αὐτίκα γὰρ ἥ τε κυριωτάτη τῶν κοιλιῶν ἐστὶ τοῦ ἐγκεφάλου καὶ ἡ τοῦ νωτιαίου μυελοῦ ῥίζωσις. εἶτα καθεξῆς σκοπεῖν τὸν αὐχένα πότερον ἀσθενὴς ἢ κρατερός ἐστιν. ἐὰν γὰρ ἥ τ’ ἐξοχὴ μήτ’ ἀσχήμων ᾖ μήθ’ ὑπερβαλλόντως μεγάλη, γεναῖός τε αὐτὴν ἐκδέχεται τράχηλος, ἀποδέχου τὴν ὀξότητα τῆς τοιαύτης κεφαλῆς. ἰσχυροὺς γὰρ εὑρήσεις τούτους τά τε ἄλλα κᾀν τοῖς ὀστοῖς. ἐπίσκεψαι
δ’ ἐνταῦθα τίνα λέγει τὰ ἄλλα, πότερα τὰ κατὰ θώρακα καὶ ἧπαρ, ὡς εἶναι τὰς τρεῖς ἀρχὰς τοῖς τοιούτοις γενναίας, οὐ μόνον τὴν κατὰ τὸν ἐγκέφαλον· ἢ τἄλλα μόνα λέγει διὰ τὰ τὴν πρώτην ἀρχήν τε καὶ γένεσιν ἐκ τῆς κεφαλῆς ἔχοντα. ταῦτα δέ ἐστι νωτιαῖος καὶ νεῦρα καὶ σὺν αὐτοῖς ἡ τῶν ὀστῶν οὐσία καὶ ἡ τῶν μυῶν, ἅπερ ἐξ ἀνάγκης συναυξάνεται καὶ συγκρατύνεται τῇ κεφαλῇ. καὶ ταῦτα δὲ εὑρήσεις ὡς τὸ πολὺ συναυξανόμενα. τοῦ γὰρ αἵματος, ἐξ οὗ διεπλάσθησαν τὰ κατὰ τὴν κεφαλὴν, ὄντος πολλοῦ τε καὶ εὐχρήστου καὶ τὴν ζωτικὴν δύναμιν, ἣν ἐκ καρδίας ἐδείξαμεν ὁρμᾶσθαι καὶ τὴν φυσικήν τε καὶ θρεπτικὴν ὀνομαζομένην, ἣν ἐξ ἥπατος ἔμαθες ἐπιῤῥεῖν ταῖς φλεψὶν, εὔλογον ὑπάρχειν εὐθὺς ἐξ ἀρχῆς ἰσχυρᾶς. καὶ δὴ τῷ τοιούτῳ ζώῳ τὰ ὡς θεμέλια τοῦ παντὸς σώματος ἀναγκαῖον εἶναι γενναῖα. τῆς δ’ ἐναντίως ἐχούσης κεφαλῆς, κατά τε τὸ μοχθηρὸν σχῆμα καὶ τὴν μικρότητα, προσεπισκέψασθαι τά τε καθ’ ὑπερῶαν ἐν τῷ στόματι χωρία. καλεῖται δ’ οὕτως τὸ μέρος ἐκεῖνο τῆς ὑψηλῆς χώρας αὐτοῦ, ὅσον ὑπὲρ τὰς ἐκ τῆς
ῥινὸς εἰς αὐτὸ συντερήσεις ἐστὶ μετέωρον. εὑρήσεις γὰρ οὖν καὶ τοῦτο κοῖλον, ἐφ’ ὧν ἡ φοξότης ὀξεῖά τε καὶ ἀσχήμων ἐγένετο. καὶ γὰρ οὖν καλοῦσιν οἱ ἄνθρωποι τούτους μάλιστα φοξούς. ἐπὶ πολλῶν δὲ καὶ ὀδόντες παρηλλαγμένοι φαίνονται, τουτέστιν οὐ κατ’ εὐθὺ τοῖς ἄνωθεν οἱ κάτωθεν οὔθ’ οἱ τομεῖς τοῖς τομεῦσιν οὔθ’ οἱ κυνόδοντες τοῖς κυνόδουσι οὔθ’ αἱ μύλαι ταῖς μύλαις, ἀλλ’ οἷον ἀνεσπασμένον τε ἅμα καὶ διεστραμμένον αὐτοῖς φαίνεται τὸ στόμα. τούτους οὖν εὑρήσεις κεφαλήν τε συνεχῶς ἀλγοῦντας καὶ ῥευματιζομένους τὰ ὦτα, ποτὲ μὲν ἰχῶρι λεπτῷ καὶ ὑγρῷ, ποτὲ δὲ οἷον πυώδει τε καὶ δυσώδει, τῶν ἀσθενῶν μορίων εἰωθότων καὶ πολὺ καὶ μοχθηρὸν περίττωμα γεννᾷν. ὁπότ’ οὖν σαφὴς ἐγένετο ἡ ῥῆσις, μικρόν τι προσθεὶς ἐπ’ ἄλλην μεταβήσομεν. τὸ δὲ μικρὸν τοῦτ’ ἐστὶν ἀνάμνησις ἑνὸς τῶν εἰρημένων μοι κατὰ τὴν ἀρχὴν τοῦδε τοῦ λόγου. φαίνεται γὰρ ἤδη σαφῶς ὑπομνήματι μᾶλλον ἢ συγγράμματι τὸ προκείμενον ἐοικέναι βιβλίον, 

ἑαυτῷ τινὰ γράφοντος εἰς ἀνάμνησιν τοῦ Ἱπποκράτους, ὡς ἕκαστον ἔτυχεν ἤτοι θεασάμενος ἢ διὰ λογικῆς σκέψεως ἐξευρών. οὐδὲν γὰρ οὐδ’ ἐγγὺς οἰκεῖόν ἐστι τῇ πρώτῃ ῥήσει πρὸς τὴν δευτέραν, καθάπερ οὐδὲ τῇ τρίτῃ πάλιν πρὸς ταύτας.

4. Ὅσοισιν ὀστέον ἀπὸ ὑπερώης ἀπῆλθε, τουτέοισι μέση ἵζει ἡ ῥίς. ὅσοισι δὲ, ὅθεν οἱ ὀδόντες, ἄκρη σιμοῦται.

Τὸ διαφράττον ὀστοῦν τοὺς δύο πόρους τῆς ῥινὸς ἐστήρικται κατ’ ἄλλου τινὸς ὀστοῦ λεπτοῦ, τὴν μὲν ἀρχὴν ἔχοντος ἄνωθεν ἐκ τοῦ μεσοφρύου, τελευτῶντος δ’ ἐπὶ τὸ πέρας τῆς ῥινὸς, ἔνθα τὰ πτερύγια. κατὰ τοῦτο μὲν οὖν τὸ μέρος ἐπίκειται τὸ διάφραγμα τῆς ῥινὸς, ἐκείνοις τοῖς χωρίοις, εἰς ἃ τὰ πέρατα τῶν τομέων ὀδόντων ἀνήκει. τὸ

δ’ ἀνωτέρω τούτων ὑπερώα μὲν ὀνομάζεται, στηρίζεται δ’ ἐπ’ αὐτῆς τὸ μέσον τοῦ διαφράγματος τῆς ῥινὸς. ἔνθα ἂν οὖν ἀπόληταί τι τῶν στηριζόντων ὀστῶν, καταπῖπτον ἐνταῦθα τὸ διάφραγμα κοίλην ἐργάζεται κατ’ ἐκεῖνο τὸ μέρος τὴν ῥῖνα, καὶ καλεῖται ταύτης τὸ σύμπτωμα σιμότης.

5. Αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἐστὶν οἷσι μεταβολὰς ἴσχουσι καὶ ἄλλας καὶ ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται σίτου.

Ταύτην τὴν γραφὴν ἁπάντων μὲν τῶν ἐξηγητῶν εἰδότων, ἁπάντων δὲ τῶν παλαιῶν ἀντιγράφων ἐχόντων, ἔνιοι τῶν νεωτέρων μεταγράφειν ἐπεχείρησαν ἄλλος ἄλλως, οἱ μὲν ἐπιλήψιες γράφοντες, οἱ δὲ καταλήψιες, οἱ δὲ ἐπιλάμψιες. ἡ δ’ ἐξήγησις αὐῶν ἐπιληψίαν αὐτῷ βούλεται δηλοῦσθαι, παυομένην ὡς τὰ πολλὰ τοῖς ἐκ νηπίου ἔχουσιν

αὐτὴν, ἐν τῇ τῆς παιδικῆς ἡλικίας εἰς τὴν ἡβικὴν μεταβολῇ. καὶ γὰρ φαίνεται γινόμενον οὕτως, ἐὰν μή τις ἐν τῷ χρόνῳ τούτῳ πλημμελῶς διαιτώμενος αἴτιος αὐτῷ γένηται τοῦ διαμεῖναι τὸ νόσημα. γίνεται μὲν οὖν ὡς τὸ πολὺ διὰ ψυχρὰν ἐγκεφάλου κρᾶσιν, συνεζευγμένης ὑγρότητος αὐτῇ τὰ πολλά. σπάνιοι γὰρ αἱ ἐκ μορίου τινὸς ὁρμώμεναι, θεραπεύεται δ’ ὅταν ἡβάσκωσιν, ἐὰν καὶ τἄλλα τις ὡς προσήκει πράττῃ, διὰ τὴν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερμότερον μεταβολὴν τῆς κράσεως ὅλου τοῦ σώματος. ὅπως γὰρ ὁ ἀκμάζων θερμότερός ἐστι τοῦ παιδὸς ἔμαθες ἐν τοῖς περὶ κράσεων, ἔνθεν καὶ ὅπως ὁ παῖς οὐκ ἀκμάζοντός ἐστι θερμότερος. ὁ μὲν ἀκμάζων ἁπλῶς θερμότερος, ὁ δὲ παῖς οὐχ ἁπλῶς, ἀλλ’ ὅτι πλέον ἔχει τὸ ἔμφυτον θερμόν. ἐκλάμψεις οὖν τοῦ θερμοῦ βούλονται λέγειν αὐτὸν οἱ καλέσαντες ἑαυτοὺς Ἱπποκρατείους, ἐκ μεταφορᾶς ἀπὸ τῆς ἐκτὸς φλογὸς, ἥτις ὅταν ἐπικρατήσῃ τῆς ὕλης, ὥστε ἑαυτῇ συνεξομοιῶσαι πᾶσαν, ἐξέλαμψέ τε καὶ φανερὰ πᾶσιν ἐγένετο,
κατακεκρυμμένη πρόσθεν, ἡνίκα τὴν ὕλην ὑγρὰν οὖσαν ἐξήραινεν. ὁ δέ γε Ζεῦξις, ὡσαύτως δ’ αὐτῷ καὶ τῶν ἐμπειρικῶν τινες, οὐχ οὕτως ἀκούουσι τὴν ἔκλαμψιν, ἀλλ’ ἑτέρῳ τινὶ τρόπῳ· μαθήσῃ δὲ τῆς τοῦ Ζεύξιδος ῥήσεως παραγραφείσης ὧδε. νήπια λέγει ὁ Ἱπποκράτης τὰ μέχρι ἥβης, ταῦτα δὲ κατὰ τὸν τοῦ ἡβάσκειν χρόνον ἐκλάμπει, ἐμφατικῶς ἄγαν τῇ μεταφορᾷ χρησάμενος. καὶ γὰρ σαρκοῦται τὰ τηνικαῦτα μᾶλλον καὶ εὐερνέστερα γίνεται καὶ τῷ χρώματι καὶ τῷ εἴδει χαριέστερα καὶ τῇ δυνάμει καὶ λογισμῷ βελτίονα. ἀθρόως δὲ γίνεται τοιαῦτα ὥστε καὶ τῶν εὐειδῶν φύσει τότε μᾶλλον ἐκλάμπει τὸ κάλλος. ὁ δ’ αὐτὸς οὗτος Ζεῦξις νήπιά φησιν εἰρῆσθαι πάντα τὰ παιδία, καθότι καὶ Ἡρόφιλος ὠνόμασεν αὐτὰ οὕτως. καὶ γὰρ περὶ τούτου γράφει τόνδε τὸν τρόπον διὰ ταύτης τῆς λέξεως· φαίνεται νήπια λέγων ὁ Ἱπποκράτης τὰ ἕως ἥβης καὶ οὐχὶ τὰ νεογνὰ μέχρι τῶν πέντε ἢ ἓξ ἐτῶν, ὡς νῦν οἱ πλεῖστοι λέγουσιν. ἤρκει δὲ καὶ ὁ Ἡρόφιλος τὰ τηλικαῦτα λέγων νήπια, δι’ ὧν φησι· τοῖς νηπίοις οὐ γίνεται σπέρματα
μεγάλα, καταμήνια, κύημα, φαλακρότης. οὐ γὰρ τοῖς μέχρι τῆς προειρημένης ἡλικίας παραγινομένοις λέγει μὴ γίνεσθαι ταῦτα, τουτέστιν ἀπὸ τῆς πρώτης εὐθέως γενέσεως, ὅπερ τινὲς δεχόμενοι καταγελῶσιν αὐτοῦ, ὡς τὰ πᾶσι γιγνωσκόμενα διδάσκοντος, ὧν ἐστὶ καὶ ὁ Καλλίμαχος, ἀλλὰ τοῖς μέχρις ἥβης, ἐπειδή τινες ὑπέλαβον καὶ ἐν τούτοις ταῦτα γίνεσθαι. ταῦτα μέν σοι καὶ τὰ τοῦ Ζεύξιδος· ἐμοὶ δ’ ὅπως εἰρῆσθαι δοκεῖ τὰ νήπια καὶ πρόσθεν μὲν εἶπον, ἀναλήψομαι δὲ καὶ νῦν ἔτι σαφέστερον τὸν λόγον. τὸ τῆς ἐπιληψίας πάθος ἤτοι κατὰ φυσικὴν γίνεται δυσκρασίαν, ὅταν ὑγρὸς ὁ ἐγκέφαλος ἱκανῶς ᾖ καὶ τηνικαῦτά γε καὶ παιδίων ὀνομάζεται τὸ νόσημα, καθάπερ αὐτὸς ἐδήλωσεν ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ὧδέ πως γράψας· τοῖς παιδίοις συμπίπτειν σπασμούς τε καὶ ἄσθματα, ἃ νομίζουσι τὸ παιδίον ποιέειν καὶ νοῦσον εἶναι. κατὰ ταύτην τὴν ῥῆσιν εὔδηλον ὅτι προσυπακοῦσαι δεῖ τὸ παιδίων πάθος, ὡς εἶναι τὴν λέξιν ταύτην· ἃ νομίζουσι τὸ παιδίων πάθος ποιεῖν καὶ ἱερὴν νοῦσον εἶναι. γίνεται δὲ καὶ δι’ ἁμαρτήματα 
τοῖς παιδίοις ταὐτὸ τοῦτο πάθος, ἰατρικῆς θεραπείας δεόμενον. ὅταν δὲ δι’ ὑγρότητα γίνεται, νηπίοις οὖσιν εὐθὺς ἄρχεται καὶ παύεται μηδὲν ἡμῶν πραγματευομένων, ἐν τῇ τῆς ἡλικίας μεταβολῇ, ὡς οἷς ἂν ἄρξηται παιδίοις, μὴ κατὰ τὴν πρώτην εὐθὺς ἡλικίαν, βρέφεσεν οὖσιν, ἀλλ’ ἐν τῷ προϊέναι, δῆλόν ἐστιν ἐξ ἁμαρτημάτων, τούτοις τῶν κατὰ τὴν δίαιταν, ἤ τινος ἔξωθεν αἰτίας ἑτέρας, ἐσχηκὸς τὴν γένεσιν, ἐφ’ ὧν οὐ χρὴ τὴν μεταβολὴν τῆς ἡλικίας ἀναμένειν, ἀλλὰ τὴν γεγονυῖαν τὴν διάθεσιν ἐν αὐτοῖς νοσώδη θεραπεύειν. ἐκεῖνό γε μὴν ἄξιον οὐ σμικρᾶς ζητήσεώς ἐστιν, ἐὰν κατὰ τὴν παλαιὰν γραφὴν ἐκλάμψιας ἀκούσωμεν, ὡς ὁ Ἱπποκράτης καὶ ὁ Ζεῦξις ἥκουσιν. ὁ γὰρ λόγος ἐστὶ τοιοῦτος. αἱ τῶν νηπίων, ὅταν ἡβάσκωσιν ἐκλάμψεις τοῦ θερμοῦ καὶ ἄλλας μέν τινας ἐν αὐτοῖς ἴσχουσι μεταβολὰς καὶ μέντοι καὶ τὴν τῶν νεφρῶν πεῖσιν ἣν αὐτὸς ἐφεξῆς διηγεῖται. παραλειφθήσεται γὰρ ἐν τῷ τοιούτῳ λόγῳ τὸ τῆς ἐπιληψίας ὄνομα καὶ κατὰ τοῦτο

φαίνονταί τινες οὐκ ἀλόγως ἐπιλήψεις γράψαντες, ὥσπερ ἔνιοι καταλήψεις. ἐχρῆν δ’ αὐτοὺς ὡς οὐχ εὑρόντας οὕτω γεγραμμένον, ἀλλ’ ὡς ἄμεινον οὕτω γράφειν, εἰπόντας, ἐπὶ τὴν εἰρημένην ἐξήγησιν ἀφικνεῖσθαι. προκειμένου δὲ τοῦ καὶ συνδέσμου τοῦτον πάλιν ἀφαιροῦσιν ἔνιοι, δύο βουλόμενοι λόγους εἶναι κατ’ οὐδὲν ἀλλήλοις κοινωνοῦντας, ἕνα μὲν ἐκ τῆσδε τῆς ῥήσεως αὐτάρκως δηλούμενον. αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷσι μεταβολὰς ἴσχουσι καὶ ἄλλας. ἕτερον δὲ τοιόνδε, ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται σίτου. καὶ τὰ τούτων συνεχῆ περὶ νεφρίτιδος αὐτοῦ διδάσκοντος, ἀφ’ ἑτέρας ἀρχῆς, οὐχ ὡς τοῖς παιδίοις ὅταν ἡβάσκῃ εἰς τοῦτο τὸ νόσημα τῆς ἐπιληψίας μεθισταμένης. οὐ γὰρ φαίνεται κατὰ τὴν ἡλικίαν ταύτην νεφρῖτις γενομένη, καθάπερ ὁ κατὰ τὴν κύστιν λίθος. οὗτος μὲν γὰρ παιδίοις μᾶλλον, νεφρῖτις δὲ τοῖς παρακμάζουσι γίνεται. παραγράψωμεν οὖν ἐφεξῆς τὰ περὶ νεφρίτιδος οὕτω λεγόμενα.

6. Ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται σίτου, ἐμέουσί τε φλέγμα. ὅταν δὲ πλεονάζωσιν αἱ ὀδύναι, ἰώδεα, καὶ ῥᾴους μὲν γίνονται, λύονται δὲ ὅταν σίτων κενωθῶσιν, ψάμμια τε πυῤῥὰ ὑφίσταται, αἱματῶδές τε οὐρέουσι· νάρκη μηροῦ τοῦ κατ’ ἴξιν. ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάζεσθαι, μὴ ἐμπίπλασθαι. τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖς καθῆραι, λεπτῦναι καὶ ἁπαλῦναι.

Ὀδύνην βαρεῖαν ἤτοι τὴν ὡς βαρέος τινὸς ἐγκειμένου κατὰ τὸ χωρίον αἴσθησιν φέρουσαν ἢ τὴν χαλεπὴν ἀκούειν οἷόν τ’ ἐστίν. ἀληθὲς γὰρ ἑκάτερόν ἐστι, κατὰ διαφέροντας χρόνους ἐν τοῖς νεφροῖς γινόμενον. ἐπειδὴ σφοδρότατα μὲν ὀδυνῶνται κατά τε τὰς γενέσεις καὶ διεξόδους τῶν λίθων, ἐν δὲ τῷ λοιπῷ χρόνῳ τὰς ὀδύνας ὡς βαρέος τινὸς ἐγκειμένου κατὰ τὸν τόπον ἔχουσιν. ὅσοι μὲν οὖν ἡγοῦνται

κατὰ τὴν κοιλίαν τῶν νεφρῶν συνίστασθαι τοὺς λίθους, ἐν τῇ διεξόδῳ μόνῃ τῇ κατὰ τοὺς οὐρητῆρας ὀδυνᾶσθαί φασι τοὺς πάσχοντας. ὅσοι δὲ ἐν αὐτῇ τῇ σαρκὶ τῶν νεφρῶν, οὐκ ἐν μόναις ταῖς διεξόδοις, ἀλλὰ καὶ καθ’ ὃν γίνονται χρόνον ἐνταῦθα καὶ καθ’ ὃν εἰς τὴν κοιλίαν τῶν νεφρῶν διεξέρχονται. τοῦ δ’ ἐν ταῖς σαρξὶν αὐτῶν συνίστασθαι τοὺς λίθους ἀνάλογον τοῖς ἐπὶ τῶν ἀρθριτικῶν πώροις ἐπάγονται μάρτυρα τὴν ἐκ τοῦ περὶ φύσεως ἀνθρώπου καὶ διαίτης λέξιν ἔχουσαν οὕτω. ὁκόσοισι ψαμμοειδὲς ὑφίσταται, ἡ πῶροι ἐν τοῖσιν οὔροισι, τούτοισι τὴν ἀρχὴν φύματα ἐγένετο πρὸς τῇ φλεβὶ τῇ παχείῃ καὶ διεπύησεν. ἔπειτα δὲ οὐ ταχέως ῥαγέντων τῶν φυμάτων πῶροι συνεστάθησαν ἐκ τοῦ πύου, οἵτινες ἔξω θλίβονται διὰ τῶν φλεβῶν σὺν τῷ οὔρῳ εἰς τὴν κύστιν. αὕτη μὲν οὖν ἡ Ἱπποκράτειός ἐστι ῥῆσις, οὐκ ἀδύνατον δὲ ἑκατέρως γίνεσθαι τοὺς ἐν τοῖς νεφροῖς λίθους κατά τε τὸν ἄρτι εἰρημένον τρόπον καὶ τὸν ὀλίγον ἔμπροσθεν, καθ’ ὃν ἐν ταῖς κοιλίαις αὐτῶν ἔφαμεν, ἐξοπτώμενον ἐν τῷ χρόνῳ καὶ ξηραινόμενον
παχὺν καὶ γλίσχρον χυμὸν, εἰς πωρώδη σύστασιν ἀφικνεῖσθαι. κατὰ τὸν αὐτὸν χρόνον, ἐάν τ’ ἔμφραξις ᾖ κατ’ αὐτοὺς ἐάν τε μετρία φλεγμονὴ, βάρους μᾶλλον, οὐκ ὀδύνης αἴσθησις γίνεται, καθάπερ κᾀν τῷ ἥπατι διὰ τὸ βραχυτάτων νεύρων, ὥσπερ τοὺς νεφροὺς, οὕτω καὶ τὸ ἧπαρ μετέχειν, τὰς δ’ ὀδύνας ἐν τοῖς νεφροῖς μάλιστα γίνεσθαί φησι, καθ’ ὃν χρόνον πληροῦνται σίτου. δύο δὲ σημαινούσης τῆς σῖτος φωνῆς παρ’ αὐτῷ, καθ’ ἑκάτερον τῶν σημαινομένων ἀληθὴς ὁ λόγος ἐστίν. ἐάν τε ἐπὶ τῶν ἐσθιομένων ἀκούηται σιτίων, ἐξ ὧν αἵματος ἀθροίζεται πλῆθος, ἄν τ’ ἐπὶ τῶν ἐν τοῖς ἐντέροις περιττωμάτων τῆς τροφῆς. ὀνομάζει γάρ ποτε καὶ ταῦτα σῖτα, ὡς ἐν τοῖς περὶ διαίτης ὀξέων. οἷσι γὰρ, φησὶν, ἐγκατακέκλεισται σῖτος τοῖς ἐντέροις, ἢν μή τις ὑποκενώσας τὴν γαστέρα τὸ ῥόφημα δοίη, βλάψει μεγάλως. ἡ μὲν οὖν διὰ τὸ οὕτω λεγόμενον σῖτον ὀδύνη γινομένη κατὰ τοὺς νεφροὺς, ἐπὶ τὸ θλίβεσθαί τε καὶ βαρύνεσθαι πρὸς τὸ πλήθους τε καὶ βάρους τοῦ περιττωμάτων, 
εὐθέως ἅμα τῷ διαχωρῆσαι κάτω ταῦτα, καθίσταταί τε καὶ παύεται τελέως. ἡ δ’ ἐκ τοῦ κατὰ τὰς φλέβας ἀθροισθέντος πλήθους, ὅταν εἰς τοὺς νεφροὺς κατασκήψῃ, κᾂν φλεβοτομηθῶσιν, οὐκ εὐθέως λύεται, διά τε τὸ πυκνὸν τῆς τῶν νεφρῶν οὐσίας καὶ ὅτι διὰ πολλῶν αὐτοῖς ἐπικειμένων σωμάτων, ἡ τῶν ἔξωθεν ἐπιτιθεμένων βοηθημάτων ἀφικνουμένη δύναμις ἐκλύεται. λύει δὲ αὐτῆς τὰς ὀδύνας οὐ μόνον, ἀλλὰ καὶ ἡ διὰ τῆς ἄνω γαστρὸς ἔκκρισις, ἢ γίνεται κοινόν τι σύμπτωμα τοῖς κῶλον πάσχουσι καὶ νεφρόν. καὶ γάρ τοι καὶ συνεχῶς οἱ νεφροὶ τῷ κώλῳ καὶ τὸ κῶλον τοῖς νεφροῖς συνάπτονται αὐτὰ τοῦ περιτοναίου, κατ’ ἀρχὰς μὲν οὖν οἱ ἔμετοι φλεγματώδεις γίνονται. τοιοῦτος γὰρ ἐν τῇ γαστρὶ γεννᾶται χυμὸς ὡς τὸ πολὺ διὰ πλῆθος σίτου, καὶ μᾶλλον ἐὰν παχέα ταῦτα καὶ φύσει φλεγματωδέστερα τύχῃ· ἐὰν δὲ αὐξάνηταί τε καὶ παραμένῃ τὰ πάθη, προσγίνεται τοῖς οὕτω πάσχουσι ἰώδης ἔμετος, ἐπὶ τε ταῖς ὀδύναις καὶ ταῖς ἀγρυπνίαις διαφθειρομένου τοῦ αἵματος, καὶ μάλισθ’ ὅταν ἅμα τούτοις
πυρέξωσι καὶ ἀσιτήσωσι. καὶ ῥᾴους μὲν, φησὶν, ἐπὶ τοῖς ἐμέτοις γίνονται, παύονται δὲ τῶν παροξυσμῶν, οὐ γὰρ δὴ τῆς γε διαθέσεως, ὅταν σίτων κενωθῶσιν. ἑκατέρως δὲ καὶ νῦν ἔνεστι δέξασθαι τὸ τῶν σίτων ὄνομα καὶ μᾶλλον ἐπὶ τῶν κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα. ψαμμία δὲ πυῤῥὰ, φησὶν, ὑφίσταται δηλονότι τοῖς οὔροις. καὶ γὰρ καὶ φαίνεται τοῦτο γινόμενον, ἐὰν τὸ πυῤῥὸν ἀκούσῃς τοιοῦτον εἶναι τὴν χρόαν ὁποία καὶ ἡ σανδαράχη καλουμένη· διὸ καί τινες μὲν τῶν ὁμιλησάντων ἐπιμελῶς τοῖς ἔργοις τῆς τέχνης ὀροβοειδεῖς ὑποστάσεις γίνεσθαί φασιν αὐτοῖς, ἔνιοι δὲ σανδαραχώδεις, ἔστι δ’ ὅτε καὶ ὄντως πυῤῥάς. αἱ μὲν οὖν πρότεραι δύο καὶ τοῖς ἡπατικοῖς συνεδρεύουσι πάθεσιν, ἡ τρίτη δὲ τοῖς κατὰ τοὺς νεφροὺς, ὥσπερ κἀπειδὰν οἵαιπερ αἱ ψάμμοι κατὰ τὴν χρόαν ὑποστάσεις γίνονται. ἀλλήλων μὲν γὰρ διαφέρει τὰ χρώματα τῶν ὑφισταμένων τοῖς οὔροις τῷ μᾶλλον καὶ ἧττον. γίνονται δ’ ἐξ ὕλης παχείας μὲν καὶ γλίσχρας πάντως, ἤτοι δὲ τὸ παχὺ πλέον ἢ τὸ
γλίσχρον ἐχούσης, ἰσάζον πάντως ἀλλήλοις. ἐὰν μὲν οὖν ἐκ φλέγματος γλίσχρου μόνου καὶ παχέος ἡ σύστασις γένηται, τεφρώδης ἐστὶ χρόα, παραπλησία τῇ τοῖς ἄλλοις ὑπαρχούσῃ πώροις, ὅσοι κατά τε τὰ θερμὰ φύσει τῶν ὑδάτων ἐν πολλοῖς χωρίοις ὁρῶνται τοῖς λίθοις ἐπιτρεφόμενοι καὶ ἄλλως ἐν ἀγγείοις ἔνθα θερμαίνεται τὸ ὕδωρ. γένοιτο δ’ ἄν ποτε κᾀκ τῆς πυώδους ὑγρότητος ἢ μικτῆς ἐκ πυώδους καὶ φλεγματώδους ἐν σώματι ζώου τοιοῦτος πῶρος, ὥσπερ καὶ τοῖς ἀρθριτικοῖς. ὁ γὰρ αὐτὸς τρόπος τῆς γενέσεως πάντως ἐστὶ τούτοις καὶ τοῖς ἐν νεφροῖς συνισταμένοις λίθοις. ἐὰν μέντοι μιχθῇ τισιν ὀλίγον αἵματος, φλέγματι παχεῖ τε καὶ γλίσχρῳ, κατὰ τὴν ἐπικράτειαν ἡ χρόα γίνεται τῶν ὑφισταμένων τοῖς οὔροις, ἐνίοτε μὲν οἷον ὠχρόλευκος ἢ ἐρυθρόλευκος ἢ ξανθόλευκος, ἔστι δ’ ὅτε καὶ πυῤῥὰ, συντελοῦντος εἰς τὰς τῶν χρωμάτων διαφορὰς καὶ αὐτοῦ τοῦ κατὰ τὸ αἷμα χρώματος. οὐ γὰρ ἀκριβῶς ἐρυθρόν ἐστιν ἀεὶ τοῖς ἀνθρώποις, ἀλλ’ ἐνίοτε μὲν ἐπὶ τὸ μελάντερον, ἐνίοτε δ’ ἐπὶ τὸ ξανθότερόν τε καὶ πυῤῥότερον ῥέπον.
ἢ τοίνυν ἁπάσας ἃς εἶπον ἄρτι διαφορὰς τῶν χρωμάτων πλὴν τῆς τεφρώδους, ἡγητέον ὑπὸ τῆς τοῦ πυῤῥὸν δηλοῦσθαι φωνῆς, εἰπόντος αὐτοῦ, ψαμμία πυῤῥὰ ὑφίστασθαι, ἢ τὸ προκείμενον τὸ αἱματῶδες ἀπὸ κοινοῦ δεκτέον εἰρῆσθαι. λέγω δὴ τό ποτε. ὥσπερ γὰρ αἱματῶδες αὐτοῖς φαίνεταί ποτε γινόμενον τὸ οὖρον, οὔτε διὰ παντὸς οὔτ’ ἐπὶ πάντων τῶν νεφριτικῶν ὑπάρχον τοιοῦτον, παραπλησίως καὶ ψαμμία ποτὲ φαίνεται πυῤῥὰ τοῖς οὔροις ὑφιστάμενα. δέδεικται μὲν γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἕλκων εἰς ἑαυτὸν ὁ νεφρὸς ὅσον ἐν ταῖς φλεψὶν ὀῤῥῶδές τε καὶ λεπτὸν ἀναμέμικται τῷ αἵματι. τῶν δὲ ἐς τὴν κοιλίαν αὐτοῦ διηθούντων τὸ τοιοῦτον πῶρον ἐπὶ πλέον ἀναστομωθέντων, συνδιηθεῖταί τι καὶ τῶν παχυτέρων. ὅταν οὖν τοῦτο θερμαινόμενον ἐν τῇ κοιλίᾳ τοῦ νεφροῦ πωροειδῆ λάβῃ σύστασιν, ἐὰν μὲν ἡ τῶν νεφρῶν ἀποκριτικὴ δύναμις διώσηται πᾶν αὐτὸ σὺν τοῖς οὔροις, αἱ ψαμμώδεις ἐν αὐτοῖς ὑποστάσεις γίνονται. ἐὰν δὲ ἐμπεπιλημένον τε καὶ δυσαπόλυτον ᾖ τῇ κοιλίᾳ τοῦ νεφροῦ, δεχομένου
ἑαυτῷ τι παραπλήσιον ἕτερον ἐκ τῆς κοίλης φλεβὸς, ἐπὶ πλέον αὐξάνεται. περιπλάττεται γὰρ ἀεὶ τὸ ἐπιῤῥέον τῷ προϋπάρχοντι, καὶ οὕτως ὁ πῶρος ἀξιόλογος τῷ μεγέθει συνίσταται. τινὲς δὲ εἰρήκασι, διά τι αἷμα οὐροῦσιν; ὅτι ἐπειδὴ ὁ λίθος ἐξιὼν, ὅταν γωνοειδής ἐστι, πλήττει τὰ παρακείμενα μόρια καὶ αἷμα ποιεῖ ἐκκρίνεσθαι. ἐὰν δὲ ἀραιωθῇ μὲν ἡ εἰς τὸν νεφρὸν ἐκ τῆς κοίλης φλεβὸς εἴσοδος, ὑγρὸν δ’ ᾖ τὸ αἷμα καὶ μήτε πολὺ μήτε γλίσχρον, αἱματῶδες οὕτω τὸ οὖρον γίνεται. τὴν δ’ εἰς τὸ σκέλος διήκουσαν ὀδύνην ναρκώδη διὰ τὴν τῶν ἐπικειμένων ἀγγείων τῇ ῥάχει τῆς κοίλης φλεβὸς καὶ τῆς μεγάλης ἀρτηρίας πρός τε τοὺς νεφροὺς καὶ τὰ σκέλη κοινωνίας ἡγητέον γίνεσθαι. μέγισται γὰρ ἐπ’ αὐτοὺς τοὺς νεφροὺς ἀποπεφύκασι, μεθ’ ἃς οὐ μεγάλαι τινὲς ἐν ὀσφύϊ, κᾄπειθ’ ἑκάτερον τῶν ἀγγείων διχῇ σχισθὲν εἰς ἑκάτερον ἀφικνεῖται τῶν σκελῶν, εἰς ὅλον αὐτὸ διανεμόμενον. ὅσοι δὲ διὰ τῶν οὐρητήρων ἤ τινων ὑμένων ἢ νεύρων ἢ καὶ τοῦ περιτοναίου λέγουσι κοινωνίαν εἶναι τοῖς νεφροῖς πρὸς τὰ 
σκέλη, παντάπασιν ἀπείρως ἔχουσιν ἀνατομεῖν. τὰ μὲν οὖν συμβαίνοντα τοῖς νεφριτικοῖς ἄχρι δεῦρο τοῦ λόγου διῆλθεν ὁ Ἱπποκράτης. ἐφεξῆς δὲ περὶ τῆς ἰάσεως αὐτῶν γράφει κατὰ τὴν ἐχομένην ῥῆσιν. ἐλιννύειν οὐ συμφέρει, ἀλλὰ γυμνάσια, μὴ ἐμπίπλασθαι, τοὺς νέους ἑλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητηροῖσι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι. ὑποτύπωσιν ἑαυτῷ διὰ κεφαλαίων ἐν τῇδε τῇ ῥήσει πεποίηται τῆς τῶν νεφρῶν ἰάσεως. τὰ μὲν κοινὰ πάσης ἡλικίας τε καὶ σώματος ἕξεως γράψαι, τὰ δὲ ἴδια νέων τε καὶ ἰσχυρῶν. ἔστι δὲ κοινὰ τὰ μὲν πρῶτα γεγραμμένα, τό τ’ ἐλιννύειν, ὅπερ ἡσυχίαν ἄγειν δηλοῖ καί φησιν αὐτοῖς ἀσύμφορον εἶναι, καὶ τὰ γυμνάσια. ταῦτα γὰρ ἡγεῖται συμφέρειν, ὡς ἂν δηλονότι καὶ τὸ πλῆθος κενοῦντα καὶ τὸ φλεγματῶδές τε καὶ παχὺ καὶ ἄπεπτον ἅπαν εἰς πέψιν τε ἄγοντα καὶ λεπτύνοντα καὶ ῥωννύντα τὰ μόρια τοῦ σώματος ἅπαντα. νοῆσαι δέ σε χρὴ νῦν αὐτὸν λέγειν, οὐ πάντως τὰ μεγάλα γυμνάσια, ὡς ἱππασίας ἢ ὁπλομαχίας ἢ τὸ παλαίειν
ἢ παγκρατιάζειν ἢ σκάπτειν ἤ τι τοιοῦτον πράττειν ἕτερον, ἀλλ’ ἅπασαν ἁπλῶς κίνησιν ἥτις ἂν ἱκανὴ διαπονῆσαι τὸ σῶμα κατὰ ἀναλογίαν τῆς θ’ ἡλικίας καὶ τῆς ἕξεως καὶ τῆς ῥώμης τοῦ νεφριτικοῦ. ἀλλὰ καὶ τὸ μὴ ἐμπίπλασθαι κοινὸν ἁπάσης ἡλικίας καὶ σώματος ἕξεώς ἐστι παράγγελμα. τὰ δὲ ἐφεξῆς τοῦδε τοῖς νέοις, ὡς αὐτὸς εἶπεν, ἁρμόττοντα γράφει λέγων ὧδε· τοὺς νέους ἑλλεβορίζειν, ἰγνύην τάμνειν. ἑλλεβορίζειν μὲν ἐὰν πάνυ χρόνιον ᾖ τὸ πάθος καὶ ὡς ἂν εἴποι τις μοχλείας δεόμενον, εἰς ταῦτα γὰρ ἑλλεβόρῳ χρώμεθα. φλεβοτομίαν δὲ ἐπὶ τῶν αἷμα πλέον ἢ παχὺ κατὰ τὰς φλέβας ἠθροικότων. εἰ δὲ ἀμφοῖν αὐτὸς ἄνθρωπος δέοιτο τῶν βοηθημάτων, εὔδηλόν ἐστιν ὡς ἀπὸ φλεβοτομίας ἀρκτέον ἐστί. ἔμαθες δ’ ὅτι τὰ μὲν ἄνω τοῦ ἥπατος μόρια τῆς ἀπ’ ἀγκῶνος δεῖται φλεβοτομίας, τὰ δὲ κάτω, ἀπὸ τῶν σκελῶν ἐν ταῖς ἰγνύαις τεμνόντων ἡμῶν τὰς φλέβας ἢ πάντως γε παρὰ τὰ σφυρά. τὸ δ’ ἐφεξῆς εἰρημένον, οὐρητικοῖσι καθαίρειν, ἐπὶ πάντων ἐστὶ χρήσιμον,
οὐχ ἁπλῶς δὲ εἶπεν οὐρητικοῖς χρῆσθαι δεῖν, ἀλλὰ προσθεὶς τὸ καθαίρειν ἐνεδείξατο τὸν τρόπον τῆς ἀπ’ αὐτῶν γινομένης ὠφελείας, ἐκκαθαιρόντων οὐ μόνον τὰ κατὰ τοὺς νεφροὺς ἐμπεπλασμένα γλίσχρα καὶ παχέα, σὺν αὐτοῖς δὲ καὶ τὰ κατὰ τὰς φλέβας ἐμφερόμενα τῷ αἵματι παρὰ φύσιν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον, λεπτῦναι, χρήσιμόν ἐστιν ἅπασι τοῖς νεφριτικοῖς, ὅσους τε παρασκευάζομεν εἰς ἑλλεβόρου λῆψιν, ὅσους τε χωρὶς τούτου καὶ διὰ φλεβοτομίας θεραπεύομεν ἢ καὶ μετὰ τὴν τούτου προσαγωγήν. εἴρηται δὲ τὸ μὲν λεπτῦναι περὶ τῶν χυμῶν, τούτοις γὰρ προσήκει λεπτῦναι, τὸ δὲ ἁπαλῦναι περὶ τῶν στερεῶν. ἑκάτερον γὰρ χρήσιμον ἐπὶ τῶν τὸν ἑλλέβορον ληψομένων εἰς τὸ τῆς καθάρσεως ἀκίνδυνον. ἐὰν οὖν ἄνευ τοῦ προλεπτῦναι τοὺς χυμοὺς ἢ τὰ σώματα μαλακῦναι δι’ ὧν ὁ ἔμετος καὶ πρὸς τὰς ἐντάσεις καὶ τοὺς σπαραγμοὺς εὐάγωγα παρασκευάσαι δῶμεν ἑλλέβορον, εἰς κίνδυνον ἄξομεν πνιγμοῦ, διὰ τὸ πάχος τῶν χυμῶν, ἤτοι δὲ σπασθήσεται διὰ τὸ σκληρὸν ἐν τοῖς σπαραγμοῖς ὁ καθαιρόμενος

ἢ ἀγγεῖόν τι ῥήξει. καὶ χωρὶς δὲ τοῦ διδόναι τὸν ἑλλέβορον ἄριστόν ἐστι τοὺς μὲν χυμοὺς λεπτοὺς εἶναι, μαλακὰ δὲ πρὸς τὴν διέξοδον αὐτῶν ἐπιτήδεια τὰ τῶν νεφρῶν σώματα. τὴν ἀρχὴν γὰρ οὐδὲ γεννηθήσεταί ποτε λίθος ἐν αὐτοῖς, ἐὰν ἀμφότερά τις αὐτὰ διαφυλάττῃ.

7. Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ παραμένει. ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει.

Ὑδαταινούσας ἔνιοι μὲν ἤκουσαν τὰς ἐχούσας ἐπιτηδείως ἁλῶναι τῷ κατὰ τὸν ὕδερον πάθει, τινὲς δὲ τὰς φύσει λεπτὸν καὶ ὑδατῶδες ἐχούσας αἷμα. δυνατὸν δέ ἐστιν ἐπ’ ἀμφοτέρων ἀκοῦσαι τοῦ λελεγμένου καὶ μᾶλλόν γε ἐφ’ ὧν φύσει τὸ αἷμα λεπτόν ἐστι, μηδεμιᾶς νοσώδους διαθέσεως ἑτέρας ὑποτρεφομένης ἐν τῷ σώματι. ταύταις γὰρ ἡ ἔμμηνος κάθαρσις, ἣν γυναικεῖα κέκληκεν, ἐπὶ πολὺ παραμένει.

