Stephanus of Athens: De urinis (On Urines)
Work
Stephanus of Athens, De urinis
(Περὶ οὔρων)
English: On Urines
Text information
Type: Original (Greek)
Source
Ulco Cats Bussemaker. "Στεφάνου περὶ οὔρων. Traité d'Étienne sur les urines, publié pout la première fois d'après un manuscript de la bibliothèque royale". Revue de philologie, de littérature et d'histoire anciennes 1 (1845), 415-438
Download
stephanathen_deurinis-orig-gr1.xml [109.90 KB]
ΣΤΕΦΑΝΟΥ ΠΕΡΙ ΟΥΡΩΝ
1. Περὶ οὔρων προθέμενος γράψαι, δέον ἔδοξέ μοι, τῷ προθεμένῳ περί τινος γράψαι ἢ διδάξαι προσήκειν πρὸ παντὸς ἑτέρου του τὸν ὅρον ἀποδοῦναι καὶ εἰπεῖν ὅ τί ποτέ ἐστι, περὶ οὗ προτίθεται, κἀντεῦθεν τὴν τούτου διάγνωσιν εὐστόχως διαλαβεῖν· ἐπεὶ δὲ καὶ ἡμεῖς τὸ παρὸν σύγγραμμα γράψαι ἐβουλήθημεν πρὸς εἰσαγομένους εἰς τὸ τῆς ἰατρικῆς μάθημα, οἱ δὲ εἰσαγόμενοι δέουσι λόγων συντόμων δηλωτικῶν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, ὁ δὲ ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου
πράγματος, δέον ἐστὶ τὸν περὶ οὔρου λόγον πρὸ παντὸς ἑτέρου διαλαβεῖν. Ὅτι πᾶν πρᾶγμα ἔστι καὶ ὀνομάζεται, φανερόν· διὰ τοῦτο ὡς μὲν ὂν τὸ οὖρον ἔχει ὁρισμὸν τὸν δηλοῦντα τὴν φύσιν καὶ ποιότητα καὶ ὕπαρξιν τοῦ οὔρου· ὡς δὲ ὀνομαζόμενον ἔχει καὶ ὄνομα· τοίνυν δέον εἰπεῖν τὸ τοῦ οὔρου ὄνομα πρότερον καὶ τὸν ὁρισμὸν αὐτοῦ, ἔπειτα καὶ τὴν τούτου διάγνωσιν, ὡς ἡ δύναμις, διαλαβεῖν· καὶ τὸ μὲν ὄνομα τοῦ οὔρου ἄλλοι ἄλλως ὠνόμασαν· καὶ γὰρ οἱ μὲν εἶπον αὐτὸ καλεῖσθαι ὀῤῥῶδες περίττωμα, οἱ δὲ ὑδατῶδες περίττωμα, καὶ ἕτεροι ἰχὼρ αἵματος, ἀλλὰ περὶ ὀνομάτων οὐ δεῖ ζυγομαχεῖν, ἀλλʹ ἐᾷν ἕκαστον καλεῖν, καθὼς βούλεται. Ὁρισμὸς δʹ αὐτοῦ ἐστι τὸ διήθημα τοῦ αἵματος· καὶ οὗτος ὁ ὁρισμός ἐστι τοῦ ἁπλῶς καὶ καθόλου οὔρου· ἐπεὶ δὲ τοῦ οὔρου τὸ μέν ἐστι κατὰ φύσιν, τὸ δὲ παρὰ φύσιν, κατὰ φύσιν μὲν, ὡς τὸ τῶν ὑγιαινόντων, παρὰ φύσιν δὲ, ὡς τὸ τῶν νοσούντων, κρίνεται δὲ τὸ κατὰ φύσιν διὰ τοῦ παρὰ φύσιν, τὸ γὰρ κατὰ φύσιν δηλοῖ πόσον ἔξεστι τὸ παρὰ φύσιν ἐκ τοῦ κατὰ φύσιν, ἄριστον γὰρ οὖρόν ἐστι τὸ κατὰ φύσιν, λέγω δὴ τὸ τῶν ὑγιαινόντων, περὶ οὗ προϊὼν ὁ λόγος δηλώσει, νυνὶ δὲ δηλωθῆναι δέον εἰς πόσα καὶ τίνα ὠφελεῖ τοῦ οὔρου ἡ διάγνωσις, καὶ παραστῆσαι τὸ χρήσιμον τῆς αὐτοῦ ὠφελείας· χρησιμεύει οὖν ἡ τοῦ οὔρου διάγνωσις πρός τε τὸ γινώσκειν καὶ προγινώσκειν περὶ τῶν ἐσομένων παρὰ φύσιν ἢ κατὰ φύσιν διαθέσεων τε καὶ μορίων, διαγινώσκειν μὲν τὰ παρόντα, προγινώσκειν δὲ τὰ μέλλοντα ἔν τε τοῖς ὑγιαίνουσι καὶ ἐν τοῖς νοσοῦσι νοσήματα χρόνιά τε καὶ ὀξέα· καὶ γὰρ ἀπὸ τῆς διαγνώσεως τῆς γινομένης τοῦ οὔρου διαγινώσκομεν τὰ διαγνωστικὰ σημεῖα, ἐξ ὧν τὰ γινόμενα καὶ τὰ μέλλοντα ἔσεσθαι γινώσκομεν, καὶ οἱ ἀφανεῖς τόποι φανεροὶ πάσχοντες καθίστανται, ὅπως ἔχουσι διαθέσεως, τουτέστι πῶς διακεῖνται, καὶ κατὰ ποίαν κρᾶσιν κέκρανται, καὶ ὅσον ἔξεστιν ἐκ τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν.
2. Ἔστω· τοσοῦτον οὖν χρησιμεύοντος τοῦ οὔρου καὶ τηλικαύτην ἡμῖν ὠφέλειαν καὶ διάγνωσιν, διὰ τοῦτο δέον ὁλοσχερῶς σπουδάσαι πρὸς κατανόησιν τῶν ὑπὸ τῆς θεωρίας τοῦ οὔρου διδασκομένων ἡμῖν· καὶ ἐπεὶ περὶ τῆς τοῦ οὔρου ὀνομασίας εἰρήκαμεν, ὅπως ὑπὸ τῶν παλαιῶν ὠνομάζετο, ἔτι δὲ καὶ περὶ ὁρισμοῦ αὐτοῦ τοῦ λέγοντος, ὅ,τί ποτέ ἐστι τὸ οὖρον, πρὸς δὲ καὶ, εἰς ὅσα χρησιμεύει τοῦ οὔρου ἡ διάσκεψις, αὐτάρκως ἐδηλώσαμεν, λοιπὸν δέον ἐστὶν εἰπεῖν ἡμᾶς, τίς ποιητικὴ αἰτία τοῦ οὔρου· καὶ λέγομεν, ὅτι ἡ ἐν τῷ ἥπατι ἐξαιμάτωσις, εἰ γὰρ ἡ αἱματοποιητικὴ δύναμις ἀπὸ τῶν εἰς τὸν στόμαχον εἰσαγομένων βρωμάτων τε καὶ πομάτων, καὶ ἀνάγει τοῦ τοιούτου χυλοῦ τὸ λεπτότερον καὶ καθαρώτερον, καὶ ἀνάγει τοῦτο ἐν τῇ στελεχιαίᾳ τοῦ ἥπατος κατεσπαρμένῃ· ἐοικυῖα ἡ μὲν φλὲψ στελέχῳ δενδροῦ· τὰ δὲ κατεσπαρμένα κλονάρια αὐτῆς ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἐοικότα κλάδοις δένδρου λεπτὰ φλεβία ὄντα· καὶ πρῶτον μὲν ἐν τῇ στελεχοειδεῖ φλεβὶ τοῦ ἥπατος ἡ αἱματοποιητικὴ δύναμις τὸ ἔργον αὑτῆς ἀποτελεῖ, καὶ ποιεῖ τῷ αἵματι σὺν τῷ φλέγματι καὶ ταῖς δυσὶ χολαῖς τῇ τε ξανθῇ καὶ τῇ μελαίνῃ, ὅταν διὰ τοῦ τρυγώδους αἵματος ὁ μελαγχολικὸς γεννᾶται χυμὸς, ἐκ δὲ τοῦ ὀῤῥώδους αὐτοῦ ἡ ξανθὴ χολὴ, ἐκ δὲ τοῦ ἀφρώδους καὶ πομφυλογώδους τὸ φλέγμα· καὶ ὁ μὲν μελαγχολικὸς χυμὸς καὶ τὸ φλέγμα, ὡς βαρύτερα ὄντα, ἐφιζάνουσι κάτω· ἡ δὲ ξανθὴ χολὴ, ὡς λεπτομερὴς, τὴν ἀνωτέρω χώραν μεταδιώκει· τὴν μέσην δὲ ἀκριβῶς τάξιν τὸ αἷμα κατείληφε· τούτου οὖν γεγονότος, ὅσον μέν ἐστι κουφὸν καὶ ἀνωφερὲς, ὅπερ καὶ ξανθοχολικὸν περίττωμα πέφυκεν εἶναι, τοῦτο λαμβάνει ἡ κύστις ἡ λεγομένη χοληδόχος διὰ τοῦ πόρου αὐτῆς κειμένου συγκεκολλημένη οὖσα ἐν τοῖς σιμοῖς τοῦ ἥπατος· συγκεκόλληται οὖν τοῦτο διʹ αἰτίας τέτταρας, ὧν μία, ἵνα ἐπικέηται τῷ στομάχῳ καὶ χυλοποιῇ τὰ βρώματα καὶ πόματα, ἑτέρα καὶ δευτέρα, ἵνα καθάρῃ τὸ αἷμα, ὅπως καθαρὸν γινόμενον τρέφῃ ὅλα τὰ μέρη τοῦ σώματος· εἰ γὰρ ἐνεργοῖ ὁ πόρος, διʹ οὗ ἡ χοληδόχος κύστις ἕλκει τὸν ξανθοχολικὸν χυμὸν, τότε σὺν αἵματι ἀπέρχεται ὁ ἰχὼρ καὶ τρέφει ὅλα τὰ μόρια· τρεφομένων οὖν τῶν τοῦ σώματος μορίων ἐκ τοῦ αἵματος τοῦ μεμιγμένου τῇ ξανθῇ χολῇ, βάπτονται τὰ λευκὰ τῶν ὀφθαλμῶν τοῦ ἀνθρώπου καὶ ὀνομάζεται τὸ
παχέος δὲ τοῦ αἵματος οὕτως καὶ μὴ δυναμένου τὰς στενὰς διόδους διοδεύειν, ἔδει μὲν συμπαρεῖναι αὐτὸ τὸ ὑδατῶδες περίττωμα, ἵνα τῇ τούτου λεπτότητι προοδεύῃ τοῦ αἵματος καὶ παρέχῃ αὐτῷ ἀκώλυτον τὴν δίοδον· ἐπὰν δὲ ἠθεισθῇ τὸ αὐτὸ περίττωμα κατὰ τὸν κρημνὸν τῆς κοιλῆς φλεβὸς, ἥτις ἐπίκειται τῇ ῥάχει ἀπὸ ἄνωθεν ἕως κάτωθεν, ἔνθα οἱ πόροι τῶν νεφρῶν ὅ τε δεξιὸς καὶ ὁ ἀριστερὸς κατὰ τὸ λάβδα γράμμα σχηματισθέντες κείμενοι, ἕλκουσιν οἱ τοιοῦτοι ἀπὸ τῆς κοίλης φλεβὸς τὸ ὑδατῶδες περίττωμα καὶ μεταδιδόασι τοῖς νεφροῖς, ὑφʹ ὧν μεταβάλλεται εἰς οὖρον, καὶ διὰ τῶν οὐρητήρων ἀποπέμπεται εἰς τὴν οὐρηδόχον κύστιν, ἀφʹ ἧς διὰ τῆς βαλάνου ἐξέρχεται τὸ οὖρον.
