ps-Galen: De signis ex urinis (On the Signs from Urines)
Work
ps-Galen, De signis ex urinis
English: On the Signs from Urines
Text information
Type: Original (Greek)
Source
Paul Moraux. "Anecdota Graeca Minora VI: Pseudo-Galen, De signis ex urinis". Zeitschrift für Papyrologie und Epigraphik 60 (1985), 68-74
Download
psgal_designisexurinis-orig-gr1.xml [27.67 KB]
Τοῦ Γαληνοῦ
σημεῖον ἐσχάτης ἀπεψίας τοῦ φλεβώδους γένους τὸ ἐξουρεῖσθαι λεπτὸν καὶ μένειν οὕτως. σημεῖον διεγέρσεως τῆς φύσεως πρὸς κίνησιν τῶν ἐν ταῖς φλεψὶ χυμῶν τὸ ἐξουρεῖσθαι λεπτόν, ὕστερον δὲ θολοῦσθαι. σημεῖον τῆς τῶν παχέων πνευμάτων καὶ χυμῶν ἀναζυμώσεως τὸ ἐξουρεῖσθαι παχὺ καὶ μένειν οὕτως. σημεῖον τοῦ παύεσθαι τὴν τῶν χυμῶν κίνησιν καὶ οἷον ταραχὴν ἄρχεσθαι καὶ τὴν διάκρισιν γίνεσθαι τὸ οὐρεῖσθαι παχὺ καὶ ἀποκαθίστασθαι. σημεῖον πολυποσίας καὶ δαψιλοῦς τροφῆς ἀνθρώπων ὑγιαινόντων λεπτότης σὺν λευκότητι οὔρου· τοιοῦτον οὖρον τοῖς παισὶν οὐρηθὲν κακόν, τοῖς γὰρ γέρουσι τὰ μέλανα κακά, τοῖς δὲ παιδίοις τὰ ὑδατώδη. τὸ τοιοῦτον σημαίνει καὶ ἀτονίαν δυνάμεως, ὡς ἐπὶ τοῦ κατὰ φύσιν γήρως, καὶ ἀσθένειαν ἐκ χρονίου νοσήματος. σημεῖον διαβήτου τοιούτου οὔρου πολλὴ καὶ ἀθρόα οὔρησις. σημεῖον ἀφημερινοῦ τοιούτου οὔρησις σὺν πυρετῷ. σημεῖον ψυχροτέρας κράσεως τοῦ ἥπατος τοιούτου οὔρησις. σημεῖον ἐμφράξεως τῶν νεφρῶν καὶ ἀρχῆς τεταρταίων, ἔτι δὲ καὶ ὑδρωπικῶν τοιούτου οὔρου οὔρησις. σημεῖον τετραμμένων τὸν τράχηλον καὶ βαρυνομένων τὴν κεφαλήν, ἔτι δὲ καὶ σκώτωσιν ἐχόντων καὶ λιποθυμίαν τοιούτου οὔρου οὔρησις. σημεῖον ἀνέσεως ἐν πυρετοῖς πολλοῦ τοιούτου οὔρησις. σημεῖον ἐν πυρετοῖς ἀποστάσεως μελλούσης γενέσθαι εἰς τὰ κάτω τῶν φρενῶν χωρία τοιούτου οὔρου οὔρησις. σημεῖον φρενίτιδος ἐν καύσῳ πυρετῷ τοιούτου οὔρου οὔρησις, ἣ λύεται αἱμορραγίας γεγονυίας ἢ ἱδρῶτος πολλοῦ ἐν τῇ κεφαλῇ, ὧν μὴ γενομένων θάνατος ἐπακολουθεῖ. σημεῖον ἐπικρατήσεως ξανθῆς χολῆς λεπτότης καὶ πυρρότης. σημεῖον καθάρσεως
μαραθρόρριζα ἐχόντων καὶ θριμβόξυλα καὶ ἀλοιφῆς χαμαιμηλελαίου καὶ νάρδου. σημεῖον ξανθῆς χολῆς καὶ διὰ ταύτην μαρασμοῦ χρῶμα ῥόδου τῷ χύματι μετὰ μέλανος ἐναιωρήματος, δι’ ὧν δηλοῦται ὁ θάνατος. σημεῖον χολῆς ἐκκαυθείσης ὑμὴν ἐλαιώδης ἄνω τῆς ὑέλου· χρεία οὖν ψυχρῶν προσφορᾶς καὶ κινήσεως γαστρός· εἰ γὰρ αὕτη κρατηθείη, φρενῖτις