Hippocrates: De natura pueri (Nature of the Child)
Work
Hippocrates, De natura pueri
(Περὶ φύσιος παιδίου)
English: Nature of the Child
Text information
Type: Original (Greek)
Source
Émile Littré. Oeuvres complètes d'Hippocrate. Oeuvres complètes d'Hippocrate 7. Paris (Baillière) 1851, 486-542
Download
hipp_denatpueri-orig-gr1.xml [93.26 KB]
ΠΕΡΙ ΦΥΣΙΟΣ ΠΑΙΔΙΟΥ.
12. Ἢν ἡ γονὴ μείνῃ ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικὸς, πρῶτον μὲν μίσγεται ὁμοῦ, ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμεούσης, καὶ ἀθροίζεται καὶ παχύνεται θερμαινομένη. Ἔπειτα πνεῦμα ἴσχει, ἅτε ἐν θερμῷ ἐοῦσα, ἔπειτα τῆς μητρὸς πνεούσης, ἔπειτα δὲ τοῦ πνεύματος ὅταν πλησθῇ, ὁδόν οἱ αὐτὸ ἑωυτῷ ἔξω ποιέει κατὰ μέσου τῆς γονῆς, ᾗ τὸ πνεῦμα ἔξεισιν· ὅταν δὲ ὁδὸς γένηται τῷ πνεύματι ἔξω θερμῷ ἐόντι, αὖθις ἕτερον ψυχρὸν εἰσπνέει ἀπὸ τῆς μητρός· καὶ τοῦτο ποιέει διὰ παντὸς τοῦ χρόνου. Θερμαίνεται μὲν γὰρ ἅτε ἐν θερμῷ ἐοῦσα· ψυχρὸν δὲ ἴσχει ἀπὸ τῆς μητρὸς πνεούσης· πάντα δὲ ὁκόσα θερμαίνεται πνεῦμα ἴσχει. Τὸ δὲ πνεῦμα ῥήγνυσι καὶ ποιέει οἱ ὁδὸν αὐτὸ ἑωυτῷ καὶ χωρέει ἔξω· αὐτὸ δὲ τὸ θερμαινόμενον ἕλκει ἐς ἑωυτὸ αὖθις ἕτερον πνεῦμα ψυχρὸν διὰ τῆς ῥαγῆς, ἀφ’ οὗ τρέφεται. Τοῦτο δὲ γίνεται καὶ ἐπὶ τῶν ξύλων καὶ ἐπὶ τῶν φύλων καὶ βρωτῶν καὶ ποτῶν ὁκόσα θερμαίνεται ἰσχυρῶς. Ἐννοῆσαι δὲ παρέξει ξύλα καιόμενα· ἅπαντα μὲν γὰρ τὰ ξύλα ποιήσει τοῦτο, μάλιστα δὲ τὰ ὑπόχλωρα· μεθίησι γὰρ κατὰ τὴν τομὴν πνεῦμα· τὸ δὲ πνεῦμα ὁκόταν ἔξω χωρήσῃ, ἑλίσσεται περὶ τὴν τομήν· καὶ τοῦτο γινόμενον ὁρέομεν ἀεί. Δῆλος οὖν ὁ ἐκλογισμός ἐστι τοῦ πνεύματος, ὅτι ἐν τῷ ξύλῳ ἐὸν θερμὸν ἀντισπᾷ ἕτερον ψυχρὸν, ἀφ’ οὗ τρέφεται, ἐς ἑωυτὸ, καὶ ἀπὸ ἑωυτοῦ ἀφίησιν· εἰ μὲν γὰρ μὴ ἀντέσπα, οὐκ ἂν τὸ πνεῦμα εἱλίσσετο ἔξω ἰόν· πᾶν γὰρ τὸ θερμὸν τῷ ψυχρῷ τρέφεται τῷ μετρίῳ· καὶ ὁκόταν διαθερμανθῇ τὸ ὑγρὸν τὸ ἐν τῷ ξύλῳ ἐνεὸν, πνεῦμα γενόμενον χωρέει ἔξω· καὶ τῇδε ἐξιὸν ἔξω τὸ θερμὸν τὸ ἐν τῷ ξύλῳ ἐνεὸν ἀντισπᾷ ἕτερον ψυχρὸν, ἀφ’ οὗ τρέφεται. Ποιέει δὲ
τοῦτο καὶ φύλλα χλωρὰ, ὅταν καίηται, πνεῦμα γὰρ ἴσχει· ἔπειτα ῥήγνυσι τὸ πνεῦμα καὶ ὁδὸν ποιέεται καὶ χωρέει ἔξω ἑλισσόμενον, χωρέον δὲ ψόφον παρέχει, ᾗ τὴν εἰσπνοὴν ποιέεται· καὶ χέδροπα καὶ σῖτος καὶ ἀκρόδρυα θερμαινόμενα πνεῦμα ἴσχει, καὶ ἔξω ἐξέρχεται ῥαγὴν ποιησάμενον· καὶ ἢν νοτερὰ ἔῃ, πλέον τὸ πνεῦμα ἀφίησι καὶ τὴν ῥαγὴν μέζω ποιέεται. Καὶ τί δεῖ μακρηγορέειν; πάντα γὰρ ὁκόσα θερμαίνεται, πνεῦμα ἀφίησι, καὶ ἕτερον ψυχρὸν κατὰ τοῦτο ἀντισπᾷ, ἀφ’ οὗ τρέφεται· καὶ αὗταί μοι ἀνάγκαι προηγμέναι εἰσὶν, ὅτι ἡ γονὴ θερμαινομένη ἐν τῇσι μήτρῃσι πνεῦμα ἴσχει καὶ ἀφίησιν· ἅμα δὲ καὶ ἀπὸ τῆς μητρὸς πνεούσης πνοὴν ἴσχει καὶ ἡ γονή· ὁκόταν γὰρ ἡ μήτηρ ψυχρὸν ἑλκύσῃ ἐς ἑωυτὴν ἀπὸ τοῦ ἠέρος, ἐπαυρίσκεται ἡ γονή· θερμὴ δέ ἐστιν ἅτε δὴ ἐν θερμῷ ἐοῦσα· καὶ τότε δὴ πνεῦμα ἴσχει καὶ ἀφίησι. Καὶ ἡ γονὴ ὑμενοῦται φυσωμένη· περιτέταται γὰρ ἀμφ’ αὐτὴν τὸ ἔξωθεν, συνεχὲς γινόμενον, ἅτε γλίσχρον ἐὸν, ὥσπερ ἐπ’ ἄρτῳ ὀπτωμένῳ, λεπτὸν ἐξίσταται ἐπιπολῆς ὑμενοειδές· θερμαινόμενος γὰρ καὶ φυσώμενος ὁ ἄρτος αἴρεται· ᾗ δ’ ἂν φυσᾶται, κείνῃ τὸ ὑμενοειδὲς γίνεται. Τῇ δὲ γονῇ θερμαινομένῃ καὶ φυσωμένῃ πάσῃ ὑμὴν ἔξωθεν περιγίνεται, κατὰ δὲ τὸ μέσον τῆς γονῆς τῷ πνεύματι δίοδος καὶ ἔξω καὶ ἔσω γίνεται διὰ τοῦ ὑμένος· καὶ ταύτῃ τοῦ ὑμένος ἀπέχει τὸ λεπτὸν, καὶ τῆς γονῆς ἐν αὐτοῖσιν ὀλίγιστόν ἐστιν· αὕτη δὲ ἡ ἄλλη γονὴ στρογγύλη ἐστὶν ἐν ὑμένι.