διττὸν γάρ ἐστι καὶ αὐτὸ τοῦτο τὸ ἐπὶ πολὺ δυνάμενον ἀκούεσθαι, τὸ μὲν ἕτερον ἐπὶ τῶν ἡμερῶν ἐν αἷς αἱ τοιαῦται γυναῖκες καθαίρονται, τὸ δὲ ἕτερον ἐπὶ τῆς ἡλικίας αὐτῶν. ἐπὶ μὲν οὖν τῶν ἡμερῶν ἀκουόμενον, δηλώσει πλείοσιν ἐφεξῆς ἡμέραις καθαίρεσθαι ταύτας τῶν ἄλλων γυναικῶν, ἐπὶ δὲ τῆς ἡλικίας ἄχρι πλειόνων ἐτῶν. ὄντως γὰρ ἀθροίζεται ταύταις πολὺ καὶ λεπτὸν αἷμα, καθάπερ ταῖς ἐναντίως διακειμέναις ὀλίγον τε καὶ παχύ. λευκαὶ μὲν οὖν εἰσὶν αἱ πρότεραι καὶ μαλακαὶ, μέλαιναι δὲ καὶ σκληραὶ καὶ λεπταὶ τοὐπίπαν αἱ τὸ μελαγχολικώτερον αἷμα γεννῶσαι, καὶ πρόδηλον ὅτι ταῖς ἐξ ἀρχῆς κράσεσιν ἐναντίως ἔχουσιν. αἱ μὲν γὰρ ὑδαταίνουσαι νῦν ὑπ’ αὐτοῦ λεγόμεναι τῆς ὑγροτέρας τε καὶ ψυχροτέρας, αἱ δ’ ἐναντίαι τῆς ξηροτέρας τέ εἰσι καὶ θερμοτέρας κράσεως. ἐὰν δὲ κατὰ πάθος ὑδαταίνωσιν, οὐ πάσαις καταμήνια πλείοσιν ἡμέραις γίνεται. ἐνίοτε γὰρ αὐτὸ τὸ ἐπέχεσθαι τοῦ πάθους αὐταῖς αἴτιον γίνεται. πάλιν δὲ τὸ ἐπέχεσθαι δι’ ἔμφραξίν τε τῶν κατὰ τὴν μήτραν στομάτων γίνεται καὶ διὰ πάχος 

τοῦ αἵματος. ὅθεν ἔνιοι τῶν ἀξιούντων ἐπὶ τῶν κατὰ πάθος ὑδαταινουσῶν τὸν λόγον εἶναι τῷ παραμένει ῥήματι κατὰ τὴν τελευταίαν συλλαβὴν προσθέντες τὸ ν΄ γράφουσι, γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ παραμένειν, ὑπακοῦσαι κελεύοντες ἡμᾶς τὸ προσῆκον, ὡσεὶ καὶ οὕτως εἰρήκει, γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπὶ πολὺ χρὴ παραμένειν, ἵνα συμβουλευτικός τε καὶ θεραπευτικὸς ὁ λόγος ᾖ, τοῦ γινομένου μόνον ἐπ’ αὐτοῦ περιέχων διήγησιν. ὁμολογεῖν δὲ τούτῳ φασὶ καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον, ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει, βούλεσθαι γὰρ αὐτὸν ὥσπερ ἐν πλείοσιν ἡμέραις, οὕτως καὶ δι’ ὀλίγου χρόνου καθαίρεσθαι τὰς τοιαύτας γυναῖκας, ἐπειδὴ βραδυνόντων τῶν καταμηνίων οἰδήματα γίνεται, καίτοι τοῦτο κᾀπὶ τῶν ὑδατῶδες ἐχουσῶν αἷμά φησι συμβαίνειν. καὶ γὰρ καὶ ταύταις αἱ σάρκες ὑδατωδέστεραι γίνονται, μὴ κατὰ προθεσμίαν ἀπαντώσης τῆς καθάρσεως.

8. Ἐν Κρανῶνι αἱ παλαιαὶ ὀδύναι ψυχραὶ, αἱ δὲ νεαραὶ θερμαί. αἵματι δὲ αἱ πλεῖσται καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά.

Καὶ ταῦτα ἑαυτῷ φαίνεται γεγραφὼς ὁ Ἱπποκράτης ἀναμνήσεως ἕνεκεν ἐν κεφαλαίῳ βραχεῖ, διὸ καὶ ἀσαφέστερος ὁ λόγος ἐστίν. ἄδηλον γὰρ εἴτε ὀδύνας μόνον ἐν Κρανῶνι γεγονέναι φησὶ καὶ ταύτας ἤτοι κατὰ τὴν κοιλίαν ἢ καὶ ἄλλο τι μέρος, εἴτε ὀδυνώδη πάθη. τὸ δ’ οὖν τὰς μὲν παλαιὰς ὀδύνας ψυχρὰς γενέσθαι, τὰς δὲ νεαρὰς θερμὰς καίτοι δοκοῦν σαφῶς εἰρῆσθαι, περιέχει καὶ αὐτό τινα ἀσάφειαν· ἤτοι γὰρ παλαιὰς λέγει τὰς πάλαι γεγονυίας ἢ τὰς χρονιζούσας, ὥσπερ γε καὶ τὰς νεαρὰς ἤτοι τὰς νῦν συνισταμένας ἢ τὰς ταχέως παυομένας καὶ ψυχρὰς, ἤτοι τὰς ψύξεως αἴσθησιν φερούσας ἢ τὰς ἀπὸ τῶν θερμαινόντων παρηγορουμένας. ὡσαύτως δὲ καὶ θερμὰς ἤτοι τὰς θερμότητος αἴσθησιν ἐχούσας ἢ παρηγορουμένας ὑπὸ

τῶν ψυχόντων. ἔνιοι δὲ ψυχρὰς μὲν εἰρῆσθαί φασι τὰς βραχείας, θερμὰς δὲ τὰς μεγάλας, οὐ συνήθως τοῖς Ἕλλησιν ἀκούοντες τῶν σημαινομένων. ἐν τίνι δὲ τοῦ ἔτους ὥρᾳ ὁ Ἱπποκράτης ταῦτα ἔγραψεν ἀγνοοῦντες ἡμεῖς οὐδὲ περὶ τοῦ πότε συνέστησαν ἢ πῶς ἢ μέχρι πόσου παρέμειναν αἱ ὀδύναι δυνάμεθα σαφῶς εὑρεῖν. τὸ δ’ οὖν τὰς νεαρὰς μὲν αὐτῷ αἵματι γίνεσθαι τοὐπίπαν ἐν ἴσῳ, τοῦ ὑφ’ αἵματος θερμοῦ τε δηλονότι καὶ πολλοῦ, ἐπὶ δὲ τῶν παλαιῶν μὴ προσθεῖναι τὸν χυμὸν, ἐνδεικτικόν ἐστι τοῦ τὰς παλαιὰς ὑφ’ ἑτέρου τινὸς χυμοῦ γίνεσθαι ψυχροῦ καὶ τὰ ἀπὸ ἰσχίου δὲ ψυχρὰ γεγονέναι φησὶν αὐτοῖς, ἤτοι πάθη λέγων ἢ ἀλγήματα, ψυχροῦ δηλονότι καὶ ταῦτα ἐργαζομένου χυμοῦ. θαυμάσαι δ’ ἐστὶ πολλοὺς τῶν ἐξηγητῶν εἰς μὲν τὰς τοιαύτας ῥήσεις, ἐν αἷς οὐδέν ἐστι βεβαίως εὑρεῖν, ἀναπόδεικτα γράφοντας πολλά. καθ’ ἃς δ’ ἀποδεῖξαί τι δυνατόν ἐστι καὶ χρησίμως εὑρεῖν, ἤτοι μηδὲν ὅλως

γράφοντας ἢ βραχέα καὶ ἀναπόδεικτα, καθάπερ προστάγματα.

9. Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα οὐ πάνυ τι πρῃύνεται, ἀλλ’ ἐγγὺς ἀκμῆς.

Οὕτως ἴσασιν γεγραμμένην τὴν ῥῆσιν οἱ παλαιότεροι τῶν ἐξηγητῶν. οἱ δὲ νεώτεροι πρὸς τὸ σαφέστερον ὑπαλλάξαντες αὐτὴν ὧδέ πως γράφουσι· τὰ ῥίγεα ἰσχυρὰ ἐόντα οὐ πάνυ τι πρῃύνεται, ἀλλ’ ἐγγὺς ἀκμῆς. καὶ βούλονται τὴν λέξιν τήνδε διδάσκειν ἡμᾶς, ὅσα τοῖς νοσοῦσιν ἰσχυρὰ γίνονται ῥίγη, μὴ πάνυ τι ταῦτα πραΰνεσθαι κατ’ ἄλλον τινὰ καιρὸν τῆς νόσου, ἀλλὰ μόνον ὅταν ἐγγὺς ᾖ τῆς ἀκμῆς, κατὰ δὲ τὴν προτέραν γραφὴν, τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα τουτέστι ἀφικνούμενα πάθη, προσυπακοῦσαι γὰρ δεῖ τὸ πάθος, προσήκει αὐτὸν ἀκοῦσαι μὴ πραΰνεσθαι ταῦτα

πρὸ τῆς ἀκμῆς. ἔνιοι μὲν οὖν ἀκμῆς αὐτὸν μεμνῆσθαί φασι τοῦ ὅλου καιροῦ τοῦ νοσήματος, ἔνιοι δὲ τῆς τῶν κατὰ μέρος παροξυσμῶν. ὡς τὸ ῥῖγος, ὅταν ἰσχυρὸν ᾖ, μὴ παυόμενον πρὸ τοῦ πλησιάσαι τὸν τῆς ἀκμῆς καιρόν. φαίνεται μὲν οὖν τοῦτο γινόμενον ἐνίοις καὶ καλοῦμεν αὐτὸ ῥῖγος ἀνεκθέρμαντον, οὐκ ἰσχυρόν. ἐγχωρεῖ δὲ καὶ κατὰ τὴν δύναμιν ἰσχυρὸν αὐτὸ φάναι, κακοηθέστερον γάρ ἐστι πολὺ τοῦ σφοδροῦ μὲν ὑπερβάλλοντος, ἐν τάχει δὲ παυομένου. τὴν δ’ ὅλην τοῦ νοσήματος ἀκμὴν ἀκούοντί σοι, μάλιστα ἐπὶ τεταρταίων πυρετῶν ὁ λόγος ἐστὶ χρήσιμος. ἐάν τε γὰρ ἅμα ῥίγεσιν ἰσχυροῖς ἐμβάλλωσιν οἱ παροξυσμοὶ, μηδὲν ἐνδιδόντων αὐτῶν, ἀδύνατόν ἐστιν ἤδη τὴν ἀκμὴν ἀπειληφέναι τὸ νόσημα καὶ δηλονότι πολὺ μᾶλλον, οὐδὲ τὴν παρακμὴν ἐλπίζειν χρὴ τοῦ τοιούτου τεταρταίου γενήσεσθαι, πρὶν λωφῆσαι τὸ ῥῖγος, ὥσθ’ ὁ λόγος ἐστὶ προγνωστικὸς ἐπὶ τῶν εἰς ῥίγη σφοδρὰ πυρετῶν ἰόντων, ὧν οὐχ οἷόν τε λύσιν γενέσθαι πρὸ τοῦ πραϋνθῆναι τὸ ῥῖγος, καὶ τοῦτο γίνεσθαι πλησίον τῆς ἀκμῆς. συμβαίνει δὲ τὰ τοιαῦτα 

ῥίγη διὰ ψυχρὸν πάνυ φλέγμα τὸ ὑαλῶδες ὀνομαζόμενον ἢ τὸν μελαγχολικὸν χυμόν. ἀλλ’ ἐπὶ μὲν τῷ ψυχρῷ φλέγματι τὸ δυσεκθέρμαντον, οὐ τὸ σφοδρὸν γίνεται ῥῖγος. ἐπὶ δὲ τῷ μελαγχολικῷ ποτὲ μὲν ἀμφότερα, ποτὲ δὲ θάτερον. ἀλλ’ ὁ μὲν τοιοῦτος χυμὸς διὰ τετάρτης φέρει τὸν παροξυσμὸν, ὁ δ’ ὑαλώδης τὸν ἀμφημερινόν. οὐδὲν μὴν οἱ ἐξηγηταὶ τῶν τοιούτων διαιροῦσιν. ἀλλ’ ἐν οἷς οὐδὲν ὠφελοῦσι τοὺς μαθητὰς ἐπὶ πλεῖστον ἐκεῖνα διέρχονται. καὶ γὰρ οὖν καὶ κατὰ τὴν ἑξῆς ῥῆσιν ἰατρικωτάτην οὖσαν ἐλέγχονται τῶν ἀξιολογωτάτων θεωρημάτων οὐδὲν ἐπιστάμενοι.

10. Πρὸ ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων ἢν ἐκ χρηστῶν ἴωσι καὶ κοιλίη διέλθῃ καὶ ὕπνοι ἐνίωσιν, ἴσως δὲ καὶ ὁ τρόπος τοῦ πυρετοῦ, ἴσως δὲ καὶ τὰ ἐκ κόπων.

Οὐκ οἶδα ὅ τι εἴπω, νὴ τοὺς θεοὺς, ὅταν ὠφελιμώτατον θεώρημα μυριάκις ἐπὶ τῶν νοσούντων φαινόμενον ἀγνοῶσιν οἱ τὸ βιβλίον ἐξηγησάμενοι. τὸ μὲν οὖν τῶν ἄλλων ἧττον ἄν τις θαυμάσειε, τὸ δὲ Σαβίνου καὶ Ῥούφου τοῦ Ἐφεσίου, τοῖς Ἱπποκράτους συγγράμμασιν ὡμιληκότων ἀνδρῶν οὐ παρέργως, ἄξιον ὄντως ἐστὶ θαύματος, εἰ μὴ πολλάκις ἐθεάσαντο ῥίγους κρισίμου προηγησαμένην ἐπίσχεσιν οὔρου. περὶ ἧς νῦν ὁ Ἱπποκράτης γράφει, προγιγνώσκειν ἡμᾶς διδάσκων ἐσόμενον ἐν νόσῳ κρίσιμον ῥῖγος. ἐὰν ἐν ὀξεῖ πυρετῷ τἄλλα σοι σημεῖα σωτήρια φαίνηται καὶ κρίσιν ἐλπίζῃς ὑπόγυιον ἔσεσθαι, γινώσκειν σε χρὴ τῶν οὔρων ἐπισχεθέντων ἐξ ἀνάγκης ἔσεσθαι τὸ κρίσιμον ῥῖγος. ἐὰν δὲ καὶ ἡ νὺξ προηγήσηται δύσφορος, ἥ τε ἡμέρα κρίσιμος ᾖ, βεβαιότερόν ἐστι προερεῖν ἔσεσθαι τὸ ῥῖγος. ἐὰν δὲ τὸ διὰ σφυγμοῦ σημεῖον ὡς ἔμαθες ἐνδείξηταί σοι ταὐτὸν, μὴ μόνον ἔσεσθαι τὸ ῥῖγος, ἀλλὰ καὶ σφοδρὸν ἔσεσθαι βεβαίως ἔλπιζε. τὸ τοίνυν ἐκ χρηστῶν ἤτοι τῶν οὔρων μόνων ἢ καὶ τῶν ἄλλων ἅμα αὐτοῖς τῶν ἀγαθῶν σημείων ἀκούειν

σε χρή. τηλικαύτη μὲν ἡ δύναμίς ἐστι τῶν ἐν τοῖς οὔροις σημείων ἐν τοῖς ὀξέσι πυρετοῖς, ὥστε καὶ μόνῃ πιστεύειν αὐτῇ. προσερχομένων δὲ καὶ τῶν ἄλλων, πρόγνωσις ἔσται σοι βεβαιοτάτη καὶ ἀμετάπτωτος, ὡς τὸ διηνεκὲς ἔχειν. αἱ μέντοι τῶν οὔρων ἐπισχέσεις γίνονται καὶ τῆς κοιλίας ἐκκρινούσης πολλά. δηλοῦται γὰρ ἐνταῦθα ῥέπειν ἡ ὀῤῥώδης ὑγρότης, ἧς ἔμαθες, ὅταν πλεονάζῃ, τρεῖς εἶναι κενώσεις, τὴν διὰ γαστρὸς, τὴν δι’ οὔρων, τὴν δι’ ἱδρώτων. ἐὰν μὲν οὖν ἡ κοιλία πλείω διαχωρήσῃ, τῇ τῶν οὔρων ἐπισχέσει θαῤῥεῖν οὐ προσῆκεν εἰς τὴν τοῦ ῥίγους πρόγνωσιν. ἐὰν δὲ καὶ αὕτη μηδ’ ὅλως προχωρήσῃ προεγνωκότι σοι τὸ νόσημα πλησίον εἶναι κρίσεως, ἀναγκαῖόν ἐστι ῥιγῶσαί τε καὶ ἱδρῶσαι τὸν κάμνοντα. τί ποτε οὖν σημαίνει τὸ καὶ ὕπνοι ἐνέωσιν; εἰ μὲν γὰρ ὡς ἕν τι τῶν ἀγαθῶν σημείων εἴρηται, τὸ μέγιστον εἰς τὰ παρόντα συμφωνήσει· τὸ δὲ ἢν ἐκ χρηστῶν ἴωσιν, ὥσπερ τι παράδειγμα λελεγμένον. εἰ δ’ ὡς καὶ τοῦτο τοῦ γενησομένου ῥίγους ὂν σημεῖον, οὐχ ἁπλῶς σε χρὴ γινώσκειν περὶ τοῦδε. πολλάκις μὲν γὰρ ἡ προηγησαμένη
τῆς κρίσεως νὺξ τοῦ τε ῥίγους καὶ τῆς ἐπ’ αὐτῷ κρίσεως γίνεται δύσφορος, ὁπότε βεβαιοτάτην ἕξεις σὺν τοῖς εἰρημένοις τὴν τοῦ γενησομένου ῥίγους πρόγνωσιν. ἐνίοτε δὲ ἐν τῷ σπανίῳ μεθ’ ὕπνων χρηστῶν εὔφορος γίνεται ἡ νὺξ καὶ φαίνεται τούτοις οὐχ ὁ τοῦ ῥίγους δηλωτικὸς σφυγμὸς, ἀλλ’ ὁ τῆς ἐκκρίσεως. ἔμαθες δὲ περὶ τούτων ἱκανῶς ἐν τῇ τῶν σφυγμῶν πραγματείᾳ. προσεπισκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τοῦ πυρετοῦ κελεύει σε, τουτέστι εἰ θερμὸς καὶ χολώδης καὶ καυσώδης ἢ τῶν ἄλλων τίς. ὅσα γὰρ ἐν τοῖς ὀξέσι πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι γίνεται ῥίγη κριτικὰ, ταῦτα ἔμαθες ἐπὶ τῇ ξανθῇ χολῇ διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένῃ πρὸς τὸ ἐκτὸς, ἀποτελεῖσθαι διὰ τοῦτο καὶ οἱ ἐκ κόπων πυρετοὶ, χολωδέστατοι τὴν κρᾶσιν ὄντες, εἰς τὴν πρόγνωσίν σοι καὶ αὐτοὶ συντελοῦσιν. αὕτη μὲν οὖν ἡ ἀπὸ τῶν προκαταρκτικῶν αἰτίων εἰς τὴν πρόγνωσιν ὠφέλεια, λελεγμένη μὲν ὡς ἐπὶ παραδείγματος ἑνὸς, ἐσομένη δέ σοι χρήσιμος, κᾀπὶ τῶν ἄλλων αἰτίων τῶν προκαταρκτικῶν, ὅσα χολωδέστερον ἐργάζεται

τὸ σῶμα. ταῦτα δέ ἐστιν ἐγκαύσεις τε καὶ ἀγρυπνίαι καὶ φροντίδες καὶ λῦπαι καὶ θυμοὶ καὶ τροφῆς ἔνδεια καὶ τῶν χολωδῶν ἐδεσμάτων πλεονεξία. πρώτη μέν σοι καὶ ἀσφαλεστάτη διάγνωσις εἰς τὸν τρόπον τῶν πυρετῶν ἀπὸ τῶν φαινομένων κατὰ τὸ σῶμα γενήσεται, καθάπερ ἔμαθες ἐν τοῖς περὶ διαφορᾶς τῶν πυρετῶν. ἐφεξῆς δὲ καὶ ἡ ἀπὸ τῶν προκαταρχόντων αἰτίων εἰς ἀσφαλεστέραν πίστιν, ὧν εὗρες, οὐ σμικρὰ συντελέσει. θαυμαστὸν οὖν ὅπως τοῦτο τὸ θεώρημα χρησιμώτατον ὂν ἐλάθη τοὺς ἐξηγητάς.

11. Ἀποστάσιες οὐ μάλα οἷσι ῥίγεα.

Σπανίως ἀποστάσεις γίνονται τοῖς μετὰ ῥίγους πυρέττουσιν, ὥσπερ ἐν τεταρταίοις πυρετοῖς καὶ τριταίοις. αἱ γὰρ ἐν ταῖς παρακμαῖς τῶν τοιούτων παροξυσμῶν ἐκκρίσεις 

κενοῦσι τὸ πλῆθος, ὥστε πάνυ χρὴ πολλὴν εἶναι τὴν περιουσίαν τῶν λυπούντων χυμῶν, ἵν’ ἡ φύσις ἀποστάσεως δεηθῇ.

12. Αἱ τῶν σκελέων ἐκθηλύνσιες, οἷον ἢ πρὸ νόσου ὁδοιπορήσαντι ἢ ἐκ νόσου αὐτίκα, διότι ἴσως τὸ ἐκ κόπων εἰς ἄρθρα ἀπέστη, δι’ ὃ αἱ τῶν σκελέων ἐκθηλύνσιες.

Οὐκ ἔστι γνῶναι σαφῶς πότερον τὰς ἀσθενείας μόνας ἐκθηλύνσεις εἴρηκεν ἢ τὰς σὺν ἀτροφίᾳ τῶν σκελῶν ὅλων γινομένας. ὅσον μὲν γὰρ ἐπὶ προτέρῳ τῶν προειρημένων παραδειγμάτων, ἐγχωρεῖ καὶ τὰς σὺν ἀτροφίᾳ νοεῖν. ὅσον δ’ ἐπὶ τῷ δευτέρῳ, καθ’ ὅ φησι, διότι ἴσως τὸ ἐκ κόπων εἰς ἄρθρα ἀπέστη, τὰς ἰσχνότητας οὐκ ἄν τις εὐλόγως ἀκούσειεν, ἀλλ’ ἁπλῶς τὰ ἀσθενείας, αἵ τινες δύνανται καὶ χωρὶς ἰσχνότητος, ἤτοι ἐκλύτους τὰς ἐνεργείας ἐργάσασθαι

τῶν σκελῶν ἢ τὰς ἀποστάσεις ὑποδέχεσθαι. τὸ δὲ ἐπὶ τῷ τέλει προσκείμενον, δι’ ὃ αἱ τῶν σκελῶν ἐκθηλύνσιες, εἴρηται καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως. ὅθεν ἔνιοι τῶν ἐφεξῆς γεγραμμένων ἡγούμενον αὐτὸ ποιοῦσι. πρῶτον μὲν ἀφαιροῦντες τὸ διότι, συμμετακοσμοῦντες δὲ αὐτῷ τινὰ καὶ τῶν ἐκ τῆς ἑπομένης ῥήσεως. ὅπερ δὲ καὶ τὴν ἀρχὴν εἶπον ἀναμνήσω καὶ νῦν, ἔστι δὲ τοῦτο τὸ πολυειδῶς γεγράφθαι τὰς ἐν τούτῳ τῷ βιβλίῳ ῥήσεις, ὥσπερ καὶ τήνδε, μετὰ τοῦ διεσπάσθαί τινας οὐκ ὀρθῶς ἢ συνῆφθαι πάλιν οὐ προσηκόντως. ὧν εἰ μνημονεύσοιμι πάντων ἅμα τῷ διελέγχειν τοὺς ἁμαρτάνοντας, εἰς ἄπειρον ἐκταθήσεται μῆκος ὁ λόγος.

13. Φύματα ἕξω ἐξοιδέοντα καὶ τὰ ἀπόρεα καὶ τὰ κορυφώδεα καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα καὶ μὴ περίσκληρα καὶ
κατάῤῥοπα καὶ τὰ μὴ δίκραια ἀμείνω. τὰ δ’ ἐναντία κακὰ καὶ ὅσῳ πλείστως ἐναντία κάκιστα.

Ἀπὸ τῶν ἐν τῇ γῇ φυομένων οἱ ἄνθρωποι φύματα κεκλήκασιν τοὺς παρὰ φύσιν ὄγκους ὅσοι τοὐπίπαν ἄνευ τῆς ἔξωθεν αἰτίας γίνονται, μάλιστα οὖν ὀνομάζουσιν οὕτω τὰ πρὸς τὸν ἐκτὸς τόπον ἐπειγόμενα. τῷ δ’ οὐκ ἔχειν ἕτερον ὄνομα καὶ τὰ πλατέα καὶ βραχεῖ τοῦ κατὰ φύσιν ὑψηλότερα. καὶ ταῦθ’ ὡσαύτως ἐνίοτε προσαγορεύουσιν, ὅπερ καὶ Ἱπποκράτης ἐποίησεν, ἀγαθὰ μὲν εἶναι λέγων τὰ ἐξοιδοῦντα, τουτέστιν ἐφ’ ὦν ἀξιόλογος ἡ ἐξόγκωσις ἢ ὅσα τὴν αὔξησιν οὐκ ἐς τὴν ἔσω χώραν, ἀλλ’ εἰς τὴν ἔξω ποιεῖται, καθάπερ ἐν προγνωστικῷ γράφων εἶπεν· Ὅσα μὲν ἔξω τρέπεται ἄριστά ἐστιν ὡς μάλιστα ἐκκλίνοντα καὶ εἰς ὀξὺν ἀποκορυφοῦντα. ὅσα δὲ, φησὶν, ἔσω ῥήγνυται, ἄριστά ἐστιν ἃ τῶν ἔξω χωρίων μηδὲν ἐπικοινωνεῖ, κάλλιον μὲν γὰρ ἔξω ῥέπειν. εἰ δὲ ἔσω ῥέπει, βέλτιον πάλιν ἐν τούτοις ἐστὶν

ἅπασιν αὐτῶν τὴν ῥοπὴν ἐς τὴν ἔσω χώραν πεποιῆσθαι. τῶν μὲν οὖν φυμάτων ἡ γένεσις ἐν ἐπιγαστρίῳ τέ ἐστιν ἢ καὶ κατὰ θώρακα. τούτοις γὰρ ὑπόκεινται χῶραι κεναὶ, τὸν παρὰ φύσιν ὄγκον ἐκδεχόμεναι τῶν ἔσω ῥεψάντων φυμάτων. αὐτῶν δὲ τῶν ἐξογκουμένων ἔξω, τὰ ἀπόξεα καὶ κορυφώδη κρείττονα τῶν πλατέων ἐστὶν, ὡς ἂν ὑπὸ θερμοτέρων τε καὶ λεπτοτέρων τῇ συστάσει γινόμενα χυμῶν καὶ διὰ τοῦτο ταχέως ἐκπυϊσκόμενα. τὰ γὰρ ὑπὸ παχέων καὶ γλίσχρων γινόμενα ὡς ἂν ψυχρῶν ἄντων, πλατέα τέ ἐστι καὶ δύσπεπτα καὶ σήπεται μᾶλλον, οὐ πέττεται χρόνῳ πλείονι, σὺν τούτοις δὲ ἐπαινεῖ καὶ τὰ ὁμαλῶς ἐκπυϊσκόμενα. τὰ γὰρ ἐκ μέρους μέν τινος ἑαυτῶν ἐκπυήσαντα, τὸ λοιπὸν δὲ ἅπαν ἀνεκπύητον ἔχοντα, πρῶτον μὲν αὐτῷ τὰ χρονιώτερα τῶν ἄλλων ἐκπυησάντων εὐθέως εἶναι μοχθηρὰ, δεύτερον δὲ τῷ δυσχερεῖ τῆς θεραπείας. ἄλλων μὲν γὰρ δεῖται τὰ διαπυήσαντα τῶν ἰαμάτων, ἄλλων δὲ τὰ ἀνεκπύητα. καὶ τὰ μὴ περίσκληρα δὲ βελτίω τῶν περισκλήρων ἐστὶν. ὀνομάζει δὲ περίσκληρα τὰ τὸ μέσον
ἑαυτῶν ἔχοντα μαλακὸν καὶ διαπυίσκον, ὅσον δὲ ἐν κύκλῳ τούτου σκληρὸν καὶ δυσεκπύητον ἢ ὅλως ἀνεκπύητον. ἐπαινεῖ δὲ καὶ τὰ κατάῤῥοπα φύματα. ταῦτα δέ ἐστιν ὅσα κατὰ τὴν κάτω χώραν τὴν κορυφὴν ἑαυτῶν ἴσχει τῆς ἐκπυήσεως. ἐνταῦθα γὰρ ἀναστομωθέντα τὰς ἀποῤῥύσεις εὐπετεῖς λαμβάνει, εἰ μὴ λάθοι γέ σε τῶν ἀνωμάλων ὄντα. καὶ τούτοις γὰρ τὸ μέν τι χρηστὸν ὑπάρχει, τὸ δέ τι μοχθηρόν. ὅσα δὲ τὴν ἐκπύησιν ὁμαλὴν ἔχοντα τὴν κορυφὴν ἐν τοῖς κάτω μέρεσι ποιεῖται, ταῦτα ἄριστα. καὶ τὰ μὴ δίκραια δὲ βελτίω τῶν δικραίων εἶναί φησιν. εὑρίσκεται γὰρ τῶν δικραίων τὸ μέσον οὐκ ἀπαθὲς μὲν, ἀνεκπύητον δὲ καὶ σκληρόν. εὔδηλον δ’ ὅτι τῶν ἐναντίως ἀλλήλοις διακειμένων φυμάτων ὧν διῆλθεν, ὅσα πλεῖστον ἀλλήλων διαφέρει ταῖς ἰδέαις, ταῦτα καὶ ταῖς δυνάμεσι καὶ τοῖς ἤθεσι διαφέρει πάμπολυ. πλάτος γὰρ ἱκανὸν ἐχουσῶν τῶν εἰρημένων διαφορῶν, ἀναγκαῖον εἶναι μέν τι μέσον τῶν ἐναντίων. ἀποκεχωρηκέναι δὲ τοῦ μέσου τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, οἷον ἐπὶ τῶν σκληρῶν καὶ μαλακῶν· ἐπὶ 

μιᾶς γὰρ ἀντιθέσεως ὡς ἐπὶ παραδείγματος ἀρκέσει τὸν λόγον ποιήσασθαι. τὸ μὲν σκληρὸν τοῦ μαλακοῦ φαυλότερόν ἐστιν. αὐτοῦ δὲ τοῦ σκληροῦ τὸ μᾶλλον σκληρόν. εἰ δέ ἐστι σκληρότερον, εἴη χαλεπώτατον, οὕτω δὲ καὶ τὸ μὲν μετρίως μαλακὸν, ἀγαθὸν μετρίως ἐστί, τὸ δὲ τελέως μαλακὸν, ἀγαθὸν καὶ τοῦτο τελέως. ἅσπερ οὖν ταύτης τῆς ἀντιθέσεως ἤκουσας, ἐπὶ τὰς εἰρημένας ἁπάσας γε μεταφέροις.

14. Τὸ θηριῶδες φθινοπώρου καὶ αἱ καρδιαλγίαι καὶ τὸ μελαγχολικόν.

Εἴτε τὰς ἀσκαρίδας, εἴτε τὰς ἕλμινθας λέγει τὸ θηριῶδες, εἴτε ἐλέφαντα καὶ καρκίνον, εἴτε φθίσιν ὥς τινες ἤκουσαν, εἴτε πᾶν τὸ κακόηθες. εἰκότως ἐν φθινοπώρῳ τὰ τοιαῦτα γίνεται πάντα, διά τε τὴν κακοχυμίαν τῆς ὥρας καὶ τὴν τοῦ περιέχοντος ἀνώμαλον κρᾶσιν. οὐδὲν

οὖν θαυμαστὸν εἰ καὶ καρδιαλγίαι καὶ τὸ φρικῶδες καὶ τὸ μελαγχολικὸν ἐπικρατεῖ κατὰ τὴν φθινοπωρινὴν ὥραν. ἅπαντα γὰρ ἕπεται ταῦτα τοῖς προειρημένοις αἰτίοις. εἴρηται δὲ ἡμῖν ἐπὶ πλέον ἐν τῇ τοῦ δευτέρου τῶν ἐπιδημιῶν ἐξηγήσει περὶ τῶν κατὰ τὸ φθινόπωρον ἁπάντων.

15. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς ἐπισκέπτεσθαι καὶ ἐν ἁπάσῃ τῇ νούσῳ, ὡς τὸ ἐν δείλῃ παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς εἰς δείλην καὶ αἱ ἀσκαρίδες.

Κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν οὕτως ἐγέγραπτο πρὸς τὰς ἀρχὰς τῶν νούσων σκεπτέον εἰ αὐτίκα ἀνθεῖ. χρῆται γὰρ ἐνίοτε τῇ πρὸς τὰς ἀρχὰς φωνῇ ὁ Ἱπποκράτης, ὡσεὶ καὶ κατὰ τήνδε τὴν λέξιν εἶπε· πρὸς τὰς ἀρχὰς τῶν νούσων διαφέρει τὸ σκοπεῖσθαι εἰ αὐτίκα ἀνθεῖ, καθάπερ κᾀν τῷ φάναι ὃ καὶ πρὸς τὸ θερμαίνειν καὶ ψύχειν καὶ

ξηραίνειν καὶ ὑγραίνειν, πολλὰ ἄν τις εὕροι τοιαῦτα. οὐ γὰρ ὡς ἐναντιούμενος, οὐδ’ ὡς ἀντιλέγων, ἀλλ’ ὡς συνεργοῦντα πρὸς τὸ θερμαίνειν καὶ ψύχειν καὶ ξηραίνειν καὶ ὑγραίνειν χρῆται, πολλὰ, φησὶν, ἄν τις εὕροι τοιαῦτα. δέδεικται δὲ καὶ τοῦθ’ ἡμῖν, ἐν οἷς ἐξηγούμεθα τὸ δεύτερον τῶν ἐπιδημιῶν. εἰ δ’ οὐχ οὕτως ἐθέλοι τις ἀκούειν τῆς λέξεως, ἀναγκαῖόν ἐστι τὸ πρὸς τὰς ἀρχὰς ἀντὶ τοῦ κατὰ τὰς ἀρχὰς ἢ περὶ τὰς ἀρχὰς ἀκούειν. οὐ μὴν ἐν ταῖς ἀρχαῖς γε μόναις τοῦτο παραινεῖ σκοπεῖν, ἀλλ’ ἐν ὅλαις ταῖς νόσοις, εἶτα παράδειγμα προσέθηκεν ὃ δυνατόν ἐστιν ἀναγνῶναι διττῶς, καθ’ ἕνα μὲν τρόπον, τὸ ἐς δείλην παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς, εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς ἐς δείλην καὶ αἱ ἀσκαρίδες· καθ’ ἕτερον δὲ τρόπον, οἷον τὸ ἐς δείλην παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς ἐς δείλην. εἶτα ἀπ’ ἄλλης ἀρχῆς καὶ ἀσκαρίδες. ἀναλόγως γάρ τινα ἔχειν ἡγεῖται τὴν ἡμέραν πρὸς ὅλον τὸν ἐνιαυτὸν, ὡς τῷ μὲν ἑωθινῷ καιρῷ τὸ ἔαρ ἐοικέναι, τῇ δὲ μεσημβρίᾳ τὸ θέρος, τῇ δὲ ἑσπέρᾳ τὸ φθινόπωρον, τῇ δὲ νυκτὶ τὸν χειμῶνα. λέλεκται δὲ καὶ

περὶ τούτων ἐπὶ πλέον ἐν οἷς ἐξηγούμεθα τὴν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ῥῆσιν, ἧς ἀρχὴ, αἱ ἀσκαρίδες δείλης.

16. Νηπίοισι βηχίον ξὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ ξυνεχεῖ, σημαίνει μετὰ κρίσιν διμηναίῳ τὸ ξύμπαν εἰκοσταίῳ καὶ οἰδήματα ἐς ἄρθρα.

Ἅπαντες ὁμοίως πιστεύοντες τοῖς γεγραμμένοις οἱ ἐξηγησάμενοι, μετὰ τοῦ μηδὲ νοεῖν, ὧν ἐπαινοῦσιν, ἔνια. καίτοι τινὰ μὲν, εἰ καὶ κακοζηλότερον εἰπεῖν, οἷον νεῦρα τῆς τέχνης ἐστὶν, τινὰ δὲ πάνυ σμικρὰν ἔχει τὴν ὠφέλειαν, ἔνια δὲ οὐδὲ σμικρὰν, ὥσπερ καὶ τὸ κατὰ τὴν προκειμένην ῥῆσιν. ἐγὼ γὰρ ὅσα μὲν ἀεὶ φαίνεται γινόμενα κατὰ τοὺς ἀῤῥώστους, ὡσαύτως ἀξιομνημόνευτα νομίζω, καὶ τούτων αὐτῶν μάλιστα τὰ μεγάλην ἔχοντα τὴν χρείαν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἔλεγον, ἐπὶ τῆς κατὰ τὸ ῥῖγος

προγνώσεως. ἐν σφοδροτάτῳ γὰρ ἐνίοτε πυρετῷ μετ’ ἀγρυπνίας καὶ ἄσης καὶ δίψους καὶ δυσφορίας, ἔσθ’ ὅτε δὲ καὶ παραφροσύνης, ἁπάντων ταραττομένων καὶ κλαιόντων τῶν οἰκείων τοῦ κάμνοντος, ἔνεστιν ἐπιστημονικῶς προειπόντα ῥῖγός τε καὶ ἱδρῶτα καὶ λύσιν τοῦ νοσήματος, Ἀσκληπιὸν εἶναι δοκεῖν. ἐπὶ δὲ τοῦ νῦν λεγομένου, πρῶτον μὲν οὐ σαφές ἐστιν ὃ λέγει. δεύτερον δὲ κᾂν ἁπάσας αὐτοῦ τὰς πιθανὰς ἐκδοχὰς ὑπόθηταί τις ἔχεσθαι τῆς τοῦ γράψαντος γνώμης, οὐδὲν ἐξ αὐτῶν ἐστι προειπεῖν ὑποκείσθω γάρ τι νήπιον βῆττον, ἅμα γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ, κᾄπειτα κρινόμενον ὁπωσοῦν ἐν ᾗπερ ἂν ἡμέρᾳ βούληταί τις, εἴτ’ οὖν ὀγδοηκοστῇ μετὰ τὴν ἀποκύησιν, εἴθ’ ἑξηκοστῇ, διττῶς γὰρ ἐξηγήσαντο τὴν λέξιν τήνδε, διμηνιαίῳ τὸ σύμπαν εἰκοσταίῳ, τινὲς μὲν δὲ ἀπὸ γενετῆς διμηνιαῖον εἶναι βουλόμενοι, καθ’ ἣν ἡμέραν κρίνεται τὸ παιδίον, εἰκοσταῖον δ’ ἀφ’ ἧς ἡμέρας ἤρξατο νοσεῖν, τινὲς δὲ διμηνιαίῳ γινομένῳ τὴν νόσον ἀρξαμένην κριθῆναι μεθ’ ἡμέρας εἴκοσι, καὶ τούτων οὕτως ἐχόντων ἡμᾶς προλέγειν, ὅτι τούτῳ 

τῷ παιδίῳ καὶ ἀπόστασίς τις εἰς ἄρθρα γενήσεται μετὰ τὴν κρίσιν. καὶ μὴν οὔτε διὰ παντὸς οὔθ’ ὡς τὸ πολὺ συμβήσεται τοῦτο. χρὴ δὲ τὰς προῤῥήσεις ἢ ἀμεταπταίστους εἶναι διὰ παντὸς ἢ σπανιάκις σφάλλεσθαι. τὸ δ’ ὀλιγάκις μὲν ἐπιτυγχάνειν, πλεονάκις δ’ ἀποτυγχάνειν, οὐ τεχνικόν.

17. Ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ τὰ ἄνω ἐν τοῖσι κάτω ἄρθροισιν, ἀγαθόν. ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν νοῦσον, ἢν μὴ ἐκπυήσῃ.

Ὅτι μὲν ἔτι περὶ τῶν παιδίων λέγει ταῦτα, δῆλόν ἐστι διὰ τῶν ἐφεξῆς εἰρησομένων. ὅ γε μὴν λόγος οὗτος οὐ τῶν ἐπὶ μέρους ἐστὶν, ἀλλὰ τῶν καθόλου καὶ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν καὶ κατὰ τοὺς ἀφορισμοὺς καὶ κατὰ τὸ προγνωστικὸν εἰρημένος, ἃ προεξηγησάμεθα. βούλεται γὰρ τὰς μὲν ἐκ τῶν ἄνω χωρίων, εἰς τὰ κάτω τοῦ ὀμφαλοῦ

γινομένας ἀποστάσεις, ἀγαθὰς εἶναι, τὰς δὲ μὴ τοιαύτας, οὐκ ἀγαθάς. ἐκλύει δ’ αὐτῶν τι τῆς κακίας, ἐὰν ἐκπυήσῃ τὰ οἰδήματα. κέχρηται δὲ κᾀνταῦθα τῇ προσηγορίᾳ τοῦ οἰδήματος, ἐπὶ τοῦ γενικοῦ σημαινομένου τῶν παρὰ φύσιν ὄγκων, ὡς καὶ πρόσθεν εἴρηται.

18. Τὰ δ’ ἐν ὤμοισιν ἐκπυέοντα τοῖσι τηλικούτοισι γαλιάγκωνας ποιέει.

Ὅτι περὶ τῶν νηπίων ἔτι διαλέγεται, σαφὲς αὐτὸς ἐποίησεν εἰπὼν, τοῖσι τηλικούτοισιν, ἀξιῶν ἡμᾶς ἐπὶ τὴν ἀρχὴν ἀναφέρειν τοῦ λόγου καὶ τὰ νῦν εἰρημένα. κατά τινα δὲ τρόπον γαλιάγκωνες οἱ τοιοῦτοι γίνωνται, μεμάθηκας ἔν τε τῷ περὶ ἄρθρων αὐτοῦ συγγράμματι καὶ τοῖς ἡμετέροις ὑπομνήμασιν εἰς αὐτό.

19. Λύσειε δ’ ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ· τὰ δὲ τοιαῦτα ὀλέθρια καὶ ἄλλως παιδίοισιν.

Παρὰ τὸ ἐκθύειν, ὅπερ ἐστὶν ἐξορμᾷν, τὴν ἔκθυσιν εἴρηκεν ἐκτεινομένης τῆς μέσης συλλαβῆς, ὡσεὶ καὶ ἐξόρμησιν εἴρηκε. λύειν δ’ αὐτά φησι τὰς ἀποσκήμματος δεομένας διαθέσεις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ, τουτέστιν εἰ μὴ κακοήθη μάλιστα γένοιτο· καὶ γὰρ ἀνιαρὰ τοῖς βρέφεσιν, οὐ δυναμένοις φέρειν οὔτε τὰς ὀδύνας οὔτε τὴν θεραπείαν, καὶ ἄλλως δυσίατα τὰ τοιαῦτα.

20. Λύσειε δ’ ἂν καὶ αἷμα ῥυὲν, μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται.

Ὅτι μὲν αἷμα ῥυὲν πᾶσι τοῖς τοιούτοις ὠφέλιμόν ἐστι, πολλάκις ἤδη μεμαθήκαμεν. ἐπὶ δὲ τῶν νηπίων, ὑπὲρ ὧν διαλέγεται τὴν ἀρχὴν, οὐδὲ ἐπιφαίνεται τὸ αἷμα πλὴν εἴ που σπανίως. διὸ καὶ προσέθηκεν αὐτὸς, μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται, τουτέστι τοῖς ἐπὶ πλέον ηὐξημένοις. τίνα δ’ ἔτι πάθη τὰ δι’ ὧν εἶπεν ἀποστάσεών τε καὶ αἱμοῤῥαγιῶν καὶ ἑλκυδρίων κρινόμενα τοῖς νηπίοις, οὐ πάνυ σαφῶς ἐδήλωσεν. ἡ γὰρ ἀρχὴ τῆς ῥήσεως ἦν, νηπίοισι βηχίον σὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ. δύναται δὲ καὶ τῶν κατὰ τὸ πλευρόν τε καὶ πνεύμονα καὶ τῶν καθ’ ἧπάρ τε καὶ γαστέρα δι’ ὧν εἶπε συμπτωμάτων δηλοῦσθαι.

21. Δάκρυα ἐν τοῖσι ὀξέσι τῶν φλαύρως ἐχόντων ἑκόντων μὲν χρηστὸν, ἀκόντων δὲ παραῤῥέοντα κακόν.

