Hippocrates: De morbis IV (Diseases IV)

Work

Hippocrates, De morbis IV (Περὶ νούσων τὸ τέταρτον)
English: Diseases IV

Text information

Type: Original (Greek)

Source

Émile Littré. Oeuvres complètes d'Hippocrate. Oeuvres complètes d'Hippocrate 7. Paris (Baillière) 1851, 542-614

Download

hipp_demorbis4-orig-gr1.xml [122.15 KB]

ΠΕΡΙ ΝΟΥΣΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ.

32. Τοῦ ἀνθρώπου ἐς τὴν γένεσιν ἀπὸ πάντων τῶν μελέων τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐλθὸν τὸ σπέρμα καὶ ἐς τὰς μήτρας τῆς γυναικὸς πεσὸν ἐπάγη· χρόνου δὲ γενομένου φύσις ἀνθρωποειδὴς ἐγένετο ἐξ αὐτέου. Ἔχει δὲ καὶ ἡ γυνὴ καὶ ὁ ἀνὴρ τέσσαρας ἰδέας ὑγροῦ ἐν τῷ σώματι, ἀφ’ ὧν αἱ νοῦσοι γίνονται, ὑκόσα μὴ ἀπὸ βίης νουσήματα γίνεται· αὗται δὲ αἱ ἰδέαι εἰσὶ φλέγμα, αἷμα, χολὴ, καὶ ὕδρωψ, καὶ ἀπὸ τούτων ἐς τὸ σπέρμα οὐκ ἐλάχιστον οὐδὲ ἀσθενέστατον συνέρχεται, καὶ ἐπειδὴ τὸ ζῶον ἐγένετο, κατὰ τοὺς τοκῆας τοσαύτας ἰδέας ὑγροῦ ὑγιηροῦ τε καὶ νοσεροῦ ἔχει ἐν ἑωυτῷ. Ἀποφανέω δὲ ὅκως ἐν ἑκάστῃ τουτέων τῶν ἰδεῶν καὶ πλείω καὶ ἐλάσσω ἐν τῷ σώματι γίνεται, καὶ ὑπὸ τούτου νοσέουσι, καὶ ὅτι αἱ νοῦσοι κρίνονται ἐν τῇσι περισσῇσιν ἡμέρῃσι, καὶ τίνες ἀρχαὶ τῶν νούσων εἰσὶ, καὶ ὁκοῖα αὐτέων ἑκάστη ἐν τῷ σώματι ἐργασμένη τὴν νοῦσον ἐπάγει, καὶ ὑπὸ τὸ ἀυτὸ ῥῖγος πυρετῶδες γίνεται, καὶ διὰ τί τὸ πῦρ ἐπιπίπτει μετ’ αὐτό.

33. Ἐθέλω δὲ ἀποφῆναι πρῶτον, πῶς ἡ χολὴ καὶ τὸ αἷμα καὶ ὁ

ὕδρωψ καὶ τὸ φλέγμα πλέονα καὶ ἐλάσσονα γίνεται, ἀπὸ τῶν· βρωμάτων καὶ τῶν πομάτων τρόπῳ τοιῷδε· ἡ κοιλίη τῷ σώματι πάντων πηγή ἐστι πλέη ἐοῦσα· κενεὴ δὲ γενομένη ἐπαυρίσκεται ἀπὸ τοῦ σώματος τηκομένου. Εἰσὶ δὲ καὶ ἄλλαι πηγαὶ τέσσαρες, ἀφ’ ὧν χωρέει τούτων ἕκαστον· ἐς τὸ σῶμα, ἐπὴν αὗται ἀπὸ τῆς κοιλίης λάβωσι, καὶ αὗται ἐπὴν κενῶνται, ἀπὸ τοῦ σώματος ἐπαυρίσκονται ἕλκει δὲ καὶ αὐτὸ τὸ σῶμα, ἐπὴν ἡ κοιλίη· τι ἔχῃ ἐν ἑωυτῇ· τῷ μὲν δὴ αἵματι ἡ καρδίη πηγή ἐστι, τῷ δὲ φλέγματι ἡ κεφαλὴ, τῷ δὲ ὕδατι ὁ σπλὴν, τῇ δὲ χολῇ τὸ χωρίον τὸ ἐπὶ τῷ ἥπατι. Αὗται αἱ τέσσαρες τουτέοισίν εἰσι πηγαὶ ἄνευ τῆς κοιλίης· τουτέων δέ εἰσι κοιλόταται ἡ κεφαλὴ καὶ ὁ σπλήν· εὐρυχωρίη γὰρ ἐν αὐτῷ πλείστη ἐστίν· ἀλλὰ περὶ τούτου ὀλίγῳ ὕστερον ἀποφανέω κάλλιον. Ἔχει δὲ καὶ τόδε ὧδε· ἐν τοῖσι βρῳτοῖσι καὶ τοῖσι ποτοῖσιν ἔνεστι πᾶσι καὶ χολώδεός τι καὶ ὑδρωποειδέος καὶ αἱματώδεος καὶ φλεματώδεος, τῇ μὲν πλέον, τῇ δὲ ἔλασσον· διότι καὶ διαφέρει τὰ ἐσθιόμενα καὶ πινόμενα ἀλλήλων ἐς τὴν ὑγιείην· καὶ ταῦτά μοι ἐς τοῦτο εἴρηται. Ἐπὴν δὲ φάγῃ ἢ πίῃ ὁ ἄνθρωπος, ἕλκει τὸ σῶμα ἐς ἑωυτὸ ἐκ τῆς κοιλίης τῆς ἰκμάδος τῆς εἰρημένης, καὶ αἱ πηγαὶ ἕλκουσι διὰ τῶν φλεβῶν ἀπὸ τῆς κοιλίης, ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην, καὶ διαδίδωσι τῷ σώματι, ὥσπερ ἐπὶ τῶν φυτῶν ἕλκει ἀπὸ τῆς γῆς ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην.

34. Ἔχει γὰρ ὧδε ἡ γῆ ἐν ἑωυτῇ δυνάμιας παντοίας καὶ ἀναρίθμους. Ὁκόσα γὰρ ἐν αὐτῇ φύεται, πᾶσιν ἰκμάδα παρέχει ὁμοίην ἑκάστῳ, οἷον καὶ αὐτὸ τὸ φυόμενον αὐτῷ ὁμοίην κατὰ ξυγγενὲς ἔχει, καὶ ἕλκει ἕκαστον ἀπὸ τῆς γῆς τροφὴν, οἷόν περ καὶ αὐτό ἐστι· τό τε γὰρ ῥόδον ἕλκει ἀπὸ τῆς γῆς ἰκμάδα τοιαύτην, οἷόν περ καὶ αὐτὸ δυνάμει ἐστὶ, καὶ τὸ σκόροδον ἕλκει ἀπὸ τῆς γῆς ἰκμάδα τοιαύτην,

οἷόν περ καὶ αὐτὸ δυνάμει ἐστὶ, καὶ τἄλλα πάντα τὰ φυόμενα ἕλκει ἐκ τῆς γῆς καθ’ ἑωυτὸ ἕκαστον· εἰ γὰρ μὴ τοῦτο οὕτως εἶχεν, οὐκ ἂν ἐγένετο τὰ φυόμενα ὅμοια τοῖσι σπέρμασιν. Ὅτῳ δὲ τῶν φυομένων ἐν τῇ γῇ ἰκμὰς κατὰ συγγένειαν τοῦ δέοντος πολλῷ πλέων ἐστὶ, νοσέει ἐκεῖνο τὸ φυτόν· ὅτῳ δὲ ἐλάσσων τοῦ καιροῦ, ἐκεῖνο αὐαίνεται. Ἢν δὲ ἐξ ἀρχῆς μὴ ἐνῇ ἰκμὰς τῷ φυτῷ, ἢν ἕλκει κατὰ τὸ συγγενὲς, οὐδ’ ἂν βλαστῆσαι δύναιτο· παρέχει δὲ νοηθῆναι ὅτι, εἰ μὴ ἔχει ἰκμάδα κατὰ φύσιν τὸ φυτὸν, οὐ βλαστάνει τὴν ἀρχήν· ἡ γὰρ Ἰωνίη χώρη καὶ ἡ Πελοπόννησος τοῦ ἡλίου καὶ τῶν ὡρέων οὐ κάκιστα κέεται, ὥστε δύνασθαι ἐξαρκέειν τοῖσι φυομένοισι τὸν ἥλιον· ἀλλ’ ὅμως οὐ δυνατὸν, πολλῶν ἤδη πειρασαμένων, οὔτε ἐν Ἰωνίῃ οὔτε ἐν Πελοποννήσῳ σίλφιον φῦναι· ἐν δὲ τῇ Λιβύῃ αὐτόματον φύεται· οὐ γάρ ἐστιν οὔτε ἐν Ἰωνίῃ οὔτε ἐν Πελοποννήσῳ ἰκμὰς τοιαύτη, ὥστε τρέφειν αὐτό. Ὅτι δὲ πολλὰ καὶ ἄλλα, ὅσα τοῦ ἡλίου ἐξαρκέοντος αἱ χῶραι οὐ δύνανται τῶν θεραπευμάτων τρέφειν, ἄλλαι δὲ φύουσιν αὐτόμαται, παρέχει καὶ τοῦτο σκέψασθαι ὃ μέλλω ἐρέειν, ὁκόσον χῶρος χώρου κάρτα πλησιάζων διαφέρει ἐς τὴν ἡδυοινίην τοῦ ἡλίου ὁμοίως ἐξαρκέοντος· ἔνθα μὲν γὰρ τῆς γῆς ἰκμάς ἐστιν ἥτις τὸν οἶνον ἡδὺν παρέξει, ἔνθα δὲ οὔ. Ἔστι δὲ καὶ ἄγρια φυόμενα ἐν χωρίῳ οὐκ ὀλίγα, μεταρθέντα δὲ ὁκόσον ὀργυιὴν, οὐκ ἂν εὕροις ἔτι φυόμενα· οὐ γὰρ ἔχει ἡ γῆ μεταρθέντι τοιαύτην ἰκμάδα οἵην τοῖσιν ἀγρίοισι φυτοῖσιν ἐκείνη παρέσχεν. Ἐστὶ γὰρ αὐτοῖσι τὰ μὲν ἰωδέστερα, τὰ δὲ ὑγρότερα, τὰ δὲ γλυκύτερα, τὰ δὲ ξηρότερα, τὰ δὲ τρηχύτερα, ἄλλα δ’ ἄλλως ἔχει μυρία· μυρίαι γὰρ ἐν αὐτῇ δυνάμιές εἰσι, καὶ διὰ ταῦτα τὰ γένεα ἐκ τῆς γῆς πρῶτον οὐδὲν ἕτερον ἑτέρῳ ὅμοιον ἔφυ, ὅ τι μὴ συγγενές. Ἄγρια δέ μοι δοκέει

ταῦτα πάντα εἶναι· ἄνθρωποι δὲ αὐτὰ ἡμέρωσαν ἐργαζόμενοι καρποφορέειν κατὰ τὸ σπέρμα ἕκαστον· ἕλκει γὰρ ἐκ τῆς γῆς ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην, καὶ τούτοισιν αὔξεται καὶ τρέφεται, καὶ οὐδὲν ἕτερον ἑτέρῳ ὅμοιόν ἐστι τῶν φυομένων, οὔτε ἴσην οὔτε ὁμοίην ἐκ τῆς γῆς ἰκμάδα ἕλκον. Ἕλκει δὲ ἕκαστον τῶν φυομένων βρωτῶν τε καὶ ποτῶν ἐς ἑωυτὸ πολλὰς δυνάμιας ἀπὸ τῆς γῆς· ἐν παντὶ δέ ἐστί τι φλεγματώδεος καὶ αἱματώδεος· ἀνάγκην οὖν τῷδε προσηγαγόμην, ὅτι ἀπὸ τῶν βρωμάτων καὶ τῶν ποτῶν ἐς τὴν κοιλίην χωρεόντων ἕλκει τὸ σῶμα κατὰ τὰς πηγὰς ἃς ὠνόμασα, ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην διὰ φλεβῶν.

35. Σημήϊον δὲ ἀποφανέω ἕτερον τόδε, ὅτι ἕλκει ἕκαστον κατὰ τὰ εἰρημένα, καὶ ἅμα φράσω, ὅθεν τὸ φλέγμα γίνεται ἐν τῷ σώματι. Ἐπήν τις φάγῃ τυρὸν ἢ ὅ τι ἐστὶ δριμὺ, ἢ ἄλλο τι φάγῃ ἢ πίῃ ὅ τι ἐστὶ φλεγματῶδες, αὐτίκα οἱ ἐπιθέει ἐπὶ τὸ στόμα καὶ τὰς ῥῖνας, καὶ τοῦτο οὕτως γινόμενον πάντες ὁρέομεν· τοῦτο δὲ χρὴ ἐλπίσαι, ὅθεν ἐγὼ ἐρέω. Φημὶ δὲ ὁκόσον ἐν τῷ βρώματι ἢ πόματι φλεγματῶδες ἔνι, κείνου ἐς τὴν κοιλίην ἐλθόντος, τὸ μὲν τὸ σῶμα ἕλκει ἐς ἑωυτὸ, τὸ δὲ ἡ κεφαλὴ κοίλη ἐοῦσα καὶ ὥσπερ σικύη ἐπικειμένη ἕλκει τὸ φλέγμα, ἅτε γλίσχρον ἐόν· ἕπεται δὲ τοῦτο τὸ ἕτερον διὰ τοῦ ἑτέρου ἐς τὴν κεφαλήν· τὸ μὲν νέον φλέγμα τὸ γεννώμενον ἐκ τοῦ βρώματος μένει ἐν τῇ κεφαλῇ, τὸ δὲ παλαιὸν, ὁκόσῳ πλεῖον τὸ νέον, ὑπ’ ἐκείνου βιώμενον ἐξέρχεται, καὶ διὰ τοῦτο ἐπήν τις φάγῃ ἢ πίῃ ὅ τι φλεγματῶδες, ἀποχρέμπτεται ὁ ἄνθρωπος φλέγμα. Ἔχει δὲ καὶ τόδε οὕτως, ἢν, φαγόντος τι ἢ πιόντος τοῦ ἀνθρώπου ὅ τι ἐστὶ φλεγματῶδες, μὴ ἐξέλθῃ πάλιν ἐν ὅσῳ πλέον ἐγένετο, μήτε κατὰ τὸ

στόμα μήτε κατὰ τὰς ῥῖνας, ἀνάγκη ἐστὶ μένειν αὐτὸ ἐν τῇ κεφαλῇ, ἢ ἐς τὸ σῶμα κατελθεῖν ἀπὸ τῆς κεφαλῆς ἢ ἐς τὴν κοιλίην ἀφικέσθαι. Καὶ ἄριστον ἄν συμβαίνοι, εἰ ἐς τὴν κοιλίην ἀφίκοιτο· ἐξέλθοι γὰρ ἂν σὺν τῇ κόπρῳ· εἰ μὲν πολλὸν εἴη καὶ ὑγρὸν, ὑγρήνειε τὴν κόπρον· εἰ δὲ ὀλίγον, οὐκ ἂν ποιήσειεν. Εἰ δὲ ἐν τῇ κεφαλῇ μείνειε, πολλὸν ἂν πόνον παράσχοι τῇ κεφαλῇ, ἐν τῇσι φλεψὶν ἐόν· εἰ δὲ ὀλίγον, οὐκ ἂν ποιήσειε τοῦτο· ἐπισημήνοι δ’ ἂν ἢ πλέον ἢ ἔλασσον. Ἢν δὲ ἐς τὸ σῶμα ἀφίκηται, κεῖσέ οἱ μέμικται τῇ ἄλλῃ ἰκμάδι· κἢν μὲν πολλὸν ἔῃ τὸ φλέγμα, ἐσάσσειεν ἂν ἐς τὸ σῶμα, αὐτίκα· ἢν δὲ ὀλίγον, οὐκ ἂν ἐσάσσειεν, ἅτε μέγα τὸ σῶμα ἐὸν, εἰ μή τις οἱ ἀρχὴ ὑπολείποιτο καὶ ἄλλη· χρόνῳ δὲ ἢν μὲν ἕτερον ἐπιγένηται φλέγμα. σίνοιτο ἄν· ἢν δὲ τὸ σῶμα τῇ κύστει καὶ τῇ κοιλίῃ διαφέρῃ, καὶ ταῦτα ἔξω διοίσῃ, οὐδὲν ἂν κακὸν ἐξ αὐτέου σχοίη. Ἐν τούτῳ μὲν οὖν τῷ λόγῳ ἀποπέφανται ὅκως ᾑ κεφαλὴ ἐκ τῆς κοιλίης φλέγμα ἕλκει, τό τε ὅμοιον ἔρχεται πρὸς τὸ ὅμοιον, καὶ ἅμα εἴρηταί μοι ὅκως τε καὶ διότι πλεῖον γίνεται τῷ ἀνθρῴπῳ ἀπὸ τῶν βρωμάτων καὶ τῶν ποτῶν.