13. Καὶ μὴν ἓξ ἡμέρας μείνασαν ἐν τῇ γαστρὶ γονὴν καὶ ἔξω
ἐκείνου ἐτέτατο ἅπας περιέχων τὴν γονήν. Τοιαύτην μὲν ἐγὼ εἶδον ἑκταίην οὖσαν τὴν γονήν. Ἐρέω δὲ καὶ ἄλλην διάγνωσιν ὀλίγον ἐπὶ τούτῳ ὕστερον, ἐμφανέα παντὶ τῷ βουλομένῳ εἰδέναι τούτου πέρι, καὶ ἱστόριον παντὶ τῷ ἐμῷ λόγῳ, ὅτι ἐστὶν ἀληθὴς, ὡς εἰπεῖν ἄνθρωπον περὶ τοιούτου πράγματος. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται.
14. Ὅτι δὲ ἡ γονὴ ἐν ὑμένι ἐστὶ, καὶ πνοὴν ἔχει καὶ εἴσω καὶ ἔξω, καὶ αὔξεται ὑπὸ τῆς μητρὸς τοῦ αἵματος κατιόντος ἐπὶ τὰς μήτρας· τὰ γὰρ καταμήνια οὐ χωρέει, ὁκόταν γυνὴ λάβῃ πρὸς ἑωυτὴν, ἢν μέλλῃ τὸ παιδίον ὑγιαίνειν, εἰ μὴ ἔστιν ᾗσιν ἐπισημαίνε, τὸν πρῶτον μῆνα ὁκόσον ὀλίγον· ἀλλὰ κατιὸν τὸ αἷμα ἀπὸ παντὸς τοῦ σώματος τῆς γυναικὸς κυκλόσε περιίσταται περὶ τὸν ὑμένα ἔξω. Ἅμα δὲ τῇ πνοῇ ἑλκομένου εἴσω τοῦ αἵματος διὰ τοῦ ὑμένος, κατὰ τὸ τετρημένον καὶ ἀπέχον συμπήγνυται καὶ αὔξει τὸ μέλλον ζῶον ἔσεσθαι. Ὁκόταν δὲ χρόνος ἐγγένηται, αὖθις ἕτεροι ὑμένες εἴσω τοῦ πρώτου ὑμένος λεπτοὶ περιτείνονται πολλοὶ, τρόπῳ τοιούτῳ οἵῳ καὶ ὁ πρῶτος ὁμὴν ἐγένετο· τεταμένοι δέ εἰσι καὶ οὗτοι ἀπὸ τοῦ ὀμφαλοῦ, καὶ ἐς ἀλλήλους διαδέσμους ἔχουσιν.
15. Ὁκόταν δὲ ἤδη τοῦτο γένηται, κατιόντος τοῦ αἵματος ἀπὸ τῆς μητρὸς καὶ πηγνυμένου, σὰρξ γίνεται· κατὰ δὲ μέσον τῆς σαρκὸς ὁ ὀμφαλὸς ἀπέχει, δι’ οὗ πνέει καὶ τὴν αὔξησιν ἰσχει. Ἡ δὲ γυνὴ ὁκόταν ἐν γαστρὶ ἔχῃ, ὑπὸ τῶν καταμηνίων μὴ χωρεόντων διὰ τόδε οὐ πονέεται ὅτι τὸ αἷμα οὐ ταράσσεται, βύζην ἀπιὸν κατὰ
καὶ πιέζουσι καὶ κλείουσι τὴν κύστιν καὶ στραγγουρίην παρέχουσιν· ἔστι δ’ ὅτε καὶ πλήρεες αἵματος ἐοῦσαι αἱ μῆτραι προσπίπτουσιν ἢ πρὸς ἴσχια ἢ πρὸς ὀσφὺν, καὶ πόνον παρέχουσιν· ἔστι δ’ ὅτε καὶ ἐχρόνισε τὸ αἷμα μῆνας πέντε ἢ ἓξ, καὶ ἐν τῇσι μήτρῃσι σαπὲν, πῦος γίνεται, καὶ ἐνίῃσι μὲν κατὰ τὸ αἰδοῖον ἐξέρχεται τὸ πῦος, ἔστι δὲ ᾗτι καὶ κατὰ τὸν βουβῶνα ὡς φῦμα γίνεται, κἀκείνῃ πῦον γενόμενον ἐξῆλθε· καὶ ἄλλα πολλὰ κακὰ τῇσι γυναιξὶ τοιουτότροπα γίνεται, ἐπὴν μὴ ἀποκαθαίρωνται τὰ καταμήνια. Ἀλλὰ τί δεῖ λέγειν αὐτὰ ἐνθάδε; εἰρήσεται γὰρ ἐν τοῖσι γυναικείοισι νοσήμασιν· ἀλλ’ ὅθεν ἀπέλιπον περανέω τὸν λόγον.
16. Ὁκόταν δὲ γένηται σὰρξ, τότε οἱ ὑμένες, αὐξομένου τοῦ ὲν τῇσι μήτρῃσιν ἐνεόντος, αὔξονται καὶ αὐτοὶ καὶ κολποῦνται καὶ μάλιστα οἱ ἔξωθεν· καὶ τὸ αἷμα κατελθὸν ἀπὸ τῆς μητρὸς ὅ τι ἂν ἡ σὰρξ πνέουσα ἑλκύσῃ καὶ ἡ αὔξησις γένηται καὶ μὴ χρηστὸν ἔῃ, ἐς τοὺς κόλπους τῶν ὑμένων ἀποκρίνεται· καὶ ὁκόταν κολπωθέωσι καὶ τὸ αἷμα δέξωνται, τότε δὴ καλέεται χόριον. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται.
