ps-Galen: De urinis ex Hippocrate, Galeno aliisque quibusdam (On Urines based on Hippocrates, Galen and Others)

Work

ps-Galen, De urinis ex Hippocrate, Galeno aliisque quibusdam (Περὶ οὔρων ἐκ τῶν Ἱπποκράτους καὶ Γαληνοῦ καὶ ἄλλων τινῶν)
English: On Urines based on Hippocrates, Galen and Others

Text information

Type: Original (Greek)

Source

Karl Gottlob Kühn. Claudii Galeni Opera Omnia. Medicorum graecorum opera quae exstant 19. Leipzig (Cnobloch) 1830, 609-628

Download

psgal_deurinisexhippgal-orig-gr1.xml [42.64 KB]

ΠΕΡΙ ΟΥΡΩΝ ΕΚ ΤΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΙ ΓΑΛΗΝΟΥ ΚΑΙ ΑΛΛΩΝ ΤΙΝΩΝ.

1. Οὖρον δὲ ἄριστόν ἐστιν, ὅταν λευκή τε ἡ ὑπόστασις εἴη καὶ λείη καὶ ὁμαλὴ περὶ πάντα τὸν χρόνον ἔστ’ ἂν κριθῇ ἡ νοῦσος. σημαίνει γὰρ τὴν ἀσφάλειάν τε καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. ἢν δὲ καὶ διαλείπει καὶ ποτὲ μὲν καθαρὸν οὐρεῖ, ποτὲ δ’ ὑφίσταται τὸ λευκόν τε καὶ λεῖον, καὶ χρονιωτέρα γίνεται ἡ νοῦσος καὶ ἧττον ἀσφαλής. εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ

ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου, σώτερον δὲ κάρτα. κριμνώδεις δὲ ἐν τοῖς οὔροις αἱ ὑποστάσεις πονηραί. τούτων δὲ ἔτι κακίους καὶ πεταλώδεις· λεπταὶ δὲ καὶ λευκαὶ κάρτα φαῦλαι· τούτων δ’ ἔτι κακίους αἱ πιτυρώδεις. νεφέλαι δὲ ἐναιωρούμεναι καὶ ἐμφερόμεναι τοῖς οὔροις λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φαῦλαι. ἢν δὲ λεπτὸν οὖρον εἴη καὶ πυῤῥὸν ἄπεπτον εἶναι δηλοῖ τὸ νόσημα καὶ πολυχρόνιον. τὸ δὲ οὖρον τοιοῦτον ὂν ἀκινδύνως μὲν οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι ἔστ’ ἂν πεπανθῇ τὸ οὖρον, θανατωδέστερα δὲ τῶν οὔρων τά τε δυσώδη καὶ ὑδατώδη καὶ μέλανα καὶ παχέα. τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα· τοῖσι δ’ αὖ παιδίοισι τὰ ὑδατώδεα. ὁκόσοισι δὲ τὰ οὖρα λεπτά τε καὶ ὠμὰ πολυχρόνια ἂν καὶ τὰ ἄλλα σημεῖα ὡς περιεσόμενα εἴη, τουτέους ἂν ὑπόστασιν δεῖ προςδέχεσθαι εἰς τὰ κάτω τῶν φρενῶν χωρία καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ὑφισταμένας ἀραχνοειδεῖς μέμφεσθαι χρὴ, συντήξεως γὰρ σημεῖόν ἐστι. σκοπεῖν δὲ δεῖ τῶν οὔρων ἐν οἷς εἰσιν αἱ νεφέλαι ἄν τε κάτω ὦσιν ἄν τε ἄνω, καὶ τὰ
χρώματα ὁκοῖα ἔχωσι καὶ τὰς μὲν κάτω φερομένας σὺν τοῖς χρώμασιν οἷς εἰρήκαμεν ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαινέειν· τὰς δὲ ἄνω ξὺν τοῖσι χρώμασιν οἷσιν εἴρηται· κακὰς εἶναι καὶ μέμφεσθαι. μὴ ἐξαπατάτω δέ σε αὐτὴ ἡ κύστις νόσημα ἔχουσα τῶν οὔρων τι ἀποδιδῶ τούτων· οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ’ αὐτῆς καθ’ ἑαυτήν. ὁκόσοισιν οὖρα παχέα, θρομβώδη, ὀλίγα, οὐκ ἀπυρετοῖσι πλῆθος ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελέει, μάλιστα δὲ τοσαῦτα ἔρχεται οἷσιν ἐξ ἀρχῆς ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει. οἷσι δὲ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται. οἷσιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπὶ νεφέλῃ ἴσχει τὸ οὖρον τῇ τετάρτῃ ἐρυθρὸν ὂν καὶ τὰ ἄλλα κατὰ λόγον. ὁκόσοισιν οὖρα διαφανέα, λευκὰ, πονηρὰ, μάλιστα δὲ ἐν τοῖσι φρενιτικοῖς ἐπιφαίνεται. οἷσιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι ῥύεται τῆς ἀποστάσεως οὖρον παχὺ καὶ πολὺ καὶ λευκὸν γιγνόμενον οἷον ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γίγνεσθαι. ἢν δὲ καὶ ἐκ ῥινῶν αἱμοῤῥαγήσῃ,
καὶ πάνυ ταχέως λύεται. ὁκόσοισιν ἢ αἷμα ἢ πῦον οὐρῇ τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει. ὁκόσοισιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα ὀσφύος ἀλγήματος ἐπιγενομένου, τουτέοισι κοιλίαι καθυγραίνονται ἢ μὴ φῦσαι καταῤῥαγῶσιν ἢ οὔρου πλῆθος ὑπέλθῃ· ἐπὶ πυρετοῖς δὲ ταῦτα. οἷσιν ἐν τῷ οὔρῳ παχὺ ἐόντι σαρκία σμικρὰ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται. ὁκόσοισι δὲ ἐν τῷ οὔρῳ παχὺ ἐόντι πιτυρώδεα συνεξουρεῖται, τούτων ἡ κύστις ψωριᾷ. ὁκόσοισι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν σημαίνει φλεβίου ῥῆξιν. οἷσιν ἐν τοῖς οὔροις ψαμμώδεα ὑφίσταται, τούτοις ἡ κύστις λιθιᾷ. ἢν δὲ ψαμμῶδες αἷμα οὐρέει καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ πρὸς τὸ ἐπιγάστριον καὶ τὸν κτένα καὶ τὸ περιναῖον τὰ περὶ τὴν κύστιν πονέει. ἢν δὲ αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας καὶ ὀδμὴ βαρείη τῆς κύστεως ἕλκωσιν σημαίνει. οὔρησις νύκτωρ πολλὴ γιγνομένη σμικρὴν τὴν διαχώρησιν σημαίνει. ὁκόσοισι πυρέσσουσιν ἐν τοῖς οὔροισι κριμνώδεες
ὑποστάσεις γίνονται μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσιν. ὁκόσοισι δὲ χολώδεις αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην τὴν ἀῤῥωστίην σημαίνουσιν. ὁκόσοισι διεστηκότα τὰ οὖρα γίγνονται, τουτέοισι ταραχὴ ἐν τῷ σώματι ἰσχυρή ἐστιν. ὁκόσοισι δὲ ἐν τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες νεφριτικὴν σημαίνει καὶ μακρὰν τὴν ἀῤῥωστίην ἔσεσθαι. ὁκόσοισι δὲ λιπαρὴ ἡ ὑπόστασις καὶ ἀθρόη, τούτοισι νεφριτικὰ ὀξέα σημαίνει. ὁκόσοισι δὲ τῶν πυρετῶν δεῖνοί τε ἀπ’ ἀρχῆς εἰσι καὶ σφυγμοὶ κεφαλῆς καὶ οὖρον λεπτὸν, τουτέοισι δεῖ προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνθησόμενον τὸν πυρετόν· οὐ θαυμάσαι μηδ’ ἂν οὐ δεῖ παραφρονήσειν ὅταν ἡ κεφαλὴ περιφέρεσθαι φαντάζηται. ὁκόσοισι δὲ νεφριτικοῖς ἐοῦσι προειρημένα συμβαίνει σημεῖα πόνοι τε περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται· εἰ μὲν οὖν περὶ τοὺς ἔξω τόπους γίγνονται καὶ τὰ ἀποστήματα προσδέχου ἔξω ἐσόμενα· ἢν δὲ μᾶλλον οἱ πόνοι περὶ τοὺς ἔσω τόπους γίγνονται καὶ τὰ ἀποστήματα προσδέχου εἴσω. ἢν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ
καὶ ὀδύνη ἐμπίπτῃ εἰς τὸ περιναῖον καὶ τὸ ὑπογάστριον καὶ τὸν κτένα τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει. οἷσιν ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα ἢ καὶ παχέα, τοὺς τοιούτους δεῖ ὑποκαθαίρειν ἢ καὶ τἄλλα ξυμφέρει. ὁκόσοις δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους· ἀλλ’ ἢν δοκεῖ κλύσε τούτους, ξυμφέρει οὕτω θεραπεύεσθαι. τεκμαίρεσθαι δεῖ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι ἐν τοῖσι πυρετοῖσι. ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα, ἦν βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα. σωτηρίην μὲν γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρότερα. ταῦτα δὲ τοῦ Ἱπποκράτους οὕτως ἐξηγεῖται ὁ Γαληνός. σαφῶς δὲ νῦν τὰ παχύτερα τοῖς λεπτοῖς παραβάλλων εἶπεν· οὐ τοῖς κατὰ φύσιν, τά γε μὴν λεπτὰ καὶ μέλανα χείριστα. πρὸς γὰρ τῶν λεπτῶν μόνων γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα· τὸ γὰρ ἀκριβῶς λεπτὸν ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν. ἢν δὲ μεταβολὰς ἔχει, χρόνον τε σημαίνει καὶ ἀνάγκη τῷ νοσήματι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίαν· ἐπὶ τῶν πυρεκτικῶν μάλιστα νοσημάτων

εἶπέν που ὁ Ἱπποκράτης, ἡ ἐκ τῶν οὔρων σημείωσις χρησιμωτάτη καθέστηκε.