3. Εἰ γοῦν εἰλικρινὲς τὸ αἷμα καὶ καθαρὸν ὑπὸ τῆς αἱματοποιητικῆς δυνάμεως τοῦ ἥπατος ἀποτελεσθείη, τότε καὶ οὖρον τοιοῦτον γίνεται· εἰ δὲ πολλάκις κατά τινα αἰτίαν ἡ αἱματοποιητικὴ δύναμις τοῦ ἥπατος ἐμποδισθείη καὶ οὐ δυνηθείη τὸ ἔργον αὑτῆς ἐκτελέσαι, τότε καὶ τὸ οὖρον τοιοῦτον φέρεται, καὶ διὰ τοῦτο ποτὲ μὲν τὰ οὖρα λεπτὰ καὶ λευκὰ φέρονται, ποτὲ δὲ παχέα καὶ κακὰ, ὠμοτέρου τοῦ αἵματος γεγονότος καὶ ἀτελοῦς τῆς αἱματοποιητικῆς δυνάμεως τελεσθείσης· ἀμέμπτως γὰρ τελέσαι τὸ ἔργον αὑτῆς τότε οὐκ ἐποίησε, φημὶ τὴν τοῦ αἵματος πέψιν καλῶς, ἀλλʹ ὠμότερον αὐτὸ πεποίηκε· ἄλλοτε δὲ καὶ, ὑπεροπτηθέντος καὶ οἷον ὑπερζέσαντος τοῦ αἵματος, τοιοῦτον καὶ τὸ οὖρον φέρεται· καὶ διὰ τὰς τοιαύτας αἰτίας οὐκ ἀεὶ τὸ αὐτὸ φέρεται, ἀλλὰ μεταβάλλει τὸ εἶδος αὐτό· ὥσπερ γὰρ τὸ αἷμα γίνεται, οὕτως καὶ τὸ οὖρον φέρεται. Εἰρηκότων οὖν ἡμῶν τὰς αἰτίας, διʹ ἃς τὸ οὖρον παρὰ φύσιν γίνεται, λοιπὸν δὴ εἰπεῖν ἡμᾶς καὶ περὶ τοῦ κατὰ φύσιν οὔρου τοῦ γενομένου ἐκ τῆς ἀκριβοῦς κατασκευῆς τοῦ αἵματος, ὁποῖον δεῖ εἶναι καὶ ὁρίσασθαι, ὅπερ γινώσκοντες, ἐὰν ἴδωμεν
τὸ τοιοῦτον ὑπερβάλλον ἢ ἐλλεῖπον, λογιζόμεθα μὴ εἶναι κατὰ φύσιν.
4. Ὁ δὲ κανὼν τοῦ κατὰ φύσιν οὔρου ἔστιν οὗτος· οὖρον ἄριστόν ἐστι τὸ μὲν τῇ συστάσει σύμμετρον, τῇ δʹ ὑποστάσει λευκὸν καὶ λεῖον καὶ ὁμαλὸν, τῷ δὲ τοῦ χύματος χρώματι ὑπόπυῤῥον, ἢ πυῤῥὸν, ἢ ὀλίγον τι μετέχον τοῦ ξανθοῦ· λεῖον δέ φησι τὸ μὴ ὂν διεσπασμένον, ὁμαλὸν δὲ τὸ περὶ πάντα τὸν χρόνον, τουτέστι καὶ σήμερον καὶ αὔριον καὶ τὰς μετὰ τὴν αὔριον ἡμέρας, τοιοῦτον φερόμενον· ὅσα δὲ οὖρα κατά τι τῶν εἰρημένων τεσσάρων ἢ ἐλλείπει, ἢ πλεονάζει, οὐ κατὰ φύσιν, ἀλλὰ παρὰ φύσιν λογίζονται εἶναι.
5. Ἐπεὶ δὲ καὶ περὶ διαφορᾶς τοῦ οὔρου εἴπομεν, ἐροῦμεν καὶ περὶ τῆς τούτου ἐποχῆς, ὅτι κατὰ ὀκτὼ τρόπους ἐπέσχηται τὸ οὖρον· καὶ γὰρ ἢ διὰ φλεγμονὴν, ἢ διὰ σκίῤῥον, ἢ διὰ θρόμβωσιν αἵματος, ἢ διὰ παράλυσιν, ἢ διὰ πρόπτωσιν αἰδοίου, ἢ διὰ νευρικὴν συμπάθειαν, ἢ διʹ ἕλκωσιν, ἢ διὰ παράλυσιν, ἢ διὰ λιθίασιν· αἱ δὲ ὀνομασίαι τῆς ἐποχῆς τοῦ οὔρου εἰσὶ τρεῖς· πρώτη ἰσχουρία, ὅταν παντελῶς ἴσχηται τὸ οὖρον· δευτέρα δυσουρία, ὅταν τὸ οὖρον φέρηται μὲν, μετʹ ὀδύνης δέ· τρίτη στραγγουρία ἡ μετʹ ὀδύνης καταστάζουσα τὸ οὖρον.
6. Ἰστέον δὲ, ὅτι ἐν παντὶ οὔρῳ θεωροῦνται τὰ τέσσαρα ταῦτα, σύστασις τοῦ χύματος, χρῶμα τοῦ αὐτοῦ χύματος, ἐναιώρημα καὶ παρυφιστάμενον· ὡσαύτως καὶ τούτου τύποι τρεῖς· ἢ ἄνω, ἢ κάτω, ἢ μέσον· καὶ εἰ μὲν ἄνω εἴη, λέγεται νεφέλη· εἰ δὲ μέσον, ἐναιώρημα· αἰώρα γὰρ ἡ κρεμάθρα· εἰ δὲ κάτω, ὑπόστασις· ὑποκάτω γὰρ ἵσταται τὸ τοιοῦτον παρυφιστάμενον, ἢ λεῖον, ἢ ὁμαλὸν, ἢ ἀνώμαλον· τούτων γὰρ τὰ μὲν ἄλλα πάντα παραλειπτέον, προϊὼν γὰρ ὁ λόγος δηλώσει, νυνὶ δὲ περὶ συστάσεως τοῦ χύματος ῥητέον καὶ τῶν τούτου διαφορῶν· καὶ γὰρ τὸ χῦμα λέγεται παρὰ τὸ κεχῦσθαι· οὐρεῖται μὲν ἢ λεπτὸν καὶ μένει πάλιν λεπτὸν ἢ ἀναθολούμενον παχύνεται, ἢ οὐρεῖται παχὺ καὶ μένει παχὺ, ἢ λεπτύνεται καὶ γίνεται λεπτόν·
ἢ σύμμετρον, ὅπερ καὶ ὑγιεινόν ἐστι· ἔοικε δὲ τὸ μὲν λεπτὸν, οἷον τὸ ὕδωρ· τὸ δὲ παχὺ, οἷον τὸ μέλι· τὸ δὲ σύμμετρον, οἷον τὸ ἔλαιον· τὸ δὲ μὴ ἔσωθεν, ἀλλʹ ἔξωθεν ὑπὸ τῆς ψυχρότητος τοῦ ἀέρος παχυνθὲν θερμῷ ὕδατι θερμανθὲν λεπτύνεται· καὶ κατὰ τὰς διαφοράς ἐστιν ἡ τῆς συστάσεως τοῦ χύματος διάφορος σύστασις· καὶ τὸ μὲν οὐρούμενον λεπτὸν καὶ μένον λεπτὸν σημαίνει ἐσχάτην ἀπεψίαν· τὸ δʹ ἀναθολούμενον ὑγρὸν καὶ εἰς πάχος μεταβαλλόμενον δηλοῖ πέψεως ἀρχὴν λαμβάνειν· τὸ δʹ οὐρούμενον παχὺ, ἀποκαθιστάμενον δὲ γινόμενον λεπτὸν δηλοῖ ἐν τῷ σώματι ταραχὴν γίνεσθαι ἰσχυράν· τὸ δʹ οὐρούμενον παχὺ καὶ μένον παχὺ δηλοῖ τὴν μὲν ταραχὴν διακρίνεσθαι, τὴν δʹ αἱματοποιητικὴν δύναμιν εἰς πέψιν διεγείρεσθαι· καὶ ταῦτά εἰσι δῆλα ὑπὸ τῆς συστάσεως τοῦ χύματος.