17. Ἡ δὲ σὰρξ αὐξομένη ὑπὸ τοῦ πνεύματος ἀρθροῦται, καὶ ἔρχεται ἐν αὐτέῃ ἕκαστον τὸ ὅμοιον ὡς τὸ ὅμοιον, τὸ πυκνὸν ὡς τὸ πυκνὸν, τὸ ἀραιὸν ὡς τὸ ἀραιὸν, τὸ ὑγρὸν ὡς τὸ ὑγρόν· καὶ ἕκαστον ἔρχεται ἐς χώρην ἰδίην κατὰ τὸ ξυγγενὲς, ἀφ’ οὗ καὶ ἐγένετο, καὶ
ὅσ’ ἀπὸ πυκνῶν ἐγένετο πυκνά ἐστι, καὶ ὅσα ἀπὸ ὑγρῶν ὑγρά· καὶ τἄλλα κατὰ τὸν αὐτὸν λόγον γίνεται ἐν τῇ αὐξήσει. Καὶ τὰ ὀστέα σκληρύνεται ὑπὸ τῆς θέρμης πηγνύμενα· καὶ δὴ καὶ διοζοῦται ὡς δένδρον· καὶ ἀρθροῦται ἄμεινον καὶ τὰ εἴσω τοῦ σώματος καὶ τὰ ἔξω· καὶ ἥ τε κεφαλὴ γίνεται ἀφεστηκυῖα ἀπὸ τῶν ὤμων, καὶ οἱ βραχίονες καὶ οἱ πήχεες ἀπὸ τῶν πλευρέων· καὶ τὰ σκέλεα διίσταται, ἀπ’ ἀλλήλων· καὶ τὰ νεῦρα ἐπαΐσσεται ἀμφὶ τὰς φύσιας τῶν ἄρθρων καὶ αὐτοστομοῦται· καὶ ἡ ῥὶς καὶ τὰ οὔατα ἀφίσταται ἐν τῇσι σαρξὶ καὶ τετρήνεται· καὶ οἱ ὀφθαλμοὶ ἐμπίπλανται ὑγροῦ καθαροῦ· καὶ τὸ αἰδοῖον δῆλον γίνεται ὁκότερόν ἐστι· καὶ τὰ σπλάγχνα διαρθροῦται· καὶ δὴ καὶ τοῖσιν ἄνω τὴν πνόην ποιέεται τῷ τε στόματι καὶ τῇ ῥινὶ, καὶ ἥ τε κοιλίη φυσῆται, καὶ τὰ ἔντερα καταφυσώμενα κατὰ τὸ ἄνωθεν ἐπιλαμβάνει τὴν διὰ τοῦ ὀμφαλοῦ πνοὴν καὶ ἀμαλδύνει, καὶ ἐς τὸν κύσσαρον ὁδὸς γίνεται ἀπὸ τῆς κοιλίης καὶ τῶν ἐντέρων ἔξω καὶ ἐς τὴν κύστιν ὁδὸς ἔξω. Τουτέων δὲ διαρθροῦται ὑπὸ τῆς πνοῆς ἕκαστα· φυσώμενα γὰρ διίσταται ξύμπαντα κατὰ συγγένειαν. Καὶ γὰρ εἰ θέλοις αὐλίσκον προσδῆσαι πρὸς κύστιν, καὶ διὰ τοῦ αὐλίσκου ἐμβαλεῖν ἐς τὴν κύστιν γῆν τε καὶ ψάμμον καὶ μολίβδου κνήσματα λεπτὰ, καὶ ὕδωρ ἐπιχέας φυσῇν διὰ τοῦ αὐλίσκου, πρῶτον μὲν ἐκεῖνα ἀναμεμίξεται τῷ ὕδατι, ἔπειτα δὲ χρόνῳ φυσώμενα ἐλεύσεται ὅ τε μόλιβδος ὡς τὸν μόλιβδον καὶ ἡ ψάμμος ὡς τὴν ψάμμον καὶ ἡ γῆ ὡς τὴν γῆν· καὶ ἤν τις αὐτὰ αὐανθῆναι ἐάσῃ καὶ περιῤῥήξας τὴν κύστιν σκέψηται, εὑρήσει αὐτέων τὸ ὅμοιον ἐς, τὸ ὅμοιον ἐληλυθός· οὕτω δὴ καὶ ἡ γονὴ καὶ ἡ σὰρξ διαρθροῦται, καὶ ἔρχεται ἕκαστον ἐν αὐτῇ τὸ ὅμοιον ὡς τὸ ὅμοιον. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται.
18. Καὶ γέγονεν ἤδη παιδίον καὶ ἐς τοῦτο ἀφικνέεται, τὸ μὲν
καὶ ἡ κάθαρσις χρονιωτέρη τούτου εἵνεκεν ἐπὶ τῇ θηλείῃ γίνεται ἢ ἐπὶ τῷ ἄρσενι. Ἀναβήσομαι δὲ αὖθις ὀπίσω ὅθεν ἀπέλιπον.
19. Ὁκόταν δὲ διαρθρωθῇ τὸ παιδίον, τὰ εἴδεα τῶν μελέων, αὐξομένου αὐτοῦ, τά τε ὀστέα ἐπισκληρότερα γίνεται, καὶ κοιλαίνεται· καὶ ταῦτα ὑπὸ τοῦ πνεύματος γίνεται· κοῖλα δὲ ἐόντα ἕλκει ἐς ἑωυτὰ ἀπὸ τῶν σαρκῶν τοῦ αἱμάλωπος τὸ πιότατον. Καὶ χρόνῳ διοζοῦται αὖθις τὰ ἄκρα τῶν ὀστέων, ὥσπερ δενδρέου τὰ ἀκρότατα ὕστατα ὀζοῦται· οὕτω καὶ τοῦ παιδίου διίστανται ἀπ’ ἀλλήλων οἱ δάκτυλοι τῶν χειρῶν καὶ τῶν ποδῷν. Καὶ ἐπὶ δ’ αὖ τῶν ἄκρων οἱ ὄνυχες φύονται· τελευτῶσι γὰρ αἱ φλέβες αἱ τοῦ ἀνθρώπου πᾶσαι ἐς τοὺς δακτύλους τῶν ποδῶν καὶ τῶν χειρῶν, καὶ παχύταται μέν εἰσιν αἱ ἐν τῷ σώματι φλέβες, αἱ ἐν τῇ κεφαλῇ, ἔπειτα δὲ ἐν τοῖσι σκέλεσι καὶ τοῖσι βραχίοσι καὶ τοῖσι πήχεσιν, ἐν δὲ τοῖσι ποσὶ καὶ τῇσι χερσὶ λεπτόταται καὶ πυκνόταται καὶ πλεῖσται φλέβες εἰσὶ καὶ νεῦρα λεπτότατα καὶ πυκνότατα καὶ πλεῖστα, καὶ ὀστέα ἐλάχιστα τῷ μεγέθει· τῶν δὲ χειρῶν καὶ τῶν ποδῶν ἐν τοῖσι δακτύλοισι ταῦτα μάλιστά ἐστιν. Ἐκ δὲ τῶν δακτύλων ἅτε πυκνὰ ἐχόντων ὀστέα σμικρὰ καὶ φλέβας καὶ νεῦρα οὕτως, οἱ ὄνυχες φύονται ἐξ αὐτῶν λεπτοὶ καὶ πυκνοί· καὶ ἀπολαμβάνουσι τῶν φλεβῶν τὰ ἄκρα, ὥστε μηκέτι αὔξεσθαι αὐτὰς μηδὲ προέχειν ἑτέρην ἑτέρης· ὥστε μὴ θαυμάζειν ὅτι οἱ ὄνυχες ἐξωτάτω τοῦ σώματος πυκνότατοί εἰσιν, ἐκ γὰρ τῶν πυκνοτάτων εἰσίν.