36. Νῦν δὲ ἐρέω περὶ χολῆς, ὅκως τε καὶ διότι πλείων γίνεται ἐν τῷ σώματι, καὶ ὅκως ἕλκει τὸ χωρίον αὐτέην, τὸ ἐπὶ τοῦ ἥπατος. Ἔχει δὲ οὕτως· ἐπὴν φάγῃ καὶ πίῃ ὁ ἄνθρωπος ὅ τι ἐστὶ πικρὸν ἢ ἄλλως χολῶδες καὶ κοῦφον, καὶ πλείων ἡ χολὴ γίνηται ἐπὶ τῷ ἥπατι, αὐτίκα ἀλγέει τὸ ἧπαρ, ὅπερ οἱ παῖδες καρδίην καλέουσι, καὶ τοῦτο ἐσείδομεν γινόμενον, καὶ ἐμφανὲς ἡμῖν ἐστιν ὅτι ἀπὸ τοῦ βρώματος ἢ τοῦ ποτοῦ ἐγίνετο. Ἕλκει μὲν γὰρ τὸ σῶμα ἐς ἑωυτὸ ἀπὸ τῶν βρωμάτων τὴν πᾶσαν ἰκμάδα τὴν εἰρημένην· ἕλκει δὲ καὶ τὸ χωρίον τὸ ἐπὶ τῷ ἥπατι ἐς ἑωυτὸ ὅ τι ἂν αὐτόθι οἱ χολῶδες ἐνῇ, καὶ ἢν ἐξαπίνης πολλὴ γένηται ἡ χολὴ, ὀδυνᾶται τὸ ἡπαρ ὁ ἄνθρωπος, καὶ ἀπὸ τῆς νηδύος πλέον γίνεται· τούτου γὰρ

γινομένου, ἔρχεται ἀπὸ τῆς παλαιῆς χολῆς διὰ τὴν πληθὺν ἐς τὴν κοιλίην, καὶ στρόφος ἐκ τούτου τῇ κοιλίῃ γίνεται, καὶ ἐξέρχεται ἐξ αὐτέης τὸ μὲν κατὰ τὴν κύστιν, τὸ δὲ κατὰ τὴν κοιλίην, καὶ οὕτως ἐλάχιστον ἐς τὸν ἄνθρωπον γίνεται, καὶ παύονται οἱ πόνοι. Ἢν δὲ τούτων μηδέτερον γένηται, χωρέει τὸ πρῶτον ἀπὸ τῆς παλαιῆς ἐς τὸ σῶμα, διαδίδοται γὰρ ἐς αὐτό· κἢν μὲν πολλὴ ἔῃ, αὐτίκα ἐπισημαίνει μιχθεῖσα τῷ ἄλλῳ ὑγρῷ· ἢν δὲ ὀλίγη, οὐκ ἂν ἐσάσσειεν, ἅτε μέγα τὸ σῶμα ἐὸν, ἢν μή τις καὶ ἄλλη ἀρχὴ ὑπογένηται· χρόνῳ δὲ ἢν μὲν ἑτέρη χολὴ ἐπιγένηται, πλείω σίνεται τὸν ἄνθρωπον· ἢν δὲ μὴ ἐπιγένηται, διηθήσειεν ἂν τὸ σῶμα, ὥστε τὴν χολὴν προϊέναι, ἅσσα τέ ἐστι χολώδεα. Ἕτερα γὰρ τῶν ἑτέρων τὰ ἐσθιόμενα καὶ πινόμενα φάρμακά ἐστιν· οὕτω δὴ καὶ τὰ ἄλλα ὁκόσα σινεόμενά ἐστιν, ὑφ’ ἑτέρου ἕτερον ἐσπεσὸν ἐς τὴν κοιλίην, τῇ ἑωυτοῦ δυνάμει τὸ αἰτίην ἔχον διηθέεται ἔξω, καὶ ἀσινὲς τοῦτο. Ἐπὴν δὲ ἐπιγένηται ἄλλη χολὴ ἐν τῷ σώματι ἀπὸ τῶν ἐς τὴν κοιλίην πιπτόντων, νόσος ἐντεῦθεν γίνεται. Ἐν τούτῳ δὲ ἐγὼ ἐπεσήμηνον, ὅκως ἡ χολὴ καὶ διότι πλείων γίνεται ἐν τῷ σώματι ἀπὸ τῶν βρωμάτων καὶ τῶν ποτῶν, καὶ ὅτι ἕλκει ἐς ἑωυτὸ τὸ χωρίον τὸ ἐπὶ τῷ ἥπατι κατὰ τὸ ὅμοιον τὸ χολῶδες ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν.

37. Νῦν δὲ ἐρέω περὶ ὕδρωπος, ὥς τε καὶ διὰ τί πλείων γίνεται ἐν τῷ σώματι, καὶ ὅκως ἕλκει ὁ σπλὴν ἐς ἑωυτόν. Φημὶ δὲ, ἐπὴν ὁ ἄνθρωπος πίνῃ πλέον, ἕλκειν ἐς ἑωυτὸν ἐκ τῆς κοιλίης τοῦ ὕδατος καὶ τὸ σῶμα καὶ τὸν σπλῆνα, καὶ, ἢν πλέον εἰρύσῃ τοῦ καιροῦ, πονέειν αὐτίκα τὸν ἄνθρωπον, καὶ τοῦτο ἐσαΐουσι γινόμενον

ὁκόσοι σπληνώδεες τῶν ἀνθρώπων εἰσίν. Ἐπὴν δὲ εἰρύσῃ ὁ σπλὴν, ἄριστα μὲν, εἰ ἐν τῇ κύστει διηθηείη ἀπὸ τοῦ ὕδατος τὸ παλαιὸν τοῦ ἐνεόντος ἐν τῷ σπληνὶ ἢ τῇ κοιλίῃ, καὶ ταῦτα ἐκδιηθήσειε· κατὰ τὰ ἄνω γὰρ χωρία οὐκ ἀποκαθαίρεται τὸ ὕδωρ ἀπὸ τοῦ σπληνὸς, εἰ μὴ ὁκόσον δὴ ἐν τοῖς ἀγγείοις ἐνεόν ἐστι τοῖσιν ἀπὸ τοῦ σπληνός· ἀλλ’ ἴα ἐστὶν ἀποκάθαρσις ἐς τὴν κοιλίην καὶ ἐς τὴν κύστιν. Ἢν δὲ ταῦτα μὴ εὔροα ᾖ, μηδὲ διηθῇ ἔξω, ἀπὸ τοῦ σπληνὸς ἔρχεται τὸ ὕδωρ ἐς τὰ κάτω· κεῖθι δὲ μίσγεται τῇ ἄλλῃ ἰκμάδι· κἢν μὲν ὀλίγον ἔῃ, οὐκ ἂν ἐσάσσειεν, ἀλλὰ διηθηθείη ἂν ἀπὸ τοῦ σώματος ἐς τὴν κύστιν καὶ ἐς τὴν κοιλίην διὰ φλεβῶν· εἰσὶ γὰρ ἐκ τούτου κατατείνουσαι πολλαὶ, αἳ ἕλκουσιν ἐς ἑωυτὰς ἐκ τῶν κάτωθεν χωρίων, ἐπὴν ξηρότεραι γένωνται ἢ πρὶν ἦσαν. Ἢν δὲ γίνηται ἕτερον ὕδωρ καὶ ἡ κοιλίη καὶ ἡ κύστις μὴ διηθῇ ἔξω, ἀείρεται ὁ σπλὴν, καὶ τὰ κάτω τοῦ σώματος ἐπίπονα γίνεται. Ταῦτα δὲ μοι εἴρηται, ὅκως τε καὶ διότι τὸ ὕδωρ πλεῖον γίνεται ἐν τῷ σώματι ἀπὸ τοῦ ποτοῦ, καὶ ὅκως ὁ σπλὴν ἕλκει.

38. Νῦν δὲ ἐρέω περὶ αἵματος ὅκως τε καὶ διότι πλεῖον γίνεται ἐν τῷ σώματι. Ἐπήν τι πίῃ ἢ φάγῃ ὁ ἄνθρωπος, ὅ τι ἐστὶν αἱματῶδες, ἕλκει μὲν καὶ τὸ σῶμα ἅπαν ἐς ἑωυτὸ, ἕλκει δὲ καὶ ἡ καρδίη τὸ αἱματῶδες ἐς ἑωυτὴν, καὶ ἐπὴν πλέον εἰρύσῃ, οὐ γίνεταί οἱ τῇ καρδίῃ πόνος· στερεὸν γάρ τι χρῆμα καὶ πυκνόν ἐστιν ἡ καρδίη, καὶ διὰ τοῦτο οὐ πονέει, καὶ ἐξ αὐτῆς παχεῖαι φλέβες τείνουσιν αἱ σφάγιαι καλεόμεναι, ἐς ἃς ταχέως, ἢν πλεῖον προσγένηται, διαδίδοται τὸ αἱματῶδες, καὶ πιμπλάμεναι κεῖναι τῇ κεφαλῇ καὶ τῷ σώματι διδόασιν ἐν τάχει, καὶ ἐπήν τι φάγῃ ἢ πίῃ, ὅ τι ἐστὶν αἱματῶδες, αὐτίκα αἱ σφάγιαι φλέβες ἀείρονται, καὶ τὸ πρόσωπον ἐρεύθει. Προσγενομένου δὲ τῇ καρδίῃ καὶ τῷ σώματι τοῦ αἵματος πλείονος

τοῦ ἱκανοῦ ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν καὶ μισγομένου τῷ ἄλλῳ ὑγρῷ, ἢν μὴ ἀπ’ αὐτοῦ ἐξέλθῃ κατὰ τὴν κοιλίην ἢ κατὰ τὴν κύστιν, μιγὲν τῇ ἄλλῃ ἰκμάδι ἐν τῷ σώματι πόνον παρέχει· ἢν δὲ ὀλίγον προσγένηται, οὐκ ἐσάσσειεν ἂν ἐς τὸ σῶμα, χρόνῳ δὲ διαδίδοται ἀπ’ αὐτοῦ ἐς τὴν κοιλίην ἢ κατὰ τὰς ῥῖνας, τὰ δὲ διηθέει ἔξω καὶ ἀσινέες γίνονται· ἢν δὲ ἐξ ὀλίγου πλέον γένηται, ἐπίνοσον γίνεται. Ὅκως δὲ πλέον τὸ αἷμα γίνεται, ἡρμήνευταί μοι. ῾Τέσσαρα ἐόντα τό τε αἷμα καὶ ἡ χολὴ καὶ τὸ φλέγμα καὶ ὁ ὕδρωψ, ἀποπέφανται ταῦτα πάντα ὅκως τε καὶ διότι πλεῖον γίνεται ἐν τῷ σώματι ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν. Ὅτι δὲ γίνεται ἀπὸ τούτων, σημήϊον τόδε ἐστίν· εἰ ὁ ἄνθρωπος ὀλίγα ἐσθίει καὶ ὀλίγα πίνει, οὐδεμίαν τοῦτο νοῦσον ἐπάγει. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται· παρέψαυσται δέ μοι δηλῶσαι τῷ συνετῷ καὶ ὅκως ταῦτα ἐλάσσονα γίνεται· δηλώσω δὲ περὶ αὐτοῦ κάλλιον ὀλίγῳ ὕστερον.

39. Τὰς δὲ πηγὰς ἃς ὠνόμασα, αὗται τῷ σώματι, ὁκόταν πλήρεες ἔωσιν, ἀεὶ ἐπιδιδόασιν· ὁκόταν δὲ κεναὶ περιίστανται, ἀπ’ αὐτοῦ· οὕτω δὲ καὶ ἡ κοιλίη ποιέει. Ἔχει γὰρ οὕτως ὥσπερ εἴ τις ἐς χαλκεῖα τρία καὶ πλείονα ὕδωρ ἐγχέας καὶ συνθεὶς ὡς ἐπὶ ὁμαλωτάτου χωρίου καὶ συναρμόσας ὡς κάλλιστα διαθείη, αὐλοὺς ἐναρμόσας ἐς τὰ τρυπήματα, καὶ ἐγχέοι ἡσυχῇ ἐς ἓν τῶν χαλκείων ὕδωρ μέχρις οὗ ἐμπλησθῇ ἀπὸ τοῦ ὕδατος πάντα· ἀπὸ γὰρ τοῦ ἑνὸς ῥεύσεται ἐς τὰ ἕτερα χαλκεῖα μέχρις ὅτου καὶ τὰ ἄλλα ἐμπλησθῇ· ἐπὴν δὲ πλήρεα γένηται τὰ χαλκεῖα, ἤν τις ἀπὸ τοῦ ἑνὸς ἀπαρύσῃ τοῦ ὕδατος, ἀνταποδώσειεν ὀπίσω

ῥέον τὸ ὕδωρ ἐς τὸ ἓν χαλκεῖον, καὶ κενεὰ ἔσται τὰ χαλκεῖα πάλιν ὥσπερ καὶ ἐδέξατο. Οὕτω δὴ καὶ ἐν τῷ σώματι ἔχει· ἐπὴν γὰρ ἐξ τὴν κοιλίην πέσῃ τὰ βρώματα καὶ τὰ ποτὰ, ἐπαυρίσκεται τὸ σῶμα ἀπὸ τῆς κοιλίης καὶ πληροῦται σὺν τῇσι πηγῇσιν· ἐπὴν δὲ ἡ κοιλίη κενῶται, ἀποδίδοται αὖθις ὀπίσω ἡ ἰκμὰς, ὥσπερ καὶ ἐπεδέξατο ἐκ τῶν ἄλλων τὸ ἓν χαλκεῖον. Φλέβες τε γάρ εἰσι διὰ παντὸς τοῦ σώματος τείνουσαι, αἱ μὲν λεπτότεραι, αἱ δὲ παχύτεραι, πολλαὶ καὶ πυκναί· αὗται δὲ, μέχρις οὗ ἂν ζώῃ ὁ ἄνθρωπος, ἀνεῴγασι καὶ δέχονταί τε καὶ ἀφιᾶσι νέον ὑγρόν· ἐπὴν δὲ ἀποθάνῃ, συμμύουσι καὶ γίνοντᾳι λεπταί. Μέχρι μὲν οὖν ζώῃ ὁ ἄνθρωπος, ἐπαυρίσκεται μὲν τὸ σῶμα ἀπὸ τῆς κοιλίης, ἐπήν τι ἔχῃ ἐν ἑωυτῇ· ἐπαυρίσκονται δὲ αἱ πηγαὶ καὶ πιμπλάμεναι διαδιδόασι τῷ σώματι· εἰ γὰρ τὸ σῶμα μὴ ἕλκοι ἀπὸ τῆς ἰκμάδος τῆς κοιλίης, ἀλλ’ αἱ πηγαὶ μόναι, ἢ ἐς τὸ σῶμα μὴ ἐδίδοσαν, οὐκ ἂν εἶχε τὸ σῶμα τροφὴν ἀρκέουσαν, ἀλλὰ ἐλάσσονα· οὐ γὰρ ἂν ἔτι εἶχον τῷ σώματι τὴν τροφὴν διεκδιδοῦσαι πηγαί. Αἱ δὲ πηγαὶ αὗται εἰ μὴ ἦσαν, ἐσθίοντες ἂν καὶ πίνοντες οὐκ ἂν διεγινώσκομεν ἀτρεκέως, οὔτε ὅ τι ἡδύ ἐστιν οὔτε ὅ τι ἀηδὲς, κατὰ ἀνάγκην τοιήνδε ἣν μέλλω ἐρέειν. Ταῦτα τὰ χωρία, ἅτε μικρότερα ἐόντα καὶ ἔνδοθεν τοῦ ἄλλου σώματος, ἀεὶ καὶ πρὸ τοῦ ἐσάσσαι ἕκαστον κατὰ τὴν ἑωυτοῦ δύναμιν ἑρμηνεύει τῷ ἄλλῳ σώματι τῶν ἐσθιομένων καὶ πινομένων ὅ τι χολῶδές ἐστι καὶ ὅ τι φλεγματῶδες καὶ ὅ τι αἱματῶδες καὶ ὅ τι ὑδρωποειδές. Τούτων γὰρ ἡμῖν ὅ τι ἂν ἑκάστου πλεῖον τοῦ καιροῦ γίνηται καὶ ἐν τοῖσι ποτοῖσι καὶ ἐν τοῖσι βρωτοῖσι, κεῖνα οὐδὲ ἡδέα γίνεται· ἅσσα δὲ χατίζει μάλιστα κατὰ ταῦτα, κεῖνα ἡδέα ἐστίν. Εἰ δὲ βρωτῶν καὶ ποτῶν ἐνδεήσεται τῶν πηγέων τις, κατὰ τοῦτο καὶ τὸ σῶμα ἑλκύσει ἀπ’ αὐτέων τέως καὶ τὸ ὑγρὸν ἔλασσον τοῦ καιροῦ γένηται· τότε ἱμείρεται ὁ ἄνθρωπος ἢ φαγέειν ἢ πιέειν τοιοῦτον, ὅ

τι τὴν μοίρην ἐκείνην ἐπιπλήσει καὶ ἰσώσει τῇσιν ἄλλῃσι· καὶ διὰ τοῦτο βεβρωκότες πολλὰ ἢ πεπωκότες, ἔστιν ὅτε ἱμειρόμεθα ἢ βρωτοῦ ἢ ποτοῦ, καὶ ἄλλο οὐδὲν ἂν ἡδέως φάγοιμεν, εἰ μὴ ὅ τι ἱμειρόμεθα· ἐπὴν δὲ φάγωμεν καὶ ἰσωθῇ ἡ ἰκμὰς κατὰ τὰ ἀνυστὰ ἐν τῇσι πηγῇσι καὶ ἐν τῷ σώματι, τότε οἱ πέπαυται ὁ ἵμερος. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται.

