ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΟΥΡΩΝ ΕΝ
ΣΥΝΤΟΜΩΙ.
Τῶν οὔρων, ὡς προείρηται, πολλαὶ μὲν κατὰ
γένος αἱ διαφοραὶ, πολλαὶ δὲ καὶ εἰδικαί. καὶ πρῶτα μὲν
καὶ γενικώτατα δύο χῦμά τε καὶ παρυφιστάμενον. καὶ χῦμα
μὲν καλεῖται ἅπαν τὸ οὖρον παρὰ τὸ ἐκκεχύσθαι. παρυφιστάμενον
δὲ τὸ ἐν αὐτῷ ἕτερόν τι ἐμφαῖνον. ἐν τούτῳ
δὲ τῷ χύματι δύο θεωροῦνται ἐν συγκρίσει διαφοραὶ, σύστασις
καὶ χροιά· ἑκάτερον δὲ τούτων εἰς ἕτερα διαιρεῖται
καὶ ὑποδιάφορα. ἡ μὲν γὰρ σύστασις εἰς λεπτότητα καὶ
παχύτητα καὶ τὸ ἐξ ἀμφοτέρων σύμμετρον ὅπερ κατὰ φύσιν
ὑπάρχει. τὸ δὲ λεπτὸν καὶ παχὺ τέμνονται διχῆ, ἢ
γὰρ ἐξουρεῖται λεπτὸν καὶ μένει λεπτὸν, ἢ ἀναθολοῦται καὶ
γίνεται παχύ· καὶ τὸ ἀνάπαλιν καὶ οὐρεῖται παχὺ καὶ μένει
παχὺ καὶ ὕστερον ἀποκαθίσταται· καὶ τὸ μὲν οὐρούμενον
λεπτὸν καὶ μένον λεπτὸν δηλοῖ ἐσχάτην ἀπεψίαν τοῦ
φλεβώδους γένους. οὐ γὰρ ἐνεχείρησεν ὅλως ἡ φύσις ἐπαναστῆναι
πρὸς ἄμεινον τοῦ προσορεσθέντος καὶ πλεονεκτοῦντος
ἐν φλεψὶ χυμοῦ. τὸ δὲ οὐρούμενον λεπτὸν καὶ ὕστερον
ἀναθολούμενον δηλοῖ τὴν φύσιν ἐπαναστᾶσαν, ἄρχεσθαι δὲ
κινεῖν καὶ ἀναμοχλεύειν τὴν ὑποκειμένην καὶ πλεονάζουσαν
ἐν φλεψὶν ὕλην· πάλιν δὲ τὸ οὐρούμενον παχὺ καὶ μένον
παχὺ δηλοῖ ἀκμάζειν τὴν τῶν παχέων πνευμάτων τε καὶ
χυμῶν ζύμωσιν. τὸ δὲ οὐρούμενον παχὺ καὶ ὕστερον ἀποκαθιστάμενον
δηλοῖ παρεῖναι μὲν τὴν τῶν παχέων χυμῶν
ζύμωσιν, ἄρχεσθαι γὰρ τὴν διάκρισιν γίνεσθαι. καὶ ταῦτα
μὲν ἐν συστάσει τοῦ χύματος θεωροῦνται αἱ διαφοραὶ τῆς
πέψεως καὶ τῆς ἀπεψίας τῶν χυμῶν. αἱ δὲ ἐν
χρώματι διαφοραὶ πολλαὶ μὲν, ἐν συντόμῳ δὲ εἰπεῖν οἷον
λευκὸν, ὠχρὸν, ξανθὸν, πυῤῥὸν, ἐρυθρὸν, μέλαν. καὶ τὸ μὲν
λευκὸν πολλὰ σημαίνει· ἢ γὰρ ἀσθένειαν τῆς δυνάμεως καθάπερ
ἐπὶ τῶν γερόντων καὶ τῶν χρονίων νοσημάτων ἢ δι’
ἔμφραξιν τῶν ἀγγείων ἢ διὰ πολυποσίαν. εἰ δὲ πάχος ἔχει
τὸ λευκὸν, σῆψιν ὠμῶν χυμῶν ἐν φλεψὶ κειμένην δηλοῖ. πάλιν
δὲ τὸ ὠχρὸν ἀσθένειαν μὲν τῆς φύσεως δηλοῖ, μὴ δυναμένης
δὲ οὕτως ἀλλοιῶσαι καὶ πέψαι τὸ χῦμα τὸ ἐν φλεψί.