20. Ἅμα δὲ τοῖσιν ὄνυξι καὶ αἱ τρίχες ἐν τῇ κεφαλῇ ῥιζοῦνται· ἔχει δὲ ὧδε τὰ ἀμφὶ τῶν τριχῶν τῆς φύσιος· φύονται μὲν γὰρ μέγισται καὶ πλεῖσται, ὅκου τοῦ σώματος ἡ ἐπιδερμὶς ἀραιοτάτη ἐστὶ καὶ ὅκου ἡ θρὶξ μετρίην ἰκμάδα ἐς τὴν τροφὴν ἔχει. Καὶ ὅκου ἡ ἐπιδερμὶς
τὸ γάλα ἐς τοὺς μαζοὺς τούτους, ἢν θηλάζῃ. Ἔχει γὰρ οὕτω· θηλαζομένοιν τοῖν μαζοῖν εὐροώτερα γίνεται τὰ φλέβια ἐς τοὺς μαζούς· εὐροώτερα δὲ γενόμενα, ἀπὸ τῆς κοιλίης ἕλκοντα τὸ πιαρὸν, τοῖν μαζοῖν διαδιδόασι. Καὶ γὰρ καὶ ὁ ἀνὴρ ἢν λαγνεύῃ πολλὰ, εὐροώτερα γινόμενα τὰ φλέβια μᾶλλον ἐπάγει τὴν λαγνείην.
22. Ἔχει δὲ καὶ τόδε ὧδε· ἡ τροφὴ καὶ ἡ αὔξησις τῶν παιδίων γίνεται, ὅκως ἂν τῇσι μήτρῃσιν ἴῃ τὰ ἀπὸ τῆς μητρός· καὶ ὅκως ἂν ἡ μήτηρ ἔχῃ ὑγιείης ἢ ἀσθενείης, ὧδε καὶ τὸ παιδίον ἔχει. Ὥσπερ καὶ τὰ ἐν τῇ γῇ φυόμενα τρέφεται ἀπὸ τῆς γῆς, καὶ ὅκως ἂν ἡ γῆ ἔχῃ, οὕτω καὶ τὰ φυόμενα ἔχει ἐν τῇ γῇ· τό τε γὰρ σπέρμα ὁκόταν καταβληθῇ ἐς τὴν γῆν, ἰκμάδος πίμπλαται ἀπ’ αὐτῆς· ἔχει γὰρ ἐν αὑτῇ ἡ γῆ ἰκμάδα παντοίην, ὥστε τρέφειν τὰ φυόμενα· ἰκμάδος δὲ πλησθὲν τὸ σπέρμα φυσᾶται καὶ οἰδέει· καὶ ἀναγκάζεται ὑπὸ τῆς ἰκμάδος συστρέφεσθαι ἡ δύναμις, ἥ ἐστι κουφοτάτη ἐν τῷ σπέρματι. Συστραφεῖσα δὲ ἡ δύναμις ὑπὸ τοῦ πνεύματος καὶ τῆς ἰκμάδος, φύλλα γενομένη ῥήγνυσι τὸ σπέρμα· καὶ ἀνατέλλει ἐξω πρῶτον τὰ φύλλα. Ἀνατείλαντα δὲ ὁκόταν μηκέτι δύνηται τρέφεσθαι τὰ φύλλα ὑπὸ τῆς ἰκμάδος τῆς ἐν τῷ σκέρματι ἐνεούσης, ῥήγνυται ἐς τὸ κάτω τό τε σπέρμα καὶ τὰ φύλλα, καὶ βιώμενον ὑπὸ τῶν φύλλων μεθίησι τῆς δυνάμιος ἐς τὸ κάτω, ἣ ἐν αὐτῷ ὑπολείπεται διὰ τὴν βαρύτητα· καὶ γίνονται αἱ ῥίζαι ἐκ τῶν φύλλων διατεταμέναι. Ὁκόταν δὲ κάτω βεβαίως ῥιζωθῇ τὸ φυὲν, καὶ τὴν τροφὴν ἀπὸ τῆς γῆς ποιέηται, τότε ἤδη ἠφάνισται πᾶν καὶ ἀνήλωται ἐς τὸ φυὲν, πλὴν τοῦ λεπυρίου, ὅτι στερεώτατόν ἐστιν, αὖθις δὲ τὸ λεπύριον
σαπὲν ἐν τῇ γῇ ἄδηλον γίνεται· χρόνῳ δὴ καὶ ὀζοῦταί τινα τῶν φύλλων. Ἐκ σπέρματος γοῦν ἅτε ἀφ’ ὑγροῦ γενόμενον, ἕως μὲν ἁπαλὸν ἔῃ καὶ ὑδαρὲς, ἐς αὔξησιν ὡρμημένον καὶ ἐς τὸ κάτω καὶ ἐς τὸ ἄνω, οὐ δύναται τὸν καρπὸν ἐκβάλλειν· οὐ γάρ ἐστιν αὐτῷ δύναμις ἰσχυρὴ καὶ πιαρὰ, ἐξ ἧς τὸ σπέρμα συστραφήσεται. Ὁκόταν δὲ στερεωθῇ μᾶλλον καὶ ῥιζωθῇ τὸ ἐκπεφυκὸς ὑπὸ χρόνου, τότε ἤδη καὶ φλέβας ἴσχει εὐρείας καὶ ἐς τὸ ἄνω καὶ ἐς τὸ κάτω· καὶ τότε δὴ ἐκ τῆς γῆς ἕλκεται οὐκ ἔτι ὑδαρὲς, ἀλλὰ παχύτερον καὶ πιότερον καὶ πλεῖον· τὸ δὴ θερμαινόμενον ὑπὸ τοῦ ἡλίου ἐκζέει ἐς τὰ ἄκρα, καὶ γίνεται καρπὸς κατὰ τὸ ξυγγενὲς ἐξ ὁκοίου καὶ ἐγένετο. Καὶ πολὺς ἐξ ὀλίγου διὰ τόδε γίνεται, ὅτι ἕλκει ἕκαστον τῶν φυομένων ἐκ τῆς γῆς δύναμιν πλείονα ἢ ἐξ οὗ ἐγένετο, καὶ ἐκζέει οὐ κατὰ ἓν, ἀλλὰ κατὰ πολλά· ὁκόταν δὲ ὁ καρπὸς ἐκζέσῃ, τρέφεται ὑπὸ τοῦ φυομένου· ἕλκον γὰρ τὸ φυόμενον ἀπὸ τῆς γῆς τῷ καρπῷ ἐκδίδωσιν· ὁ δὲ ἥλιος πέσσει καὶ στερεοῖ τὸν καρπὸν, τὸ ὑδαρέστερον πρὸς ἑωυτὸν ἕλκων ἀπ’ αὐτοῦ. Καὶ ταῦτα μὲν εἴρηταί μοι περὶ τῶν ἐκ σπέρματος φυομένων ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδατος.