7. Ἐπεὶ δὲ τὸ χῦμα ἔχει καὶ χρῶμα, τὰ δὲ τούτων χρώματά εἰσι ἓξ, λευκὸν, πυῤῥὸν, ὠχρὸν, ξανθὸν, ἐρυθρὸν καὶ μέλαν, τούτων τὰ μὲν δύο ἄκρα, τὸ λευκὸν καὶ τὸ μέλαν, ἔχουσι πλάτος· εἰς πλάτος γὰρ ἐξαπλοῦται τὰ τοῦ λευκοῦ χρώματα· ἐστὶ γὰρ κρυσταλλοειδὲς ὕδωρ ἀκραιφνές· γαλακτοειδὲς τὸ ἐοικὸς γάλακτι· χαροπὸν τὸ ἐοικὸς ἐρίοις καμήλων ὑπόλευκον ὑπάρχον, ἢ ὡς λίθος ὀνυχίτης, ὅστις τῷ μὲν σχήματι ἔοικεν ὄνυχι, τῇ δὲ χροιᾷ ὁμοιότητα φέρων ἐρίοις καμήλων ὑπολεύκοις· καὶ ταῦτα μὲν τὰ λευκὰ χρώματα κατὰ τὴν ποιότητα καὶ τὴν χρόαν κατὰ τὸ μᾶλλον καὶ ἧττόν εἰσι Ὁμοίως δὲ καὶ τὸ μέλαν καὶ αὐτὸ πλάτος ἔχει· καὶ γὰρ ἢ οἰνωπόν ἐστι, ὥσπερ ὡς οἶνος μελάντερος, ἢ ὡς αἷμα βαθύτερον πορφυρίζον, χροιὰν ἔχον,
διαφοραὶ, ὁμοίως καὶ περὶ χρωμάτων τοῦ αὐτοῦ χύματος, λοιπὸν λείπει διδάξαι καὶ περὶ τοῦ παρυφισταμένου, λέγω δὴ περί τε τοῦ χρώματος αὐτοῦ καὶ συστάσεως καὶ τοῦ τόπου καὶ τοῦ χρόνου ἔν τε ὑγιαίνουσι καὶ νοσοῦσιν, εἴτε ἐπικίνδυνοί εἰσι καὶ ὑγιεινοὶ, εἴτε μέσοι, καὶ οὔτε ὑγιεινοὶ, οὔτε νοσοῦντες.
8. Χρὴ οὖν πρότερον εἰπεῖν περὶ κατασκευῆς τῆς ἀρίστης ὑποστάσεως, ἵνα ἐκ τῆς ἀρίστης ὑποστάσεως τῆς κατὰ φύσιν γινώσκωμεν τὸ παρὰ φύσιν, καὶ ὅσον τὸ κατὰ φύσιν ἐκ τοῦ παρὰ φύσιν ἔξεστιν· καὶ πρῶτον ἐροῦμεν, ποῖον οὖρον ἄριστον· καί φησιν Ἱπποκρατῆς· οὖρον ἄριστόν ἐστι τὸ ἔχον ὑπόστασιν λευκὴν καὶ λείην καὶ ὁμαλήν· καὶ τὸ τοιοῦτόν ἐστι τὸ κατὰ φύσιν οὖρον καὶ ἄριστον, ὅπερ οὐ χρὴ ἔχειν οὔτε πρόσθεσιν, οὔτʹ ἔλλειψιν τοῦ κατὰ φύσιν οὔρου· καὶ Ἱπποκρατῆς εἰπὼν οὖρον ἄριστόν ἐστι τὸ ἔχον ὑπόστασιν, ἐδήλωσε τὸν τόπον τοῦ κατὰ φύσιν καὶ ἀρίστου οὔρου· τοῦτο γὰρ τὸ οὖρον ἔχει τὸ παρυφιστάμενον ὑποκάτωθεν ἱστάμενον εἰς τὸν πυθμένα τοῦ ἀγγείου· τὸ γὰρ μέσον ὂν οὐ λέγεται ὑπόστασις, ὅτι οὐδὲ ὑποκάτω ἵσταται, ἀλλʹ ἐναιώρημα ἐκ τοῦ αἰωρῶ τοῦ κρεμνῶ. Διὰ τί δὲ κρέμαται μέσον, καὶ πότε μέν ἐστιν ἀγαθὸν, πότε δὲ κακὸν, μετὰ μικρὸν ἐροῦμεν· ὁμοίως δὲ καὶ τὸ ἄνω, ὃ λέγεται νεφέλη, οὔτε ὑπόστασιν ἐροῦμεν, οὔτʹ ἐναιώρημα, ἀλλὰ νεφέλη, ὅτι, ὥσπερ ἡ νεφέλη ἄνωθεν ἐπιπλέει, οὕτως καὶ ταύτη· νεφέλη γὰρ λέγεται τὸ μικρὸν νέφος, ὥσπερ καὶ τὸ μέγα λέγεται νέφος· ἐὰν οὖν τὸν κάτω τόπον ἐπέχῃ τὸ παρυφιστάμενον, λέγεται ὑπόστασις, καί ἐστιν ἀγαθὸν καὶ ὑγιεινὸν σημεῖον· εἰ δὲ τὸν μέσον τόπον, λέγεται ἐναιώρημα· τοῦτο γὰρ σημεῖον καὶ ἀγαθὸν καὶ κακὸν καὶ νόσου καὶ ὑγείας· καὶ γὰρ ἐὰν ἀπέρχηται ἀπὸ τῶν κάτω, καὶ ἀνέρχηται ἐπὶ τὰ ἄνω, ἐστὶ σημεῖον κακὸν, ὅτι ἀπέρχεται ἀπὸ τῆς ὑγείας, καὶ ἀνέρχεται ὡς πρὸς τὴν νόσον· ἐὰν δὲ ἀπὸ τῶν ἄνω ἔρχηται ἐπὶ τὰ κάτω, καὶ εὑρεθῇ μέσον, ἐστὶ σημεῖον καλὸν, ὅτι ἔρχεται ἀπὸ τῆς νόσου ἐπὶ τὴν ὑγείαν· ἐὰν δὲ εὑρεθῇ ἄνω, λέγεται νεφέλη, καί ἐστι σημεῖον νόσου, καὶ, διότι σημαίνει νόσον, ἐστὶ κακόν Καὶ ταῦτα δηλοῦνται ἀπὸ τοῦ τόπου, ἐν ᾧ τὸ παρυφιστάμενον διελθῇ, ἅπερ οὖν ἐδιδάχθημεν παρὰ τοῦ Ἱπποκρατοῦς εἰρηκότος τὸν τόπον ἐν τῷ εἰπεῖν οὖρον ἄριστόν ἐστι τὸ ἔχον ὑπόστασιν.
9. Ἐν δὲ τῷ εἰπεῖν αὐτὸν λευκὴν τὸ χρῶμα τοῦ κατὰ φύσιν καὶ
ἀρίστου οὔρου δεδήλωκεν· ὅσα δὲ παρυφιστάμενα οὐκ ἔχουσι χρῶμα λευκὸν, ταῦτα τὰ οὖρα οὔκ εἰσιν οὔτε κατὰ φύσιν οὔτʹ ἄριστα· πάλιν δὲ διὰ τὸ εἰπεῖν λεῖον (λεῖον γάρ ἐστι τὸ συνεχές· συνεχὲς δέ ἐστι τὸ ἔχον τὰ μόρια συνημμένα πρὸς ἄλληλα καὶ ἀλλήλων ἁπτόμενα· ὅσα γὰρ οὖρα οὐκ ἔχουσι τὸ παρυφιστάμενον συνεχὲς, ἀλλὰ διεσπασμένον καὶ διακεκομμένον, διότι πνεῦμα παχὺ παρεμπεσὸν διὰ μέσου διέσπασε καὶ διέκοψε τὴν συνέχειαν τοῦ παρυφισταμένου, οὔκ εἰσιν ἄριστα· τὸ δὲ παχὺ πνεῦμα γίνετʹ ἐξ ἀπεψίας, ὥς φησιν ὁ Γαληνὸς, οὗ ἡ ἀρχή· τροφῆς κακῆς διαιτουμένης, ἐμπνευμάτωσις· αὐτόθεν γίνεται οὐ λεῖον τὸ παρυφιστάμενον, τουτέστιν οὐ συνεχὲς καὶ ἀλληλουχόμενον, καὶ ὑπʹ ἀλλήλων τῶν μορίων συναπτομένων καὶ συνεχομένων. Πάλιν ἐν τῷ εἰπεῖν τὸν Ἱπποκρατῆ ὁμαλὸν ἐδήλωσε τὸν καιρὸν καὶ τὸν χρόνον, ἵνα ἐπὶ πολλὰς ἡμέρας ᾖ τὸ τοιοῦτον παρυφιστάμενον· μὴ ὂν δὲ ὁμαλὸν, ἀλλʹ ἀνώμαλον οὔκ ἐστι οὔτʹ ὑγιεινὸν οὖρον, οὔτʹ ἄριστον, ὡς ἔνειμεν.
10. Καὶ ὁ μὲν Ἱπποκρατῆς περὶ μόνης τῆς ὑποστάσεως ἔφη τὸν ὁρισμὸν τοῦ ὑγιεινοῦ καὶ ἀρίστου οὔρου· ἐστὶ γὰρ τὸ τοιοῦτον οὖρον τὸ ἔχον ὑπόστασιν λευκὴν καὶ λείην καὶ ὁμαλὴν πάντα τὸν χρόνον, καὶ τῇ συστάσει τοῦ χύματος σύμμετρον, καὶ τῷ χρώματι ὑπόπυῤῥον ἢ πυῤῥὸν ἢ ὑπόξανθον· καὶ τοῦτό ἐστι τὸ ἄριστον καὶ ὑγιεινὸν καὶ κατὰ φύσιν οὖρον τὸ ἔχον τὰ τέσσαρα ταῦτα, ὑπόστασιν, χρῶμα, σύστασιν καὶ χρόνον· ὑπόστασιν λέγω αὐτὸ τὸ παρυφιστάμενον, καὶ τὸ χρῶμα τοῦ παρυφισταμένου λευκὸν, καὶ τὴν αὐτοῦ σύστασιν λείην, τουτέστι συνεχῆ καὶ συνηγμένην καὶ ἀδιάσπαστον καὶ οὖσαν ὁμαλὴν, τουτέστι τηροῦσαν τὰ εἰρημένα τέσσαρα ταῦτα παρὰ πάντα τὸν χρόνον· ὅσα δὲ οὖρα ἐκ τῶν εἰρημένων τεσσάρων, εἴτε ἐν ἑνί, εἴτε ἐν δυσίν, εἴτε ἐν πλείοσιν ἐκτραπῇ, οὔκ εἰσι κατὰ φύσιν, ἀλλὰ παρὰ φύσιν. Καὶ ταῦτα ἱκανὰ, πῶς δεῖ διαγινώσκειν τὰ ὑγιεινὰ οὖρα καὶ τὰ μὴ τοιαῦτα· ἐπεὶ δὲ, ἀρχομένων ἡμῶν τῆς περὶ οὔρων διδασκαλίας, εἴπομεν, ὅτι τὸ οὖρον ἔχει χῦμα καὶ χρῶμα, καὶ τὸ χῦμα σύστασιν καὶ παρυφιστάμενον, καὶ εἰς πόσα διαιρεῖται τούτων ἕκαστον, οἷον ἡ σύστασις
εἰς λεπτὸν καὶ παχὺ καὶ σύμμετρον, καὶ τὸ χῦμα εἰς χρώματα ἓξ, εἴπωμεν πρῶτον, ποῖον χρῶμα μετὰ ποίας συστάσεως δύναται συνδραμεῖν καὶ συστῆναι, καὶ τί σημαίνει ἔν τε ὑγιαίνουσι καὶ νοσοῦσι, καὶ μετὰ τοῦτο ἐροῦμεν καὶ περὶ τοῦ παρυφισταμένου.
