Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Analytica Posteriora (Posterior Analytics)

Τοῦ δ᾿ ἀπὸ τύχης οὐκ ἔστιν ἐπιστήμη δι᾿ ἀποδείξεως. Οὔτε γὰρ ὡς ἀναγκαῖον οὔθ᾿ ὡς ἐπὶ τὸ πολὺ τὸ ἀπὸ τύχης ἐστίν, ἀλλὰ τὸ παρὰ ταῦτα γινόμενον· ἡ δ᾿ ἀπόδειξις θατέρου τούτων. Πᾶς γὰρ συλλογισμὸς ἢ δι᾿ ἀναγκαίων ἢ διὰ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων· καὶ εἰ μὲν αἱ προτάσεις ἀναγκαῖαι, καὶ τὸ συμπέρασμα ἀναγκαῖον, εἰ δ᾿ ὡς ἐπὶ τὸ πολύ, καὶ τὸ συμπέρασμα τοιοῦτον. Ὥστ᾿ εἰ τὸ ἀπὸ τύχης μήθ᾿ ὡς ἐπὶ τὸ πολὺ μήτ᾿ ἀναγκαῖον, οὐκ ἂν εἴη αὐτοῦ ἀπόδειξις.