Theophilus Protospatharius: De urinis (On Urines)
Work
Theophilus Protospatharius, De urinis
(Περὶ οὔρων)
English: On Urines
Text information
Type: Original (Greek)
Source
Julius Ludwig Ideler. Physici et medici graeci minores. Volumen I. Berlin (G. Reimer) 1841, 261-283
Download
theophilus_deurinis-orig-gr1.xml [97.32 KB]
ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΟΥΡΩΝ ΒΙΒΛΙΟΝ.
ΠΡΟΟΙΜΙΟΝ
1. Τὴν περὶ τῶν οὔρων πραγματείαν πολλοὶ τῶν ἀρχαίων ἰατρῶν ἐπεχείρησαν γράψαι, ὧν πρῶτος ἁπάντων Ἱπποκράτης ὁ Κῶος, οὗ τοῖς βιβλίοις ἐνετύχομεν. Μετὰ δὲ τοῦτον Γαληνὸς ὁ θαυμάσιος ἰατρὸς ἐπεχείρησέ τε καὶ ἔγραψεν· εἶτα μετʹ αὐτὸν Μάγνος ἰατροσοφιστής. 2. Οὗτοι μὲν οὖν οἱ ἄνδρες ἐπαίνων εἰσὶν ἄξιοι, ὅτι πρῶτοι ταῖς ἐπιβολαῖς ἐχρήσαντο καὶ ἐσπούδασαν εὑρεῖν τι χρήσιμον ἐν τῷ βίῳ· οὐδεὶς μέντοι γε τῶν ἀνδρῶν τελείαν καὶ ἀνελλιπῆ τὴν διδασκαλίαν ἐποιήσατο. 3. Ὁ μὲν γὰρ Ἱπποκράτης περὶ οὔρων ἐξηγησάμενος ἄλλοτε ἀλλαχοῦ ἐν ταῖς πραγματείαις αὐτοῦ κατασποράδην γένη τε καὶ εἴδη καὶ διαφορὰς αὐτῶν καὶ τὰς ἐξ αὐτῶν διαγνώσεις τε καὶ προγνώσεις ἐν ταῖς ἐσομέναις τῶν μορίων διαθέσεσι παρὰ φύσιν, ἔν τε τοῖς ὑγιαίνουσι σώμασι, καὶ ἐν τοῖς ὀξέσι νοσήμασιν, ἐλλιπῆ τὴν διδασκαλίαν κατέλιπεν. 4. Ὡσαύτως δὲ καὶ ὁ μετʹ αὐτὸν Γαληνὸς ἐν τῇ περὶ κρίσεων πραγματείᾳ αὐτοῦ συνθείς τε καὶ διδάξας περὶ οὔρων πολλὰ ἀδιόριστα καὶ ἀσαφῆ κατέλιπε κατά τε γένη καὶ εἴδη καὶ διαφοράς. 5. Ἀκολούθως δὲ τούτοις ἐπιγενόμενος ὁ Μάγνος, ἰατρὸς μὲν τῷ λόγῳ, ἄπειρος δὲ τῷ πράγματι, μεταχειρισάμενος καὶ αὐτὸς τὴν περὶ αὐτῶν τέχνην, καὶ κατὰ διαίρεσιν ἀρξάμενος τάς τε διαφορὰς αὐτῶν καὶ τὰ εἴδη συνέγραψε, καὶ τὰ διαγνωστικὰ σήματα τὰ ἐξ αὐτῶν γινόμενα ἢ μέλλοντα γίνεσθαι πολλὰ παραλιπὼν ἀτελῆ καὶ αὐτὸς τὴν διδασκαλίαν κατέλιπε, ὡς πολλὰ ζητεῖσθαι παρὰ τῶν μετέπειτα
γινομένων ἰατρῶν καὶ μηδαμοῦ τὴν λύσιν δυναμένων ἑυρεῖν, ἀναγκάζεσθαι ζητεῖν ἑτέραν διδασκαλίαν, καὶ μὴ μάτην ἐκ τῶν διδαχθέντων τηρεῖν καὶ στοχάζεσθαι τὰ ἐξ αὐτῶν τῶν φαινομένων ἀφανῆ πράγματά τε καὶ διανοήματα. 6. Ἡ γὰρ τῶν οὔρων ἐπιτήδειος θεωρία φανερὰ γενομένη τοὺς ἀφανεῖς πάσχοντας τόπους διαγινώσκει πῶς τε διάκεινται καὶ κατὰ ποίαν κρᾶσιν αὐτῶν ἕκαστος πάσχει, ἢ κατὰ φύσιν διάκειται, ἢ τοῦ κατὰ φύσιν ἐξεστηκὼς παρὰ φύσιν διετέθη. 7. Τῆς γὰρ αἱματοποιητικῆς δυνάμεως κατὰ τὸ ἴδιον ἔργον ὀκλασάσης ἄγγελος ἀψευδὴς ἡ τῶν οὔρων ἀκριβὴς θεωρία πέφυκεν· 8. Οὐκοῦν δέον ἡμῖν ἐστι περὶ οὔρων μέλλουσι διδάξαι, ἐπικαλέσασθαι Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν ἀρωγὸν καὶ βοηθὸν καὶ ὁδηγὸν γενέσθαι εἰς τὴν τοιαύτην διδασκαλίαν, ὅπως ἀξιωθείημεν ἀνελλιπῆ καὶ ἀνυστέρητον ταύτην ἀποτελέσαι. 9. Χρὴ οὖν ἡμᾶς πρότερον ὁρίσασθαι, τί ἐστιν αὐτὸ τὸ οὖρον· ἔπειτα διασαφῆσαι τὸν τόπον, εἰς ὃν γεννᾶται, εἶτα τὸν τόπον, εἰς ὃν διακρίνεται· καὶ εἶθʹ οὕτως ἀπάρξασθαι τῆς διδασκαλίας κατά τε γένη καὶ εἴδη καὶ διαφορὰς αὐτῶν.
α´. Τί ἐστι τὸ οὖρον.
1. Οὖρον τοίνυν ἐστὶ τὸ περιήθημα τοῦ αἵματος· τοῦτο δὲ ἄλλοι ὀρρῶδες περίττωμα ἐκάλεσαν, ἄλλοι δὲ ὑδατῶδες, ἄλλοι δὲ ἰχῶρα αἵματος. Περὶ μὲν οὖν τῶν ὀνομάτων αὐτῶν οὐδεμία φιλονεικία.
β´. Περὶ τόπου εἰς ὃν γεννᾶται τὸ οὖρον, καὶ εἰς ὃν διακρίνεται.
1. Γεννᾶται τοίνυν τὸ οὖρον ἐν τῇ στελεχιαίᾳ φλεβὶ κατὰ τὰ σιμὰ τοῦ ἥπατος κατεσπαρμένῃ, ἐν ᾗ καὶ ἡ αἱματοποιητικὴ δύναμις τὸ ἔργον αὐτῆς ἀποτελεῖ. 2. Ἐστὶ δὲ ἡ γένεσις αὐτοῦ τοιάδε· τοῦ αἵματος κατασκευασθέντος καὶ ταραχῆς ἐν αὐτῷ γενομένης, ὅσον μὲν κοῦφον καὶ ἀνωφερὲς ὅπερ καὶ ξανθοχολικὸν περίττωμά τι πέφυκεν εἶναι, λαμβάνει αὐτὸ ἡ χοληδόχος κύστις διὰ τοῦ αὐτῆς πόρου, πλησίον κειμένη τοῦ ἥπατος· τὸ δὲ γεῶδες καὶ οἷον τρυγῶδες τοῦ αἵματος ἕλκει ὁ σπλὴν διὰ τοῦ αὐτοῦ πόρου· καταλείπεται γοῦν τὸ ὑδατῶδες περίττωμα σὺν τῷ αἵματι.