2. Ἐπειδὴ δὲ πᾶν τὸ παρὰ φύσιν ἀπὸ τοῦ κατὰ φύσιν εὑρίσκεται ἀπὸ τῶν κατὰ φύσιν ἀρξώμεθα. οὖρον μὲν οὖν ἄριστον ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ διακειμένων ἀνθρώπων ὑπόπυῤῥόν τε ἢ ὑπόξανθον καὶ τῷ πάχει σύμμετρον κείμενον, τοιοῦτον τῇ χροιᾷ οἷον ἀπουρηθῇ, λείαν δὲ καὶ λευκὴν καὶ ὁμαλὴν ὑπόστασιν ἔχον παρὰ πάντα τὸν χρόνον, πλὴν δὲ κατὰ λόγον τοῦ πινομένου. ἐπὶ δὲ τῶν γυναικῶν τὸ κατὰ φύσιν οὖρον τῇ χροιᾷ λευκότερον τοῦ ἀνδρὸς εἶναι χρὴ καὶ ὑπόστασιν ἔχον πλείονα. τῶν δὲ παιδίων ἱκανῶς ἔχειν παχεῖαν αὐτοῦ ὑπόστασιν χρὴ διὰ τὴν τῶν παίδων ἀδηφαγίαν καὶ ἄτακτόν τε καὶ ἄκαιρον κίνησιν. λείαν δὲ ὑπόστασιν Ἱπποκράτης καλεῖ καὶ τὸ συνεχὲς καὶ ἀδιάσπαστον δηλῶσαι βουλόμενος. τὸ γὰρ λεῖον ἀντίκειται τῷ τραχύνοντι. ὁμαλὴν δὲ, ἵνα δι’ ὅλου ἀεὶ ὅμοιον οὐρῆται καὶ μεταπεπεμμένον καὶ μὴ τὸ ἑξῆς ἄπεπτον μήτε τὴν ὑπόστασιν ἢ τὸ χῦμα ὅλον ἔχει ἀνώμαλον.

ζητῶμεν οὖν ἐπὶ τοῦ κατὰ φύσιν οὔρου χρῶμα καὶ σύστασιν τοῦ χύματος καὶ τὰ παρεμφερόμενα ἐν τῷ χύματι οἷον νεφέλην· ὑπὸ νεφέλης ἐναιώρημα καὶ τὴν ἐν τῷ πυθμένι ὑπόστασιν. εὔδηλον γὰρ ὅτι κατὰ τούτων τρεπόμενον τὸ οὖρον ἀπεψίαν τὴν ἐν ταῖς φλεψὶν ἐνδείκνυται.

3. Ἄριστον μὲν οὖν ἐστιν οὖρον ἐπὶ τῶν νοσούντων τὸ τοῖς ὑγιαίνουσιν ὁμοιότατον ὕπωχρον ἢ ὑπόξανθον καὶ λευκὸν καὶ λείαν καὶ ὁμαλὴν ὑπόστασιν ἔχον· ὑποδεέστερον δὲ τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. ἔστι δὲ τούτου ἀπεπτότερον τὸ νεφέλην τοιαύτην ἔχον ἢ ὑπονέφελον. ἐφ’ ὧν γὰρ πνεῦμά ἐστιν ἐν τῷ βάθει παχὺ καὶ ἄπεπτον, ἢν μὲν ὀλίγον εἴη, συνεχώρησε τὴν ὕλην λοιπὸν ἐπὶ τὸν πυθμένα φέρεσθαι τοῦ ἀγγείου· διαμερίζον δὲ αὐτὴν οὐ συγχωρεῖ ἑνοῦσθαι. εἰ δέ τι πλεονάσῃ τὸ ἄπεπτον ἐν τῷ βάθει πνεῦμα ἐωρίζει τὴν ὑπόστασιν κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ καλούμενον ἐναιώρημα. εἰ δὲ ἔτι καὶ μᾶλλον εἴη πλεῖον τὸ ἄπεπτον πνεῦμα, πρὸς τὴν ἄνω ἐπιφάνειαν τοῦ χύματος φέρει τὴν ὑπόστασιν τὴν