40. Ἔχει δὲ καὶ τόδε, ὅτι ἐς μὲν τὸ χωρίον τὸ ἐπὶ τῷ ἥπατι ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν ἀποκρίνεται ἡ χολὴ μοῦνον· τὰ γὰρ φλέβια ἀσθενέα καὶ λεπτὰ ὑπάρχοντα οὐ δύναται ἕλκειν τὴν ἄλλην ἰκμάδα παχυτέρην καὶ βαρυτέρην ἐοῦσαν, καὶ ἅμα εὐρυχωρίη οὐκ ἔστι τῇ ἄλλῃ ἰκμάδι, ὥστε ἐν τούτῳ τῷ χωρίῳ εἶναι· σύνηθές τέ ἐστι τῇ χολῇ τοῦτο τὸ χωρίον κατὰ φύσιν μάλιστα, καὶ διὰ τοῦτο ἐν αὐτῷ οὐδεμία νοῦσος γίνεται ἄλλη ἢ ἥντινα καρδιωγμὸν οἱ ἄνθρωποι καλέουσιν. Ἡ δὲ κεφαλὴ καὶ ἡ καρδίη καὶ ὁ σπλὴν μετέχουσι τῆς ἰκμάδος πάσης· ἕκαστον, ἢν μή τι νοσέῃ, μετέχει πλείστων κατὰ φύσιν τὴν ἑωυτοῦ τῶν εἰρημένων, ἡ μὲν κεφαλὴ τοῦ φλέγματος, ἡ δὲ καρδίη τοῦ αἵματος, ὁ δὲ σπλὴν τοῦ ὕδατος· ἕλκουσι δὲ καὶ τῆς ἄλλης ἰκμάδος αἱ φλέβες ἑς ἑωυτὰς, εὐρεῖαι καὶ παχεῖαι καὶ ἑλικοειδέες ἐοῦσαι· ὥστ’ ἐπὴν ἕλκωσιν, ἕπεσθαι ἕτερον ἑτέρῳ τῆς ἄλλης ἰκμάδος. Καὶ τῇ μὲν καρδίῃ πλησιάζουσιν αἱ σφάγιαι φλέβες, παχεῖαι ἐοῦσαι, ἐς ἃς διαδίδοται ταχέως, ἐπήν οἱ πλεῖον τοῦ καιροῦ προσγένηται· αἱ δὲ τῷ ἄλλῳ σώματι ἐκδιδόασι· καὶ ἅμα αὐτὴ ἡ καρδίη στερεὴ καὶ πυκνή ἐστιν, ὥστε μὴ νοσέειν ὑπὸ τῆς ἰκμάδος, καὶ διὰ τοῦτο νόσημα ἐν τῇ καρδίῃ οὐδὲν γίνεται. Ἡ δὲ κεφαλὴ καὶ ὁ σπλὴν μάλιστα ἐπίνοσά ἐστι· νοσέει γὰρ καὶ ἀπὸ τῶν φύσει ἐόντων, ὅταν πλείονα προσγένηται τοῦ καιροῦ· νοσέει δὲ καὶ ἀπὸ τῆς ἄλλης ἰκμάδος· φλέβες γὰρ ἐς αὐτὰ παχεῖαί τε καὶ πολλαί εἰσι, καὶ αὐτὰ φλεβώδεα κάρτα ἐστὶ καὶ ἔγκοιλα, ὥστε εὐρυχωρίην καὶ τῇ ἄλλῃ ἰκμάδι ἐν αὐτοῖσιν εἶναι, χωρεούσῃ κατ’ ὀλίγον καὶ μισγομένῃ τῇ

φύσει ἐούσῃ· ὥσπερ ἐν ἀγγείῳ μεγάλῳ εὐρυχωρίη ἐστὶ πολλὴ ἢ ἐν μικρῷ, οὕτω δὲ καὶ ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ σπληνὶ ἔχει· εὐρυχωρίη γὰρ τούτων τῶν χωρίων μάλιστα ἐν αὐτοῖσίν ἐστιν· ἢν δ’ ἐμπλησθῶσιν ἰκμάδος αἱ φλέβες αὐτόθι, ἀπ’ ἐκείνης ἐν αὐτοῖσι νοῦσος γίνεται. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται νῦν.

41. Ἐθέλω δὲ ἀποφῆναι κάλλιον, ὅκως ἑκάστη ταύτης τῆς ἰκμάδος ἐν τῷ σώματι ἐλάσσων γίνεται. Τέσσαρα μὲν δὴ ὑγρὰ ἐόντα ἀπέδειξα τὸν ἄνθρωπον σινεόμενα, τέσσαρας δέ σφι πηγάς· τέσσαρα δέ σφι λέγω εἶναι, οἷσιν ἀποκαθαίρεται ὁ ἄνθρωπος τούτων ἕκαστον· ταῦτα δέ ἐστι τό τε στόμα καὶ αἱ ῥῖνες καὶ ὁ ἀρχὸς καὶ ἡ οὐρήθρη. Καὶ ἐπήν τις πλείων γένηται τῆς ἰκμάδος τῆς πονεούσης, ἢν ἀποκαθαίρηται ὁ ἄνθρωπος ταύτῃ, οὐδεμία μιν νοῦσος πιέζει ἀπὸ ταύτης· καὶ ἢν ἡ κοιλίη μὴ πλήρης ᾖ, τηκομένου τοῦ σώματος, ἀπὸ τῆς ἰκμάδος καταῤῥέει ἐς αὐτὴν, καὶ ἔξω ἔρχεται κατά τι τῶν χωρίων τούτων, καὶ διὰ ταῦτα τὸ ὑγρὸν ἔλασσον γίνεται ἐν τῷ σώματι. Τὸ γὰρ σῶμα, ὥσπερ μοι καὶ πρότερον εἴρηται, τῇ κοιλίῃ ἐπιδιδοῖ, ἐπὴν κενεὴ ἔῃ, καὶ ἐπαυρίσκεται, ἐπὴν πλήρης ἔῃ, ἀπ’ αὐτῆς. Ταῦτα δέ μοι εἴρηται ὅκως τε καὶ διότι ἐλάσσονα γίνεται τὰ πονέοντα τὸν ἄνθρωπον.

42. Ὅκως δὲ καὶ διὰ τί ὁ ἄνθρωπος ὑγιαίνει, ἐρέω. Ἐπὴν φάγῃ καὶ πίῃ καὶ ἀφίκηται ἡ ἱκμὰς ἐς τὸ σῶμα, τρόπῳ ὥσπερ εἴρηται μιγεῖσα καὶ τῇ ἄλλῃ τῇ ἐν τῷ σώματι καὶ τῇ ἐν τῇ πηγῇ ἐούσῃ, τῇ μὲν ἡμέρῃ ᾗ προσγένηται μένει ἐν τῷ σώματι, τῇ δὲ ὑστεραίῃ ἄλλη οἱ ἰκμὰς προσγίνεται. Αὗται δύο μὲν ἡμέραι εἰσί· δύο δὲ ἰκμάδες ἐν τῷ σώματι· τῇ μὲν ἑτέρῃ τῶν ἰκμάδων δύο ἡμέραι εἰσὶ, τῇ δὲ ἑτέρῃ μία. Ἡ μὲν δὴ ὑστέρη μένει ἐν τῷ σώματι ἅτε παχεῖα ἐοῦσα, ἡ δὲ ἑτέρη πεφθεῖσα ὑπὸ τῆς θέρμης διακέχυται, καὶ λεπτὴ

γενομένη παραγίνεται ἐν τῇ ὑστεραίῃ ἡμέρῃ ἐς τὴν κοιλίην, διὰ παντὸς τοῦ χρόνου ἐξωθευμένη ὑπὸ τῆς νέης· ἐλθοῦσα δὲ ἐς τὴν κοιλίην πέσσει τὰ σιτία ἐν τῷ τόπῳ, καὶ ποιέει τὸ αἷμα ἀπ’ αὐτῆς ἐν τῷ σώματι· μείνασα δὲ ἐγένετο ὑπὸ τοῦ χρόνου κάκοδμος. Τῇ δὲ τρίτῃ ἡμέρῃ ἐξέρχεται σὺν τῇ κόπρῳ καὶ τῷ οὔρῳ, πλῆθος αὐτὴ ἑωυτῇ πάση ἴση τε καὶ παραπλησίη καὶ ἰσόῤῥοπος· καὶ ἢν ἑωυτῆς μέρος τι ἔῃ, ὅμως ἡ ἰκμὰς μένει ἐν τῷ σώματι κατὰ λόγον τὸν εἰρημένον. Ἐπιῤῥέει δὲ καὶ τῇ τρίτῃ ἡμέρῃ τῆς ἰκμάδος ἀπὸ τοῦ σώματος ἐπὶ τὴν κοιλίην πλεῖον καὶ κακοδμότερον τὸ ἐπιλειπὲς γενόμενον ὑπὸ τῆς ἑτέρης, καὶ καταφέρει τὰ βρώματα πεπεμμένα καὶ ὅ τι ἐν τῷ σώματι νοσερόν ἐστι, καὶ αὖθις συνέρχεται· σημαίνει δὲ τὸ οὖρον ἁλμυρὸν ἐὸν, ὅτι καὶ καταφέρει ἀπὸ τοῦ σώματος τὸ νοσερόν. Τὰ σιτία δὲ ἐς τὴν ὑστεραίην ἀεὶ διαχωρέει, ἡ δὲ ἰκμὰς ἐς τὴν τρίτην. Οὕτως ἡ ὑγιείη συμβαίνει γίνεσθαι. Καὶ ταῦτα μὲν εἴρηται, ὅκως τε καὶ διότι ὑγιαίνουσιν οἱ ἄνθρωποι.

43. Ἡ δὲ ἰκμὰς αὕτη εἰ κατὰ μέρος ἔξω χωρέοι ἐς τὴν ὑστεραίην, τὰ σιτία οὐχ ὁμοίως ἂν ἡμῖν ἐκ τῆς κοιλίης κάκοδμα γενόμενα ἔξω χωρέοι, ἀλλ’ ὥσπερ ἑφθὰ, καὶ τὸ οὖρον τῷ ποτῷ παρόμοιον, καὶ τὸ σῶμα ἂν ἐκενοῦτο ἀεὶ, καὶ ἔχρῃζε διὰ παντὸς τοῦ χρόνου ὁ ἄνθρωπος, ἐπὴν ἀποπατήσειε καὶ οὐρήσειεν, αὐτίκα πόσιος καὶ βρώσιος κατὰ τοῦ ἀποπάτου πλῆθος, εἰ ἔμελλεν ἰσχύειν, ἰκμάδος μὴ ὑπολειπομένης ἐν τῷ σώματι ἀρκεούσης, ἀλλὰ χωρεούσης σὺν τῇ κόπρῳ ἔξω τῇ ὑστεραίῃ ἢ τῇ αὐτῇ ἡμέρῃ· καὶ εἰ μέν τι ἔφαγεν· εἰ δὲ μὴ, κενωθεὶς ἄκικύς τε ἦν, οὐδ’ ἂν δύναιτο παχυνθῆναι, εἰ ἡ ἰκμὰς τῇ ὑστεραίῃ ἔξω χωρέοι· οὐ γὰρ περιλιμπάνεται ἐν τῷ

σώματι ἀρκέουσα. Νῦν δὲ ἐξαποπατέοντες εὐροοῦμεν, καὶ δύο ἡμερέων μηδὲν φαγόντες καὶ εἶναι καὶ πρήσσειν τι ὑπομένομεν, καὶ οὐκ ἐξασθενέομεν τελείως ὑπὸ κενώματος ἐν τούτῳ τῷ χρόνῳ· ἡ γὰρ ἰκμὰς ἡ ἐν τῷ σώματι μένουσα τὴν ἰσχὺν παρέχει. Καὶ ταῦτα μὲν εἴρηταί μοι, ὅκως τε καὶ διότι οὐχ οἷόν τε τὴν ἰκμάδα τὴν προσγενομένην ἀπὸ τῆς τροφῆς ἐν τῷ σώματι ἐξελθεῖν ἔξω αὐθημερὸν, ἀλλ’ οὐδὲ τῇ ὑστεραίῃ.

44. Φημὶ δὲ ἤν τε ἐμμένῃ πλείονας τῶν τριῶν ἡμερέων ἡ ἰκμὰς ἐν τῷ σώματι, ἢ ἄλλη προσγένηται πολλὴ πιμπλαμένη, τῶν φλεβῶν θερμαινομένων καὶ ἱσταμένων, ἐπισημαίνει τῷ ἀνθρώπῳ κακὸν ἢ μεῖζον ἢ ἔλασσον, χειμῶνος μὲν ἔλασσον καὶ ὕστερον, θέρεος δὲ μεῖζον καὶ πρόσθεν. Ταῦτα δέ μοι εἴρηται ὅ τι συμβαίνει γίνεσθαι, ἢν μένῃ ἡ ἰκμὰς ἐν τῷ σώματι. Εἰ δὲ τὰ βρώματα διαχωρέοι τὸ σῶμα, οὐκ ἂν ἐπαυρίσκοιτο ἡμῖν τῆς ἰκμάδος ἐπαρπέον, ἀλλ’ ἦσαν οἱ ἄνθρωποι λεπτοὶ καὶ ἀσθενέες· νῦν δὲ ἐμμενόντων τῶν βρωμάτων καὶ τῶν ποτῶν, ὁκόσον χρόνον διαμένει, τὸ σῶμα ἐπαυρίσκεται καθ’ ἡσυχίην ἕλκον ἀπὸ τῆς κοιλίης, καὶ πίμπλαται. Ταῦτα δέ μοι εἴρηται ὅκως τε καὶ διότι τὰ βρώματα οὐχ οἷά τέ ἐστιν αὐθημερὸν ἐξιέναι. Ἢν δὲ ἐμμένῃ τὰ σιτία ἐν τῇ κοιλίῃ πλείονα τοῦ δέοντος χρόνου καὶ ἕτερα ἐς αὐτὰ πίπτῃ τὸ σῶμα πληρωθείη ἂν, καὶ, πιεζευμένων τῶν φλεβῶν ὑπὸ τῆς πληθώρης, θέρμη ἂν καὶ πόνος τῷ σώματι παραγίνοιτο, θέρεος μὲν θᾶσσον, χειμῶνος δὲ ὕστερον. Τοῦ μὲν γὰρ θέρεος τὸν ἄνθρωπον θερμόν ἐστι τὸ περιέχον, καὶ θερμότερον ἕλκει τὸ πνεῦμα ἐς ἑωυτόν· κἢν ἔτι θερμῆς τῆς κοιλίης ἐούσης θερμότερον τοῦ καιροῦ τὸ πνεῦμα τῷ ἀνθρώπῳ προσγίνηται, οὐ θαῦμά ἐστι τὸν ἄνθρωπον ἐκ τοῦ τοιούτου πυρετῆναι· χειμῶνος δὲ

ψοχρὸν ἕλκοντος τὸ πνεῦμα ἐς ἑωυτὸν, μᾶλλον πολλῷ δύναιτ’ ἂν τὴν πληθώρην ἀναφέρειν τὸ σῶμα τοῦ ἀνθρώπου ἀποπατέοντος ὀλίγον. Ταῦτα δέ μοι εἴρηται ὅ τι συμβαίνει γίνεσθαι, ἢν μὲν μείνῃ τὰ σιτία πλείονα χρόνον ἐν τῇ κοιλίῃ, καὶ παρέψαυσταί μοι ἀποφῆναι ἄπαντα περὶ τῆς ἰκμάδος καὶ τῆς βρώσιος, τοῦ χρόνου τοῦ πλείονος καὶ τοῦ ἐλάσσονος τὸ διαφέρον, διότι νοσέουσιν οἱ ἄνθρωποι· δηλώσω δὲ περὶ τούτου κάλλιον τοῦ χρόνου προϊόντος.

