Digital Corpus for Graeco-Arabic Studies

Galen: De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)

Μὴ παρακολουθοῦντες δ’ οἱ πολλοὶ τῇ κατὰ τὸν λόγον ὁμωνυμίᾳ, συγχέονταί τε καὶ ταράττονται, καθάπερ καὶ Ἀθήναιος ὁ Ἀτταλεὺς, ἅμα μὲν τιθέμενος στοιχεῖα τοῦ ἀνθρώπου τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ἅμα δ’ ἐναργῆ φάσκων εἶναι τὰ στοιχεῖα, καὶ μηδεμιᾶς ἀποδείξεως δεῖσθαι, καὶ ποτε μὲν ὀνομάζων αὐτὰ ποιότητάς τε καὶ δυνάμεις, ἐνίοτε δὲ συγχωρῶν σώμαθ’ ὑπάρχειν, εἶτα δεδιὼς ὕδωρ, καὶ ἀέρα, καὶ πῦρ, καὶ γῆν ὁμολογῆσαι. καίτοι σχεδὸν οὐδεὶς τῶν νεωτέρων ἰατρῶν οὕτως ἅπαντα τὸν κατὰ τὴν ἰατρικὴν τέχνην ἐξειργάσατο λόγον, ὡς Ἀθήναιος. ἀλλ’ ὅμως κᾀκεῖνος ἁμαρτάνων φαίνεται, καὶ ταῦτα, καὶ ἄλλα πάμπολλα, καὶ οἱ λοιποὶ πάντες. οὐδένα γὰρ οἶδα τὴν παλαιὰν ἰατρικὴν ἀκριβῶς μεταχειρισάμενόν τε καὶ τελειώσαντα τὰς ὑπ’ ἐκείνων ἡμῖν παραδοθείσας  μεθόδους. ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀφείλοντο πολλὰ τῶν ὀρθῶς εἰρημένων, ὅπου γε καὶ Ἀθήναιος ἐναργῆ φησιν εἶναι τὰ στοιχεῖα καὶ μηδεμιᾶς ἀποδείξεως δεῖσθαι. πότερον γὰρ, ᾗ στοιχεῖα, ταύτῃ τὴν ἐνάργειαν αὐτοῖς μαρτυρεῖ, ἢ κατὰ τὰς οὐσίας, αἷς συμβέβηκεν αὐτοῖς εἶναι στοιχείοις; εἰ μὲν γὰρ κατὰ τὰς οὐσίας, τί οὐχὶ καὶ τὰ ὑγιεινὰ καὶ τὰ νοσερὰ πᾶσιν ἀνθρώποις φαίνεσθαί φησι, καὶ μήτε διδασκαλίας τινὸς, μήτ’ ἀποδείξεως προσδεῖσθαι διὰ τὴν ἐνάργειαν; ἅπαντες γὰρ γνωρίζουσιν ἄρτον, καὶ φακῆν, καὶ πτισάνην, καὶ κρέας, καὶ χόνδρον, καὶ μελίκρατον, ἀλλὰ τίνας ἢ πότε βλάπτειν ἢ ὠφελεῖν ἕκαστον τούτων πέφυκεν, οὐκέτι γινώσκουσιν. ἐν τούτῳ δ’ ἦν αὐτοῖς ὑγιεινοῖς ἢ νοσεροῖς ὑπάρχειν. ὥστ’ ἄρτον μὲν, καὶ κρέας ἴσασι, καὶ πτισάνην, ὑγιεινὸν δὲ καὶ νοσερὸν οὐκ ἐπίστανται. οὕτω δὲ καὶ τῶν φαρμάκων, ἑλλέβορον, ἐλατήριον, σκαμμωνίαν, ἐπίθυμον, ἶριν, ἑλένιον, οὐδείς ἐστιν ὃς οὐκ ἐναργῶς ἅψασθαι, καὶ ὀσφρήσασθαι, καὶ ἰδεῖν, καὶ γεύσασθαι δύναται. τὰς δ’ ἐξ αὐτῶν ὠφελείας ἢ βλάβας οὐκ ἴσασιν· ὥστ’ οὐδὲ τὸ ὑγιεινὸν ἢ νοσερὸν αὐτῶν ἐπίστανται. καὶ τοίνυν καὶ πῦρ, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ γῆν, οὐδείς ἐστιν ὃς