καλουμένην νεφέλην ἢ ὑπονεφέλην. ἐφ’ ὅσον οὖν ἰσχείη τὸ πνεῦμα μερίζειν καὶ μετεωρίζειν τὴν ὑπόστασιν, ἐπὶ τοσοῦτον ἀπεπτότερον νόμιζε εἶναι τὸ οὖρον. ἢν δὲ μήθ’ ὑπόστασιν μήτε ἐναιώρημα μήτε ὑπονεφέλην μήτε νεφέλην ἴσχει τὸ οὖρον εἰδέναι χρὴ ὅτι ὑπὸ τῶν νοσοποιῶν χυμῶν ἔπεψεν ἡ φύσις. εἰ δὲ ποτὲ μὲν ἔχει ὑπόστασιν ἢ ἐναιώρημα ἢ ὑπονεφέλην ἢ νεφέλην, ποτὲ δὲ οὒ, μάχην δηλοῖ τῆς φύσεως πρὸς τὸ νόσημα. ἐπὶ μὲν γὰρ τῶν ἀκριβῶν τριταίων καὶ ἐφημερίνων νεφέλη μόνον ἢ ἐναιώρημα πολλάκις ἤρκεσε πρὸς λύσιν τοῦ νοσήματος, ἐνίοτε δὲ καὶ τὸ εὔχρουν γενέσθαι τὸ οὖρον μόνον. πολλάκις δὲ τὸ λευκὸν χρῶμα τοῦ παραφερομένου ἐν τῷ χύματι ἀπατᾷ τοὺς ἰδιώτας, ὡς ὑπόστασιν χρηστὴν νομίζεσθαι μὴ οὖσαν χρηστήν· συμβαίνει γὰρ ὠμὸν χυμὸν καὶ λευκὸν συνεκκρινόμενον τῷ οὔρῳ ὑφίστασθαι καὶ φαντασίαν ὑποστάσεως χρηστῆς παρέχειν· ἐνίοτε δὲ ἥπατος ἢ νεφρῶν πεπονθότων πύον ἐκκρίνεται σὺν τῷ οὔρῳ καὶ ὑφιστάμενον ἀπατᾷ καὶ τὸν τεχνίτην· ἀλλὰ πρότερον διορίζεσθαι χρὴ τῷ προπεπονηκέναι

τὸν ἄνθρωπον ἢ νευρὸν ἢ ἧπαρ ἢ ἕτερόν τι μόριον τῶν εἰωθότων διὰ τῶν οὔρων καθαίρεσθαι. ἔπειτα δὲ καὶ δυσῶδες εὑρίσκεται τὸ μετέχον πύου· ὁ δὲ ὠμὸς χυμὸς διορίζεται διὰ τῶν χρηστῶν ὑποστάσεων τῇ ἀνωμάλῳ συστάσει τοῦ παρυφισταμένου. οὐ γὰρ συνεχὲς ἑαυτῷ μένει ἀλλὰ διαμερίζεται εἰς μικρὰ οἷον ψαμμία καὶ οὐδ’ ὅλως λεῖόν ἐστι καθὼς ἡ ἀληθὴς ὑπόστασις. καὶ ἐπὶ μὲν οὖν τῶν χρηστῶν οὔρων πρῶτον μὲν ἐπιφαίνεται νεφέλη, ἔπειτα ὑποκαταβαίνουσα ποιεῖ τὸ ἐναιώρημα. ἐπὶ τέλος δὲ ὑφιζάνουσα ἐν τῷ πυθμένι τοῦ ἀγγείου ποιεῖ τὴν ὑπόστασιν, δηλονότι ὅταν τελείως πεφθῇ· ἐπὶ δὲ τῶν ὠμῶν χυμῶν εὐθὺς ἐξ ἀρχῆς εἰς τὸν πυθμένα τοῦ ἀγγείου ὑποχωρεῖ πλῆθος πολὺ μετὰ τοῦ εἶναι κακόχρουν καὶ τὸ χῦμα ὅλον. ἔπειτα δὲ κατὰ βραχὺ πεττόμενον καὶ λεπτυνόμενον αἰωρεῖται κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ ἐναιώρημα. ὅταν δὲ ἐπὶ πλέον λεπτυνθῇ καὶ πεφθῇ, ὑφίσταται ἐπὶ τὸ χῦμα καὶ ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ δηλονότι τοὺς ἰδιώτας, ὡς ὑπολαμβάνειν ἐπὶ τὸ χεῖρον προβαίνειν τὴν ἀῤῥωστίην.

4. Εἰ μὲν γὰρ τὸ οὖρόν ἐστι χολωδέστερον καὶ ἡ ὑπόστασις ὁμοία, ὀφείλεις κενῶσαι εἴτε δι’ οὔρων εἴτε καθάρσει. εἰ δὲ τὸ χρῶμα εἶεν χολῶδες, ἡ ὑπόστασις δὲ λευκὴ, χολὴ μετὰ φλέγματος εἶεν καὶ κένωσον καὶ τὰ ἀμφότερα. ἢν δὲ τὸ χρῶμα χολῶδες καὶ ἡ ὑπόστασις ἐρυθρὰ εἴτε σαφῶς ἢ ἀμυδρῶς ἢ πλείονος γινομένης. εἰ μὲν ἔῤῥωται ἡ δύναμις φλεβοτόμει, εἰ δὲ ἀσθενεῖ, κάθαρον τὸν τοιοῦτον ἢ διαίτη ἀρκέσει μόνον.