45. Ἀνβήσομαι δ’ αὖθις ὀπίσω περὶ τῆς ὑγιείης ἐρέων, ὅτι δὴ τὸ σῶμα τοῦ ἀνθρώπου ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν τῆς ἰκμάδος ἐπαυρίσκεται, καὶ χωρέει ἔξω τῷ ὑγιεϊ κατὰ τὸν εἰρημένον λόγον τά τε βρώματα καὶ ἡ ἰκμάς. Καὶ ἢν μὲν ἔξω χωρέῃ τῆς ἰκμάδος πλεῖον ἢ ὅσον προσεγένετο ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν, λεπτὸς γίνεται ὁ ἄνθρωπος. Πλείω δὲ χωρέει ἔξω τῆς προσγενομένης διὰ τόδε· ἢν μὲν δι’ ἡσυχίης ᾖ ὁ ἄνθρωπος καὶ μὴ ταλαιπωρέῃ, κακόν τί οἱ ἐν τῷ σώματι ἔνεστιν, ὑπὸ δὲ τῆς ἄλλης ὑγιείης πολλῆς ἐούσης οὐκ ἐσάσσει κάρτα· τὸ δὲ κακὸν τοιόνδε ἐστίν· ἐπὴν τούτων τι τῶν τεσσάρων τῶν γινομένων τῷ σώματι ἐπέλθῃ πλέον τι μὴ πολλῷ, τὸ σῶμα θερμαίνεται καθ’ ἡσυχίην, ὡς μὴ ἐσάσσειν κάρτα, καὶ τήκεται ἐς τὴν κοιλίην, καὶ τὸν σῖτον ἀηδέα τῷ ἀνθρώπῳ ποιέει· ἢν δὲ πλέων ἔῃ ἰκμὰς ἡ ἑτέρη τῆς ἑτέρης, πυρετὸς ἐκ τούτου τῷ ἀνθρώπῳ προσγίνεται· ἀλλὰ περὶ τούτου ἀτρεκέστερον ὀλίγῳ ὕστερον ἀποφανέω. Ἔστι δ’ ὅτε καὶ τοῦ σίτου ἐόντος ἡδέος λεπτὸς γίνεται ὁ ἄνθρωπος, αἴτιον δὲ τὸ αὐτό. Τούτων δὲ γενομένων ἐξέρχεται τῆς ἰκμάδος πλέον ἢ κατατάσσεται· καὶ διὰ ταῦτα τῷ μὲν ἡσυχάζοντι συμβαίνει λεπτῷ γίνεσθαι. Ταλαιπωρεόντων δὲ τῶν ἀνθρώπων καὶ τὸ σῶμα θερμαίνεται· καὶ γὰρ ἀπὸ τῆς ταλαιπωρίης τούτου θερμαινομένου καὶ

ἡ ἰκμὰς ἐν αὐτῷ διαχέεται, καὶ γίνεται λεπτή· ἀχρεῖος δὲ γενομένη καταῤῥέει καὶ ἐς τὴν κοιλίην καὶ ἐς τὴν κύστιν, ταῦτα δὲ διηθέει ἔξω· τὸ δέ τι αὐτῆς διατμέει ἔξω, διὰ τοῦ ἔνδον ἀραιώματος· τὸ δέ τι καὶ ἐμμένον ἱδρὼς γενόμενος ἔξω χωρέει κατὰ τὸ σῶμα. Ὡσαύτως δὲ καὶ τὰ γυμνάσια τῶν νέων τὸ αὐτὸ τῇ ταλαιπωρίῃ προσεξεργάζεται. Ἢν δὲ ἔῃ ἐλάσσων ἡ ἰκμὰς τῆς πρότερον ἐξιούσης, μὴ προσγίνηται δὲ ἔτι ἄλλη ἀπὸ τῶν ποτῶν καὶ προσέτι ἀπὸ τῶν βρωτῶν, λεπτὸς γίνεται διὰ ταῦτα ὁ ἄνθρωπος· ἐλάσσων δὲ προσγίνεται, ἢν μὴ ἄλλο τι δύνηται ἐσθίειν. Καὶ πρὸς μὲν τὸ πονέειν κατὰ τὴν προτέρην ταλαιπωρίην ἢ γυμνασίην ἄλλοισιν ἄλλα ἐλάσσων γίνεται. Ἐπιγίνεται δὲ κατὰ τὴν βρῶσιν εὐεξίη διὰ τόδε· ἐπὴν αὐαίνηται ἐν τῷ τῆς ἰκμάδος χρόνῳ, καὶ ἐν τῇ προτέρῃ ταλαιπωρίῃ ἐξέλθῃ πρότερον ἑτέρη τῆς ἑτέρης ἔστιν ὅτε πλείων, καὶ κρατέῃ μίη ἄλλη τῶν ἄλλων κάρτα, πληθώρης ἐστίν· ἢν μὲν δὴ ὑπὸ πολλῶν κάρτα κρατέηται, πῦρ ἐκ τοῦ τοιούτου τρόπου γίνεται· ἢν δὲ ὑπὸ ὀλίγων, ὀλίγα· καὶ τὸ σῶμα δὲ οὕτως ἀναφέρειν δύναται, τῆς ὑγρότητος πλείονος αὐτῷ ἐνεούσης, [ὥστε αὐθημερὸν] τὴν θέρμην ἀπολύεται· θερμαίνεται γὰρ τὸ σῶμα τῷ πυρί. Κἢν μὲν ὀλίγον ἔῃ τὸ λυπέον, τῇ τρίτῃ ἡμέρῃ μεθῆκε τρόπῳ τῷ αὐτῷ, τὰς δὲ δύο ἔχει συνεχέως· ἢν δὲ πλεῖον, πέμπτῃ ἡμέρῃ· τὰς δὲ τέσσαρας ἔχει κατὰ λόγον· οὕτω τῶν ἡμερέων αἱ νοῦσοι κρίνονται, ἢν μεθῇ τὸ πῦρ.

46. Ἐν δὲ τῇσι περισσῇσι τῶν ἡμερέων καὶ ὑγιὴς γίνεται ὁ ἄνθρωπος καὶ θνήσκει διὸ δὲ, ὀλίγον ὕστερον ἀποφανέω· νῦν δὲ ἐρέω διότι μεθίει τὸ πῦρ. Φημὶ δὲ ὅτι, ἂν ἀπὸ τοῦ σώματος πῦρ λάβῃ τὸν ἄνθρωπον, ἀνάγκη ἐστὶ τῇ τρίτῃ ἡμέρῃ ἐξιέναι τὴν ἰκμάδα τὴν λυπέουσαν ἀπὸ τοῦ σώματος ἢ ἐν ἄλλῃ τινὶ τῶν περισσῶν ἡμερέων κατὰ τὸν πρότερον εἰρημένον λόγον· οὐ γὰρ ἐξέρχεται πρὶν ἤ οἱ ἑτέρη προσγένηται ἀπὸ τῆς κοιλίης ἀγαθή· τῇ γὰρ μέσῃ καὶ τῇ ὑστεραίῃ ἕλκει τὸ σῶμα ἀπὸ τῆς κοιλίης, ὅ τι ἂν αὐτὸ ἐς αὐτὴν ἀφῇ τῇ προτέρῃ ἡμέρῃ, ἢν μὴ ἡ κοιλίη διηθήσῃ καὶ ἑτέρην σχῇ ἰκμάδα, καὶ τοῦτο πονηρὸν τῷ ἀνθρώπῳ γίνεται. Ἢν δὲ μεθῇ τὸ πῦρ τριταῖον, τῷ αὐτῷ τρόπῳ μεθίει, ᾧ περ καὶ αὐθημερὸν εἴρηται· καὶ οὕτω μὲν συμβαίνει τὸ πῦρ γινόμενον ἀπὸ τοῦ σώματος ἐν τῇ τρίτῃ ἡμέρῃ ἀνιέναι. Φηυὶ δὲ, καὶ ἢν πέμπτῃ ἡμέρῃ καὶ ἢν ἑβδόμη καὶ ἢν ἐννάτῃ μεθῇ, τρόπῳ τῷ αὐτῷ μεθιέναι ὥσπερ καὶ τὸ τριταῖον ἐξέρχεται. Καὶ γὰρ ἡ τροφὴ τῷ πυρὶ κατὰ τὰ χωρία, ὁκοῖα ὀλίγῳ πρότερον εἴρηκα· ἐπικρατήσαντος γὰρ μᾶλλον τοῦ ὑγροῦ πλείονος ἐόντος, ἀνέθη ὁ ἄνθρωπος. Μεθίει δὲ τὸ πῦρ ἐν τῇσι περισσῇσι διὰ τόδε, ὅτι ἐν μὲν τῇσιν ἀρτίοισι τῶν ἡμερέων ἕλκει τὸ σῶμα ἀπὸ τῆς κοιλίης, ἐν δὲ τῇσι περισσῇσιν ἀφίει, ἡ δὲ κοιλίη διηθέει ἔξω τῷ ὑγιέϊ. Κατ’ ἀνάγκην τοιήνδε αἱ νοῦσοι κρίνονται ἐν τῇσι περισσῇσι τῶν ἡμερέων· καὶ ἐν τούτῳ μὲν τῷ λόγῳ ὁ ἄνθρωπος πυρετήνας ὑγιὴς ἐγένετο. Φημὶ δὲ καὶ τὸ πονέεσθαι μάλιστα τοὺς νοσέοντας ἐν τῇσι περισσῇσιν ἡμέρῃσι διὰ τόδε καὶ κατὰ λόγον γίνεσθαι. Τετάρακται μὲν δὴ ὁ ἄνθρωπος, ὁκόταν πυρετήνῃ· σημήϊον δὲ τοῦτο, ὅτι φρίκη διαΐσσει διὰ τοῦ σώματος ἄλλοτε καὶ ἄλλοτε· τοῦτο δὲ οὐκ ἂν ἐγίνετο οὕτως, εἰ μὴ ἐταράσσετο τὸ ὑγρὸν καὶ ἀπεκρίνετο ἀπ’ αὐτοῦ ἢ πλέον

ἢ ἔλασσον, καὶ ἐκράτει ἄλλου. Μάλιστα δὲ τετάρκαται ἐν τῇσι περισσῇσι τῶν ἡμερέων, ὁκόταν νοσέῃ, καὶ ἡ φρίκη δὲ μάλιστα τότε γίνεται. Ἔχει γὰρ ὧδε· ἀπὸ τοῦ ὑγροῦ τοῦ πονέοντος ἐξωθέεταί τι ἐκ τοῦ σώματος ὑπὸ τῆς νεωτάτης ἰκμάδος νικώμενον, καὶ χωρέει ἐς τὴν κάτω κοιλίη, καὶ ἡ κοιλίη προσσυνθερμαίνεται τοῦ πονέοντος δεχομένη ἐς ἑωυτὴν μᾶλλον ἢ τῷ πρὶν χρόνῳ. Τοῦτο δὲ γίνεται μάλιστα ἐν τῇ κρίσει τῆς νούσου· καὶ ἢν κατ’ ὀλίγον τὸ σῶμα ἐς τὴν κοιλίην ἀφίῃ καὶ μὴ πολλὸν ἔῃ τὸ λυπέον τὸν ἄνθρωπον, ἀναφέρειν τὴν θέρμην ἡ κοιλίη καὶ τὸ σῶμα δύναται ἐν τῇ κρίσει, καὶ γίνεται ὑγιὴς ὁ ἄνθρωπος, ἐπὴν ἐξέλθῃ. ἡ ἰκμὰς ἡ πονέουσα, καὶ ἢν ἡ τροφὴ τῷ πυρὶ ἐοῦσα ἐξαναλωθῇ, ἡ δὲ ὑγιηρὴ ἐπικρατήσῃ· ἐν τούτῳ τῷ λόγῳ νοσήσας ὁ ἄνθρωπος ὑγιὴς ἐγένετο δι’ αἰτίας τὰς προειρημένας.

47. Νῦν δὲ ἐρέω διότι θνήσκουσιν ἐν. τῇσι περισσῇσι τῶν ἡμερέων. Φημὶ δὲ, ἢν πολλὸν ἔῃ τὸ πονέον ἐν τῷ σώματι, μᾶλλον τοῦ καιροῦ τετάρακται, καὶ ἅλες χωρέει ἐς τὴν κοιλίην, καὶ μὴ δυνάμενον ἀνφέρειν τὴν θέρμην τὸ σῶμα ἐπαυρίσκεται, καὶ δυσωδίαν δεῖ γενέσθαι περὶ τὸ πνεῦμα, καὶ οὐ δυνάμενον τὸ σῶμα ὑπὸ ἀσθενείης, ἅτε τοῦ ὑγροῦ παντὸς νοσεροῦ γινομένου, τὴν πνοὴν ἕλκειν, ὡς διαψύχηται τὰ ἐν τῇ κοιλίῃ, ἐξατμιῇ ἔξω τοῦ ὑγροῦ πᾶν τὸ ζωτικὸν, καὶ οὕτω θνήσκει ὁ ἄνθρωπος. Οὐ γὰρ ἐπικρατέει ἑτέρη ἡ ὑγιηρὴ ἰκμὰς, ἀλλὰ πᾶσα ὑπὸ τῆς νοσερῆς πολλῆς ἐούσης ἐπαιρομένη, ἐξαναλωμένη ὑπὸ τοῦ πυρὸς, διεξήτμισεν. Οὕτω δή περ ἐν τῇσι περισσῇσιν ἡμέρῃσι μάλιστα ὁ πόνος γίνεται· τοῦτο πᾶς οἶδεν ὅς τίς ποτε. Καὶ μὴν ὅτι γε τὸ ὑγρὸν τετάρακται ἐν αὐτῇσι τῇσιν ἡμέρῃσι, σημήϊόν ἐστι τόδε· ὁκόσοι ᾔδη ὑπὸ πυρὸς ξυνεχέος ἐχόμενοι ἐφαρμακεύθησαν ἐν τῇσιν ἀρτίῃσι τῶν ἡμερέων, οὗτοι οὐ μὴν

ὑπερεκαθάρθησαν· ὁκόσοι δὲ ἐν τῇσι περισσῇσιν ἐφαρμακεύθησαν ἰσχυρῇ φαρμακείῃ, ὑπερεκαθάρθησαν, πολλοὶ δὲ καὶ ἀπώλοντο ὑπερκαθαρθέντες. Οἱ γοῦν πρόσθεν ἰητροὶ ἐν τούτῳ μάλιστα ἡμάρτανον, ἐφαρμάκευον γὰρ ἐν τῇσι περισσῇσιν ἡμέρῃσι καὶ ἀπώλλυον τοὺς ἀνθρώπους, οὐ γινώσκοντες ὅτι τοῦθ’ οὕτως ἔχει. Τὸ γὰρ ὑγρὸν ἐν τῷ σώματι τοῦ νοσέοντος τετάρακται μᾶλλον ἐν τῇσι περισσῇσι τῶν ἡμερέων, οἷα τοῦ σώματος ἐς τὴν κοιλίην μεθιέντος τῆς ἰκμάδος· καὶ ἤν τις ἐπιτεταραγμένῳ ἐόντι ἔτι μᾶλλον ταράξῃ, φάρμακον ἐμβαλὼν, οὐ θαῦμά ἐστιν ἐκ τῶν τοιούτων ἀπολέσθαι τὸν ἄνθρωπον.