23. Τὰ δὲ ἐκ φυτευτηρίων, ἀπὸ δενδρέων δένδρεα γίνεται τρόπῳ τοιῷδε· τρῶμα ἴσχει ὁ κλάδος ἐν τῷ κάτω τῷ πρὸς τὴν γῆν, ᾗ ἀπὸ τοῦ δένδρου ἐκλάσθη, ὅθεν αἱ ῥίζαι ἀφίενται. Τρόπῳ δὲ τοιούτῳ μεθίενται· ὁκόταν τὸ φυτὸν τὸ ἐν τῇ γῇ ἐνεὸν ἰκμάδα λάβῃ ἀπὸ τῆς γῆς, οἰδέει καὶ πνεῦμα ἴσχει, τὸ δὲ ὑπὲρ τῆς γῆς οὐδέπω· τὸ δὲ πνεῦμα καὶ ἡ ἰκμὰς συστρέψασα ἐν τῷ κάτω τοῦ φυτοῦ τὴν δύναμιν, ὅση ἦν βαρυτάτη, ἔῤῥηξεν ἐς τὸ κάτω, καὶ γίνονται ἐξ αὐτοῦ ῥίζαι ἁπαλαί. Ὁκόταν δὲ ἐς τὸ κάτω λάβηται, τότε δὴ ἕλκει ἐκ τῆς ῥίζης ἰκμάδα καὶ διαδίδωσι τῷ ὑπὲρ τῆς γῆς ἐόντι· καὶ τότε αὖθις τὸ
ἄνω οἰδέει καὶ πνεῦμα ἴσχει· καὶ ὅση δύναμις; ἐν τῷ φυτῷ κούφη ἔνεστι, ξυστραφεῖσα, φύλλα γινομένη, βλαστάνει, καὶ ἐς τὸ ἄνω ἤδῃ τὴν αὔξησιν ποιέεται καὶ ἐς τὸ κάτω. Οὕτως ἐς τὸ ἐναντίον ξυμβαίνει ἤδη τῶν ἐκ τοῦ σπέρματος γινομένων καὶ τῶν ἐκ τοῦ φυτευτηρίου περὶ τοῦ βλαστοῦ· πρότερον γὰρ ἐκ τοῦ σπέρματος τὸ φύλλον ἀνατέλλει, ἔπειτα αἱ ῥίζαι ἐς τὸ κάτω ἀφίενται· τὸ δὲ δένδρον ῥιζοῦται πρῶτον, ἔπειτα φυλλοῦται· διὰ τόδε, ὅτι ἐν μὲν τῷ σπέρματι αὐτῷ ἰκμάδος πλῆθος ἔνεστι, καὶ ἐν τῇ γῇ παντὶ ἐόντι τροφὴ ἔνεστι τὸ πρῶτον τῷ φύλλῳ ἀρκέουσα, ὅθεν τὸ φύλλον θρέψεται μέχρις ἂν ῥιζωθῇ· ἐν δὲ τῷ κλάδῳ οὐ γίνεται, οὐ γὰρ γίνεται ἐξ ἑτέρου ὅθεν τὸ φύλλον τὸ πρῶτον τροφὴν ἕξει, ἀλλ’ αὐτὸς ὁ κλάδος ἐστὶν ὥσπερ, καὶ τὸ δένδρον ἔχει, καὶ τοῦτο ὑπὲρ γῆς ἐστι πολὺ, ὥστε, οὐκ ᾂν δύναιτο ὑπὲρ γῆς ἰκμάδος πλησθῆναι, εἰ μὴ ἐκ τοῦ κάτω μεγάλη τις δύναμις ἐλθοῦσα τῷ ἄνω ἐκδώσει τῆς ἰκμάδος. Καὶ πρῶτον τὸ φυτευτήριον ἀνάγκη ἐστὶν ἑωυτῷ τροφὴν ποιήσασθαι ἀπὸ τῆς γῆς τῇσι ῥίζῃσιν ἔπειτα οὕτως ἀπὸ τῆς γῆς ἕλκον ἄνω ἀποδιδόναι, καὶ φύλλα ὁρμῆσαι εἰς βλαστόν τε καὶ αὔξησιν.
24. Ὅταν δὲ αὔξηται τὸ φυτὸν, ὀζοῦται ὑπ’ ἀνάγκης τοιῆσδε, ἣν ἐρέω· ὁκόταν ἰκμάδος αὐτῷ πλεῖον προσγένηται ἐκ τῆς γῆς ἑλκαμένης, ὑπὸ τοῦ πλήθεος ῥήγνυσιν ᾗ ἂν πλείστη ἔῃ, καὶ ταύτῃ ὀζοῦται τὸ φυτόν. Αὔξεται δὲ καὶ ἐς τὸ εὖρος καὶ ἐς τὸ ἄνω καὶ ἐς τὸ κάτω διὰ τόδε, ὅτι τὸ κάτω τῆς γῆς τοῦ· μὲν χειμῶνος θερμόν ἐστι, τοῦ δὲ θέρεος ψυχρόν. Τοῦτο δὲ διὰ τόδε ἐστὶν, ὅτι ἡ γῆ ἰκμαλέη ἐστὶν ἐν χειμῶνι ὑπὸ τοῦ ὕδατος τοῦ ἐκ τοῦ οὐρανοῦ πίπτοντος καὶ πιεζεῖται ἐφ’ ἑωυτῇ, ἅτε βαρυτέρης ἐούσης τῆς ἰκμάδος· πυκνοτέρη δέ ἐστιν ὑπὸ τουτέου καὶ οὐκ ἔχει διαπνοὴν οὐδεμίην· οὖ γὰρ ἔτι
ῥήγνυσι χωρέον, καὶ ὁδόν οἱ αὐτῷ ποιέεται εὐρυτέρην ἢ εἰ ὀλίγον εἴη· τὸ γὰρ ὕδωρ ἐν τῇ γῇ οὐχ ἕστηκεν, ἀλλ’ ἀεὶ χωρέει ἐς τὸ κάταντες· εἰ δὲ διιείη τοῦ χειμῶνος ἀπὸ τοῦ ὕδατος τὸ πνεῦμα ἡ γῆ δι’ ἑωυτῆς, ἔλασσον τὸ ὕδωρ ἂν ἐχώρεεν ἐξ αὐτῆς, καὶ αἱ πηγαὶ οὐκ ἂν ᾖσαν τοῦ χειμῶνος μεγάλαι. Πάντα ταῦτα εἴρηταί μαι ὅτι τῆς γῆς τὸ κάτω θερμότερον φαίνεται ἐὸν τοῦ χειμῶνος ἢ τοῦ θέρεος.