Ἕτερόν τι δηλονότι τὸ λεπτὸν καὶ ὠχρὸν οὖρον ἄπεπτον μὲν τῇ συστάσει, τῷ δὲ χρώματι πεπεμμένον· ἀσθένειαν δὲ δηλοῖ τουτέῳ τῆς φύσεως· τῷ μὲν γὰρ χρώματι ὅ τι ἔπεψεν ὡς ῥᾴδιον ὄν· οὐκ ἔτι δὲ καὶ τῇ συστάσει διὰ τὸ δυσκολώτερον. εἰ δὲ καὶ πολὺν χρόνον φέρεται τοῦτο ἀκίνδυνος μὲν οὐ δυνήσεται διαρκέσαι ὁ ἄνθρωπος ἕως ἂν πεφθῇ ἡ νόσος· τὸ γὰρ πάνυ λεπτὸν φαῦλον. δηλοῖ γὰρ ἀπεψίαν παρ’ ὅσον χρὴ τὸ θερμὸν ἐκβόσκεσθαι τὸ λεπτομερέστερον.

Τί δηλοῖ τὸ λεπτὸν καὶ πυῤῥὸν οὖρον; τὸ λεπτὸν τῇ

συστάσει καὶ πυῤῥὸν τῷ χρώματι βέλτιον τοῦ ὠχροῦ· ὅμως ἄπεπτον διὰ τὴν σύστασιν.

Τί δηλοῖ τὸ ἐρυθρὸν οὖρον; ἀπεψίαν, οὐ θάνατον, ἀλλὰ χρόνον δεῖσθαι εἰς πέψιν. ἔστι γὰρ ἐξ αἵματος ἰχωροειδοῦς μήπω τελείαν πέψιν λαβόντος μηδὲ τὴν ἰδίαν χρόαν καὶ διὰ τοῦτο χρονιώτερον σημαίνει τὸ νόσημα. ἐπὶ δὲ τῶν συνόχων πυρετῶν ἐπὶ πλῆθος αἵματος συνισταμένων ἐκκρίνεται οὖρον ἐρυθρὸν καὶ παχὺ μετὰ ὑποστάσεως ἐρυθρᾶς· καὶ δῆλον ὅτι τοῦτο καὶ τῷ χρώματι καὶ τῇ συστάσει τοῦ χύματος καὶ τῷ παρυφισταμένῳ ἄπεπτον. τοῦ δὲ ἀπέπτου νοσήματος τὸ οὖρον πυῤῥὸν μὲν τῷ χρώματι, τὸ δὲ τῇ συστάσει λεπτόν.

Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ ἔξω ἀναθολούμενον; ἄπεπτον μὲν διὰ περιουσίαν πνεύματος παχέος, δηλοῦν δὲ τὴν φύσιν ἄρχεσθαι πέττειν.

Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχύ; τὸ τοιοῦτον οὐρούμενον καὶ αὖθις μένον οἷα τὰ τῶν ὑποζυγιῶν ἀκμάζειν δηλοῖ τὴν τῶν παχέων χυμῶν καὶ πνευμάτων οἷον

ζύμωσιν· ἐπὶ τούτων κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται διὰ τὴν ἐν τοῖς χυμοῖς ταραχὴν καὶ τὰς ἀναθυμιάσεις.

Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μετὰ ταῦτα καθιστάμενον; παύεσθαι μὲν τὴν ἐν τοῖς χυμοῖς ζύμωσιν καὶ λεπτύνεσθαι μεμετρημένον δηλοῖ τὸ ποσὸν, ἐντεῦθεν καὶ ἄρχεσθαι τὴν διάκρισιν.

Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον; ἐσχάτην ἀπεψίαν τὸ τοιοῦτον σημαίνει. εἰ γὰρ ἐνεχείρησεν ἡ φύσις ἐπὶ τὴν πέψιν ἐγκύπτειν οὐκ ἂν τοιοῦτον ἀπέκρινε. τοῦτο δὲ γίνεται ἢ δι’ ἀσθένειαν τῆς δυνάμεως ἢ δι’ ἔμφραξιν ἢ διὰ τὸ χρόνιον εἶναι τὸ νόσημα. ἐπὶ γὰρ τῶν τεταρταίων χρόνων ὄντων ἐν ἀρχῇ διὰ τὸ πλῆθος καὶ τῆς ὕλης τὸ δυσπειθὲς διηθούμενον τὸ οὖρον λεπτὸν οὐρεῖται οὐρεῖται λεπτὸν καὶ δι’ ἔμφραξιν ἥπατος ἢ νεφρῶν, ἀλλ’ ἐκ τῆς ὀδύνης διαγινώσκεται δηλονότι τῆς τοπικῆς. οὐρεῖται δὲ λεπτὸν καὶ λευκὸν καὶ ἐπὶ τῶν διακαῶν πυρετῶν καὶ σημαίνει φρενίτιδα ἀπηλοῦν μεγάλην. καὶ γὰρ ὁ καῦσος