48. Καὶ τὰ ἕλκεα φλεγμαίνει μάλιστα ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν, ἔρχεται γὰρ τὸ ὑγρὸν ἐς ἁπάσας τὰς φλέβας, ὁκόταν ταράσσηται, καὶ πληροῖ, ἐπὴν ἔλθῃ ἐς τὸ ἕλκος ἡ νοῦσος· καὶ ἢν μὲν μελεδαίνηται καὶ ἔχῃ ἔξοδον τὸ πῦος ἐξωθεόμενον ὑπὸ τοῦ ὑγροῦ τοῦ ἐλθόντος ἐν τῇ ταραχῇ, ἔξω ἀποκαθαίρεται τὸ ἕλκος· ἢν δὲ μὴ μελεδαίνηται, οὐκ ἔχον ἔξοδον τὸ πῦος, αὐτοῦ καταμένον σὺν τῷ κατελθόντι, πόνον παρέχει καὶ ἀείρει τὴν σάρκα τὴν περὶ τὸ ἕλκος· καὶ ἀπ’ ἐκείνου, ἢν μὲν ἐν τοῖσι σκέλεσιν ἔχῃ τὸ ἕλκος, ἀείρονται αἱ φλέβες αἱ ἐν τῇσι προσφύσεσι τῶν σκελέων ἐοῦσαι· ἢν δὲ ἐν τῇσι χερσὶν, αἱ ἐν τῶν χειρῶν τῇσι προσφύσεσιν ἐοῦσαι· καὶ ἐκ τούτου βουβῶνες γίνονται. Ὁκόσοισι δὲ τῶν ἀνθρώπων πῦρ ἐμπίπτει, ἄλλο μηδὲν τοῦ ἀνθρώπου κακὸν ἔχοντος, ἀπὸ τῆς πιοτέρης ἐούσης τοῦ καιροῦ ἐμπίπτει, καὶ πληρεύμεναι αἱ φλέβες πόνον καὶ θέρμην τῷ ἕλκει παρέχουσι· τὸ δὲ θερμανθὲν καὶ τὸ ἄλλο σῶμα θερμαίνει, καὶ ἡ θερμασίη οὕτως ἐς τὰ ἕλκεα γίνεται· θερμαίνεται γὰρ τὸ σῶμα καὶ τὰ ἕλκεα ὑπὸ τῆς κλονήσεως τοῦ ὑγροῦ, καὶ ἡ ταλαιπωρίη τοιοῦτον ἐργάζεται. Ἀποφλεγμαίνει δὲ τὰ ἕλκεα πεμπταῖα, καὶ κατὰ λόγον τουτέων τῶν ἡμερέων, ὡς ἂν καὶ τὰ ἕλκεα μέγεθος ἔχῃ,

καὶ τριταῖα καὶ πεμπταῖα· καὶ ἑβδομαῖα καὶ ἐνναταῖα καὶ ἑνδεκαταῖα· εἶτα· ἀπηρτισμένης, πρώτης περιόδου, πάλιν δευτέρας ἀρχὴ ἡ τρίτη, ἥτις ἐστὶν ἀπὸ τῆς πρώτης τεσσαρεσκαιδεκάτη· τὰ δὲ μέγιστα αὐτῶν τεσσαρεσκαιδεκαταῖα ἀποφλεγμαίνει. Οὗτος, ὁ λόγος ἐρεῖ τὰ γουσήματα κρίνεσθαι ἐν τῇσι περισσῇσι, τῶν ἡμερέων, καὶ τὴν ἰκμάδα τῷ ὑγιεῖ τριταίην ἐξιέναι, τὴν δὲ κόπρον δευτεραίην; καὶ ταῦτα τριταῖα ἐόντα, ἱστορέει, ἀλλήλοισιν ὅτι οὕτως ἔχει. Οὕτω δέ μοι ὁ λόγος οὗτος πᾶς ἐκκεκορύφωται.

49. Νῦν δὲ ἐθέλω ἀτρεκέστερον εἰπεῖν, διότι νοσέουσιν οἱ ἄνθρωποι· ἐρέω δὲ σὺν τούτῳ τῷ λόγῳ καὶ τίνες ἀρχαὶ τῶν νούσων εἰσὶ, καὶ ὁκοῖα ἑκάστη αὐτέων ἐργάζεται. Φημὶ δὲ, ἢν μὲν ἐμμείνῃ τὰ σιτία πλείονα τοῦ καιροῦ ἤδη πεπεμμένα ἐόντα, καὶ ὁ ἄνθρωπος μὴ ἀποκαθαίρηται καὶ ἕτερα σιτία. ἐπιπίπτῃ, τὸ σῶμα πληρούμενον ὑπὸ τῆς ἰκμάδος τῆς προτέρης καὶ τῇς νέης, θερμαίνεται, καὶ πῦρ ἐκ τούτου γίνεται τῷ ἀνθρώπῳ. Τὸ δὲ πῦρ οὕτως γενόμενον οὐκ ἄπορον οὐδὲ ἰσχυρόν ἐστιν, ἐν ᾧ ἡ ἰκμὰς ἰσάζει κατὰ πλῆθος ἡ ἡμέας λυπέουσα ὀλίγῳ πλέον· ἢν γὰρ τοῦθ’ οὕτως ἔχῃ καί τις κάρτα ἰσχύῃ καὶ τὰ ἐπιτήδεια προσενέγκῃ, ὑγιὴς γίνεται. Ἓν δὲ νούσημα μόνον ἀπὸ πάσης τῆς ἰκμάδος, καὶ σημήϊα ἴσχει ἑπτά· βήξ τε γὰρ ἴσχει μιν, βληχρὴ καὶ ξηρὴ ἐοῦσα, γαστήρ τε σκληρὴ γίνεται, ἅτε τοῦ ἀποπάτοὺ ἐόντος ἐντὸς, καὶ τὴν κεφαλὴν βαρέεται, καὶ ἐξερᾷ, καὶ πυρεταίνει, καὶ οὖρον οὐ χρηστῶς διέρχεται· ταῦτα δέ ἐστι τῆς νούσου ταύτης ἀπὸ πάσης τῆς ἰκμάδος γενομένης σημήϊα ἑπτά· ἢν δὲ τοῦ ἀποπάτου μὴ διαχωρέοντος κρατέῃ μία ἰκμὰς τῶν ἄλλων,

πολλῷ κάλλιον ἐμπολήσει ὁ ἄνθρωπος. Καὶ ἤν τις τῷ πυρετῷ γινομένῳ ἀπὸ πάσης τῆς ἰκμάδος τὰ ἐπιτήδεια μὴ προσενέγκῃ, περιοίσεται ἡ νοῦσος, ὅσῳ γ’ ἂν αὐτὴ κρατέῃ τῶν ἰκμάδων, τρόπῳ τοιῷδε· θερμαινομένου τοῦ σώματος ἐξατμιῇ μάλιστα διὰ τούτου τὸ ὑδρωποειδὲς, ὅ τι ἐστὶ τῷ πυρὶ πολεμιώτατον· καταλείπεται δὲ τὸ λιπαρὸν καὶ κοῦφον, ὅ τι ἐστὶ χολῶδες καὶ τῷ πυρὶ τροφὴ μάλιστά ἐστιν. Ἐξατμιᾷ δὲ τρόπῳ τοιῷδε· ὥσπερ εἴ τις ὕδωρ καὶ ἄλειφα ἐς χαλκεῖον ἐγχέας, ξύλα πουλλὰ ὑποκαίοι πουλὺν χρόνον, τὸ μὲν δὴ ὕδωρ πολλῷ ἔλασσον ἔσται· ἐξατμισθήσεται γὰρ ἐκ τοῦ χαλκείου· τὸ δὲ ἄλειφα ὀλίγῳ ἔλασσον, ὅτι τὸ μὲν ὕδωρ ὑπὸ τῆς ἀραιότητος καταλεπτύνεσθαι δύναται ὑπὸ τοῦ πυρὸς καὶ κοῦφον γενόμενον ἐξατμιᾷν, τὸ δὲ ἄλειρα ἅτε συναφὲς ἐὸν καὶ πυκνὸν οὐ δύναται καταλεπτύνεσθαι, οὐδὲ ἀτμιᾷν ὁμοίως τῷ ὕδατι. Οὕτω δὴ καὶ ἐν τῷ ἀνθρώπῳ ἔχει· ὁ μὲν γὰρ ὕδρωψ θερμαινομένου τοῦ σώματος ἐξατμιᾷ ἔξω· τὸ δὲ χολῶδες ἅτε συναφὲς ἐὸν καὶ πυκνὸν οὐ δύναται ἀτμιᾷν καταλεπτυνόμενον ὁμοίως· τὸ δὲ χολῶδες καταλειπόμενον μᾶλλον ποιεῖ θερμαίνεσθαι τὸ σῶμα· πλείων γὰρ καὶ καλλίων τροφὴ τῷ πυρὶ γίνεται, καὶ ῥακούμενον ἐν τῷ σώματι ἢ στηριξάμενον, τὴν νοῦσον ἐπεκράτυνε πρὸς τὰ πρόσθεν. Καὶ ταῦτα μὲν εἴρηται ὅτι πάσχει ὁ ἄνθρωπος, ἢν μὴ καθαίρηται καὶ μελεδαίνηται.

50. Ἢν δὲ μὴ αὐτῶν πλήθει κρατήσῃ, εἴτε ἐς ἅπαξ πολλὴ γενομένη εἴτε καὶ κατὰ σμικρὸν συλλέγεται, καὶ τὸ ἄλλο σῶμα ὀδυνᾶται, τοῦτο γενόμενον ὑπὸ ἰσχύος ἀναφέρει, μέχρις οὗ ἀρχή τις ἐπιγένηται, καὶ ἢν τὸ πλεῖον γενόμενον ὑγρὸν μὴ ἀποκαθαίρηται ὁ ἄνθρωπος,

νοῦσος ἔνθεν γίνεται τρόπῳ τοιῷδε. Ἀρχαί εἰσι τρεῖς ἀφ’ ὧν αἱ νοῦσοι γίνονται καὶ μία μὲν ἤδη εἴρηταί μοι ὁκοῖα ἅσσα ἐργάζεται ἐν τῷ σώματι ἀπέδειξα γὰρ ὅκως τε καὶ διότι, ἢν μὴ ἀποκαθαίρηται ὁ ἄνθρωπος, νοσέει δευτέρα δέ ἐστιν ἢν συμβῇ τὰ ἐκ τοῦ οὐρανοῦ ἀνεπιτήδεια καὶ παρὰ δίαιταν εἶναι· τρίτη δὲ, ἤν τι βίαιον προσπέσῃ· βίαιον δὲ λέγω εἶναι καὶ πτῶμα καὶ τραῦμα καὶ πλήγην καὶ ταλαπωρίην καὶ εἴ τι ἄλλο ἐστὶ τοιοῦτον. Τούτων δὲ τῶν ἀρχέων μεγίστη ἐστὶ βίη, ἢν μεγάλη ἔῃ, ἢν δὲ μικρὴ, οὐ μεγίστη δευτέρη δὲ, ἢν μὴ ἀποκαθαίρηται ὁ ἄνθρωπος· τρίτη δὲ, ἢν τὰ ἐκ τοῦ οὐρανοῦ ἀνεπιτήδεια ἔῃ πρὸς τὴν ὑγιείην. Τούτων τοιγαροῦν δεῖ φυλακὴν ἔχειν· ἕκαστα δ’ αὐτῶν τοιοῦτον ἐργάζεται ἐν τῷ σώματι, ὁκοῖον ἐγὼ ἐρέω. Ἢν μὲν τρῶμα γένηται, δῆλον ὅτι ή σὰρξ διεκόπη καὶ ἕλκος ἐγένετο τοῦτο δὲ νούσημα ὀνομάζω εἶναι. Ἢν δὲ φλάσμα γένηται πληγέντος ἢ πεσόντος ἤ τι ἄλλο τοιοῦτο παθόντος καὶ οἴδημα γένηται, τὸ αἷμα αὐτίκα θερμανθὲν ὑπὸ τῆς βίης καὶ ὑποδραμὸν ἐς τὰς φλέβας χανούσας, οὐκ ἔχον ἔξοδον ὑπὸ πλήθεος ἀπελθεῖν, συνεστράφη, καὶ τὸ οἴδημα διὰ τοῦτο ἐγένετο καὶ μέχρι τούτου πάρεστι, μέχρις ἀποκαθαρθῇ καθότι ἀπὸ τῶν χωρίων εἴρηται, ἢ κατ’ αὐτὸ τὸ οἴδημα εἴτε σὺν χειρουργίῃ εἴτε καὶ μὴ δίοδος γένηται τῷ αἵματι ἢ πυωθέντι ὑπὸ χρόνου ἢ καὶ μή. Καὶ ἡ ταλαιπωρίη δὲ τοιοῦτον ἐργάζεται· ὁκόταν γὰρ οἱ ἄνθρωποι ταλαιπωρέωσιν, οἷσιν ἂν μάλιστα τοῦ αἵματος ταλαιπωρίη ᾖ, κεῖθι στηρίζεται καὶ θερμαίνεται, καὶ πόνος ἐκ τοῦ τοιούτου γίνεται ἢν δὴ κρατήσῃ, μὲν τούτων, κάρτα δὲ πλῆθος γεννήσῃ ταλαιπωρίη, καὶ ἡ κοιλίη καὶ κύστις μηδαμῶς διηθήσῃ ἐν τάχει τὸ πλῆθος, πῦρ ἐπιπέσοι ἂν ἐκ τούτου. Κἢν μὲν ἡ πρόσθεν ἰσάσῃ ἰκμὰς, οὐδαμῶς· ἢν δ’ ἐν τῇ ταλαιπωρίῃ

αὐτέων πλείστη ἐν τῷ σώματι καταμένῃ, κρατέει κείνη. Ταῦτα δέ μοι εἴρηται περὶ βίης, ὁκοῖα ἐν τῷ σώματι κατεργάζεται· καὶ αὗται μὲν δύο ἀρχαὶ ἐοῦσαι, ἥ τε βίη καὶ ἡ πληθώρη, ἢν μὴ ἀποκαθαίρωνται οἱ ἄνθρωποι, θερμαίνουσι τὰ σώματα.

51. Ἡ δὲ ἐκ τοῦ οὐρανοῦ ἀνεπιτήδειος γενομένη ἐν τῷ ἀνθρώπῳ ἐκράτησέ τι τοῦ ὑγροῦ καὶ θερμαίνει ὡς ἐς νόσον καὶ ψύχει, ὁπότερον ἂν τύχῃ γενόμενον· ἐρέω δὲ πρότερον περὶ τοῦ ὡς θερμαίνει. Φημὶ οὖν, ἢν ἐν τῷ αὐτῷ· ἀνθρώπῳ ἐνέῃ τι νοσηρὸν ὁκοῖον ἐν τῷ πρότερον εἴρηκα, καὶ τὰ ἐκ τοῦ οὐρανοῦ ἀνεπιτήδεια γίνηται, καὶ θερμαίνηται ὁ ἄνθρωπος, ταράσσεσθαι τὸ ὑγρὸν πᾶν θερμαινόμενον ἐν τῷ σώματι, τοῦτο δὲ ποιέει βίη· καὶ ἢν μὲν ἀποκαθαίρηται ὁ ἄνθρωπος, τοῦδε ταρασσομένου, ἀποκρίνεται ὁκόσον ἂν πλέον ᾖ τοῦ καιροῦ. Ἔοικε δὲ τοῦτο ὥσπερ οἱ Σκύθαι ποιέουσιν ἐκ τοῦ ἱππείου γάλακτος· ἐγχέοντες γὰρ τὸ γάλα ἐς ξύλα κοῖλα σείουσι· τὸ δὲ ταρασσόμενον ἀφριῇ καὶ διακρίνεται, καὶ τὸ μὲν πῖον, ὃ βούτυρον καλέουσιν, ἐπιπολῆς διίσταται τοῦτο, ἐλαφρὸν ἐόν· τὸ δὲ βαρὺ καὶ παχὺ κάτω ἵσταται, ὃ καὶ ἀποκρίναντες ξηραίνουσιν· ἐπὴν δὲ παγῇ καὶ ξηρανθῇ, ἱππάκην μιν καλέουσιν· ὁ δὲ ὀῤῥὸς τοῦ γάλακτος ἐν μέσῳ ἐστίν. Οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ, ταρασσομένου τοῦ ὑγροῦ παντὸς ἐν τῷ σώματι, ὑπὸ τῶν ἀρχῶν διίσταται ὧν εἴρηκά οἱ πάντα, καὶ ἐπιπολῆς μὲν τὸ τῆς χολῆς διίσταται· κουφότατον γάρ ἐστι· δεύτερον δὲ τοῦ αἵματος· τρίτον δὲ τοῦ φλέγματος· βαρύτατον δέ ἐστι τῶν ὑγρῶν τούτων ὁ ὕδρωψ. Τούτων δ’ ἐόντων, ὅ τι ἂν ἐν νούσῳ πλεῖστον ᾖ, ἐν ἀρχῇσι γινομένης τῆς ταραχῆς, ἔρχεται ἐς χωρίον