11. Ἐπεὶ δὲ ἐν τοῖς χρώμασι πρῶτον ἦν τὸ λευκὸν, ὅπερ ἔφημεν ἔχειν πλάτος· καὶ γὰρ ἢ ὑδατῶδες, ὅμοιον ὑπάρχον ὕδατι ἀκραιφνεστάτῳ, κρυσταλλοειδὲς τὸ ἐοικὸς κρυστάλλῳ, χιονοειδὲς δὲ τὸ ὅμοιον χίονι, ἢ γαλακτοειδὲς τὸ γάλακτι παρόμοιον ὑπάρχον, χαροπὸν δὲ, ὅπέρ ἐστιν, οἷα τὰ τῶν καμήλων ἔρια τὰ ὑπόλευκα, ἢ ὡς λίθος ὀνυχίτης, ὅστις τὸ μὲν σχῆμα ὄνυχος ἔχων, χροιὰν δὲ ἐρίων, οἷα τὰ τῶν καμήλων· καὶ ταῦτα μὲν τοῦ λευκοῦ χρώματός ἐστιν εἴδη κατὰ τὸ μᾶλλον καὶ ἧττον ὑπάρχοντα· πάλιν τῆς τοῦ χύματος συστάσεως πρῶτόν ἐστι τὸ λεπτόν· ἐστὶν οὖν πρώτη συμπλοκὴ τῆς λεπτῆς συστάσεως καὶ τοῦ λευκοῦ χρώματος οὐκ ἀγαθή· ἐπὶ τοῦ τοιούτου οὔρου εἰ παρυφιστάμενον μή ἐστι, σημαίνει ἀσθένειαν δυνάμεως· καὶ γὰρ ἐὰν ᾖ γέροντος, τῆς γεροντικῆς ἡλικίας ἡ δύναμίς ἐστιν ἀσθενής· ἐὰν δὲ μὴ ᾖ γέροντος, ἀλλὰ νέου μὲν τὴν ἡλικίαν, μακρονοσήσαντος δὲ, καὶ διὰ τὴν μακρὰν νόσον ἡ δύναμις ἀσθενὴς ἐγένετο· ἐὰν δὲ οὐκ ᾖ οὗτος ὁ νέος ἀσθενὴς, ἀλλʹ ᾖ ὑγιὴς, ἰστέον, ὅτι παρὰ τὴν δύναμιν αὑτοῦ ἔφαγε καὶ ἔπιε, καὶ ταῦτα τὰ βρώματα δυσκατέργαστα, οἷον βόεια καὶ τὰ παραπλήσια, καὶ διὰ τοῦτο προσηκόντως ἡ δύναμις αὐτοῦ ἠσθένησε, καὶ οὐκ ἠδυνήθη περιγενέσθαι τῶν τε βρωμάτων καὶ πομάτων. Οὖρον πολὺ λευκὸν ἐξιὸν ἐν παιδίοις κάκιστόν ἐστι· τοιοῦτον ἐρχόμενον ἐπὶ τῶν λεγομένων ἔχειν τὸ ἐκ νόσου γῆρας. Οὖρον πολὺ λεπτὸν καὶ λευκὸν
κάτω χωρία τῶν φρενῶν· οὖρον λεπτὸν καὶ λευκὸν ἐλθὸν ἐν καυσώδει πυρετῷ σημαίνει φρενίτιν· τοῦ γὰρ καύσου πυρετοῦ γινομένου ὑπὸ πλήθους ξανθῆς χολῆς καὶ χολώδους περιττώματος ἀνωφεροῦς καὶ τὴν κεφαλὴν καταλαμβάνοντος εἰς τὴν ἐμπροσθίαν κοιλίαν καὶ φλεγμονὴν ἀπεργασαμένου ὑπὸ πλήθους ἐνταῦθα κατὰ τοὺς μήνιγγας, φρενίτιν ἐποίησε· καὶ εἰ μὲν παύσειε διά τινα αἰτίαν ἡ φρενίτις, οἷον διʹ αἱμοῤῥαγίαν τῶν ῥινῶν ἢ ἱδρῶτα πολὺν ἐν τῇ κεφαλῇ γεγονότα, ἀναστήσεται· τὸ δὲ οὖρον φέρεται διὰ τὴν εἰρημένην αἰτίαν λεπτὸν καὶ λευκὸν· εἰ δʹ ἐπιμείνειε τὸ τοιοῦτον λεπτὸν καὶ λευκὸν, πάρεστι δʹ ἡ φρενίτις χρονίζουσα, θανεῖται ὁ πάσχων. Καὶ περὶ μὲν τοῦ λεπτοῦ καὶ λευκοῦ οὔρου ἱκανὰ τὰ εἰρημένα.
12. Ἐπεὶ δʹ ἡ λεπτὴ σύστασις τοῦ χύματος συστῆναι δύναται καὶ μετʹ ὠχροῦ χρώματος, ὡς ἔφημεν, εἴπωμεν καὶ περὶ τούτου, πῶς τε γίνεται, καὶ πόσα καὶ τίνα σημαίνει· καὶ γὰρ τὸ λευκὸν καὶ λεπτὸν οὖρον, εἰ δέξαιτό τινα καταβαφὴν χολῆς ξανθῆς, καὶ ἀλάξειε τὸ λευκὸν χρῶμα, γίνεται ὕπωχρον ὅμοιον, ὑπάρχον ζωμῷ χυμένης ὠμοβράστῳ· σημαίνει, ὅτι ἐπεχείρησεν ἡ φύσις ποιεῖσθαι πέψιν τοῦ σώματος ἀμυδρὰν, οὔπω δὲ ἠδυνήθη καὶ τὴν σύστασιν πέψαι καὶ παχύναι, καὶ διὰ τοῦτο καὶ τοῦτο σημαίνει ἀπεψίαν καὶ ἀτονίαν τῆς δυνάμεως, ὅτι οὐκ ἴσχυσε καὶ τὴν σύστασιν πέψαι τοῦ χύματος, ἀλλʹ ἔμεινε λεπτὸν ὅμοιον ζωμῷ κρέατος μήπω ἑψηθέντος καὶ ἀναλυθείσης τῆς οὐσίας αὐτῆς εἰς τὸν ζωμὸν, ἵνα γένηται παχύτερος ζωμὸς, ἀλλʹ ἐστὶ λεπτὸς καὶ ὠμόβραστος· εἰ δὲ καταβαφὴν χολῆς ξανθῆς δέξαιτο τὸ ὕπωχρον, γίνεται τό τε χρῶμα τοῦ ὑδατώδους ὠχρὸν, ὅμοιον ὂν ζωμῷ τῷ ἀπὸ τοῦ χρυσοξύλου γενομένῳ, καὶ σημαίνει περισσοτέρα ξανθὴ χολὴ ἐπέβαψε
τὸ ὑδατῶδες τοῦ οὔρου καὶ ἔποισεν αὐτῷ χρῶμα ἔχειν ὠχρὸν· εἰ δέ γε περισσοτέρα χολὴ ἐπιβάψειε τὸ ὑδατῶδες τοῦ οὔρου, ἐναλλάσσει τὸ χρῶμα τοῦ ὠχροῦ, καὶ ποιεῖ αὐτὸ ὑπόπυῤῥον, ὅμοιον ὂν χρυσῷ τῷ ἀπὸ Κελτικῆς κομιζομένῳ· εἰ δὲ καὶ ἔτι περισσοτέρα χολὴ ἐπιβάψειε τὸ ὑπόπυῤῥον χρῶμα τοῦ οὔρου, ποιεῖ αὐτὸ ὅμοιον ὂν ὀβρύζῳ χρυσῷ· εἰ δὲ καὶ ἔτι πλεῖον ἐπιβάψειε τὸ ὑδατῶδες χρῶμα τοῦ οὔρου, λέγω δὴ τὸ πυῤῥὸν, ποιεῖ αὐτὸ ὑπόξανθον, ὅμοιον ὂν κνίκῳ· εἰ δὲ καὶ τοῦτο τὸ ὑδατῶδες οὖρον πλεῖον χολὴ ἐπιβάψειεν, ἀλλάσσει τὸ ὑπόξανθον χρῶμα τοῦ οὔρου, καὶ ποιεῖ αὐτὸ ξανθὸν, ὅμοιον ὂν κρόκῳ· ἡ οὖν καταβαφὴ τῆς ξανθῆς χολῆς κατὰ μικρὸν ἐπαύξασα ἐναλλάσσει τὰ εἰρημένα ὅπερ εἴρηται, καὶ μετὰ λεπτῆς συστάσεως τοῦ οὔρου ταῦτα συνίστανται· λευκὸν, ὕπωχρον, ὠχρὸν, ὑπόπυῤῥον, πυῤῥὸν, ὑπόξανθον, ξανθόν· καὶ οὕτως, ὡς εἴρηται, κατὰ μικρὸν γίνεται ἡ ἐκτροπὴ τοῦ ὑγιεινοῦ καὶ κατὰ φύσιν οὔρου· τὸ γὰρ κατὰ φύσιν οὖρον ἀνωτέρω προλέλεκται, ὁποῖον δεῖ εἶναι.