πυρετὸς πλῆθος δηλοῖ χολῆς, οὐ χρώννυται δὲ τὸ οὖρον· καὶ εὔδηλον ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις ἡ χολὴ, ἀλλὰ τῇ κουφότητι ἀνέδραμε εἰς τὸν ἐγκέφαλον· καὶ ἢν μὲν ἡ φρενῖτις οὐ πάρεστιν, γίνωσκε αὐτὴν ἤδη ἔσεσθαι. ἢν δὲ καὶ πάρεστι καὶ οὐρεῖται λεπτὸν καὶ λευκὸν μετὰ διακαεστάτου πυρετοῦ, δηλονότι θάνατον προαγγέλλει. οὐ γὰρ ὑποφέρει ἡ ἐν τῷ ἐγκεφάλῳ δύναμις ἤδη καταπροβεβλημένη τῷ διακαεῖ πυρετῷ ἐνέγκαι δριμύτητα καὶ δῆξιν χολῆς ἤδη σεσηπυίας.

6. Πόθεν τὰ ἐλαιώδη γίνονται οὖρα; εἴωθεν ὁ πυρετὸς πρότερον μὲν τὴν πιμελὴν ἐκτήκειν, ἔπειτα δὲ τὴν σάρκα· ἔσχατον δὲ αὐτῶν τῶν στερεῶν σωμάτων καθάπτεται. τῆς μὲν οὖν πιμελῆς τηκομένης τὰ ἐλαιώδη οὖρα ἐκκρίνεται, κατὰ βραχὺ δὲ ἡ πιμελὴ τήκεται· ὅθεν ἀρχὴν ἔχει καὶ ἀνάβασιν καὶ ἀκμήν. ἐν ἀρχῇ μὲν οὖν τῆς συντήξεως ἐλαιόχροα τὰ οὖρα ποιεῖ, ὥστε εἶναι ἀμφίβολα εἴτε ὑδατώδη εἴτε ἐλαιώδη εἶναι· ἐν δὲ τῇ ἀναβάσει γίνονται ἐλαιοφανῆ, ὥστ’ ἐπισημειοτέραν τὴν μίξιν τοῦ ἐλαίου

ἔχειν· ἐν δὲ τῇ ἀκμῇ καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον ἔλαιόν ἐστι. καὶ ἢ τῶν νεφρῶν ἐστι τοῦτο μόνον ἢ τοῦ παντὸς σώματος· καὶ εἰ μὲν τῶν νεφρῶν μόνον ᾖ, ἀθρόως ἐκκρίνεται πλῆθος τοιοῦτον μετὰ πλείονος θερμασίας αἰσθήσεως περὶ τοὺς νεφρούς· εἰ δὲ τοῦ παντὸς σώματος, κατὰ βραχὺ τὴν προσθήκην ποιεῖται.

7. Τί σημαίνουσιν αἱ ὀροβοειδεῖς ὑποστάσεις; ὅταν δαπανηθεῖσα ᾖ πιμελὴ, λοιπὸν ἡ σὰρξ τήκεται καὶ ὀροβοειδεῖς ὑποστάσεις ἐν τοῖς οὔροις ἐκκρίνει, ἀλλὰ ἢ τῶν νεφρῶν ἐστιν ἢ τοῦ παντὸς σώματος. εἰ μὲν οὖν ἐν πυρετοῖς φανείη τοιοῦτον οὖρον, τοῦ παντὸς σώματος δηλοῖ τὸ πάθος εἶναι· εἰ δὲ μὴ, τῶν νεφρῶν μόνων. καὶ πάλιν εἰ μέν ἐστιν ἀπεψία τῶν οὔρων, ὅλου τοῦ σώματός ἐστι τὸ κακόν. εἰ δὲ πέψις μὲν ᾖ καὶ ὀροβοειδεῖς ὑποστάσεις ἐκκρίνει τῶν νεφρῶν τὸ πάθος δηλοῖ.

Τί δηλοῦσιν αἱ πιτυρώδεις ὑποστάσεις; ὅταν ὁ πυρετὸς δαπανήσῃ τὴν πιμελὴν καὶ τὸ πλέον τῆς σαρκὸς καὶ ἐν τῷ βάθει τῶν ἀγγείων ἐγκατασκήψῃ γίνονται πιτυρώδεις αἱ ὑποστάσεις, στεγνότεραι μὲν τῶν πεταλωδῶν, παχύτεραι δ’

ὅμως τούτων· ἐκκρίνεται δὲ ἐνίοτε κᾀκ τοῦ παντὸς σώματος κᾀκ τῆς κύστεως, ἀλλ’ εἰ μὲν πυρετὸς παρείη ὅλου τοῦ σώματος τὸ κακόν. ἢν δὲ μὴ, τῆς κύστεως μόνης· καὶ εἰ μὲν ἄπεπτον εἴη τὸ οὖρον, τοῦ παντὸς σώματος τὸ πάθος ἐστίν. εἰ δὲ πεπεμμένον, τῆς κύστεως, ἀλλὰ καὶ τοπικὴ ὀδύνη ἐστί.