ἵνα ἂν πλεῖστον ἔῃ· ἐν δὲ τῇ ταραχῇ εὐρυχωρίης· γινομένης, εἰλέεται ἀποκεκριμένον καὶ θερμαίνει τὸ σῶμα, ἢ στήριξιν ἔχον πη τοῦ σώματος σὺν τῷ ἄλλῳ ὑγρῷ τῷ συνεόντι ἐν τῷ ἄλλῳ χωρίῳ πόνον καὶ θέρμην παρέχει. Τὸ δὲ θερμαινόμενον προσξυνθερμαίνει καὶ τὸ ἄλλο σῶμα, κἀκ τούτου ὁ πυρετὸς γίνεται, καὶ γίνεται μᾶλλον ἀπὸ τῆς χολῆς καὶ τοῦ φλέγματος, καὶ ἀπὸ τοῦ αἵματος· θερμότατα γὰρ ταῦτά ἐστι, καὶ ᾔν τι τούτων ἀποστηρίξῃ πη τοῦ σώματος, ὡς ἐπιτοπλεῖστον ὠνόμασται κεῖθεν τὸ νούσημα καὶ ἐπωνυμίην ἔχει. Ἀπὸ δὲ τοῦ ὕδρωπος οὐ γίνεται πυρετὸς ἰσχυρὸς κάρτα οὐδὲ πουλυχρόνιος· τῷ γὰρ πυρὶ οὐκ ἀγαθὴ τροφὴ ὁ ὕδρωψ ἐστίν. Καὶ ταῦτα μὲν ἐς τοῦτο εἴρηται. Πρὶν δὲ ταραχθῆναι οὐκ ἔχει ἐκχωρέετν. τὸ πλεῖον τοῦ ὑγροῦ, ἀλλ’ ἄνω καὶ κάτω εἰλέεται μεμιγμένον τῷ ἄλλῳ ὑγρῷ· πάντα γὰρ πλήρεά ἐστιν· ἐν δὲ τῇ ταραχῇ κενοῦται κενοῦται δέ τι ἕτερον ἑτέρου μᾶλλον, καὶ τὸ πλεῖον ἐὸν χωρίον κατίσχει· καὶ τὸ μὲν ἀλλότριον οὐκ ἐπιμίσγεται τῷ ἄλλῳ, ἢν περιστηρίξῃ, πρὶν ἰσωθῇ, ἐς δύναμιν· ἔστι δέ μιν ἰσοῦσθαι, καὶ ὃ ἀπ’ αὐτοῦ ἐπανέλθοι ἐς τὴν νοῦσον, ἕως οὗ ἀποκαθαρθῇ τὸ χωρίον, ὁποίη ἡ κάθαρσίς ἐστιν. Ἢν δὴ πολλὸν ἔῃ τὸ πονέον, ἐπαυρίσκεται καὶ ἐξαναλίσκεται, ἐς τὴν νοῦσον καὶ τὸ ἄλλο πρὶν ὑγιηρὸν ἐὸν, καὶ θνήσκει, ὁ ἄνθρωπος, τρόπῳ τοιῷδε· προσεπαυρίσκεται, γὰρ, ἢν μηκέτι τροφὴν ἀρκέουσαν ἔχῃ τὸ νούσημα, καὶ ἐξαναλίσκεται ὑπὸ τοῦ ὑγροῦ τοῦ ἐν τῷ ἐπιπόνῳ χωρίῳ ἐόντος· πρῶτον τὸ πλησίον προσλαμβάνει, εἶτα ἐπὶ τῷ προσωτέρω νέμεται, μέχρις ἂν, ἐξαναλωθῇ καὶ μηκέτι ἐνῇ, τῷ σώματι τροφή· τροφὴ δέ ἐστιν ἀνθρώπῳ τὸ κοῦφον ὑγρόν. Ὥσπερ οὖν δὴ τὸ πρῶτον μὲν κατὰ μικρὸν σηπεδὼν ἐγένετο, ἢν μάλιστα θερμαίνηται, ἔπειτα, ἐπὴν κεῖθι τῇ σηπεδόνι
τροφὴ μηκέτι ἐξαρκέῃ, νέμεται ἀπὸ τοῦ ὑγιέος τοῦ πλησίον ἀρξαμένη πρὸς τὸ σῶμα, μέχρις ἂν ὅλον τὸ σαρκῶδες σήψῃ, ἐπὴν δὲ ἐπίπαν νέμηται, ἀναλοῦται ἡ τροφὴ τῇ σηπεδόνι· οὕτω δὴ καὶ τῇ νούσῳ, ἀπὸ τοῦ χωρίου κείνου ἀρξαμένη, ἐπὴν κεῖθι ἡ τροφὴ μηκέτι ἀρκέουσα ἐνῇ, νέμεται ἐς τὸ πρόσω ἀπὸ τοῦ πλησίον ἀρξαμένη· ἐπὴν γὰρ ἐπίπαν ἔλθῃ, ἀνήλωται ἡ τροφὴ τῇ νούσῳ, καὶ ἕτερον ὑγιηρὸν οὐκ ἐπικρατέει, κἢν τοῦτο γένηται, θνήσκει ὁ ἄνθρωπος. Ἔτι δὲ ἐν τῇ ταραχῇ, ἐπὴν τοῦτο πλέονος χωρίου λάβηται καὶ μὴ στηρίξῃ, ἀλλὰ εἰλέηται, οὐκ ἔτι τῷ ἄλλῳ μίσγεται, ἀλλ’ ἐξαναλίσκεται ἐς τὴν νοῦσον, ἢν μὴ ἀποκαθαίρηται· εἶτα αἱ φλέβες ὑπερπίμπλανται, πλήθουσαι δὲ κάρτα οὐ χαλῶσιν ἐξ αὐτέων, πρὶν εὐρυχωρίη σφιν γένηται. Ὥσπερ ἐπήν τις πληγῇ καρτερῶς, ὑποτρέχει ὑπὸ τὴν πληγὴν αἷμα, ἅτε τῶν φλεβέων κενωθεισέων ὑπὸ τῆς πληγῆς· ἐπὴν δὲ αἱ σάρκες πλησθῶσιν ὅκως περ σπόγγος, οὐκ ἔτι χαλῶσιν, ἀλλὰ ἔχουσιν ἐν ἑωυτῇσι μέχρις οὗ κενωθῇ κατὰ χωρίον τι αὐτέων· ἀπολαμβάνει γὰρ, ἐπὴν ξυλλεχθῇ, τὸ αἷμα τὴν ὁδὸν ὑπὸ πλήθεος. Ὥσπερ οὖν εἴ τις λήκυθον σκυτίνην στενόστομον ἐμπλήσας ἀλείφατος καταστρέψειεν ἐπὶ τὸ στόμα κατ’ ἰθὺ, κἂν τοῦτο ποιήσειεν, οὐ δυνήσεται ἐξ αὐτῆς χωρέειν τὸ ἔλαιον, ἔπνιξε γὰρ τὴν ὁδὸν τὸ ἄλειφα, ἅτε πολλὸν καὶ ἅλες ἐπικείμενον· ἢν δὲ ἐπικλίνῃ τις τὴν λήκυθον, κενεὴ ἔσται ἡ ἀπὸ τοῦ στόματος πνὶξ, καὶ ῥεύσεται ἐξ αὐτῆς τὸ ἄλειφα· τὸ δ’ αὐτὸ ποιήσειε καὶ ἐπὶ τραπέζης ὕδωρ· οὕτω δὴ καὶ ἐπὴν τὸ πλεῖον ὑγρὸν ἐν τῷ σώματι ὑπὸ τῆς ταραχῆς χωρίου λάβηται καὶ πλήσειε τὰς φλέβας, οὐκ ἔτι ἀπέρχεται ἐξ αὐτέων πρὶν ἢ ὅκου ἐστὶ τὸ χωρίον κενεὸν, τῆς τροφῆς ἐξαναλισκομένης τῇ νούσῳ.

Καὶ ταῦτα μὲν εἴρηταί μοι, ἐπήν τι ἐν τῷ σώματι ᾖ, ἀφ’ ὧν αἱ νοῦσοι γίνονται, πληθυόντων καὶ τῶν ἄλλων, καὶ ὅκως ἐργάζονται αἱ ἀρχαὶ τὴν θέρμην καὶ τὴν ταραχὴν τῷ ὑγρῷ ὑπάγουσαι ἐς νοῦσον.

52. Νῦν δὲ ἐρέω τὰ ἐκ τοῦ οὐρανοῦ, ἢν ἀνεπιτήδεια γένηται φύντα ἐν τῷ σώματι, τίνα ἐργάζεται καὶ ὁκόταν κρατέῃ ἐν τῷ σώματι τοῦ ὑγροῦ. Φημὶ δὲ τὸ μέν τι ξυστρέφεσθαι καὶ παχύνεσθαι τῆς ἐν τῷ ἀνθρώπῳ ἰκμάδος, ἐπὴν τηχθῇ ἕως νοῦσον ἀποτέκῃ, τὸ δὲ διευρύνεσθαι καὶ διακρίνεσθαι. Ἔοικε δὲ καὶ τοῦτο τὸ πάθος γάλακτι· ἐπήν τις ὁπὸν ἐμβάλῃ, ἐς τὸ γάλα, ψύξις γενομένη ἐπ’ αὐτῷ τῷ γάλακτι συνεπάχυνε τὸ γάλα καὶ ὁμοῦ ἐποίησε, περὶ δὲ τὸ παχυνθὲν ὁ ὀῤῥός ἐστιν· οὕτω δὴ καὶ ἐν τῷ ἀνθρώπῳ τὸ ὑγρὸν τῆς ἐπινόσου ψύξιος γενομένης ξυνεστράφη καὶ ξυνεπαχύνθη· περὶ δὲ αὐτὸν τὸν ὕδρωπα ἔτι καὶ τὸ ἄλλο ὑγρὸν, ὁκόσῳ ἂν πλεῖον ἔῃ ἐν τῷ ἄλλῳ σώματι, ξυμμέμικται· ἄλλ’ ἢν μὲν ἐς τὴν κοιλίην ἔλθῃ, διετάραξε τὴν κόπρον καὶ στρόφον ἐν τῇ κοιλίῃ ἐποίησε καὶ διεξῆλθεν ἔξω, οὐδὲν μέγα σῖνος παρασχόν· ἢν δὲ μὴ ἐς τὴν κοιλίην ἔλθῃ, στηρίζει τοῦ σώματός πη, ἵνα οἱ εὐρυχωρίη πλείστη. Εἰλέεται οὖν ἐξευρὸν ἑαυτῷ εὐρυχωρίην, καὶ τοῦ μὲν ὕδρωπος τὸ ἀποκριθὲν ἀπὸ τῆς συστροφῆς ἔρχεται, ἅτε ψυχρότατον καὶ βαρύτατον ἐὸν ἐν τῷ σώματι, ἐς τὸ κάτω, καὶ περὶ τὰ ὀστέα καὶ περὶ τὰ νεῦρα εἰλούμενον ἔτι μᾶλλον τὸ σῶμα ἐς φλεγμονὴν ἄγει, καὶ δηλονότι περὶ τὰ νεῦρα καὶ μάλιστα περὶ τὰ ὀστέα ὅ ὕδρωψ ὁ τὸν κρυμὸν ποιέων ἐστί. Τὰ γὰρ ὀστώδεα τοῦ σώματος μάλιστα ῥιγεῖ ὁ ἄνθρωπος, καὶ αἱ τρίχες ὀρθαὶ Ἵστανται ξυστραφείσης τῆς ἐπιδερμίδος καὶ ξηροτέρης

γινομένης ἢ ἐν τῷ πρὶν χρόνῳ, ἅτε τοῦ ὕδρωπος ἐκλείποντος αὐτόθεν καὶ περὶ τὰ ὀστέα εἰληθέντος. Ἐντεῦθεν δὴ μοῦνον τὸ χωρίον, ὅκου ἐστὶ τὸν πρῶτον χρόνον, οὐ δύναται κρυμὸν ποιέειν, ὅθεν καὶ τὸ ῥῖγος γίνεται· τὸ δὲ ἄλλο ὑγρὸν, τὸ ἰσώτατον παχυνθὲν, τὸ μὲν ἐν τῷ σώματι παντί ἐστι· τὸ δὲ ὅσῳ πλέον, ἢν μὲν μὴ τύχῃ ἡ κοιλίη πλέη ἐοῦσα καὶ ὀλίγον ᾖ τὸ λυπέον, ἔρχεται ἔστιν ὅτε ἐς τὴν κοιλίην καὶ σῖνος οὐδὲν μέγα ἐποίησε, καὶ ποτὲ μὲν πῦρ οὐκ ἐπήγαγε, ποτὲ δὲ βληχρὸν καὶ ἀσινὲς, καὶ ἐξῆλθε τὸ πονέον ξὺν τῇ κόπρῳ. Ἢν δὲ ἡ κοιλίη πλήρης ἐοῦσα πολλὸν ἔχῃ τὸ λυπέον, κίνδυνός ἐστιν ἐξ αὐτέου νοῦσόν τινα γενέσθαι, ἤν πη στηρίζῃ τὸ σινεόμενον ἢ πρὸς πλευρὸν ἢ πρὸς σπλάγχνον τι, ἤ πη ἄλλῃ ξυνθερμαίνῃ, ἵνα ξυνετάραξε πρῶτον. Ἐκεῖνο δὲ οὐχὶ κάρτα πρὸς τῆς θέρμης ὑπὸ τοῦ ὕδρωπος νενικημένον, ἅτε περὶ τοῖσιν ὀστέοισιν ἐόντος καὶ πλησίον τοῦ μυελοῦ, χρόνῳ μᾶλλον ἐσᾴσσει, πρῶτον μὲν αὐτὸ τὸ χωρίον, ἔπειτά τὸ πλησίον αὐτοῦ, καὶ δὴ νέμεται ἐς τὸ προσωτέρω, καὶ ἡ κοιλίη οἱ προσλαμβάνει, θερμὴ ἐοῦσα· ἔπειτα ἐπὶ μᾶλλον θερμαίνει ἥ τε κοιλίη καὶ τὸ σινόμενον. Τὸ δὲ ὑγρὸν παχὺ θερμαινόμενον διαχέεται πρῶτον τὸ πλησίον τοῦ πονέοντος ἐόν· διαχεόμενον δὲ μίσγεται τῷ πονέοντι ὕδρωπι, εἶτα κενεώτερον ἐγένετο τοῦ σώματος ἐν τῇ ξυστροφῇ, καὶ μέχρι τούτου ῥῖγος ἔχει, μέχρις οὗ ὁ ὕδρωψ τῷ ἄλλῳ ὑγρῷ σύνεστιν.

53. Καὶ τὸ πῦρ ὧδε γεννηθὲν γίνεται· τὰ γὰρ πονέοντα πρὸς τὸ χωρίον στηρίξαντα θερμαινόμενον τὸ σῶμα ἀναγκάζει ἐς ἑωυτὸ πῦρ δέχεσθαι· καὶ ὑπὸ τοῦ σινεομένου καὶ ὑπὸ τῆς κοιλίης θερμανθὲν ἐπικρατέει τοῦ ἄλλου ὕδρωπος, καὶ οὕτω τὸ μὲν πῦρ μετὰ τὸν κρυμὸν,

ἤν πη τοῦ σώματὸς στηρίξῃ τὸ ὑγρὸν τὸ πλεῖον. Ἢν δὲ εἰλέηται, τρόπῳ τοιῷδέ γίνεται μετὰ τὸν κρυμὸν τὸ πῦρ· εἰλέεται μάλιστα πονεόμενον περὶ τὴν κοιλίην καὶ τὴν ἄνω καὶ τὴν κάτω· ἔνθεν γὰρ ἡ εὐρυχωρίη πλείστη ἐστίν· εἰλεομένου δὲ αὐτοῦ πρῶτον τὰ πλησίον θερμαίνεται, τά τε σπλάγχνα καὶ τὰ ἐν τῇ κοιλίῃ ἐς τὴν θέρμην· ἔπειτα ἐπαυρίσκεται τῆς θέρμης καὶ τὸ ἄλλο ὑγρὸν διαχεόμενον, καὶ μίσγεται τῷ ὕδρωπι, καὶ τὸ πῦρ μετὰ τὸ ῥῖγος ἐνθάδε γίνεται, ἐπὴν εἰλέηται τὸ πονέον, ἀλλὰ μὴ στηρίζῃ πρὸς τοῦ σώματός πη. Ταῦτα δέ μοι εἴρηται, ὅκως τε τὸ ῥῖγος γίνεται τὸ νοσῶδες, καὶ ὁκότε καὶ ὅκως καὶ ὁκοίης ἐξ ἀγάγκης ὁ πυρετὸς μετὰ τοῦτο ἐπεἱσπίπτει, καὶ αἵτινες αἱ ἀρχαὶ τῶν νούσων εἰσὶ, καὶ ὁκοίην ἑκάστη αὐτέων νοῦσον ἐν τῷ σώματι ἐπάγει, καὶ ὅκως τε καὶ διότι ἐν τῇσι περισσῇσιν ἡμέρῃσιν αἱ νοῦσοι κρίνονται, καὶ ὑπὸ τεῦ ὑγιαίνουσιν οἱ ἄνθρωποι, καὶ ὑπὸ τεῦ νοσέουσι, καὶ ὅκώς ἥ τε χολὴ καὶ τὸ φλέγμα πλέον καὶ ἔλασσον γίνεται, καὶ τἄλλα ἐν αὐτῷ φύσει ἐόντα ἀπέδειξα πολλὰ, ὁκόσα ἐπεδέχετο οὗτος ὁ λόγος, καὶ ταῦτα μὲν εἰρημένα οὕτως τέλος ἔχει.