3. Τοῦτο λαμβάνοντες οἱ νεφροὶ διὰ μέσης τῆς κοίλης φλεβός, εἰδοποιοῦσιν αὐτὸ εἰς οὔρου κατασκευήν. 4. Φαίη δʹ ἄν τις εἰκότως, διὰ τί τῆς χοληδόχου κύστεως καὶ τοῦ σπληνὸς ἐκ τῶν σιμῶν τοῦ ἥπατος λαμβανόντων τὰ τοῦ αἵματος περιττώματα, μὴ καὶ οἱ νεφροὶ ἐγγὺς κείμενοι ἐλάμβανον τὸ ὑδατῶδες περίττωμα ἐκ τοῦ αὐτοῦ πόρου; καὶ λέγομεν μεγάλης ἕνεκα χρείας τοῦτο ἡ φύσις ἀπεκράτησεν. 5. Ἡ γὰρ στελεχιαία φλέψ, ἡ τὸ αἷμα κατεργαζομένη, ἐν τοῖς σιμοῖς τοῦ ἥπατος κειμένη, συμβάλλει κατὰ τὰ κλώνια αὐτῆς τῇ κοιλῇ φλεβί, τῇ κατὰ τὰ κυρτὰ τοῦ ἥπατος κειμένῃ κατά τινας πόρους στενοὺς καὶ τροχοειδεῖς. 6. Τοῦ οὖν αἵματος κατὰ τὴν σύστασιν παχέος ὄντος καὶ μὴ δυναμένου τὰς στενὰς ἀκωλύτως ὁδοὺς διαπεράσαι, ἐδεήθη συμπαρεῖναι αὐτῷ τὸ ὑδατῶδες περίττωμα, ἵνα τῇ λεπτότητι τοῦ ὀρρώδους περιττώματος εὐκόλως σὺν αὐτῷ διοδεύσῃ καὶ τὸ αἷμα πρὸς τὴν κοίλην φλέβα. 7. Ἐπὰν δὲ ὠθισθῇ τὸ τοιοῦτον περίττωμα κατὰ τὸ πρέμνον τῆς κοίλης φλεβός, ὅπερ ἐπίκειται τῇ ῥάχει ἄνωθεν ἕως κάτω, *** οἱ νεφροὶ τὸ τοιοῦτον περίττωμα δεξάμενοι, εἶθʹ οὕτως εἰδοποιήσαντες αὐτὸ καὶ εἰς οὔρου σύστασιν μεταβαλόντες διὰ τῶν οὐρητήρων ἀποπέμπουσι κατὰ τὴν οὐρηδόχον κύστιν. 8. Καὶ εἰ μὲν εἱλικρινὲς καὶ καθαρὸν τὸ αἷμα ἀποτελεσθῇ, δῆλον ὅτι καὶ τὸ αὐτοῦ περίττωμα τοιοῦτον ἂν γένοιτο· εἰ δὲ κατά τινα ἀποτυχίαν ἡ αἱματοποιητικὴ δύναμις ἐμποδισθῇ τὸ ἔργον αὐτῆς τελειῶσαι, τοιοῦτον ἂν γένοιτο καὶ τὸ ὑδατῶδες περίττωμα, ὅπερ καὶ οὖρον ἐκαλέσαμεν. 9. Διὰ τοῦτο ποτὲ μὲν λεπτὰ τὰ οὖρα καὶ λευκὰ φαίνεται, ποτὲ δὲ παχέα, ὠμοτέρου που τοῦ αἵματος γεγονότος καὶ ἀτελοῦς τῆς αἱματοποιητικῆς δυνάμεως καὶ πέψεως γεγονυίας καὶ οἷον ὠμοτέρας· ἄλλοτε δὲ καὶ ὑπεροπτηθέντος καὶ οἷον ὑπερζέσαντος τοῦ αἵματος, τοιοῦτον καὶ τὸ αὐτοῦ περίττωμα γενήσεται, ὥστε διὰ τὰς τοιαύτας αἰτίας καὶ τὸ οὖρον κατʹ εἶδος μεταβάλλεται.
γ´. Περὶ τοῦ κατὰ φύσιν οὔρου.
1. Εἴπωμεν οὖν περὶ τοῦ κατὰ φύσιν οὔρου, τοῦ ἐκ τῆς ἀκριβοῦς κατασκευῆς τοῦ αἵματος γεγονότος, ὁποῖον
δεῖ εἶναι, καὶ ὁρισώμεθα τὸ ἄριστον οὖρον, ὅπερ καὶ κατὰ φύσιν ὠνόμασται, ἵνα τὸ ὑπερβάλλον τοῦδε ἢ ἐλλεῖπον, οὐ 3.1.5 κατὰ φύσιν, ἀλλὰ παρὰ φύσιν λογιζώμεθα. 2. Ἔστιν οὖν ὁ κανὼν τοῦ κατὰ φύσιν οὔρου τοιόςδε· Ἄριστόν ἐστι, καθώς φησιν Ἱπποκράτης τὸ λευκὴν καὶ λείην καὶ ὁμαλὴν ὑπόστασιν ἔχον· δηλονότι ἐπακολουθούσης συστάσεως συμμέτρου, ἢ χρώματος τοῦ δέοντος ὡς εἶναι τὸν ὁρισμὸν τὸν ὁριζόμενον τέλειον. 3. Οὖρον ἄριστόν ἐστι τὸ συστάσει σύμμετρον· τῇ δὲ ὑποστάσει λευκὸν καὶ λεῖον καὶ ὁμαλόν τῷ χρώματι πυρρόν τε καὶ ὑπόπυρρον καὶ ὀλίγον τι μέτοχον τοῦ ξανθοῦ διὰ τὴν στιλπνότητα καὶ τὸν χρόνον ὁμοίως ἐπακολουθοῦν. 4. Ὁ μὲν γὰρ Γαληνὸς τὸ ὑπόπυρρον καὶ ὑπόξανθον ἄριστον ἔφησεν εἶναι· ὁ δὲ Μάγνος τὸ πυρρόν τε καὶ ὑπόπυρρον· ἡμεῖς δὲ ἐν συμμετρίᾳ ἀμφοτέρων πεποιήκαμεν· ὅσα δὲ κατά τι τῶν τεσσάρων τούτων ἢ ἐλλείπει ἢ πλεονάζει, ταῦτα μὴ κατὰ φύσιν λέγομεν γίνεσθαι.
δ´. Περὶ τῆς συστάσεως.
1. Περὶ μὲν οὖν τῶν χρωμάτων καὶ περὶ ὑποστάσεως, οὐ τοῦ παρόντος λέγειν καιροῦ· προϊὼν γὰρ ὁ λόγος διδάξει. Κατὰ δὲ τὸ παρὸν εἴπωμεν περὶ συστάσεως, ἐπειδὴ πᾶν οὖρον κατʹ οὐσίαν αὕτη ἡ σύστασίς ἐστιν. 2. Ἡ γὰρ οὐσία τοῦ οὔρου ὑγρότης ἐστί· ταύτην δὲ τὴν ὑγρότητα πολλοὶ τῶν ἀρχαίων καὶ σοφωτάτων ἰατρῶν χύμα ἐκάλεσαν, ὅτι κεχύσθαι ἐν αὐτῷ τι θεωρεῖται. 3. Ταύτης τῆς συστάσεως αἱ πρῶται διαφοραὶ δύο εἰσί, λεπτότης καὶ παχύτης, καὶ ἡ ἐξ αὐτῶν μικτή, σύμμετρος. 4. Αὕτη ἡ σύμμετρος ἐπειδὴ κατὰ φύσιν ἐστίν, οὐ διαιρεῖται· ἡ δὲ λεπτὴ σύστασις ἢ οὐρεῖται λεπτὴ καὶ μένει λεπτή, ἢ οὐρεῖται λεπτὴ καὶ ἀναθολοῦται καὶ γίνεται παχεῖα καί ἐστιν ἡ μὲν προτέρα ἄπεπτος ἐσχάτως, ἡ δὲ ἀναθολουμένη καὶ εἰς πάχος μεταποιουμένη πέψεως ἀρχὴν δηλοῖ λαμβάνειν. 5. Ὡσαύτως δὲ καὶ ἡ παχεῖα τέμνεται διχῆ· ἢ οὐρεῖται παχεῖα καὶ μένει οὕτως· ἢ οὐρεῖται μὲν παχεῖα, καθισταμένη δὲ γίνεται λεπτή· καὶ δηλοῖ ἡ μὲν προτέρα τὴν ταραχὴν ἐν τῷ σώματι γιγνομένην τῶν χυμῶν ἰσχυράν, ἡ δὲ δευτέρα
τὴν μὲν ταραχὴν διακρίνεσθαι, τὴν δὲ αἱματοποιήσεως πέψιν ἤδη διεγείρεσθαι.
ε´. Περὶ τῆς λεπτῆς συστάσεως μετὰ τοῦ λευκοῦ χρώματος.