13. Μετὰ δὲ τὸ ξανθὸν χρῶμά ἐστι τὸ ὑπέρυθρον· τὸ δὲ τοιοῦτον χρῶμα γίνεται ἀφʹ αἵματος οὐ καθαροῦ, ἀλλʹ ἰχωρώδους· καὶ γὰρ λευκῷ χρώματι προσελθὸν τὸ λαμπρὸν τὸ τοιοῦτον χρῶμα πεποίηκεν, ὃ οἱ βαφεῖς φλόγιον ὀνομάζουσιν, οἱ δὲ περὶ τὸν Γαληνὸν φοινικοῦν ὀνομάζουσιν, ὅτι χρῶμα φοίνικος ἔχει· μετὰ δὲ τὸ ὑπέρυθρον χρῶμά ἐστι τὸ ἐρυθρὸν, ὅπερ ἀπὸ καθαροῦ καὶ ἀδόλου αἵματος γίνεται· τὸ δὲ τοῦ ἐρυθροῦ ὑπερβάλλον ἢ ἐλλεῖπον οὔκ ἐστιν ὑγιεινὸν οὖρον, ἀλλὰ νόθον. Μετὰ δὲ τὸ ἐρυθρὸν χρῶμά ἐστι τὸ μέλαν, πλάτος ἔχον πολύ· καὶ γὰρ οἰνωπόν ἐστιν, ὅμοιον μελαντέρῳ οἴνῳ, ἢ ὡς αἷμα βαθὺ πορφυρίζον, χροιὰν ἔχον ἥπατος· μετʹ αὖ τόδʹ ἐστὶ τὸ κυανοῦν, χρῶμα ἔχον ξανθῆς χολῆς σεσημμένης, ἢ ὑπερωπτημένης, ἐν τῇ χροιᾷ γαρῶδες, οἷόν εἰσι τὰ τῶν ἰκτερικῶν
οὖρα· τὸ δὲ τοιοῦτον οὖρον ὁ Γαληνός φησιν, ὅτι τῷ λευκῷ χρώματι τὸ λαμπρὸν προσελθὸν ἐποίησεν αὐτὸ παρεμπεσὸν εἰς μέλαν κατακορὲς καὶ λαμπρὸν· τὸ δὲ φαιόν ἐστι τὸ ἔχον κρᾶμα λευκοῦ καὶ μέλανος, ὡς τὰ ῥοϊσχάδια· τὸ δὲ χλωρόν ἐστιν ἢ ὡς πράσινον κραμβίζον, ἢ ὡς ἡ χλόη· θεωρεῖται δὲ ἐν αὐτῷ πλάτος· καὶ γὰρ ἰῶδες καὶ σμαραγδίζον καὶ ἰσατῶδες ἅπαντα χλωρὰ λέγονται κατὰ τὸ μᾶλλον καὶ ἧττον γινόμενα· γίνονται δὲ τὰ τοιαῦτα ὑπὸ θερμότητος πλείστης· τοῦ δὲ φαιοῦ τὸ βαθύτερον λέγεται πελιδνὸν, χρῶμα ἔχον, οἷον τὸ τῆς μολύβδου καὶ τὰ μελανίζοντα τῶν τοῦ σώματος πληγῶν καὶ τὰ ἐκ θλασμάτων μελανίζοντα χρώματα· συμβαίνουσι δὲ ταῦτα γίνεσθαι ἢ ὑπὸ ψύξεως, ἣ ὑπὸ θερμότητος· καὶ γὰρ εἰ μὲν προηγήσαιτο χρῶμα χλωρὸν, σημαίνει θερμότητα· εἰ δὲ πελιδνὸν, σημαίνει ψύξιν· καὶ αὕτη ἐστὶν ἡ τάξις τῶν χρωμάτων, ὡς ἤδη φθάσαντες εἴπομεν· ἐπεὶ δὲ τὰ εἰρημένα χρώματα δύνανται συμπλακῆναι μετὰ συστάσεως παχείας καὶ λεπτῆς, δεῖ οὖν εἰπεῖν, ποῖα χρώματα μετὰ ποίας συστάσεως δύνανται συστῆναι, καὶ τίνα ἐξ αὐτῶν σημαινόμενα ἔν τε ὑγιαίνουσι καὶ ἐν νοσοῦσιν.
14. Καὶ λέγωμεν, ὅτι τὸ μὲν λευκὸν χρῶμα, φημὶ δὴ τὸ ἀκραιφνὲς λευκὸν καὶ τὰ λοιπὰ λευκὰ χρώματα ἐκ τούτου τοῦ λευκοῦ ἀπέχοντα, οἷον τὸ γαλακτῶδες καὶ τὸ χαροπὸν συμπλεκόμενα μετὰ λεπτῆς συστάσεως, τί σημαίνει· καὶ ἰδοῦ, λέγωμεν λεπτὸν γαλακτῶδες· τὸ τοιοῦτον οὖρον ἐν ταῖς ἀρχαῖς τῶν πυρετῶν ἐξερχόμενόν ἐστι πονηρὸν, ἐν δὲ ταῖς παρακμαῖς κατὰ πολύ ἐστι λυσιτελές· λεπτὸν γλαυκὸν καὶ χαροπὸν διὰ μὲν τὴν λεπτὴν σύστασιν σημαίνει ἀπεψίαν· οὔπω γὰρ ἐχρώσθεσαν διὰ τὴν ἀσθένειαν τοῦ ἐμφύτου θερμοῦ· διὰ τοῦτο καὶ ἡ λεπτὴ σύστασις συμπλέκεται μετὰ τῶν τοιούτων χρωμάτων, καὶ σημαίνει καὶ ἡ λεπτότης ἀπεψίαν· ἡ γὰρ πέψις παχύνει τὰ οὖρα· Λεπτὸν ὕπωχρον καὶ ὠχρόν· τὰ τοιαῦτα οὖρα σημαίνουσι ἀρχὴν πέψεως· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν τὴν σύστασιν ἀναγκαιοτέραν
ὄγδοον λεπτὸν πυῤῥὸν, ἔννατον λεπτὸν ὑπόξανθον, δέκατον λεπτὸν ξανθόν· καὶ ταῦτα τὰ δέκα χρώματα δύνανται συστῆναι μετὰ λεπτῆς συστάσεως, καὶ ταῦτά εἰσι τὰ ὑπὸ τούτων σημαινόμενα, καθὼς ἄνωθεν εἴρηται.
15. Λοιπὸν μεταβιβάσωμεν τὸν τῆς διδασκαλίας λόγον ἐπὶ τὴν συμπλοκὴν τῆς παχείας συστάσεως καὶ ἐροῦμεν, μετὰ ποίων χρωμάτων αὕτη δύναται συστῆναι. Πρῶτον λευκὸν παχύ· τὸ λευκὸν, εἰ τάχα εἴρηται, ὅτι συνίσταται μετὰ λεπτῆς συστάσεως, καὶ τί δηλοῖ, ἀλλʹ οὖν συνίσταται καὶ μετὰ παχείας συστάσεως, καὶ δηλοῖ ἄλλα τινὰ παρὰ τὰ εἰρημένα· τὸ γὰρ λευκὸν καὶ παχὺ οὖρον δηλοῖ τὸν ὠμὸν χυμὸν πολὺ πλεονάζειν ἐν τοῖς ἀγγείοις· ἀγγεῖα λέγω τὰς φλέβας, ὠμὸν δὲ χυμὸν λέγω φλέγματος διοφορὰς, οἷον φλέγμα ὑελῶδες, φλέγμα ἁλυκὸν καὶ ἁλμυρὸν, φλέγμα ἄποιον· τοιοῦτον γὰρ οὖρον παχὺ καὶ πολὺ καὶ λευκὸν ἐλθὸν ῥύεται ἀποστάσιος εἰς ἄρθρα, λέγω τοῖς προπεπονηκόσιν αὐτὰ καὶ τοῖς γενομένοις ὁπωςοῦν ἐν νόσῳ κοπώδει, καὶ τοῖς χρονίσασιν ἐπὶ πλήθει παχέων χυμῶν. Δεύτερον παχὺ γαλακτῶδες· τὸ γαλακτῶδες χρῶμα, εἰ τάχα εἴρηται, ὅτι συμπλέκεται μετὰ λεπτῆς συστάσεως, καὶ τί δηλοῖ, ἀλλʹ οὖν καὶ μετὰ παχείας συστάσεως δύναται συστῆναι· καὶ γὰρ ὅτε τοιοῦτον οὖρον διʹ ὅλου ἔρχεται, τότε σημαίνει ἕλκωσιν τῆς κύστεως, ἢ τῶν νεφρῶν· κρίνεται δὲ καὶ γινώσκεται τὸ πάθος οὕτως· τὸ ὑγρὸν χῦμα κένωσον, καὶ τὴν ὑποστάθμην αὐτοῦ ὑποκράτησον· καὶ τότε διὰ τῆς ὀσφρήσεως δῆλόν σοι γίνεται τὸ πάθος, καὶ φανερὰ ἡ ἕλκωσις· ὀδμὴ γὰρ βαρεῖα καὶ δυσώδης ἐκ τῆς ὑποστάθμης ἐξέρχεται, ἀφʹ ἧς ἡ διάγνωσις τῆς ἑλκώσεως φανερά σοι γίνεται. Τρίτον παχὺ χαροπόν· ὁμοίως καὶ τὸ χαροπὸν, εἰ τάχα εἴρηται συνίστασθαι μετὰ λεπτῆς συστάσεως, ἀλλʹ οὖν συνίσταται καὶ μετὰ παχείας· καὶ εἰ ἀτάραχον διαμείνειε τὸ οὖρον, οὐρηθὲν τοιοῦτον δηλοῖ πολλὴν κακοχυμίαν ἐν τῷ σώματι αὐτοῦ ἀθροισθεῖσαν· εἰ δὲ τοιαῦτα οὖρα φέροιντο, οἷα τὰ τῶν ὑποζυγίων, δηλοῦσι κεφαλαλγίαν ἢ οὖσαν,
χύματος, καὶ μεθʹ οἵων χρωμάτων συνίσταται, ἀρτίως εἰρήκαμεν·
16. Καὶ διὰ τοῦτο λέγωμεν ἀρτίως περὶ τῆς συμμέτρου συστάσεως τοῦ χύματος, μεθʹ οἵων χρωμάτων καὶ αὕτη δύναται συνελθεῖν· φησὶ γὰρ ὁ Γαληνὸς ἐν τῇ περὶ κρίσεων αὐτοῦ πραγματείᾳ, ὅτι τὸ ὑπόξανθον χρῶμα καὶ τὸ πυῤῥὸν συνίσταται μετὰ συμμέτρου συστάσεως· ὁ δέ γε Μάγνος φησὶν οὐχὶ τὸ ξανθὸν, ἀλλὰ τὸ πυῤῥόν· ὁ δέ γε Θεόφιλος τὸν Γαληνὸν προκρίνει λέγειν καλῶς διὰ μὴ μόνον τὸν λόγον αὐτὸν εἶναι
σύμμετρος, χρῶμα ὑπόπυῤῥον, καὶ ὑπόξανθον· πλὴν ἀρτίως δέον εἰπεῖν καὶ περὶ συστάσεως ἔν τε ὑγιεινοῖς σώμασι καὶ νοσοῦσι, καὶ ὅσαι προγνώσεις ἐξ αὐτῶν δύνανται ἀποτελεσθῆναι εἴτʹ ἐπικίνδυνοι, εἴθʹ ὑγιεινοὶ, εἴτε μέσοι· δεῖ δὲ συνθεῖναι τὸ παρυφιστάμενον καὶ τὴν σύστασιν καὶ τὰ χρώματα, ἵνα τελεία ἡ περὶ οὔρων πραγματεία γένηται.