54. Νῦν δὲ ἐρέω περὶ ἑλμίνθων τῶν πλατειῶν· γίνεσθαι γάρ φημι ἐν τῷ παιδίῳ ἐν τῇσι μήτρῃσιν ἐόντι· οὐ γάρ ἐστιν, ἐπὴν ἅπαξ ἐκ τῶν μητρέων ἐξέλθῃ, χρόνος τῇ κόπρῳ ἐν τῇ κοιλίῃ τοσοῦτος, ὥστε σαπείσης καὶ χρονισάσης ζῶον παγῆναι ἐν αὐτῇ, ὅ τι τοσοῦτον μεγέθει γίνεται· ἀποπατέει γὰρ ἀεὶ τὴν ἕωλον κόπρον ἀνὰ πάσας ἡμέρας, ἢν μέλλῃ ὑγιαίνειν ὁ ἄνθρωπος· γίνοιτο δ’ ἂν τοιοῦτο ζῶον οὐδ’ ἢν πολλῶν ἡμερέων μὴ ἀποπατήσῃ ὁ ἄνθρωπος. Πολλὰ

γὰρ γίνεται ἐν τῇσι μήτρῃσιν ἐόντι τῷ παιδίῳ τρόπῳ τοιῷδε· ἐπὴν γένηται πῦος καυσῶδες ἀπὸ τοῦ γάλακτος καὶ τοῦ αἵματος συσσηπομένου καὶ πλεονάζοντος, ἅτε γλυκέος ἐόντος, ζῶον ἀπογεννᾶται αὐτόθι· γίνονται δὲ καὶ στρογγύλαι ἕλμινθες αὐτοῦ τρόπῳ τῷ αὐτῷ. Σημήϊον δὲ ὅτι τοῦθ’ οὕτως ἔχει, ἐπὴν τὰ παιδία γένηται, ψωμίζουσιν αὐτὰ αἱ γυναῖκες τὰ αὐτὰ φάρμακα, ὥστε ἡ κόπρος ἐξέλθῃ ἐκ τοῦ ἐντέρου καὶ μὴ ξυγκαυθῇ καὶ ἅμα τὸ ἔντερον εὐρυνθῇ· ἐπὴν ψωμίσωσι, πολλὰ δὴ τῶν παιδίων καὶ στρογγύλας καὶ πλατείας ἕλμινθας ἀπεπάτησαν ἅμα τῇ κόπρῳ τῇ πρώτῃ· ἢν δὲ μὴ ἀποπατήσῃ, γίνονται καὶ ἐν τῇσι γαστῆρσι. Καὶ αἱ μὲν στρογγύλαι τίκτουσιν, αἱ δὲ πλατεῖαι οὐκ ἔτι. Καίτοι φασὶ τίκτειν αὐτάς· ἀποπατέει γὰρ ὁ ἄνθρωπος ἔχων τὴν ἕλμινθα τὴν πλατεῖαν, ὁκοῖον σικύου σπέρμα ἄλλοτε καὶ ἄλλοτε σὺν τῇ κόπρῳ, καὶ τοῦτο εἰσὶν οἱ φήσαντες τῶν ἀνθρώπων τῆς ἕλμινθος τέκνα εἶναι· ἐμοὶ δὲ δοκέουσι λέγειν οὐκ ὀρθῶς οἱ τὰ τοιαῦτα λέγοντες· οὔτε γὰρ ἀφ’ ἑνὸς ζώου γένοιτ’ ἂν τοσαῦτα νεόσσια, οὔτ’ εὐρυχωρίη ἐστὶν ἐν τῷ ἐντέρῳ, ὡς ἐκτρέφειν τέκνα. Τῷ δὲ παιδίῳ ἐκ τῶν μητρέων αὐξανομένῳ αὔξεται ἐν τῷ ἐντέρῳ καὶ ἡ ἕλμινς ἀπὸ τῶν ἐς τὴν κοιλίην ἐσιόντων, καὶ γίνεται ἴση τῷ ἐντέρῳ, τοῖσι μὲν ἅμα τῇ ἥβῃ, τοῖσι δὲ ὕστερον, τοῖσι δὲ πρόσθεν ὀλίγῳ. Καὶ ἐπὴν ἰσωθῇ τῷ ἐντέρῳ, ὁμοίως ἐπαύξεται, καὶ ὁκόσα ἂν μέζω γένηται, ἀποκρίνεται ἀπὸ τοῦ ἀρχοῦ σὺν τῷ ἀποπάτῳ, καὶ ἐκπίπτει οἷον σικύου σπέρμα, πολλάκις δὲ καὶ μέζω· ἔστι δὲ οἷσιν ὁδοιπορέουσιν ἢ ταλαιπωρέουσι καὶ τῆς κοιλίης θερμαινομένης ἔρχεται ἐς τὸ κάτω, καὶ ἐξίσχει ἐκ τοῦ ἀρχοῦ αὐτοῖσι τὸ ἐκπεφυκὸς, τὠϋτό τε ποιέει, καὶ ἀποκρίνεται ἀπὸ τοῦ
ἀρχοῦ ἢ ὀπίσω ἔρχεται. Σημήϊα δέ ἐστιν ὅτι οὐ τίκτει, ἀλλ’ οὕτως ἔχες ὡς ἐγὼ λέγω· ἐπήν τις ἰῆται τὸν ἄνθρωπον τὴν ἕλμινθα καὶ φάρμακον διδῷ ποτὸν, ἢν μὲν τύχῃ ὁ ἄνθρωπος καλῶς παρεσκευασμένος, ἐξέρχεται ὅλη στρογγύλη γενομένη ὥσπερ σφαῖρα, καὶ ὑγιὴς γίνεται ὁ ἄνθρωπος· ἢν δὲ ἐς τὴν φαρμακείην ἔρχηται εὐθὺ, ἀποῤῥήγνυται ἀπὸ τῆς ἕλμινθος, ὁκόσον δύο ἢ τρεῖς πήχεας ἢ καὶ πλεῖον πολλῷ, καὶ ἐπὴν ἀποῤῥαγῇ, χρόνῳ πολλῷ οὐ γίνεται σὺν τῷ ἀποπάτῳ τὰ σημήϊα, ὕστερον δὲ αὔξεται· ταῦτα δὲ ἱστόριά ἐστιν ὅτι οὐ τίκτει ἡ ἕλμινς, ἀλλὰ περἱῤῥήγνυται· ἔστι δὲ τὸ εἶδος αὐτῆς ὁκοῖόν περ ἐντέρου ξύσμα λευκόν. Σημήϊα δὲ ἴσχει· ἀποπατέει τε ἄλλοτε καὶ ἄλλοτε, οἷον σικύου σπέρμα, καὶ ἐπὴν νῆστις ὁ ἄνθρωπος ᾖ, ἀΐσσει πρὸς τὸ ἧπαρ ἄλλοτε καὶ ἄλλοτε καὶ πόνον παρέχει, καὶ ἔστι μὲν ὅτε πτύαλα ἐπιῤῥέει τῷ στόματι, ἐπὴν ἀΐξῃ πρὸς τὸ ἧπαρ, ὁτὲ δὲ οὐχί· ἔστι δὲ καὶ οἷσιν ἀναυδίην ἐμβάλλει ἐπὴν ἰσχυρῶς προσπέσῃ πρὸς τὸ ἧπαρ, καὶ πτύαλά τε πολλὰ ῥέει ἐκ τοῦ στόματος κάρτα, ὀλίγῳ δὲ ὕστερον ἵσταται, καὶ στρόφος ἐγγίνεται πολλὸς ἐν τῇ κοιλίῃ ἄλλοτε καὶ ἄλλοτε· ἔστι δ’ ὅτε ἐς τὸ μετάφρενον ὀδύνῃ ἐμπίπτει, στηρίζει γὰρ καὶ ἐνθάδε. Ἔστι δ’ ὅτε ταῦτα σημήϊά ἐστιν ἕλμινθος πλατείης· γίνεται δὲ καὶ τόδε· ὃς ἔχει τοῦτο τὸ θηρίον, ἐν μὲν τῷ ξύμπαντι χρόνῳ δεινόν τι κάρτα οὐκ ἂν γένοιτο, ἐπειδὰν δὲ ἀσθενήσῃ, μόλις ἀναφέρεται· καὶ γὰρ ἡ ἕλμινς μετέχει τι μόριον τῶν εἰσιόντων ἐς τὴν κοιλίην. Ἢν μὲν οὖν μελεδανθῇ κατὰ τρόπον, ὑγιαίνεται· ἢν δὲ μὴ μελεδανθῇ, αὐτομάτη οὐκ ἐξέρχεται, θάνατον μέντοι οὐκ ἐπάγει, ἀλλὰ ξυγκαταγηράσκει. Ταῦτα δέ μοι εἴρηται

περὶ ἕλμινθος πλατείης, ὅθεν γίνεται, και τὰ σημήϊα αὐτῆς καὶ τοῦ νοσεύματος.

55. Περὶ δὲ λιθίδος, ἀρχὴ μὲν ἐγγίνεται ἀπὸ τοῦ γάλακτος τῇ νούσῳ, ἐπὴν τὸ παιδίον θηλάζῃ γάλα μὴ καθαρόν· τὸ δὲ γάλα γίνεται ἐν τῇ τροφῷ οὐ καθαρὸν, ἐπὴν φλεγματώδεσι τροφῇσι καὶ σιτίοισι καὶ ποτοῖσι χρῆται μὴ καθαροῖσιν· ξυμβάλλεται γὰρ πάντα τὰ ἐς τὴν κοιλίην πίπτοντα, ἐς τὸ γάλα. Ἔχει δὲ καὶ τόδε οὕτως· ἢν ἡ τροφὸς μὴ ὑγιηρὴ ἔῃ, ἀλλὰ χολώδης ἢ ὑδρωποειδὴς ἢ αἱματώδης ἢ φλεγματώδης, καὶ γάλα γίνεται πονηρὸν τῷ παιδίῳ· συμβάλλεται γὰρ τὸ σῶμα καὶ ἡ κοιλίη· πλεῖστον δὲ ἄγει αὐτὸ ἐς τὸ γάλα ὅ τι ἂν αὐτὸ πλεῖστον ἔχῃ ἐν ἑωυτῷ. Καὶ τὸ παιδίον ἢν θηλάζῃ ἀπὸ τῆς τροφοῦ γάλα μὴ καθαρὸν, ἀλλὰ χολῶδες, ὡς ἔλεξα, ἐπίνοσον γίνεται καὶ ἀσθενὲς, καὶ τὸ παρὸν μάλιστα λυπέει, μέχρις ἂν θηλάζῃ γάλα πονηρὸν καὶ ἐπίνοσον. Καὶ ἐπὴν θηλάζῃ γάλα μὴ καθαρὸν, ἀλλὰ γεῶδες καὶ φλεγματῶδες, καὶ ἔχῃ τὸ παιδίον τὰς φλέβας τὰς ἀπὸ τῆς κοιλίης ἐς τὴν κύστιν τεινούσας, εὐρείας καὶ ὁλκοὺς, χωρέηται δὲ καὶ τὸ ποτὸν καὶ τὸ γάλα ὑπὸ τῆς τροφοῦ ἐς τὴν κοιλίην τοῦ παιδίου, [χωρέεται] ὁκοῖον ἕλκει ἀπὸ τῆς κοιλίης ἀπὸ τοῦ γάλακτος, τὸ πᾶν ὁμοίως ὅ τι ἂν αἱ φλέβες διωθέειν δύνωνται ἐς τὴν κύστιν· καὶ ἤν τι ἐπὶ τῷ γάλακτι μὴ καθαρὸν ᾖ, τὸ ἐπαυρισκόμενον ἐν τῇ κύστει γίνεται λίθος τρόπῳ τοιῷδε. Ὥσπερ ἐφ’ ὕδατι μὴ καθαρῷ ταραχθέντι ἐν κύλικι ἢ ἐν χαλκῷ καὶ καταστάντι ὑποστάθμη ἅλις γίνεται ἐν τῷ μέσῳ, οὕτω καὶ ἐν τῇ κύστει ἀπὸ τοῦ οὔρου, μὴ καθαροῦ ἐόντος· καὶ οὐκ ἐξουρέεται, ἅτε ἐν τῷ κοίλῳ ἐοῦσα, καὶ μάλιστα ἁλὴς γινομένη ὑπὸ ὀδύνης οὐ διέρχεται διὰ τῆς οὐρήσιος·

πήγνυταί τε ὑπὸ τοῦ φλέγματος ὠμοῦ ἐόντος, κόλλα γὰρ γίνεται τῇ ὑποστάθμῃ τὸ φλέγμα μεμιγμένον, καὶ τὸ πρῶτον μικρὴ ἄχνη ἐπιγίνεται, ἔπειτα τὸ ἐπιὸν ψαμμῶδες προσγίνεται, κόλλης γενομένης τοῦ φλέγματος τοῦ ἐν τῇ κύστει ἐνεόντος ἀπὸ τοῦ γάλακτος, καὶ αὔξεται, καὶ ὅ τι μὲν ἂν ὑγρὸν ἐν τῇ κολλήσει ἐπιγένηται ἐξουρέεται· Αὖθις δὲ ἡ ὑποστάθμη στερεοῦται ἢ λιθοειδὴς γίνεται· ὥσπερ σίδηρος ἐκ τῶν λίθων καὶ τῆς γῆς συγκαιομένης γίνεται, καὶ ἐν μὲν τῇ πρώτῃ ἐς τὸ πῦρ ἐμβολῇ κεκόλληνται τῇ σκωρίῃ οἱ λίθοι καὶ ἡ γῆ πρὸς ἄλληλα, καὶ ἐπὴν τὸ δεύτερον καὶ τὸ τρίτον ἐς τὸ πῦρ ἐμβληθῇ, ἡ μὲν σκωρίη ἔξω ἔρχεται τηκομένη ἐκ τοῦ σιδήρου, καὶ ὄψει ὁρᾶται τὸ γενόμενον· ὁ δὲ σίδηρος λιμπάνεται ἐν τῷ πυρὶ καὶ συμπίπτει προσδιδούσης τῆς σκωρίης καὶ γίνεται στερεός τε καὶ πυκνός· οὕτω δὴ καὶ ἡ ὑποστάθμη ἐν τῇ κύστει· κόλλης γινομένης τοῦ φλέγματος, ἐξουρέεται τὸ τηκόμενον ὑπὸ τοῦ οὔρου, αὕτη δὲ συμπίπτει καὶ πυκνὴ γίνεται καὶ στερεοῦται ὥσπερ σίδηρος. Ἐπὴν δὲ συμπέσῃ καὶ στερεωθῇ, κλονέεται ἐν τῇ κύστει ἄνω καὶ κάτω, καὶ πόνον παρέχει κόπτουσα τὴν κύστιν, καὶ ἀποφέρει τι ἀπ’ αὐτῆς ἐπὴν ἰσχυρῶς κόπτῃ καὶ ἕλκῃ· τὸ δὲ ἀποφερόμενον ἔτι μᾶλλον τῷ ἐπιόντι ψαμμώδεϊ σύμπηξιν ἐργάζεται· καὶ ὁ λίθος γίνεται τρόπῳ τοιῷδε ἀπὸ τοῦ γάλακτος ἐν τῇ κύστει. Ἔστι δ’ ὅτε γίνεται πρὸς τὸ αἰδοῖον ἢ ἄλλη τις κώλυσις ἀπὸ τούτου γίνεται· ἄλλοτε γὰρ καὶ ἄλλοτε, ἐπὴν οὐρήσῃ, ταχέως ἐπιλαμβάνεται τῆς οὐρήθρης. Ἢν δὲ τοῦ παιδίου ἤδη

αὐξανομένου λίθος γένηται ἀπὸ γεωτραγίης, ὁ πόνος οὐ πάρεστίν οἱ πρὶν ἢ σῖτον αὐτὸς ἑωυτῷ αἴρηται. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται. Σημήϊα δὲ ἡ νοῦσος ἔχει πέντε· ἐπήν τε οὐρῆσαι θέλῃ, πονέεται, καὶ τὸ οὖρον κατ’ ὀλίγον ῥέει ὥσπερ στραγγουρικοῖσι, καὶ ἔστιν ὕφαιμον οἷα τῆς κύστιος ἡλκωμένης ὑπὸ τοῦ λίθου, καὶ ἡ κύστις φλεγμαίνει· ἀλλὰ τοῦτο μὲν ἀφανές· σημήϊον δὲ ἀκροποσθίη· ἔστιν ὅτε διουρέεται ψαμμώδεα. Ὑπὸ τοιούτων δὲ οἵων ἐγὼ ἐρέω, διουρέεται· ἔστιν ὅτε λίθοι δύο ἢ καὶ πλείονες ἕτεροι σμικροὶ τρόπῳ τῷ αὐτῷ, ὥσπερ καὶ τὴν μίαν εἴρηκα, γίνονται· γίνεται δὲ καὶ ὑπὸ τοιούτου· ἐπὴν ὁ λίθος ξυμπαγῇ, καὶ βάθος γένηται ἐς τὴν κύστιν τῇ ψάμμῳ τῇ γενομένῃ χωρὶς, ἐλθούσης δὲ τῆς ψάμμου ὁ λίθος μὴ προσλάβῃ πρὸς ἑωυτῷ, ἀλλὰ βαρυτέρη καὶ πλείων γένηται, [ἢ] ὥστε μὴ πήγνυσθαι αὐτὴν πρὸς ἑωυτὴν, καὶ οὕτως δύο λίθοι γίνονται· γίνονται δὲ καὶ πλείονες τρόπῳ τῷ αὐτῷ, καὶ ξυγκρουομένων πρὸς ἀλλήλους ἐν τῇ κλονήσει περιθραύεται καὶ διουρέεται τὸ ψαμμῶδες. Ἔστι δ’ ὅτε καὶ ἐπὴν κατέλθῃ ψάμμος ἐς τὴν κύστιν, καὶ μὴ προσπαγῇ.