Περὶ τῶν τοιούτων δακρύων εἴρηται μὲν κᾀν τῷ προγνωστικῷ καὶ ἐν τοῖς ἀφορισμοῖς. ἀλλὰ τελεώτερον ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἔνθα φησὶν, ὁκόσοισιν ἐν πυρετοῖς ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσι δάκρυα παραῤῥεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμοῤῥαγίην προσδέχεσθαι, ἢν μήτ’ ἄλλο ὀλεθρίως ἔχωσιν. ἐπὶ τοῖσι δὲ φλαύρως ἔχουσιν οὐχ αἱμοῤῥαγίην, ἀλλὰ θάνατον σημαίνει. καὶ ἡμεῖς ἐξηγησάμεθα τὴν ῥῆσιν ἐν τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασιν.

22. Οἷσι περιτείνεται βλέφαρον, κακόν.

Ἡ αὐτὴ διάθεσις ἐργάζεται τὸ τοιοῦτον βλέφαρον τῇ κατὰ τὸ προγνωστικὸν εἰρημένῃ. δέρμα τὸ περὶ τὸ μέτωπον σκληρὸν καὶ περιτεταμένον. ὅτι δὲ ἐπὶ τῶν ὀξέων νοσημάτων λέλεκται καὶ τοῦτο καὶ τἄλλα τὰ ἐφεξῆς αὐτοῦ, κατὰ τὸ προγνωστικὸν ὑπ’ αὐτοῦ δεδήλωται καὶ κατὰ τήνδε 

τὴν ῥῆσιν εἰπόντος, δάκρυον ἐν τοῖς ὀξέσι τῶν φλαύρως ἐχόντων ἑκόντων μὲν χρηστὸν, ἀκόντων δὲ παραῤῥέον κακόν.

23. Κακὸν δὲ καὶ τὸ ἐπιξηραινόμενον οἷον ἄχνη.

Φαίνεται γινόμενον καὶ τοῦτο ἐν τοῖς ὀξέσι νοσήμασιν, ὅταν ἐσχάτως ᾖ ξηρὰ, σὺν ἀῤῥωστίᾳ δυνάμεως, μικρῶν πάνυ λημυδρίων ἐκπιπτόντων κατὰ τοὺς ὀφθαλμοὺς, εἶτ’ αὖθις ἐπιξηραινομένων.

24. Καὶ τὸ ἀμαυρὸν κακόν.

Ἐν τοῖς ὀξέσι νοσήμασι τὸ ἀμαυροῦσθαι τὰς ὄψεις, ἀῤῥωστίαν καὶ νέκρωσιν σημαίνει τῆς ὀπτικῆς δυνάμεως.

25. Καὶ τὸ αὐχμηρὸν κακόν.

Ἦν μὲν καὶ τὸ οἷον ἄχνην ἔχον αὐχμηρὸν, ἀλλὰ νῦν, ὅτι κᾂν χωρὶς ἄχνης ᾖ, μοχθηρόν ἐστιν ἐδήλωσε.

26. Καὶ οἱ ῥυτιδούμενοι ἔνδοθεν.

Ὅταν ὁ ἐπιπεφυκὼς ὑμὴν τοῖς κινοῦσι τὸν ὀφθαλμὸν μυσὶν, ὁ μέχρι τῆς στεφάνης ἐκτεινόμενος, ἔκλυτος καὶ χαλαρὸς γένηται, ῥυτιδοῦσθαι συμβαίνει τοὺς ὀφθαλμοὺς ἔσωθεν. εἰ γὰρ ἔξωθεν ῥυτιδωθεῖεν, εἴη ἂν οὕτω γε τοῦ δέρματος τὸ πάθος. ὅτι δὲ ἀσθενείας καὶ καταψύξεώς ἐστι σημεῖον τὸ τοιοῦτον δηλοῖ καὶ τὸ συμβαῖνον ἐπὶ τῶν πάνυ γερόντων· ὁρῶνται γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ ῥυτιδούμενοι.

27. Οἱ πεπηγότες καὶ οἱ μόγις στρεφόμενοι καὶ οἱ ἐνδεδινημένοι.

Περὶ τῶν ὀφθαλμῶν καὶ ταῦτα διῆλθεν. οἱ μὲν γὰρ πεπηγότες, ὅπερ ἐστὶν ἀκίνητοι, τελειοτάτην ἐνδείκνυνται νέκρωσιν τῆς κατὰ τοὺς μῦς δυνάμεως, ὑφ’ ἧς ἐκινοῦντο πρόσθεν ὅτ’ εἶχον κατὰ φύσιν. οἱ δὲ μόγις στρεφόμενοι πλησίον ἥκουσι τῆς τοιαύτης διαθέσεως. οἱ δὲ ἐνδεδινημένοι παραφροσύνην ἢ τρόμον ἐνδείκνυνται τῶν τὸν ὀφθαλμὸν κινούντων μυῶν. γίνεται δὲ τὰ τοιαῦτα πάντα ἐν ὀξέσι νοσήμασι κινδυνώδεσι διὰ τὴν τῆς ἀρχῆς κάκωσιν.

28. Καὶ ὅσα ἄλλα παρεῖται.

Τίνα ταῦτ’ ἐστὶν ἃ λέγει παρεῖσθαι τῶν συμβαινόντων τοῖς ὀφθαλμοῖς; ἢ δηλονότι τὰ κατὰ τὸ προγνωστικὸν εἰρημένα

κατὰ τήνδε τὴν ῥῆσιν. ἢν γὰρ τὴν αὐτὴν φεύγωσιν ἢ δακρύωσιν ἢ διαστρέφωνται ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πελιδνὰ ἢ μέλαινα φλεβία ἐν ἑωϋτοῖσιν ἢ λῆμαι περὶ τὰς ὄψεις ἢ ἐναιωρούμενοι φαίνωνται ἢ ἐξίσχοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γινόμενοι. προεξηγησάμεθα δὲ ἐν ἐκείνῳ τῷ βιβλίῳ σὺν τοῖς ἄλλοις ἅπασι καὶ ταῦτα.

29. Πυρετοὶ οἱ μὲν δακνώδεες τῇ χειρὶ, οἱ δὲ πρῃέες, οἱ δὲ οὐ δακνώδεις μὲν, ἐπαναδιδόντες δὲ, οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρὸς, οἱ δὲ περικαέες μὲν εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροὶ, ξηροὶ, οἱ δὲ ἁλμυρώδεες, οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοὶ, οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες, οἱ δὲ ἐξέρυθροι, οἱ δὲ ἔξωχροι, οἱ δὲ πελιοὶ καὶ τὰ ἄλλα τοιαῦτα τοιουτότροπα.

Κᾀνταῦθα πάλιν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκε καὶ τὰ ἄλλα τοιαῦτα, διὰ τὸ μόνας αὐτῷ τὰς ἀξιολόγους

διαφορὰς τῶν πυρετῶν ὑποτετυπῶσθαι. πρώτας μὲν οὖν ἔγραψε τὰς κατ’ αὐτὴν τὴν οἰκείαν τῶν πυρετῶν οὐσίαν, οὐσία δὲ αὐτῶν ἐστὶν, οὐ καθ’ Ἱπποκράτην μόνον καὶ τοὺς ἀρίστους ἰατροὺς, ἀλλὰ καὶ κατὰ τὴν κοινὴν πάντων ἀνθρώπων ἔννοιαν ἡ παρὰ φύσιν θερμασία, μάλιστα μὲν εἰς ὅλον ἐκτεταμένη τὸ ζῶον, εἰ δὲ μὴ, ἀλλὰ πάντως, ἤτοι γε ἐν τοῖς πλείστοις μορίοις ἢ ἐν τοῖς κυριωτάτοις ὑπάρχουσα· καὶ πολλάκις γε τὸ μὲν ἅπαν δέρμα θερμασίαν οὐδεμίαν σαφῆ ἔχειν φαίνεται παρὰ φύσιν, οὔθ’ ἡμῖν τοῖς ἔξωθεν ἁπτομένοις οὔτε τοῖς κάμνουσιν, αἰσθάνονται δὲ αὐτῆς οἱ νοσοῦντες ἐν τῷ βάθει καί φασι διακαίεσθαι τὰ σπλάγχνα καὶ πρὸς τούτῳ γε ἔνιοι καὶ ἀσσώδεις εἰσὶ καὶ διψώδεις, καὶ ἄγρυπνοι. νῦν οὖν ὁ Ἱπποκράτης τὰς διαφορὰς τῶν πυρετῶν γράφει, ὅσαι διαγινώσκονται τοῖς ἰατροῖς, οὐκ ἐξ ὧν οἱ κάμνοντες λέγουσι, ἀλλ’ ἐξ ὧν αὐτοὶ διά τε τῆς ἁφῆς καὶ τῆς ὄψεως ἐναργῶς αἰσθάνονται. πρῶται δέ εἰσι καὶ κυριώταται καὶ κατὰ τὴν οἰκείαν οὐσίαν, 
ὡς ἔφην, τῶν πυρετῶν, αἱ διὰ τῆς θερμασίας. οὐ γὰρ ἐν τῇ τῶν ἀρτηριῶν κινήσει ἡ τῶν πυρετῶν ἐστὶν οὐσία. τοῦτο γὰρ ὅπως ἡμάρτηται τοῖς περὶ τὸν Ἐρασίστρατόν τε καὶ Χρύσιππον, ἤδη μεμάθηκας. ἡ τοίνυν πυρεκτικὴ θερμασία τοῖς ἁπτομένοις τῶν πυρεττόντων σωμάτων ἤτοι δριμεῖα καὶ δακνώδης ἐστὶν ἢ μετρίως ἀνιαρά. τὸ γὰρ ἡδὺ καὶ οἰκεῖον, ὁποῖον ὑπάρχει τῇ κατὰ φύσιν, οὐδέποτε ἔχει. καθάπερ οὖν καὶ ἄλλα πολλὰ κατὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἀλλήλων διαφέροντα τοῖς πέλας ἑρμηνεύομεν εὐφημότερον, οὐκ ἀληθέστερον, οὕτω καὶ περὶ τῆς βραχέως ἀνιαρᾶς θερμασίας ἐνίοτέ φαμεν ὡς οὐδὲν ὅλως ἀνιαρὸν ἔχει, προβάλλοντες αὐτὴν τῇ σφοδρὸν ἐχούσῃ τὸ λυπηρόν. ἐνίοτε μὲν οὖν ἡ θερμασία φαίνεται πλείστη τε ἅμα καὶ δριμυτάτη, πολλάκις δὲ ὀλίγη μὲν, οὐκ ἀπολειπομένη δὲ τῆς δριμυτάτης, ἢ πάλιν δριμυτάτη μὲν, οὐ μὴν πολλή γε. καὶ τούτων ἕκαστον ὧν εἶπον ἐνίοτε φαίνεται μετ’ ὀλίγον χρόνον, οὐ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρός. ὥσπερ γε καὶ μειοῦσθαι τὰ κατὰ τὴν πρώτην ἐπιβολὴν φανέντα
κατὰ μέγεθός τε καὶ δριμύτητα δόξει σοί ποτε μέχρι χρόνου πλείονος ἐπιβεβλημένης τῷ κάμνοντι τῆς χειρός. καὶ τοίνυν ἐνίοτε μὲν αὐχμηρὰ καὶ κατάξηρος φαίνεται ἡ θερμασία, καθάπερ εἰ λίθου τινὸς ἡψάμεθα θερμοῦ. πολλάκις δὲ φαντασίᾳ τῇ νοτιώδει καὶ ὑγρᾷ πάνυ ἀτμώδης, ὥστ’ αἰσθάνεσθαι σαφῶς ἀναφερομένου τινὸς, ἐκ τοῦ τῶν καμνόντων σώματος ἀτμοῦ παμπόλλου καὶ τούτων πάλιν αὐτῶν ὥσπερ καὶ τῶν προειρημένων, ἔνια μὲν εὐθὺς ἐξ ἀρχῆς φανέντα διαμένει, τινὰ δ’ ἤτοι προσαυξανομένην ἢ διαλυομένην ἔχει τὴν ἐξ ἀρχῆς φανεῖσαν διαφοράν. ἔνια δὲ καὶ γενομένην ἑτέραν οὐδ’ ὅλως ἐξ ἀρχῆς πεφυκυῖαν καὶ διαφθειρομένην τελείως τῶν ἐξ ἀρχῆς ἑωραμένων. αἱ μὲν οὖν κατ’ αὐτὴν τῶν πυρετῶν τὴν οὐσίαν διαφοραὶ τοιαῦταί τινές εἰσι. περὶ δὲ τῶν ἄλλων ἐφεξῆς ὀψόμεθα, πότερον γὰρ ὀρθῶς ἔχει τὰς εἰρημένας ἐφαρμόσαι τῇ λέξει τοῦ Ἱπποκράτους. ἐν τῷ μὲν τοίνυν φάναι, πυρετοὶ μὲν οἱ δακνώδεις τῇ χειρὶ, οἱ δὲ πρῃέες, ἐνδείκνυταί σοι τὸν λόγον αὐτῷ γίνεσθαι περὶ τῶν διὰ παντὸς, ἤτοι δακνωδῶν ἢ
πρῃέων φαινομένων. ἐπιφέρων γοῦν λέγει, οἱ δὲ οὐ δακνώδεες μὲν, ἐπαναδιδόντες δὲ, δηλῶν ἐνταῦθα τοὺς ἐξ ἀρχῆς μὲν οὐ φανέντας δακνώδεις ἐπικειμένῃ τῇ χειρὶ μέχρι πλείονος αἴσθησιν ἐργαζομένους δακνώδη. τούτοις δ’ ἔμπαλιν ἔχουσιν ἐφ’ ὧν φησιν, οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός. ἐν ἀρχῇ γὰρ φανέντες ὀξεῖς ἐκλύονται κατὰ βραχύ. τὸ δὲ ὀξέες ἐπὶ τῆς ταχέως ἀπαντώσης τῇ χειρὶ θερμασίας, ἐνδεικνυμένης τε τὴν ἑαυτῆς κίνησιν ὠκεῖαν, ἀκούειν σε χρὴ, καθάπερ ὀξεῖς τινὰς ὀνομάζομεν δριμεῖς, ἐν ἴσῳ τῷ ταχεῖς, ὀξέα τε νοσήματα λέγομεν, ὅσα ταχέως διεξέρχεται τοὺς ἰδίους καιροὺς ἄχρι τῆς τελευτῆς, εἴτε χερσὶν εἴτε χειρὶ λέγοις πρὸς τῷ τὰς εἰρημένας διαφορὰς γινώσκειν, οὐδὲν διοίσει. δῆλον μὲν γὰρ ἦν τῷ γε νοῦν ἔχοντι τὰς τοιαύτας διαφορὰς οὐ τοῖς ὀφθαλμοῖς, ἀλλὰ ταῖς χερσὶν αἰσθητὰς εἶναι. προστιθέασι δὲ ἅπαντες ἄνθρωποι καὶ τὰς τοιαύτας προσθήκας, ἐνίοτε φύσει πρὸς τοῦτο ἀγόμενοι,
συναυξανούσας τὴν ἐνέργειαν τῶν λεγομένων καὶ μάλιστα ἐπ’ ἐκείνων τῶν πραγμάτων, ἐφ’ ὧν ἐστὶ διὰ τεκμηρίων τινῶν καὶ σημείων εὑρεῖν τὸ ζητούμενον, οὐκ αἰσθητὴν ποιήσασθαι τὴν διάγνωσιν. οὕτως οὖν καὶ ὁ Ἱπποκράτης οὐ μόνον ἐν ἀρχῇ τοῦ λόγου τῶν χειρῶν ἐμνημόνευσεν, ἀλλὰ κᾀν τῷ φάναι, οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός. ἐφεξῆς δὲ τὴν κατὰ μέγεθος αὐτῶν διαφορὰν ἐνδεικνύμενος ἔφην, οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροί. κατά τι μὲν οὖν ἡ τοιαύτη φαντασία γίνεται τοῖς ἁπτομένοις, ὡς ἤτοι πολλὴν εἶναι δοκεῖν ἢ ὀλίγην τὴν θερμασίαν, αὖθις ὀψόμεθα, νυνὶ δ’ ὅτι φαίνεται μόνον εἰπεῖν ἀρκέσει. καθάπερ γὰρ ἐκτὸς, εἰ καὶ τοὺς ὀφθαλμούς τις ἐγκαλύψας ἅψαιτο φλογὸς, ἤτοι πολλῆς αἰσθάνεται τῆς κατ’ αὐτὴν οὐσίας ἢ ὀλίγης, οὐδεμιᾶς ἐν τῇ ποιότητι τῆς θερμασίας αἰσθανόμεθα διαφορᾶς, οὕτως ἔχει κᾀπὶ τῶν πυρετῶν. ἐνίοτε γὰρ ἡ μὲν κατὰ τὴν ποιότητα διάγνωσις τῆς θερμασίας ἡ αὐτὴ φαίνεται τῇ καθ’ ἕτερόν τι σῶμα, διαφέρειν δ’ ἀλλήλων δοκοῦσι ποσότητι. τῶν δ’ ἐφεξῆς
εἰρημένων, τὸ μὲν ξηροὶ σαφὲς ἱκανῶς ἐστὶ, τὸ δ’ ἁλμυρῶδες ἀσαφές. οὐ γὰρ ἁφῆς αἰσθητὸν, ἀλλὰ τῆς γεύσεως μόνης τὸ ἁλμυρόν ἐστι. ἔστι δὲ μᾶλλον ἀσαφὲς τὸ ἐφεξῆς εἰρημένον, ἔνθα φησὶν, οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί. εὑρίσκομεν δὲ ἐνταῦθα διάφορον τὴν γραφήν. ἐν μὲν τοῖς πλείστοις τῶν ἀντιγράφων προκειμένου τοῦ ἰδεῖν τῷ πεμφιγώδεες, ἐν ὀλίγοις δὲ μετὰ τὸ. ἰδεῖν καὶ τὸ δεινοὶ προσγεγραμμένον. μόνον δὲ τῶν ἐξηγητῶν εὗρον οὕτως γεγραμμένον εἰδότα Σαβῖνον, ᾧ καὶ Μητρόδωρος ἠκολούθησεν ὅσοι τ’ ἀπ’ αὐτῶν εἰσὶ μέχρι νῦν. καὶ μὴν κατ’ ὀλίγιστα τῶν ἀντιγράφων εὗρον ἁπλῶς γεγραμμένον, οἱ δὲ πεμφιγώδεες, οὔτε τοῦ ἰδεῖν οὔτε τοῦ δεινοὶ προσγεγραμμένου. τοὺς μὲν οὖν ἁλμυρώδεας ἐπὶ τὴν ἁφὴν ἄγων τις ἐρεῖ τοὺς ὀδαξησμόν τινα ποιοῦντας εἶναι τοῖς ἁπτομένοις, ὥσπερ ὑφ’ ἅλμης τε καὶ πάντων τῶν ἁλμυρῶν γίνεται σωμάτων. τοὺς δὲ πεμφιγώδεις, τοὺς πνευματώδεις. αἰσθανόμεθα γὰρ πολλάκις ἀναφερομένης διὰ τοῦ τῶν πυρεττόντων 
δέρματος ἀερώδους τινὸς ἀποῤῥοῆς, ὡς εἴ γε μὴ τούτους, ἀλλὰ τοὺς μετὰ φλυκταινῶν λέγει, παραλελοιπὼς ἂν εἴη τῶν ἀναγκαίων τινὰ διαφορὰν, ἐκ τοῦ γένους τῶν προειρημένων, ὅσας ἔφην εἶναι κατ’ αὐτὴν μάλιστα τὴν οὐσίαν τῶν πυρετῶν. ὡς γὰρ δακνῶδες ἰσχυρῶς ἢ σφοδρὸν ἢ ξηρὸν ἢ αὐχμηρὸν εἶναι φαίνεται τὸ τῆς θερμασίας εἶδος ἐπὶ πολλῶν πυρετῶν, οὕτω καὶ πνευματῶδες, αἰσθανομένης τῆς χειρὸς ἀναφερομένου τινὸς ἐπ’ αὐτὴν πνεύματος, ἐνίοτε μὲν ἀτμώδους, ἐνίοτε δὲ ξηροῦ. πλείω δὲ σημαίνοντος τοῦ τε πέμφιγος ὀνόματος ἄλλος ἄλλων τῶν ἐξηγητῶν προχειρισάμενος, ὡς ἓν μόνον ἐκεῖνο σημαῖνον, ὅπερ αὐτὸς βούλεται, πιθανὸς εἶναι δοκεῖ τοῖς ἀκούουσιν. ἤρκει μὲν οὖν ἴσως εἰρῆσθαι πεμφιγώδεις πυρετοὺς τοὺς πνευματώδεις, ὅτι τε τοῦ γένους ἐστι τῶν ἄχρι δεῦρο γεγραμμένων διαφορῶν, ὅτι τε παραλελοιπέναι δόξει ταύτην, εἰ μή τις ἀκούσαιεν οὕτως. ἀλλὰ καὶ τὸ προσκεῖσθαι κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων τὸ ἰδεῖν τῷ πεμφιγώδεες ἀναγκαῖον

ἡμῖν γίνεται καὶ γραμματικῆς ἀδολεσχίας ἐφάψασθαι, χρησίμης ἐνίοτε καὶ αὐτῆς εἰς τὰ τοιαῦτα γινομένης. ἀκριβέστερον μὲν οὖν περὶ τῶν ζητουμένων παρ’ Ἱπποκράτει λέξεων, ἑτέρωθι πεπραγματεύμεθα, νυνὶ δ’ ἀρκέσει τοῖς γραμματικοῖς ἀκολουθήσαντα κατὰ τὴν ἐκείνων διάταξιν εἰπεῖν τι περὶ τῶν κατὰ τὴν πέμφιγα σημαινομένων. δοκεῖ μὲν γὰρ αὐτὴν ἐπὶ τῆς πνοῆς Σοφοκλῆς ἐν Κόλχοις λέγειν,

Ἀπῆξε πέμφιξ Ἰονίου πέλας πόρου,

καὶ αὐτὸς ἐν Σαλμωνεῖ Σατύροις·

καὶ τάχ’ ἂν Κεραύνια πέμφιξι βροντῆς καὶ δυσοσμίας βάλοι.

Αἰσχύλος δὲ ἐν Προμηθεῖ δεσμώτῃ·

εὐθεῖαν ἕρπε τήνδε. καὶ πρώτιστα μὲν Βορεάδας ἥξεις πρὸς πνοὰς, ἵν’ εὐλαβοῦ

βρόμον καταιγίζοντα μή σ’ ἀναρπάσῃ δυσχειμέρῳ πέμφιγι συστρέψας ἄφνω.

ἐπὶ δὲ τῶν ἀκτίνων αὐτῶν δοκεῖ χρῆσθαι τῷ τῆς πέμφιγος ὀνόματι Σοφοκλῆς ἐν Κόλχοις κατὰ τάδε τὰ ἔπη·

κἀπεθαύμασα τηλέσκοπον πέμφιγα χρυσέαν ἰδών.

οὕτω καὶ Αἰσχύλος ἐν Ξαντρίαις·

ἃς οὔτε πέμφιξ ἡλίου προσδέρκεται οὔτ’ ἀστερωπὸν ὄμμα Λητώας κόρης.

ἐπὶ δὲ τῆς ῥανίδος ὁ αὐτός φησιν ἐν Προμηθεῖ·

Ἐξευλαβοῦ δὲ μή σε προσβάλλῃ στόμα Πέμφιξ· πικρὰ γὰρ κοὐ διὰ ζόης ἀτμοί.

καὶ ἐν Πενθεῖ·

Μηδ’ αἵματος πέμφιγα πρὸς πέδῳ βάλῃς.

ἐπὶ δὲ τοῦ νέφους δοκεῖ τετάχθαι κατὰ τόδε τὸ ἔπος ἐν Σαλμωνεῖ Σατύροις παρὰ Σοφοκλεῖ·

πέμφιγι πᾶσαν ὄψιν ἀγγέλῳ πυρὸς,

καὶ παρ’ Ἰβύκῳ·

πυκινὰς πέμφιγας πιόμενοι.

λέλεκται δὲ οὗτος ὁ λόγος αὐτῷ κατά τινα παραβολὴν ἐπὶ χειμαζομένων εἰρημένην. διὸ καὶ τῶν προγνωστικῶν οἱ πλεῖστοι ἐπὶ τῶν κατὰ τοὺς ὄμβρους σταγόνων εἰρῆσθαί φασι τὰς πέμφιγας. ὁ δὲ Καλλίμαχος ὧδε·

μὴ διὰ πεμφίγων ἐνάγουσιν ἔα.

ὁ δὲ Εὐφορίων οὕτως·

ἠπεδαναὶ πέμφιγες ἐπιτρύζουσι θανόντα.

τὰ μὲν οὖν ἐκ τοῦ πέμφιγος σημαινόμενα καὶ δὴ λέλεκται, προείρηται δὲ καὶ περὶ τῶν δύο σημαινομένων ἐξ αὐτῶν, ἐπειδὴ πάντες τῶν ἐξηγητῶν οἱ ἄριστοι καὶ κατὰ ταῦτα ἐδέξαντο τῇ λέξει κεχρῆσθαι τὸν Ἱπποκράτην. νυνὶ δὲ τῶν εἰρημένων σημαινομένων ἐγχωρεῖ προσθεῖναι καὶ ἄλλο τρίτον, ἵνα πεμφιγώδεις ἀκούσωμεν εἰρῆσθαι τοὺς οἷον σπινθήρων ἐξαλλομένων καὶ

ἀπαντώντων τῇ χειρὶ φαντασίαν ἀποστέλλοντας· καὶ εἶεν ἂν οἱ τοιοῦτοι πυρετοὶ συνθετοί τινες ἐκ δυοῖν ἁπλῶν τῶν ἤδη προειρημένων, τοῦ τε πνευματώδους καὶ πυρώδους. ἐναντιωθήσεται δὲ τῇ ἐξηγήσει ταύτῃ μόνον ἕν γ’, εἰ προσκέοιτο τῷ πεμφιγώδεες τὸ ἰδεῖν. εἰκότως οὖν ἀφῃρήκασιν αὐτό τινες. οἱ δὲ οὐκ ἀφελόντες ἤτοι τοὺς μετὰ φλυκταινῶν ἤκουσαν ἢ τοὺς τῆς ψυχῆς ἁπτομένους. ἐπεὶ δὲ οἱ μετὰ φλυκταινῶν ἀπὸ συμπτώματος ὀνομάζονται, πιθανῶς ἂν ἀκούοιμεν ἀπὸ συμβεβηκότος οὕτως αὐτὸν ὀνομάζειν τοὺς λοιμώδεις πυρετούς. ἔτι γὰρ ἀμέλει καὶ τοῦθ’ ἕν τι πυρετῶν εἶδος. ὅτι δ’ ἐν αὐτῷ φλύκταιναι γίνονται καὶ ὁ Θουκυδίδης μαρτυρεῖ γράφων οὕτως· καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτε ἄγαν θερμὸν ἦν οὔτε χλωρὸν, ἀλλ’ ὑπέρυθρον, πελιδνὸν, φλυκταίναις μικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός. ὅσοι δὲ τοὺς τῆς ψυχῆς ἁπτομένους πυρετοὺς εἰρῆσθαί φασι πεμφιγώδεις, πόῤῥω τῆς προκειμένης τῶν πυρετῶν διαφορᾶς ἀπεχώρησαν. ὠνόμαζον γὰρ
ἔνιοι τῶν παλαιῶν καὶ φρενιτικόν τινα πυρετὸν, ὥσπερ ἀμέλει καὶ ληθαργικὸν καὶ πλευριτικὸν καὶ περιπνευμονικόν. ἀλλ’ ὁ νῦν προκείμενος τῇ ῥήσει κατάλογος τῶν πυρετῶν ἀπὸ τῆς κατὰ τὴν θερμασίαν διαφορᾶς ἐστι, ἐν ᾗ δύναται καὶ ὁ λοιμώδης περιέχεσθαι, σηπεδονῶδες ἔχων τὸ θερμὸν, ὁ φρενιτικὸς δὲ οὐ δύναται διά τε τὸ μὴ σύνηθες εἶναι, καθάπερ ἄλλοις, οὕτω καὶ τῷ Ἱπποκράτει πυρετοῦ ἰδέαν ὀνομάζειν τὴν φρενῖτιν, οὔτε ἀπὸ συμπτώματος, ὥσπερ ὁ τὰς φλυκταίνας γεννῶν εἴη λελεγμένος, ἐν ταῖς εἰρημέναις διαφοραῖς αὐτὸν περιέχεσθαι, καθάπερ καὶ τοὺς ἄλλους ὧν ἀρτίως ἐμνημόνευσεν. εὑρίσκεται γὰρ ὁ τῶν φρενιτικῶν πυρετὸς τὴν θερμασίαν ἔχων δακνώδη διὰ παντὸς ὁμοτόνως ἐν παντὶ χρόνῳ τῆς ἐπιβαλλομένης ἁφῆς, ὥστ’ εἰρῆσθαι πρῶτον ἁπάντων αὐτῶν. οὐκοῦν οὐδ’ ὅσοι τοὺς ἁλμυρώδεις πυρετοὺς εἰρῆσθαί φασιν ἀπὸ τῆς αὐτοῖς τοῖς κάμνουσιν ἐν τῷ στόματι γινομένης αἰσθήσεως, ἀποδεξόμεθα τὴν ἐξήγησιν αὐτῶν. φαίνεται γὰρ ὁ Ἱπποκράτης ἁπάσας ἐφεξῆς τὰς πρὸς χεῖρα διαγνώσεις εἰρηκέναι, κατὰ τὴν τῆς 
θερμασίας διαφορὰν, ἐν ᾖ τὸ γένος ὅλον ἐστὶ καὶ ἡ οὐσία τῶν πυρετῶν. εἰ γὰρ καὶ τὸν λοιμώδη δεξαίμεθα λελέχθαι πεμφιγώδη, τὴν μὲν προσηγορίαν ἀπὸ συμβεβηκότος ἕξει, τὸ δ’ εἶδος αὐτὸ κατὰ τὴν οἰκείαν οὐσίαν τῶν πυρετῶν. κατὰ τὸν αὐτὸν δὲ λόγον οὐδὲ οἱ τοὺς ἁλμυρώδεις εἰρῆσθαι φάντες, ὅσοι πάνθ’ ὅσων ἂν ὁ κάμνων γεύηται φαίνεσθαι ποιοῦσιν ἁλμυρὰ, τῶν προκειμένων ἐν τῇ νῦν διδασκαλίᾳ διαφορῶν τοῦ πυρετοῦ μνημονεύουσι, καὶ εἴπερ ἐν τῇ τῶν πυρετῶν διαφορᾷ καὶ τούτους ὁ Ἱπποκράτης ἐτίθετο, πάντως ἂν κᾀκείνους ἅμ’ αὐτοῖς εἶπεν, ἐφ’ ὧν καὶ τὸ σίαλον αὐτὸ καὶ πάνθ’ ὅσων ἂν γεύηται, πικρὰ φαίνεται. ταύτας μὲν οὖν τὰς διαφορὰς οὐκ ἐν ταῖς τῶν πυρετῶν, ἀλλ’ ἐν ταῖς τῶν χυμῶν διαγνώσεσιν ἄμεινον τίθεσθαι, τοὺς δὲ πυρετοὺς ἐν τῇ τῆς θερμασίας. ὥσπερ γὰρ οἱ χυμοὶ τῆς γεύσεως εἰσὶν αἰσθητὰ, κατὰ τὸν αὐτὸν λόγον οἱ πυρετοὶ τῆς ἁφῆς. ὅτι δὲ τὸ δεινοὶ καλῶς προσέθηκαν οἱ περὶ τὸν Σαβῖνον οὕτως γράψαντες τὴν λέξιν, οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοὶ καὶ πρόσθεν μὲν εἶπον, ἀλλὰ καὶ νῦν ἀναμνήσω.
δεινοὺς γὰρ ἰδεῖν αὐτοὺς εἰρῆσθαι, πρὸς ἡμῶν μὲν, ἐὰν μετὰ φλυκταινῶν καὶ ἑλκώσεων γίνωνται, κατ’ αὐτοὺς δὲ, ὅταν παρακόπτωσι καὶ φοβερὸν ἐμβλέπωσι. περὶ δὲ τούτων ἀμφοτέρων ἥντινα χρὴ γνώμην ἔχειν, προειρήκαμεν. ὁμοίως δὲ ἥμαρτον καὶ οἱ πνευματώδεις μὲν αὐτοὺς εἰρῆσθαι λέγοντες, οὐ πρὸς τὴν ἁφὴν τὴν διάγνωσιν ἀναφέροντες, ἀλλ’ ἐπὶ δυσπνοίας εἴδη, ἐν ᾗ μέγα καὶ πυκνὸν γίνεται τὸ πνεῦμα. πιθανώτατον οὖν ἐστὶν ἢ πρὸς τὴν ἁφὴν πνευματώδη νομίζειν ἢ τὸν λοιμώδη λελέχθαι πεμφιγώδη. προστεθέντος δὲ κατὰ ῥῆσιν τῷ πεμφιγῶδες τοῦ δεινοὶ, ὁ λοιμώδης μόνος ἐστὶ δηλούμενος, οὗ τὸ πρὸς ἄλλους διαφέρον ἐστὶ τὸ σηπεδονῶδες εἶναι τὸ θερμὸν, οἷόνπερ καὶ τῷ νῦν γινομένῳ πολυχρονιωτάτῳ λοιμῷ. διὰ τοῦτο οὖν οὐδὲ θερμοὶ καὶ διακαεῖς ἐνεφαίνοντο τοῖς ἁπτομένοις οἱ λοιμώττοντες, καίτοι τά γ’ ἔνδον ἰσχυρῶς διακαιόμενοι, καθάπερ καὶ ὁ Θουκυδίδης ἔφη· καὶ τοῦ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτ’ ἄγαν θερμὸν ἦν οὔτε χλωρὸν ἦν, ἀλλ’
ὑπέρυθρον, πελιδνὸν, φλυκταίναις σμικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός. τὰ δὲ ἐντὸς οὕτως ἐκαίετο, ὥστε μηδὲ τῶν πάνυ λεπτῶν ἱματίων καὶ σινδονίων τὰς ἐπιβολὰς, μήτ’ ἄλλο τι ἢ γυμνοὶ ἀνέχεσθαι. εἴρηταί γε μὴν ἡ πέμφιξ κᾀν ταῖς ἰδίαις γνώμαις ἃς εἰς Εὐρυφῶντα τὸν καὶ ἰατρὸν ἀναφέρουσι κατὰ τήνδε τὴν λέξιν· οὐρέει ὀλίγον ἑκάστοτε καὶ κάει καὶ ἐφίσταται πέμφιξ οἷον ἐλαίου χλωρῆς ὥσπερ ἀράχνιον. ἐοίκασι γοῦν οὗτοι πέμφιγα καλεῖν οὐχ ὅλην τὴν φλύκταιναν, ἀλλὰ μόνον τὸ περιγράφον αὐτὴν ἔξωθεν ἀραχνίῳ παραπλήσιον. συντελέσας δ’ οὖν ὁ Ἱπποκράτης τὰς οἰκειοτάτας τε καὶ πρώτας διαφορὰς τῶν πυρετῶν, ἑξῆς ἐπὶ τὰς κατὰ χρόαν μεταβάς φησιν, οἱ δὲ ἐξέρυθροι οἱ δὲ ἔξωχροι, οἱ δὲ πελιοί. ἐξερύθρους μὲν εἶπεν οὐχ ἁπλῶς ἐρυθροὺς καὶ μετὰ τούτους ἐξῆς πάλιν ἐξώχρους, οὐκ ὠχροὺς, πελιοὺς δ’ ἁπλῶς οὐδὲν αὐτοῖς ἐπιτάσεως τοῦ δηλουμένου προσθεὶς, ὡς εἰ καὶ πελιδνοτάτους τούτους εἰρήκει. τοῦτο μὲν γὰρ ἀεὶ μοχθηρὸν τὸ χρῶμα. τὸ δὲ τῶν ἐρυθρῶν τε
καὶ ὠχρῶν σύνηθες. οἱ δὲ ἐξέρυθροι, τουτέστιν οἱ σφοδρῶς ἐρυθροὶ, σφοδροτάτην μὲν ἐμφαίνουσι τὴν θερμασίαν, τὴν δ’ ὕλην αἷμα, καθάπερ οἱ ἔξωχροι τὴν ὠχρὰν χολήν. ἐπισκέπτου δὲ ἐπ’ αὐτῶν τὰ διαχωρούμενα, κᾂν μὲν μετὰ χολῆς εὑρίσκῃς, ἐξ ἀναχύσεως αὐτῆς γίνωσκε τὴν κατὰ φύσιν χροιὰν ὑπηλλάχθαι, ἐὰν δὲ ἄνευ χολῆς, τὴν ἐν διαφορᾷ πυρὸς τίθεσο τὴν χρόαν. οὗτοι μὲν οὖν οἱ πυρετοὶ μαρασμὸν ἐπιφέρουσιν, ἐὰν μὴ φθάσωσί ποτε μετὰ ῥίγους καὶ ἱδρῶτος κριθῆναι, οἱ δὲ ἐξέρυθροι τῶν συνόχων εἰσὶν ὑπὸ φλεβοτομίας ὠφελούμενοι τῆς ἄχρι λειποψυχίας ἀγούσης. ὡς ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ μεμάθηκας, ἔνθα καὶ ἡ χρεία μεγάλη φαίνεται τῆς τῶν τοιούτων διαφορῶν γνώσεως, ἰδίαν ἑκάστης αὐτῶν ἐχούσης θεραπείαν. οἱ δὲ πελιοὶ τῶν πυρετῶν, ἀπὸ τῆς χρόας καὶ οὗτοι δηλονότι τὴν ἐπωνυμίαν εἰληφότες, ἐλλείπειν σημαίνουσι τὸν αἱματικὸν χυμόν. καὶ δηλονότι σὺν αὐτῷ καὶ τὸ ἔμφυτον θερμὸν καὶ διὰ τοῦτό εἰσιν ὀλέθριοι. ὧν ἔνιοι καὶ τὰς διὰ κενώσεως ἐπιφερομένας συγκοπὰς ἐπιφέρουσι,
περὶ ὦν ἔμαθες ἐν τῇ θεραπευτικῇ μεθόδῳ. τοὺς τοιούτους πυρετοὺς Εὐρυφῶν ὀνομάζει πελιὰς γράφων ὧδε· πελιὰς πυρετὸς ἴσχει καὶ βρεγμὸς ἄλλοτε καὶ ἄλλοτε καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὰ σπλάγχνα ὀδύνη ἴσχει καὶ ἐμέει χολὴν καὶ ὅταν ὀδύνη ἔχῃ, ἐνορᾷν οὐ δύναται ὅτι βαρύνεται, καὶ ἡ γαστὴρ ξηρὴ γίνεται καὶ ὁ χρὼς πελιὸς ἅπας καὶ τὰ χείλεα οἷάπερ μόρα τρώξαντι καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιὰ καὶ ἐξορᾷ ὥσπερ ἀπαγχόμενος, ὅτε δὲ ἧσσον τοῦτο πάσχει, καὶ μεταβάλλει πολλάκις. ἀλλὰ κᾀν τῷ περὶ νούσων Ἱπποκράτει γεγραμμένῳ τῷ δοκοῦντι τοῖς περὶ τὸν Διοσκορίδην ὑφ’ Ἱπποκράτους γεγράφθαι τοῦ Θεσσαλοῦ υἱέος εἴρηταί τις νόσος πελιή. τοῦ βιβλίου δέ ἐστιν ἡ ἀρχὴ ἥδε· οὐρέεται πολλὴν, ὅταν ὑπερθερμανθῇ ἡ κεφαλή. περὶ δὲ τῆς πελιῆς νόσου κατὰ λέξιν οὕτω γράφει. πελιὴν πυρετὸς ἴσχει ξηρὸς καὶ φρὶξ ἄλλοτε καὶ ἄλλοτε καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὰ σπλάγχνα ὀδύνη ἴσχει καὶ ἐμέει χολὴν, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, οὐ δύναται ἐνορᾷν, ἀλλὰ βαρύνεται, καὶ ἡ γαστὴρ ξηρὰ γίνεται καὶ ἡ χρόα
πελιδνὴ καὶ τὰ χείλεα καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιδνὰ καὶ ἐξορᾷ ὡς ἀγχόμενος. ἐνίοτε καὶ τὴν χρόαν μεταβάλλει, καὶ ἐκ πελιδνοῦ ὑπόχλωρος γίνεται. τινὲς δὲ πάλιν ἐνταῦθα μοχθηρῶς ἐξηγήσαντο πελιὸν πυρετὸν, ἐφ’ οὖ τὰ διαχωρήματα πελιὰ φαίνεται. τούτοις γὰρ ἀκόλουθόν ἐστι καὶ μέλανα καλεῖν πυρετὸν, ἐφ’ οὖ μελάνων ἔκκρισις γίνεται. καταλείπεται οὖν ἔτι τὸ τέλος τῆς ῥήσεως ἐξηγήσασθαι, γεγραφότος αὐτοῦ καὶ τὰ ἄλλα καὶ τὰ τοιαῦτα, τουτέστι τοῖς εἰρημένοις. εἰρήκει δ’ ὑστέρας τὰς κατὰ τὴν χρόαν διαφορὰς, οὐ κατὰ τὴν οὐσίαν αὐτὴν οὔσας τῶν πυρετῶν, ἐγγυτέρω γε μὴν τῶν ἄλλων τῶν ἀπό τινος συμβεβηκότος γινομένων, ὥσπερ ὅταν ἤτοι διαλείποντας ἢ συνεχεῖς λέγωμεν εἶναι τοὺς πυρετούς. καὶ τῶν διαλειπόντων τὸν μὲν τριταῖον, τὸν δὲ ἀμφημερινὸν, τὸν δὲ τεταρταῖον, καὶ τῶν συνεχῶν τὸν μὲν ἡμιτριταῖον, τὸν δὲ καυσώδη, τὸν δὲ κρυμνώδη, τὸν δὲ τυφώδη, τὸν δὲ λοιμώδη, τὸν δὲ ἑλεώδη, τὸν δὲ ἠπίαλον. ὁ δὲ Πραξαγόρας καὶ φρενιτικοὺς καὶ ληθαργικοὺς 
καὶ πρός γε τούτοις ἰκτερικούς τινας ὀνομάζει πυρετοὺς ἐν ταῖς διαφοραῖς τῶν ὀξέων. οἱ δὲ νεώτεροι καὶ συνοχόν τινα καλοῦσι πυρετὸν οὐ μόνον συνεχῆ, καὶ διαφοράς γε αὐτοῦ τίθενται τόν τε ὁμότονον ἢ ἀκμαστικὸν ὀνομαζόμενον καὶ τὸν ἐπακμαστικὸν καὶ τὸν παρακμαστικὸν. καθ’ ἑκατέραν δ’ αὖ τομὴν κοινὴν καὶ πρὸς τὰς ἄλλας νόσους ἐνίους μὲν ὀξεῖς πυρετοὺς ὀνομάζομεν, ἐνίους δὲ χρονίους καὶ κατ’ ἄλλην, εὐήθεις τε καὶ κακοήθεις. καὶ μέντοι καί τινας μὲν τεταγμένους ἢ ἀτάκτους, ἄλλους δ’ αὖ πάλιν περιοδίζοντας καὶ πεπλανημένους. ἔνιοι δὲ τῶν παλαιῶν καὶ τοὺς ἀπὸ διαφερόντων μορίων ἀναπτομένους ἀπ’ ἐκείνων ὠνόμαζον, πλευριτικόν τινα πυρετὸν λέγοντες, ἡπατικόν τε καὶ σπληνικὸν, ἑτέρους δ’ ἀπὸ ξυμπτώματος κωματώδους, καταφορικὸν, ληθαργικὸν, φρενιτικὸν, ἰκτερικόν. ὑπὲρ ὧν ἁπάντων ἐν ταῖς περὶ αὐτῶν πραγματείαις ἔμαθες. ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ τὰ τῆς ἐξηγήσεως αὐτάρκως πεπέρανται. πρὸς γὰρ τῷ τὴν ἐμὴν γνώμην ἀποφῄνασθαι καὶ

τῶν ἐνδόξων ἐξηγητῶν ἐμνημόνευσα, τοὺς ἄλλους ἅπαντας παραλιπὼν ὅσοι περὶ διαφορᾶς πυρετῶν ἀπεφῄναντό τι χωρὶς ὑπομνημάτων ἐξηγητικῶν, ἐν οἷς ἐστὶ καὶ Ἀρχιγένης, ὧν ἐν ἑτέρᾳ πραγματείᾳ μνημονεύσω.