17. Ἄξιον δὲ πρότερον δεῖξαι τὴν κατασκευὴν τῆς ἀρίστης ὑποστάσεως, πῶς γίνεται· εἰ γὰρ καὶ πολλάκις εἴρηται, οὐ θαυμαστόν· δέον δὲ διὰ τοὺς εἰσαγομένους βασανίσαι τὸν λόγον· καὶ ὁ μὲν Ἱπποκρατῆς περὶ αὐτῆς τάδε φησίν· ὅτι οὖρον ἄριστόν ἐστιν, ὅτε ἡ ὑπόστασις αὐτοῦ ἐστι τῷ μὲν χρώματι λευκὴ, τῇ δὲ συστάσει σύμμετρος καὶ λεῖα, τουτέστιν ἵνα ᾖ συνεχὴς, ἀλλὰ μὴ διεσπασμένη· ὁμαλὴ δὲ, ἵνα παρὰ πάντα τὸν χρόνον ᾖ τοιαύτη· καὶ ὁ μὲν Ἱπποκρατῆς τοῦ κρατοῦντος τὸν ὁρισμὸν τοῦ ἀρίστου οὔρου ἀπεφήνατο· ἐστὶ δὲ ὁ τοῦ τελείου καὶ ἀρίστου καὶ κατὰ φύσιν οὔρου ὁρισμὸς οὗτος· οὖρον ἄριστόν ἐστι τὸ ἔχον παρυφιστάμενον τῷ μὲν τόπῳ, ἵνα πρῶτον ᾖ κάτω ἐν τῷ πυθμένι τοῦ ὑελίνου ἀγγείου, ὅτε καὶ ὑπόστασις λέγεται διὰ τὸ ὑποκάτω ἵστασθαι, τῷ δὲ χρώματι λευκὴ, τῇ δὲ συστάσει σύμμετρον λεῖον, τουτέστιν ἵνα μὴ διεσπασμένη ᾖ, ἀλλὰ συνημμένη, τῷ δὲ χρόνῳ, ἵνα ᾖ διʹ ὅλου τοιοῦτον, τῷ δὲ χρώματι τοῦ χύματος πυῤῥὸν ἢ ὑπόξανθον (ὑπόξανθον γάρ φημι τὸ ὀλίγον μετέχον τοῦ ξανθοῦ), ὥστʹ ἀναγκαῖόν ἐστιν ὁρᾷν ἐν τῷ οὔρῳ ταῦτα τὰ τέσσαρα, σύστασιν, ὑπόστασιν, χρῶμα καὶ χρόνον· ὅσα οὖν οὖρα εὑρίσκονται ταῦτα τὰ τέσσαρα ἔχοντα εἰσὶ κατὰ φύσιν καὶ ὑγιεινὰ· ὅσα δὲ οὖρα εὑρίσκονται ἀπὸ τούτων ἐξιστάμενα καὶ ἐκτρεπόμενα, εἴτʹ ἐν ἑνὶ, εἴτʹ ἐν δυσὶν, εἴτε τρισὶν, ἢ καὶ τοῖς τέσσαρσιν, κατὰ τοσοῦτον ἔξεστι τὸ οὖρον καὶ ὁ νοσῶν ἐκ τοῦ κατὰ φύσιν καὶ ἐκ τοῦ ὑγιεινοῦ ἐπὶ τὸ νοσῶδες καὶ νοσερόν.
18. Ὑποθώμεθα οὖν οὖρον ἐλλεῖπον ἐκ τῶν εἰρημένων τεσσάρων τὸ πάντων ἔσχατον, ὅπέρ ἐστι τὸ ὁμαλὸν, καὶ τὰ λοιπὰ τρία ἐάσωμεν κατὰ φύσιν μένοντα, οἷον τῷ μὲν τόπῳ ἔστω κάτω, τῇ δὲ συστάσει τοῦ παρυφισταμένου ἔστω λεῖον, τουτέστι συνημμένον καὶ μὴ διεσπασμένον, τὸ δὲ χρῶμα ἔστω λευκὸν, τὸ δὲ τέταρτον, ὅπέρ ἐστι τῷ χρόνῳ, ἀνώμαλον, τουτέστι σήμερον φαινόμενον τοιοῦτον, αὔριον δὲ μὴ τοιοῦτον· τὸ τοιοῦτον οὖρον σημαίνει ἀσθένειαν δυνάμεως, διότι ἡ φυσικὴ δύναμις οὐκ ἴσχυσεν ἅπαντα, λέγω δὴ τὰ τέσσαρα ταῦτα, πέψαι, ἀλλὰ τούτων τῶν τεσσάρων παρέλειπε τὸ ὕστατον ἄπεπτον. Πάλιν τρέψωμεν τὸ λεῖον, ὡς εἶναι τὰ ἐκτρεπόμενα δύο, ὧν ἓν μὲν τὸ ἀνώμαλον, καὶ ἄλλο τὸ οὐ λεῖον· τοῦτο τοῦ
προτέρου ἀπεπτότερον· δύο γὰρ φύσεις ἀπέλειπε ἡ φυσικὴ δύναμις· οὐ μόνον γὰρ τὸ ὁμαλὸν ἀπεβάλετο, ἀλλὰ καὶ τὸ λεῖον, ὥστε μὴ εἶναι ὁμαλὸν, καὶ τοιοῦτον παρὰ πάντα τὸν χρόνον, τουτέστι καὶ σήμερον καὶ αὔριον καὶ ἑξῆς, ἀλλὰ καὶ οὐ λεῖον, τουτέστι διεσπασμένον καὶ μὴ συνεχές· διεσπάσθαι δὲ λέγομεν, διότι πνεῦμα παχὺ παρεμπεσὸν διὰ μέσου, διέσπασε τὴν συνέχειαν, καὶ οὐκ εἴασεν αὐτὴν συνημμένην εἶναι· τὸ δὲ πνεῦμα γέγονε διὰ τὴν ἀπεψίαν· ἀρχὴ γὰρ τροφῆς κακῶς διοικουμένης ἐμπνευμάτωσις, ὡς ὁ Γαληνός φησι· διὰ οὖν ταύτας τὰς αἰτίας τὸ ἀπολειπόμενον οὖρον τῶν δύο ἀπεπτότερόν ἐστι τοῦ ἀπολειφθέντος ἑνός. Πάλιν ἐναλλάξωμεν τὰ εἰρημένα, καὶ ποιήσωμεν τὸ οὖρον οὐ λεῖον μὲν, διεσπασμένον δὲ, ὅπερ ἦν δεύτερον καὶ τὸ πρότερον, ὅπερ ἦν ἀνώμαλον, ὁμαλὸν ποιήσωμεν· τὸ τοιοῦτον οὖρον κακὸν διὰ τὸ εἶναι πολὺ πνεῦμα καὶ μὴ δυναμένην τὴν φυσικὴν δύναμιν πέψαι καὶ διαφορῆσαι αὐτό· εἰ δʹ εἴη τὸ οὖρον οὐ λεῖον καὶ ἀνώμαλον, τοῦτο τοῦ προτέρου κρεῖττον, διότι οὐ διʹ ὅλου ἐστὶ διεσπασμένον, ἀλλὰ σήμερον μὲν φαίνεται διεσπασμένον, αὔριον δʹ οὐ, ἀλλὰ συνημμένον· τὸ οὖν μὴ διηνεκῶς φαινόμενον ἔχειν ἀπεψίαν κρεῖττόν ἐστι τοῦ διηνεκῶς ἔχοντος, διὰ δὲ τὴν ἀπεψίαν πνεῦμα παχὺ συνέσπασε τὴν συνέχειαν, ὡς εἴρηται· τὸ αὐτὸ ἴδητε καὶ ἐπὶ τοῦ διαλείποντος σφυγμοῦ· καὶ γὰρ ὁ διαλείπων σφυγμὸς, ἐὰν εἰς πολλὰς ἡμέρας ὁ αὐτὸς διαμείνῃ, μεῖζόν ἐστι κακὸν παρόπερ τὸ καθʹ ἑκάστην ἐναλλάττεσθαι, ὅπέρ ἐστι τὸ ἀνώμαλον· καὶ περὶ μὲν ταύτης τῆς συμπλοκῆς ἀρκεῖ τὰ εἰρημένα.