Τί δηλοῦσιν αἱ πεταλώδεις; ὅταν αὐτὰ πάθωσι τὰ στερεὰ πρῶτον μὲν ἐπιπολῆς διεξέονται καὶ εἰ μὲν μετὰ πυρετοῦ, τὸ ὅλον κεκάκωται δηλονότι σῶμα. εἰ δ’ οὖν ἐκ μόνης τῆς κύστεως, ἔστι δὲ τὰ μὲν ἐκ τῆς κύστεως πεπεμμένα, τὰ δὲ τοῦ παντὸς σώματος ἄπεπτα.

Τί δηλοῦσιν αἱ ἐν τοῖς οὔροις κριμνώδεις ὑποστάσεις; ἐπειδὰν ὁ πυρετὸς ἐς τὸ βάθος τῶν ἀγγείων καταληφθῇ καὶ μεῖζον πλάτος ἐπιλάβῃ καὶ μῆκος ἁδρότερον, γίγνονται τῶν πιτύρων αἱ ὑποστάσεις καὶ καλοῦνται κριμνώδεις· ἀλλὰ τὰ κριμνώδη δύο σημαίνουσιν· ἢ γὰρ ὑπερόπτησιν δηλοῦσι τοῦ αἵματος ἢ σύντηξιν ἰσχυρὰν τῶν στερεῶν δηλονότι σωμάτων,

καὶ εἰ μὲν λευκὴ ἡ ὑπόστασις εἴη, τῶν στερεῶν σωμάτων ἐστὶ τὸ πάθος, εἰ δὲ ἐρυθρὰ, τοῦ αἵματος.

Τί δηλοῖ τὸ δυσῶδες; σῆψιν καὶ νέκρωσιν τῆς φύσεως.

8. Τί δηλοῦσι τὰ μέλανα δηλονότι οὖρα; πάντα ταῦτα εὐθὺς καὶ παχέα πάντως εἰσὶ καὶ ὀλέθρια. σπάνιον γὰρ ἢ οὐδ’ ὅλως εὑρεθήσεται μέλαν λεπτόν. τὸ γὰρ μέλαν χρῶμα ἢ δι’ ὑπερόπτησιν γίνεται αἵματος ἢ διὰ ψύξιν ὅλου τοῦ σώματος ἢ τοῦ μελαγχολικοῦ καθαιρομένου χυμοῦ. αἱ τρεῖς γοῦν αὐταὶ διαφοραὶ παχυτάτας κέκτηνται τὰς συστάσεις· καὶ ἐξ ἀνάγκης παχέα εὑρίσκονται τὰ μέλανα δηλονότι τῶν οὔρων. ἐπὶ μὲν τῶν ὀξέων νοσημάτων ὀλέθριον ἐς τοὐπίπαν τὸ μέλαν οὖρόν ἐστιν· ὅταν καὶ δυσῶδες ὑπάρχῃ καὶ ἡ ὑπόστασις μέλαινα. ἀδύνατον γὰρ τὸν ὀξέως νοσοῦντα τοιοῦτον οὐρήσαντα μὴ ἀποθανεῖν· ἢν δὲ ἡ ὑπόστασις μέλαινα εἴη, ὀλεθριώτερον, ἢν δὲ ἐναιώρημα μὲν ἴσχῃ, ἧττον κακόν. ὁμοίως καὶ ἢ νεφέλην ἔχει ὁμοίαν ἢ ὑπονεφελίζει, τὸ κακὸν ἠπιώτερον. τὸ δὲ μέλαν ποτὲ μὲν ἐνδείκνυται

ψύξιν, ποτὲ δὲ θέρμην, εἴτουν ὑπερόπτησιν. καὶ εἰ μὲν οὖν πρότερον πελιδνὸν οὐρηθῇ, εἴθ’ οὕτω γένηται μέλαν, ψύξιν ἔχει. εἰ δὲ τὸ ξανθὸν προηγήσατο, ἔπειτα μετετράπη μέλαν, ὑπὸ πλείονος θερμοῦ ἐξυπεροπτηθὲν μέλαν γέγονε. γνωστέον δὲ καὶ ἐπὶ τῇ παρακμῇ τοῦ τεταρταίου καὶ τῆς μελαγχολικῆς παρανοίας λυομένης οὖρα μέλανα ἐκκρίνονται καὶ παχέα. τοῖς γὰρ σπληνώδεσι τὰ πολλὰ τοιοῦτον οὐρεῖται ἡνίκα ἄῤῥωστος ὁ σπλὴν διακείμενος φαίνηται· οὐδεμίαν γὰρ διοίκησιν καὶ κατεργασίαν ποιεῖται τοῦ μελαγχολικοῦ περιττώματος· ἡμεῖς δὲ ὀλέθρια ἔφαμεν εἶναι ταῦτα ἐπὶ τῶν ὀξέων ἀῤῥωστημάτων. τοῖς μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δ’ αὖ παιδίοισι τὰ ὑδατώδεα, ἧττον δὲ ὀλέθρια γίνονται τὰ μέλανα τῶν ἐχόντων τὸν σπλῆνα ἄῤῥωστον καὶ οὐκ ἐκ διακαύσεως. τὸ δὲ ἐκ καταψύξεως μελαινόμενον πελιοῦταί πως τὸ αἷμα, καθάπερ ἐπ’ ἄλλων τινῶν. ἀλλ’ ἐξ ἀναχύσεως τοῦ μελαγχολικοῦ.