25. Νῦν δὲ θέλω εἰπεῖν ὅτι τοῦ θέρεος τὸ κάτω τῆς γῆς ψυχ ρότερον φαίνεται ἐὸν ἢ τοῦ χειμῶνος· τοῦ θέρεος γὰρ ἀραιή ἐστιν ἡ γῇ καὶ κούφη. ἅτε τοῦ ἡλίου σφοδρότερον προσβάλλοντος καὶ ἕλκοντος ἀπ’ αὐτῇς πρὸς ἑωυτὸν τῆς ἰκμάδος· ἔχει δὲ ὕδωρ ἡ γῆ ἐν ἑαυτῇ ἀεὶ πλέον ἢ ἔλασσον· τὰ δὲ πνεύματα ἡμῖν ἐστι πάντα ἀφ’ ὕδατος· τούτου δὲ πέρι πάρα συμβάλλεσθαι, ὅτι οὕτως ἔχει, ἀπὸ γὰρ τῶν ποταμῶν πάντων πνεύματα χωρέει ἑκάστοτε καὶ τῶν νεφέων, τὰ δὲ νέφεα ἐστὶν ὕδωρ ξυνεχὲς ἐν ἠέρι. Καὶ τότε δὴ ἡ γῆ ἀραιή ἐστι τοῦ θέρεος καὶ κούφη καὶ ὕδωρ ἐν αὑτῇ ἔχουσα· καὶ τὸ ὕδωρ ῥέει ἐς τὰ κατάντεα· χωρέοντος δὲ τοῦ ὕδατος αἰεὶ ἀποπνέει αὐτόθεν ἕτερον ἐξ ἑτέρου πνεῦμα· τὸ δὲ ἀποπνέον διὰ τῆς γῆς ἔρχεται κούφης καὶ ἀραιῆς ἐούσης καὶ ψῦχος τῇ γῇ ποιέει, καὶ αὐτὸ τὸ ὕδωρ συμψύχεται. Ἔχει δὲ οὕτως ὥσπερ εἴ τις ἐν ἀσκῷ ὕδωρ ἐνεὸν ἀποπιέσειεν ἰσχυρῶς καὶ παραπνοὴν τῷ ὕδατι ποιήσειε νύγματι βελόνης ἢ μικρῷ μέζονι, καὶ τὸν ἀσκὸν κρεμάσας αἰωροίη, οὐδὲν διὰ τοῦ τετρημένου πνεῦμα χωρήσει, ἀλλ’ ὕδωρ, οὐ γὰρ ἔχει εὐρυχωρίην
θερμὸν δὲ γίνεται διὰ τόδε, ὅτι τῆς γῆς ἀραιῆς ἐούσης καὶ πνεύματος ἐόντος ἐν αὐτῇ ψύχεται; ὅταν δὲ ἀρυσθέντι χρόνος ἐγγένηται; στάσιμον γίνεται καὶ θερμὸν ὁρᾶται· θερμαίνεται γὰρ ὑπὸ τοῦ ἠέρος θερμοῦ ἐόντος, ὥσπερ καὶ τὸ μὴ ἀντλεόμενον ὕδωρ ἐν τῷ φρέατι· τοῦ θέρεος διὰ τοῦτο θερμὸν γίνεται. Ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται.
26. Ἀναλήψομαι δὲ αὖθις ὅτι τοῦ θέρεος τὸ κάτω τῆς γῆς ψυχρόν ἐστι, τοῦ δὲ χειμῶνος θερμὸν, τὸ δὲ ἄνω τῆς γῆς τοὐναντίον τούτου, καὶ δεῖ τῷ δένδρεϊ μὴ δύο θερμὰ ὁμοῦ προσγίνεσθαι, μηδὲ δύο ψυχρὰ ὁμοῦ; ἢν, μέλλῃ ὑγιαίνειν· ἀλλ’ ἢν μὲν ἐκ τοῦ ἄνωθεν προσγίνηται θερμὸν, ἐκ τοῦ κάτωθεν δεῖ ψυχρὸν αὐτῷ προσγίνεσθαι, καὶ πάλιν ἢν ἐκ τοῦ ἄνωθεν προσγίνηται ψυχρὸν, ἐκ τοῦ κάτωθεν δεῖ θερμὸν αὐτῷ προσγίνεσθαι. Αἵ τε ῥίζαι ὅ τι ἂν ἑλκύσωσι, τῷ δένδρεϊ προσδιδόασι, καὶ τὸ δένδρεον τῇσι ῥίζῃσι. Καὶ γίνεται οὕτω ταμιείη καὶ ψυχροῦ καὶ θερμοῦ· ὥσπερ καὶ τῷ ἀνθρώπῳ ἐσιόντων ἐς τὴν κοιλίην σιτίων, ὅσα πεσσόμενα θερμαίνει, δεῖ ψύξιν ἀποδίδοσθαι ἀπὸ τοῦ πότου, οὕτω καὶ τῷ δένδρεϊ δεῖ ἀνταποδίδοσθαι ἐκ τοῦ κάτω πρὸς τὸ ἄνω, καὶ ἀνάπαλιν. Καὶ αὔξεται τὸ δένδρον καὶ ἐς τὸ ἄνω καὶ ἐς τὸ κάτω διὰ τόδε, ὅτι οἱ τροφή ἐστι καὶ ἐκ τοῦ κάτωθεν καὶ ἐκ τοῦ ἄνωθεν. Καὶ ἕως μὲν ἂν ἁπαλὸν ἔῃ σφόδρα, οὐ καρποφορέει· οὐ γάρ ἐστιν αὐτῷ πίειρα δύναμις οὐδὲ παχείη, ἥτις ἐς καρπὸν ξυμβάλλεσθαι οἵη τέ ἐστιν· ὁκόταν δὲ χρόνος ἐγγένηται, τότε ἤδη ἐν αὐτῷ αἱ φλέβες, εὐρεῖαι γινόμεναι ποιεῦνται ἐν αὐτῷ ἐκ τῆς γῆς πίειραν καὶ παχείην τὴν ῥύσιν· ὁ δὲ ἥλιος διαχέων αὐτὴν ποιέει ἐκζεῖν ἅτε κούφην ἐοῦσαν ἐς τὰ ἄκρα καὶ καρποῦσθαι· καὶ τὴν μὲν λεπτὴν ἰκμάδα ἀπὸ τοῦ καρποῦ ἀποφέρει, τὴν δὲ παχείην πέσσων ὁ ἥλιος καὶ θερμαίνων γλυκαίνει· τὰ δὲ οὐ καρποφορέοντα
τῶν δενδρέων οὐκ ἔχει πῖαρ ἐν αὐτοῖσιν, ὅσον ἐς τὸν καρπὸν ἐκδώσεται. Τὸ δὲ πᾶν δένδρεον ὁκόταν ὑπὸ χρόνου στερεωθῇ καὶ λάβηται ἐκ τοῦ κάτω τῇσι ῥίζῃσιν ἤδη βεβαίως, πέπαυται αὐξόμενον πάντη. Ὁκόσοισι δὲ ἐς δένδρεα ἀφ’ ἑτέρων δενδρέων ὀφθαλμοὶ ἐνετέθησαν καὶ δένδρεα γενόμενα ἐν τοῖσι δένδρεσι ζῇ καὶ καρποφορέει καρπὸν οὐχ ὅμοιον οἷσιν ἐγκείμενά ἐστιν, τρόπῳ τοιῷδε τοῦτο γίνεται. Ξυμβαίνει τῷ ὀφθαλμῷ πρῶτον μὲν βλαστάνειν, τροφὴν γὰρ εἶχε πρῶτον μὲν ἀπὸ τοῦ δενδρέου, ἀφ’ οὗ ἀπηνέχθη, ἔπειτα ἐν ᾧ ἐνετέθη· ὁκόταν δὲ βλαστήσῃ οὕτω, μεθίησιν ἐς τὸ δένδρεον ῥίζας ἀπ’ αὐτοῦ λεπτάς· καὶ πρῶτον ἀπαυρίσκεται ἀπὸ τῆς ἰκμάδος τῆς ἐν τῷ δενδρέῳ ἐνεούσης, ἐν ᾧ ἔγκειται· ἔπειτα χρόνου ἐγγενομένου ἀφίησι ῥίζας ἐς τὴν γῆν διὰ τοῦ ἐν ᾧ ἐνετέθη, καὶ ἐπαυρίσκεται ἀπὸ τῆς γῆς ἕλκον τὴν ἰκμάδα, καὶ τροφὴ αὐτῷ ἐκεῖθέν ἐστιν· ὥστε μὴ θαυμάζειν ἑτερόκαρπα εἶναι τὰ ἔνθετα τῶν δενδρέων, ζῇ γὰρ ἀπὸ τῆς γῆς. Ταῦτά μοι εἴρηται περὶ τῶν δενδρέων καὶ τῶν καρπῶν διὰ τόδε, ὅτι οὐχ οἷόν τε ἦν μοι τὸν λόγον ἡμιτελέα καταλιπεῖν.