γίνεται· χρεία καὶ ὀξυφοινίκου εἰς πόσιν καὶ καταπλάσματος ἀπὸ λευκοῦ ᾠοῦ καὶ † ψιλέου καὶ κριθαλεύρου κατὰ τὸ ἧπαρ τιθεμένου· χρεία τούτῳ καὶ πότου ἀπὸ τοῦ σακχάρεως καὶ ἀγγουρίου σπέρματος, χρεία εἰς πόσιν καὶ κριθοχύλου ἐν τῇ δίψῃ ὁμοῦ ὀξυμέλιτι, χρεία καὶ ψυχρῶν κλυστήρων σὺν ἀλεύρῳ καὶ σακχάρει ἢ 〈ὑ〉δροσάτῳ, ὁ δὴ κάλλιον. σημεῖον χολῆς μελαίνης μεθ’ αἵματος μέλαν ἐναιώρημα· χρεία οὖν ζουλαπίου ἀπὸ ζιζύφων καὶ λουπηναρίου βεβρεγμένων καὶ ἑτέρου μετὰ σελινορρίζου καὶ λουπηναρίου καὶ ῥιζῶν ἀδιάντου καὶ σακχάρεως, ὥστε ποτίζεσθαι αὐτοῦ ἐφ’ ἑκάστης ἡμέρας· καὶ καταπλάσματος χρεία ἐκ τοῦ ὀροβοαλεύρου καὶ ἀγριαγγουρέας. σημεῖον νόσου ἥπατος καὶ στομάχου ἀπὸ ψυχρότητος καὶ ἀτονίας φύσεως καὶ ἀνορεξίας καὶ προσδοκίας ὕδρωπος καθαρότης οὔρου ὥσπερ ὕδωρ· χρεία οὖν ἀλοιφῆς καὶ ἐμπλάστρων θερμῶν, ἀλοιφῆς δὲ σπλάγχνων ὀπομαστίχης καὶ πηγάνου καὶ λαδάνου καὶ χαμαιμηλελαίου, μὴ μόνον δὲ σπλάγχνων, ἀλλὰ καὶ ἥπατος καὶ στομάχου· χρεία καὶ συνθέσεως ἐκ ξυλοζιγγιβέρεως, καρυοφύλλου, κυμίνου, καρναβαδίου, μακροπεπέρεως, στάχους, γλυκανίσου, ἀκόρου, σελινοανήθου, μοσχοκαρύου, λιβυστικοῦ, κυπείρου Ἀλεξανδρείας, ὥστε λειοτριβῆναι πάντα καὶ ἀναμεμίχθαι σακχάρει ὁμοῦ ῥοδοστάγματι ἐν χύτρᾳ καινῇ καὶ ἀφεψηθῆναι μετὰ μέλιτος καὶ γενέσθαι κατάπλασμα κατὰ τὸν στόμαχον καὶ τὸ ἧπαρ πρωίας καὶ ἑσπέρας· χρεία καὶ λούτρου συχνοῦ καὶ εὐκρατοποσίας, χρεία καὶ τῆς πικρᾶς.
λεπτὸν οὖρον ἄπεπτον καὶ βραχεῖαν τὴν βλάβην δηλοῖ. λευκὸν καὶ ὑδατῶδες οὖρον ἄπεπτον καὶ μεγάλην τὴν βλάβην δηλοῖ. τὰ λεπτὰ οὖρα καὶ λευκὰ καὶ ὑδατώδη φλεγματώδους γένους
διάθεσιν δηλοῖ, τὰ πεταλώδη δὲ κύστεώς εἰσι γνωρίσματα, τὰ σαρκώδη δὲ καὶ τὰ ἐοικότα θριξὶ τῶν νεφρῶν. τὸ ὑπόπυρρον ἢ ἄγαν πυρρὸν ἐν μὲν τῇ ἀρχῇ φαινόμενον πλεονεξίαν χολῆς δηλοῖ, ἐν δὲ τῇ παρακμῇ κάθαρσιν τοῦ σώματος, τὸ μηδ’ ὅλως πυρρὸν δηλοῖ μὴ φέρεσθαι τὴν χολὴν ἢ δι’ ἔμφραξιν ἢ τῷ ἀλλαχοῦ φέρεσθαι. τὸ χλωρὸν δηλοῖ ἰώδη χολὴν καὶ ἀμέτρως θερμήν. τὸ μέλαν σημαίνει μελαίνης χολῆς ἐπικράτησιν, τὸ πελιδνὸν νέκρωσιν· τὸ ἀφρῶδες γίνεται ἢ δι’ ὑπερβάλλουσαν θερμότητα, ὡς ἐπὶ τῶν λεβήτων, ἢ διὰ πνεύματος ἐπιμιξίαν, ὡς ἐπὶ θαλάττης. φαίνεται ἐν τοῖς τῶν παιδίων οὔροις ὠμὸς χυμός, πρῶτον μὲν δι’ ἀδηφαγίαν, δεύτερον δὲ διὰ πολυφαγίαν καὶ τρίτον ὅτι ἡ πέψις ἐπ’ αὐτοῖς εἰς δύο