0. Ὥσπερ ἐπὶ τῶν διαχωρημάτων, οὕτω κἀπὶ

τῶν οὔρων κανόνι τῷ τῶν ὑγιαινόντων κεχρημένοι κατὰ τῶν νοσούντων σημειωσόμεθα· οὖρον τοίνυν ἄριστόν ἐστι τὸ τῶν ὑγιαινόντων ὁμοιότατον· τοιοῦτον δέ ἐστι τὸ ὑπόπυῤῥόν τε ἅμα καὶ ὑπόξανθον, εὐθὺς δὲ λεπτοῦ καὶ πάχους συμμέτρως ἔχον. οὔσης δὲ τριττῆς τῆς τῶν θολερῶν οὔρων διαφορᾶς, ἢ γὰρ οὐρηθέντα τὰ τοιαῦτα καθίστανται μὴ ὀλίγον ἢ μένει παραπλήσια ἄχρι παντός. ἢ καθαρὰ μὲν ἐκκρίνεται, μετὰ ταῦτα δὲ ἀναθολοῦται, μοχθηρὸν μὲν τὸ τρίτον εἰρημένον, ἐπιεικὲς δὲ τὸ πρῶτον, ἐν μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ δεύτερον. τὸ δὲ ἐς κύτος ἄπεπτον· ὅπερ ἐστὶ τὸ ὑδατῶδες ἀκριβῶς οἷον ἀπαγνωσμένης πέψεως σύμπτωμα τοῦ φλεβώδους γένους ὑπάρχον· ὅταν δὲ καὶ ταχέως διεξέρχηται, ὁ καλούμενος διαβήτης γίνεται· ἀλλὰ τοῦτο μὲν ἀπέπτων οὔρων τὸ χείριστόν ἐστιν, ἐφεξῆς δὲ αὐτῶν τὸ λεπτὸν καὶ λευκὸν οἷον τὸ ὕδωρ· τούτων ἐγγύς ἐστιν ἕτερον οὖρον ἐν πολλαῖς νόσοις φαινόμενον, ἐγγὺς ἱκανῶς τοῦ λεπτοῦ καὶ λευκοῦ· τὸ δὲ ὕπωχρον ἐφεξῆς ἐστι τούτου· τὸ δὲ ὠχρὸν εἴη μὲν ἤδη τοῦτο καὶ ὑπόπυῤῥον, πέττεται δὲ ἤδη τῆς

χροιᾶς γε ἕνεκα· χρὴ δὲ αὐτὸ καὶ τῷ πάχει τοσοῦτον ἀποκεχωρηκέναι τοῦ ὕδατος, εἰ μέλλει πεπέφθαι καλῶς ὅσον καὶ τῷ χρώματι. εἰ δὲ τὴν κατὰ φύσιν χροιὰν ἀκριβῶς φυλάττων ὑπόστασιν λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ πολλὴν ποιεῖ, πέψεως μὲν ἂν εἴη ἀκριβοῦς γνώρισμα. τὰ πλείονα δὲ τὸν ὠμὸν χυμὸν ἐκκαθαίρεσθαι δηλοῖ. κἂν παχύτερον δὲ ᾖ μετρίου καὶ ἔχῃ τινὰ ὑπόστασιν, οὐ πάντως ἤδη ἄπεπτον· εἰ γὰρ ἤτοι κριμνώδεις ἢ πιτυρώδεις ἢ μελαίνας ἢ πελιδνὰς ἢ χλωρὰς ἢ δυσώδεις ὑποστάσεις ἔχει, πρὸς τὸ πᾶν τὸ τοιοῦτον ἄπεπτον εἶναι καὶ ἄλλο ὀλέθριον ὑπάρχει. τὰ δὲ εὔχροά τε ἅμα καὶ ἤτοι τὰς ὑποστάσεις λευκὰς καὶ λείας καὶ ὁμαλὰς ἢ νεφέλας τινὰς ὁμοίας ἢ ἐναιωρήματα ποιούμενα πάντων ἐστὶν οὔρων χρηστότατα, καὶ μάλιστα μὲν ὧν ἡ ὑπόστασις εἴη τοιαύτη· δεύτερα δὲ ὧν ἂν ἐναιωρήματα· τρίτα δὲ ὧν νεφέλη καὶ ἁπλῶς τὰ τοῖς οὔροις ἐμφερόμενα χρηστῶς· ὅσῳπερ ἂν ὑφιζάνῃ κάτω, τοσούτῳ βελτίω γίνεται.