56. Λέγουσι δέ τινες ὅτι τὸ πινόμενον ἐς τὸν πλεύμονα ἔρχεται, ἐκ δὲ τούτου ἐς τὸ ἄλλο σῶμα· οὗτοι δὲ οἱ ταῦτα λέγοντες διαβάλλονται τούτῳ, ᾧ μέλλω ἐρέειν· ὅτι ὁ πλεύμων κοῖλός ἐστι καὶ πρὸς αὐτῷ ἐστι σύριγξ· ὁ δὲ πλεύμων εἰ μὴ κοῖλος ἦν καί οἱ ἡ σύριγξ προσείχετο,

οὐκ ἂν ἐφώνει τὰ ζῶα· φθεγγόμεθα γὰρ ἀπὸ τοῦ πλεύμονος ὅτι κοῖλός ἐστι καί οἱ ἡ σύριγξ πρὅσεστι· διαρθροῖ δὲ τὸν φθόγγον τὰ χείλεα καὶ ἡ γλῶσσα· κάλλιον δέ μοι περὶ τούτου δεδήλωται ἐν τῇ περιπλευμονίῃ. Τοῖσιν οὖν δοκέουσιν ἀνθρώποισιν τὸ ποτὸν ἐς τὸν πλεύμονα φέρεσθαι ἐναντιώσομαι· ἔχει δὲ οὕτως· χωρέει τὸ ποτὸν ἐς τὴν κοιλίην, ἀπὸ δὲ τῆς κοιλίης τὸ ἄλλο σῶμα ἀπαυρίσκεται. Νοῆσαι δὲ χρὴ ὁκόσα μέλλω ἐρέειν· λέγω δὲ ἱστόρια, ὅτι τὸ ποτὸν οὐ χωρέει ἐς τὸν πλεύμονα, ἀλλὰ ἐς τὴν κοιλίην, τάδε. Εἰ γὰρ τὸ ποτὸν χωρέει ἐς τὸν πλεύμονα, ὁκόταν ὁ πλεύμων πλησθῇ, οὐκ ἂν ῥηϊδίως [φημὶ] τὸν ἄνθρωπον ἀναπνέειν οὐδὲ φθέγγεσθαι δύνασθαι· οὐ γὰρ ἂν εἴη τὸ ἀντηχέον τῷ πλεύμονι πλήρεϊ ἐόντι· καὶ ἓν μὲν τοῦτο ἱστόριόν ἐστιν. Ἔπειτα εἰ ἐχώρεε τὸ ποτὸν ἐς τὸν πλεύμονα, τὰ σιτία ἐν ἡμῖν ξηρὰ ἐόντα οὐκ ἂν ὁμοίως ἐπέσσετο· δύο δὲ ἱστόρια ταῦτά ἐστι. Καὶ τὰ φάρμακα δὲ τὰ ὑπήλατα ἐπὴν πίωμεν, χωρέει ἡμῖν ἔξω τῆς κοιλίης· ἔχει δὲ καὶ τόδε οὕτως· ὁκόσα φάρμακα καθαρτικά ἐστιν ἢ ἄνω ἢ κάτω ἢ καὶ ἀμφότερα, ταὐτὰ ποιέει· πάντα καίει κάρτα, καὶ τὰ μὲν ἰσχυρὰ αὐτῶν ἢν τύχῃ ἅψασθαί τι τῶν ἁπαλῶν τοῦ σώματος, ἑλκοῖ· τὰ δὲ μαλακώτερα ἄραδον ποιέει, τοῦ χρωτὸς ὅ τι ἂν ἀλειφθῇ· εἰ δὲ ἔλθοι τι τούτων τῶν φαρμάκων ἐς τὸν πλεύμονα, δοκέει ἄν μοί τι μέγα ποιῆσαι κακόν· τὸ γὰρ φλέγμα τὸ ἀπὸ τῆς κεφαλῆς ἐν κάρτα ὀλίγῳ χρόνῳ ἑλκοῖ· ἁπαλὸν γὰρ καὶ ἀραιὸν χρῆμά ἐστιν ὁ πλεύμων, καὶ ἢν ἑλκωθῇ, οὐ καλῶς ἕξει κεῖνος ὁ ἄνθρωπος διά γε πολλά. Ἡ δὲ κοιλίη ὑπὸ τοῦ φαρμάκου οὐχ ἑλκοῦται, ὅτι χρῆμά ἐστιν ἰσχυρὸν ὥσπερ δέρμα· καὶ τῶν μὲν Λιβύων χρέονται οἱ πλεῖστοι τῶν κτηνέων τοῖσι μὲν δέρμασιν ἀντὶ

ἱματίων, τῇσι δὲ κοιλίῃσιν ἀντὶ θυλάκων· ἰσχυρὸν γὰρ χρἤμα ἡ κοιλίη ἐστίν. Ἔπειτα ἐπὴν ὑπὸ οἴνου μέλανος θωρηχθῶσιν οἱ ἄνθρωποι, ἀποπατέουσι μέλανα. Ταῦτα δὲ πάντα ἱστόριά ἐστι, καὶ ἐπὴν σκόροδα φάγωμεν ἤ τι ἄλλο ὀδμαλέον βρῶμα, διουρέομεν ὀζόμενον τοῦ βρώματος. Ταῦτα μὲν τὰ ἱστόριά ἐστιν· ἔξεστι δὲ σκέψασθαι καὶ τόδε ὅ τι μέλλω ἐρέειν· εἴ τις κυκεῶνα πίοι ἢ ἄλητον ἑφθὸν ῥοφοίη, ἤ τι ἄλλο τοιοῦτο, καὶ ἔλθοι ἐς τὸν πλεύμονα τοῦτο, δοκέομεν ἂν αὐτὸν οὐδὲ ζώειν οὐδὲ ὀλίγον χρόνον· ἐπὴν γάρ τι μικρὸν ἔλθῃ ἐς τὸν πλεύμονα φλέγμα ἢ ἐς τὴν σύριγγα αὐτοῦ, πολλὴ βήξ τε καὶ ἰσχυρὴ γίνεται καὶ σπασμός· εἰ δ’ οὖν ἄρα καὶ ζώει ὁ ἄνθρωπος πιὼν τὸν κυκεῶνα ἢ τὸ ἄλητον ῥοφέων, πεσσομένου τοῦ ῥοφήματος, θέρμην ἂν δοκέω πολλήν τε καὶ ἰσχυρὴν τῷ σώματι γίνεσθαι καὶ πόνον πολλὸν, ὥστε μὴ ἀποπατοίη κατὰ τρόπον εἰ ἐς τὸν πλεύμονα ἔλθοι. Ταῦτα δὲ ἱστόρια ἑπτά ἐστιν· ἔπειτα τὸ γάλα πῶς ἂν ἔτρεφε τὰ παιδία, εἴ γε χωρέοι πρὸς τὸν πλεύμονα; τοῦτο δὲ ἱστόριον ἄλλο μοι, καὶ ταῦτα οὐδ’ ἂν ἐπηγαγόμην ἔγωγε τῷ λόγῳ τοιοῦτο ἱστόριον οὐδὲν, εἰ μὴ ὅτι πολλοὶ κάρτα τῶν ἀνθρώπων τὸ ποτὸν δοκέουσιν ἐς τὸν πλεύμονα χωρέειν, καὶ ἀνάγκη ἐστὶ πρὸς τὰ ἰσχυρῶς δοκέοντα, τὰ πολλὰ ἱστόρια ἐπάγεσθαι, εἴ τις μέλλει τὸν ἀκόντα ἐκ τῆς πρὶν γνώμης μεταστρέψαι τοῖσιν ἑωυτοῦ λόγοισι πείσειν. Καὶ διὰ τόδε οὐ χωρέει τὸ ποτὸν ἐς τὸν πλεύμονα, ἀλλ’ ἐς τὴν κοιλίην, ὅτι προσαφὴς αὐτῇ ἐστιν ὁ στόμαχος τοῦ ἀνθρώπου ἀεὶ χάσκων, καὶ χωρέει ἐς ἐκεῖνον, καὶ ἅμα ἐπίκειται τῇ σύριγγι τοῦ πλεύμονος, ὥσπερ κισσοῦ φύλλον, ὥστε οὐκ ἂν παρακαθιεῖ ἐν τῇ καταπόσει, εἰ χωρέει ἐς αὐτόν. Καὶ ταῦτα ἐς τοῦτό μοι εἴρηται.

57. Χωρέει δὲ τὸ ποτὸν ἐς τὴν κοιλίην, καὶ ἐπὴν πλησθῇ, ὁ σπλὴν ἀπ’ αὐτῆς δέχεται καὶ διδοῖ ἐς τὰς φλέβας καὶ ἐς τὸ ἐπίπλοον καὶ ἐς τὸ κάταντες, ἔς τε τὴν ὄσχην καὶ ἐς τὰ σκέλεα καὶ ἐς τοὺς πόδας, καὶ ἐπὴν νοῦσος ἐπιγένηται, τῷ ὕδατι πολλῷ χωρέει ὑπὸ τῆς κοιλίης, καὶ ἐς τὸν σπλῆνα ἔρχεται ἀεὶ ἀπὸ τοῦ ποτοῦ, ἐπὴν πίῃ ὁ ἄνθρωπος. Γίνεται δὲ ἐπὶ τῆς νούσου ταύτης ὥστε μὴ πυρεταίνειν, ἀλλ’ ἢν ἐν τῇ κοιλίῃ καῦμά τι ᾖ, ἢ ὁκόταν ὁ ἄνθρωπος διψῇ, ἡ δὲ κύστις καὶ ἡ κοιλίη μὴ διηθέωσι κατὰ τρόπον, μηδὲ ἐπιτηδείῃ διαίτῃ ὁ ἄνθρωπος χρῆται. Ὁ δὲ σπλὴν ὑπονοσέων ἕλκει ἀπὸ τῆς κοιλίης ἀπὸ τοῦ ποτοῦ, ἡ δὲ νοῦσος γίνεται, καὶ ἡ ὄσχη διαφανὴς γίνεται, καὶ αἱ κληῖδες καὶ ὁ τράχηλος καὶ τὰ στήθεα καταλεπτύνεται· τήκεται γὰρ ὑπὸ τῆς νούσου ταύτης, καὶ καταῤῥέει ἐς τὴν κοιλίην, τά τε κάτω ὕδατος πλέα ἐστὶ, καὶ ἀσιτέει ἡ κοιλίη, καὶ ὁτὲ μὲν κάρτα στέγει, ὁτὲ δὲ καταῤῥέει, ἥ τε κύστις οὐ διηθέει κατὰ τρόπον· ὡς ἐπὶ τὸ πλεῖον φρίκη τε διαΐσσει ἄλλοτε καὶ ἄλλοτε διὰ τοῦ σώματος, καὶ πῦρ ἔστιν ὅτε ἐπιλαμβάνει, καὶ τὸ πρόσωπον τῶν μὲν οἰδαλέον γίνεται, τῶν δὲ οὔ· ἔστι δ’ οἷσι καὶ καταῤῥήγνυνται αἱ κνῆμαι, ἐπὴν χρόνιον τὸ νούσημα γένηται. καὶ ῥεῖ αὐτόθεν ὕδωρ, καὶ ἀγρυπνίη ἐπιπίπτει καὶ ἀδυναμίη τοῦ σώματος καὶ μάλιστα τῆς ὀσφύος, καὶ ἐπήν τι φάγῃ ἢ πίῃ καὶ ὀλίγῳ πλέον, πονέεται ὁ σπλὴν, καὶ τὸ πνεῦμα πυκνὸν ἀεὶ ἀφίει. Ταῦτα δὲ σημήϊα ὕδρωπός εἰσιν. Ἔστι δὲ καὶ περὶ τὴν κοιλίην μοῦνον ἢ καὶ πυρὸς λαβόντος ἢ καὶ οὐχὶ, καὶ ἡ γαστὴρ μεγάλη γίνεται, καὶ τὰ σκέλεα οὐ πίμπλαται ὕδατος, τὰ δὲ ἄνω τοῦ σώματος λεπτὰ

γίνεται· οὕτω δ’ ἔχουσι τὰ σημήϊα ἅπαντα βληχρότερά ἐστι, καὶ ἅμα καὶ ἐν τοῖσι σκέλεσιν ὕδωρ οὐκ ἐπιγίνεται, καὶ ὁ πόνος τοσούτῳ ἐλάσσων. Περὶ δὲ τὴν κοιλίην μοῦνον διὰ τόδε ὕδρωψ γίνεται· ἐπὴν γὰρ ἁλὲς ἐπιγένηται, καὶ ὁδὸς ἐν ἀρχῇσι μὴ γίνηται ἐς τὸ κάτω, ἀλλ’ ἀποληφθῇ ἁλὲς ἐν τοῖσι φλεβίοισιν. ἅτε καὶ ἀναπνοὴν μὴ ἔχον μήτε ἄνω μήτε κάτω, ἀποστήριξιν ἔχει. Ὥσπερ εἴ τις ἄγγος μέγα μικρόστομον ἀπολαβὼν καταστρέψειεν ἐν τάχει, εἶτα καθ’ ἡσυχίην ἀπὸ τοῦ στόματος ἀφέλοι τὸ ἐπικείμενον, καὶ ἢν τοῦτο ποιήσῃ, τὸ ὕδωρ οὐκ. ἂν ῥεύσειεν ἔξω· οὐ γὰρ ἔχει πνοὴν, ἀλλ’ ἀποκέκλεισται ἀπὸ τοῦ ἐντὸς πνεύματος· ἐνεὸν γὰρ τὸ πνεῦμα πληροῖ τὸ ἄγγος καὶ ἀντιστηρίζει τῷ ἔξω πνεύματι, καὶ οὐκ ἔστι τῷ ὕδατι ἐκδρομὴ ὑπὸ τοῦ πνεύματος τοῦ πληροῦντος τὸ ἄγγος καὶ ἅμα ἐπικειμένου τοῦ ἠέρος· ἢν δέ τις κλίνειε καθ’ ἡσυχίην τὸ ἄγγος ἢ κατὰ πυθμένα τρήσειεν, ἐξελεύσεται τὸ πνεῦμα ἐκ τοῦ ἄγγεος· ἐξιόντος δὲ τοῦ πνεύματος, χωρέει καὶ τὸ ὕδωρ ἔξω. Οὕτω δὴ καὶ τῷ ὕδρωπι· ἢν μὲν παραπνοὴ ἢ ἄνω ἢ κάτω διὰ τῶν φλεβίων γένηται ἐν ἀρχῇ τῆς νούσου, ἔρχεται ἐς τὰ σκέλεα καὶ ἐς τοὺς πόδας ὁ ὕδρωψ· ἢν δὲ μὴ, αὐτοῦ μοῦνον εἰλέεται περὶ τὴν κοιλίην. Καὶ οὕτω μέν μοι περὶ τούτων εἴρηται. Γίνεται δὲ καὶ τῇσι γυναιξὶν ὁ ὕδρωψ ἐν τῇσι μήτρῃσι, καὶ τὰ ἐν τῇσι κοιλίῃσι, καὶ τὰ ἐν τοῖσι σκέλεσι, καὶ τἄλλα σημήϊα ταὐτὰ ἴσχει· ἀποπέφανται δέ μοι ἐν τοῖσι γυναικείοισι νουσήμασι περὶ αὐτοῦ. Αὗται αἱ τρεῖς ἰδέαι τῶν νουσημάτων ἀπὸ τοῦ ὕδρωπος. Γίνεται δὲ τὰ νουσήματα πάντα ταχέως χαλεπὰ, καὶ πάντα αὔξεται ταχέως· ἔτι δὲ χαλεπώτερα γίνεται, ἢν ἐξ ἑτέρης νούσου τὸ σῶμα τηχθὲν ἐς τοῦτο περιέλθῃ. Ἢν μὲν οὖν ἐν τάχει προκαταλαβηται τὸ νούσημα τὸν ἄνθρωπον, θνήσκει, ἅτε τῆς

νούσου χρονιωτάτης γενομένης· ἐπὴν δὲ καὶ ἡ κοιλίη εὔροος γένηται, κάρτα θνήσκει τάχιστα, ἐπαΐων τε καὶ διαλεγόμενος. Ταῦτα δέ μοι εἰρηται περὶ ὕδρωπος, ὅθεν τε γίνεται καὶ ὅτι τὰ σημήϊα αὐτοῦ τάδε.