30. Αἱ ξυντάσιες τοῦ σώματος καὶ οἱ σκληρυσμοὶ τῶν ἄρθρων κακὸν καὶ αὐτὸς διαλελυμένος καὶ αἱ κατακλάσιες τῶν ἄρθρων κακόν.

Τῷ μὲν οὖν συντεταμένῳ τὸ κεχαλασμένον ἐστὶν ἐναντίον, τῷ σκληρῷ τὸ μαλακόν. αὐτὸς γοῦν ἐν τοῖς ἑξῆς ἐρεῖ δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις. εἴτε δέρμα συντεταμένον εἴτε ἄρθρον εἴτε σῶμα λέγοιτο, πρὸς τὸ κατὰ φύσιν ἔχον αὐτὸ παραβάλλοντες οὕτως εἰρῆσθαι νοήσομεν. ὅπερ οὔτε συντεταμένον, οὔτε κεχαλασμένον, ἀλλὰ συμμέτρως ἔχον ἐστί. συντείνεται μὲν

οὖν τὰ συντεινόμενα ποτὲ μὲν δι’ οἰκείαν διάθεσιν, ἔστι δ’ ὅτε πρός τινων ἑτέρων ἑλκόμενα· διὰ μὲν τὴν οἰκείαν διάθεσιν, ὅταν ἤτοι παγῇ διὰ ψύξιν ἰσχυρὰν ἢ ξηρανθῇ διά τι τῶν ξηραινόντων αἰτίων. ἔστι γὰρ ὡς ἔμαθες πλείω, τείνεται δὲ ὑπὸ τῶν συνεχῶν ἔνια ξηραινομένων ἢ φλεγμαινόντων ἢ πηγνυμένων. ἔμπαλιν δὲ χαλαρὰ γίνεταί τινα παρὰ τὸ κατὰ φύσιν ὑγρότητι πολλῇ διαβρεχόμενα χωρὶς ψύξεως. σκληρύνεται δὲ τὰ σκληρυνόμενα ξηραινόμενα διὰ ψύξιν ἢ σκίῤῥον ἢ ξηρότητα. φλεγμονὴ γὰρ οὐ σκληρὸν, ἀλλ’ ἀντίτυπον ἐργάζεται τὸν ὄγκον, ὁμοίως τοῖς πεπληρωμένοις ἀσκοῖς ὑγρᾶς οὐσίας ἢ ἀέρος. ὥσπερ δὲ τῷ σκληρῷ παραπλήσιον φαινόμενον τὸ ἀντίτυπον ἀπὸ κοινοῦ συμβεβηκότος, ἐπειδὴ καὶ τὸ σκληρὸν ἀντίτυπόν ἐστι, πάμπολυ διαλλάττει κατὰ τὴν οἰκείαν φύσιν, οὕτως καὶ τῷ μαλακῷ σώματι τὸ ἔκλυτον ὁμοιότητά τινα ἔχον ὡς πρὸς τὴν αἰσθητὴν φαντασίαν οὐ τὴν αὐτὴν ἔχει διάθεσιν. ἀῤῥωστούσης γὰρ τῆς τοὺς μῦς κινούσης δυνάμεως ἔκλυτά τε καὶ πάρετα φαίνεται κείμενα τὰ τῶν ἀῤῥώστων σώματα. ταύτην
μὲν οὖν τὴν διάθεσιν ἐδήλωσεν εἰπὼν, καὶ αὐτὸς διαλελυμένος, ἐφεξῆς δὲ σαφῶς ἔφη, καὶ αἱ κατακλάσιες τῶν ἄρθρων. ἔνιοι δὲ τὴν τρίτην συλλαβὴν οὐ διὰ τοῦ α γράφουσι κατακλάσιες, ἀλλὰ διὰ τοῦ ι κατακλίσιες. ὅπως δὲ ἄμεινόν ἐστι γράφειν εὑρήσομεν, ἀναμνησθέντες τῶν εἰρημένων ἐν τῷ προγνωστικῷ περὶ κατακλίσεως ἐν τῇδε τῇ ῥήσει. κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰατροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα. πρόσχες δὲ ἐνταῦθα τῷ τὰς χεῖρας καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντι. τὸ γὰρ ἤτοι μηδ’ ὅλως ἢ πλέον τοῦ προσήκοντος ἐπικεκάμφθαι μοχθηρὸν ἑκάτερον. ὅτι μὴ κατὰ φύσιν, αὐτὸς γοῦν εἶπεν, οὕτως γὰρ καὶ οἱ πλεῖστοι τῶν ὑγιαινόντων κατακλίνονται, διὰ τοῦτο ἐφεξῆς ἐρεῖ, ὕπτιον δὲ κεῖσθαι καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα ἐκτεταμένα ἔχοντα ἧσσον ἀγαθόν. ἐδείχθη δέ σοι δυνάμεως ἀῤῥωστίαν ἡ τοιαύτη κατάκλισις ἐνδείκνυσθαι καὶ ταύτης ἔτι

μᾶλλον ἡ ἐφεξῆς εἰρημένη κατὰ τήνδε τὴν λέξιν· εἰ δὲ καὶ προπετὴς γίνοιτο καὶ καταῤῥέοι ἀπὸ τῆς κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστιν. ταύτας οὖν τὰς κατακλίσεις ἐν τῇ νῦν προκειμένῃ ῥήσει διὰ τῆσδε τῆς λέξεως ἐδήλωσε, καὶ αὐτὸς διαλελυμένος, εἴ γε τὸ τὰς χεῖρας καὶ τὰ σκέλη ὀλίγον ἐπικεκαμμένα ἔχειν ἐπαινεῖται, τὸ περαιτέρω τοῦδε μείζονα κόλασιν ἐμφαίνει τῶν ἄρθρων, οὕτως γὰρ αὐτὴν ὠνόμασεν. ἐν δὲ τῷ προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν· θανατῶδες δὲ τὸ κεχῃνότα καθεύδειν καὶ τὰ σκέλεα ὑπτίου κειμένου συγκεκαμμένα εἶναι καὶ διαπεπλεγμένα, ὅπερ σημαίνει τὸ διεστῶτα μέχρι πλείονος. εἴτε δὲ συγκεκαμμένα εἴτε διαπεπλεγμένα γράφοι, καθ’ ἑκάτερον ἐμφαίνεται κεκλάσθαι τὰ ἄρθρα. καὶ διὰ τοῦτο ἄμεινόν ἐστι γράφειν ἐνταῦθα, κατακλάσιες τῶν ἄρθρων διὰ τοῦ α, τὸ γὰρ διὰ τοῦ ι κατακλίσιες οὐ πάνυ τι καλῶς ἐπὶ τῶν ἄρθρων λέγεται, τῷ παντὶ σώματι τὰς τοιαύτας προσηγορίας εἰθισμένου τοῦ Ἱπποκράτους, οὐ τοῖς ἄρθροις ἐπιφέρειν.

31. Ὄμματος θράσος παρακρουστικὸν καὶ ῥίψεις καὶ κατακλάσεις κακόν.

Τὸ μὲν θράσος παρακρουστικόν ἐστι σημεῖον καὶ μάλιστα ὅταν ἀναιδημόνως γίνηται, καθότι λέλεκται πολλάκις. ἡ δὲ ῥίψις τῶν ὀμμάτων ἐναντίον σύμπτωμά ἐστι τῷ θρασεῖ βλέμματι. δηλοῖ γὰρ τοὺς μὴ δυναμένους ἐπὶ πλέον ἀναπεπταμένους ἔχειν τοὺς ὀφθαλμοὺς ὑπ’ ἀῤῥωστίας τῆς διοικούσης τὰ βλέφαρα δυνάμεως. κατάκλασιν δὲ λέγει τῶν ὀφθαλμῶν, ὅταν διαστρέφηται τὰ βλέφαρα, καθάπερ ἐν τῷ προγνωστικῷ διῆλθεν εἰπὼν, ἢν καὶ καμπύλον γένηται ἢ πελιὸν βλέφαρον ἢ χεῖλος ἢ ῥὶς, κακόν.

ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ ΣΤ. ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Β.

1. Εὐρῦναι, στενυγρῶσαι, τὰ μὲν, καὶ τὰ δὲ μή.

Θεραπειῶν εἰσι καὶ οὗτοι τρόποι, τοῖς ἐναντίοις ἁρμόττοντες παθήμασιν. εὐρῦναι μὲν γὰρ δεῖ τὰ πεπυκνωμένα, πυκνῶσαι δὲ τὰ πέρα τοῦ προσήκοντος εὐρυσμένα. διὸ καὶ τὴν δευτέραν συλλαβὴν τοῦ στενυγρῶσαι,

ψιλοῦντες οὐ δασύνοντες ἀναγνωστέον ἐστίν. οὐ γὰρ ἔγκειται τὸ ὑγρὸν ἐν τῇ λέξει, καθάπερ ἄν τις οἰηθείη, μὴ γινώσκων ὑπὸ τῶν Ἰώνων τὸ στενὸν ὀνομάζεσθαι στενυγρόν. ἀλλὰ τοῦτό γε μαρτύριόν ἐστιν αὔταρκες, τὸ παρὰ τῷ Σιμωνίδῃ γεγραμμένον ἐν τοῖσδε τοῖς ἔπεσιν·

οὐκ ἄν τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέοντ’ ἔδεισεν, οὐδὲ πάρδαλιν, μοῦνος στενυγρῇ συμπεσὼν ἐν ἀτραπῷ.

ταὐτὸν σημαίνει τῷ στενῇ. στενοῦνται δὲ καὶ ἀνευρύνονται παρὰ τὴν κατὰ φύσιν συμμετρίαν, ἐνίοτε μὲν ἀγγείων τινῶν ἢ μορίων αἰσθητὰ στόμια, πολλάκις δὲ λόγῳ θεωρητὰ, κατά τε τὸ δέρμα κᾀν τῷ βάθει· καὶ χρὴ τὰ μὲν πεπυκνωμένα διοίγειν καὶ ἀραιοῦν, μετρίως ἐκθερμαίνοντα, τὰ δὲ ἀναπεπταμένα συνάγειν, στύφοντά τε καὶ ψύχοντα. τέλειον δὲ ἔχετε τὸν περὶ τούτων λόγον, ὥσπερ καὶ τῶν ἄλλων θεραπευτικῶν λογισμῶν εἰρησόμενον ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ.

2. Χυμοὺς τοὺς μὲν ἐξῶσαι, τοὺς δὲ ξηρᾶναι, τοὺς δὲ ἐνθεῖναι, καὶ τῇ τι μὲν, τῇ τι δὲ μή.

Κᾀν τῷ περὶ χυμῶν ἐμάθετε περὶ τούτων τελεώτερον, ὥσπερ κᾀν τοῖς ἡμετέροις θεραπευτικοῖς, ὥς ποτε μὲν αἰσθητῶς ἐκκενοῦν προσήκει τοὺς πλεονάζοντας χυμοὺς ἢ ἐμέτοις ἢ κλυστῆρσιν ἢ διὰ καθαιρόντων φαρμάκων ἢ δι’ οὔρων ἢ δι’ ἱδρώτων ἢ διὰ φλεβοτομίας ἢ δι’ αἱμοῤῥοΐδος ἢ διὰ μήτρας ἢ ἀποσχάζοντας, ἐνίοτε δὲ διαφορεῖν τοῖς ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ὧν ὠνόμαζε τοῦτο μὲν ξηρᾶναι, τὸ πρότερον δὲ ἐξῶσαι. κοινοῦ δὲ ἀμφοτέροις ὄντος τοῦ κενῶσαι, τὸ ἐναντίον τῷ τρίτῳ ἔγραψεν, ὀνομάσας ἐνθεῖναι, τουτέστι γεννῆσαι τοὺς λείποντας χυμούς. εὔδηλον δ’ ὅτι διὰ τῶν ἐσθιομένων καὶ πινομένων ἐντίθεμεν τούτους, ἐκλεγόμενοι τάς τε προσηκούσας ποιότητας

αὐτῶν καὶ τὰς ποσότητας, καὶ φροντίζοντες ὅπως πεφθῇ τε καὶ ἀναδοθῇ καὶ προστεθῇ τοῖς σώμασι. τὸ δὲ καὶ τῇ τι μὲν, τῇ τι δὲ μὴ, κἂν εἰ μὴ ἐλέλεκτο, σαφὲς ἦν. ἐνίοτε μὲν γὰρ ἐφ’ ἑνὸς ἀνθρώπου τινὰ μὲν εἰς ὄγκον ᾐρμένα μόρια κενώσεως δεῖται, τινὰ δὲ ἀτροφοῦντα προσθέσεως.

3. Λεπτῦναι, παχῦναι, τεῦχος, δέρμα, σάρκας καὶ τἄλλα, καὶ τὰ μὲν, τὰ δὲ μή.

Τεῦχος μὲν ἀκουστέον ἐστὶν ὅλον τὸ σῶμα· καὶ γὰρ λεπτῦναι πεπαχυσμένον ἀμέτρως αὐτὸ καὶ παχῦναι λελεπτυσμένον οὐκ ὀλιγάκις ἡμῖν πρόκειται. πολλάκις δ’ οὐχ ὅλον, ἀλλ’ ἤτοι σάρκας τινὰς ἢ τὸ δέρμα μόνον, ἐνίοτε δὲ τοὺς χυμοὺς, οὓς ἐδήλωσε προσθεὶς καὶ τὰ ἄλλα. τὸ δὲ καὶ

τὰ μὲν, τὰ δὲ μὴ, κατὰ τὸν αὐτὸν εἴρηται λόγον, ὡς ἐπὶ τῆς πρὸ ταύτης ῥήσεως ἐξηγησάμην.

4. Λειῇναι, τρηχῦναι, σκληρῦναι, μαλθάξαι, τὰ μὲν, τὰ δὲ μή.

Κοινὸν καὶ καθόλου σκοπὸν ἰαμάτων παρ’ αὐτοῦ μεμαθηκὼς ἕπεσθαι δυνήσῃ τοῖς λεγομένοις ἐν μέρει πᾶσι θεραπευτικοῖς λογισμοῖς. εἰ γάρ ἐστι τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, λεᾶναι μὲν δεήσει τὰ τετραχυσμένα παρὰ φύσιν, τραχῦναι δὲ τὰ λεῖα γεγονότα. τραχύνεται μὲν οὖν καὶ φάρυγξ πολλάκις αἰσθητῶς καὶ ἀρτηρία τραχεῖα καὶ στόμα καὶ ὅλον τὸ δέρμα κατά τε τὰς ψωρώδεις καὶ λεπρώδεις διαθέσεις, ἐξανθήμασί τέ τισι, τοῖς μὲν κεγχρώδεσιν, τοῖς δ’ ἐλάττοσι τούτων ἢ μείζοσι. τραχύνεται δὲ καὶ τὰ κατὰ γαστέρα πολλάκις, ὅταν δι’ αὐτῶν ἐκκρίνεται πλείων χολώδης χυμὸς ἄκρατος. ἔσθ’ ὅτε δὲ καὶ ἐξ ἐδεσμάτων

δριμέων τε καὶ δακνωδῶν γίνεται τοῦτο. καὶ δηλονότι διὰ τῶν ἰωμένων τὰς τραχύτητας φαρμάκων τὴν θεραπείαν ποιεῖσθαι χρὴ τῶν τοιούτων, ὅπερ ὠνόμασε λεᾶναι. τοῖς δὲ εἰρημένοις ἐναντίως διακείμενα τὰ τραχυνθῆναι δεόμενα, κατὰ μὲν τὸ δέρμα, περί τε τὰς τῆς κεφαλῆς καὶ τοῦ γενείου τρίχας γίνεται. περὶ μὲν τὰς τῆς κεφαλῆς ἐν ἀλωπεκίαις καὶ ὀφιάσεσι καὶ μυδριάσεσιν, ἐπὶ δὲ τοῦ γενείου τῶν βραδέως αὐτοῦ καὶ μόγις φυόντων, ἐφ’ ὧν καὶ αὐτῶν ἐπειράθημεν ἁπάντων πρὸς ἀλωπεκίας ἁρμοζόντων φαρμάκων. ἐν δὲ τοῖς ἄλλοις μέρεσι τοῦ σώματος, ἔν τε τῷ χειλῶν καλῶν ἕλκη ἢ κόλπους ὅλους, ἐνιέντες φάρμακα ῥυπτικὰ τραχύνομεν τὰ μόρια. καὶ τὴν γαστέρα γλίσχρου φλέγματος ἐμπεπλησμένην ἐνίοτε τραχυντικοῖς φαρμάκοις διαῤῥύπτομεν, ἐν ταὐτῷ δ’ ἐστὶ τῷ γένει καὶ τῶν αἱμοῤῥοΐδων καθάρσεων προκλητικοὶ πεσσοί. καὶ μέντοι τὰς ἐν τοῖς βλεφάροις συκώσεις προτραχύνοντές τινι πρότερον οὕτως ἐπαλείφομεν τὰ καθαιρετικὰ φάρμακα, πράττοντες τοῦτο χάριν τοῦ παραδέξασθαι τὴν δύναμιν
αὐτῶν εἰς τὸ βάθος τὰς ἡλωμένας ἐξοχάς. ἴστε γοῦν ἐμὲ χρώμενον ἐπ’ αὐτῶν δέρμασί τε θαλαττίων κητῶν τραχέσι καὶ σηπίας ὀστράκοις καὶ κισσήρει, καὶ τούτων μὴ παρόντων αὐτῷ τῷ κυαθίσκῳ τῆς μήλης, στενὸν ἐχούσης, οὐκ εὐρὺ τὸ πέρας. ἀλλὰ τὸ τοὺς ἀχῶρας καὶ τὰ κηρία καλούμενα καὶ τὰς μυρμηκίας, ὅσα τε ἄλλα τοιαῦτα φαρμάκοις ἐκτῆξαι βουλόμεθα, προτραχύνοντες ἤτοι διὰ τῶν ἡμετέρων ὀνύχων μετρίως ἢ δι’ ὀθόνης σκληρᾶς ἢ διά τινος τῶν προειρημένων, οὕτως ἐπιτίθεμεν αὐτοῖς τὰ φάρμακα. σκληρῦναι, μαλθάξαι. καὶ τούτων ἡμῖν χρεία γίνεται, πολλάκις μὲν ἐφ’ ὅλου τοῦ σώματος, ἐνίοτε δὲ ἐφ’ ἑνὸς μορίου. τοὺς μὲν γὰρ ὕποιδόν τε καὶ ὑδερικὴν ἔχοντας ὅλην τὴν ἕξιν τοῦ σώματος σκληρύνομεν διά τε σινδόνων προανατρίβοντες καὶ σκληρᾷ τρίψει χρώμενοι καὶ γυμνάζοντες ἐν κόνει. τοὺς δ’ οὐ φέροντας ταῦτα φαρμάκοις ξηραίνουσι προσπλαστοῖς, ἀλουσίᾳ τε καὶ ταῖς εἰρημέναις τρίψεσι, πρὸς δύναμιν δηλονότι καὶ κατὰ βραχὺ χρώμενοι ταῖς παραυξήσεσιν αὐτῶν. ἓν δὲ μορίον ἐνίοτε διακείμενον οὕτως ἀνάλογον

οἷς εἴρηκα θεραπεύομεν. ἐπὶ δὲ τῶν κώλων μάλιστα φαίνεται συνεχῶς τοῦτο γινόμενον, ἀλλὰ καὶ τῶν ἑλκῶν πάντων ὅταν σαρκωθῇ, τὴν ἐπούλωσιν οὕτω ποιούμεθα. σκληρυνομένη γὰρ ἡ σὰρξ δερματοῦται καὶ οὐλὴ γίνεται. πάλιν δὲ ἐκ τῶν ἐναντίων μαλθάσσεται τά τε τετυλωμένα καὶ τῶν φλεγμονῶν αἱ σκιῤῥούμεναι, καθ’ ὃν τρόπον καὶ ἡ τοῦ σκιῤῥουμένου σπληνὸς ἴασις γίνεται. καὶ τὸ παχυνόμενον δέρμα κατὰ τὸ πάθος, ὃ καλοῦμεν ἐλέφαντα, καὶ τῶν οὐλῶν δὲ καὶ τὰς σκληροτέρας τοῦ προσήκοντος μᾶλλον μαλάσσομεν, ὥσπερ τὰς πάνυ μαλακὰς σκληρύνομεν.

5. Ἐπεγεῖραι, ναρκῶσαι.

Τὸ μὲν ἐπεγεῖραι τὴν αἴσθησιν καὶ τὴν κίνησιν τῶν ἐκλελυμένας ἐχόντων αὐτὰς εὔδηλόν ἐστιν οὐ σμικρὰν χρείαν παρέχον τοῖς ἰατροῖς. τὸ δὲ ναρκῶσαι κατὰ μόνας

τὰς σφοδρὰς ὀδύνας γίνεταί ποτε χρήσιμον, ἡνίκα τὰ δι’ ὀπίου καὶ μανδραγόρου καὶ ὑοσκυάμου φάρμακα προσφέρομεν. αὐτὸς γὰρ εἶπε, νάρκη δὲ μετρίη ὀδύνης λυτική. ἐὰν γοῦν τὶς σφοδροτέροις ἢ πλείοσι χρήσηται τοῖς ναρκωτικοῖς φαρμάκοις, καταψύχεταί τε καὶ νεκροῦται τὰ σώματα.

6. Καὶ τὰ ἄλλα ὁκόσα τοιαῦτα.

Τὰ κατὰ τὴν ὁμοίαν τοῖς προειρημένοις γινόμενα ἐναντίωσιν λέγει, θερμαινόντων ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ ξηραινόντων ἢ ἐμβαλλόντων τὸ ἐκπεπωκὸς ἢ ἐκτεμνόντων τὸ παρὰ φύσιν ὅλῳ τῷ γένει τοῦ σώματος ἢ ἀποτεμνόντων τῷ μεγέθει παρὰ φύσιν ἢ τὸ διεστραμμένον ἐξευθυνόντων ἢ ἐκφραττόντων τὸ ἐμπεφραγμένον ἢ τἄλλα ὅσα κατὰ θεραπευτικὴν εἴρηται πραγματείαν, ἅπαντα κοινὸν ἔχοντα σκοπὸν τὴν τῶν ἐναντίων τοῖς πάθεσι προσαγωγήν.

7. Παροχετεύειν.

Τρόπους θεραπειῶν ἐπὶ χυμοῖς ἐνταῦθα διδάσκειν ἄρχεται, γεγραμμένους τελειότερον ἐν τῷ περὶ τῶν χυμῶν, εἰρήσονται δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα. παροχέτευσιν μὲν ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης, ὅταν χυμός τις δεόμενος κενώσεως μὴ καθ’ ὃ δεῖ χωρίον ὁρμήσῃ φέρεσθαι. καὶ μέντοι μηδὲ πόῤῥω πάνυ τοῦ προσήκοντος, μηδ’ εἰς τὸν ἐναντιώτατον τόπον, ἀλλ’ οἷον εἰ δι’ οὔρων ὁρμήσει ἐκκενοῦσθαι, κεκακωμένης κύστεως ἢ νεφρῶν. παροχετεύειν γὰρ ἄμεινον ἐνταῦθα διὰ τῆς γαστρὸς, ὥσπερ εἰ καὶ διὰ γαστρὸς τὴν ὁρμὴν σχοίη φέρεσθαι, κεκακωμένων ἐντέρων. ἔμπαλιν γὰρ ἐπὶ τούτων εἰς οὖρα προτρέψομεν ἔρχεσθαι, τὸν χρήζοντα κενώσεως χυμόν. ἐπὶ δὲ γυναικῶν ἐνίοτε διὰ μήτρας ἢ κατὰ τοὐναντίον ἔστιν ὅτε τὸν διὰ μήτρας ῥοῦν γινόμενον ἐπ’ οὖρα καὶ γαστέρα παροχετεύσομεν. εἰ δὲ ἐπί τινος τῶν τοιούτων κενώσεων ἐμέτους κινήσαιμεν, ἀντίσπασιν

ὀνομάζει τοῦτο, καθάπερ εἰ καὶ τοὺς ἐμέτους ἀντισπάσομεν, ἐρεθίζοντες ἐπὶ μήτραν ἢ κύστιν ἢ ἕδραν.

8. Παροχετεύειν, ὑπείξαντα ἀντισπᾷν αὐτίκα, ἀντιπίπτοντα ὑπεῖξαι.

Τῷ παροχετεύειν ἀκόλουθον ἦν ἐπενηνέχθαι τὸ ἀντισπᾷν, ἔπειθ’ οὕτω διδάσκειν ὅπως ἄν τις ἄριστα ποιήσαιτο τὴν ἀντίσπασιν. ὁ δ’ Ἱπποκράτης ὑπερβὰς τὸ ἀντισπᾷν εἰπεῖν εὐθέως ἧκεν ἐπὶ τὸ χρησιμώτατον ἐγνῶσθαι τοῖς μέλλουσι καλῶς ἀντισπᾷν τοὺς κακῶς ἐπί τι μόριον ὁρμήσαντας χυμούς. οὐ γὰρ ἐπιμένειν χρή γε τοῖς ἀντισπῶσι βοηθήμασι διὰ παντὸς, ἀλλὰ παρεντιθέναι τινὰ καιρὸν, ἀργὸν τῶν ἀντισπώντων, ἵνα τὸν φθάσαντα χυμὸν ἐστηρίχθαι κατὰ τὸ πάσχον μόριον ἐάσωμεν ἐκκριθῆναι. διαμείνας γὰρ ἐν αὐτῷ διττῶς ἀνιάσῃ, τὸ μέν τι τῷ πλήθει διατείνων, τὸ δέ τι τῇ ποιότητι λυπῶν. ἐὰν δὲ ἐάσαις

ἐκκριθῆναι τοὺς φθάσαντας ἐπὶ τὸ μόριον ἐνηνέχθαι χυμοὺς, ἐλευθερώσεις αὐτὸν τοῦ πόνου. ῥᾷόν τ’ ἀνύσεις τι τοῖς ἀντισπαστικοῖς βοηθήμασιν, οὐκέτ’ ἐφ’ ἑαυτὸ διὰ τὸν πόνον ἐρεθίζοντος τοὺς χυμοὺς τοῦ μορίου πρὸς τὴν ῥοπὴν ἣν ἐξ ἀρχῆς οὐκ ὀρθῶς ἐπεποίηντο.

9. Ἄλλον χυμὸν μὴ τὸν ἰόντα ἄγειν, τὸν δὲ ἰόντα συνεκχυμοῦν, ἐργάσασθαι τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει. τὰ ἀνόμοια ἢν ῥέπῃ ἄνωθεν ἀρθέντα, κάτωθεν λύειν καὶ τὰ ἐναντία ταῦτα, οἷον κεφαλῆς κάθαρσις, φλεβοτομίη, ὅτε οὐκ εἰκῇ ἀφαιρέεται.

Τὸ μὲν ἄλλον χυμὸν, μὴ τὸν ἰόντα ἄγειν, εὔδηλόν ἐστιν ἐξ ὧν ἐμάθομεν ἐν ἀφορισμοῖς τε καὶ ἐν τοῖς περὶ χυμῶν. ἐὰν μὲν γὰρ ὁ λυπῶν ἐκκρίνηται συμμέτρου τῆς κενώσεως οὔσης, δέχεσθαι χρὴ μηδὲν αὐτὸν περιεργαζόμενον. ὥσπερ εἰ καὶ

μὴ συμμέτρως γένοιτο πράττειν αὐτόν τι, ποτὲ μὲν ἐπέχοντα τὸ πλῆθος, ποτὲ παροξύνοντα τὸ τῆς κενώσεως ἐλλιπὲς, ὅπερ ὠνόμασεν αὐτὸς τὸν ἰόντα συνεκχυμοῦν. ἐκχυμώσεις γὰρ εἴωθε τὰς ἐκ τῶν ἀγγείων ἐκχύσεις καὶ κενώσεις ὀνομάζειν, τὸ δὲ ἐργάσασθαι μεμάθηκας ἐπὶ τοῦ μεταλλάττειν ἢ μιγνύναι λεγόμενον. ἄδηλον οὖν εἴτε τῷ προειρημένῳ συντακτέον εἴτε τῷ ἐξῆς εἰρημένῳ αὐτὸ προσακτέον, ἑκατέρως γὰρ οὐκ οἰκείως φαίνεται λέγεσθαι. διὸ καὶ τινες μὲν ὡς ἑπόμενον αὐτὸ τοῖς προειρημένοις ἐκείνοις συνῆψαν, εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς, τὸ ὅμοιον οἷον ὀδύνην ἡ ὀδύνη παύει. τινὲς δὲ ἀρχὴν ἐποιήσαντο τῶν ἐφεξῆς τὸ ἐργάσασθαι τὸ ὅμοιον. ἐπεὶ δὲ, ὡς ἔφην, ἑκατέρως λεγόμενον οὐδετέρως ἐστὶ πιθανὸν, ἐπὶ τοῦ μεταγράφειν αὐτὸ παρεγένοντο πολλοὶ, καθάπερ καὶ τὰ ἄλλα ὅσα καθ’ ἓν ὄνομα τὴν ἀσάφειαν ἔχει. καὶ τινὲς μὲν τὴν δευτέραν συλλαβὴν διὰ τοῦ γ καὶ ι γράφουσιν, ὀργίσασθαι, τινὲς δὲ τὴν πρώτην διὰ τοῦ ε καὶ ρ, τὴν δὲ δευτέραν διὰ τοῦ γ
καὶ α, ἐργάσασθαι τὸ ὅμοιον. εἶτ’ ἐφεξῆς φασιν ἐν παραδείγματος μοίρᾳ λελέχθαι τὸ οἷον ὀδύνη ὀδύνην παύει. γέγραπται μὲν οὖν τοῦτο κατὰ πολλὰ τῶν ἀντιγράφων, ὀρθῶς δὲ ἐν τοῖς κατὰ Διοσκορίδην οὐ γέγραπται. φαίνεται μὲν γὰρ ὡς ἐξηγήσει προσγραφὲν ὑπό τινος, αὖθις δὲ εἰς τοὔδαφος ὑπὸ τοῦ βιβλιογράφου μετατεθεῖσθαι. τό γε μὴν διὰ τοῦ γ καὶ ι γραφόμενον ὀργίσασθαι πάνυ κακόζηλόν ἐστι καὶ πόῤῥω τῆς Ἱπποκράτους ἑρμηνείας, ἐάν τε ἐφ’ ἡμῶν αὐτῶν ἐάν τε ἐπὶ τῶν θεραπευομένων λέγηται μορίων ἐάν τε ἐπὶ τῶν χυμῶν. τὸ γὰρ οἷον εἰς ὀργὴν αὐτὰ προτρέψαι καὶ ἐπεγεῖραι πρὸς τὴν ἔκκρισιν ἡγοῦνται δηλοῦσθαι διὰ τοῦ ὀργήσασθαι ῥήματος. ἀλλὰ ταῦτα μὲν εὐκαταφρόνητα καὶ σμικρὰ, καθάπερ καὶ πάνθ’ ὅσα περὶ τῆς λέξεως ἐξήγηται, τῆς τῶν πραγμάτων ἀληθείας φυλαττομένης. ἐὰν δὲ κᾀκεῖνα κινῆται, φευκτέον ἡμῖν ἐστὶ τὰς τοιαύτας γραφὰς, ὥσπερ κᾀνταῦθα, σχεδὸν ἁπάντων τῶν ἐξηγητῶν προσιεμένων, θεραπείας τινὰς ἐνίοτε διὰ τῶν ὁμοίων γίνεσθαι, καὶ μὴ διὰ παντὸς ὑπὸ τῶν ἐναντίων,
ὅπερ αὐτὸς ὁ Ἱπποκράτης ὑπονοήσας τινὰς οἰήσεσθαι δι’ ἑνὸς παραδείγματος ἐνεδείξατο τὴν ἀπάτην αὐτῶν, ἐν ἀφορισμοῖς γράψας· ἔστιν ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος, νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται. ψυχρὸν γὰρ πάθος ὄντα τὸν τέτανον ὁμοίῳ βοηθήματι δόξει τις λύεσθαι, ψυχρὸν ὕδωρ καταχέων αὐτῷ. τὸ δ’ οὐχ οὕτως ἔχει, θερμασίας γὰρ ἐπανάκλησιν ποιησάμενον ὠφελεῖ, ὡς εἴ γε μὴ ποιήσαιτο ταύτην, ἐσχάτως βλάψει. ὥσπερ δὲ τοῦτο δοκοῦν εἶναι βοήθημα ψυχρὸν τῷ θερμαίνειν ὠφελεῖ ποτὲ πάθος ψυχρὸν τὸν τέτανον, οὕτως ἕτερα θερμαίνοντα κατὰ συμβεβηκὸς ψύχει, διαφοροῦντα τὴν πυρώδη θερμασίαν. καί μοι περὶ τούτων ἐν ὅλῃ τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ γέγραπται, διὰ τῶν ἐναντίων βοηθημάτων τῷ πάθει τὴν θεραπείαν ἐπιδεικνύντι γίνεσθαι διὰ παντός. οἱ δὲ δι’ ὀδύνης μείζονος ἡγούμενοι θεραπεύεσθαι τὴν ἐλάσσονα μέγιστόν τι παρορῶσιν. οὐ γὰρ ἡ ὀδύνη τὴν θεραπείαν ἐργάζεται τῆς ὀδύνης, ἀλλὰ τὸ σὺν τῇ ὀδύνη βοήθημα
τοῦ ποιοῦντος αὐτὴν πάθους. ἔμαθες γὰρ ὡς οὐδενὸς συμπτώματος ἡ θεραπεία γίνεται πρώτως, ἀλλ’ ἀεὶ τῆς ἐργαζομένης αὐτὸ διαθέσεως. εἰ δέ τις οὐδέποτε μὲν πρώτως, ἐνίοτε δὲ κατὰ συμβεβηκὸς φαίη τὰ ὅμοια τῶν ὁμοίων εἶναι θεραπευτικὰ, διὰ μέσων τῶν πρώτως ἐναντίων, ἀληθῆ τέ φησι καὶ μεμάθηκας ἐπιστημονικῶς αὐτὸ διά τε τῆς θεραπευτικῆς πραγματείας καὶ προσέτι διὰ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων. ὃ δὲ λέγουσί τινες ὡς καύσας τις ἰσχίον, ὡς ἐπὶ τῶν ἰσχιαδικῶν, δι’ ὀδύνης ὀδύνην ἰάσατο, πρόδηλον ἔχει τὴν ἀτοπίαν. οὐ γὰρ διὰ τὴν ὀδύνην ἐθεραπεύθη τὸ πάθος, ἀλλὰ διὰ τὴν καῦσιν, ᾗ συμβέβηκε κατὰ τύχην ὀδύνη. θλάσας γέ τοί τις ἢ τεμὼν ἢ ὅπως ἑτέρως εἰς ὀδύνην ἀγαγὼν τὸ μόριον οὐκ ἂν ἰάσαιτο. καίτοι γ’ εἴπερ ἦν ἡ ὀδύνη τῆς ὠφελείας αἰτία, διὰ παντὸς ἂν ἐθεράπευσε ἰσχιάδας. οὕτω δὲ καὶ τὸν ὀδυνώμενον ὀδόντα δι’ ὀδοντάγρας κομισάμενός τις, ἀνώδυνον εἰργάσατο τὸν ἄνθρωπον, οὐ διὰ τὴν γενομένην ὀδύνην διαιρουμένου
τοῦ ὀδόντος, ἀλλὰ διὰ τὴν διαίρεσιν ᾗ συνυπῆρχεν ἡ ὀδύνη, ὡς εἴ γε καὶ χωρὶς ὀδύνης ἦν ἐξελεῖν αὐτὸν, ὁμοίως ἂν ὁ κάμνων ἀνώδυνος ἐγένετο. καθάπερ γε καὶ χωρὶς ἐξαιρέσεως, ἐὰν θλίβων τις ἢ διακινῶν αὐτὸν ὀδυνήσῃ, τὸ μὲν ἄλγημα σφοδρότερον ἐποίησεν, οὐδὲν δὲ ὠφέλησεν. ἑκατέρωσε τοίνυν εὔδηλόν ἐστιν ἀνωφελῆ τοῖς ὀδυνωμένοις εἶναι τὴν ὀδύνην, ὅσον ἐφ’ αὑτῇ. διά τε γὰρ τῶν ἀνωδύνων βοηθημάτων πολλὰ θεραπεύεται τῶν ὀδυνωμένων μορίων, ἐφ’ ἑτέρων τε πολλάκις ὀδύναι μεγάλαι, διὰ τῶν προσφερομένων ἔξωθεν γινόμεναι, παῦλαν οὐδεμίαν τοῖς διά τι πάθος ὀδυνωμένοις ἐπιφέρουσιν. ἓν γὰρ μόνον ἐστὶ τὸ ἰώμενον, ὅπερ ἂν ἐκκόπτῃ τὴν διάθεσιν ὁπωσοῦν, ἐάν τε χωρὶς ὀδύνης, ἐάν τε σὺν ταύτῃ· κατὰ δὲ τὸν αὐτῆς λόγον ὀδύνη παύειν ὀδύνην οὐ πέφυκεν, ἀλλὰ τοὐναντίον ἅπαν παροξύνειν. τοῦτο μὲν οὖν τὸ παράδειγμα φανερῶς ἐστὶ κίβδηλον, ἐφ’ ἕτερον δέ τι μεταβάντες ὧν εἰρήκασι καὶ τὴν κατ’ ἐκεῖνον μοχθηρίαν θεασώμεθα. φασὶν οὖν ἔμετον ἐμέτῳ
θεραπεύεσθαι πολλάκις καὶ κλυστῆρι δριμεῖ διαχωρήματα δακνώδη. ἔστι δὲ κᾀνταῦθα μία μὲν ἴασις ἐκκόψαι τὴν διάθεσιν, ὑφ’ ἧς ἤτοι ναυτιώδεις εἰσὶν ἢ συνεχῶς ἐξίστανται δακνόμενοι. γίνεται δὲ τοῦτο διττῶς, ὡς ἔμαθες, καθ’ ἕνα μὲν τρόπον ἐκκενωσάντων ἡμῶν τοὺς χυμοὺς, ὅσοι τήν τε ναυτίαν καὶ τὴν τῶν ἐντέρων δῆξιν εἰργάσαντο. καθ’ ἕτερον δὲ, πεμψάντων τε καὶ μεταβαλλόντων εἰς ποιότητα χρηστὴν ἢ ἐπικερασάντων. ἐδείχθη δὲ κᾀπὶ τούτων ἡ ἴασις ὑπὸ τῶν ἐναντίων γινομένη. τό τε γὰρ ὅλως ἐκκενῶσαι τὴν ἀλλότριόν τε καὶ παρὰ φύσιν χυμὸν ἐναντίον ἐστὶ τῷ ἴσχειν, ἥ τε κατὰ ποιότητα μεταβολὴ διὰ τῆς ἐναντίας γίνεται ποιότητος. ἀλλ’ οὐ χρὴ ζητεῖν ἐνταῦθα, δεδειγμένου καθ’ ὅλην τὴν θεραπευτικὴν μέθοδον, ἀεὶ διὰ τῶν ἐναντίων γίνεσθαι τὴν θεραπείαν. ἐπεὶ δὲ πολλάκις ἀπό τε τῶν ἐμπειρικῶν καὶ τῶν μεθοδικῶν λόγων ἀναγόμενοι διαβάλλειν ἐπιχειροῦσιν αὐτὸ, παραπλησίους λέγοντες λόγους, οὓς ἄρτι
διῆλθον, ἴσως ἄμεινόν ἐστι μετὰ τὸ συμπληρῶσαι τὴν ἐξήγησιν τοῦ προκειμένου, ποιῆσαί τι βιβλίον, ἐν ᾧ δειχθήσεται τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχοντα μόνα πρώτως τε καὶ καθ’ ἑαυτά. κατὰ συμβεβηκὸς γὰρ καὶ φαλακρὸς ἰατρὸς φαλακρὸν ἄῤῥωστον ὅμοιος ὅμοιον ἰᾶσθαι δύναται καὶ φοξὸς φοξὸν καὶ χωλὸς χωλόν. τὸ δὲ γενησόμενον βιβλίον ἐπιγραφήσεται περὶ τοῦ καλῶς ὑπὸ Ἱπποκράτους εἰρῆσθαι, τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα. νυνὶ δ’ ἀφικόμεθα πάλιν ἐπὶ τὴν τῆς προκειμένης ῥήσεως ἐξήγησιν, ἐν ἧ διὰ τοῦ ε καὶ ρ τὴν πρώτην συλλαβὴν ἔφην ἐν τοῖς παλαιοῖς ἀντιγράφοις γεγράφθαι, μετὰ τοῦ καὶ τοὺς παλαιοτάτους ἐξηγητὰς ἐπίστασθαι ταύτην. ἐφυλάξαντο δὲ αὐτὴν καὶ οἱ περὶ τὸν Διοσκορίδην καίτοι πολλὰς τῶν ἀρχαίων γραφῶν ὑπαλλάττοντες. εἴη ἂν οὖν ὁ Ἱπποκράτης ὡς ἐν ὑπομνήματι γεγραφὼς ἑαυτῷ καθάπερ ἄλλας πολλὰς συμβολικῶς τε καὶ βραχέως, οὕτω καὶ τὸ ἐργάσασθαι τὸ ὅμοιον προειρηκὼς ὡς ἐνίοτε βέλτιόν ἐστι συμπράττειν τοῖς κρινομένοις, ἐπήνεγκεν ὁρμᾶσθαι τὸ ὅμοιον,
τουτέστιν ἀναμίξαι τῷ κενουμένῳ καλῶς χυμῷ τὸ ὅμοιον. ἐγχωρεῖ δὲ καὶ τὸ ἐπιφερόμενον αὐτῷ, τὰ ἀνόμοια, κατὰ τὴν αὐτὴν διάνοιαν ἐξηγήσασθαι. καὶ γὰρ καὶ τοὺς ἀνομοίους χυμοὺς συνεκχυμοῦν προσήκει τοῖς καλῶς κενουμένοις. εἰ δὲ κᾀπὶ τοῦ μεταβάλλειν καὶ ἀλλοιῶσαι καὶ πέψαι βούλοιτό τις ἀκούειν τὸ ἐργάσασθαι, καὶ οὕτω ἂν ἔχοι νοῦν ἰατρικὸν ἡ λέξις. ἐὰν γὰρ ἐκκρίνηταί τις καλῶς χυμὸς, συνεκχυμῶσαι τούτῳ, τουτέστιν ἐξομοιῶσαί τε καὶ συνεκκρῖναι προσήκει τοὺς δεομένους κενώσεως, ἐάν τε ὁμοιότητά τινα ἔχωσι πρὸς αὐτὸν, ἐάν τε ἀνομοιότητα, δυνατόν ἐστι καὶ διελόντα τὴν λέξιν ὡς τελευτὴν ποιήσασθαι τῆς προτέρας ἐργάσασθαι τὸ ὅμοιον, τῆς δὲ δευτέρας, ἐπ’ αὐτὴν πάλιν ἀρχὴν ποιήσασθαι τήνδε, τὰ ἀνόμοια, εἰ ῥέποι ἄνω ἀρθέντα, κάτω λύειν, ὡς εἶναι τὴν διάνοιαν τοιάνδε, τὰ ἀνόμοια ὑγρὰ τοῖς μορίοις εἰς ἅπαν, ἄνω μὲν ἀρθέντα, κάτω λύειν, εἰ δὲ κάτω ῥέψειεν, ἀντισπᾷν ἄνω, νοούντων ἡμῶν ἀνόμοια λελέχθαι, τὰ τοῖς τόποις οὐκ οἰκεῖα. τὴν δ’
αὐτὴν ἐξήγησιν ποιησόμεθα καὶ κατὰ τὴν ἑτέραν γραφὴν, ἐφ’ ἧς ἡ πρώτη συλλαβὴ διὰ τοῦ ο καὶ ῥ γέγραπται. τὸ γὰρ ὀργίσασθαι τὸ ὅμοιον ἐροῦμεν δηλοῦν ἕκαστον ἡμῶν ἐργάσασθαι χρῆναι ἐκχυμουμένους χυμοὺς, ὁμοίους τοῖς κενουμένοις, ὡσαύτως δὲ καὶ τοὺς ἀνομοίους ὁμοίους ποιητέον. δύναται δ’ ἴσως, ὥσπερ ᾠήθησαν ἔνιοι, ὀργίσασθαι ἐκ μεταφορᾶς ἀπὸ τῶν ὀργώντων εἰρῆσθαι ζώων. καὶ γὰρ φαίνεται χρώμενος αὐτὸς οὕτως ὅταν εἴπῃ, φαρμακεύειν ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ αὐθημερόν. ἐπὶ γὰρ τῶν ἑτοιμοτάτων εἰς ἔκκρισιν ἐπειγομένων τε πρὸς κένωσιν ὑγρῶν, ἐνταῦθά τε καὶ κατ’ ἄλλους ἀφορισμοὺς φαίνεται χρώμενος τῇ ὀργᾷν φωνῇ. οὕτως οὖν καὶ νῦν εἰκός φασιν εἰρῆσθαι περὶ τῶν χυμῶν, ὀργίσασθαι, τὸ πρὸς ἔκκρισιν ἑτοίμους αὐτοὺς παρασκευάσαι, πάλιν οὖν ἀφ’ ἑτέρας ἀρχῆς εἴς τι χρήσιμον ἀγάγωμεν ὡς οἷόν τε τὸν λόγον. ἐπεὶ γὰρ ἔφη τὰ ἄνω ἀρθέντα, κάτω λύειν καὶ τὰ ἐναντία τὸ αὐτὸ, τὰ μὲν ἀρθέντα τὰ οἷον ὁρμήσαντα δηλοῦν ἡγητέον, ἵνα περὶ
τῆς πρώτης γενέσεως τοῦ πάθους ὁ λόγος αὐτῷ γένηται, κελεύοντι πρὸς τοὺς ἐναντίους τόπους ἀντισπᾷν αὐτίκα, κάτωθεν μὲν ἐπὶ τῶν ἄνωθεν ἐχόντων τὴν γένεσιν, ἄνωθεν δὲ ἐπὶ τῶν κάτωθεν, ὅπως τῷ μὲν αὐτῷ λογισμῷ χρώμενοι τὴν βοήθειαν ποιώμεθα, πρὸς διαφέροντας δὲ ἄγωμεν τόπους. ἐὰν γοῦν αἰσθώμεθα κατασκῆπτον εἰς πόδας καὶ σκέλη ῥεῦμα, διὰ τῶν κατ’ ἀγκῶνα φλεβῶν ἀφαιρήσομεν αἵματος ἢ καθαίρωμεν ἐμέτοις, οὐχ ὥσπερ ἔνιοι νομίζουσι μηδέποτε ἀντισπᾷν ἄνω, κᾂν εἰς τὰ κάτω χωρία τὴν ὁρμὴν τῶν χυμῶν ποιησαμένων μέγα τι μέλλῃ γενέσθαι πάθος ἐν αὐτοῖς. ἔστι δὲ καὶ τὸ ἄνωθεν ἀρθέντα νοεῖν εἰρῆσθαι κατὰ τῶν ὁρμησάντων χυμῶν ἄνω, ἵνα τὰ ἀρθέντα κυριώτερον ᾖ λελεγμένον. ἡ μέντοι διάνοια ἡ αὐτὴ καὶ νῦν μένει. τοὺς μὲν γὰρ αἰρομένους ἄνω χυμοὺς, τουτέστι μετεωριζομένους, ἀντισπᾷν χρὴ κάτω μὴ καλῶς ὁρμῶντας, τοὺς δ’ ἔμπαλιν ἐναντίως, οἷον ἐπὶ κεφαλῆς κάθαρσιν διὰ ὑπηλάτου φαρμάκου, παραλαμβάνοντας καὶ φλεβοτομίαν ἀπ’ ἀγκῶνος. ἀμφότερα γὰρ ἐκκενοῦσι καὶ ἀντισπῶσι κάτω.