19. Πάλιν ἔστιν ἄλλη συμπλοκὴ, ἔχουσα τὸ παρυφιστάμενον λευκὸν μὲν, ὁ τόπος δὲ ἐν τῷ μέσῳ, καλούμενος ἐναιώρημα· ἔστω δὲ τὸ τοιοῦτον οὖρον λεῖον, τουτέστι συνημμένον καὶ συνεχὲς, καὶ ὁμαλὸν, παρὰ πάντα τὸν χρόνον τοιοῦτον φαινόμενον· τὸ τοιοῦτον οὖρόν ἐστι μέσως ἄπεπτον, ὅτι οὐκ ἴσχυσεν
ἡ φύσις πέπτειν αὐτὸ, ἵνα τὸν κάτω τόπον καταλάβῃ καὶ γένηται πεπεμμένον, ἀλλὰ περιουσία πνεύματός τινος παρεμπεσόντος ἐκούφισεν αὐτὸ καὶ περὶ τὴν μέσην χώραν ἀνήγαγεν. Εἰ δὲ πολλάκις πολὺ τὸ παρεμπεσὸν πνεῦμα εἴη καὶ ὠθοῖ τὸ παρυφιστάμενον, ἀπὸ δὲ τῆς μέσης χώρας ἀνάγοι αὐτὸ ἐπὶ τὸν ἄνω τόπον, καλεῖται τὸ τοιοῦτον νεφέλη, ὡς πρότερον ἔφημεν, ἀπὸ μεταφορᾶς τῶν νεφελῶν· νέφος γὰρ τὸ μέγα, νεφέλη δὲ τὸ μικρὸν νέφος· αὕτη οὖν ἡ νεφέλη ἐπὶ πλέον ἐπιφανεῖσα ἐν πυρετοὺς ἢ ἰκτεροὺς ἔχουσι πονηρὸν προαγγέλλει· χολῶδες γὰρ χῦμα, ὡς ἐπὶ τὸ πολὺ, παρεγγυᾶται συνεῖναι· ἔτι ἐὰν ἐν πυρετῷ συνεχεῖ λευκὸν οὖρον νεφέλην λευκὴν ἔχον καὶ ἀφροὺς, καὶ τοῦτο πονηρόν· δηλοῖ γὰρ τὸ δεξιὸν ὑποχόνδριον ὀδυνᾶσθαι· πάλιν ἐὰν ἐν πυρετοῖς καυσώδεσιν οὐρηθῶσιν οὖρα νεφέλας μελαίνας ἔχοντα, εἰς τεταρταῖον μεθίστανται· εἰ δʹ οὐδʹ ὅλως εἴη πνεῦμα, τὸν κάτω λαμβάνει τόπον, καὶ δηλοῖ τελείαν τὴν πέψιν, ὅτι ἡ ὑπόστασίς ἐστι κατὰ φύσιν, τὸν κάτω τόπον τοῦ πυθμένος κατέχουσα, ὥστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι ὅσα περὶ ἐναιωρήματος καὶ νεφέλης εἴρηται, τοσαῦτα χρὴ νομίζειν εἰρῆσθαι καὶ περὶ ὑποστάσεως· τῇ θέσει γὰρ μόνον διαλλάττουσιν ἥ τε ὑπόστασις καὶ τὸ ἐναιώρημα καὶ ἡ νεφέλη, ὅθεν φανερὸν, ὅτι ἐκ τοῦ τόπου πλέον οὐδὲν μανθάνομεν, εἰ μὴ τὰς σημασίας τῶν δηλουμένων, καθὼς εἰρήκαμεν ἄνωθεν.
20. Ἐναλλαττέσθω οὖν τὸ λευκὸν χρῶμα τοῦ παρυφισταμένου καὶ γινέσθω μέλαν· καὶ εἰ μὲν ἐν νεφέλῃ τὸ μέλαν χρῶμα εἴη, ἀμυδρὸν τὸ κακόν· εἰ δʹ ἐν ἐναιωρήματι, μεῖζον τὸ κακόν· εἰ δʹ ἐν τῇ ὑποστάσει, ἔτι μεῖζον καὶ τέλειον τὸ κακόν· ὁμοίως δὲ καὶ τὸ λευκὸν χρῶμα, ἐὰν ἔχῃ τὸ παρυφιστάμενον λεῖον καὶ ὁμαλὸν, ἀγαθὸν δηλοῖ· ἐὰν δʹ ἐν νεφέλῃ λευκὸν γένηται, ἀμυδρὸν σημαίνει τὸ ἀγαθόν· εἰ δʹ ἐν τῷ ἐναιωρήματι, μέσον ἐστὶ τὸ
γʹ ὑπόστασις λευκὴ οὐ λείη ὁμαλή· δʹ ὑπόστασις λευκὴ οὐ λεία ἀνώμαλος Καὶ αὗταί εἰσιν αἱ τέσσαρες ἀρχαὶ τοῦ παρυφισταμένου ἐν τῷ διαγράμματι· ἐπεὶ δὲ τὸ παρυφιστάμενον εἴπομεν ἔχειν τόπους τρεῖς, καθὼς καὶ τὸ φαινόμενον δηλοῖ (καὶ γὰρ ἢ τὸν κάτω τόπον ἐπέχει τοῦ ὑελίνου ἀγγείου καὶ ὀνομάζεται ὑπόστασις, ὡς ὑποκάτω ἱσταμένη, ἢ περὶ τὸ μέσον κρέμαται καὶ ὀνομάζεται ἐναιώρημα, ἢ τὸν ἀνώτατον τόπον ἐπέχει καὶ ὀνομάζεται νεφέλη), εἴπομεν καὶ τὰς αἰτίας αὐτῶν, λέγω δὴ τὸ διὰ τί τοὺς αὐτοὺς τόπους ἐπέχουσιν, εἰρήκαμεν δὲ καὶ τὰ ὑπὸ τούτων σημαινόμενα, καὶ ἐπὶ διαγράμματι ἐξεθέμεθα τοῦ κάτω τόπου, τουτέστι τῆς ὑποστάσεως, λοιπὸν ἐροῦμεν τὰς διαφορὰς τοῦ ἐναιωρήματος ἐπὶ διαγράμματος, λέγοντες οὕτως· αʹ ἐναιώρημα λευκὸν λεῖον ὁμαλὸν, βʹ ἐναιώρημα λευκὸν λεῖον ἀνώμαλον, γʹ ἐναιώρημα λευκὸν οὐ λεῖον ὁμαλὸν, δʹ ἐναιώρημα λευκὸν οὐ λεῖον ἀνώμαλον Τρίτον δʹ ἐστὶν ἡ νεφέλη, καὶ δέον καὶ ταύτης τὰς διαφορὰς ἐπὶ διαγράμματος ἐκθέσθαι, ἧς τὸ διάγραμμα ἔχει, ὡς ὑποτέτακται· αʹ νεφέλη λευκὴ λείη ὁμαλή, βʹ νεφέλη λευκὴ ἀνώμαλος. Καὶ περὶ μὲν τῶν συμπλοκῶν τῶν διαφορῶν τῶν τριῶν ὑποστάσεων ἀνελλιπῆ εἰρήκαμεν καὶ ἐπὶ διαγράμματος ἐξεθέμεθα· τί δὲ τούτων ἕκαστα σημαίνει, προϊὼν ὁ λόγος δείξει.
21. Ἐπεὶ δὲ τὸ ἀνθρώπινον σῶμα συνίσταται ἀπὸ τῶν τριῶν τούτων, στερεῶν μορίων, ὑγρῶν καὶ πνευμάτων, ἅπερ ὁ Ἱπποκρατῆς φησιν ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα, ἴσχοντα λέγων τὰ μόρια στερεὰ, ἰσχόμενα τὰ ὑγρὰ, ἐνορμῶντα τὰ πνεύματα, τούτων τὰ ὑγρά εἰσιν οἱ χυμοὶ καὶ τὰ περιττώματα, καὶ τούτων ὅσα σήπονται διʹ οὔρων ἐκκρίνεται, περὶ ὧν ἱκανῶς ἐξεθέμεθα, νυνὶ δὲ εἴπωμεν τὰ ἐκ τῶν στερεῶν μορίων ἐξουρούμενα, ἵνα τελεία τῶν οὔρων ἡ διδασκαλία γένηται· ἐπεὶ δὲ καὶ αὐτῶν τῶν στερεῶν μορίων εἰσί τινα μαλακώτερα καὶ ῥᾳδίως τηκόμενα, ὡς ἡ πιμελὴ καὶ ἡ σὰρξ, ἅπερ μαλακώτερα καὶ ὑγρότερα τῶν στερεῶν μορίων εἰσὶ, καὶ ὡς μαλακώτερα καὶ ὑγρότερα καὶ ῥᾳδίως τηκόμενα πρῶτος ὁ πυρετὸς τήκει· ἀναλύει γὰρ πρώτην τὴν πιμελὴν, ὡς εὐδιάχυτον, καὶ μετʹ αὐτὴν τὴν σάρκα· τῆς οὖν πιμελῆς τηκομένης ὑπὸ τοῦ πυρετοῦ καὶ ἀναλυομένης, εἰς ἐλαίου σύστασιν
καὶ χροιὰν ἡ θερμασία μεταβάλλει· διότι δὲ ταῦτα ἡ πιμελὴ οὐκ ἀθρόως ἀναλύεται, ἀλλʹ ἔχει ἀρχὴν καὶ ἀνάβασιν καὶ ἀκμὴν τῆς συντήξεως, δέον εἰπεῖν ἡμᾶς καὶ τὴν διάκρισιν ἑκάστου καιροῦ, ἀρχῆς, ἀναβάσεως καὶ ἀκμῆς τῶν ἐλαιωδῶν οὔρων, ὧν ἡ ἀρχὴ τὰ ἐλαιόχροα, τῆς δὲ αὐξήσεως τὰ ἐλαιοφανῆ, τῆς δὲ ἀκμῆς τὰ ἐλαιώδη· ἡ δʹ ἀρχὴ τὴν ἀρχὴν τῆς συντήξεως δηλοῖ· φαίνεται γὰρ ὥσπερ ὑδατώδη· τὰ δὲ ἐλαιοφανῆ τὰ ἐν τῇ αὐξήσει τοῦ καιροῦ γινόμενα οὖρα δηλοῖ, ἃ τὴν τοῦ ἐλαίου μῖξιν ἀκριβεστέραν ἐμφαίνουσι πρὸς τὸ ὑδατῶδες τοῦ οὔρου· τὰ μέντοι ἐλαιώδη τὴν ἀκμὴν ἐμφαίνει τοῦ καιροῦ· τὰ δὲ τοιαῦτα οὖρα ὅλα διʹ ὅλων οἷον ἔλαιόν εἰσι· χρῶμα γὰρ καὶ σύστασιν ἐλαίου ἔχουσι, καὶ ἕκαστον αὐτοῦ ἐλαίου χρῶμα δοκοῦσιν εἶναι τὰ ἐλαιώδη· τοιοῦτον οὖρον ἐν πυρετοῖς ἐλθὸν ἐλαιῶδες ὑπόμελαν μαρασμὸν δηλοῖ καὶ θάνατον σημαίνει· ἔστι δὲ πιμελὴ ἡ καθολικωτέρα, ἥτις κατὰ πολλὰ μόρια τοῦ σώματος κατέσπαρται· ἔστι δὲ καὶ μερικωτέρα ἡ ἐν τοῖς μέρεσι τῶν νεφρῶν ἐπικειμένη· αὕτη οὖν ἡ ἐν τοῖς νεφροῖς οὖσα ἀναλυομένη καὶ διʹ οὔρων ἐξερχομένη ἀθρόως κακὰ προμηνύει· ἀθροωτέρα γὰρ ἡ διέξοδος ταύτης γίνεται παρὰ τὴν ἐν ὅλῳ τῷ σώματι κατεσπαρμένην τῷ λόγῳ τῆς νεφρῶν συνουσίας· ἡ γὰρ ἐν τοῖς νεφροῖς πιμελὴ σύνεγγυς τῶν οὐρητήρων ἐστί· διὰ τοῦτο καὶ εὐθυβόλως διέρχεται, ὡς προλέλεκται, περὶ ὧν ὁ Ἱπποκρατῆς ἐν τοῖς ἀφορισμοῖς τὰς αὐτῶν διαφορὰς γράφων, οὕτω φησίν· ὁκόσοισι λιπαρὴ ἡ ὑπόστασις καὶ ἀθρόα, τουτέοισι νεφριτικὰ, ὅτι, τῆς τῶν νεφρῶν πιμελῆς ἀναλυομένης, ἀθρόα φέρεται ἡ λιπαρότης· καὶ πάλιν ἐν ἄλλοις τὴν ἄλλην διαφορὰν δηλῶν τάδε φησίν· οὖρα ἐν καυσώδει πυρετῷ λιπαρὴν ὑπόστασιν ἔχοντα θάνατον σημαίνει. Καὶ περὶ μὲν τῶν ἐλαιωδῶν οὔρων τῶν ἀπὸ τῆς συντήξεως τῆς πιμελῆς γινομένων ἱκανὰ τὰ εἰρημένα.