1. Πλέξωμεν οὖν δὴ τῷ χρώματι τὴν σύστασιν καὶ διορισώμεθα τὰ ἐξ αὐτῆς γενόμενα τῶν συμπλοκῶν σημεῖα ἔν τε τοῖς ὑγιαίνουσιν ἀνθρώποις καὶ τοῖς ὀπωσοῦν νοσοῦσι. 2. Καὶ ἐπειδὴ τὸ λευκὸν χρῶμα προηγεῖται τῶν ἄλλων χρωμάτων, καὶ ἡ λεπτὴ σύστασις τῶν ἐν τῇ συστάσει ποιοτήτων, συνθήσωμεν πρότερον λεπτὴν καὶ λευκὴν σύστασιν. 3. Ἡ μὲν οὖν λεπτὴ καὶ λευκὴ σύστασις τοῦ οὔρου πολλὰ σημαίνει. Οὖρον γὰρ ἐλθὸν πάνυ λευκὸν καὶ λεπτὸν ἐν ὑγιαίνουσιν ἀνθρώποις πολυποσίαν σημαίνει μετὰ δαψιλοῦς τροφῆς, καὶ μάλιστα εἴ ἐστιν ὁ οἶνος ἐξίτηλος. “Οὖρον τοιοῦτον ἐν τοῖς παισὶν οὐρηθὲν κακόν· τὰ γὰρ ὑδατώδη οὖρα τοῖσι παιδίοισι κάκιστα.” 4. Οὖρον τοιοῦτον ἐλθὸν σημαίνει ἀσθένειαν δυνάμεως ὡς ἐπὶ τοῦ κατὰ φύσιν γήρως, καὶ ἀσθένειαν χρονίου νοσήματος τοῦ ὀνομαζομένου παρὰ τοῖς σοφοῖς τῶν ἰατρῶν ἐκ νόσου γῆρας. 5. Οὖρον λεπτὸν καὶ λευκὸν καὶ πολὺ οὐρούμενον καὶ ἀθρόως, διαβήτην σημαίνει, ὃν οἱ σοφοὶ τῶν ἰατρῶν εἰς ἀμίδα διάρροιαν ἐκάλεσαν [καί τις τῶν σοφῶν αὐτῶν ἐξοχώτατος εἰς οὖρα διάρροιαν], ἄλλοι δὲ διψακόν. 6. Οὐ κατὰ φύσιν ἔχοντος δηλονότι τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ φύσιν διατεθέντος διὰ θερμὴν δυσκρασίαν τῶν νεφρῶν, τὸ τοιοῦτον οὖρον ἔρχεται. 7. Οὖρον λεπτὸν καὶ λευκὸν οὐρηθὲν ἐν πυρέττουσιν ἀμφημερινὸν διαλείποντα σημαίνει διὰ τὸν τοιοῦτον χυμόν· καὶ ἐπὶ τῆς ψυχροτέρας κράσεως τοῦ ἥπατος λεπτὰ καὶ λευκὰ ἐξουροῦνται· καὶ διʹ ἔμφραξιν ἔρχονται ὅμοια, ὡς ἐπὶ τῶν νεφριτικῶν, καὶ ὡς ἐπὶ τῶν τεταρταίων ἐν ταῖς ἀρχαῖς. 8. Οὖρα λεπτὰ καὶ λευκὰ καὶ ἐπὶ τῶν ὑδρωπικῶν ἔρχονται διὰ τὸ πλεονάζον αἴτιον. 9. Οὖρα λεπτὰ καὶ λευκὰ τετραμμένοις τράχηλον καὶ κεφαλὴν καὶ ὤμους βαρυνομένοις σκότωσιν καὶ λειποθυμίαν σημαίνει. 10. Τῷ δὲ 〈σημαίνει〉 ὁ Ἱπποκράτης ἐν τῷ μέλλοντι χρόνῳ καὶ ἐν τῷ παρῳχηκότι χρᾶται, ὥς φησιν· “Ἱδρὼς πολὺς ἐξ ὕπνου ἄνευ φανερᾶς προφάσεως γινόμενος,
σημαίνει τὸ σῶμα ὡς πλείονι τροφῇ χρέεται.” 11. Οὖρον πολὺ ἐν πυρετοῖς λεπτὸν καὶ λευκὸν ἐλθὸν ἄνεσιν σημαίνει. 12. Οὖρον λευκὸν καὶ λεπτὸν διὰ τέλους ἐπὶ παροξυνομένων τῶν πυρετῶν ἀπόστασιν ἔσεσθαι δηλοῖ εἰς τὰ κάτω τῶν φρενῶν χωρία. 13. Οὖρον ὁμοίως ἐλθὸν ἐν καυσώδει πυρετῷ φρενίτιν σημαίνει· τοῦ γὰρ καύσου πυρετοῦ ὑπὸ πλήθους ξανθῆς χολῆς γινομένου, τοῦ οὔρου μὴ χρωννυμένου, ἀνωφεροῦς τοῦ χολώδους περιττώματος ὄντος, τὸν ὑψηλὸν τόπον τῆς κεφαλῆς κατέλαβε· καὶ εἰ μὲν τὸν ἐμπρόσθιον τοῦ ἐγκεφάλου τόπον φλεγμονὴν ἀπεργασάμενον ἐν ταῖς κατʹ αὐτὸν μήνιγξι φρενίτιν ἐποίησεν. 14. Καὶ εἰ μὲν ἡ φρενίτις παύσοιτο διά τινα αἰτίαν, ὡς ἐπὶ αἱμορραγίας διὰ ῥινῶν, ἢ διʹ ἱδρώτων πολλῶν ἐν τῇ κεφαλῇ γεγονότων, τοῦ οὔρου λεπτοῦ καὶ λευκοῦ ἐρχομένου, ἄνεσιν σημαίνει· εἰ δὲ τοῦ οὔρου τοιούτου γενομένου πάρεστι δὲ καὶ φρενίτις χρονίζουσα, οὕτω διατεθεὶς θνήσκει.
ς´. Περὶ χρωμάτων τῶν οὔρων.
1. Καιρὸς οὖν ἐξηγήσασθαι περὶ τῆς τῶν χρωμάτων διαφορᾶς, καὶ εἰπεῖν πόσαι εἰσὶ καὶ ποῖαι, καὶ μετὰ ποταπῆς συστάσεως δύνανται συμπλακῆναι ἢ πᾶσαι ἤ τινες. 2. Ἐστὶ μὲν οὖν τῶν χρωμάτων πρῶτον τὸ λευκόν, καὶ τούτου πλάτος ἐν ἑαυτῷ κεκτημένου· κρύσταλλος γὰρ καὶ χιών, καὶ τίτανος, καὶ ὕδωρ ἀκραιφνές, λευκὰ μέν, οὐκ ἐν τῷ ἀκρῷ δὲ πάντα. 3. Ἐνδεέστερον δὲ τούτου τοῦ χρώματος τὸ γαλακτῶδες, νοούμενον πηλίκον ἐστὶν ἐκ τῆς προσωνυμίας· εἶτα ἀπολιπόμενον τοῦδε τὸ γλαυκόν, ὡς κέρας διαυγές, ἢ ὡς οἱ κτηδόνες τοῦ κερατοειδοῦς χιτῶνος τοῦ ὀφθαλμοῦ· εἶτα τούτου ἀπολιπόμενον τὸ χαροπόν. 4. Ἐστὶ δὲ τὸ χαροπὸν οἷάπερ τὰ τῶν καμήλων ἔρια τὰ ὑπόλευκα, ἢ ὡς λίθος ὀνυχίτης. 5. Ταῦτα μὲν τὰ χρώματα λευκὰ κατὰ ποιότητα, κατὰ τὸ μᾶλλον καὶ ἧττόν ἐστιν. 6. Εἰ δὲ βαφὴν δέξοιτό τινα χολῆς τὸ λευκὸν ὕδωρ, κατὰ μὲν πρῶτον λόγον ὕπωχρον γίνεται, ὡς ἀφέψημα χυμένης ὠμοβράστου· εἰ δὲ διαμείνῃ χρόνον τινὰ ἡ ἕψησις, καταβαφὴν πλείονα ποιοῦσα, ὠχρὸν ἀποτελεῖ τὸ χρῶμα δηλοῦν περισσοτέραν χολὴν τοῦ προτέρου τὸ ὑδατῶδες
παχείας συστάσεως, ἢ μετὰ λεπτῆς, καὶ τίνα ἐξ αὐτῶν σημαινόμενα εἴτε ἐν ὑγιαίνουσι σώμασιν εἴτε ἐν νοσοῦσι, προϊὼν ὁ λόγος διδάξει.
ζ´. Περὶ τῆς λεπτῆς τῶν οὔρων συστάσεώς τε καὶ χρωμάτων συμπλεκομένων.
1. Ἐπεὶ δὲ περὶ χρωμάτων διδάσκοντες προείπομεν τὰ ἐκ λευκοῦ τοῦ ἀκραιφνεστάτου ἀπέχοντα, τό τε γαλακτῶδες καὶ τὸ γλαυκὸν καὶ τὸ χαροπόν, ἵνα μή τι τῶν χρωμάτων ἄζευκτον παραλείψωμεν τῇ λεπτᾷ συστάσει συζεύξωμεν καὶ αὐτὰ καὶ συμπλέξωμεν, καὶ τί σημαίνουσιν ἐξηγησώμεθα. 2. Τί δηλοῖ τὸ λεπτὸν καὶ γαλακτῶδες; Τοῦτο συνίσταται ἐν ταῖς ἀρχαῖς τῶν πυρετῶν τοιοῦτον ἐρχόμενον πονηρόν· ἐν δὲ ταῖς παρακμαῖς, εἰ πολύ, λυσιτελές. 3. Τί δηλοῖ τὸ λεπτὸν γλαυκὸν καὶ χαροπόν; Ὅτι μὲν οὖν ἡ λεπτὴ σύστασις ἄπεπτός ἐστι, δῆλον τοῖς πρὸ ἡμῶν σοφοῖς· τὰ δὲ χρώματα ταῦτα συνερχόμενα ταῦτα συνερχόμενα ταύτῃ πλησίον ὄντα τοῦ λευκοῦ καὶ αὐτὰ ἀπεψίαν σημαίνουσιν· οὐ γὰρ ἐχρώσθησαν παρά τινος τῇ ἀσθενείᾳ τοῦ ἐμφύτου θερμοῦ· οὐκοῦν τὸ λεπτὸν μετὰ τούτων τῶν χρωμάτων συνιστάμενον ἀπεψίαν σημαίνει. 4. Τί δηλοῖ τὸ λεπτὸν καὶ ὕπωχρον καὶ ὠχρόν; Ἀρχὴν πέψεως τὰ τοιαῦτα σημαίνουσι· τὴν μὲν γὰρ σύστασιν ὡς ἀναγκαιοτέραν τὸ φύσει θερμὸν οὐκ ἴσχυσε παχῦναι· τὸ δὲ χρῶμα, ὡς εὐκολώτερον, εἰς ἀρχὴν πέψεως μετέβαλε. 5. Τί δηλοῖ τὸ λεπτὸν ὑπόπυρρον καὶ πυρρόν; Τοῦτο κρεῖττον τοῦ προτέρου· σημαίνει γὰρ τὸ τοιοῦτον οὖρον τὸ ἔμφυτον θερμὸν ἐρρῶσθαι διὰ τὸ πλείονα καταβαφὴν τῷ οὔρῳ παρασχεθῆναι· διὰ δὲ τὸ μὴ ἰσχύσαι καὶ τὴν ὕλην παχῦναι, καλοῦμεν καὶ αὐτὸ ἄπεπτον οὖρον. Τοιοῦτον ἐλθὸν ἐν ὑδερικοῖς κινδυνῶδες, ὥσπερ τὸ ὑδατῶδες ὠφέλιμον. 9. Τί δηλοῖ τὸ λεπτόν, ξανθὸν καὶ ὑπόξανθον; Ἔστω λεπτὸν μέν, ὡς ὑπέκειτο, ἀλλʹ ὑπόξανθον ἢ ξανθόν· καὶ τὰ τοιαῦτα κατὰ μὲν τὴν σύστασιν ἄπεπτα· κατὰ δὲ τὰ χρώματα οὐ μόνον τοῦ κατὰ φύσιν ἐξεστήκασιν, ἀλλὰ καὶ ὕλης ἔνδειαν δηλοῦσιν· ἀσιτήσαντος γὰρ νέου τινὸς τὴν ἡλικίαν, διὰ τὴν ἔνδειαν τῆς ὕλης τὰ οὖρα φαίνονται ὑπόξανθα ἢ ξανθά, διὰ
τὸ πλεονάζειν ἐν τῷ βάθει θερμότητά τινα παρὰ φύσιν πλεονασμὸν χολῆς γεννήσασαν, διὰ τὸ πολλῇ θερμότητι ἐκχολωθῆναι τὸ αἷμα, καὶ μάλιστα χρονισάσης τῆς ἀσιτίας ἐν ὥρῃ θερινῇ, ἐν ᾗ τριταῖοι τὰ πλεῖστα ἐπιγίνονται. καὶ γὰρ καὶ αὐτῶν τὰ οὖρα ξανθὰ διὰ ταύτας τὰς αἰτίας. Καὶ ἡ ἀγρυπνία καὶ ἡ φροντὶς καὶ ὁ κόπος ξανθὰ τὰ οὖρα ἀποφαίνουσι. 10. Καὶ περὶ μὲν τῶν συμπλοκῶν τῆς λεπτῆς συστάσεως καὶ μεθʹ οἵων χρωμάτων δύναται συντίθεσθαι, ἱκανὰ τὰ εἰρημένα. Λοιπὸν καὶ ἐπὶ διαγράμματος σαφηνείας αὐτῆς χάριν ἐκθήσωμεν αὐτὰς οὕτως·
Λεπτὸν λευκόν. Λεπτὸν γαλακτῶδες. Λεπτὸν γλαυκόν. Λεπτὸν χαροπόν. Λεπτὸν ὠχρόν. Λεπτὸν ὕπωχρον. Λεπτὸν ὑπόπυρρον. Λεπτὸν πυρρόν. Λεπτὸν ὑπόξανθον. Λεπτὸν ξανθόν.