πιθανὸν δέ ἐστι καὶ τἀναντία λελέχθαι πρὸς αὐτοῦ κατὰ τοιαύτην τινὰ διάνοιαν. τὰ ἄνωθεν ἀρθέντα καὶ γεννηθέντα πάθη κάτω μὲν ἀντισπᾷν εὐθέως ἐν ἀρχῇ προσήκει. καὶ τἀναντία δὲ τούτων πράττειν ἐφεξῆς, ὅπερ ἐστὶ τοπικῶς κενοῦν, οἷον ἐπὶ κεφαλῆς. τῷ γοῦν ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ ἐν μετώπῳ ἡ ὀρθὴ φλὲψ τμηθεῖσα ὠφελέει, τοπικὸν οὖσα βοήθημα.

10. Αἱ ἀποστάσιες, οἷον βουβῶνες, σημεῖον μὲν τῶν τὰ βλαστήματα ἐχόντων, ἀτὰρ καὶ ἄλλων, μάλιστα δὲ περὶ τὰ σπλάγχνα. κακοήθεες δὲ οὗτοι.

Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν ὀδύνην σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ψυχρὸς δὲ ἐκ τοῦ μυκτῆρός τε καὶ στόματος προερχόμενον ὀλέθριον κάρτα ἤδη γίνεται.

11. Πνεύματα σμικρὰ πυκνὰ, μεγάλα ἀραιὰ, σμικρὰ ἀραιὰ, πυκνὰ μεγάλα. εἴσω μεγάλα, ἔξω σμικρά. τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλισις οἷον ἐπιπνέουσι, θερμὸν, ψυχρόν.
12. Ἰητήριον χασμέων συνεχέων μακρόπνους.

Καὶ ταύτην τὴν ῥῆσιν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐξηγησάμεθα

13. Ἐν τοῖσιν ἀπότοισι καὶ μόγις βραχύπνους.

Ὥσπερ ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν τὰ πλεῖστα τῶν ἀντιγράφων ἔχει τὴν ῥῆσιν οὕτω γεγραμμένην, ἐν τοῖσιν ἀπότοισι καὶ μόγις μακρόπνους, οὕτως ἐνταῦθα,

βραχύπνους. εἴρηται δὲ αὐτάρκως ἡμῖν ὑπὲρ ἑκατέρας τῆς γραφῆς ἐν τοῖς εἰς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνήμασι.

14. Κατ’ ἴξιν καὶ πλευρέων ὀδύνη καὶ συντάσιες ὑποχονδρίων καὶ σπληνὸς ἐπάρσιες καὶ ἐκ ῥινῶν ῥήξιες καὶ ὦτα κατ’ ἴξιν· τούτων τὰ πλεῖστα ταῦτα καὶ εἰς ὀφθαλμούς.

Ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων ἡ λέξις οὕτως ἔχει καθότι νῦν γέγραπται. σπανίως δ’ ἂν εὕροις καὶ τήνδε κατ’ ἴξιν καὶ πλευρέων ὀδύνη καὶ τῶν ὑποχονδρίων τάσιος καὶ σπληνὸς ἐπάρσιος καὶ ἐκ ῥινῶν ῥήξιος, ἥν τινα κᾀγὼ προσίεμαι γραφὴν οὖσαν ἰατρικήν τε καὶ σαφῆ. καὶ μέντοι δηλούμενον κᾀκ τῆς ἑτέρας λέξεως ταὐτόν ἐστι καὶ προεξηγησάμεθά τε κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ταύτην τὴν ῥῆσιν. νυνὶ μέντοι περιττότερον πρόσκειται τὸ τῶν ὤτων καὶ τῶν ὀφθαλμῶν, ὡς καὶ τούτων τῶν μορίων ὑποπεπτωκότων τῷ κατ’ ἴξιν, ὥσπερ καὶ τὰ ἄλλα διττῶς.

ἐνίοτε μὲν γὰρ ἐξ ἑαυτῶν εἰς ἕτερά τινα μόρια τὰς ἀποθέσεις ποιεῖται κατ’ εὐθυωρίαν, ἐνίοτε δὲ ἑτέρων πασχόντων εἰς ὀφθαλμοὺς ἢ εἰς οὖς ταῦτα ἀποσκήπτει.

15. Πότερον μὴν ἄρα πάντων ἢ τὰ μὲν κάτωθεν ἄνω, οἷα τὰ παρὰ γνάθους ἢ καὶ ὀφθαλμὸν ἢ καὶ οὖς, τὰ δὲ ἄνωθεν κάτω οὐ κατ’ ἴξιν. καίτοι καὶ τὰ συναγχικὰ ἐρυθήματα καὶ πλευρῶν ὀδυνήματα κατ’ ἴξιν.

Ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν οὐκέθ’ ἡ λέξις αὕτη πρόσκειται, καθ’ ἣν ἀπορεῖ πότερον ἐκ μὲν τῶν κάτω τῆς ἀποστάσεως ἄνω γινομένης χρησίμως ἀεὶ φυλάττεται τὰ κατ’ εὐθυωρίαν. ἐκ δὲ τῶν ἄνωθεν κάτω διαφθείρονταί τε καὶ γίνονταί τινες οὐ κατ’ ἴξιν ἀποστάσιες. ἄδηλον οὖν ἐστὶν ὁπότερα γέγραπται πρότερον, τὰ κατὰ τὸ δεύτερον

τῶν ἐπιδημιῶν ἢ ταῦτα. οὐ γὰρ δήπου ἐκ τοῦ, δεύτερον μὲν ἐκεῖνο, τοῦτο δ’ ἕκτον ἐπιγεγράφθαι, πρότερον τὰ κατ’ ἐκεῖνο γεγράφθαι νομιστέον, ἐν μὲν τοῖς πρὸς ἔκδοσιν ὑπ’ αὐτοῦ γεγονόσιν, εὐλόγως τῆς τοιαύτης λέξεως ἐμφαινομένης, ἐν δὲ τοῖς ὑπομνήμασιν οὐκ ἔτι. τὰ γὰρ ἐν διαφόροις ἢ χάρταις ἢ δέλτοις ὑφ’ Ἱπποκράτους γεγραμμένα τὸν υἱὸν αὐτοῦ Θεσσαλὸν ἀθροίσαντά φασι ταὐτὶ τὰ δύο βιβλία συνθεῖναι, τό τε δεύτερον καὶ τὸ ἕκτον, ἔνιοι δὲ καὶ τὸ τέταρτόν φασι. πρὸς ἔκδοσιν δ’ ὁμολογεῖται γεγονέναι τὸ πρῶτόν τε καὶ τρίτον. διὸ καί τινας ἐπὶ προτέροις τοῖς κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ὕστερα γέγραπται τὰ κατὰ τοῦτο τὸ ἕκτον, εἰκός ἐστι θεασάμενον ὕστερον αὐτὸν ἀπόστασιν εἰς τὰ κάτω γενομένην ἐπ’ ἀγαθῷ, μὴ κατ’ ἴξιν, οὕτως γράψαι τὰ κατὰ τήνδε τὴν ῥῆσιν. εἰ δ’ ἀπορῶν μὲν ἐνταῦθα, κρίνας δὲ ὕστερον ὑπὲρ ὧν ἀπορεῖ βεβαίως ἀπεφῄνατο κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἐκείνοις μᾶλλόν ἐστι πιστευτέον. ἐν δ’ οὖν τούτοις οἷς νῦν γράφει, καίτοι τὰ κυναγχικὰ ἐρυθήματα καὶ πλευρέων

ὀδυνήματα, κατ’ ἴξιν ἀκοῦσαι χρὴ περὶ μεταστάσεως οὐ τῆς ἐκ τῆς πλευρᾶς εἰς τὰς κυναγχικὰς, ἀλλὰ τῆς ἐκ τῶν κυναγχικῶν εἰς τὰς πλευρὰς εἶναι τὸν λόγον. αὕτη γὰρ ἄνωθεν κάτω γίνεται, περὶ ἧς ἀπορῶν προειρήκει, τὰ δὲ ἄνωθεν κάτω οὐ κατ’ ἴξιν. ταῦτ’ οὖν ἀνθυπενέγκας ἑαυτῷ, μετὰ ταῦτα. ἐπιφέρει τὰ κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἔχοντα.

16. Ἦ καὶ τὰ κάτω τοῦ ἥπατος, ἄνωθεν διαδιδόντα, οἷον εἰς ὄρχιας καὶ κιρσούς.

Τοῖς κυναγχικοῖς τὰς τῶν πλευρῶν ὀδύνας κατ’ ἴξιν γίνεσθαι προειπὼν, ἑξῆς ζητεῖ πότερα καὶ περὶ τῶν εἰς τὰ κάτω τοῦ σώματος ἀποστάσεων ἀεὶ φυλάττεται τὸ κατ’ ἴξιν ἢ οὐ, καθάπερ ἐν τῇ πρὸ ταύτης ῥήσει διηπόρησεν. ἀλλ’ ἐκεῖ μὲν ἔφη τὰς εἰς τὰ κάτω τοῦ ἥπατος, ὅρον ὡς ἔοικε τιθέμενος τὸ ἧπαρ τῶν ἄνω τε καὶ κάτω τοῦ σώματος

ἁπάντων μορίων. ἔζευκται γὰρ αὐτοῦ τὰ κυρτὰ τῷ διαφράγματι, καὶ διὰ τοῦθ’ ὅσα τοῦ ἥπατός ἐστιν ἄνω, ταῦτα καὶ τοῦ διαφράγματος ἄνω τετύχηκεν ὄντα, τὰ κατὰ τὴν καρδίαν δηλονότι καὶ πνεύμονα καὶ τὸν ταῦτα περιέχοντα θώρακα καὶ πολὺ μᾶλλον ἔτι τὰ κατὰ τὸν τράχηλόν τε καὶ κεφαλήν. τὰ δ’ ἄλλα πάντα κάτω τοῦ σώματός ἐστι, πρὸς ἄλληλα μέντοι παραβαλλόμενα καὶ αὐτῶν τῶν ἄνω τὰ μὲν μᾶλλόν ἐστιν ἄνω, τὰ δ’ ἧττον. ἔθος δ’ ἐστὶν ἡμῖν ἐν τοῖς οὕτω λεγομένοις πᾶσιν, ἐνίοτε τὸ μὲν ἧττον ἄνω κάτω λέγειν, ὡς πρὸς τὸ ὑπερκείμενον αὐτοῦ παραβάλλουσι. τὸ δ’ ἧττον κάτω καὶ τοῦτ’ ἄνω πρὸς τὰ κάτωθεν αὐτοῦ καὶ διὰ τὴν ἀμέλειαν τῆς τοιαύτης ἑρμηνείας εἰς ἔθος οὐκ ὀλίγον ἐκτεταμένης, ὁμωνυμία τέ τις γίνεται καὶ ταραχὴ κατὰ τοὺς λόγους, ἧς δὴ μεμνημένοι, ὅταν ἀκούσωμεν λέγοντος αὐτοῦ τὰς εἰς τὰ κάτω, τῶν ἀποστάσεων ἀμείνους εἶναι, σκοπεῖσθαι χρὴ κατὰ τίνα τρόπον χρήσεως εἴρηκε κάτω, μετὰ τοῦ καὶ προσδιορίζεσθαι τὰ τῶν μορίων ἀξιώματα.
διὰ τοῦτο γὰρ, ὡς ἐπὶ τὸ πλεῖστον αἱ ἄνω τῶν ἀποστάσεων εἰσὶ χαλεπώτεραι, διότι κινδυνωδέστερα ταῦτά ἐστι τὰ πάσχοντα τὸ αὐτὸ πάθος τοῖς κάτωθεν. ἐάν τε γὰρ ἐγκέφαλος, ἐάν τε λάρυγξ ἢ στόμαχος ἢ πνεύμων ἢ θώραξ ἢ καρδία φλεγμῄνῃ, θανατῶδες γίνεται τὸ νόσημα. τῶν δὲ κάτω τοῦ ἥπατος φλεγμῃνάντων, ὀλίγοι πάνυ διαφθείρονται καὶ μάλιστα ἐὰν ὀρθῶς θεραπεύωνται· καὶ αὐτοῦ δὲ τοῦ ἥπατος τὰ κυρτὰ τῶν σιμῶν πολὺ κινδυνωδέστερα· καί τινες αὐτὰ τῶν ἄνω μερῶν τοῦ σώματος ὅλου τίθενται, καθάπερ καὶ τῆς γαστρὸς τὸ στόμα. ταῦτα μὲν οὖν ἡμῖν κατὰ τὸ πάρεργον εἰρήσθω, καίτοι γ’ οὐκ ὄντα πάρεργα, τὸ δ’ ὑπόλοιπον τῆς εἰς τὴν προκειμένην ῥῆσιν ἐξηγήσεως ἐφεξῆς ποιησόμεθα. ζητεῖν γὰρ ἔοικεν ὁ Ἱπποκράτης ἦ καὶ τὰ κάτω τοῦ ἥπατος ἐκ τῶν ἄνω διαδιδόντα, οἷον τὰ εἰς ὄρχεις καὶ κιρσοὺς ἄμεινόν ἐστι γενέσθαι κατ’ ἴξιν ἢ κᾂν μὴ κατ’ ἴξιν γένηται, δύναται βοηθεῖν αὐτοῖς ὁμοίως. ἐπί τινων μὲν οὐδὲ δυνατὸν γνῶναι τὸ κατ’ ἴξιν.
οἷον ὅτι κιρσοὶ μανίαν ἰάσαντο, κατ’ ἴξιν γενομένης τῆς ἀποστάσεως. οὐ γάρ ἐστι διακρῖναι πότερον ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ ἐγκεφάλου τῆς διαθέσεως γενομένης ἐμάνησαν ἢ ἐν τοῖς ἀριστεροῖς, ὥσπερ οὐδ’ ἂν βηττόντων χρονίως ἄνευ πλευρᾶς ἀλγήματος ἀπόστασις εἰς ὄρχιν γένηται. καίτοι τάχα κᾀπὶ τούτων διαφυλάττεται τὸ κατ’ ἴξιν, εἰ καὶ μὴ γινώσκομεν ἡμεῖς βεβαίως ὁπότερον μέρος τοῦ πνεύμονος ἢ τοῦ ἐγκεφάλου πέπονθεν. ἀλλὰ καὶ μελαγχολίαν αἱμοῤῥοῒς ἰάσαιτο πολλάκις οὐδ’ ἐνταῦθα γινωσκόντων ἡμῶν τὸ κατ’ ἴξιν. ὅτι δὲ καὶ διὰ μήτρας αἵματος κένωσις δαψιλὴς πολλὰ τῶν νοσημάτων ἰᾶται πρόδηλον. ἀλλ’ οὐδ’ ἐνταῦθα δυνατὸν γνῶναι πότερον διὰ τῶν τῆς δεξιᾶς μήτρας φλεβῶν ἡ ἔκκρισις ἢ διὰ τῶν τῆς ἀριστερᾶς ἢ δι’ ἀμφοτέρων ἐγένετο. ταύτῃ μὲν οὖν δυσδιάγνωστον ἢ ἄγνωστον ἔχει τὸ κατ’ ἴξιν. ἐφ’ ὧν δ’ ἐστὶ διαγνῶναι τὸ κατ’ ἴξιν κᾀπὶ τούτων ὡς ἔοικεν ὁ Ἱπποκράτης σκεπτέον εἶναί

φησιν ᾗ διὰ παντὸς, ἐπὶ τῶν εἰς τὰ κάτω μόρια γινομένων ἀποστάσεων, ἀμείνους εἰσὶν αἱ κατ’ ἴξιν.

17. Σκεπτέα ταῦτα, ὅπῃ καὶ ὅθεν καὶ διὰ τί.

Ἄδηλον εἴτε μόνοις τοῖς ὑστάτοις εἴτε πᾶσι τοῖς προειρημένοις ὑπὲρ τῶν κατ’ ἴξιν τε καὶ οὐ κατ’ ἴξιν ἀποστάσεων ἐπενήνεκται τοῦτο. τὸ δ’ οὖν λεγόμενον αὐτὸ τοιόνδε ἐστίν. ἐπισκέπτεσθαί φησι χρῆναι τό τε χωρίον εἰς ὃ ἡ ἀπόστασις γίνεται. τοῦτο γὰρ ἐκ τοῦ ὅπῃ σημαίνεται, οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐξ οὗ. καὶ τοῦτο γὰρ ἐκ τοῦ ὅθεν δηλοῦται καὶ πρὸς τούτοις ἔτι τὴν αἰτίαν δι’ ἣν ἀπόστασις γίνεται. τοῦτο γὰρ αὖ πάλιν ἐκ τοῦ διὰ τί σημαίνεται. χρὴ γὰρ εἰδέναι πότερον ὑπὸ τῆς φύσεως ἐπὶ πέψει τοῦ νοσήματος ἢ μεταῤῥυέντος ἀπέπτως τοῦ λυποῦντος, ἐξ ἑτέρου μέρους εἰς ἕτερον ἡ ἀπόστασις ἐγένετο. δύναται δέ τις καὶ χωρίζειν ἀπὸ τῶν προειρημένων τὴν

ῥῆσιν ταύτην, ἀρχὴν τῶν ἐφεξῆς εἰρημένων ποιεῖσθαι κατὰ τὸν προγεγραμμένον τρόπον.

18. Σκεπτέα ταῦτα ὅπῃ καὶ ὅθεν καὶ διὰ τί φλέβες κροτάφων, οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρόν.

Εἶπον ὅτι καὶ οὕτως δύναταί τις διαιρεῖν τὴν ὅλην ῥῆσιν, ὥσπερ γε καὶ κατ’ ἄλλον τινὰ τρόπον τόνδε. φλέβες κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρὸν, ἢν πνεῦμα ἐγκαταλείπηται καὶ τὰ ἐφεξῆς. καὶ γὰρ εἰ μὴ τὸ χλώρασμα λαμπρὸν ἐνέκειτο τῷ λόγῳ, δυνατὸν ἦν πολυειδῶς διαιρεῖν ὡς ἂν ὑπομνήματος ὄντος, οὐ συγγράμματος, ἤκουσεν γὰρ ἤδη περὶ τούτου. παρεγκειμένου δὲ καὶ τοῦ, χλώρασμα λαμπρὸν, ἔτι καὶ μᾶλλον ἀσαφὴς γίνεται ὁ λόγος. εἴπομεν γὰρ ἤδη ὅτι καὶ τὰς ἄλλας ῥήσεις ἐν αἷς τὸ χλωρὸν ὄνομα γέγραπται, μὴ δύνασθαι γνωσθῆναι σαφῶς,

ὁποῖόν τι χρῶμα δηλοῦται δι’ αὐτοῦ. καθάπερ οὐδ’ εἰ χλόασμα εἴη γεγραμμένον, ὥσπερ ἔνιοι γράφουσιν. ὁρῶμεν γὰρ καὶ νῦν ἔτι καθάπερ κατὰ τὴν Κὼ αὐτὴν τὴν Ἱπποκράτους πατρίδα καὶ πᾶσαν τὴν ἡμετέραν Ἀσίαν, χλωρὰ μὲν ὀνομαζόμενα καὶ λάχανα καὶ. δένδρα καὶ φυτὰ τὰ οἷον χλοερά. χλωράζειν τε τὰ κτήνη λέγομεν τὰ τὴν ἐαρινὴν βοτάνην ἐσθίοντα. λέγουσί γε μὴν καὶ τῶν ἀνθρώπων ἐνίους χλωροὺς, οὐκ ἔχοντας ὁμοίαν τῇ χλόῃ τὴν χρόαν, ἀλλὰ μᾶλλον ὠχράν. ἄδηλον οὖν ἐστὶ πότερον τὴν ὕπωχρον χρόαν ὁ Ἱπποκράτης ὀνομάζει χλωράν τε καὶ χλοερὰν, ὅπερ ὁρᾶται πάνυ πολλοῖς συμβαῖνον ἢ τὴν χλόῃ παραπλησίαν, ὃ πάνυ σπανίως φαίνεται γινόμενον. οὔσης οὖν ἀσαφοῦς καὶ αὐτῆς ταύτης λέξεως, ἔτι μᾶλλον ἀσάφεια γίνεται προσκειμένου τοῦ λαμπρόν. ἄπορον γὰρ εὑρεῖν ὅ τί ποτε βούλεται δηλοῦν ἐκ τοῦ γράψαι χλώρασμα λαμπρόν. καὶ διὰ τοῦτ’ ἄρα πᾶσαν τὴν τοιαύτην ἀσάφειαν θελήσαντές τινες φυγεῖν τῶν ἐξηγητῶν, ἔγραψαν, οὐ χρῶμα λαμπρὸν,

ἀκούειν τέ φασι δεῖν ἐπὶ τοῦ κατὰ φύσιν τοῦ κάμνοντος χρώματος τὸ λαμπρόν. οὕτω δὲ καὶ οἱ περὶ τὸν Σαβῖνον διηνέχθησαν.

19. Φλέβες κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρὸν, ἢν πνεῦμα ἐγκαταλείπηται ἢ βὴξ ξηρὴ, μὴ θηριώδης, εἰς ἄρθρα στηρίζειν προσδέχεσθαι δεῖ κατ’ ἴξιν τῶν ἐντασίων τῶν κατὰ τὴν κοιλίην, ὡς ἐπὶ τὸ πουλύ.

Εἶπον ὅτι καὶ χωρὶς τοῦ πρώτου μέρους τῆς ῥήσεως ἀναγινώσκειν ἐστὶ δυνατὸν αὐτὸ καθ’ ἑαυτὸ, ἢν πνεῦμα ἐγκαταλείπηται καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα. πνεῦμα δὲ δηλονότι νῦν ἀκούσομεν τὸ πλέον τοῦ κατὰ φύσιν, ἵν’ ὁ λόγος ᾖ τοιοῦτος. ἐὰν ἐν νόσῳ ῥᾳστωνήσαντές τινες ἔχωσι τάς τε τῶν κροτάφων φλέβας οὐχ ἱδρυμένας, ὅπερ ἐστὶν ἐπὶ πλέον διαστελλομένας, καὶ τὸ χρῶμα μὴ κατὰ φύσιν ἥ

τ’ ἀναπνοὴ πλείων ᾖ καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρημένα, τούτοις εἰς ἄρθρα τὴν ἀπόστασιν ἔσεσθαι προσδοκᾷν χρή. τὰ δὲ ἐφεξῆς εἰρημένα τάδε ἐστί. πρῶτον μὲν τὸ ξηρὴ βὴξ, δεύτερον δὲ τὸ μὴ θηριῶδες. ἡ μὲν οὖν ξηρὰ βὴξ λέγεται συνήθως ἐφ’ ἧς οὐδὲν ἀναπτύεται. τοῦτο δ’ οὕτως ῥηθὲν ἐν μὲν συγγράμματι προφανῶς ἐνδείκνυται τὸν γράψαντα χαίρειν αἰνιγματώδει λέξει· τὸν δ’ αὐτῷ τινὰ ὑπογραφὴν ἐν ὑπομνήματι πεποιημένον οὐκ ἄν τις μέμψαιτο. πολλὰ γὰρ οὕτως εἰώθαμεν ἡμῖν αὐτοῖς ὑποτυποῦσθαι συμβολικῶς. ἴσως οὖν καὶ νῦν ἑαυτῷ ταῦτ’ ἔγραψεν ὁ Ἱπποκράτης, ἐπὶ πλειόνων παθῶν ποιούμενος τὸν λόγον, ἐνταυθοῖ μὲν ἐπὶ τῆς ξηρᾶς βηχὸς ἐν περιπνευμονίας καὶ πλευρίτισι· καὶ γὰρ καὶ τὸ πνεῦμα τούτοις ὁμολογεῖ· τὰ δ’ ἔμπροσθεν ἡνίκα περὶ τῶν κατὰ τὸ πρόσωπον ἔγραψεν ἐπὶ πυρετῶν θερμῶν καὶ διακαῶν. ἐγχωρεῖ δὲ καὶ περὶ τῶν κατὰ τὸν θώρακα καὶ πνεύμονα λελέχθαι κᾀκεῖνα. γενήσεται τοιγαροῦν σύμπας λόγος τοιόσδε. ἐὰν ἐπὶ πλέον ἅμα τοῖς εἰρημένοις αἱ βῆχες
ὦσι ξηραὶ, προσδέχεσθαι τὴν ἀπόστασιν εἰς ἄρθρα. διορισμὸν δὲ τινα ταῖς βηξὶ προσγράψας ἀσαφῆ ζήτησιν ἑτέραν εἰργάσατο, τίνες εἰσὶν αἱ θηριώδεις βῆχες. ἔνιοι μὲν οὖν ἐπὶ ταῖς ἕλμινσιν, ὅταν ἐπὶ τὸ στόμα τῆς κοιλίας ἀνενεχθεῖσαι δάκνωσι, τὰς βῆχάς φασι γίνεσθαι ξηρὰς, ὅπερ εἰ ὄντως ἐφαίνετο συμβαῖνον, οὐκ ἂν ἦν ζήτημα. νυνὶ δὲ μυριάκις εἴδομεν ἄνευ βηχῶν ἕλμινθας ἐνοχλούσας τὰ κατὰ τὸ στόμα τῆς γαστρὸς καὶ διὰ τοῦθ’ οἱ πλείους τῶν ἐξηγητῶν ἐπ’ ἄλλας ἐξηγήσεις ἐτράποντο. τινὲς μὲν τὸ θηριῶδες ἐπὶ τῶν φυσικῶν εἰρῆσθαι λέγοντες ἐπειδὴ γρυποῦνται τοὺς ὄνυχας ὥσπερ τὰ θηρία, τινὲς δὲ ἐπὶ κακοήθους. ἐν γὰρ ταῖς κρισίμοις ἀποστάσεσιν ὥσπερ ἄπεπτον εἶναι χρὴ τὴν νόσον, οὕτω καὶ περιεστηκυῖαν. ἥ τε γὰρ πεττομένη χωρὶς ἀποστάσεως ἐπαγγέλλεται τὴν λύσιν, ἥ τε ὀλέθριος, οὐδὲ γενήσεσθαί τινα κρίσιμον ἀπόστασιν. ἐὰν δὲ ἐπὶ πλέον ἄπεπτόν τε διαμένῃ τὸ νόσημα καὶ μὴ κακόηθες ᾖ, προσδέχεσθαι χρὴ γενήσεσθαί τινα ἀπόστασιν, ὅτε δὲ ἄπεπτόν τε ἅμα καὶ περιεστηκὸς τὸ νόσημα, χρὴ διαμένειν
ἄχρι πλείονος, ἵν’ ἐλπίσωμεν ἀπόστασιν ἔσεσθαι, σαφῶς αὐτὸς ἐδήλωσεν ἐν προγνωστικῷ γράψας οὕτως. ὅσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἤν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι εἰς τὰ κάτω τῶν φρενῶν χωρία. γενήσεται τοιγαροῦν ὁ σύμπας λόγος τοιοῦτος. ἐὰν ἄπεπτον διαμένῃ τῶν κατὰ θώρακα καὶ πνεύμονα νοσημάτων τι καὶ μηδὲν ἔχῃ κακόηθες, ἀπόστασιν χρὴ προσδέχεσθαι. τοῦ δ’ ἄπεπτον εἶναι σημεῖον ἡ ξηρὰ βήξ. ἐὰν γὰρ ἀναπτύωσί τι πέψεώς ἐστι γνώρισμα. τοῦτο δ’ αὖ τὸ ἀναπτυόμενον, εἰ μὲν ὑγρὸν καὶ λεπτὸν εἴη, μετρίας, εἰ δὲ ταχὺ, τελείας. εἴρηται δὲ ἐπὶ πλέον περὶ τῶν τοιούτων ἔν τε τοῖς εἰς τὸ περὶ διαίτης ὀξέων ὑπομνήμασι κᾀν τοῖς περὶ κρίσεων, οὐδὲν ἧττον κᾀπὶ τῶν ἐν ταῖς νόσοις καιρῶν. ὃ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψεν, ἔνθα φησὶ τῶν ἐντασίων τῶν κατὰ τὴν κοιλίαν, οἱ πλεῖστοι μὲν τοῖς προειρημένοις, ἔνιοι δὲ καὶ καθ’ ἑαυτὸ μόνον ἰδίαν ἔχειν φασὶ τὴν διάνοιαν. ἐὰν μὲν οὖν

συνάψαντες αὐτὸ τοῖς προειρημένοις ἀναγνῶμεν, ὁ λόγος ἔσται τοιοῦτος. ὅταν ἐπὶ τοῖς προειρημένοις, ἐλπίσῃς ἀπόστασιν ἔσεσθαι, τὰς κατὰ κοιλίαν ἐντάσεις προσεπίβλεπε. δυνήσῃ γὰρ ἐκ τούτων εὑρεῖν ἢ εἰς τὸ δεξιὸν μέρος τοῦ σώματος ἢ εἰς τὸ λαιὸν ἡ ἀπόστασις ἔσται τοῦ νοσήματος· αἱ γὰρ ἐντάσεις αὗται κατ’ ἴξιν ἑαυτῶν ἀγγέλλουσιν ἔσεσθαι τὰς ἀποστάσεις. ἐὰν δὲ πάλιν αὐτό τις ἀναγινώσκει τὸ κατ’ ἴξιν τῶν κατὰ τὴν κοιλίαν ἐντάσεων, ὁ λόγος ἔσται τοιοῦτος. ὥσπερ ὅταν ἐπὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις πάσχουσιν, ἀπέπτως τε καὶ περιεστηκῶς ἀποστάσεις ὁρῶμεν γινομένας, οὕτως κᾀπὶ τῶν κατὰ τὴν κοιλίαν εὑρήσεις συμβαῖνον. ἔσονται δὲ αὗται κατ’ ἴξιν τῶν πεπονθότων μορίων.

20. Ἔχουσι δὲ οὗτοι οἱ πλεῖστοι καὶ ἐξέρυθρα καὶ τῇ φύσει τοῦ λευκοχρωτέρου τρόπου καὶ οὐχ αἱμοῤῥαγέουσι ῥῖνες ἢ σμικρὰ αἱμοῤῥαγέουσι.

Τὰ πρόσωπα δηλονότι προσυπακουστέον ἔχειν αὐτοὺς ἐξέρυθρα κατὰ τὰς νόσους, εἶναί τε φύσει τοῦ λευκοχρωτέρου τρόπου. ἐν γὰρ τοῖς πολλοῖς τῶν μελλόντων ἀπόστασίν τινα ἕξειν, ἐν νοσήμασι περιεστηκῶς χρονίζουσι, διαμένει τὸ πρόσωπον ἐρυθριῶν καὶ μάλισθ’ ὅταν ἡ ἀπόσκηψις ἔσεσθαι μέλλοι πρὸς τὰ ὦτα. τίσι δὲ φαίνεται τῶν οὕτως ἐχόντων τὸ πρόσωπον ἐξέρυθρον, ἐδήλωσεν εἰπὼν εἶναι τοὺς τοιούτους ἀνθρώπους τοῦ λευκοτέρου τρόπου. τοῖς γὰρ μελαντέροις φύσει, κᾂν πλεονάσῃ ποτὲ αἷμα κατὰ τὸ πρόσωπον οὐ διασημαίνει σαφῶς. ἐν δὲ τοῖς λευκοῖς σώμασι κᾀπὶ τῶν ἐκτὸς ὅταν βραχύ τι παρεμπέσοι χρόας ἑτερογενοῦς, εὐθέως εὔδηλον γίνεται. τοῦτο μὲν οὖν αὐτῷ παρέγκειται, τὸ δὲ λόγου συνεχὲς ἔστι τοιόνδε, τούτοις ἐξέρυθρον ἔχουσι τὸ πρόσωπον, ὅταν περιεστηκὸς χρονίζῃ τὸ νόσημα, δι’ ἀποστάσεων ἐλπιζέτω κρίσιν γενέσθαι, πλὴν εἰ φθάσειεν αἱμοῤῥαγία διὰ ῥινῶν γενομένη, κενῶσαι τὸ μέλλον κατασκῆψαι εἴς τι τῶν ἄρθρων περιττὸν αἷμα. ὅσοι δ’ οὕτως ἔχοντες ὡς εἶπον ἢ οὐδὲν ὅλως αἱμοῤῥαγοῦσιν

ἢ σμικρὰ καὶ οὐκ ἄξια τῆς ὑπερβολῆς τοῦ νοσήματος οὕτως τὰς ἀποστάσεις ἴσχουσι.

21. Καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον.

Ἢν χωρὶς τοῦ μὲν ἐγέγραπτο συνδέσμου, σαφὴς ἡ λέξις ἦν. εἰρηκὼς γὰρ ὅτι τοῖς ἐξέρυθρον ἔχουσι τὸ πρόσωπον αἱ ὑποστάσεις γίνονται, μὴ ῥυέντος αἵματος ἐκ ῥινὸς ἢ σμικροῦ ῥυέντος, εἰκότως ἂν ἐπήνεγκεν, ἐὰν λείπηταί τι ῥυέντος, ἕτοιμόν ἐστι τὸ νόσημα πρὸς ἀπόστασιν. ἐπεὶ δὲ ὁ μὲν σύνδεσμος πρόσκειται, προσυπακοῦσαι προσῆκεν, ἢν μὴ ἐγκαταλείπηται, οὐκ ἔσται ἡ ἀπόστασις, οὐ μόνον δὲ ἐν τοῖς ὑπομνήμασιν, ἅπερ ἀναγράφουσιν ἑαυτοῖς οἱ ἄνθρωποι, τοιαύτας ἐστὶ λέξεις εὑρεῖν, ἀλλὰ καὶ ἐν συγγράμμασιν, ὡς τοῦ μὲν συνδέσμου προειρημένου, μηκέτ’ ἀνταποδοθῆναι μηδὲν

αὐτῷ, καὶ τοῦτ’ ἔγνων μάλιστα τοὺς περὶ τὸν Διοσκορίδην εἰδότας, ἐπειδὴ καὶ γραμματικώτεροι τῶν ἄλλων εἶναι προσποιοῦνται, φυλάξαι τὴν παλαιὰν γραφὴν, ἣν οἵ τ’ ἐξηγηταὶ πάντες ἴσασι καὶ τὰ ἀντίγραφα πάντ’ ἔχουσι, ἢ εἴπερ ἐδόκει περιττὸς ὁ μὲν σύνδεσμος εἶναι, περιελεῖν αὐτὸν τολμῆσαν μᾶλλον, οὐ μεταγράφειν εἰς τὸ μή. τὸ γὰρ καὶ ἢν μὴ ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον ἑαυτῷ μάχεται, τοῦ μὲν ἐγκαταλείπηται, τὰ μὴ τελέως, ἀλλ’ ἐκ μέρους κενούμενα δηλοῦντος, τοῦ δὲ καὶ ἢν μὴ ῥυέντων, τοὐναντίον ἐμφαίνεται, ὥσπερ καὶ τοῦ δαψιλῶς ῥυῆναι. καθάπερ οὖν ἐπὶ τούτου, τὸ ἐγκαταλείπηται λέγειν οὐ προσῆκον, οὕτως οὐδ’ ἐφ’ οὗ μηδ’ ὅλως ἐῤῥύη. καὶ γὰρ εἰ μὴ ἐπὶ τοῦ λυποῦντος χυμοῦ δεξόμεθα, τὸ ἐγκαταλείπεσθαι λελέχθαι, καθάπερ ἔνιοι βούλονται, πρὸς τὸ νόσημα μεταδόντες τὸν λόγον ὡς ἐν ταῖς ἐλλιπέσιν αἱμοῤῥαγίαις, ἐγκαταλείπεται νοῦν ἕξει. ῥυέντος γὰρ αἵματος, οὐ μὴν αὐτάρκως, ἐλλιπεῖς

αἱ κρίσεις γίνονται τῶν νόσων, ἐφ’ ὧν προσήκει λέγεσθαι τὸ ἐγκαταλείπεσθαι.

22. Δίψα ἐγκαταλειφθεῖσα καὶ στόματος ἐπιξηρασίη καὶ ἀηδίη καὶ ἀποσιτίη τοῦτον τὸν λόγον.

Ὅταν τοῦ πυρετοῦ παυσαμένου μείνῃ τινὰ τῶν συμπτωμάτων, ἐγκαταλείπεσθαί τι λέγεται τῆς νόσου λείψανον. ἐμνημόνευσεν· οὖν ὁ Ἱπποκράτης ὡς ἐν παραδείγματι τῶν κυριώτατα ὑπολειπομένων, δίψαν καὶ στόματος ξηρότητα καὶ ἀηδίαν καὶ ἀποσιτίαν, τουτέστιν ἀνορεξίαν, ὥστε ἐξήγησις αὕτη ἡ ῥῆσίς ἐστι τοῦ προειρημένου κατὰ τὴν ἔμπροσθεν ῥῆσιν, ἔνθα φησὶ, καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται. διττῶς γὰρ ἀκούομεν τοῦ ἐγκαταλείπεσθαι, καθ’ ἕνα μὲν τρόπον ἐπὶ τοῦ νοσοποιοῦντος χυμοῦ, καθ’ ἕτερον δὲ ἐπὶ τῆς

νοσώδους διαθέσεως. ἐξηγεῖται οὖν τὰ γνωρίσματα τῆς ἐγκαταλειπομένης διαθέσεως νοσώδους.

23. Πυρετοὶ δὲ οὐκ ὀξεῖς οἱ τοιοῦτοι, ὑποστροφώδεες δέ.

Καὶ τοῦθ’ ἕν ἐστι τῶν συντελούντων εἰς τὴν τῶν ἐσομένων ἀποσκημμάτων πρόγνωσιν. οἱ γὰρ ὀξεῖς πυρετοὶ καὶ ταχέως κρίνονται καὶ δι’ ἐκκρίσεων ἔχουσι τελέαν τὴν λύσιν. οἱ δ’ οὐκ ὀξεῖς καλούμενοι ὑποστροφώδεες καὶ χρονίζουσι καὶ λύσεις ἐλλιπεῖν ποιησάμενοι, μετὰ ταῦτα πάλιν ὑποστρέφουσι καὶ δευτέραν ἔκκρισιν ἐξ ἀποσκήμματος ἔχουσι τελέαν τὴν λύσιν.

24. Τὰ ἐγκαταλειπόμενα μετὰ κρίσιν ὑποστροφώδεα.

Ἡ αὐτὴ ῥῆσις ἥδε κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν γέγραπται καὶ μετὰ ταύτην ἄλλαι μέχρι τῆς, ὅσοι τριταιοφυεῖς, ἃς ὑπερβησόμεθα διὰ τὸ προεξηγήσασθαι.

25. Τὸ γοῦν πρῶτον σπληνῶν ἐπάρσιες ἢν μὴ ἐς ἄρθρα τελευτήσῃ ἢ αἱμοῤῥαγίη γένηται ἢ δεξιοῦ ὑποχονδρίου ἔντασις, ἢν μὴ ἐξοδεύῃ οὖρα. αὐτὴ γὰρ ἡ ἐγκατάληψις ἀμφοτέρων αἱ ὑποστροφαὶ τουτέων εἰκότως. ἀπόστασιν οὖν ποιέεσθαι αὐτῶν μὴ γινομένας. τὰς δὲ ἐκκλίνειν γινομένας, τὰς δὲ ἀποδέχεσθαι ἢν ἴωσιν, οἷαι δεῖ καὶ ᾗ δεῖ. ὁκόσαι δὲ μὴ σφόδρα ξυνδρᾷν, τὰς δὲ ἀποτρέπειν, ἢν πάντῃ ἀξύμφοροι ὦσι. μάλιστα δὲ ταύτας μελλούσας· εἰ δὲ μὴ, ἀρχομένας ἄρτι.
26. Ὅσοι τριταιοφυεῖς, τούτοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ.