27. Ἀναβήσομαι δ’ αὖθις ὀπίσω οὗ εἵνεκά μοι λόγου τάδε ἀμφὶ τῶνδε εἴρηται. Φημὶ γὰρ τὰ ἐν τῇ γῇ φυόμενα πάντα ζῇν ἀπὸ τῆς γῆς τῆς ἰκμάδος, καὶ ὅκως ἂν ἡ γῆ ἔχῃ ἱκμάδος ἐν ἑωυτῇ, οὕτω καὶ τὰ φυόμενα ἔχειν· οὕτω καὶ τὸ παιδίον ζῇ ἀπὸ τῆς μητρὸς ἐν τῇσι μήτρῃσι, καὶ ὅκως ἂν ἡ μήτηρ ὑγιείης ἔχῃ, οὕτω καὶ τὸ παιδίον ἔχει. Ἢν δέ τις βούληται ἐννοεῖν τὰ ῥηθέντα ἀμφὶ τούτων ἐξ ἀρχῆς ἐς τέλος, εὑρήσει τὴν φύσιν πᾶσαν παραπλησίην ἐοῦσαν τῶν τε ἐκ τῆς γῆς φυομένων καὶ τῶν ἐξ ἀνθρώπων. Καὶ ταῦτά μοι ἐς τοῦτο εἴρηται.
28. Τὸ δὲ παιδίον ἐν τῇσι μήτρῃσιν ἐὸν τὼ χέρε ἔχει πρὸς τῇσι γένυσι καὶ τὴν κεφαλὴν πλησίον τοῖν ποδοῖν· καὶ οὐκ ἔστιν ἀτρεκείη κρῖναι, οὐδ’ ἂν ἴδῃς ἐν τῇσι μήτρῃσι τὸ παιδίον, πότερον τὴν
κεφαλὴν ἄνω ἔχει ἢ κάτω· ἐκ δὲ τοῦ ὀμφαλοῦ τεταμένοι εἰσὶν οἱ ὑμένες, ἀντέχοντες αὐτό.
29. Νῦν δὲ ἐρῶ τὴν διάγνωσιν, ἣν ἔφην ἀποφανέειν ὀλίγῳ πρότερον, ὡς ἀνυστὸν ἀνθρωπίνῃ γνώμῃ ἐμφανέα ἐοῦσαν παντὶ τῷ θέλοντι εἰδέναι τούτου πέρι, ὅτι ἥ τε γονὴ ἐν ὑμένι ἐστὶ, καὶ κατὰ μέσον αὐτῆς ὁ ὀμφαλός ἐστι, κἀκείνη πρῶτον τὴν πνοὴν ἕλκει ἐς ἑωυτὴν καὶ μεθίησιν ἔξω, καὶ ἐκ τοῦ ὀμφαλοῦ ὑμένες εἰσί· καὶ τὴν ἄλλην φύσιν τοῦ παιδίου, ἣν εἴρηκα, ὧδε ἔχουσαν εὑρήσεις πᾶσαν μέχρις ἐς τέλος, ὅκως μοι ἐν τοῖσι λόγοισιν ἀποπέφανται, εἰ βούλεταί τις τοῖσιν ἱστορίοισιν, ὁκόσοισι μέλλω λέγειν, χρῆσθαι. Εἰ γάρ τις ἐθέλει ὠὰ εἴκοσιν ἢ πλείονα, ὅκως ἐκλεπίσηται, ὑποθεῖναι ἀλεκτορίσιν εἴτε δυσὶν εἴτε πλείοσι, καὶ ἑκάστης ἡμέρης ἀπὸ τῆς δευτέρης ἀρξάμενος μέχρι τῆς ὑστάτης ᾗ ἐκλέψει τὸ ὠὸν, ὑφαιρέων, καταγνύων, σκοπῶν εὑρήσει ἔχοντα πάντα κατὰ τὸν ἐμὸν λόγον, ὡς χρὴ ὄρνιθος φύσιν ξυμβάλλειν ἀνθρώπου φύσει. Ὅτι γὰρ ὑμένες εἰσὶν ἐκ τοῦ ὀμφαλοῦ τεταμένοι, καὶ τἄλλα ὁκόσα εἴρηται περὶ τοῦ παιδίου, οὕτως ἔχοντα ἐν τῷ ὠῷ τῷ ὀρνιθείῳ εὑρήσεις ἐξ ἀρχῆς ἐς τέλος· καίτοι ἤν τις μηδέπω εἶδε, θαυμάσει ἐν ὀρνιθείῳ ὠῷ ἐνεόντα ὀμφαλόν. Ἔχει δὲ ὧδε τάδε, καὶ ταῦτα δέ μοι ὧδε εἴρηται.