22. Αἱ δὲ πεταλώδεις ὑποστάσεις γίνονται, διότι τὰ στερεὰ μόρια τῶν σωμάτων ἔχουσι τὰς τρεῖς διαστάσεις, μῆκος, πλάτος καὶ πάχος, ὅ ἐστι βάθος· καὶ τούτων ὅσα μὲν οὖρα ἐπιπολέως διαξέονται ἔχουσι ὥσπερ τινὰ πέταλα ἐκ τῆς πετάλων ὀνομασίας τὴν ἐπονομασίαν λαμβάνοντα διὰ τὴν ὁμοιότητα τῶν γινομένων ἐκ τῶν πεπτιμένων σίτων· δηλοῦσι δὲ τὸ πάθος τῆς κύστεως καὶ τῶν νεφρῶν· τόπῳ γὰρ τοῦτο δωρίζεται· καὶ γὰρ εἰ μὲν εἴη πυρετὸς, τῆς κύστεως τὸ πάθος ἐστί, καὶ διορίζεται ἀπεψίᾳ καὶ πέψει· καὶ γὰρ εἰ μετὰ ἀπεψίας, τοῦ ὅλου σώματος κακόν· εἰ δὲ μετὰ πέψεως, μόνης τῆς κύστεως· τῷ προειρημένῳ τρόπῳ διορίζεται, εἰ τῆς κύστεως εἴη τὸ πάθος, ἢ τῶν νεφρῶν, ἐὰν μὴ ᾖ πυρετός. Τὰ δὲ πιτυρώδη γίνονται, ὅταν ὁ πυρετὸς καταλάβῃ τὰ βάθη τῶν ἀγγείων· τότε γὰρ αἱ ὑποστάσεις πιτυρώδεις γίνονται, καί εἰσι ἁδρομερέστερα τῶν πεταλωδῶν· καὶ τὰ τοιαῦτα κατὰ τὸν αὐτὸν τρόπον ταῖς προειρημέναις ὑποστάσεσίν εἰσι σημαντικὰ τοῦ εἶναι τὸ πάθος τῆς κύστεως, ἐὰν μετὰ πέψεως· εἰ δὲ καὶ μετὰ ἀπεψίας, τοῦ ὅλου σώματός ἐστι τὸ κακόν· ἐὰν δὲ μὴ, μόνης τῆς κύστεως· ταῦτα ἡμεῖς εἴπομεν, ἑπόμενοι τῷ Ἱπποκρατεῖ λέγοντι· ὁκόσοισι ἐν τῷ οὔρῳ παχέϊ ἐόντι πιτυρώδεα συνεξέρχονται, τουτέοισιν ἡ κύστις ψωριᾷ· Εἰ δὲ καταλάβοι ὁ πυρετὸς κατὰ τὰς τρεῖς διαστάσεις τῶν στερεῶν τοῦ σώματος μορίων, κατὰ τὸ μῆκος καὶ πλάτος καὶ βάθος, ὅ ἐστι πάχος, τὰ τοιαῦτα οὖρα γίνονται ἁδρομερέστερα τῶν πιτυρωδῶν καὶ καλεῖται κριμνώδεα· νοήσειας δὲ τὸ τοιοῦτον, εἰ κουφίσαις τὴν μύλον τὴν ἀλήθουσαν τὸν σῖτον εἰς ἁδρομερέστερα κόμματα ὀνομαζόμενα κριμνὰ, ὧν ἡ ἐπωνυμία ἐκ τῶν φαινομένων ἐν τοῖς οὔροις· γίνεται δὲ τὰ τοιαῦτα οὖρα ἢ διʹ ἰσχυρὰν σύντηξιν τῶν στερεῶν, ἢ διʹ ὄπτησιν τοῦ αἵματος, ὥς φησιν Ἱπποκρατῆς, λέγων· ἐν πυρετοῖς καυσώδεσι κριμνώδεις λευκὰς ὑποστάσεις οὖρον ἔχον πονηρόν· καὶ πάλιν· ἐν πυρετοῖς χρονίζουσιν οὖρον κριμνώδη ἔχον ὑπόστασιν, τῶν ἄλλων σωτηρίων ἐόντων, ἀπόστασιν δηλοῖ· καὶ ἔστι·
οὖρον ἐν πυρετοῖς ἐναιώρημα κριμνῶδες ἔχον, χρονίαν νόσον σημαίνει Καὶ περὶ μὲν τῶν ἁδρομερεστέρων τῶν ἐν τοῖς οὔροις γινομένων τε καὶ φαινομένων ἱκανὰ τὰ εἰρημένα.
23. Τὰ δὲ δυσώδη οὖρα ἔχουσι διαφοράς· καὶ γὰρ οὖρον κάκοσμον καὶ δακνῶδες ὑγρῶν σῆψιν σημαίνει· καὶ πάλιν· ἐν πυρετοῖς οὖρον ὑδατῶδες καὶ λευκὸν ἐν λευκοῖς ἐναιωρήμασι ἢ δυσώδεσι παρακοπὴν παύει· καὶ αὖθις· οὖρον ἐν πυρετοῖς ὀξέσι παχὺ μέλαν καὶ δυσῶδες, μηδὲν τῆς κύστεως ἐχούσης, σημαίνει θάνατον· καὶ ἐν ἄλλῳ ἀφορισμῷ φησιν· οὖρον ὀδμὴν βαρεῖαν ἔχον σύντηξιν δηλοῖ καὶ σῆψιν καὶ νέκρωσιν τῆς φύσεως. Καὶ περὶ τῶν τοιούτων οὔρων ἱκανὰ τὰ εἰρημένα.
24. Ἐπεὶ δὲ τὰς ἔμπροσθεν συμπλοκὰς τῆς λεπτῆς καὶ παχείας συστάσεως μετὰ τῶν χρωμάτων ἐποιήσαμεν, λειπόμενόν ἐστι παραδοῦναι, καὶ τί σημαίνει τούτων ἕκαστον· πλὴν εἰ μή ἐστι τὴν οὐσίαν παχὺ, φανερὸν, ὅτι ἀπὸ πέψεως ἐπαχύνθη, ἢ ἐκ περιουσίας τῶν ὠμῶν χυμῶν καὶ παχέων· λοιπὸν μετὰ λεπτῆς συστάσεως τὸ παρυφιστάμενον συνελθεῖν οὐ δύναται, ἀλλὰ μετὰ ὑποστάσεως ἐρυθροῦ χρώματος καὶ ὑπερύθρου· ἐν
γὰρ ταῖς τοιαύταις ὑποστάσεσι τὰ χρώματα τὰ δηλοῦντα ἀπεψίαν συνελθεῖν οὐ δύναται, ὅτι ἡ πέψις παχύνει τὰ οὖρα, ἡ δὲ ἀπεψία λεπτὰ τήκει αὐτά· τὰ δʹ ὑπερύθραν καὶ ἐρυθρὰν ἔχοντα τὴν ὑπόστασιν ἐξ αἵματός εἰσιν· τὸ δὲ αἷμα πεπεμμένον ἐστίν· δεῖ οὖν ἐπιγινώσκειν, ὅτι τινὰ χρώματα συμπλεκόμενα ταῖς συστάσεσι ταῦτα συμπλακήσονται καὶ ταῖς ὑποστάσεσιν· καὶ γὰρ παχὺ παρυφιστάμενον ὑπέρυθρον μετὰ παχείας συστάσεως συνίσταται καὶ δηλοῖ κατὰ μὲν τὴν σύστασιν καὶ τὸ παρυφιστάμενον ὑπερόπτησιν αἵματος· ὁμοίως δὲ καὶ μετὰ τοῦ χρώματος τῶν ἐνδεχομένων συμπλακῆναι τῇ τε συστάσει καὶ τῷ παρυφισταμένῳ· τὰ γὰρ τοιαῦτα δηλοῦσιν ὑπερβολὴν καὶ ἔλλειψιν, πλὴν τῆς συμμέτρου ἀμφοτέρων τῆς συστάσεως καὶ τοῦ παρυφισταμένου μετὰ τῶν κατὰ φύσιν χρωμάτων πυῤῥοῦ καὶ ὑποπύῤῥου, καὶ δηλοῖ τὴν ἀρίστην πέψιν τῆς συστάσεως καὶ τοῦ παρυφισταμένου καὶ τοῦ χρώματος. Καὶ περὶ μὲν τῆς τῶν οὔρων διδασκαλίας κατὰ γένη καὶ εἴδη καὶ διαφορὰς καλῶς καὶ ὡς δυνατὸν ἐξεθέμεθα καὶ τοῖς βουλομένοις ἀναγινώσκειν ἐπαφήκαμεν.
ΤΕΛΟΣ.