Τίνας ποτὲ λέγει τριταιοφυεῖς, ἐξήγηται, διότι καὶ περὶ τῶν ἡμιτριταίων τε καὶ τῶν παρεκτεταμένων τριταίων. ἓν γὰρ μόνον ὡμολόγηται τοῖς νεωτέροις ἰατροῖς ἐν τῇ τῶν εἰρημένων ὀνομάτων ἐξηγήσει, τὸ κατὰ τῶν ἀκριβῶν τριταίων ὡς ἐντὸς τῶν δώδεκα ὡρῶν αὐτὸν περιγράφεσθαι, τὰς δὲ ὑπολοίπους ὥρας ἀπυρέτους εἶναι. τῆς γὰρ τῶν μεθοδικῶν ἀλλοκότου χρήσεως τοῦ τῶν ἡμιτριταίων ὀνόματος οὐδὲ μεμνῆσθαι καλόν. εἴπερ δὲ ὁ ἀκριβὴς τριταῖος ἐλάττονα τῶν δώδεκα ὡρῶν ἔχει τὸν παροξυσμὸν, ὁ πέντε καὶ δέκα ὥρας παροξυνόμενος ἅπαντα τὸν ὑπόλοιπον ἔχων χρόνον ἀπύρετον, ὀνομασθήσεται τριταῖος ἁπλῶς ἄνευ προσθήκης. εἰ δὲ βούλοιτό τις ἀκριβολογεῖσθαι, τριταῖος οὐκ ἀκριβής. καὶ εἴπερ αὐτὸς ὁ Ἱπποκράτης εἶπεν, πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται,

πάντες κακοί. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνον. ἅπαντες οἱ διὰ τρίτης μὲν παροξυνόμενοι, παυόμενοι δὲ εἰς ἀπυρεξίαν, ἀκίνδυνοι γενήσονται. ἀλλ’ εἴπερ ἀκινδύνους τούτους εἶναι φήσομεν ἑπόμενοι τῇ γνώμῃ τοῦ Ἱπποκράτους, οὐκ ἀκίνδυνον δὲ τὸ ἡμιτριταῖον αὐτὸς οἶδεν, οὐκ ἔσται τῶν διαλειπόντων ὁ πυρετὸς οὗτος. ἀλλ’ οἱ μὲν οὐκ ἔλαττον τῶν εἰκοσιτεσσάρων ὡρῶν ἔχοντες τὸ τοῦ διαλείμματος, ἅπαντες ἁπλῶς τριταῖοι λεχθήσονται. οἷς δὲ τὸ μὲν διάλειμμα τοῦ χρόνου τούτου βραχύτερον, οἱ δὲ παροξυσμοὶ μακρότεροι, οὗτοι παρεκτεταμένοι τριταῖοι. προσήκουσι δὲ τοὐπίπαν εἰς τὰ τρία διαστήματα, τεττάρων τῶν πάντων ὄντων κατὰ τὴν διὰ τρίτης ἡμέρας περίοδον. δύο μὲν γὰρ ἡμέραι, δύο δὲ νύκτες ἐν τῷ μεταξὺ τῶν δύο παροξυσμῶν γίνονται πᾶσι τοῖς διὰ τρίτης παροξυνομένοις. σπανίως δ’ εὕροις τὸν ὑπὲρ τὰ τρία διαστήματα παροξυνόμενον εἰς ἀπυρεξίαν ἀφικνούμενον, ὃν οἱ περὶ τὸν Ἀγαθῖνον εἰώθασι μέγαν ἡμιτριταῖον ὀνομάζειν. ὥσπερ
γε μέσον μὲν, ᾧ χρόνος ἶσος γίνεται παροξυσμοῦ τε καὶ διαλείμματος, ᾧ μείων ὁ τοῦ παροξυσμοῦ χρόνος. ᾧ δ’ ἐντὸς τῶν εἰκοσιτεσσάρων ὡρῶν ὁ χρόνος περιγράφεται τοῦ παροξυσμοῦ, μικρὸν ἡμιτριταῖον ὀνομάζουσι τοῦτον, ὥστε οὔτε τριταῖον οὔτε παρεκτεταμένον ὀνομάζει ποτὲ τριταῖον. εἰ γὰρ ὁ μὲν ἀκριβὴς τριταῖος οὐχ ὑπερβάλλει τὰς δώδεκα ὥρας. ὁ δ’ ὑπὲρ ταύτας εὐθύς ἐστι μικρὸς τριταῖος, οὐδεὶς ἔσται τριταῖος ἁπλῶς, ἔτι δὲ μᾶλλον οὐδ’ ἐκτεταμένος τριταῖος· οὐχ ὑπαρχόντων δὲ τούτων, οὐδ’ ἀκριβῆ τριταῖον ὀνομάζειν ἀναγκαῖον ἔσται. μηδενὸς γὰρ ἀκριβοῦς ὄντος, ἡ προσθήκη ματαία. πῶς οὖν ὁ Ἱπποκράτης ἀκριβῆ τριταῖον εἴωθε καλεῖν, ἐνὸν ἁπλῶς ὀνομάζειν τριταῖον, εἴπερ οὗτος μόνος ἐστὶ τριταῖος ὁ τῶν δώδεκα ὡρῶν ὀλιγοχρονιώτερον ἔχων τὸν παροξυσμόν. εὔδηλον οὖν ὅτι τοῦτον μὲν ἀκριβῆ καλεῖ καὶ μᾶλλόν ἐστι τὸν καὶ τὰ ἄλλα ἔχοντα γνωρίσματα τὰ γεγραμμένα πρὸς ἡμῶν ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν. ἁπλῶς δὲ τριταῖον τὸν ὑπὲρ τὰς
δώδεκα ὥρας ἐκτεταμένον ἔχοντα τὸν παροξυσμόν. ἐὰν δὲ τὰς εἴκοσι τέσσαρας ὑπερβάλλῃ, τριταῖον μακρὸν ἢ ἐκτεταμένον ὀνομάσομεν τοῦτον. ὅστις δ’ ἂν ὑπὲρ τὰ τρία διαστήματα τὸν παροξυσμὸν ἐκτείνῃ, τοῦτον ὀλιγάκις ἂν εὕροις εἰς τὴν καλουμένην εἰλικρίνειαν ἀφικνούμενον. οὐ μὴν οὐδ’ ἡμιτριταῖον ἤδη καλέσομεν αὐτὸν, ἐὰν μήτε τὰς ἐπαναλήψεις ποιῆται φρικώδεις, μήτε ἐν τῇ ἑτέρᾳ τῶν ἡμερῶν ἕτερον ἔχῃ παροξυσμὸν ἐπαναλήψεως χωρίς. τοῦτον μὲν οὖν ἡμιτριταῖον ὀνομάσομεν. ἐὰν δέ τις διὰ τρίτης παροξύνηται πυρετὸς, οὐδὲ βραχὺ διάλειμμα ποιούμενος ὡς δοκεῖν ἐν αὐτῷ πλησίον εἶναι τὸν κάμνοντα τῆς εἰλικρινοῦς ἀπυρεξίας, τοῦτον ὀξὺν ὀνομάσομεν πυρετὸν, αὐτὸ τοῦθ’ ὅπερ ὑπάρχει περὶ αὐτοῦ λέγοντες, ὡς διὰ τρίτης παροξύνει. μόνος οὖν ἔτι τῶν διὰ τρίτης παροξυνομένων ὀνομασθήσεται τριταιοφυὴς, ὁ πλησίον ἀπυρεξίας ἀφικνούμενος. εἰ δέ τις καὶ τοὺς ἄλλους ἅπαντας ὀξεῖς πυρετοὺς, ὅσοι διὰ τρίτης παροξύνουσι, τριταιοφυεῖς ὀνομάζειν θέλει, δόξει
τάχα καὶ αὐτὸς οὐκ ἀλόγως ἐπὶ ταύτην ἀφῖχθαι τὴν δόξαν. οὐ μὴν τῶν γε εἰς ἀπυρεξίαν ληγόντων τινὰ πυρετῶν ὑφ’ Ἱπποκράτους ἡμιτριταῖον ὀνομάζεσθαι συγχωρήσομεν. ἀκίνδυνοι μὲν γὰρ οὗτοι, κινδυνώδης δὲ ἡμιτριταῖος. ἐν τῷ μεταξὺ δ’ αὐτῶν εἰσὶν αὐτοὶ παραφυεῖς, οὕς φησι δύσφορον ἔχειν τὴν πρὸ τοῦ παροξυσμοῦ νύκτα. πάντως μὲν γὰρ ἐκείνοις ὑπάρχει τοῦτο, τοῖς δ’ ἐκτεταμένοις τριταίοις οὐ πᾶσιν. ὅπως δὲ μὴ πράγματ’ ἔχοιμι, πολλάκις ὑπὲρ τοῦ κατὰ τὸν ἡμιτριταῖον σημαινομένου καὶ γράφων καὶ τοῖς πυνθανομένοις ἀποκρινόμενος, ἓν ἰδίᾳ περὶ τούτου ἔγραψα βιβλίον· ἐν μέντοι τοῖς ἀφορισμοῖς χωρὶς τῶν τριταιοφυῶν μνημονεῦσαί φησιν ἁπλῶς ὁ Ἱπποκράτης. ὅσοις δὲ κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ. ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολύ. κρίσιν δ’ οἱ μὲν ἤκουσαν, ὑφ’ ἧς ὀξύῤῥοπος γίνεται μεταβολή τις ἀξιόλογος, οἱ δ’ ἁπλῶς τὸν παροξυσμόν. εἰώθει δὲ ὄντως ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ γίνεσθαι σχεδὸν ἅπασι τοῖς διὰ τρίτης παροξυνομένης πυρετοῖς,

ἄνευ τῶν ἀκριβῶν τριταίων. εἰ δέ ποτε κᾀπὶ τούτων γένηται, κρίσιν ἕπεσθαι σημαίνει κατὰ τὴν ἐπιοῦσαν ἡμέραν καὶ μάλιστ’ εἰ καὶ τὰ ἄλλα σημεῖα τοῦ γενήσεσθαι τὴν κρίσιν ὁμολογεῖ.

27. Βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι, ἐν πυρετοῖσι καυσώδεσι, κἂν οὐ κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι, οὐ τῷ θηριώδει, ἀλλὰ τῷ πνεύματι. δῆλον δέ ὅταν γὰρ διαλέγωνται ἢ χάσκωσι, τότε βήσσουσιν. ὅταν δὲ μὴ, οὔ. τοῦτο δ’ ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι μάλιστα γίνεται.

Καὶ κατὰ τοὺς ἀφορισμοὺς ἔγραψεν περὶ τῶν αὐτῶν ὧδέ πως. ὁκόσοισιν ἐπὶ πολὺ βῆχες ξηραὶ, βραχὺ ἐρεθίζουσιν ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσι. τὸ τοίνυν οὐ πάνυ τι διψώδεες ἶσον δύναται τῷ οὐ κατὰ

λόγον διψώδεες. ἐν γὰρ τοῖς καυσώδεσι πυρετοῖς ἄνευ ξηρᾶς βηχὸς ἰσχυρῶς γίνονται διψώδεις. ἐὰν δὲ προσγένηται ξηρὰ βὴξ, ἄδιψοι μὲν οὐ δύνανται γενέσθαι. θραύεται δ’ αὐτῶν τὸ σφοδρὸν τοῦ δίψους, ὡς διψῇν μὲν ἔτι, μὴ μέντοι κατὰ τὴν ἀναλογίαν τοῦ πυρετοῦ. τὸ δ’ ἐρεθιζούσας βραχέα γίνεσθαι τὰς βῆχας οὐκ ἀργῶς πρόσκειται. σφοδραὶ γὰρ γινόμεναι διαθερμαίνουσι τὰ κατὰ θώρακα καὶ πνεύμονα μόρια. κᾀκ τούτου τόν τε πυρετὸν ἐπαύξουσι καὶ τὴν βῆχα. μικραὶ δ’ εἴπερ εἶεν αἱ βῆχες ἐκ διαλειμμάτων τε μακροτέρων γινόμεναι, μέχρι τοσούτου κινοῦσι τὰ μόρια, μέχρι τοῦ παραγενέσθαι τινὰ εἰς αὐτὰ ὑγρότητα. καὶ οὕτω συμβήσεται μήτε σπαράττειν αὐτὰς ἰσχυρῶς μήτε ἐξάπτειν τὸν πυρετὸν, ὑγρότητά τε παρέχειν τοῖς μορίοις πρὸς τὰ κινούμενα, κατὰ τὰς βῆχας ἀφικνουμένην μετρίας, δι’ ἣν οἱ κάμνοντες ἀδιψότεροι γενήσονται. γινομένων δὲ βηχῶν καὶ διά τινα κακοήθειαν τοῦ νοσήματος, ἣν ἐφεξῆς ὁποία τίς ἐστιν ἐρῶ, ταύτης ἀφορίζων τὰς ἐν τῷ νῦν λόγῳ βῆχας, οὐ τῷ θηριώδει φησὶν αὐτὰς, ἀλλὰ
τῷ πνίγεσθαι. τινὲς δ’ οὐχ ἁπλῶς τὸ κακόηθες ἅπαν ἡγοῦνται λέγειν αὐτὸν θηριῶδες, ἀλλ’ ἔνιοι μὲν τὴν φθίσιν, ἐπειδὴ γρυπουμένων τῶν ὀνύχων, θηρίοις κατά γε τοῦτο ἐοικότες φαίνονται. τινὲς δὲ θηρίωμα καλεῖσθαί φασιν ἰδίως τὸ ἐν τῷ πνεύμονι ἕλκος. ἔνιοι δ’ ὅταν ἐπὶ τὸ στόμα τῆς γαστρὸς ἀνέλθωσιν ἕλμινθες, ἐρεθίζειν αὐτάς φασι βῆχας, μήτε λόγῳ τοῦτο ἀποδεῖξαι δυνάμενοι, μήτε τῇ πείρᾳ. τὸ κακόηθες οὖν ἄμεινον ἀκούειν θηριῶδες, ἐάν τε ἀπὸ κεφαλῆς καταφερομένου ῥεύματος βήττωσιν, ἐάν τε ἐφ’ ἕλκει τῶν κατά τι τῶν ἀναπνευστικῶν, ἢ τοῖς κατὰ ταῦτα γινομένοις ἀποστήμασιν, ἐάν τε ἐπὶ τοῖς καλουμένοις ἐμπυήμασιν. ἕτεραι δὲ τούτων εἰσὶν αἱ κακόηθες οὐκ ἔχουσαι διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων ἢ τραχύτητα τῆς φάρυγγος ἣ τῆς τραχείας ἀρτηρίας ἀποτελούμενα, ποτὲ μὲν ἐξ ἐδεσμάτων ἢ πομάτων τραχυνόντων, ἐνίοτε δὲ κᾀκ τοῦ περιέχοντος ἀέρος. ἐν γοῦν ἀφορισμοῖς αὐτὸς ἔγραψεν· Ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων,
στηθέων. ὁ γὰρ εἰσπνεόμενος ἀὴρ, ὅταν ἱκανῶς ᾖ ψυχρὸς, ἐνίοτε μὲν τὰ κατὰ τὴν φάρυγγά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν μόρια τραχύνει τε καὶ καταψύχει, ποτὲ δὲ καὶ τῷ πνεύμονι παντὶ καὶ τῷ θώρακι δυσκρασίαν ἐργάζεται· πολλάκις δ’ ἀμφότερα τὰ εἰρημένα συμπίπτει καὶ βήσσουσι μετρίως ἐπ’ αὐτοῖς βῆχας ξηράς. σημεῖον δὲ τῶν οὕτως ἐχόντων ἐστὶ τὸ ἐρεθίζεσθαι κατὰ τὰς εἰσπνοὰς, ὅταν ἀθρόως ἐμπίπτῃ διαλεγομένοις τε καὶ χάσκουσι καὶ διὰ τοῦ στόματος εἰσπνέουσιν. ὅταν δὲ διά τε τῆς ῥινὸς εἰσπνέωσι καὶ θερμὸν τὸν ἔξωθεν ἀέρα κατὰ τὸν οἶκον αὐτῶν ἐργάσηταί τις ἢ παντάπασιν ἐλάχιστα βήσσουσιν ἢ οὐδ’ ὅλως, διὸ καὶ πρὸ τῶν ῥινῶν ὀθόνιον ἔνιοι προστιθέντες οὕτως εἰσπνέουσι, πεπειραμένοι παροξύνεσθαι τὰς βῆχας, ὅταν ἀθρόως ᾖ ψυχρὸς ὁ ἔξωθεν ἀὴρ ὁμιλῶν τοῖς προκατεψυγμένοις τε καὶ τετραχυσμένοις μορίοις. μάλιστα δέ φησιν ἐν τοῖς κοπιώδεσι πυρετοῖς τοῦτο γίνεσθαι. τίνας δὲ κοπιώδεις ὀνομάζει πυρετοὺς, ἄδηλον. ἆρά γε τοὺς διὰ τὰς σφοδρὰς κινήσεις γινομένους, ἢ κᾂν αὐτόματοι συστῶσι

τὴν κοπιώδη φέροντας αἴσθησιν. τὰ μὲν δὴ τοιαῦτα σχεδὸν οὐδὲ παραφυλάττει τὶς ἰατρὸς, οὔτε τῶν νῦν ὄντων οὔτε τῶν ἔμπροσθεν γεγονότων, καίτοι παράδειγμα τὴν Ἱπποκράτους ἔχοντες ἀκρίβειαν, ἣν ἐχρῆν μιμεῖσθαι, τοὺς ἀληθείας ἀντιποιουμένους αὐτῆς δι’ ἑαυτὴν, οὐ διὰ δόξαν ἢ χρηματισμόν. ἐγὼ δ’ οὖν ἐνόησα ἄμεινον εἶναι τῇ πείρᾳ βασανίσαι τὸ λεγόμενον. τοῖς μὲν ἀπὸ τῶν ἔξωθεν πόνων κοπιώδεσι πυρετοῖς εἶδον ἐπιγινόμενα τοιαῦτα βηχία, τοῖς δ’ ἄλλοις οὐ πάντως τι, καὶ αὐτοῖς δὲ τοῖς διὰ τοὺς ἔξωθεν πόνους οὐχ ἁπλῶς, ἀλλὰ τοῖς γε ἐν κρύει κάμνουσι καὶ τοῖς ἐν θάλπει σφοδρῷ καὶ μάλιστα δι’ ὁδοῦ κόνιν ἐχούσης, ὥστε καὶ κατὰ συμβεβηκός τι μᾶλλον, οὐ διὰ τὴν κοπιώδη διάθεσιν ἐφαίνοντό μοι βήττειν. τῷ γὰρ τραχυνθῆναι τὰ περὶ τὴν φάρυγγα χωρία, διὰ κρύος ὡς ἔφην, ἢ κόνιν ἢ τὴν ἐκ τοῦ περιέχοντος αὐτοῖς ἐγγενομένην ἄμετρον ξηρότητα καὶ πρὸς τούτοις ἔτι διὰ τὴν δυσκρασίαν τῶν αὐτῶν ὀργάνων οὗτοι βήττουσιν. ἐμάθετε γὰρ ὅτι καὶ διὰ δυσκρασίαν γίνονται βῆχες.

28. Μηδὲν ὑπερορᾷν, μηδὲν εἰκῇ.

Τοῦτο μὲν καὶ αὐτὸ καθ’ ἑαυτὸ λεγόμενόν τε καὶ γραφόμενον οὐδὲν δεῖται πρὸς πίστιν ἢ νόησιν ἑτέρων, ἤτοι προειρημένων ἢ ἐπιφερομένων. ἐνταυθοῖ μέντοι καὶ πάντως προσηκόντως ἐπὶ τῷ προκειμένῳ τέτακται. τὰ γὰρ τοιαῦτα θεωρήματα σμικρὰ καὶ λεπτὰ καὶ οὐδενὸς ἄξια φαίνεται τοῖς πολλοῖς καὶ διὰ τοῦτο ὑπερορῶσιν αὐτῶν, ὥστε μὴ τῷ λόγῳ σκέπεσθαι, μήτε τῇ πείρᾳ περὶ φύσεως τοιούτων πραγμάτων. ὥσπερ δὲ τοῦ μηδὲν δεῖν ὑπερορᾷν παράδειγμά ἐστιν ὁ προειρημένος λόγος, οὕτω καὶ τοῦ μηδὲν προπετῶς, μηδὲ ἀπερισκέπτως συγκατατίθεσθαι, καθάπερ αὐτὸς ἐγὼ κατ’ αὐτὴν τὴν πρὸ ταύτης ῥῆσιν ἔπραξα κἀν ταῖς ἄλλαις ἁπάσαις. οὐ γὰρ Ἱπποκράτους μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις παλαιοῖς, οὐχ ἁπλῶς οἷς ἂν εἴποι τίς αὐτῶν πιστεύω. βασανίζω δὲ καὶ αὐτὸς τῇ τε πείρᾳ καὶ τῷ λόγῳ, πότερον ἀληθές ἐστιν ἢ ψεῦδος ὃ

γεγράφασιν. ὅσοι δ’ ἂν πρὸς ἑνὸς ἑαυτοὺς ἤτοι δούλους ἢ ἐξελευθέρους ἀπεφῄναντο, εὐθέως ἅμα τὸ γεγραμμένον εὑρεῖν τε παρ’ αὐτῷ, πιστεύουσιν ἀπερισκέπτως τε καὶ εἰκῇ. καθάπερ καὶ ἐπὶ τοῦ μάλιστα καὶ τοῖς κοπιώδεσι ξηρὰς γίνεσθαι βῆχας οὔτε ὁποίοις κοπιώδεσιν εἶπεν ἐζήτησαν. ἆρά γε τοῖς ἀπὸ καμάτων τε καὶ τῆς ἔξωθεν ταλαιπωρίας ἢ καὶ τοῖς χωρὶς τούτων ἴσχουσι τὴν αὐτὴν διάθεσιν, οὔτε πότερον ἁπλῶς ἢ καὶ κατὰ συμβεβηκὸς ὁ κόπος αὐτοῖς ἐγένετο. ὅπερ δὲ ἐπὶ τούτων, τοῦτο κᾀπὶ μυρίων ἄλλων ἴστε συμβαῖνον, αὐτοῖς τε τοῖς τὰ συγγράμματα γράψασι καὶ τοῖς ἐξηγησαμένοις αὐτὰ καὶ πολὺ μᾶλλον ἔτι τούτου τοῖς ὁσημέραι περιτρέχουσιν ἐν ταῖς πόλεσιν ἰατροῖς, ἀλόγῳ τριβῇ μόνῃ χρωμένοις. καὶ γὰρ ὑπερορῶσι πολλῶν ὡς μικρῶν, οὐκ εἰδότες ὅτι πολλῶν ἐνίοτε σμικρῶν συνερχομένων ἓν ἐξ αὐτῶν κεφάλαιον ἀξιόλογον ἀθροίζεται, προπετῶς τε συγκατατίθενται τοῖς γεγραμμένοις ὑπό τινος ἀνδρὸς, οὗπερ ἂν αὐτὸς ἑαυτὸν ἕκαστος ἀποφῄνῃ δοῦλον. εἰ δὲ μὴ τοῦτό τις ποιήσειεν, ἀλλὰ κατ’

ἕτερόν γε τρόπον ἐνίοτε τῷ φανέντι πιθανῷ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς φαντασίας συγκατατιθέμενος, ἄνευ τοῦ χρόνῳ πολλῷ σκέψασθαι, καθ’ ἑαυτόν τε καὶ μετ’ ἄλλων ἀπεφῄνατο προπετῶς ὑπὲρ τοῦ σπανίως ὀφθέντος, ὡς πολλάκις ἢ διηνεκῶς φαινομένου· καὶ τάς γε ἐν ταῖς αἱρέσεσι διαφωνίας ἐντεῦθεν εἰκὸς μάλιστα γεγονέναι, δοξοσόφων τε καὶ φιλαύτων ἀνθρώπων τὰ πιθανὰ, χωρὶς τοῦ μετὰ πολλῶν πολλάκις ἀνασκέψασθαι, πιστευσάντων ὑπάρχειν ἀληθῆ. καθάπερ δὲ νῦν ἐπὶ σημειωτικοῦ θεωρήματος ὡς ἐπὶ παραδείγματος ἐποιήσαμεν τὸν λόγον, οὕτω κᾀπὶ τῶν θεραπευτικῶν, οὐχ ὑπερορᾷν τινὸς χρὴ τῶν δοκούντων εἶναι μικρῶν, οὔτ’ εἰκῇ καὶ ἀβασανίστως πιστεύειν ταῖς εἰρημέναις αὐτῶν δυνάμεσιν, ὡς ἐν τῇ θεραπευτικῇ πραγματείᾳ μεμαθήκαμεν.

29. Ἐκ προσαγωγῆς τἀναντία προσάγειν καὶ διαναπαύειν.

Θεραπευτικὴν συμβουλὴν καλεῖν ἔξεστί σοι καὶ ὑγιεινὴν αὐτὴν ἐπιδεικνύναι, τό τε μηδὲν ὑπερορᾷν καὶ τὸ μηδὲν εἰκῇ, καθάπερ ἐπὶ παραδείγματός τινος τούτου τοῦ λόγου. τῶν γοῦν ἐθῶν, ὡς μικροῦ παραδείγματος ὑπερορῶσιν ἔνιοι τῶν ἰατρῶν, μηδεμίαν ἀπ’ αὐτῶν ἔνδειξιν εἰς διαφορὰν θεραπείας ἡγούμενοι γίνεσθαι, τινὲς δ’ οὐχ ὑπερορῶσι μὲν, ἀπὸ δὲ μοχθηρῶν ἐθῶν ἐνίους ἐπὶ τὰ ἐναντία μετάγειν ἐπιχειροῦντες ἀθρόως, οὐ σμικρὰ σφάλλονται. χρὴ δὲ οὔτε ὑπερορᾷν αὐτῶν οὔτ’ ἀθρόως μετάγειν, ἀλλὰ καὶ κατὰ βραχὺ καὶ μετὰ τοῦ διαναπαύειν αὐτούς. διττῶς δὲ ἐστι τοῦ διαναπαύειν ῥήματος ἀκοῦσαι. καθ’ ἕνα μὲν τρόπον, ἵνα μὴ μόνον τοὐναντίον ἔθος κατὰ βραχὺ μετάγωμέν τινας, ἀλλὰ καὶ μεταξὺ διαναπαύωμεν ὅλην τὴν μεταβολὴν, οἷον ὅταν ἐξ ἀργίας ἄγωμεν εἰς τά γυμνάσια, πρῶτον μὲν ἀπὸ τῶν βραχυτάτων ἀρξόμεθα καὶ κατὰ βραχὺ ταῦτα παραυξήσομεν, εἶτα παραβαλοῦμέν ποτε μίαν ἢ καὶ δύο ἡμέρας ἀργάς. καθ’ ἕτερον δὲ τρόπον ἐστὶν ἀκοῦσαι τοῦ

διαναπαύειν, ὡς ἀντιδιῃρημένου τῷ προσάγειν. ἵν’ ἐφ’ ὧν μὲν οὐκ ὃν ἔμπροσθεν ἔθος ἐμποιῆσαι βουλόμεθα, προσάγωμεν αὐτὸ κατ’ ὀλίγον, ἐφ’ ὧν δὲ τὸ πρότερον ὑπάρχον καταλῦσαι, κατὰ βραχὺ πάλιν ἐπὶ τούτων ἀναπαύωμεν.

30. Τῷ ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθὴ φλὲψ τμηθεῖσα ὠφέλησεν.

Οἱ παλαιότεροι τῶν ἐξηγητῶν ὠφέλησεν ἐπὶ παρεληλυθότος χρόνου γεγραμμένον ἐπίστανται. καί φασί γε τὸ μὲν ὠφελεῖ κατὰ τοὺς ἀφορισμοὺς γεγράφθαι, καθολικὴν ἀπόφασιν ἐν τούτοις ποιησαμένου τοῦ παλαιοῦ. τὸ δ’ ὠφέλησεν ἐνταῦθα πρὸς ὑπόμνησιν αὐτῷ γεγραφότος ἐπί τινος ἑνὸς, ἵνα ὅταν ἐπὶ πολλῶν πειραθῇ τοῦ βοηθήματος, ἀποφῄνασθαι τολμῄσῃ καθόλου περὶ αὐτοῦ. δῆλον δ’ ὅτι

καὶ τοπικόν ἐστι τὸ βοήθημα τοῦτο καὶ ἀντισπαστικὸν ἐπὶ τἀναντία. τὴν δὲ ὀρθὴν ἐν μετώπῳ φλέβα καὶ πρὸ τῆς ἀνατομῆς ἐναργῶς ἐστὶν ἰδεῖν, ἡ δὲ ἀνατομὴ συῤῥεῖν ταῖς ἑκατέρωθεν αὐτὴν ἐπιδείκνυσιν. οὐκ ὀρθῶς οὖν ἔνιοι περὶ τῆς τομῆς ᾠήθησαν λελέχθαι τὸ ὀρθίη. οὐ γὰρ διὰ τὸ σχῆμα τῆς τομῆς ἡ ὠφέλεια γίνεται τοῖς ὀδυνωμένοις, ἀλλὰ διὰ τὴν κένωσιν τοῦ αἵματος.

31. Αἱ διαδέξιες τῶν ὑποχονδρίων, ἐξ οἵων εἰς οἷα καὶ ἄλλαι καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν οἷα δύναται, εἴτ’ ἐξ ἥπατος σπλὴν καὶ τἀναντία καὶ ὅσα τοιαῦτα.

Οὐ μόνον ἐξ οἵων καὶ ἄλλαι γεγραμμένον εὑρίσκομεν, ἀλλὰ καὶ ἐξ οἵων οἷα ἀλλοιοῦσι καὶ ἐξ οἵων οἷα ποιοῦσι· καὶ τὴν μὲν πρώτην γραφὴν οἵ τε παλαιοὶ τῶν ἐξηγητῶν ἴσασι καὶ Ῥοῦφος. τὴν δ’ ἐξ οἵων οἷα ἀλλοιοῦσιν, οἱ περὶ Σαβῖνον καὶ Διοσκορίδην. τὸ δ’ ἐξ οἵων οἷα ποιοῦσιν οἱ

περὶ τὸν Λύκον. ἔστι δὲ τῆς παλαιᾶς γραφῆς ἡ διάνοια καθολικόν τι διδάσκουσα, τῶν δ’ ἄλλων, ἐν μέρει. περὶ γὰρ τῶν καθ’ ὑποχόνδριον διαδοχῶν ἀποφαίνονται μόνον, οὐ περὶ πασῶν. ἄμεινον δὲ ἐν οἷς ἐγχωρεῖ καὶ ἀληθές ἐστι, τὸ καθόλου μᾶλλον ἡγεῖσθαι διδάσκειν αὐτὸν οὐ τὸ κατὰ μέρος. ὁ μὲν οὖν καθόλου λόγος ἐστὶ τοιοῦτος. τὰς δὲ διαδοχὰς ἐπισκέπτεσθαι προσήκει, τάς τε καθ’ ὑποχόνδριον καὶ τὰς ἄλλας ἁπάσας, ἐξ οἵων γίνονται παθῶν ἢ μερῶν εἰς οἷα μέρη τε καὶ πάθη, καθάπερ ἐφ’ ἥπατός τε καὶ σπληνός. αὐτὸς γὰρ ἐμνημόνευσε τούτων ἕνεκα παραδείγματος, εἰδότων ἡμῶν ἐπικινδύνους μὲν εἶναι τὰς εἰς ἧπαρ ἐκ σπληνὸς, ἀκινδύνους δὲ καὶ πρὸς ἀγαθοῦ μᾶλλον, ὅσαι διαδοχαὶ νοσημάτων ἀφ’ ἥπατος εἰς σπλῆνα γίνονται. πάντα δὲ τὰ περὶ τῶν ἀποστάσεων ἅς τε ἡ φύσις εἴωθε μόνη ποιεῖσθαι καθ’ ἑαυτὴν, ἅς θ’ ἡμεῖς ἢ μετ’ ἐκείνης ἢ μόνοι, κατά τε τὸ περὶ χυμῶν καὶ τὸ δεύτερον τῶν ἐπιδημιῶν προεξήγημαι. καὶ ἄλλαι δέ τινές εἰσι γραφαὶ παρ’ ἃς ἔγραψα, κατά τε τήνδε καὶ πολλὰς ἄλλας ῥήσεις.

ἀλλ’ ἐγὼ κατ’ ἀρχὰς εὐθέως ὀλίγων ἔφην μνημονεύειν ἐξηγήσεών τε καὶ γραφῶν, ὅπως μὴ πολλὰ γίνωνται τὰ τοῦ προκειμένου γράμματος ὑπομνήματα.

32. Ἀντισπᾷν, ἢν μὴ ᾗ δεῖ ῥέπῃ, ἢν δὲ ὅπῃ δεῖ, τουτέοισι δεῖ στομοῦν, οἵως ἕκαστα ῥέπῃ.

Ἔμαθες ἤδη καὶ περὶ τούτων, ὡς ἀκτέα μέν ἐστιν ᾗ ῥέπει τῶν συμφερόντων χωρίων, ἀποτρεπτέα δὲ καὶ ἀντισπαστέα τὰ μὴ καλῶς ῥέποντα. τὸ δὲ στομοῦν εἴρηκε νῦν οὐχ ὡς ἐπὶ τῶν ἀποσκημμάτων εἰώθαμεν λέγειν, ἀντὶ τοῦ διελθεῖν σμίλῃ, γενικώτερον δὲ τούτου, καθὸ καὶ τὸ ἀναστομοῦν περιέχεται καὶ φλέβας ἡμῶν ἀναστομούντων ἐν αἱμοῤῥοΐσι καὶ τὰς διὰ ῥινῶν ἢ μήτρας κενώσεις. καί τινας σύριγγας ἐκ χρόνου μὲν ἱκανοῦ συνήθεις, ἐστεγνωμένας δὲ κατά τινα καιρόν. καὶ δι’ ὤτων δέ τινος ἐκκαθαιρομένου

συνήθως τὰ κατὰ τὸν ἐγκέφαλον, ἐπισχεθείσης ἀθρόως τῆς κενώσεως ἰλίγγου καὶ σκοτώσεων ἐπιγενομένων, ἐρεθίσαντες ἐπ’ ὦτα διὰ τῶν ἀναστομωτικῶν φαρμάκων, εἴδομεν εὐθέως ὠφεληθέντα τὸν ἄνθρωπον.

33. Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνησμώδεα, οἷα Σίμων εἶχε χειμῶνος, ὃς ὅτε πρὸς πῦρ ἀλείψαιτο ἢ θερμῷ λούσαιτο, ὠνίνατο, ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τις ἐξεπυρία, ὀνίνασθαι ἄν.

Ὡς ἐπὶ φυμάτων εἴπομεν ὅσα ὑπὸ θερμοῦ γίνονται χυμοῦ, ταχὺ κρίσιμά τε εἶναι καὶ ἥκιστα πλατέα, τὰ δὲ ὑπὸ ψυχροῦ πλατέα καὶ χρόνια. κατὰ τὸν αὐτὸν λόγον ἐπίστασθαι χρὴ καὶ περὶ τῶν ἐξανθημάτων. οὐ γὰρ ὅλῳ τῷ γένει διαφέρει τῶν φυμάτων, ἀλλὰ τῇ ποιότητι τοῦ γεννῶντος αὐτὰ χυμοῦ. γεννῶνται δὲ καθαιρούσης τὸ βάθος

τοῦ σώματος τῆς φύσεως, ὥσπερ ἐνίοτε δι’ ἐκκρίσεως, οὕτω καὶ δι’ ἀποθέσεως ἐπὶ τὸ δέρμα. τοὺς μὲν γὰρ λεπτοτέρους τε καὶ ὑδατωδεστέρους χυμοὺς διαφορεῖ λεπτύνουσα. τῶν δὲ παχυτέρων ἐμπλαττομένων τῷ δέρματι καὶ μᾶλλον κατὰ τὴν ἐπιδερμίδα πυκνὴν οὖσαν, ἐξανθήματα γίνονται. καὶ τοῦτο συμβαίνει μᾶλλον ἐκείνοις, ὅσοις πυκνότερόν τε καὶ σκληρότερόν ἐστι τὸ δέρμα. δυσχερὴς γὰρ ἡ δι’ αὐτοῦ γίνεται τῶν παχυτέρων τε καὶ γλισχροτέρων χυμῶν διέξοδος. οὕτως οὖν καὶ τῷ Σίμωνι τοῦ χειμῶνος ἐξανθήματα πλατέα γίνεσθαι, καθ’ ὃν ἂν χρόνον ἀξιολόγως θερμανθῇ τὸ σῶμα, λουτροῖς χρησαμένῳ ἢ ἀλειψαμένῳ παρὰ πυρί. τῷ δ’ ἄλλῳ χρόνῳ κατὰ τὸ βάθος ἔμειναν οἱ τῶν τοιούτων ἐξανθημάτων αἴτιοι χυμοί. εἶτα φησὶ μηδὲν αὐτὸν ὑπὸ τῶν ἐμέτων ὀνίνασθαι. πότερον δ’ αὐτὸς ὁ Ἱπποκράτης ἦν ὁ συμβουλεύσας χρῆσθαι τοῖς ἐμέτοις ἢ ἄλλος τις, οὐκ ἐδήλωσεν, οὐ μὴν οὐδ’ ἀναγκαῖον ἡμῖν ἐπίστασθαι. μόνον γὰρ ἀρκεῖ τὸ γνῶναι τοὺς πρὸς τὸ δέρμα ῥέψαντας χυμοὺς δι’ ἐκείνου χρῆναι κενοῦν. ἐπειδὴ πόῤῥω πάλιν
αὐτοῖς ἐστιν ἡ εἰς τὸ βάθος ἀντίσπασις, ὡς διὰ γαστρὸς ἢ ἐμέτων ἐκκενοῦσθαι. ἴσως οὖν οἰήσῃ με λέγειν μηδέποτε καθάρσει χρῆσθαι τῇ διὰ γαστρὸς ἐπὶ τῶν τοιούτων· ἐγὼ δ’ οὔ φημι τοῦτο, μεμάθηκας γὰρ ἐν τοῖς θεραπευτικοῖς ὠφελίμους εἶναι τὰς καθάρσεις ἐφ’ ὧν ἡ περιουσία τῶν χυμῶν ἐστὶ παμπόλλη. πρὶν γὰρ οὕτω κενῶσαι, τὸ πλεονάζον αὐτῆς ἢ διὰ φλεβοτομίας ἢ διὰ καθάρσεως, ἐάν τις ἐκπυριῶν μόνον, ὅπερ ἐστὶ τοῖς θερμαίνουσι χρώμενος, ἐπιχειρῇ διαφορεῖν, ἐπισπάσεται μᾶλλον ἢ κενώσει διὰ τοῦ δέρματος· ἀλλ’ ἥ γε τῶν ἐμπεπλασμένων τῷ δέρματι πάντως θεραπεία ἐστὶ διὰ τῶν ἐκπυριώντων τε καὶ θερμαινόντων φαρμάκων, καὶ μάλισθ’ ὅταν ᾖ πλατέα. δηλοῦται γὰρ ὁ γεννῶν αὐτὰ χυμὸς οὐ θερμὸς οὐδὲ λεπτὸς ὑπάρχων, ἀλλ’ ἱκανὸς παχὺς ἢ ψυχρός. ἐμάθετε δ’ ἤδη καὶ περὶ τῶν φυμάτων ἔμπροσθεν ὡς τὰ μὲν ἀποκορυφοῦντα εἰς ὀξὺ καὶ οἷον ὀργῶντα θερμῶν χυμῶν ἐστιν ἔγγονα, τὰ δὲ ἐναντία ψυχροτέρων. τὸ δ’ ὀργᾷν αὐτὰ διά τε τῶν κνησμωδῶν καὶ τῆς ὀδύνης ἔνεστι διαγινώσκειν. τὰ μὲν γὰρ

μετρίως θερμὰ κνησμοὺς μόνον ἐργάζεται, τὰ δ’ ἐπὶ πλέον ἥκοντα τοῦ θερμαίνειν εὐθέως δάκνει καὶ ἀνιᾷ.

34. Ὁκόσα πεπαίνεσθαι δεῖ, ἐγκατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι.

Καὶ περὶ τούτου πολλάκις ἀκηκόατε καὶ μάλιστα ἐν τοῖς περὶ τῶν ἐκπυϊσκόντων φαρμάκων, ὡς οὐ χρὴ διαφορητικὴν αὐτῶν εἶναι τὴν δύναμιν, ἀλλὰ τὴν ὀνομαζομένην ἐμπλαστικήν. ταῦτα γὰρ ἀποστέγει καὶ συνέχει καὶ ἀποκλείει τὸ ἔμφυτον θερμὸν, οὐκ ἐῶντα διαπνεῖσθαι. πέττεται δὲ ὑπὸ τούτου τὰ περιττώματα. πάλιν δὲ κᾀνταῦθα μὴ παρακούσητε μηδ’ οἰηθῆτε πάντα με λέγειν τὰ δύσπεπτα καὶ ἴσχοντα πῦον μηδ’ ὅλως οὕτω θεραπεύεσθαι. σήπεται γὰρ ἐνία τῶν τοιούτων ὑπὸ ἐμπλαστικῶν φαρμάκων ἢ διὰ μοχθηρίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν ἢ δι’ ἀσθένειαν

τοῦ πάσχοντος μορίου, τὴν ἔμφυτον θερμασίαν οὕτως ἔχοντος ὀλίγην τε καὶ ἄῤῥωστον, ὡς μηδ’ ἐπιχειρεῖν τῇ πέψει τῶν κατασκηψάντων ἐπ’ αὐτὸ χυμῶν. ἐπὶ τούτων οὖν ἀμυχαῖς τε βαθυτάταις ἀνοίγομεν τὸ δέρμα καὶ πολλάκις γε καὶ διατέμνομεν ἄχρι βάθους, κατὰ πολλὰ μέρη τοῦ πεπονθότος μορίου, φαρμάκοις τε χρώμεθα ξηραντικωτάτοις. ἐφεδρεύει γὰρ ταῖς τοιαύταις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νενικημένης κατ’ αὐτὰς ἤδη καὶ πλησίον ἡκούσης τοῦ τελέως ἀποσβεσθῆναι τῆς ἐμφύτου θερμασίας. ἐφ’ ὧν οὖν φλεγμονῶν ἢ ὅλως ὄγκων ὡντινῶν οὐκ ἐν κινδύνῳ σβέσεώς ἐστι καὶ τελείας ἀπωλείας ἡ ἔμφυτος θερμασία, καὶ διὰ τοῦτο δύναται βοηθείας τυχοῦσα κρατῆσαι τῶν χυμῶν, ἐπὶ τούτων χρώμεθα τοῖς ἐμπλαστικοῖς φαρμάκοις, ἅπερ ἐν αὐτῷ τούτῳ σαφῶς ἐδήλωσεν εἰπών· ὅσα πεπαίνεσθαι δεῖ, τὰ δ’ ἐγγὺς ὄντα τοῦ γαγγραινοῦσθαι καὶ τὰ ἤδη σηπόμενα, τὴν ἀρχὴν οὐδὲ δεῖται πεπαίνεσθαι. διὸ τὰ μὲν, ὡς ἔφην, κενώσεσί τε διὰ μυχῶν καὶ

τομῶν καὶ φαρμάκοις ἰσχυροτάτοις θεραπεύομεν. τὰ δ’ ἤδη σηπόμενα τέμνομέν τε καὶ καίομεν. καλῶς οὖν προσέθηκε, τὰ ἐναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι, τουτέστι τὰ μὴ δεόμενα διαπυΐσκεσθαι. χρεία γάρ ἐστιν ἐπὶ τῶν διαπυησάντων, ἀνεῷχθαί τε τὰς ἐκροὰς ἁπάσας καὶ ξηραίνεσθαι τὰ πεπονθότα μόρια. δῆλον οὖν ἐκ τούτων οὐκ ὀρθῶς ὑπ’ ἐνίων γεγράφθαι, ὅσα ξηραίνεσθαι, κατακεῖσθαι δεῖ, τουτέστιν ἡσύχαζεν κατακείμενα. πρὸς γὰρ τῷ σμικρὸν εἶναι τοῦτο καὶ πρόδηλον ὡς μὴ δεῖσθαι πεφροντισμένως ὑπὲρ αὐτοῦ τὸν Ἱπποκράτην γράψαι καὶ ἡ ἀντίθεσις ἐδήλωσε μὴ πρὸς τὴν κατάκλεισιν, ἀλλὰ πρὸς τὸ κατακεκλεῖσθαι γεγονυῖαν. τοῖς γὰρ κατακεκλεισμένοις καὶ ἀποστεγομένοις ἐναντία τὰ διαφορούμενά τ’ ἐστὶ καὶ τὰ ξηραινόμενα. ταύτῃ τῇ ῥήσει τινὲς συνάπτουσι τὴν ἐφεξῆς, καὶ μάλισθ’ ὅσοι βούλονται γεγράφθαι μετὰ ταύτην, τὸ οἷον ὥσθ’ ὅλον τὸν λόγον εἶναι τοιοῦτον· ὅσα πεπαίνεσθαι δεῖ, ἐγκατακεκλεῖσθαι δεῖ. τἀναντία καὶ ξηραίνειν καὶ ἀνεῷχθαι.