η´. Περὶ τῶν συμπλοκῶν τῆς παχείας συστάσεως.
8. Ἐπεὶ δὲ πάσας τὰς συμπλοκὰς τῆς λεπτῆς συστάσεως μεθʹ οἵων χρωμάτων δύναται συμπλακῆναι, αὐτάρκως ἐποιησάμεθα, καὶ τί σημαίνουσιν εἰρήκαμεν, καὶ ἐπὶ διαγράμματος αὐτὰς ἐξεθέμεθα, μεταβῶμεν ἐπὶ τὰς συμπλοκὰς τῆς παχείας συστάσεως, καὶ εἴπωμεν μετὰ ποίων χρωμάτων καὶ αὐτὰ δύνανται συμπλακῆναι. 2. Τί δηλοῖ τὸ παχὺ λευκόν; ἡ τοιαύτη συμπλοκὴ συνίσταται, καὶ δηλοῖ τὸν ὠμὸν χυμὸν πάνυ πλεονάζειν ἐν τοῖς ἀγγείοις, καὶ ἑτέρας διαφορὰς τοῦ φλέγματος, ὥς ἐστι τὸ ὑαλῶδες φλέγμα καὶ τὸ ἁλυκόν, καὶ τὸ ἄποιον. Τὸ τοιοῦτον παχὺ καὶ πολὺ λευκὸν ἐλθὸν ῥύεται ἀποστάσεως ἐπʹ ἄρθρα γεγονυίας τοῖς προπεπονηκόσιν αὐτὰ καὶ τοῖς ὁπωσοῦν ἐν νόσοις κοπώδεσι καὶ τοῖς χρονίσασιν ἐπὶ πλήθει παχέων χυμῶν. 3. Τί δηλοῖ τὸ γαλακτῶδες παχύ; Καὶ τὸ τοιοῦτον συνίσταται, καὶ ἐὰν διὰ τέλους τοιοῦτον ἔρχεται, λιθίασιν τῆς κύστεως
τῆς μελαγχολίας· καὶ διὰ ψύξιν δὲ ἔρχονται τὰ τοιαῦτα καὶ διʹ ὑπερόπτησιν τοῦ αἵματος· ἀπὸ δὲ τῶν τοιούτων αἰτιῶν παχυνομένη ἡ σύστασις δηλοῖ τὰ τοιαῦτα χρώματα μετὰ παχείας συστάσεως γενέσθαι. 12. Ὅτι δὲ ἀληθής ἐστιν ὁ λόγος ἄκουσον. Ὅτι αἱ τρεῖς διαφοραὶ τοῦ μέλανος οὔρου παχύτεραι τοῦ κατὰ φύσιν οὔρου εἰσὶ κατὰ σύστασιν ἐντεῦθεν δὴ δῆλον· τοῦ τεταρταίου λυομένου καὶ τοῦ μελαγχολικοῦ χυμοῦ διʹ οὔρων ἐκκρινομένου, οὖρα φαίνεται παχεῖα καὶ μέλανα. Ὁμοίως καὶ τοῦ νοσήματος τῆς μελαγχολίας λυομένου, καὶ τόδε διʹ οὔρου ἐκκρίνεται τὸ αἴτιον τὸ ποιῆσαν τὴν μελαγχολίαν. 13. Ὅτι δὲ ὁ μελαγχολικὸς χυμὸς γεώδης καὶ παχὺς καὶ μέλας ἐστί, διὰ τοῦτο καὶ τὰ οὖρα ποιεῖ παχέα καὶ μέλανα. Ὁμοίως δὲ τὰ ἐξ ὑπεροπτήσεως αἵματος γινόμενα, καθὼς προείρηται, παχύτητα κατὰ σύστασιν ἐκτήσαντο, διὰ τὸ τὴν ἐν τοῖς ἀγγείοις ὑγρότητα ἀνιμᾶσθαι τὴν ὑπερόπτησιν· καὶ ἡ ψύξις φανερῶς παχύνει τὴν ὕλην τῷ λόγῳ τῆς πήξεως· σημαίνει δὲ τὰ τοιαῦτα οὖρα ἐν πυρετοῖς σπασμὸν τὸν ἐπὶ ξηρότητι. 14. Σημαίνει δὲ καὶ ἄλλο· τὸ τοιοῦτον γὰρ ἐρχόμενον οὖρον ἐν πυρετοῖς ὀξέσι μετὰ δυσωδίας μηδὲν ἐχούσης κακὸν τῆς κύστεως, θάνατον σημαίνει. 15. Περὶ μὲν οὖν τῶν συμπλοκῶν τῆς λεπτῆς συστάσεως μεθʹ οἵων χρωμάτων δύναται συστῆναι προεγράψαμεν, καὶ τὰ σημαινόμενα αὐτῶν εἰρήκαμεν, καὶ τὰς αἰτίας διʹ ἃς οὕτω γεγόνασι ἐσαφηνίσαμεν, καὶ ἐπὶ διαγράμματος αὐτὰς ἐξεθέμεθα· τούτῳ τῷ τρόπῳ καὶ ἐπὶ τῆς παχείας συστάσεως συνθήσαντες καὶ συμπλέξαντες τὰ μετʹ αὐτῶν δυνάμενα χρώματα συνελθεῖν καλῶς γεγράφαμεν, καὶ τὰ σημαινόμενα αὐτῶν ἀκριβῶς διηγρεύσαμεν, καὶ τὰς αἰτίας αὐτῶν ἐφράσαμεν, λοιπὸν δὲ καὶ ἐπὶ διαγράμματος αὐτὰς ἐκθήσωμεν οὕτως·
Παχὺ λευκόν. Παχὺ γαλακτῶδες. Παχὺ χαροπόν. Παχὺ ὑπέρυθρον. Παχὺ ἐρυθρόν. Παχὺ οἰνωπόν. Παχὺ κυανοῦν.
Παχὺ χλωρόν. Παχὺ πελιδνόν. Παχὺ μέλαν.
θ´. Περὶ τῶν συμπλοκῶν τῆς συμμέτρου συστάσεως.
1. Λείπεται οὖν δὴ περὶ τῆς συμμέτρου συστάσεως εἰπεῖν, καὶ διασαφηνίσαι μετὰ ποίων χρωμάτων δύναται συνελθεῖν· αὕτη γάρ ἐστιν κατὰ φύσιν σύστασις. 2. Μετὰ γοῦν ταύτης τῆς συστάσεως, ὥς φασιν Γαληνὸς ἐν τῇ περὶ κρίσεων, τὸ ὑπόπυρρον καὶ τὸ ὑπόξανθον συνίσταται. Ὁ δὲ Μάγνος τὸ πυρρὸν καὶ τὸ ὑπόπυρρον· ἡμεῖς δὲ τοὺς ἄνδρας τοιούτους καὶ τηλικούτους ὄντας ἀκυρῶσαι εὐλαβούμεθα. 3. Ὅμως ἂν τὰ ἑκατέρων ἀπολειφθέντα ἀναπληρώσαντες τὴν πρέπουσαν μῖξιν τῇ συμμέτρῳ συστάσει πλέξαντες συμμίξωμεν οὕτως. 4. Σύμμετρον ἐν συστάσει ἔν τε τοῖς χρώμασιν ὑπόπυρρον, πυρρόν, καὶ ὑπόξανθον. Ὅτι μετὰ τῆς συμμέτρου συστάσεως οὐ δύναταί τι τῶν χρωμάτων συνελθεῖν πλὴν ὑπόπυρρον καὶ ὑπόξανθον ἐν τῷ μέσῳ ἔχοντα τὸ πυρρόν. 5. Ἵνα δʹ ᾖ σαφὴς ὁ λόγος λοιπὸν καὶ ἐπὶ διαγράμματος ἐκθήσωμεν αὐτὰ οὕτως·
Σύμμετρον ὑπόπυρρον. Σύμμετρον πυρρόν. Σύμμετρον ὑπόξανθον.
ι´. Περὶ ὑποστάσεως καὶ πρότερον περὶ τῆς ἀρίστης ὑποστάσεως.