μερίζεται ἐνεργείας, εἴς τε τὴν τοῦ σώματος αὔξησιν καὶ εἰς τὴν τοῦ κενωθέντος ἀναπλήρωσιν. οὖρον ἢ θολερὸν οὐρεῖται καὶ ἔξω διακρίνεται, ὅπερ ἐστὶν ἐπιεικές· ἢ θολερὸν οὐρεῖται καὶ μένει τοιοῦτον, καί ἐστι μέσον· δηλοῖ γὰρ ἀκμάζειν τὸν ἐν τῷ σώματι σάλον· ἢ καθαρὸν μὲν οὐρεῖται, τὸ ἔξω δὲ θολοῦται, καί ἐστι κάκιστον· σημαίνει γὰρ ταραχὴν ἔσεσθαι καὶ πολυχρονιότητα τοῦ νοσήματος. οὖρον ὑδατῶδες καὶ λεπτὸν ταχέως ἀποκρινόμενον χείριστον, καὶ τοῦτο οἱ μὲν διαβήτην ἐκάλεσαν, οἱ δὲ εἰς οὖρα διάρροιαν, οἱ δὲ ὕδερον εἰς ἀμίδα. οὖρον ὑδατῶδες καὶ μηκέτι ταχέως 〈ἀπο〉κρινόμενον ... 〈οὐρού〉μενον δὲ θολερὸν καὶ ἔξω διακρινόμενον καὶ ἔχον παρυφιστάμενον νεφέλην ἢ ἐναιώρημα ἢ ὑπόστασιν, οὐ κακόν· τὸ παρυφιστάμενον ἐπὶ μὲν τῶν πληθωρικῶν καὶ πολυύλων σωμάτων πολὺ φαίνεται, ἐπὶ δὲ τῶν ἰσχνῶν ὀλίγον, καὶ μάλιστα πολλὰ πονούντων καὶ ὀλιγοσιτούντων, ἐπὶ δὲ τῶν μέσων καὶ συμμέτρων τῇ σαρκώσει σύμμετρον.
οὐδὲν παρυφίσταται τοῖς ἄκρως παχέσι οὔροις, διότι οὐκ ἔστιν ἐν αὐτοῖς τὸ μὲν παχύτερον, τὸ δὲ λεπτότερον, ἵνα διακριθῶσιν, ἀλλὰ τοῖς ἔχουσί τινα βραχεῖαν παχύτητα, ἅτινα τῷ χρόνῳ διακρινόμενα ὑφιζάνει καὶ ποιεῖ τὴν ὑπόστασιν· οὔτε τοῖς ἄκροις λεπτοῖς, διὰ τὴν αὐτὴν αἰτίαν. τῶν μελάνων
οὔρων ὀλεθριώτατον τὸ μελανθὲν οὖρον ὄλον, τοῦτ’ ἔστι τὸ χῦμα καὶ τὸ παρυφιστάμενον, ὀλέθριον δὲ ἁπλῶς τὸ καθ’ ὑπόστασιν μελανθέν, ἧττον δὲ ὀλέθριον τὸ κατὰ τὸ ἐναιώρημα, ἔτι δὲ ἧττον τὸ μελανθὲν κατὰ τὴν νεφέλην. τῶν ὀλεθρίων ὑφισταμένων τὰ μέν ἐστι κριμνώδη, καὶ τούτων τὰ μὲν λευκὰ σύντηξιν δηλοῖ τῶν στερεῶν, τὰ δὲ μέλανα φρύξιν τοῦ αἵματος, τὰ δὲ πιτυρώδη καὶ σημαίνει ἰσχυροτέραν τὴν θερμασίαν, ὅσῳ καὶ ἁδρομερέστερά εἰσιν. ἐν τοῖς ὀλεθρίοις καὶ τοῖς σωτηρίοις οὔροις μᾶλλον ἀσφαλὴς δήλωσις ἡ ἐκ τῆς ὑποστάσεως, ἥττων δὲ ἡ ἐκ τοῦ ἐναιωρήματος, καὶ ἔτι ἥττων ἡ ἐκ τῆς νεφέλης. ἐν τοῖς πεπεμμένοις οὔροις μᾶλλον πεπεμμένον τὸ ἔχον ὑπόστασιν, ἧττον δὲ τὸ ἔχον νεφέλην, ἔτι δὲ ἧττον τὸ ἔχον ἐναιώρημα. τὰ οὖρα τῶν ἐφημέρων πάντων πυρρά, ἀλλὰ τῶν μὲν διὰ λύπην δριμύτερα, τῶν δὲ διὰ θυμὸν θερμότερα, τῶν δὲ διὰ πύκνωσιν ὑπόλευκα, τῶν δὲ δι’ ἀγρυπνίαν καὶ λύπην δριμύτερα. τὰ οὖρα ἐπὶ μὲν τῶν ἀφεμερινῶν λεπτὰ καὶ λευκὰ ἢ ἐρυθρὰ ἢ παχέα ἢ θολερά, ἐπὶ δὲ τῶν τριταίων πυρρὰ ἢ ὑπόπυρρα, ἐπὶ δὲ τῶν τεταρταίων πολυειδῆ καὶ ἄπεπτα.