35. Οἷον ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται συμφέρειν, ἀντισπᾷν εἰς φάρυγγα.

Καίτοι γε οὐχ ὅμοιόν ἐστι τὸ κατὰ τήνδε τὴν λέξιν διδασκόμενον τῷ προειρημένῳ. τὸ γὰρ ξηραίνειν καὶ ἀνεῷχθαι διαφέρει τοῦ ἀντισπᾷν. πῶς οὖν προειρηκὼς τἀναντία δεῖ ξηραίνειν καὶ ἀνεῷχθαι, δύναιτ’ ἂν ὡς παράδειγμα λέγειν ἐπὶ τῶν ῥοωδῶν ὀμμάτων ἀντισπᾷν εἰς φάρυγγα.

36. Καὶ ὅπῃ ἔρευξις λυσιτελέει καὶ ὅσα ἄλλα τοιαῦτα.

Ἔν τι τῶν κατ’ εἶδος ἀντισπαστικῶν βοηθημάτων, τοῦτ’ ἔστι συμβουλεύοντος ἡμῖν αὐτοῦ τὰ χρόνια τῶν ὀφθαλμῶν ῥεύματα μετάγειν, ἀντισπῶντας ἐπὶ φάρυγγα, διὰ φαρμάκων δηλονότι δριμέων, οἷς διαχρίειν τε δεήσει τὸν οὐρανίσκον, ἀνακογχυλίζεσθαί τε κελεύειν, ἐάν γε μηδὲν ἐκ

τούτου μέλλωμεν ἐργάσασθαι χεῖρον. ἐφ’ ὧν γὰρ εὐλαβούμεθα μή πως εἰς τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα τραπῇ τὸ ῥεῦμα, φυλαξόμεθα τὴν τοιαύτην ἀντίσπασιν. ὥσπερ οὖν ἐπὶ τούτου συνεβούλευσεν, οὕτω κᾀπὶ τῶν ἄλλων ἀξιοῖ σε προορᾶσθαι, μή τι τῶν μορίων, εἰς ἃ τὴν ἀντίσπασιν ἐργάζῃ, κινδυνεύσῃ μεγάλως βλαβῆναι. τινὲς δ’ ἐπὶ τῶν καλουμένην ῥοιάδα κατ’ ὀφθαλμὸν ἐχόντων τὸν λόγον τοῦτον αὐτῷ γεγονέναι φασὶν, ὥσπερ καὶ ὁ Λύκος, ὃς ἀποτείνας μακρὸν λόγον, ἐκ τῶν ὀφθαλμῶν εἰς ὑπερώαν φησὶ διήκειν πόρον, ἐκκενοῦντα ταύτῃ τὸ κατ’ αὐτοὺς γεννώμενον περίττωμα. κεῖσθαι δὲ τὸν πόρον τοῦτον παρὰ τὸν μέσον κανθὸν καὶ γίνεσθαι ῥοιάδα κατὰ τρόπους τρεῖς, ἤτοι τοῦ πόρου μύρου μύσαντός πως ἢ φραχθέντος ἢ τοῦ περιττώματος πολλοῦ συλλεγομένου κατὰ τὸν ὀφθαλμὸν, ὡς ὑπερχεῖσθαί τι, μὴ δεχομένου πᾶν αὐτὸ τοῦ πόρου διὰ φυσικὴν στενότητα. καὶ κατὰ τρόπον ἄλλον, ὅταν οὐλὴ κατὰ τὸν κανθὸν γενομένη τυφλώσῃ τὸν πόρον, ἢ καὶ μετὰ τὰς ἐκτομὰς τῶν ἀκανθίδων γίνεσθαί φησι καὶ ἄλλως, ἑλκωθέντος
τοῦ τόπου. ταύτην μὲν οὖν ἀνίατον εἶναι, τὰς δ’ ἄλλας ἰασίμας, ἀντισπώντων ἡμῶν εἰς φάρυγγα. τὸ δὲ καὶ ὅπῃ ἔρευξις λυσιτελέει, προσκείμενον συμβολικῶς ἑαυτῷ γράψαντος τοῦ Ἱπποκράτους. ὅτι μὲν γὰρ ἔνθα λυσιτελής ἐστιν ἔρευξις, ἐνταῦθα χρὴ κινεῖν ἐρυγὰς εὔδηλον. ἐπὶ τίνων δ’ ἐστὶ λυσιτελὴς οὐκ εἶπε, ἀλλ’ οὐδὲ κατὰ τοὺς ῥοιώδεις ὀφθαλμοὺς ὅμοιόν ἐστι τούτῳ, διὸ καὶ παρεγκείμενον ἀτάκτως ἀσάφειαν εἰργάσατο. περὶ μὲν γὰρ τῶν ῥοιωδῶν ὀφθαλμῶν ἀντισπαστικὸν ἔγραψε βοήθημα. τὸ δ’ ὅπῃ ἔρευξις λυσιτελέει, δυοῖν θάτερον, ἤτοι γ’ ἐπὶ τῶν ῥοιωδῶν εἰρῆσθαι χρὴ καὶ φαίνεται μηδὲν ἐρυγὴ συντελοῦσα πρὸς τὴν ἴασιν αὐτῶν ἤ τινος ἀρχὴν ἑτέρου λόγου. διὸ καί τινες ἠναγκάσθησαν χωρίσαντες τῶν προειρημένων αὐτὸ ἑτέραν ῥῆσιν ποιήσασθαι τοιάνδε. καὶ ὅκου ἔρευξις λυσιτελεῖ καὶ ὅσα ἄλλα τοιαῦτα τὰς ἐφόδους ἀνεστομῶσθαι. ἀλλ’ οὐδὲ τοῦτο πάλιν οἰκείως ἐπιφέρεσθαι δόξει, οἷον ῥῖνες καὶ τὰ ἄλλα ὧν δεῖ καὶ τὰ ἐφεξῆς. ὅσοι τοίνυν αὐτὸ καθ’ ἑαυτὸ
μόνον ὑποτετυπῶσθαί φασιν ἑαυτῷ τὸν Ἱπποκράτην. τὸ ὅκου ἔρευξις λυσιτελεῖ, νομίζουσιν αὐτὸν ἀξιοῦν ἐρυγὰς ἐνίοτε συμβουλεύειν κινεῖν. καὶ ἁρμόττειν γε αὐτάς φασιν ἐπὶ τῶν ἐμπνευματουμένων τὴν γαστέρα καὶ μάλιστα ἐφ’ ὧν οὐ διέρχεται κάτω τὸ φυσῶδες πνεῦμα. καὶ μέντοι καὶ τὸν στόμαχον ἀτονοῦντά φασι ῥώννυσθαι διὰ τῶν ἐρυγμῶν, ὡς δι’ οἰκείου γυμνασίου, καὶ κινεῖν γε τὰς ἐρυγὰς συμβουλεύουσιν οὐ μόνον διὰ φαρμάκων, ἀλλὰ καὶ αὐτὸν ἐπιτηδεύοντα συνεχῶς ἐρυγγάνειν, κᾂν ὀλίγου τινὸς αἰσθάνηται πνεύματος ἐν τῷ στομάχῳ. Σαβῖνος δὲ ἐκ βομβυλίου στενοστόμου πίνοντα κελεύει κινεῖν ἐρυγάς. ἔνιοι δὲ καὶ τὰς κενώσεις τοῦ φυσώδους πνεύματος, ὁπόθεν ἂν γίνωνται καὶ ὁπωσοῦν, ἔρευξιν αὐτὸν ὠνομακέναι φασί. καθ’ οὓς καὶ βὴξ καὶ πταρμὸς καὶ λὺγξ καὶ φῦσα δι’ ἕδρας ἐκκρινομένη καὶ αἱ καθ’ ὅλον τοῦ σώματος διαπνοαὶ τοῦ πνεύματος, ἐρεύξεις κληθήσονται. τινὲς δὲ καὶ πᾶσαν ἔκκρισιν ὠνομάσθαι φασὶν ἔρευξιν, οὐ μόνον ἐὰν πνεύματος, ἀλλὰ κᾂν τινῶν

ὑγρῶν ᾖ, τὴν τοῦ ποιητοῦ λέξιν ἐπαγόμενοι μαρτύριον, ἔνθα φησίν·

Ἐρευγομένης ἁλὸς ἔξω,

μοχθηρὰν ὁδὸν ἐξηγήσεως ταύτην τεμνόμενοι. τὰ γὰρ ὑπὸ τῶν ποιητῶν σπανίως εἰρημένα κατά τινα τρόπον ποιητικὸν, ἐὰν ὡς κυρίως λελεγμένα τὶς ἐξηγῆται, διαστρέφειν δυνήσεται καὶ τὰ σαφῶς εἰρημένα πάντα.

37. Τὰς ἐφόδους ἀνεστομῶσθαι, οἷον ῥῖνας καὶ ἄλλα, ὧν δεῖ καὶ ὡς δεῖ καὶ οἷα καὶ ὅπῃ καὶ ὅτε καὶ ὅσα δεῖ, οἷον ἱδρῶτας καὶ τἄλλα δὴ πάντα.

Τοῦτο καθ’ ἑαυτὸ μὲν ἄξιόν ἐστι μνημονεύεσθαι. συμφέρει γὰρ ἀνεστομῶσθαι τοὺς ἐκκριτικοὺς πάντας πόρους τῶν περιττωμάτων καὶ τῷ προειρημένῳ δὲ συνάπτεσθαι δύναται, διττὴν χρείαν παρεχόμενον· ἰδίαν μὲν ἐπὶ τῶν

ῥοιωδῶν ὀμμάτων, κοινὴν δὲ πάντων ἐφ’ ὧν ἀντισπᾷν ἢ παροχετεύειν προσῆκεν. ἐὰν γὰρ ἀντισπάσεως μὲν ᾖ χρεία, φοβούμεθα δ’ αὐτὴν ποιήσασθαι, παροχετεύειν τὸ αἷμα προσήκει καὶ κενὸν ὅλον ἐργάζεσθαι τὸ σῶμα. τὰ δὲ ἐφεξῆς γεγραμμένα πολλάκις ἤδη παρ’ ἑαυτοῦ μεμαθήκαμεν ἐπὶ πάσης κενώσεως ὄντα χρήσιμα. δεῖ γὰρ οὐχ ἁπλῶς ὅταν χρεία κενώσεως, ἐπ’ αὐτὴν παραγίνεσθαι, ἀλλὰ προδιορισάμενον ὅπως ταύτην ποιήσασθαι χρὴ, καὶ ὁποῖα προσῆκεν εἶναι τὰ κενωθησόμενα καὶ καθ’ ὅτι χωρίον, ἐν τίνι τε καιρῷ καὶ μέχρι πόσου. λεκτέον δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα περὶ ἑκάστου διὰ βραχέων. τὸ μὲν ὡς δεῖ, τοιόνδε τι σημαίνει, τὰς ἀφόδους ἀναστομωτέον, οὐ μὴν ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ’ ὡς δεῖ. τοῦτο δὲ σημαίνει τὸν τρόπον δι’ οὗ ποιησόμεθα τὰς κενώσεις, οἷον ἐπὶ τῶν κατὰ γαστέρα διὰ κλυστῆρος, διὰ βαλάνου, δι’ ὑπηλάτου φαρμάκου καὶ καθ’ ἕκαστον αὐτῶν δι’ ὡντινῶν. καὶ γὰρ καὶ κλυστῆρες πολυειδῶς συντίθενται καὶ βάλανοι καὶ τὰ κατωτερικά τε καὶ ὑπήλατα καλούμεθα φάρμακα. τὸ μὲν οὖν
ὡς δεῖ τοιοῦτόν τι σημαίνει. τὸ δὲ οἷα τὸ ποιὸν τῶν κενουμένων δηλοῖ, τουτέστιν ἆρά γε ὑδατώδη καὶ λεπτὰ κενοῦν ἐστὶ βέλτιον ἢ φλεγματώδη χυμὸν ἢ πικρόχολον ἢ μελαγχολικὸν, ἤ τινα τούτων ἢ καὶ πάντας. τὸ δὲ ὅπῃ τὸ μέρος τοῦ σώματος ἐνδείκνυται δι’ οὗ χρὴ κενοῦν. κᾂν γὰρ ὅτι διὰ τῶν κάτω κενῶσαι προσήκει γνῶμεν, ἀλλὰ δι’ οὗ γε τῶν κάτω χωρίων, προδιορίσασθαι δεῖ, διὸ καί τινες ἀντὶ τοῦ ὅπῃ τὸ οὗ δεῖ γεγράφασιν, ἐνδεικνύμενοι τὸ δι’ οὗ, πότερα διὰ κύστεως ἢ διὰ γαστρὸς ἢ δι’ ὑστέρας. καὶ πάλιν ἄνω, πότερα διὰ ῥινῶν ἢ διὰ στόματος. ἔστι δέ τις καὶ δι’ ὅλου τοῦ σώματος κένωσις, ἥ τε διὰ τῶν ἱδρώτων καὶ ἡ διὰ τῆς ἀδήλου καλουμένης διαπνοῆς. τό γε μὴν ὅτε σαφῶς τοῦ καιροῦ δηλωτικόν ἐστιν ἐν ᾧ χρὴ κενοῦν, ἆρά γε κατ’ ἀρχὰς πρὶν πεφθῆναι τὴν νόσον, ὅταν, ὡς αὐτὸς ἔλεγεν, ὀργᾷ καὶ πρὸς τὴν ἔκκρισιν ἐπείγεται τῶν ὑγρῶν ἡ διήκουσα τὰ ζῶα φύσις ἢ μετὰ τὸ πεφθῆναι τοὺς λυποῦντας χυμούς. καὶ γὰρ καὶ τοῦτο αὐτὸς ἐδίδαξεν, ὥσπερ

καὶ τὸ πρότερον ἐν ἀφορισμοῖς. τὸ δὲ ὅσα δεῖ, κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον, ἐνδείκνυται τὴν ποσότητα τῶν κενουμένων ἧς αὐτῆς ἐστοχάσθαι δεῖ τὸν ἰατρόν. εἶτ’ ἐν παραδείγματος μοῖρα πρόκειται τὸ οἷον ἱδρῶτες. καίτοι γὰρ ὠφέλιμος εἶναι δοκῶν τοῖς νοσοῦσιν ὁ ἱδρὼς, ὅμως καὶ αὐτὸς συμμετρίας χρῄζει. τὸ γοῦν ἄμετρον αὐτοῦ διαλύει τὴν δύναμιν. ὅπου δ’ ἐπὶ τῶν ἱδρώτων, ἡ ὑπερβολὴ τοῦ πλήθους ἐστὶ βλαβερά. πολλοῦ δή τοι μᾶλλον ἐπὶ τῶν ἐμουμένων ἢ διαχωρουμένων ἢ δι’ αἱμοῤῥοΐδων ἢ διὰ μήτρας κενουμένων.

38. Ἐπὶ τοῖσι μεγάλοισι κακοῖσι πρόσωπον ἢν ᾖ χρηστὸν, σημεῖον χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι, τἀναντία σημαῖνον τῇ εὐσημείῃ, κακόν.

Καὶ ταύτης τῆς ῥήσεως τὸ δεύτερον μέρος ἄλλος ἄλλως γράφει τῶν ἐξηγησαμένων τὸ βιβλίον. εἰ δὲ προσθείη τὶς αὐτῇ τὸ τῇ ἄρθρον, οὐδὲν ἕξει ζήτημα τοιάδε γενομένη. ἐπὶ δὲ τοῖς μικροῖς τἀναντία σημαῖνον τῇ εὐσημείῃ, κακὸν, ἵνα καὶ ὁ σύμπας λόγος ᾖ τοιοῦτος· ἐπὶ τοῖς μεγάλοις κακοῖς, εἴτ’ οὖν πάθεσιν ἢ συμπτώμασιν, ἐὰν ᾖ τὸ πρόσωπον χρηστὸν, τουτέστιν ὅμοιον τῷ κατὰ φύσιν, ἀγαθόν ἐστι σημεῖον. ἐπὶ δὲ τοῖς μικροῖς πάλιν οὖν κᾀνταῦθα πάθεσιν ἢ συμπτώμασιν, ἐὰν τἀναντία σημαῖνον γένηται τὸ πρόσωπον τῇ προειρημένῃ εὐσημείῃ, κακόν τι δηλώσει. τινὲς μὲν οὖν ἄντικρυς ὡς ἐξ ἀρχῆς γενομένης τῆς λέξεως μετὰ τοῦ ἄρθρου, τὴν ἐξήγησιν ἐποιήσαντο, μὴ δηλώσαντες ὅτι τὰ παλαιὰ τῶν ἀντιγράφων οὐκ ἔχει τὸ τῇ γεγραμμένον τῷ εὐσημείῃ, τάχα τοῦ πρῶτον γράψαντος τὸ βιβλίον ἁμαρτάνοντος. ἔνιοι οὐ μόνον ἑτέρως ἔγραψαν, ἀλλὰ καὶ τὴν ἐξήγησιν οὐ προσήκουσαν ἐποιήσαντο. φυλαττόμενος δ’ ἐγὼ καθάπερ ἐν ἀρχῇ προεῖπον, εἰς μῆκος ἐκτείνειν τὰ ὑπομνήματα, παραλιπεῖν ἔγνωκα τὰ πολλὰ τῶν οὐκ ὀρθῶς εἰρημένων.

ἱκανὸς γὰρ εἶναί μοι δοκεῖ σκοπὸς ἐξηγήσεως, ἐὰν ἀληθῆ τε διδάσκῃ τὶς ἐν αὐτῇ καὶ κατὰ τὴν γνώμην τοῦ παλαιοῦ. καθάπερ καὶ νῦν ἔνεστι ποιησάμενον ἀπηλλάχθαι πολυλογίας, ἐὰν γὰρ μεγάλων ὄντων τῶν παθῶν, τὸ πρόσωπον, ἐὰν ᾖ συμπεπτωκὸς ἀξίως τοῦ νοσήματος, χρηστὸν εἶναι σημεῖον. ἐπὶ δὲ τοῖς μικροῖς ἐξ ὑπεναντίου κακόν τι σημαίνειν, ἔξεστιν οὖν καὶ τούτοις, εἴ τις ἀρέσκοιτο, χρῆσθαι. ἐγὼ δ’ ἐπὶ τὴν παλαιὰν γραφὴν καὶ τοῖς ἄλλοις ἅπασιν ἐξηγηταῖς ὁμολογουμένην μεταβήσομαι.

39. Παρὰ τὸ μέγα, οὗ ἡ γυνὴ ὄπισθεν τοῦ ἡρώου, ἰκτεριώδεος ἐπιγενομένου.

Εἴτε τῆς προγεγραμμένης ῥήσεως ἐστὶ τέλος τὸ παρὰ τὸ μέγα οὗ, τοῦτο λεξίδιον, εἴτε τόπου τινὸς δηλωτικὸν, ἐάσω ζητεῖν τοῖς τὰ μὲν ἰατρικὰ παρατρέχουσιν, ὡς γραμματικοῖς δὲ μᾶλλον ἢ ὡς ἰατροῖς ἐξηγεῖσθαι προαιρουμένοις.

ἀρκεῖ γὰρ ἐπὶ μὲν τοῦ, παρὰ τὸ μέγα, τοσοῦτον εἰπεῖν, ὅσον οἱ παλαιοὶ τῶν ἐξηγητῶν εἶπον, ὡς ἤτοι θέατρον ἢ ᾠδεῖον ἢ γυμνάσιον ἡρώων ἢ οἴκημά τι δηλοῦται διὰ τῆς μέγα λέξεως ἢ ὁτιοῦν ἄλλο τι τοιοῦτον. μεταβάντα δ’ ἐφεξῆς, εἴ τι πρὸς τὰ τῆς τέχνης ἔργα χρήσιμόν ἐστιν, ἐκεῖνο σκοπεῖν, ὅτι τοῦ ἡρῴου ὄπισθεν ἢ ὅτι τοῦ Μενελάου, τινὲς οὕτω γράφουσιν, ὁ ἄῤῥωστος ἐκεῖνος κατέκειτο, χρήσιμον ἔχει τι, καθάπερ οὐδὲ τὸ τούτων ἐφεξῆς εἰρημένον, ἰκτεριώδεος ἐπιγενομένου. εἰ καὶ ὅτι μάλιστα χρήσιμον ἦν αὐτῷ τῷ Ἱπποκράτει, πρὸς ἀνάμνησιν, ἴσως μὲν τῶν προειρημένων, ἴσως δὲ καὶ αὐτὸ καθ’ ἑαυτό. πάθους γὰρ ἢ χρώματος ἰκτεριώδους ἐπιγενομένου τῇ γυναικὶ ἐπιμέμνηται κᾀνταῦθα παρά τε τοῖς παλαιοῖς ἐξηγηταῖς καὶ τοῖς ἀντιγράφοις ἡ ῥῆσις παραγέγραπται. κατ’ ἄλλους δέ τινας ἐξηγητὰς πρόσκειται τῷ ἰκτεριώδεος ἐπιγενομένου τὸ παρέμενεν, ὥσπερ αὖ καθ’ ἑτέρους μετὰ τῆς ἀποφάσεως τὸ οὐ παρέμενεν. ἔνιοι δὲ τὸ αὐτῇ προστιθέασιν. ἀλλὰ τοῦτο
μὲν τῇ λέξει τὴν διαφορὰν, οὐκ ἐν τῇ διανοίᾳ λαμβάνει. τὰ δὲ πρότερα τὴν διάνοιαν ἐπὶ τοὐναντίον ὑπαλλάττει, τὸ γὰρ ἰκτεριῶδες πάθος ἢ χρῶμα τῆς ἑτέρας γραφῆς παραμεῖναι δηλούσης, ἡ ἑτέρα φησὶ μὴ παραμεῖναι. καθ’ ἑαυτὴν οὖν γεγραμμένης τῆς προκειμένης ῥήσεως, οὔτ’ εἰ παρέμενεν οὔτ’ εἰ μὴ παρέμενεν, ἔχει τι χρήσιμον ἡμῖν τοῖς οὐκ εἰδόσιν ὅπως ἐνόσησεν ἢ τίνα διάθεσιν ἔσχεν. εἰ δὲ τοῖς ἐπιγεγραμμένοις συνάπτοιτο, περιττὸν ὅλως ἐστίν. ἀρκεῖ γὰρ εἰρῆσθαι μόνον τὸ, ἰκτερώδεος ἐπιγενομένου, παραδείγματος τούτου τοῦ περὶ τὸ πρόσωπον φανέντος, ὡς τῶν ἄλλων δοκούντων μικρῶν εἶναι μόνων, ἐδήλωσε τοὐναντίον, ἐπειδὴ μεγάλως ἐξετράπη τοῦ κατὰ φύσιν. καὶ γὰρ τὸ ἐπιφερόμενον τοῦτό με διδάξει διαμαρτυρεῖν, ἐφ’ ὃ μεταβαίνειν ἤδη καιρὸς ἐάσαντα τὰς ἄλλας ἐξηγήσεις τῆς προκειμένης ῥήσεως. ἴσως γὰρ καὶ τὰ νῦν εἰρημένα παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν μηκύνει, παραλιπεῖν ἐγνωκότος ὅσα τοὺς ἀναγινώσκοντας αὐτὰ νέους οὐδὲν εἰς τὴν τέχνην

ὀνίνησιν. οὐ γὰρ σοφιστικὴν παρασκευὴν πρόκειταί μοι παρασκευάζειν αὐτοὺς, ἣν ἐμίσησα διὰ παντὸς, ἀλλ’ ἐπὶ τὰ τῆς τέχνης ἔργα κατά τε πρόγνωσιν καὶ θεραπείαν, ἃ κᾀμοὶ διὰ παντὸς ἠσκήθη.

40. Ὁ παρὰ Τιμενέῳ ἀδελφιδῇ, οὗτος μελάγχρους.

Εἰ πρὸς τὰ τοῦ προσώπου λελεγμένα καὶ τοῦτ’ ἀναφέροι τις, ἕξει τι χρήσιμον ὡς ἐν παραδείγματος μοίρᾳ λελεγμένον. εἰκὸς γὰρ καὶ τοῦτον ἐπὶ μικροῖς τοῖς ἄλλοις ἐκτροπὴν τοῦ σώματος εἰς τὸ παρὰ φύσιν ἐσχηκότα μεγάλην ἀποθανεῖν ἢ κινδυνεῦσαι διὰ τοῦτο μόνον. εἰ δὲ καὶ μελάγχλωρος εἴη γεγραμμένον ἀντὶ τοῦ μελάγχρους, ὡς ἐν ἐνίοις τῶν ἀντιγράφων εὕρομεν, ἔτι καὶ μᾶλλον δόξει κάκωσίν τινα μεγάλην ἐνδείκνυσθαι τοῦτο μόνον τὸ χρῶμα, καίτοι τῶν ἄλλων μικρῶν γενομένων τῷ κάμνοντι.

41. Ἐν Περίνθῳ τὸ γονοειδὲς, τὸ τοιοῦτον ὅτι κρίσιμον καὶ τῶν ἤτρων τὰ τοιαῦτα. ὅτι αἱ οὐρήσεις ῥύονται, ὅτι οὔτε φύσης πολλῆς οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο. οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον. κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνους ὢν, τὰ περὶ τὸ ἦτρον ἐλαπάσσετο, εὐθύπνους ἐγένετο, ἡ κοιλίη αὐτῷ ἐξετίναξεν.

Οὐκ ἀρχὴν τῆς προκειμένης ῥήσεως, ἀλλὰ τελευτὴν τῆς προτέρας οἱ περὶ Σαβῖνον ἡγοῦνται τὸ ἐν Περίνθῳ. καθόλου μὲν γάρ φησι τὸν νῦν λόγον εἶναι, ἐν μέρει δ’ ἐκεῖνον, εἰωθότα δὲ τοῖς ἐν μέρει λόγοις τὸν Ἱπποκράτην προσγράφειν ἤτοι τὰ τῶν χωρίων ἢ τὰ τῶν παθόντων ὀνόματα. καίτοι οὗτος ὁ νῦν λεγόμενος λόγος ὅτι τῶν ἐπὶ μέρους ἐστὶ δῆλον ἐξ ὧν ἐπιφέρων αὐτὸς εἶπεν ὁ Ἱπποκράτης, ὅτι οὔτε πολλῆς φύσης οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο· πολλὰ δ’ ἐν τοῖς τῶν ἐπιδημιῶν γέγραπται

μὲν ἐπί τινων ἑωραμένα κατὰ μέρος, ὑποπέπτωκε δὲ καθολικοῖς θεωρήμασιν, ἤτοι διηνεκέσιν ἢ ὡς τὸ πολὺ γενομένοις. οὕτως οὖν καὶ νῦν γονοειδὲς εἴτε οὖρον εἴτε διαχώρημα γενόμενον ἐν Περίνθῳ κρίσιμον ἐφάνη, πότερον ἢ ὀλίγοις ἢ πολλοῖς ἢ ἑνὶ τὸ τοιοῦτον συμβαίνει κατὰ τὴν λέξιν αὐτοῦ τοῦ Ἱπποκράτους οὐ διώρισται. πιθανώτερον δ’ ἐστὶν ἐπὶ πολλῶν αὐτὸ πεφυκέναι κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπιδημῆσαν, ἡνίκα ἔγραφεν ὁ Ἱπποκράτης ταῦτα. ὅταν μὲν γὰρ ἐφ’ ἑνός τινος γενόμενόν τι γράφῃ, προστίθησιν ἤτοι τὸν τόπον τῆς πόλεως ᾧ τὸν ἄνθρωπον εἶδε κατακείμενον ἢ τὴν ἡλικίαν ἢ τοὔνομα. τῶν πόλεων δ’ εἴωθε μνημονεύειν ὀνομαστὶ κατ’ ἐκείνας τὰς διηγήσεις ἐν αἷς πολλοὺς ἐθεάσαντο παθόντας ταῦτα. τοῦτο μὲν οὖν οὐ μεγάλην ἔχει διαφορὰν ὡς πρὸς τὰ τῆς τέχνης ἔργα καὶ συναπτέτω τις οἷον βούλεται τὸ ἐν Περίνθῳ. τὸ γονοειδὲς δὲ οὖρον ἢ καὶ διαχώρημα γένοιτ’ ἄν ποτε κρίσιμον, ὅταν ὁ καλούμενος ὑπὸ Πραξαγόρου χυμὸς ὑαλώδης ἐκκενοῦται. τὸ δὲ καὶ τῶν ἤτρων τὰ τοιαῦτα, δεῖται μὲν οὖν τὸ προειρημένον
ἀναφέρεσθαι, τὰ γὰρ τοιαῦτα πρὸς ἕτερον ἀναφέρεσθαι λέγεται. προείρηται δὲ οὐδὲν περὶ τῶν ἤτρων. ἴσως οὖν ἢ ἐν τῷ γράφεσθαι τὸ πρῶτον ἀντίγραφον ἐκ τῶν ὑπομνημάτων τοῦ Ἱπποκράτους παρελείφθη τι τοιοῦτον γεγραμμένον, ἢ αὐτὸς ἑαυτῷ τοῦθ’ ὑπεμνημονεύσατο πρὸς τὸν πρῶτον ἄῤῥωστον ἀναφερόμενον, ὑπὲρ οὗ προεῖπε τοῦτο μόνον, ὁ παρὰ Τιμενέῳ ἀδελφιδῇ, οὗτος μελάγχρους. ἔνιοι δὲ διὰ ταύτην τὴν ἀπορίαν ᾧδέ πως διπλῆν διῆλθον τὴν ῥῆσιν, ὅτι κρίσιμον καὶ τῶν ἤτρων, ὡσεὶ καὶ οὕτως ἐγέγραπτο. τὸ γονοειδὲς οὖρον ὅτι κρίσιμόν ἐστι καὶ τῶν κατὰ τὸ ἦτρον παθῶν ἐπισπᾶσθαι χρὴ, καὶ πάλιν ἀπ’ ἄλλης ἀρχῆς. τὰ τοιαῦτα ὅτι αἱ οὐρήσιες ῥύονται, ἵν’ ἀκούσωμεν τὰ τοιαῦτα, τὰ κατὰ τὸ ἦτρον γινόμενα. καὶ τούτου γε μαρτύριον ἐφεξῆς ἔγραψεν ὅτι οὔτε ἢ φύσης πολλῆς οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο, τουτέστιν οὐδενὸς ἄλλου γενομένου τὸν κατὰ τὸ ἦτρον ὄγκον λῦσαι δυναμένου, ἐπὶ μόνοις τοῖς γονοειδέσιν οὔροις ἐκρίθη τὸ νόσημα. τάχα γὰρ τοιοῦτόν τι τὸ ἦτρον ἦν ὁποῖον καὶ ἐν
τῷ προγνωστικῷ διῆλθεν αὐτὸς ἐν τῇδε τῇ λέξει. τοὺς δ’ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν νεαρά τε ᾖ καὶ μὴ σὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξελθὼν σὺν κόπρῳ τε καὶ οὔρῳ, εἰ δὲ μὴ καὶ αὐτὸς διαπεραιωθῇς, ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία. οὐ γὰρ δὴ φλεγμονὴν ἤ τι ταύτης ἔτι δυσλυτώτερον ἐν ἥπατι συστὰν ἢ ἐν ἐντέροις ἢ ἐν γαστρὶ, γονοειδὲς οὖρον ἔλυσεν ἂν μόνον γενόμενον. διὰ τοῦτ’ οὖν ἐπήνεγκεν αὐτός· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον, ὡς εἴ γε ἦν μέγα, μὴ ἂν λυθέντος αὐτοῦ, διὰ τῆς τοῦ γονοειδοῦς ἐκκρίσεως. ἐπεὶ δὲ τὸ ἐπιφερόμενον οὐ πάνυ τι φαίνεται συνᾴδειν τοῖς οὕτω προειρημένοις, διὰ τοῦτό τινες ἀπ’ ἄλλης ἀρχῆς ἀνέγνωσαν αὐτὸ, δασύνοντες κατὰ τὴν πρώτην συλλαβὴν τὴν οὐ καὶ ποιοῦντες ἄρθρον ἀρσενικὸν πτώσεως γενικῆς, ὡσεὶ καὶ οὕτως εἶπεν· οὗ γὰρ δὴ ἀνθρώπου μέγα ἦν τὸ ὑποχόνδριον, κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνους ἐών. ἐπεὶ δὲ τὸ

ἦτρον ἐλαπάχθη, εὐθύπνους ἐγένετο, τουτέστιν εὔπνους τε καὶ κατὰ φύσιν ἀναπνέων. οὐ μὴν ἔγραψε πότερον ὑπαγαγοῦσα τὴν κοιλίαν ἡ κράμβη τὴν ὠφέλειαν ἐποίησεν ἢ κατὰ τὸν τῆς ἀναλώσεως λόγον. ἔνιοι δὲ ὡς κληθέντος αὐτοῦ τὴν εὐθύπνους· λέξιν ἐξηγήσαντο, σημαίνεσθαι λέγοντες ἐξ αὐτῆς τὸν ὀρθοπνοϊκὸν καλούμενον τῆς δυσπνοίας τρόπον. ἐν γὰρ ταῖς αἰνιγματώδεσι ῥήσεσιν ὅ τι ἄν τις ἐθέλῃ δύναται λέγειν, οὐδὲν ἡμῶν ἀξιόλογον ὠφελουμένων ἐν αὐταῖς. ἐν αἷς οὐδὲ τὴν Ἱπποκράτους γνώμην ἔνεστι μαθεῖν ἀκριβῶς ἀλλὰ τὴν τῶν ἐξηγητῶν.

42. Περὶ τοῦ αἵματος τοῦ ἰχωροειδέος, ὅτι ἐν τοῖσι πτοώδεσι τὸ τοιοῦτον ἢ ἐν τοῖσιν ἠγρυπνηκόσιν, καὶ εἴτε φαῦλον εἴτε χρηστόν.

Οὐχ ἁπλῶς τὸ λεπτὸν καὶ ὑδατῶδες αἷμα καλεῖν αὐτὸν ἰχωροειδὲς ὑποληπτέον ἐστὶν, ἀλλὰ τὸ μετά

τινος ἰώδους καὶ κακοήθους δυνάμεως. ἐν γὰρ τῷ δευτέρῳ τῶν ἐπιδημιῶν αὐτὸς ἔγραψε καὶ ὑπὸ τῷ δέρματι ἰχῶρες ἐγίνοντο, ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο καὶ κνησμὸν ἐνεποίουν, εἶτα φλυκταινίδες ὥσπερ πυρικαύστου ἀνίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον. εὔδηλον οὖν ὅπως ὑπὸ τῶν ἰχώρων οὐ σμικρὰ συμπτώματα γίνεσθαί φησι. καὶ ὁ Πλάτων δὲ ἐν τῷ Τιμαίῳ τοιοῦτόν τι σημαίνει διὰ τῆς ἰχώρων προσηγορίας ᾧδέ πως λέγων· ἰχὼρ δὲ ὁ μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς, ὀξείας δὲ, ἄγριος. ἰχωροειδὲς οὖν αἷμα καλεῖται τὸ περιέχον ἐν ἑαυτῷ μοχθηρὰν ὑγρότητα λεπτὴν, οὐχ ὑδατώδη καὶ ἄδηκτον, ἀλλὰ δακνώδη καὶ διαβρωτικήν. εἰπόντος δὲ τοῦ Πλάτωνος, ἰχὼρ δὲ ὁ μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς, ὀξείας δὲ, ἄγριος, εὔδηλον ἐγένετο ἡμῖν, καθάπερ ἐπὶ τοῦ γάλακτος ὀῤῥώδης τίς ἐστιν ὑγρότης οἷον περιήθημα καὶ περίχυμα τοῦ παχυτέρου ἐν ἑαυτῷ, τὸν αὐτὸν τρόπον ἐπὶ πάντων εἶναι χυλῶν τε καὶ χυμῶν, ὀῤῥώδη τινὰ καὶ λεπτὴν ὑγρότητα. διοίσουσιν οὖν ἀλλήλων δηλονότι
κατὰ τὰς φύσεις τῶν χυμῶν ὧν εἰσὶν ὀῤῥοὶ καὶ γενήσεται χαλεπώτατος μὲν ὁ τῆς μελαίνης χολῆς, ἧττον δὲ χαλεπὸς ὁ τῆς ξανθῆς, καὶ τούτου μᾶλλον ὁ τοῦ φλέγματος. ἐπιεικέστατος δὲ πάντων ὁ τοῦ αἵματος ὀῤῥός τε καὶ ἰχώρ. οὐδὲ γὰρ ἐν τῷ παρόντι διοίσει λέγειν οὕτως ἢ ἐκεῖνος, ἀλλ’ ἐπειδὴ διττῶς τὸ αἷμα λέγομεν, ἐνίοτε μέν ἀντιδιαιρουμένως πρὸς τοὺς ἄρτι λεγομένους χυμοὺς, ἐνίοτε δὲ κατ’ ἐπικράτειαν ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμὸν, ἰχωροειδὲς αἷμα νῦν ἀκουστέον ἐστὶ τὸ κατὰ τὸ δεύτερον σημαινόμενον, ὥσπερ καὶ λέγειν ἐστὶ καὶ σύνηθες ἅπασι τοῖς ἰατροῖς ἐν ταῖς φλεβοτομίαις, ἐνίοτε μὲν ὀῤῥῶδες, ἐνίοτε δὲ μελαγχολικὸν ἢ φλεγματῶδες ἢ χολῶδες, ἔστι δ’ ὅτε κατὰ φύσιν ἔχον ἐκκεκρίσθαι τὸ αἷμα. διὰ παντὸς μέν ἐστι πτοώδεις, ὅπερ ἐστὶ τεταραγμένους μετὰ φόβου, ποιήσει τὸ ἰχωροειδὲς αἷμα καὶ ἀγρύπνους γε προσέτι. ἐὰν δὲ καὶ μοχθηροῦ χυμοῦ τινὸς, μὴ μόνον τοῦ αἵματος ὀῤῥὸς ἐν τοῖς αἱματικοῖς ἀγγείοις περιέχηται καὶ παραφροσύνας καὶ φρενίτιδας καὶ μανίας ἐργάσεται. ἀλλὰ νῦν γε τοῦ αἱματώδους ἔοικεν ὀῤῥοῦ
μνημονεύειν, ἀνάμνησίν ἑαυτῷ τινὰ γράφων τήνδε. δειλίαν μὲν ἐργάζεσθαι τὸν φλεγματικὸν ὀῤῥὸν εἰκός ἐστιν, οὐ μὴν ἀγρυπνίαν ἢ ταραχὴν ἢ κίνησιν ψυχῆς πτοώδη. τὸ νωθρὸν γὰρ αὐτῷ καὶ ψυχρὸν ὑπάρχει μόνον, οὐ τὸ δακνῶδές τε καὶ κακόηθες, εἰ μή ποτ’ ἄρα καὶ τοῦτο διαφθαρὲν ὀξὺ ἢ ἁλμυρόν τε γένοιτο. ἀλλ’ ἐκεῖνό γε ζητήσεως ἄξιόν ἐστιν ὅπερ ἔφη καὶ εἴτε φαῦλον εἴτε χρηστόν. εἰ μὲν γὰρ ἁπλῶς τι ἀποφαίνοιτο φαῦλον εἶναι τὸ ἰχωροειδὲς αἷμα, καλῶς δόξει λέγειν. τὸ γὰρ οὕτω λεγόμενον πᾶν πρὸς τὸ κατὰ φύσιν παραβάλλεται· εἰ δέ τις τῶν ἄλλων χυμῶν ἰχῶρσιν ἀντιπαραβάλλων τὸν τοῦ αἵματος ἰχῶρα, μὴ πονηρὸν ἢ ἀγαθὸν εἶναι λέγοι καὶ οὕτως ἀληθεύειν ὀρθῶς νομισθείη. πολλάκις δ’ εἰώθασι καὶ οἱ νῦν ἄνθρωποι καὶ οἱ παλαιοὶ τὸ ἧττον μοχθηρὸν ὀνομάζειν ἀγαθὸν ἢ χρηστὸν ἢ ἐπαινετὸν ἤ τι τοιοῦτον, καὶ μάλισθ’ ὅταν ἦ μεγάλη τις ὑπεροχὴ τοῦ πάνυ μοχθηροῦ πρὸς τὸ μετρίως ἀποκεχωρηκὸς τοῦ κατὰ φύσιν, ὥστε καὶ τὸ ἰχωροειδὲς αἷμα ζητοῦντος τοῦ Ἱπποκράτους, εἴτε φαῦλον εἴτε χρηστόν ἐστι, δυνάμεθα

ἂν ἡμεῖς ἀποφήνασθαι, τῷ μὲν ἀρίστῳ προβαλλόμενον αἵματι φαῦλον ὑπάρχειν αὐτὸ, τοῖς δ’ ἄλλοις ἅπασιν, οἶσιν ἰχὼρ ἑτέρου τινὸς ἀναμέμικται χυμοῦ μοχθηροῦ, πολλῷ βέλτιόν τε καὶ αἱρετώτερον καὶ διὰ τοῦτο χρηστόν.

43. Οἷσι σπλὴν κατάῤῥοπος, πόδες καὶ χεῖρες καὶ γούνατα θερμὰ, ῥὶς καὶ ὦτα ψυχρὰ ἀεί. ἦρα διὰ τοῦτο ὅτι λεπτὸν τὸ αἷμα, ἦρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν.