1. Ταῦτα καλῶς συνθήσαντες καὶ τὴν πρέπουσαν τάξιν τοῖς γεγραμμένοις φυλάξαντες καὶ ἐπὶ διαγραμμάτων αὐτὰ φανερώσαντες, καὶ δῆλα πᾶσι τοῖς μανθάνουσι ποιήσαντες, περὶ ὑποστάσεως διαλεξώμεθα, τίς τε ἡ ἀρίστη ὑπόστασις, καὶ τίς ἡ ταύτης σύστασις ἤ τε ὑπερβάλλουσα ἤ τε ἐλλείπουσα. 2. καὶ τὰ ἐξ αὐτῆς ἢ ἐξ αὐτῶν σημαινόμενα δηλώσωμεν ἔν τε ὑγιαίνουσι σώμασιν ἔν τε νοσοῦσι, καὶ ὅσαι προγνώσεις ἐξ αὐτῶν δύνανται ἀποτελεσθῆναι, αἵ τε ἐπικίνδυνοι τούτων καὶ ἐλάττονες καὶ αἱ πρὸς ὑγείαν ἁρμόζουσαι. 3. Ταῦτα μέλλοντες συνθήσειν, καὶ τὴν ὑπόστασιν
τήν τε σύστασιν περὶ τοῖς χρώμασι μῖξαι θέλοντες, ἵνα τέλειον τὸν ὅρον ἀποδείξωμεν, ἐπικαλεσώμεθα Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν, ὁδηγὸν γενέσθαι, ὅπως τῆς τοιαύτης μίξεως μηδὲν παραλείψωμεν. 4. Ἀρξώμεθα οὖν πρῶτον τὴν τῆς ἀρίστης ὑποστάσεως κατασκευήν. Βέλτιον δʹ ἐστὶν ἀπὸ σοφωτάτου Ἱπποκράτους ταύτην εἰπεῖν, καὶ μήτε προσθήκην μήτε ἀφαίρεσίν τινα ποιησώμεθα· ἡ γὰρ πρόσθεσις καὶ ἡ ἔλλειψις οὐ κατὰ φύσιν. 5. Ἐστὶ μὲν οὖν ἡ ῥῆσις τοῦ σοφωτάτου Ἱπποκράτους περὶ τῆς κατὰ φύσιν ὑποστάσεως ἥδε· “Οὖρον ἄριστόν ἐστιν ὅταν λευκή τε ἡ ὑπόστασις εἴη καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον.” 6. Οὗτος ὁ ἀνὴρ σοφός τε καὶ φιλοσύντομος ὢν ἐκ τοῦ ἐπικρατοῦντος τὸν ὁρισμὸν ἀπεφήνατο, καταφρονήσας σύστασίν τε καὶ χροιὰν ὡς μερικώτερα. 7. Ἡμεῖς δὲ τὸ παραλειφθὲν προσθήσωμεν καὶ τέλειον τὸν ὁρισμὸν ἀποφήνωμεν, ἵνα πάντες οἱ προσεγγίζοντες τῶν γραμμάτων οὐ τὴν τυχοῦσαν ἔχωσι ῥαθυμίαν. Πολλῶν γὰρ νόες ἐκταράττονται μὴ τέλειον τὸν ὁρισμὸν ἀκούσαντες, καὶ ὥσπερ ἄσοφον τὸν ἀκροατὴν ἐξηγητὴν ἡγούμενοι. 8. Ἐστὶν οὖν ὁ τέλειος ὁρισμὸς τῶν κατὰ φύσιν οὔρων τοιοῦτος. Οὖρον ἄριστόν ἐστιν, ὅταν λευκή τε ἡ ὑπόστασις εἴη, καὶ λεία καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον τῇ συστάσει μὲν σύμμετρον· τῷ χρώματι δὲ ἐκ πυρροῦ καὶ ὑποπύρρου, καὶ ὀλίγον τι μετέχον τοῦ ξανθοῦ. 9. Καὶ ἐπεὶ ὁ ὁρισμὸς οὗτος ἐσήμανε θεωρεῖσθαι ἐν τῷ οὔρῳ ταῦτα τὰ τέσσαρα, ἢ ὡς τὴν ὑπόστασιν, καὶ τὸν χρόνον, εἴπωμεν ἕκαστον αὐτῶν ὁποῖον δεῖ εἶναι. 10. Ἡ μὲν οὖν κατὰ φύσιν ὑπόστασις ἵνα ἔχῃ τὸ λευκὸν χρῶμα καὶ τὸν κάτω τόπον, καὶ ἵνα εἴη λεία (ἢ ὡς συνεχὴς καὶ ἀδιάσπαστος) καὶ ὁμαλὴ εἰς πολλὰς ἡμέρας τοιαύτη διαμένουσα (τοῦτο γάρ ἐστιν ὁμαλὸν τὸ ἐν χρόνῳ τηρούμενον). Ὅσα μὲν οὖν ἐν τοῖς τέτρασι τούτοις τοῦ κατὰ φύσιν παρυφισταμένου ἐκτρέπονται, εἴτε ἓν εἴτε δύο, τὸ τοιοῦτον παρυφιστάμενον οὐ κατὰ φύσιν.
ια´. Περὶ τῶν τεσσάρων τοῦ κατὰ φύσιν παρυφισταμένου γνωρισμάτων ἐκτρεπομένων.
1. Ὥσπερ δὲ τὴν σύνθεσιν ἀνωτέρω περὶ συστάσεων καὶ χρωμάτων ἐποιήσαμεν, οὕτω καὶ νῦν πάντα μετὰ ὑποστάσεως συνθέντες τῶν ἑξῆς ἐχώμεθα. 2. Τρέψωμεν δὴ ἐκ τῶν τηρουμένων τεσσάρων τῇ ὑποστάσει τὸ πάντων ἔσχατον, ὅπερ ἐστὶν ὁμαλόν, καὶ τριῶν κατὰ φύσιν μενόντων ἀνώμαλον ἔστω τὸ τέταρτον. 3. Τὸ τοιοῦτον ἀσθένειαν δυνάμεως σημαίνει· οὐ γὰρ ἴσχυσε πάντα πέψαι ἡ φύσις, ἀλλʹ ἀπολείπεται τὸ ἓν ἄπεπτον, τῷ πάσαις ταῖς ἡμέραις μὴ εἶναι τὴν πέψιν ἴσην, ἀλλὰ ποτὲ μὲν πεπεμμένον τὸ παρυφιστάμενον, ποτὲ δὲ ἄπεπτον. 4. Πάλιν οὖν τρέψωμεν καὶ τὸ λεῖον, ὡς εἶναι τὰ ἐκτραπέντα δύο, ἢ ὡς μὴ εἶναι τὴν ὑπόστασιν λείαν μηδὲ ὁμαλήν. Τοῦτο τοῦ προτέρου ἀπεπτότερον, ὡς ἀπολειπόμενον κατὰ πέψιν δύο· οὐ μόνον γὰρ τὸ ὁμαλὸν ἀπεβάλλετο, ἀλλὰ καὶ τὸ λεῖον, ὡς μὴ εἶναι συνεχές, ἀλλὰ διακεκομμένον. 5. Διακόπτει γὰρ τὸ λεῖον τῆς ὑποστάσεως πνεῦμα παρεμπεσὸν παχὺ καὶ μὴ ἐῶν αὐτὸν εἶναι συνεχῆ. Διὰ ταύτας οὖν τὰς αἰτίας τὸ ἀπολειπόμενον παρυφιστάμενον τῶν δύο, ἀπεπτότερον τοῦ ἑνὸς τυγχάνει. 6. Τρέψωμεν οὖν δὴ τὸ κατʹ ἀρχὰς ὁμολογούμενον, καὶ ἔστω τὸ παρυφιστάμενον οὐ λεῖον, ἀλλὰ διεσπασμένον, ὁμαλὸν δέ. Τὸ τοιοῦτον κακὸν διὰ τὸ πολὺ εἶναι πνεῦμα καὶ μὴ δυνάμενον ὑπὸ τῆς φύσεως διαφορηθῆναι καὶ πεφθῆναι. 7. Πάλιν δʹ ἔστω τὸ οὖρον οὐ λεῖον καὶ ἀνώμαλον. Τοῦτο τοῦ προτέρου κρεῖττον. Οὐ γὰρ διηνεκῶς διέσπασται τὸ οὖρον, ὥσπερ μετὰ τοῦ ὁμαλοῦ. ἀλλὰ ποτὲ μὲν διέσπασται, ποτὲ δὲ οὔ, καὶ διὰ τοῦτο δηλοῖ ἔλασσον εἶναι τὸ πνεῦμα τὸ διασπῶν τὴν συνέχειαν. 8. Τοῦτο δὲ δείξωμεν ἐπὶ παραδείγματος τοῦ διαλείποντος σφυγμοῦ. Εἰ γὰρ ὁ διαλείπων σφυγμὸς ἕως πολλῶν ἡμερῶν ὁ αὐτὸς διαμένει, μεῖζον κακόν ἐστιν ἤπερ τὸ καθʹ ἑκάστην ἐναλλάττεσθαι (τοῦτο γάρ ἐστι τὸ ἀνώμαλον), οὕτως οὖν καὶ τὸ διεσπασμένον ἀνώμαλον κρεῖττον τοῦ διεσπασμένου ὁμαλοῦ, ὅπερ καὶ θάμβος ἐστὶ τοῖς ἀκούουσι. Καὶ περὶ μὲν ταύτης τῆς συμπλοκῆς ἀρκεῖ τοσαῦτα.
ιβ´. Περὶ ἐναιωρήματος.