τὸ δὲ ξανθὸν οὖρον ἔνδειαν ὕλης σημαίνει νεωτέρῳ μὲν
ἀσιτίαν ἢ ἀγρυπνίαν ἢ θερμότητα ἐν τῷ βάθει ἔχοντι ἐναποκειμένην
ὡς ἐπὶ τῶν τριταίων. τὸ δὲ πυῤῥὸν ἄπεπτον
μὲν ὑπάρχει κατὰ τὴν σύστασιν, ξηρότητα δὲ πολλὴν σημαίνει·
εἰ δὲ καὶ πάχος ἔχει, πυρετόν. τὰ δὲ πολλὰ τῶν
οὔρων εὐχερῶς χρώννυνται ἀπὸ χολῆς. πάλιν τὸ ἐρυθρὸν
οὖρον γίνεται ἀπὸ πλείστου αἵματος καταβαπτομένου τοῦ
οὔρου, τοῦτο δὲ γίγνεται καὶ περὶ τῶν φλεγμονῶν. τὸ δὲ
μέλαν οὖρον γίγνεται ἢ διὰ τὸ καθαίρεσθαι καὶ ἐκριπτεῖσθαι
τὸν μελαγχολικὸν χυμὸν ἢ δι’ ὑπερόπτησιν τοῦ αἵματος.
ταῦτα δὲ πάντα τὴν διάθεσιν τῶν ἐν φλεψὶ κειμένων
χυμῶν σημαίνουσι. τὸ οὖν κατὰ φύσιν οὖρον ἐν συμμετρίᾳ
τῶν προειρημένων ποιοτήτων θεωρεῖται· κατὰ μὲν τὴν σύστασιν
μήτε λεπτὸν πολὺ μήτε παχύ· κατὰ δὲ τὸ χρῶμα
ξανθόν τε καὶ πυῤῥὸν, ξανθὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον
ὑπόστασιν καὶ ἐν τῷ πυθμένι τοῦ ἀγγείου ὑποκαθισταμένην·
καὶ τοῦτο κυρίως λέγεται κατὰ φύσιν. εἰρηκότες τοίνυν
τὰς ἐν συστάσει καὶ κατὰ χροιὰν διαφορὰς ζητήσομεν
ὁμοίως καὶ τὰς τοῦ παρυφισταμένου· ἀλλὰ πρότερον μάθωμεν
τί ἐστι τὸ παρυφιστάμενον.
Παρυφιστάμενον λέγεται τὸ ἐν αὐτῷ οὔρῳ ἕτερόν τι
ἐμφαῖνον καὶ οἱονεὶ μηδὲν ὁριζόμενον καὶ ὑφιστάμενον· περὶ
τούτου δὲ τοῦ παρυφισταμένου τέσσαρά τινα θεωρεῖται πρὸς
ἀκριβῆ διάγνωσιν, σύστασις, χροιὰ, τόπος καὶ χρόνος. καὶ
σύστασις μὲν ἢ ὁμαλὴ ἢ ἀνώμαλος, καλεῖται δὲ καὶ τραχεῖα·
χροιὰ δὲ ἢ κατὰ φύσιν ἐστὶ λευκὴ μὴ καταβαφεῖσα
ὑπὸ χυμοῦ τινος ἢ ἄλλως πως πλεονεκτήσαντος καὶ ἐπιχρώσαντος
αὐτήν. καὶ ταῦτα μὲν ἐπὶ τοῦ κατὰ σύστασιν
καὶ χροιάν. τοῦ δὲ τόπου τρεῖς εἰσι λεγόμεναι διαφοραὶ,
ἀνωτίρα, μέση καὶ κατωτέρα· καὶ εἰ μὲν ἐν τῷ οὔρῳ ἄνω
κρέμαται τὸ παρυφιστάμενον καλεῖται νεφέλη· εἰ δ’ ἐν τῷ
μέσῳ μετεωρίζηται, καλεῖται ἐναιώρημα· εἰ δ’ ἐν τῷ πυθμένι
τοῦ ἀγγείου πάλιν παρυφίσταται, καλεῖται ὑπόστασις. καὶ
πάλιν τὸ μὲν διεσπασμένον καὶ μετέωρον ἐν τῷ οὔρῳ λέγεται
νεφέλη, σημαίνει πλῆθος παχέων πνευμάτων ἀποκλησθέντων
ἐν τῷ βάθει καὶ δυναμένων ἐν τῷ τέως ὑπὸ τῆς