Ὅτι μὲν κατάῤῥοπος σπλὴν ὁ κάτω τὴν ῥοπὴν ἔχων λέγεται καὶ δι’ αὐτῆς τῆς φωνῆς ἐστὶ μαθεῖν. εἴτε δ’ ἐπὶ τῶν κατ’ αὐτὸν ὄγκων ἐν τοῖς κάτω μέρεσι συνισταμένων εἴθ’ ὅταν εἰς αὐτὰ τὰ κάτω μόρια τοῦ σώματος ὠθεῖ τοὺς ἐν αὐτῷ μοχθηροὺς χυμοὺς, ὠνόμασε κατάῤῥοπον σπλῆνα, τοῦτο οὐκέθ’ οἷόν τε πρὸς τῆς φωνῆς διδαχθῆναι δυνατόν γε μήν ἐστιν ὅσον ἐπὶ τῇ τῶν πραγμάτων φύσει, κατ’ ἄμφω τὰ εἰρημένα δέξασθαι κατάῤῥοπον ὑπ’ αὐτοῦ λελέχθαι τὸν

σπλῆνα. πόδες γάρ φησι καὶ χεῖρες καὶ γόνατα θερμὰ, ῥὶς δὲ καὶ ὦτα ψυχρά. τὰ μὲν οὖν γόνατα καὶ τοὺς πόδας ἐν καταῤῥόπῳ σπληνὶ θερμὰ φαίνεσθαι λόγον ἔχει, καθάπερ καὶ τὰς ῥῖνας καὶ τὰ ὦτα ψυχρά· τὰς δὲ χεῖρας οὐκ ἔστιν εὔλογον θερμὰς ὑπάρχειν ἐν καταῤῥόπῳ νοσήματι. μᾶλλον μὲν γὰρ ἄν τις αὐτὰς τῶν ἄνω θείη μορίων, εἰ δὲ μὴ, ἀλλ’ οὐ τῶν κάτω. τοῦ δ’ οὖν ὦτα μὲν καὶ ῥῖνας εἶναι ψυχρὰ, τὰ κάτω δὲ θερμὰ, σκοπῶν τὴν αἰτίαν ὁ Ἱπποκράτης ἔφη, ἆρά γε διὰ τοῦτο ὅτι τε λεπτὸν ἔχουσι τὸ αἷμα ἢ ὅταν σπλῆνες γένωνται κατάῤῥοποι, τινὲς δ’ οὐ τοῖς σπλησὶν ἀντιδιαιρεῖσθαί φασι τὸ ἆρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν; ἀλλὰ τῷ μετ’ αὐτὸν γεγραμμένῳ καὶ ποιοῦσιν ὅλην τὴν λέξιν τοιαύτην. ἆρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν ἢ τοῖς ἐμπυήμασιν; ἐπισκεπτέον οὖν ἐφεξῆς ἀκριβέστερον ὑπὲρ αὐτοῦ ἢ τοῖς ἐμπυήμασι, τούτοις προειρημένοις συνάπτουσιν οἱ οὕτω γράφοντες. ὅσοι δ’ ἀρχὴν αὐτὸ βούλονται τῶν ἐφεξῆς γεγραμμένων τὸ ἢ ἀφαιροῦσι καὶ τοιάνδε τινὰ ποιοῦσι τὴν λέξιν· τοῖς ἐμπυήμασιν

ὅρος, τοῖσι μέλλουσιν ἐκπυΐσκειν, αἱ κοιλίαι ἐκταράσσονται. γνώρισμα τῶν μελλόντων ἐκπυΐσκειν τιθέμενοι τὴν ταραχὴν τῆς γαστρός. εἴη δ’ ἂν οὐ πάντων τῶν ἐκπυϊσκόντων, ἀλλὰ μόνων ὅσα ῥήγνυνται τῇ διὰ τῶν ἐντέρων ἐκκρίσει, τὸ σημεῖον τοῦτο γράφων ὁ Ἱπποκράτης. εἰ δ’ ἄνευ τοῦ διορίσασθαι περὶ ποίων λέγει τὴν ἑρμηνείαν ἐποιήσατο, θαυμαστὸν οὐδὲν, ἐὰν τοῦ κατ’ ἀρχὰς εἰρημένου μεμνήμεθα τοῦ γράφειν ἑαυτῷ ταῦτα παρασκευάς τινας εἰς συγγράμματα. μόνον γὰρ ἥκει πρὸς ἀνάμνησιν ὧν βούλεται δηλοῦν ἑαυτῷ, προκείμενον ἐν γραφῇ τὸ, κοιλίαι ἐκταράσσονται, λέγοντος αὐτοῦ κοιλίας ἐπιταράσσεσθαι τοῖς τοιούτοις ἐμπυήμασιν, ὧν μελλόντων ῥήγνυσθαι προδιϊδροῦταί τις ἰχὼρ λεπτὸς ἐκ τοῦ πύου, δι’ ὧν δακνόμενα τὰ ἔντερα ταραχὴν τινα τῆς γαστρὸς ἐργάζεται, τουτέστι δήξεις τε καὶ προθυμίας συνεχεῖς ἐπ’ ἀποκρίσεις· ἔνιοι δὲ καὶ τοιάνδε τινὰ γραφὴν ἴσασι.

44. Τοῖσιν ἐμπυήμασιν ὀμφαλὸς ὅρος, οἷσι μέλλουσιν ἐκπυΐσκειν, κοιλίαι ταράσσονται.

Βουλόμενος δηλοῦσθαι συντόμως τὸ διὰ τοῦ προγνωστικοῦ σαφῶς εἰρημένον, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ εἰς διαπύησιν τρέπεται. οἷς μέντοι μέλλει διαῤῥήγνυσθαι τὸ ἐμπύημα, κοιλίαι προεπιταράσσονται. πολυειδῶς δὲ καὶ ἄλλως γράφουσι καὶ διαιροῦσιν οὐ ταύτην μόνον τὴν ῥῆσιν, ἀλλὰ καὶ τῶν ἄλλων τὰς πλείστας, ἐξηγησάμενοι τοῦτο τὸ βιβλίον, ὡς ἀποῤῥεῦσαί τινα τῶν ἐπὶ τὰ τῆς τέχνης ἔργα σπευδόντων. φαίνονταί τινες ποιεῖν ὅπερ ὁ Τίμων εἶπεν·

εἰκάζων τί θέλεις, ὀλίγον κρέας, ὀστέα πολλά.

τινὲς δὲ καὶ τὴν ἑξῆς ῥῆσιν ἧς ἀρχὴ, σπλὴν σκληρὸς οὐ τὰ ἄνω, ταύτῃ συνάπτουσιν, ἵνα ἐπὶ τῶν κατὰ σπλῆνα διαφορῶν ὁ λόγος ᾖ γινόμενος αὐτῷ· μεταβάντες οὖν ἐπ’ ἐκείνην ἴδωμεν τὰς διαφορὰς, ἔχουσι γάρ τι χρήσιμον.

45. Σπλὴν σκληρὸς οὐ τὰ ἄνω, κάτω στρογγύλος, πλατὺς, παχὺς, μακρὸς, λεπτός.

Τῶν ἐν σπληνὶ παρὰ φύσιν ὄγκων ἐν ταύτῃ τῇ ῥήσει διαφορὰς ἔγραψεν, ὑποτυπούμενος ἑαυτῷ τάχα, διότι καταῤῥόπου σπληνὸς ἐμνημόνευσεν. ἡ γοῦν πρώτη διαφορὰ μία τῶν τοιούτου σπληνός ἐστιν, ὁπόταν μὲν σκληρὸς ᾖ, μὴ μέντοι τὰ ἄνω, πρόδηλον ὅτι τὸ κάτω σκληρός ἐστιν. ἡ δευτέρα δὲ ὧν εἶπεν ἐν τῇ προκειμένῃ ῥήσει διαφορὰ τῶν καταῤῥόπων σπληνῶν αὐτῶν πάλιν ἐστὶν ἰδία. τούτων γὰρ τῶν καταῤῥόπων σπληνῶν κοινῶς ἐχόντων τὰ μὲν ἄνω μέρη μὴ ἔχειν σκληρὰ, τὰ κάτω δ’ ἔχειν, ὁ μέν τίς ἐστι στρογγύλος, ὁ δὲ πλατὺς, ὁ δ’ ἐπὶ μῆκος ηὐξημένος, ἤτοι σὺν ὄγκῳ παρὰ φύσιν ἢ χωρὶς τούτου μόνην ἐσχηκὼς τὴν κατὰ τὸ μῆκος ἐπίδοσι. ἐδήλωσε δὲ τὴν μὲν προτέραν ἐν τῷ φάναι, παχὺς, μακρός· τὴν δὲ δευτέραν ἐν τῷ μακρὸς, λεπτός. δὶς γὰρ τοῦ μακρὸς ὑφ’ Ἱπποκράτους γεγραμμένου

καθάπερ ἄν τις εἰκάσειε, τὸ ἕτερον ἀφεῖλον οἱ ἐγγραφόμενοι καὶ τοιαύτην ἐποίησαν τὴν ῥῆσιν, οἵαν ἄρτι προέγραψα. κατὰ λόγον δ’ ἐστὶ πρώτης μὲν αὐτῶν μεμνημονευκέναι διαφορᾶς, καθ’ ἣν ἔφη, σπλὴν σκληρὸς οὐ τὰ ἄνω, τουτέστι τὰ κάτω σκληρὸς, ὥσπερ καὶ κατάῤῥοπός ἐστιν. εἶτα πάλιν αὐτοῦ διαφορὰς τέσσαρας εἴρηκε· μίαν μὲν ἐν ᾖ στρογγύλος ἐστὶ, δευτέρα δὲ ἐν ᾗ πλατὺς, ἀμφοτέρων τούτων ἐχουσῶν κοινὸν τὸ μὴ προσηυξῆσθαι κατὰ μῆκος τὸν σπλῆνα. δύο δ’ ἄλλας διαφορὰς τὴν μὲν ἑτέραν καθ’ ἣν μακρὸς καὶ παχὺς γίνεται, τὴν δ’ ὑπόλοιπον καθ’ ἣν μακρὸς καὶ λεπτός. δὶς γὰρ, ὡς ἔφην, γεγραμμένου τοῦ μακρὸς, εἰκός ἐστιν ὡς περιττὸν παρελθεῖν τὸν ἀντιγραφόμενον ἐκ τῶν ἀρχαίων ὑπομνημάτων. ἡ μὲν οὖν παλαιὰ γραφὴ τοιαύτη τίς ἐστιν, ἐν ᾗ τὸ μακρὸς ἐγώ φημι δὶς ὑφ’ Ἱπποκράτους εἰρημένον ἅπαξ γραφῆναι πρὸς τοῦ βιβλιογράφου. δυνατὸν δ’ ἴσως ἐστὶ κᾂν ἅπαξ ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους ᾖ γεγραμμένον ἐν τῷ μεταξὺ τοῦ τε παχὺς καὶ λεπτὸς ἀπὸ κοινοῦ δέξασθαι, συνῆφθαι τῷ τε προειρημένῳ καὶ τῷ μετ’
αὐτὸ λεγομένῳ. πολλὰ γὰρ καὶ ἄλλα τοιαῦτα τοῖς παλαιοῖς εὑρίσκεται. τοὺς δ’ ἐξηγητὰς ἐθαύμασα πολυειδῶς μεταγράψαντας τὴν ῥῆσιν, ἄλλον ἄλλως. εἴπερ γὰρ ὅλως ἀποχωρεῖν τις τολμᾷ παλαιᾶς γραφῆς, κατά τι πιθανὸν χρὴ τοῦτον πράττειν ὥσπερ ἔφην ἐγὼ νῦν εὔλογον εἶναι, ἐφ’ ὧν δὶς γεγραμμένου τοῦ μακρὸς παραλελεῖφθαι τὸ ἕτερον. ὅτι δ’ οὕτως ἔχουσαν τὴν γραφὴν ἐπίστανται πάντες οἱ παλαιοὶ ἐξηγηταὶ μαρτυρία καὶ περὶ τοῦ Ζεύξιδος ἂν εἴη ἀρίστη. οὗτος γὰρ ὡς κακῶς ἐξηγησαμένου τοῦ Γλαυκίου τὴν προκειμένην ῥῆσιν οὐδὲν μὲν ἐγκαλεῖ περὶ τῆς γραφῆς, καίτοι γ’ ἀπόρου καὶ ταύτης τῆς λέξεως φαινομένης αὐτῷ, ὅτι δὲ προσέθηκεν ἀποφάσεις τοῖς εἰρημένοις μέμφεται. φησὶ γὰρ ἀπορούμενον αὐτὸν καὶ μὴ δυνάμενον ἐξηγήσασθαι τὴν προκειμένην ῥῆσιν ἅπασι τοῖς προειρημένοις ἀποφάσεις προστεθεικέναι, ὡς εἰ καὶ οὕτως ἔγραψεν ὁ Ἱπποκράτης· κάτω στρογγύλος, οὐ πλατὺς, οὐ μακρὸς, οὐ λεπτός. ἡγεῖτο γὰρ Γλαυκίας ἀδύνατον εἶναι τὸν σπλῆνα ταῦτα τὰ πάθη δέξασθαι, μὴ δυνάμενα συνυπάρχειν, ὥσπερ ἀναγκαῖον ὂν ἐφ’

ἑνὸς ἀνθρώπου πάντων ἀκούειν αὐτῶν. ἀλλ’ οὐ διαφορὰς ἐφεξῆς αὐτῶν γράψαι τὸν Ἱπποκράτην πρὸς ἀνάμνησιν ὡς ἔμπροσθεν ἔγραψε δυσπνοίας τε καὶ πυρετῶν, οὕτω νῦν τῶν ἐν τοῖς καταῤῥόποις σπλησὶ παρὰ φύσιν ὄγκων. εἰ δ’ ἔξεστι προστιθέναι τοῖς καταφατικοῖς εἰρημένοις ἀποφάσεις, ἅπαν οὕτω τις διαφθείρει δόγμα καὶ γνώμην οὐδεμίαν φυλάξει τῶν παλαιῶν βεβαίαν.

46. Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν.

Οὐδὲν ἄλλο ἔχομεν νοεῖν ἢ ὅτι τὰ εἰρημένα τῷ σπληνὶ συμβαίνειν ἧττον γίνεται τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι. αἰτίαν δὲ τούτου καὶ Ῥοῦφός φησι καὶ Σαβῖνος, διότι τὸ αἷμα καθαίρεται τῇ κορύζῃ. διὰ τοῦτο γὰρ οἴονται τὸ μηδὲν ἥκειν ἐπὶ τὸν σπλῆνα. βέλτιον δ’ εἰς καθολικὸν ἀνάγεσθαι λόγον, οὐκ εἰς κατὰ μέρος αὐτό. πάνυ γάρ ἐστι

σπάνιον ἐν ὅλῳ τῷ σώματι δύο τινὰ μόρια παραπλησίως ἔχειν ἀσθενῆ. τοῖς πλείστοις γὰρ ἕν γε τοιοῦτον φαίνεται γινόμενον, εἰς ὃ κᾂν πληθώρα κᾂν κακοχυμία τις ἐν τῷ σώματι γένηται, πάντα συῤῥεῖ τὰ περιττά. φθάσαντος δ’ ἑνὸς αὐτὰ δέξασθαι, τὰ λοιπὰ κατὰ φύσιν ἔχοντα διαμένει. οὐ μόνον οὖν τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν, ἀλλὰ καὶ τοῖς τῶν ἀναπνευστικῶν τὶ μορίων ἢ τῶν κατὰ νεφροὺς καὶ ἧπαρ ἢ κοιλίαν ἀσθενὲς ἔχουσι φύσει, μᾶλλον ἐκεῖνο πάσχον εὕροις ἂν ἢ τὸν σπλῆνα. τούτου δὲ ὄντος κοινοῦ καὶ καθόλου, προσθείη ἄν τις ἴδιον τῶν νῦν λεγομένων, ἐφ’ ὧν ἀθροίζεται φλεγματῶδες ὑγρὸν ἢ λεπτὸν καὶ ὑδατῶδες, οἷοί πέρ εἰσι καὶ οἱ ἀπὸ κεφαλῆς κορυζώδεις, τούτοις μὴ πάνυ τι τοὺς παρὰ φύσιν ὄγκους ἐν σπληνὶ συνίστασθαι, παχέσι καὶ μελαγχολικοῖς ἑπομένους χυμοῖς.

47. Ἡ περὶ τὸν νοσέοντα οἰκονομίη καὶ αἱ ἐς τὴν νοῦσον
ἐρωτήσιες, ἃ διηγεῖται, οἷα, ὡς ἀποδεκτέον οἱ λόγοι, τὰ πρὸς τὸν νοσέοντα, τὰ πρὸς τοὺς παρεόντας καὶ τὰ ἔξωθεν.

Ἐξεῦρεν οἰκεῖον ὄνομα τῶν μελλόντων ῥηθήσεσθαι λόγων, οἰκονομίην εἰπών. οὐ γὰρ ὡς ἐν τοῖς ἄλλοις σχεδὸν ἅπασι συγγράμμασιν, ἤτοι διαγνώσεις παθῶν ἢ θεραπείας ἢ προγνώσεις τῶν ἐσομένων ἔγραψεν, οὕτω καὶ νῦν. ἀλλ’ ὅπως ἄν τις ἐπιδεξίως, οἷς ἐμάθομεν ἰατρικοῖς θεωρήμασι χρῷτο, διέρχεται κατὰ τὴν προκειμένην ῥῆσιν, οὐ κατὰ μέρος ἐν αὐτοῖς, ἀλλὰ τὰ καθόλου κεφάλαια μόνον γράφων. καὶ πρώτου γε μέμνηται κατὰ ταῦτα τῶν ἐρωτήσεων, ἃς ὁ ἰατρὸς δηλονότι ποιεῖται πρὸς τὸν κάμνοντα, δευτέρου δὲ τῶν διηγήσεων αὐτοῦ. πολλὰ γὰρ εἰώθασιν οἱ κάμνοντες διηγεῖσθαι, δυνάμενα τὴν γνώμην ἐνδείξασθαι τοῦ λέγοντος. ὡς εἴ γε μὴ πρότερον εἰδείημεν αὐτὸν ἐξ αὐτῶν ὧν ἂν διηγήσατο, συνήσομεν, ὁποῖός τίς ἐστιν, οὕτως αὐτῷ προσφέρεσθαι. φρόνιμον μὲν γὰρ εἰ γνωρίσαις εἶναι τόνδε τινὰ

τὸν ἄνθρωπον, ἔτι τε μὴ δειλὸν, ἀληθεύειν πειραθήσῃ μηδὲν ὑποστελλόμενον τῶν κατὰ τὴν νόσον ἐσομένων. ἄφρονα δὲ καὶ δειλὸν ὧν ἂν εὐθυμότερος γένοιτο, πάντα ταῦτα ἐρεῖν μετὰ τοῦ μηδὲν μέγα ψεύδεσθαι. κᾂν ἀναγκασθῇς δὲ ποτε διὰ δειλίαν ἐσχάτην τοῦ κάμνοντος ἐπαγγείλασθαι σωτηρίαν αὐτῷ βεβαίαν. ἀλλ’ ἐξελθών γε τοῖς κηδομένοις αὐτοῦ τἀληθῆ φράζε. πειρῶ δὲ καὶ αὐτοῖς τοῖς κάμνουσι, κᾂν ἄκρως εἰσὶ δειλοὶ, μὴ καθάπερ οἱ προχείρως ψευδόμενοι τὴν σωτηρίαν ἐπαγγέλλεσθαι χωρὶς τοῦ προσθεῖναί σε τὴν ἀρχὴν ἔσεσθαι ταύτην, ἅπαντα πράττοντος αὐτοῦ καλῶς καὶ πειθομένου τοῖς προστάγμασι τῶν ἰατρῶν. οὕτω γὰρ οὔτ’ ἐκεῖνος ἀθυμήσει καὶ σὺ πολλάκις ἀληθεύσεις. τὰ γὰρ πλεῖστα τῶν ἐπισφαλῶν νοσημάτων ἀνατρέπουσι τοὺς κάμνοντας ἀπειθοῦντας τοῖς ἰατροῖς. ὡς ὀλίγα πάνυ τὰ πάντως ἀναιρεθήσεται, ἐὰν μήθ’ ὁ ἰατρὸς ἁμαρτάνοι μήθ’ ὁ νοσῶν μήθ’ οἱ ὑπηρέται, μήτ’ ἄλλο τι τῶν ἔξωθεν ἐκ τύχης γένηται βλαβερόν. ὅσοι γὰρ ἐν σφαλεροῖς
νοσήμασι πλέον ἢ προσῆκεν τοὺς κάμνοντας εὐθύμους ποιοῦσι, πολλαπλασίαν αὐτοῖς ἀθροίζουσι δυσθυμίαν ἐν ταῖς ἑξῆς ἡμέραις, ὅταν ἤτοι χεῖρον φαίνηται τὸ νόσημα γινόμενον ἢ χρονίζῃ παρὰ τὴν ἐπαγγελίαν τῶν ἰατρῶν. ἀλλὰ καὶ θαῤῥήσαντες, ὡς ἀκινδύνως νοσοῦντες οἱ πλείους τῶν ἀνθρώπων, οὐ πάνυ κατήκοοι γίνονται τῶν ἰατρῶν. ἄμεινον μὲν οὖν ἐπίστασθαι τὸ τοῦ κάμνοντος ἦθος, ἔμπροσθεν ὅθ’ ὑγίαινε πεπειραμένον. εἰ δὲ νῦν αὐτῷ πρῶτον ἐτυγχάνομεν, ἐξ ὧν διηγεῖται συνήσομεν ὁποῖός τίς ἐστιν. ἐφ’ ὧν δὲ προγινώσκομεν, ἐξὸν μέν τι πρὸς τὴν νόσον ἐξευρίσκειν. εἰ γὰρ κόσμιος ὢν φύσει θρασέως ἀποκρίνεται καὶ φρόνιμος ὢν ἄφρων φαίνεται κατὰ τὴν διήγησιν, ἔνδειξις ἡμῖν ἐντεῦθεν ἔσται τοῦ βεβλάφθαι τὴν διάνοιαν αὐτῷ. καθάπερ εἰ καὶ νήφων καὶ φρονιστὴς ἢ ἀγρυπνητικὸς εἴη καὶ φύσει χαίρων τῷ διηγεῖσθαι μακρὰ, νωθρὸς φαίνοιτο περὶ τὰς διηγήσεις ἢ τὰς ἀποκρίσεις, κᾀξ αὐτῆς δὲ τῆς φωνῆς ἔνεστί τι τεκμήρασθαι περὶ τῆς νόσου. τινὲς μὲν γὰρ μόγις φθέγγονται, τινὲς δὲ βραγχῶδες ἢ ὀξὺ περὶ τὸν
τῆς νόσου καιρόν. ἔνιοι δὲ ψελλίζουσί τε καὶ τραυλίζουσιν, ὧν ἕκαστον ὁποῖόν τι σημαίνει μεμάθηκας ἐν ἑτέροις. ἐκ μὲν δὴ τῶν τοιούτων ὁ ἰατρὸς γνώσεταί τι περὶ τοῦ νοσοῦντος, ὁποῖος τὴν γνώμην καὶ τὸ ἦθος, αὐτῆς δὲ τῆς νόσου τίς θ’ ἡ ἰδέα. πάλιν δ’ αὐτὸς ἐπιδείξεται τῷ τε κάμνοντι καὶ τοῖς ἀμφ’ αὐτὸν ὁποῖός τίς ἐστι τὴν τέχνην ἐξ αὐτῶν τῶν ἔργων. καὶ ῥῖνα μὲν γὰρ ὠξυμμένην καὶ ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἰδών τις ἐν ὀξεῖ νοσήματι πυνθάνεται μή τις κένωσις αὐτῷ γέγονεν ἢ ἀγρυπνία καὶ λύπη, μὴ σιτίων ἔνδεια καὶ κόπος ἰσχυρός. εἰ δ’ ἀσύμπτωτον θεασάμενος, ἐρήσεται μή τις συνήθων ἐκκρίσεων ἐπίσχεσις ἢ παρὰ τὸ ἔθος ἀργῶς καὶ πλησμονῆς διηλήθη. δυνήσεται δὲ καὶ περὶ ψύξεως, ἐγκαύσεώς τε καὶ οἰνοπόσεως πολλῆς, ὅσα τε ἄλλα τοιαῦτα πυνθάνεσθαι κατὰ τρόπον, ὥστε ἐν αὐτῷ τούτῳ πρῶτον ἐπαινεθῆναι πρὸς τῶν παρόντων. ἐὰν γὰρ τὰ προγεγονότα καὶ τὰ προγινωσκόμενα τῷ τε κάμνοντι καὶ τοῖς ἀμφ’ αὐτὸν ὁ ἰατρὸς
πυνθάνηται, θαυμάζουσιν εὐθέως αὐτὸν, ὥσπερ εἰ καί τινα τῶν ἐναντίων τοῖς γεγονόσιν ἐρωτᾷ, καταγινώσκουσιν. ἀλλὰ καὶ τῶν συμβεβηκότων τοῖς κάμνουσιν ἔνια, πρὶν ἀκοῦσαι παρ’ αὐτῶν, ἐν μέσῳ σχήματι λέξεως, ἐρωτήσεώς τε καὶ ἀποφάσεως, ἐὰν εἰπὼν ἐπιτύχῃ, θαυμάζεται. λέλεκται δ’ ἅπαντα ταῦθ’ ἡμῖν ἑτέρωθι καὶ νῦν, ὡς ἔφην, Ἱπποκράτους αὐτὰ μόνα, τά τε πρῶτα κεφάλαια διερχομένου καὶ ἡμεῖς κατά τινα πρώτην τομὴν αὐτὰ διήλθομεν. εἰ δὲ τὰ κατὰ μέρος ἅπαντα λέγοιμι, τά τε εἰς τὸ προγνωστικὸν ὑπομνήματα καὶ τὰ περὶ κρίσεων, ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι. τούτων δ’ ἔξωθέν ἐστιν εἰς τὴν οἰκονομίαν τε καὶ χρῆσιν ὠφελοῦντα καὶ τῶν ὑφ’ Ἡροδότου γραφέντων ἔνια κατὰ τὸ βιβλίον ὃ ἐπέγραψεν αὐτὸς ἰατρόν. εἴρηται δὲ καὶ πρὸς ἡμῖν ἐν οἷς καὶ περὶ τοῦ προγινώσκειν διερχόμεθα. ἀναλαβόντες οὖν αὖθις ἐξ ἀρχῆς τὰ κεφάλαια τοῦ λόγου μεταβῶμεν ἐπί τι τῶν ἐξ ἀρχῆς γεγραμμένων. ὥσπερ ἐν τῷ βίῳ τὸ κτᾶσθαι τὰ προσήκοντα πάντα, λέγω δὲ
ἐσθῆτα καὶ σκεύη καὶ οἰκέτας, ὑποζύγιά τε καὶ ἄλλα θρέμματα καὶ οἰκείας καὶ σῖτον καὶ χέδροπα καὶ τραγήματα καὶ οἶνον καὶ ἔλαιον, ὅσα ἄλλα τοιαῦτα, διαφέρει πάμπολυ τοῦ χρῆσθαι τούτοις προσηκόντως, ὅπερ ὀνομάζουσιν οἰκονομίαν. οὕτω καὶ κατὰ τὴν ἰατρικὴν οὐ ταὐτὸν ἐστι τὸ μαθεῖν τὴν τέχνην τῷ χρήσασθαι προσηκόντως οἷς ἔμαθέ τις, ἐπιστάμενος ἐν καιρῷ μὲν αὐτὸς ἐρωτήσειν καὶ εἰπεῖν, ἐν καιρῷ δ’ ἀκοῦσαί τι τοῦ κάμνοντος ἢ τῶν οἰκείων αὐτοῦ διαλεχθῆναί τε αὐτοῖς, ὅπως εἰς τὴν ὑπηρεσίαν ὡς χρησιμώτατοι γίνονται, προνοήσασθαί τε τῶν ἔξωθεν, ἃ παρορᾶται τοῖς ἰατροῖς καὶ τοῖς οἰκείοις τοῦ κάμνοντος. ὧν μάλιστα χρήσιμα τὰ περὶ τὰς κατακλίσεις εἰσὶν ἢ τῶν οἰκιῶν ὅλην μοχθηρῶν οὐσῶν ἢ τῶν οἴκων ἐν οἷς οἱ νοσοῦντες κατάκεινται δι’ ὀσμὴν μοχθηρὰν ἢ ἀέρα θερμὸν ἢ ψυχρὸν ἰσχυρῶς ἢ εὐρῶτος πλήρη. καὶ περὶ τῆς ἐνοχλήσεως δὲ τῆς ἐκ τῶν γειτνιώντων ἢ τῆς τῶν παρόντων κατὰ τὰς δημοσίας ὁδοὺς προνοήσασθαι χρὴ τὸν ἰατρὸν, διαλεχθῆναι δὲ περὶ τούτων ἁπάντων τοῖς οἰκείοις τε καὶ φίλοις

νοσοῦντος. αὕτη γάρ ἐστι καὶ τοιαύτη τις ἡ περὶ τοὺς κάμνοντας οἰκονομία.

48. Ὅτι ἐν θερμοτέρῳ στερεωτέρων, ἐν τοῖσι δεξιοῖσι καὶ μέλανες διὰ τοῦτο καὶ ἔξω αἱ φλέβες καὶ χολωδέστεροι μᾶλλον.

Οὐδὲν θαυμαστόν ἐστι κᾀνταῦθα παραλελεῖφθαι τὸ συνέχον μάλιστα τὸν ὅλον λόγον. οὐ γὰρ σύγγραμμά ἐστι τὸ βιβλίον τοῦτο πρὸς ἔκδοσιν γεγονὸς, ἀλλὰ παρασκευαί τινες ἢ ὑποτυπώσεις ὁποίας ἑαυτοῖς εἰώθαμεν ποιεῖσθαι, ὡς εἴ γε σύγγραμμα ἦν, οὕτως ἂν ἀρχόμενος ὡς ἐν τοῖς ἀφορισμοῖς ἔγραψε, προσέθηκε τὰ ἐφεξῆς, τὸν ὅλον λόγον ποιησάμενος τοιοῦτον. ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖσι δεξιοῖσι μέρεσι τῆς μήτρας μᾶλλον εὑρίσκεται συνιστάμενα, τὰ δὲ θήλεα κατὰ τὸν ἕτερον κόλπον αὐτῆς τὸν ἀριστερόν. εἰκός γάρ ἐστιν ἐν τῷ θερμοτέρῳ μέρει τῆς μήτρας τὸ θερμότερον συνίστασθαι, θερμότερον δέ ἐστι τὸ ἄῤῥεν, ὡς

δηλοῖ καὶ τὸ τῶν φλεβῶν μέγεθος ἐν αὐτῷ καὶ ἡ χρόα. μελάντεροι γὰρ τοὐπίπαν οἱ ἄνδρες τῶν γυναικῶν. οὕτω μὲν εἰ σύγγραμμα ἔγραφεν ὁ Ἱπποκράτης, ὁμοίως τῷ περὶ ἀγμῶν καὶ ἄρθρων καὶ προγνωστικῷ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις ἐπεποίητο τὴν ἑρμηνείαν. ἐπεὶ δ’, ὡς ἔφην, ἑαυτῷ μόνῳ ταῦτα ὑπετυπώσατο, διὰ τοῦτο περιλέλειπται τὸ κεφάλαιον τοῦ λόγου, μὴ δηλώσαντος αὐτοῦ περὶ τῶν κατὰ τὴν κύησιν ἀῤῥένων λέγεται ταῦτα. τὸ μέντοι ἄῤῥεν ἐν τῷ δεξιῷ μέρει τῆς μήτρας κυίσκεσθαι καὶ ἄλλοι τῶν παλαιοτάτων ἀνδρῶν εἰρήκασιν. ὁ μὲν γὰρ Παρμενίδης οὕτως ἔφη, δεξιτεροῖσι μὲν κούρους, λαιοῖσι δ’ αὖ κούρας. ὁ δ’ Ἐμπεδοκλῆς οὕτως·

ἐν γὰρ θερμοτέρῳ τὸ κατ’ ἄῤῥενα ἔπλετο γαίης.

καὶ μέλανες διὰ τοῦτο καὶ ἀνδρωδέστεροι ἄνδρες καὶ λαχνήεντες μᾶλλον. ὅτι δὲ ἀληθὲς ἡ περὶ τῆς κράσεως τοῦ ἄῤῥενος ὡς θερμοτέρου δόξα, τελέως ὁ λόγος ἐν τοῖς περὶ κράσεως ὑπομνήμασιν ἐξείργασται. νυνὶ δ’ ὡς πολλάκις εἶπον, οὐκ ἀποδεικνύναι

τὰ δόγματα πρόκειται τὰ Ἱπποκράτεια, ὅτι μὴ πάρεργον, ἀλλὰ τὴν λέξιν ἐξηγεῖσθαι. καὶ ταύτην οὖν τινες τῶν νεωτέρων ἐξηγητῶν ἐτόλμησαν μεταγράφειν τὸ στερεωτέρων καὶ ποιῆσαι στερεώτεροι. δοκεῖ γὰρ αὐτοῖς ἄλογον εἶναι τὸ δεξιὸν μέρος τῆς μήτρας ὥσπερ θερμότερον, οὕτω καὶ στερεώτερον λέγεσθαι. φαίνεται γὰρ ὁμοίως ἔχον ὅσον ἐπὶ στερεότητι καὶ διὰ τοῦτο χρῆναι γράφειν φασὶν, ὅτι θερμοτέροις στερεώτερον ἐν τοῖσι δεξιοῖσι καὶ μέλανες διὰ τοῦτο, δηλούσης τῆς λέξεως ἐν τῷ θερμοτέρῳ τῆς μήτρας μέρει κυΐσκεσθαι στερεώτερον, ἐν ἴσῳ τῷ ἰσχυρότερον καὶ εὐρωστότερον, ἐπειδὴ καὶ θερμότερόν ἐστι φύσει. περὶ δὲ τῆς ἀληθείας τοῦ δόγματος οὐ νῦν ὡς ἔφην εἶναι λέγειν καιρός. ἐπεὶ δ’ ἔνιοι πρὸς τοὺς εἰπόντας ἅπαντα δεξιὰ μέρη τῶν ἀριστερῶν εἶναι θερμότερα καὶ ἰσχυρότερα διὰ τὴν τοῦ ἥπατος θέσιν, ἀντιλέγοντες ἔφασαν, ἀλλ’ ἔκ τε τῶν ἀριστερῶν ἡ καρδία κεῖται καὶ φαίνεται μήθ’ ὁ δεξιὸς ὀφθαλμὸς τοῦ ἀριστεροῦ μᾶλλον βλέπων μήτε τὸ οὖς ἀκοῦον ἢ τὸ σκέλος βαδίζον, ἀλλ’ ἐπὶ τῆς χειρὸς μόνης τὸ

τοιοῦτον δοκεῖ πιθανὸν εἶναι, διὰ τοῦτο ὀλίγα πρὸς αὐτοὺς εἰρήσεται. μεγίστη γὰρ ἀπόδειξις τοῦ τὰ πλεῖστα τῶν ἀῤῥένων ἐν τοῖς δεξιοῖς μέρεσι κυΐσκεσθαι τὸ ἐκ τῆς ἀνατομῆς τῶν ζώων φαινόμενον. δύο γοῦν ἐχούσης κόλπους τῆς μήτρας συναπτομένους, κατὰ τὸν αὐχένα κοινὸν ἀμφοῖν ὄντα, τὰ μὲν ἄῤῥενα τοὐπίπαν ἐν τῷ δεξιῷ φαίνεσθαι κυϊσκόμενα, τὰ θήλεα δ’ ἐν θατέρῳ, κάλλιον ἦν τούτου φαινομένου ζητῆσαι τὴν αἰτίαν, οὐκ ἀνατρέπειν πειρᾶσθαι τὸ ἀληθὲς, ἀγνοίᾳ τῆς αἰτίας. ἀλλ’ ὑμεῖς γε καὶ τὴν αἰτίαν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐμάθετε, θεασάμενοι πρὸς μὲν τὸ δεξιὸν μέρος τῆς μήτρας, μετὰ τὸ καθαρθῆναι τὸ αἷμα, κατὰ τοὺς νεφροὺς ἀφικνούμενον, εἰς δὲ τὸ ἀριστερὸν ἀκάθαρτόν ἐστι καὶ ὀῤῥῶδες. ἐθεάσασθε δὲ καὶ τὴν καρδίαν ἐν τῷ μέσῳ τοῦ θώρακος κειμένην, οὐκ ἐν τοῖς ἀριστεροῖς. οἰηθῆναι δέ τινας ἐνταῦθα κεῖσθαι μᾶλλον αὐτὴν εἰκός ἐστιν ἐκ τοῦ διασημαίνειν τὸν σφυγμὸν κατὰ τοῦτο τὸ μέρος, ὡς ἂν τῆς ἀριστερᾶς ἐν αὐτῇ κοιλίας σφυζούσης.

49. Συνεκρίθη, συνέστη ὀξύτερον, κινηθὲν ἐμολύνθη καὶ βραδύτερον αὔξεται καὶ ἐπὶ πλείω χρόνον.

Πολλάκις εἶπον ἐν τούτῳ τῷ βιβλίῳ μυρίας εἶναι γραφὰς, διὰ τὴν ἀσάφειαν ἄλλων ἄλλως αὐτὰς ῥυθμιζόντων, ὡς ἂν ἑκάστῳ δόξῃ τὸ τῆς ἐξηγήσεως ἔσεσθαι πιθανόν. ἀλλ’ ἐγὼ τὰς παλαιὰς γραφὰς προαιροῦμαι, κᾂν ἀπίθανοι δοκῶσιν εἶναι καὶ μείζονα τὴν ἀπορίαν ἔχοιεν. δι’ αὐτὸ γὰρ πιστεύοι ἄν τις αὐτὰς οὕτως εἰρῆσθαι. διότι καίτοι γ’ ἀπορίας οὔσης περὶ τὴν ἐξήγησιν, ὅμως οἱ παλαιότατοι τῶν ἐξηγητῶν ἐν ταύταις ὁμολογοῦσιν. εἰ δέ γ’ ἐτόλμων αὐτὰς μεταγράφειν, εἰς εὐπορωτέραν ἂν ὑπήλλαττον λέξιν ὥστε πιθανὴν γενέσθαι τὴν ἐξήγησιν. εἰ τοίνυν τῆς προκειμένης ῥήσεως οὕτως νῦν γεγραμμένης ἐν τοῖς παλαιοῖς ἀντιγράφοις. εἰδότων δὲ καὶ τῶν παλαιῶν ἐξηγητῶν οὕτως αὐτὴν ἔχουσαν ἐξεῖλον οἱ πλεῖστοι τῶν νεωτέρων τὸ ἐμολύνθη. τινὲς δὲ καὶ τῷ κινηθὲν προσέθηκαν τὸ βραδύτερον, ὡς γενέσθαι

τὴν λέξιν τοιαύτην, συνεκρίθη, συνέστη ὀξύτερον, κινηθὲν βραδύτερον αὔξεται. τινὲς δὲ τὸ καὶ διὰ τοῦτο προὔταξαν τῆς λέξεως ὡς γενέσθαι τοιάνδε. καὶ διὰ τοῦτο συνεκρίθη, συνέστη. τό γε μὴν τῆς διανοίας οὐ μέγα παραλλάττοι κατὰ πάσας τὰς γραφὰς, βούλονται γὰρ οἱ ἐξηγηταὶ συγκριθῆναι καὶ συστῆναι διὰ τοῦτο θᾶττον τὸ ἄῤῥεν τοῦ θήλεος, ὅτι θερμότερόν ἐστι, καὶ κινηθῆναι δὲ θᾶττον αὐτὸ διὰ τοῦτό φασιν. καὶ μέντοι καὶ ὡμολόγηται σχεδὸν ἅπασι τοῖς ἰατροῖς οὐ μόνον διαπλάττεσθαι θᾶττον, ἀλλὰ καὶ κινεῖσθαι τὸ ἄῤῥεν τοῦ θήλεος. εἴρηται δὲ περὶ τούτων σαφῶς κᾀν τῷ περὶ φύσεως παιδίου, ὥσπερ γε καὶ παρὰ Διοκλεῖ κατὰ τὰ περὶ γυναικείων συγγράμματα. Ῥοῦφος δέ φησι Διογένη τὸν Ἀπολλωνιάτην μόνον ἐναντίως ἀποφήνασθαι κατὰ τὸ περὶ φύσεως δεύτερον· ἐγὼ δὲ οὐκ ἐνέτυχον τῷ βιβλίῳ. μαρτυρεῖταί γε μὴν καὶ πρὸς αὐτῶν τῶν κυουσῶν καὶ θᾶττον ἀρχόγενα κινεῖσθαι καὶ πλείονας καὶ σφοδροτέρας κινήσεις φαίνεσθαι κινούμενα τὰ ἄῤῥενα. λέγεται δ’ ἐν τῇ προκειμένῃ ῥήσει, ὅτι μὲν θᾶττον ἐκινήθη τε καὶ
συνέστη, τουτέστιν ἐπάγη τε καὶ ἐστερεώθη. μετὰ ταῦτα δ’ αὔξεται βραδύτερον τοῦ θήλεος τὸ ἄῤῥεν, αὔξησιν δὲ πότερον ἢ ἣν κινούμενον ἴσχει μόνην ἢ τὴν ἐφεξῆς λέγει νῦν ἄδηλον. ἀληθὲς δέ ἐστιν ὅτι καὶ μετὰ τὴν ἀποκύησιν αὔξεται τό τε θῆλυ θᾶττον καὶ ἵσταται πρότερα τὰ τῆς αὐξήσεως αὐτῷ. τοῦ μὲν αὔξεσθαι θᾶττον μαλακότης αἰτία τοῦ σώματος. ῥᾷον γὰρ ἐπιδίδωσι διατεινόμενα τὰ τοιαῦτα σώματα πρὸς τὰς τρεῖς διαστάσεις, μῆκος, βάθος καὶ πλάτος. ἵστασθαι δὲ καὶ παύεσθαι τὴν αὔξησιν αὐτοῖς προτέροις τῶν ἀῤῥένων, οὐκέτι διὰ τὴν μαλακότητα τοῦ σώματος, ἀλλὰ διὰ τὴν ἀσθένειαν ὑπάρχει. δύναμις γὰρ ἐστιν ἐν τοῖς ζώοις φυσικὴ, τὴν αὔξησιν αὐτῶν ἐργαζομένη, δι’ ἣν ἀῤῥωστοτέρα μὲν οὖσα ἐπὶ πλέον αὔξεται, θᾶττον δὲ παύεται τῆς αὐξήσεως, ἀσθενοῦς ὑπαρχούσης. εἴπερ οὖν ὁ Ἱπποκράτης αὐτὸς ἔγραψε τὸ ἐμωλύνθη, τοιοῦτον ἂν φαίνοιτο σημαίνειν, οἷον κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν,

ἔνθα φησίν· ἀριστερὸν παρ’ οὖς οἴδημα, τῇ δ’ ὑστεραίῃ καὶ δεξιόν. ἧσσον δὲ τοῦτο καὶ συνελειαίνετο ταῦτα καὶ ἐμωλύνθη καὶ οὐκ ἀπεπυήσατο. τὸ γὰρ τῆς ὀξείας κινήσεως καὶ μεταβολῆς παυσάμενον καὶ ἀποψυχθὲν οὕτως ὠνόμασεν.

50. Ὅτι ἐστερεώθη καὶ χολωδέστερόν τε καὶ ἐναιμότερον, τοῦτο θερμότερόν ἐστι τὸ χωρίον τῷ ζώῳ.

Διὰ τοῦτό φησι τὸ ἄῤῥεν στερεώτερόν τε καὶ χολωδέστερον καὶ ἐναιμότερον γενέσθαι, διότι καὶ τὸ χωρίον ἐν ᾧ κυΐσκεται τοιοῦτον ὑπάρχει. λέγει δὲ δηλονότι τὸν δεξιὸν κόλπον τῆς μήτρας, καὶ ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει. πάντες μέντοι τὴν αὐτὴν διάνοιαν φυλάττουσι, διότι καὶ τὸ λίαν ἀκριβῶς ζητεῖν ὁποία τίς ἐστιν ἡ ὄντως Ἱπποκράτους λέξις περιττόν. ἄμεινον γὰρ οὐ τοῦτο σκοπεῖν, ἀλλ’ εἰ τὸ λεγόμενον ἀληθές. ἡ δ’ ἀλήθεια διὰ τῶν ἀνατομῶν,

ὡς ἔφην, εὑρίσκεται, τῶν ἀῤῥένων τοὐπίπαν ἐν τῷ δεξιῷ κόλπῳ τῆς μήτρας κυϊσκομένων. εἴρηται δὲ καὶ ἡ αἰτία τοῦ θερμότερον εἶναι τοῦτο καὶ αὐτὴ διὰ τῆς ἀνατομῆς ἐγνωσμένη.