1. Πάλιν οὖν ἔστω τὸ παρυφιστάμενον λευκὸν μέν, ἐναλλαττέσθω δὲ τῷ τόπῳ, ὡς εἶναι ἐν τῷ μέσῳ, ὅπερ καλεῖται ἐναιώρημα, ἀπὸ τοῦ αἰωρεῖσθαι, ὅ ἐστι κρέμασθαι. 2. Ἐστὶ δὲ λεῖον καὶ ὁμαλόν· τοῦτο μέσως ἄπεπτον· οὐ γὰρ ἰσχύει ἡ φύσις πέψαι, ἵνα τὸν κάτω τόπον καταλάβοι (τοῦτο γάρ ἐστι πεπεμμένον), ἀλλὰ περιουσία τινὸς πνεύματος παρεμπεσόντος ἐκούφισεν αὐτὸ περὶ τὴν μέσην χώραν.
ιγ´. Περὶ τῆς νεφέλης καὶ τῶν σημαινομένων αὐτῆς.
1. Εἰ δὲ πολὺ τὸ πνεῦμα ἠνώθη τὸ παρυφιστάμενον, καὶ ὑπὸ τὴν μέσην χώραν φαίνεται καταλαμβάνον τὴν ἄνω ἐπιφάνειαν, καλεῖται νεφέλη, ἥ τις καὶ τὸν ἄνω τόπον κατέλαβεν. Λευκὴ οὖσα ἐν πυρετοῖς καὶ ἀφροὺς ἔχουσα, πονηρὰ τὰ πολλά· χυλώδεις γὰρ χυμοὺς σημαίνει. 2. Καὶ ἄλλως ἐν πυρετῷ συνεχεῖ λευκὸν οὖρον νεφέλους ἐπάφρους ἔχον πονηρὸν τὰ πολλά. δηλοῖ γὰρ τὸ δεξιὸν ὑποχόνδριον ὀδυνᾶσθαι. Ἐὰν δὲ ἐν πυρετοῖς καυσώδεσι μελαίνας νεφέλας ἔχῃ, εἰς τεταρταῖον μεθίσταται. 3. Εἰ δʹ οὐδʹ ὅλως εἴη τὸ πνεῦμα, τὸν κάτω καταλαμβάνει τόπον ἡ δὴ τελεία πέψις, ὅπερ ἐστὶν ἡ κατὰ φύσιν ὑπόστασις. ὥστε ὅσα περὶ ὑποστάσεως εἴρηται, τοσαῦτα καὶ περὶ ἐναιωρήματος εἰρεῖσθαι νόμιζε. Τὰ τοιαῦτα γὰρ εἰρήκαμεν τῇ θέσει μόνον διαλλάττοντα, ὥστε δῆλον ὅτι ἐκ τοῦ τόπου πλέον οὐδὲν ἄλλο μανθάνομεν ἢ μέτρα τῶν δηλουμένων. 4. Ἐναλλαττέσθω οὖν τὸ λευκὸν χρῶμα ἐκ τῆς ὑποστάσεως καὶ ἔστω μέλαν· τὸ τοιοῦτο κακόν· ἀλλʹ εἰ μὲν ἐν τῇ νεφέλῃ τὸ μέλαν εἴη, ἄμυδρον τὸ κακόν· εἰ δʹ ἐν τῷ ἐναιωρήματι, μεῖζον τὸ κακόν· εἰ δʹ ἐν τῇ ὑποστάσει, τέλειον τὸ κακόν. 5. Ὡσαύτως δὴ καὶ ἐν τῷ λευκῷ. Εἰ γὰρ καὶ λεῖον καὶ ὁμαλὸν τὸ παρυφιστάμενον, ἀγαθόν· εἰ δὲ νεφέλη, ἄμυδρον ἀγαθόν· εἰ δὲ ἐναιώρημα, μεῖζον ἀγαθόν· εἰ δὲ ὑπόστασις, ἄριστον. Καὶ περὶ μὲν τῶν τριῶν θέσεων ἱκανὰ τὰ εἰρημένα.
ιδ´. Περὶ τῶν χρωμάτων τοῦ παρυφισταμένου καὶ τί σημαίνουσι.
1. Ἐπεὶ δὲ εἰρήκαμεν περὶ τοῦ χρόνου καὶ τῆς συστάσεως καὶ τοῦ τόπου, τὸ λοιπὸν προσθήσομεν περὶ τοῦ χρώματος. Ἦν δὲ τὸ κατὰ φύσιν τοῦ παρυφισταμένου λευκόν, τοῦτο δὲ μή ἐστι λευκόν, ἀλλὰ μέλαν, ἢ πελιδνόν, ἢ ὠχρόν, ἢ ὑπέρυθρον, ἢ ἐρυθρόν. 2. Τὸ μὲν οὖν ὑπέρυθρον ἀπὸ ἰχωροειδοῦς αἵματος γίνεται, ὥσπερ ἀνωτέρω εἴρηται, καὶ σημαίνει ἀπεψίαν, οὐ θάνατον. Τὸ δὲ ἐρυθρὸν γινόμενον ἀπὸ εἱλικρινοῦς αἵματος σημαίνει πέψιν, καὶ εἰ μείνῃ σύμμετρον, μήτε πλεονασμὸν ἔχον μήτε ἔνδειαν ἀκινδυνότατον. 3. Ὅτι μὲν οὖν οὐδὲ τὸ ὑπέρυθρον ἐπάγει κίνδυνον, τὸ τῆς ὕλης οἰκεῖον ἐνδείκνυται. τὸ δὲ οἰκεῖον τῆς ὕλης τοῦ ἰχωροειδοῦς αἵματος πλησίον ὂν τοῦ αἵματος, κίνδυνον οὐκ ἐπάγει· ὅτι δὲ ἀπεψίαν σημαίνει καὶ διὰ τοῦτο καὶ χρόνον, ἐκ τοῦδε φανερόν. 4. Τῶν χυμῶν οἱ μὲν πρὸ τοῦ αἵματος γίνονται, ὡς τὸ φλέγμα καὶ ὁ ἰχώρ· οἱ δὲ μετὰ τοῦ αἵματος, ὡς ἡ ξανθὴ χολή, καὶ ὁ μέλας χυμός· τὸ δὲ εἱλικρινὲς αἷμα ἐν τῷ μέσῳ ἀμφοτέρων ἐστίν. 5. Ὅταν οὖν ὑπέρυθρον τὸ οὖρον φανῇ, σημαίνει ἀπὸ ἰχῶρος ἔχειν τὸ χρῶμα· ὁ δὲ ἰχὼρ πρὸ τοῦ αἵματος καὶ διὰ τοῦτο ἀπεψίαν σημαίνει· οὐ γὰρ τελείαν ἐπέθηκεν ἡ φύσις πρὸς τὴν πέψιν τοῦ ἰχωροειδοῦς αἵματος τῷ ἰχῶρι τὴν βαφήν· φανερὸν οὖν ὅτι οὐδέπω ἐπέφθη· χρηΐζει οὖν χρόνου ἡ φύσις. 6. Τὸ δὲ παρυφιστάμενον ἐρυθρὸν καὶ κρίσιν ἐσομένην ἐν ἡμέρᾳ ἑβδόμῃ δηλοῖ. Ἐὰν γὰρ τῇ τετάρτῃ ἐπινέφελον ἔχῃ τὸ οὖρον ἐρυθρὸν καὶ τἄλλα τῆς πέψεως σημεῖα, τῇ ἑβδόμη δηλονότι τὸ νόσημα κριθήσεται. Τί μὲν οὖν σημαίνει τὸ ὑπέρυθρον καὶ τὸ ἐρυθρὸν εἴρηται. 7. Τί δηλοῖ τὸ πελιδνὸν παρυφιστάμενον; ψύξιν καὶ νέκρωσιν ἐμφαίνει τῆς δηλώσεως. Ἐστὶ δὲ εἰπεῖν καὶ ἄλλως. Ἐν γὰρ ὀξέσι πυρετοῖς οὖρον πελιδνὰν ὑπόστασιν ἔχον εἰς τὴν ἐπιοῦσαν κίνδυνον σημαίνει. 8. Τί δηλοῖ τὸ χλωρόν; τοῦτο θερμότητα πλείστην καὶ κακοήθειαν τοῦ σώματος. 9. Τί δηλοῖ τὸ ὑπόμελαν οὖρον; τὸ ὑπόμελαν οὖρον ἀπολείπεται τοῦ ἀκριβοῦς μέλανος οὔρου· ἐν γὰρ πυρετῷ καυσώδει οὖρα ὑπομέλανα ἐναιωρήματα ἔχοντα μετέωρα, παρακρουστικά·
καὶ αἱμορραγίαι τούτοις ὡς τὰ πολλὰ ἐπιγίνονται, καὶ κρίσις σὺν ῥίγει μεθʹ ἱδρῶτος. 10. Τί δηλοῖ τὸ μέλαν; τὸ μέλαν ποτὲ μὲν ἐνδείκνυται ψύξιν, ποτὲ δὲ θερμότητα· διορίσομεν δὲ αὐτὸ οὕτως· εἰ μὲν προηγήσατο τὸ πελιδνόν, εἶθʹ οὕτως ἐγένετο τὸ μέλαν, ψύξιν ἔχει τὴν πρόφασιν· εἰ δὲ τὸ χλωρὸν προεγένετο, ἠκολούθησε δὲ τὸ μέλαν, φανερὸν ὅτι ἀπὸ θερμότητος ἐγένετο.
ιε´. Ὅτι οὐ πᾶσα ὑπόστασις λευκὴ ἀγαθόν τι σημαίνει.