30. Ὁκόταν δὲ τῇ γυναικὶ ὁ τόκος παραγένηται, ξυμβαίνει τότε τῷ παιδίῳ κινεομένῳ καὶ ἀσκαρίζοντι χερσί τε καὶ ποσὶ ῥῆξαί τινα τῶν ὑμένων τῶν ἔνδον· ῥαγέντος δὲ ἑνὸς, ἤδη καὶ οἱ ἄλλοι ἀκιδνοτέρην δύναμιν ἔχουσι· καὶ ῥήγνυνται πρῶτον μὲν οἱ κείνου ἐχόμενοι· ἔπειτα ὁ ὕστατος. Ὁκόταν δὲ ῥαγῶσιν οἱ ὑμένες, τότε λύεται
Καὶ κατὰ τοῦτον τὸν λόγον καὶ τοῖσι κτήνεσι καὶ τοῖσι θηρίοισιν ὁ τόκος παραγίνεται ἐν χρόνῳ ᾧ ἕκαστον τίκτει οὐ μακρότερον· ἑκάστῳ γὰρ τῶν ζώνων ἀνάγκη ἐστὶ χρόνον εἶναι, ἐν ᾧ ἡ τροφὴ σπανιωτέρη ἔσται τῷ ἐμβρύῳ καὶ ἐπιλείψει καὶ ὁ τόκος παρέσται· καὶ τὰ μὲν ἐλάσσω τροφὴν τοῖσιν ἐμβρύοισιν ἔχοντα θᾶσσον τίκτει, τὰ δὲ πλείω ὕστερον. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται. Τὸ δὲ παιδίον, ὅταν περιῤῥαγῶσιν οἱ ὑμένες, ἢν μὲν δὴ ἐπικρατήσῃ ἡ ἐπὶ τὴν κεφαλὴν ῥοπὴ, ῥηϊδίως τίκτει ἡ γυνή· ἢν δὲ πλάγιον ἢ ἐπὶ πόδας χωρήσῃ, γίνεται γὰρ τοῦτο, ἢν οὕτως ἡ ῥοπὴ τύχῃ γενομένη ἢ ὑπὸ εὐρυχωρίης γε τῶν μητρέων, ἢ καὶ ἢν ἡ μήτηρ ἐν τῇ ὠδῖνι μὴ ἡσυχάσῃ τὸ πρῶτον, κἢν οὕτω χωρέῃ, χαλεπῶς τέξεται ἡ γυνή· πολλαὶ δὲ ἤδη ἢ αὐταὶ ὤλοντο, ἢ τὰ παιδία, ἢ ἅμα αἱ μητέρες καὶ τὰ ἐν αὐτῇσιν. Ἐκ δὲ τῶν τικτουσῶν μάλιστα πονέουσιν αἱ πρωτοτόκοι διὰ τὴν ἀπειρίην τῶν πόνων, καὶ πονέουσι μὲν πᾶν τὸ σῶμα, μάλιστα δὲ τὴν ὀσφύν τε καὶ τὰ ἰσχία· διίσταται γὰρ σφέων τὰ ἰσχία· αἰ δὲ μᾶλλον ἔμπειροι τόκων ἧσσον πονέουσι τῶν πρωτοτόκων, αἱ δὲ πουλυτόκοι πάνυ ἧσσον πονέουσιν. Ἢν δὲ ἐπὶ κεφαλὴν ἴῃ τὸ ἔμβρυον, ἡ κεφαλὴ πρῶτον ἔξω χωρέει, ἔπειτα τἄλλα μέλεα ἑπόμενα, ὕστατος δὲ ὁ ὀμφαλός· ἐκ δὲ τοῦ ὀμφαλοῦ τὸ χορίον τεταμένον ἐστίν. Μετὰ δὲ ταῦτα ὕδρωψ ἔρχεται αἱματώδης ἀπό τε τῆς κεφαλῆς καὶ τοῦ ἄλλου σώματος, ἀποκριθεὶς ὑπὸ βίης τε καὶ πόνου καὶ θέρμης, καὶ ὁδὸν ἀφηγήσατο τῇ τῶν λοχίων καθάρσει· μετὰ δὲ τὴν ἔξοδον τοῦ ἰχῶρος ἡ κάθαρσις γίνεται χρόνον τὸν πρόσθεν εἰρημένον. Καὶ οἵ τε μαζοὶ καὶ τἄλλα μέλεα ὁκόσα ὑγρότερά ἐστι, καταῤῥήγνυται τῶν γυναικῶν, ἥκιστα μὲν ἐν τῷ πρώτῳ τόκῳ, ἔπειτα δὲ, ὡς ἂν πλειόνων πειρένωνται τόκων, ἔτι μᾶλλον καταῤῥήγνυται διακενουμένων τῶν φλεβῶν ὑπὸ τῆς καθάρσιος τῶν λοχίων. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται.
31. Δίδυμα δὲ γίνεται ἀφ’ ἑνὸς λαγνεύματος οὕτως· ἔχουσιν αἱ μῆτραι κόλπους συχνοὺς καὶ γαμψοὺς, τοὺς μὲν τηλοτέρω, τοὺς δὲ πλησιαιτέρω τοῦ αἰδοίου· καὶ τὰ πουλύγονα τῶν ζώων πλείους ἔχει κόλπους τῶν ὀλίγα κυεόντων· ὁμοίως δὲ καὶ τὰ πρόβατα, θηρία τε καὶ ὄρνεα. Ὅταν δὲ ἡ γονὴ τύχῃ σχισθεῖσα εἰς δύο κόλπους ἀφικομένη καὶ αἱ μῆτραι δέξωνται τὴν γονὴν, καὶ τοῖν κόλποιν μηδέτερος ἐς τὸν ἕτερον χαλάσῃ, χωρισθεῖσα δὴ ἐν ἑκατέρῳ κόλπῳ ὑμενοῦται καὶ ζωοῦται τῷ αὐτῷ τρόπῳ ᾧπερ καὶ τὸ ἓν εἴρηται. Ὅτι δὲ ἀφ’ ἑνὸς λαγνεύματος δίδυμα γίνεται ἱστόριον τόδε ἐστὶ, κύων καὶ ὗς καὶ ἄλλα ζῶα ὅσα ἀφ’ ἑνὸς λαγνεύματος τίκτει καὶ δύο καὶ πλείονα, καὶ ἕκαστον τῶν ζώων ἐν τῇσι μήτρῃσιν ἐν κόλπῳ καὶ ὑμένι ἐστὶ, καὶ ταῦτα αὐτοὶ ὁρέομεν γινόμενα, καὶ ταῦτα τίκτει τῇ αὐτῇ ἡμέρῃ πάντα ὡς ἐπιτοπλεῖστον. Ὧδε δὲ καὶ τῇ γυναικὶ ἀπὸ μιῆς μίξιος γινόμενα τὰ παιδία ἑκάτερον ἐν κόλπῳ καὶ χορίῳ ἐστὶ, καὶ τίκτει τῇ αὐτῇ ἡμέρῃ ἀμφότερα, καὶ πρότερον θάτερον χωρέει ἔξω καὶ τὸ χορίον αὐτοῦ. Ὅτι δὲ θῆλυ καὶ ἄρσεν δίδυμα γίνεται, φημὶ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ καὶ ἐν παντὶ ζώῳ ἑκάστῳ γονῆς ἐνεῖναι καὶ ἀσθενέστερον καὶ ἰσχυρότερον· καὶ οὐκ ἐς ἅπαξ χωρέει ἡ γονὴ, ἀλλὰ καὶ ἐς δὶς καὶ τρὶς ἀποβράσσεται· καὶ οὐκ ἀνυστὸν ἀεὶ ὁμοίως εἶναι πᾶν ἰσχυρὸν, τό τε πρόσθεν ἐξιὸν καὶ τὸ ὕστερον. Ἐς ὁκότερον ἂν οὖν τῶν κόλπων τύχῃ ἡ γονὴ παχυτέρη καὶ ἰσχυροτέρη ἐσιοῦσα, κεῖθι ἄρσεν γίνεται· ἐς ὁκότερον δ’ αὖ ὑγροτέρη καὶ ἀσθενεστέρη, κεῖθι θῆλυ γίνεται· ἢν δ’ ἐς ἄμφω ἰσχυρὴ ἐσέλθῃ, ἄμφω ἄρσενα
γίνεται· ἢν δὲ ἀσθενὴς ἐς ἄμφω, ἄμφω θήλεα γίνεται. Οὗτος ὁ λόγος ὧδε εἰρημένος ἅπας τέλος ἔχει.