φύσεως λεπτυνθῆναι· τὸ δὲ ὑποκατελθὸν καὶ κατὰ τὴν μέσην
χώραν μεῖνον λέγεται ἐναιώρημα, πέψιν μὲν τῶν χυμῶν
σημαίνει, ἀλλ’ οὐ τελείαν. ὑπόστασις μὲν γὰρ τῇ φύσει
γρωρίζεται, τῷ τόπῳ καὶ τῇ θέσει διαλλαττομένη. τὸν δὲ
τόπον ἀμείβει ἡ τοῦ πνεύματος περιουσία. τοῦτο δὲ τὸ
πνεῦμα ἀπὸ τῆς κατὰ μέρος πέψεως λεπτύνεται καὶ διαφορεῖται
καὶ ἡ μὲν τελεία πέψις γίνεται καὶ ὑπὸ τῆς φύσεως
τοῦτο τὸ πνεῦμα λεπτύνεται. καὶ τελείως διαπνευσθὲν
τὸ ἐναιώρημα φαίνεται κάτω καὶ ποιεῖ τὴν ὑπόστασιν καὶ
τότε τελεία δηλοῦται ἡ πέψις ἐκ τούτων τῶν τριῶν, λέγω
δὴ συστάσεως, χρώματός τε καὶ τόπου καὶ ὁ χρόνος τοῦ
νοσήματος μερισθήσεται. εἰ μὲν γὰρ ἄνω ἐπιπολάζει ἡ λεγομένη
νεφέλη, ἀρχὴν δείκνυσι τῆς τοῦ νοσήματος
διακρίσεως· εἰ δ’ ἐν τῷ μέσῳ θεωρεῖται μεταΐζουσαν τὴν
πέψιν δηλοῖ· εἰ δὲ κάτω ἀποκαταστήσεται, τὴν τελείαν καὶ
ἀσφαλῆ πέψιν δηλοῖ τοῦ νοσήματος. ὅσον οὖν λεπτύνεται
τὸ πνεῦμα καὶ κατέρχεται τὸ παρυφιστάμενον, τοσοῦτον καὶ
τὰ νοσήματα καὶ τὰ συμπτώματα χαυνότερα ἑαυτῶν γενήσονται.
ἐν τούτοις οὖν θεωρεῖται ὁ χρόνος τοῦ νοσήματος
ἐκ τῶν μετεώρων τῆς πέψεώς τε καὶ τῆς ἀπεψίας· ἃ δὲ
φαῦλα καὶ πονηρὰ οὖρά εἰσι ταῦτα· τὰ χλωρὰ καὶ τὰ πελιδνὰ,
τὰ αἱματώδη, τὰ μέλανα καὶ λίαν παχέα· τὰ χλωρὰ,
τὰ πελιδνὰ, τὰ πυῤῥὰ καὶ λίαν ἄκραια, τὰ ὠμὰ καὶ λεπτὰ
καὶ μηδεμίαν ἔχοντα ὑπόστασιν μοχθηρὰ μὲν καὶ δυσώδη·
ὁμοίως τά τε λιπαρὰ καὶ ἐλαιώδη, φαῦλα δὲ ἔτι τὰ λεπτὰ
καὶ ὑδατώδη. νεφέλαι δὲ καὶ ὑποστάσεις πονηραὶ αἱ πελιδναὶ,
αἱ μέλαιναι, αἱ ζωφώδεις, αἱ ποικίλαι, αἱ διεσπασμέναι,
αἱ κριμνώδεις, αἱ δίαιμοι, αἱ πιτυρώδεις, αἱ χλωραὶ,
αἱ φλεγματώδεις καὶ δυσώδεις. τὰ δὲ ἀνυπόστατα οὖρα
πονηρὰ πάντα, καὶ ταῦτα μὲν σημαίνουσι πλῆθος αἰτιῶν,
διαφοράς τε νοσημάτων καὶ αὔξησιν τούτων καὶ μείωσιν,
διάκρισίν τε καὶ κρίσιν, πέψιν τε καὶ ἀπεψίαν καὶ τρόπους
κινδύνων γενησομένων· σκοπεῖν δὲ τὸν ἰατρὸν ἐπὶ πάντων
τούτων τὴν ἀκρίβειαν, τὴν δίαιταν καὶ τὸ πλῆθος τῶν αἰτιῶν
καὶ τὴν ὑπεροχὴν εἰς τὸ ἀδιαμάρτητον φυλαχθῆναι.
καὶ ταῦτα δὲ πάντα ἐξ οὔρων τε καὶ τῆς τούτων διαγνώσεως
καὶ προῤῥήσεως καὶ θεωρίας.