1. Ἐπεὶ δὲ τὸ λευκὸν χρῶμα τῆς ἀγαθῆς ὑποστάσεως πεπίστευται εἶναι σημεῖον, εἰδέναι χρή, ὅτι τὸ λευκὸν χρῶμα πολλάκις ἀπατᾷ ὡς ὑπόστασις οὐκ οὖσα· τοιοῦτος γὰρ ὁ ὠμὸς χυμὸς ἐν τῷ ὑφίστασθαι φαίνεται· ἀλλὰ καὶ τὸ πύον λευκὸν ὂν ἀπατᾷ τὸν τεχνίτην ὡς ὑπόστασις ἀγαθή. 2. Ἀλλὰ τοῦτο μὲν τῇ ὀδμῇ διορίζεται· δυσῶδες γάρ ἐστιν· ἀλλὰ καὶ τῶν νεφρῶν ἑλκωθέντων, ἢ τῆς κύστεως, ἢ τοῦ ἥπατος ἢ ἄλλου τινὸς μορίου τοῦ διʹ οὔρων ἐκκενουμένου τὸ πύον ἐκκρίνεται, καθώς φησιν Ἱπποκράτης· “Ἢν αἷμα καὶ πύον οὐρέῃ, ἢ τῶν νεφρῶν, ἢ τῆς κύστεως ἕλκωσιν σημαίνει.” Καὶ πάλιν· “Ὁκόσοις ἐν τῇ οὐρήθρᾳ φύματα ἐκφύεται, τούτοις διαπυησάντων καὶ ἐκραγέντων λύσις,” δηλονότι τοῦ πύου διὰ τῆς αὐτῆς ὁδοῦ ἐκκενουμένου. 3. Ὁ δὲ ὠμὸς χυμὸς τῇ ἀνωμάλῳ συστάσει διορίζεται τοῦ παρυφισταμένου· οὐ γάρ ἐστι συνεχὲς ἑαυτῷ τὸ παρυφιστάμενον τοῦ ὠμοῦ χυμοῦ, ἀλλὰ διαλυόμενον εἰς μικρὰ οἷον ψαμμία. 4. Ταῦτα μὲν οὖν εἴρηται πρὸς τὸ μὴ πλανᾶσθαι τῷ χρώματι, ἀλλὰ διορίζειν τὴν ὑπόστασιν ἀπὸ τοῦ πύου καὶ ὠμοῦ χυμοῦ. Εἰ γὰρ αἷμα καὶ πύον οὐρῇ καὶ λεπίδας, καὶ ὀσμὴ βαρεῖα ᾖ τῶν νεφρῶν ἢ τῆς κύστεως, ἕλκωσιν σημαίνει. Ταῦτα μὲν οὖν εἰρήκαμεν πρὸς τὸ μὴ πλανᾶσθαι τῇ θεωρίᾳ τοῦ παρυφισταμένου ἀπὸ πύου καὶ ὠμοῦ χυμοῦ.
ις´. Περὶ ὑποστάσεως, ἐναιωρήματος καὶ νεφέλης διαγραμμάτων.
1. Τέσσαρα μὲν τοῦ παρυφισταμένου ἐζητοῦμεν, χρῶμα καὶ τόπον, σύστασίν τε καὶ χρόνον· λοιπὸν ταῦτα καὶ κατὰ μέρος τέσσαρα δηλώσωμεν ἐπὶ διαγραμμάτων.
Λευκὴ ὑπόστασις λεία καὶ ὁμαλή. Λευκὴ ὑπόστασις λεία, ἀνώμαλος. Λευκὴ ὑπόστασις οὐ λεία, ὁμαλή. Λευκὴ ὑπόστασις οὐ λεία, ἀνώμαλος.
2. Καὶ αὗται αἱ τέσσαρες τοῦ παρυφισταμένου ἐπὶ διαγράμματος διαφοραί. 3. Ἐπειδὴ δὲ τὸ παρυφιστάμενον τρεῖς εἴπομεν τόπους ἔχειν, καθὼς καὶ τὸ φαινόμενον δηλοῖ (ἢ γὰρ τὸν κάτω τόπον ἔχει καὶ ὑπόστασις ὀνομάζεται, ἢ τὸν μέσον καὶ ἐναιώρημα λέγεται, ἢ τὸν ἄνω καὶ νεφέλη καλεῖται) καὶ τὰς αἰτίας πάντων, διʹ ἃς τοὺς αὐτοὺς κατέλαβε τόπους, καὶ τὰ σημαινόμενα αὐτῶν εἰρήκαμεν, καὶ ἐπὶ διαγράμματος τῆς τὸν κάτω τόπον καταλαβούσης ὑποστάσεως διαφορὰς ἐξεθέμεθα· οὕτω καὶ περὶ τὴν τὸν μέσον τόπον καταλαβοῦσαν ὑπόστασιν, ἥτις ἐναιώρημα καλεῖται, ποιήσωμεν καὶ αὐτῆς τὰς διαφορὰς ἐπὶ διαγράμματος ἐκθήσωμεν οὕτως·
Λευκὸν ἐναιώρημα λεῖον, ὁμαλόν. Λευκὸν ἐναιώρημα λεῖον, ἀνώμαλον. Λευκὸν ἐναιώρημα οὐ λεῖον, ὁμαλόν. Λευκὸν ἐναιώρημα οὐ λεῖον, ἀνώμαλον.
4. Αὗται αἱ τοῦ ἐναιωρήματος διαφοραί, ἃς ἐπὶ διαγράμματος ἐξεθέμεθα. προϊὼν δὲ ὁ λόγος διδάξει τὰ σημαινόμενα μιᾶς ἑκάστης διαφορᾶς. 5. Κατὰ δὲ τὸ παρὸν ἐκθήσομεν καὶ τὴν τρίτην διαφοράν, τὴν τὸν ἄνω τόπον τοῦ οὔρου καταλαβοῦσαν, ἥτις καὶ νεφέλη ὀνομάζεται, καὶ ταύτης οὖν τὰς διαφορὰς ἐπὶ διαγράμματος ἐκθήσομεν καὶ τί σημαίνουσι προϊόντος τοῦ λόγου διδάξομεν, καὶ τὰ σημαινόμενα αὐτῶν οὐ παραλείψομεν. 6. Ἔστιν οὖν αὐτῆς καὶ τὸ διάγραμμα οὕτως·
Λευκὴ νεφέλη λεία, ὁμαλή. Λευκὴ νεφέλη λεία, ἀνώμαλος. Λευκὴ νεφέλη οὐ λεία, ἀνώμαλος. Λευκὴ νεφέλη οὐ λεία, ὁμαλή.
ιζ´. Περὶ τῶν οὔρων ἐλαιωδῶν.
1. Καὶ ἐπὶ μὲν τῶν συμπλοκῶν τῶν διαφορῶν τῶν τριῶν ὑποστάσεων εἰρήκαμεν ἀνελλιπῶς καὶ ἐπὶ διαγράμματος
περὶ μὲν τῶν ἐλαιωδῶν οὔρων τῶν ἀπὸ τῆς συντήξεως πιμελῆς γινομένων, ἱκανὰ τὰ εἰρημένα.
ιη´. Περὶ ὑποστάσεων ὀροβοειδῶν.
1. Ἐπεὶ τοίνυν προειρήκαμεν, ὅτι καθάπερ τήκεται ἡ πιμελή, οὕτω καὶ ἡ σάρξ, καὶ τηκομένης τῆς πιμελῆς ποταπὰ γίνονται ἐξεθέμεθα, εἴπωμεν καὶ τῆς σαρκὸς τηκομένης ποταπαὶ κατὰ πρῶτον λόγον ὑποστάσεις γίνονται. 2. Τηκομένων οὖν τῶν σαρκῶν τῶν τε καθʹ ὅλον τὸ σῶμα περιιουσῶν καὶ αὐτῶν τῶν νεφρῶν οὐσίας, ὀροβοειδεῖς γίνονται ὑποστάσεις. Ταύτην δὲ τὴν προσωνυμίαν ἐκ τῆς τῶν ὀρόβων ἰδέας ἐκτήσαντο. 3. Καὶ εἰ μὲν ἐκ τῆς τοῦ ὅλου σώματος σαρκὸς τηκομένης τοιαῦται ἐν οὔροις αἱ ὑποστάσεις γενήσονται, ὀξὺν δῆλον ὅτι καὶ τὸν πυρετὸν δηλοῦσιν· εἰ δὲ καὶ τῆς νεφρῶν σαρκός, ἀπυρεξίαν δηλονότι, καθώς φησιν Ἱπποκράτης· “Εἰ τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ συνεξέρχονται, τούτοις ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται.” Καὶ περὶ μὲν τῆς πιμελῆς καὶ τῆς σαρκὸς ἱκανὰ τὰ εἰρημένα.
ιθ´. Περὶ ὑποστάσεων πεταλωδῶν.
1. Ἐπειδὴ οὖν τὰ στερεὰ τοῦ σώματος μόρια ἔχουσιν ἐν αὐτοῖς καὶ βάθος καὶ πλάτος καὶ μῆκος, ὅσα μὲν ἐπιπολῆς διαξέονται ὥσπερ τινὰ πέταλα ἐν τοῖς οὔροις φαινόμενα, τῆς κύστεως τὰ τοιαῦτα δηλωτικά. Τὴν προσωνυμίαν δʹ ἔχουσιν ἐκ τῶν ὁμοίων πετάλων ἐκ τῶν σίτων πτισσομένων γινομένων. 2. Τῷ δὲ προειρημένῳ τρόπῳ καὶ ἐπὶ τῶν νεφρῶν διορίζεται· εἰ μὲν γὰρ εἴη πυρετὸς καὶ τὸ οὖρον πεταλώδεις ὑποστάσεις ἔχον, τὸ ὅλον κεκάκωται σῶμα· εἰ δὲ μὴ εἴη πυρετός, τῆς κύστεως τὸ πάθος. 3. Ταῦτα καὶ ἀπεψίᾳ καὶ πέψει διορίζονται· εἰ μὲν γὰρ μετʹ ἀπεψίας, τοῦ ὅλου σώματος τὸ κακόν· εἰ δὲ πέψις εἴη, τῆς κύστεως.
κ´. Περὶ τῶν πιτυρωδῶν ὑποστάσεων.
1. Ὅταν δὲ ὁ πυρετὸς καταλάβῃ εἰς τὰ βάθη τῶν ἀγγείων, πιτυρώδεις αἱ ὑποστάσεις γίνονται· ἁδρομερέστεραι τῶν πεταλωδῶν εἰσι καὶ τῶν αὐτῶν ταῖς προειρημέναις
ὑποστάσεσι κατὰ τὸν αὐτὸν τρόπον σημαντικαί, τῆς τε κύστεως τὸ πάθος εἶναι καὶ τοῦ ὅλου σώματος. 2. Εἰ μὲν γὰρ παρείη πυρετός, τοῦ ὅλου σώματος τὸ κακόν· εἰ δὲ μή, τῆς κύστεως· καὶ εἰ μὲν ἄπεπτον εἴη, τοῦ ὅλου· εἰ δὲ πεπεμμένον, τῆς κύστεως, ὡς Ἱπποκράτης φησίν· “Ὁκόσαις ἐν τῷ οὔρῳ πιτυρώδη ἐξέρχονται, τούτοις ἡ κύστις ψωριᾷ.”
κα´. Περὶ τῶν κριμνωδῶν ὑποστάσεων.
1. Εἰ δὲ καταλάβοι πυρετὸς κατὰ τὰς τοῦ σώματος τρεῖς διαστάσεις, κατά τε μῆκος καὶ βάθος καὶ πλάτος, τὰ τοιαῦτα τῶν πιτύρων ἁδρομερέστερα γίνονται καὶ καλεῖται κριμνώδη. 2. Νοήσαις δʹ ἂν τὸ τοιοῦτον, εἴ τις κουφίσας τὴν μύλην τὴν τὸν σῖτον ἀλήθουσαν. εἰς ἁδρομερῆ κόμματα τὸν σῖτον ἀπεργάζεται. Τὰ τοιαῦτα ἁδρομερῆ κόμματα τοῦ σίτου κρίμνα ὀνομάζονται. Ἐκ τούτων οὖν καὶ τὰ ἐν τοῖς οὔροις φαινόμενα τὴν προσωνυμίαν ἐκτήσαντο. 3. Γίνονται δὲ τὰ τοιαῦτα κριμνώδη οὖρα ἢ διὰ σύντηξιν τῶν στερεῶν ἰσχυράν, ἢ διʹ ὑπερόπτησιν τοῦ αἵματος. ἀλλʹ εἰ μὲν λευκὰ εἴη, τῶν στερεῶν ὑπάρχει τὸ πάθος· εἰ δὲ ἐρυθρά, τοῦ αἵματος· καθώς φησιν Ἱπποκράτης· “Ἐν πυρετοῖς ὀξέσι οὖρον χολῶδες κριμνώδεις καὶ λευκὰς ἔχον ὑποστάσεις, πονηρόν.” Καὶ ἄλλως· “Ἐν πυρετοῖς χρονίζουσιν, οὖρον κριμνώδη ὑπόστασιν ἔχον, ἄλλων τῶν σωτηρίων ἐόντων, τὴν ἀπόστασιν δηλοῖ.” Ἄλλο· “Οὖρον ἐν πυρετοῖς ἐναιώρημα κριμνῶδες ἔχον, χρονίαν νόσον σημαίνει.” Καὶ περὶ μὲν τῶν ἁδρομερεστέρων ὑποστάσεων, τῶν ἐν τοῖς οὔροις γενομένων τε καὶ φαινομένων ἱκανὰ τὰ εἰρημένα.
κβ´. Περὶ δυσωδῶν οὔρων.
1. Τὸ δυσῶδες οὖρον διάφορα σημαίνει. Οὖρον κάκοσμον καὶ δακνῶδες ὑγρῶν σῆψιν σημαίνει. 2. Καὶ πάλιν ἐν πυρετοῖς ὑδατῶδες καὶ λευκὸν οὖρον λευκοῖσιν ἐναιωρήμασι δυσῶδες, παρακοπὴν παύει. 3. Καὶ ἄλλως τε οὖρον ἐν πυρετοῖσιν ὀξέσι παχύ, μέλαν, καὶ δυσῶδες οὐδὲν τῆς κύστεως ἐχούσης, θάνατον σημαίνει. 4. Καὶ ἄλλως· οὖρον ὀδμὴν ἔχον βαρεῖαν σύντηξιν δηλοῖ. δηλοῖ δὲ καὶ σῆψιν
καὶ νέκρωσιν τῆς φύσεως. Καὶ περὶ μὲν τῶν τοιούτων οὔρων ἱκανὰ τὰ εἰρημένα.
κγ´. Περὶ τῶν συμπλοκῶν τοῦ χύματος καὶ τοῦ παρυφισταμένου μετὰ τῶν ἐνδεχομένων χρωμάτων.
1. Ἐπειδὴ δὲ τὰς ἔμπροσθεν συμπλοκὰς ἐποιήσαμεν τοῦ τε λεπτοῦ καὶ παχέος μετὰ τῶν χρωμάτων ἀρτίως, συμπλέξωμεν τὸ χύμα καὶ τὸ παρυφιστάμενον μετὰ τῶν ἐνδεχομένων χρωμάτων, καὶ τί σημαίνει τούτων ἕκαστον παραθῶμεν. 2. Καὶ ἐπειδὴ τὸ παρυφιστάμενον τῇ οὐσίᾳ παχύ, δηλονότι ἢ ἀπὸ πέψεως ἐπαχύνθη, ἢ ἐκ περιουσίας παχέων καὶ ὠμῶν χυμῶν, λοιπὸν τοῦτο μετὰ λεπτῆς συστάσεως τὸ παρυφιστάμενον συνελθεῖν οὐ δύναται, πλέξωμεν οὖν αὐτὸ τὸ παχὺ χύμα μετὰ ὑποστάσεως καὶ ὑπερύθρου χρώματος καὶ ἐρυθροῦ. Ἐν γὰρ ταῖς συμπλοκαῖς ταύταις τὰ ἀπεψίαν δηλοῦντα χρώματα συνελθεῖν οὐ δύναται. 3. Ἀρξώμεθα οὖν τὴν συμπλοκὴν ποιεῖσθαι μετὰ τοῦ ὑπερύθρου καὶ ἐρυθροῦ χρώματος, ἐπειδὴ τὸ μὲν ἀπὸ ἰχωροειδοῦς αἵματος γίνεται, τὸ δὲ ἐκ τελείου. Χρὴ δὲ γινώσκειν ὅτι χρώματά τινα συμπλεκόμενα ἐν ταῖς συστάσεσι τοῦ χύματος, ταῦτα καὶ ἐν ταῖς ὑποστάσεσιν· ἀλλʹ ἐν ταῖς ὑποστάσεσιν ἀνείμενα. 4. Τί δηλοῖ τὸ παρυφιστάμενον παχὺ ὑπέρυθρον μετὰ παχείας συστάσεως; αὕτη ἡ συμπλοκὴ συνίσταται, καθὼς καὶ ἀνωτέρω εἴρηται, καὶ δηλοῖ μῆκος νόσου. Εἰ δὲ εἴη τὸ οὖρον ὑπέρυθρον, καὶ ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λεία, καὶ τὰ ἑξῆς. 5. Τί δηλοῖ τὸ παρυφιστάμενον παχὺ καὶ ἐρυθρὸν μετὰ παχείας συστάσεως; Καὶ αὕτη ἡ συμπλοκὴ συνίσταται, καὶ δηλοῖ πλῆθος αἵματος διά τε τῆς συστάσεως καὶ τοῦ παρυφισταμένου. 6. Τί δηλοῖ τὸ παχὺ μέλαν μετὰ παχείας συστάσεως; Καὶ αὕτη ἡ συμπλοκὴ συνίσταται, καὶ ὑπερόπτησιν κατά τε τὴν σύστασιν καὶ τὸ παρυφιστάμενον δηλοῖ· ὁμοίως δὲ καὶ μετὰ τῶν χρωμάτων τῶν ἐνδεχομένων συμπλακῆναι τῇ συστάσει, καὶ τῷ παρυφισταμένῳ τὰ αὐτὰ σημαινόμενα δηλώσουσιν ὑπερβολῆς καὶ ἐλλείψεως, πλὴν τῆς συμμετρίας ἀμφοτέρων τῆς τε συστάσεως καὶ τοῦ παρυφισταμένου μετὰ τῶν κατὰ φύσιν χρωμάτων, ἢ ὡς μετὰ
πυρροῦ ἢ ὑποπύρρου. Καὶ γὰρ τοῦτο δηλοῖ τὴν ἀρίστην πέψιν ἔν τε συστάσει καὶ παρυφισταμένῳ καὶ ἐν τῷ χρώματι. 7. Καὶ περὶ μὲν τῆς τῶν οὔρων διδασκαλίας κατά τε γένη καὶ εἴδη καὶ διαφορὰς καλῶς ἐκτεθήκαμεν. Εὐχαρίσωμεν οὖν Χριστῷ τῷ ἀληθινῷ θεῷ ἡμῶν, τῷ εὐοδώσαντι ἡμᾶς εἰς τὸν δρόμον τῆς αὐτῆς πραγματείας, καὶ ἀξιώσαντι ἡμᾶς καὶ ἀρχὴν καὶ τέλος ἐπιθεῖναι αὐτῇ εἰς διόρθωσιν τῶν ὁπωσοῦν ἐπιθυμούντων ἐκ πάσης προαιρέσεως μανθάνειν.