οὐκ ἐναργῶς γινώσκει ταῖς αἰσθήσεσιν ἁπάσαις. ἀλλ’ εἰ στοιχεῖα ταῦτ’ ἐστὶν, οὐκ ἔτι γινώσκουσιν, οὐ μόνον οἱ πολλοὶ τῶν ἀνθρώπων, ἀλλ’ οὐδὲ τῶν φιλοσόφων ἔνιοι. ἀλλ’ ἴσως φήσουσιν οἱ ἀπ’ Ἀθηναίου, μηδ’ αὐτοὶ περί γε τούτων αὐτῶν ἀποφαίνεσθαι μηδὲν, ἐπέκεινα γὰρ εἶναι τῆς ἰατρικῆς τέχνης· ἀρκεῖν δ’ αὐτοῖς τὸ θερμὸν καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν καὶ ὑγρὸν, ἃ κᾀν τοῖς ζώοις ἐναργῶς δεῖξαι δύνανται, στοιχεῖα καὶ τῶν σωμάτων ὑποθέσθαι καὶ τῆς ὅλης ἰατρικῆς. τὸ μὲν οὖν, ὥσπερ ζώου, καὶ τῆς ἰατρικῆς ὑποθέσθαι στοιχεῖα τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ὅσης ἀλογίας ἔχεται, τί ἂν ἐγὼ νῦν ἐπεξίοιμι; κεκωμῴδηται γὰρ ὑπὸ πολλῶν ἤδη τὸ δόγμα, καὶ ψόγον καὶ γέλωτα οὑ σμικρὸν, ἔτι τε πρὸς τούτοις ἀπιστίαν οὐκ ὀλίγην τῷ παλαιῷ προσετρίψατο λόγῳ. τίς γὰρ ἂν μᾶλλον αὐτὸν προὔδωκεν, ἢ ὁ μηδ’ ἀπόδειξιν ἔχειν φάσκων τὰ στοιχεῖα διὰ τὴν ἐνάργειαν, ἀξιῶν δὲ ταῦτα τῆς ἰατρικῆς καὶ τῶν ζώων ὑποθέσθαι στοιχεῖα; τὸν δὲ φοβούμενον εἰπεῖν ὕδωρ, καὶ πῦρ, καὶ ἀέρα, καὶ γῆν, ὑγρὸν, καὶ θερμὸν, καὶ ψυχρὸν, καὶ ξηρὸν ὀνομάζειν, ὅτι μηδὲν ἄλλο ἐστὶν, ἢ ἀναισθήτως ἔχειν ὁμωνυμίας, ἐγώ μοι δοκῶ δείξειν, οὐχ ἵν’ Ἀθήναιον ἐλέγξαιμι σφαλλόμενον, ἀλλ’ ἵν’ ὁμοίως ἐκείνῳ τοὺς λοιποὺς ἁμαρτάνειν κωλύσαιμι. καὶ δείξω γε δι’ αὐτῶν τῶν πραγμάτων, ὡς οὐκ ἐνδέχεται χωρὶς τῆς λογικῆς θεωρίας οὐδὲν ἀκριβῶς οὐδένα καταστήσεσθαι δόγμα. τὰ γοῦν ἐμοὶ συμβάντα, θεοὺς ἐπομνύμενος, ἦ μὴν οὕτως ἐρεῖν, ὡς ἐγένετο, καὶ δὴ πειράσομαι διηγήσασθαι. ἡνίκα τὸ πρῶτον ὁ τούτων διδάσκαλος ἐπεχείρει με διδάσκειν τὴν Ἀθηναίου γνώμην, ἠξίουν αὐτὸν ἀκριβῶς μοι διελέσθαι τὴν ὁμωνυμίαν· οὐ γὰρ εἰδέναι, κατὰ τίνος ὑποκειμένου πράγματος ἐπιφέρει τὸ θερμὸν, ἢ τὸ ψυχρὸν, ἢ τῶν ἄλλων τι τῶν τοιούτων ὀνομάτων. ὡς γὰρ λευκὸν, ἔφην, αὐτό τε τὸ χρῶμα λέγεται, καὶ τὸ δεδεγμένον τὰ χρώματα σῶμα· φαμὲν γὰρ, τῶν χρωμάτων τὸ μὲν εἶναι λευκὸν, τὸ δὲ μέλαν, τὸ δ’ ἐρυθρὸν, τὸ δὲ ξανθὸν, τὸ δὲ ὠχρόν· ἔτι τε πρὸς τούτοις τὰ δεδεγμένα τὰς χρόας σώματα· λευκὸν γὰρ τὸν κύκνον καὶ τὸ γάλα λέγομεν, μέλανα δὲ τὸν κόρακα καὶ τὸν Αἰθίοπα· οὕτως, ἔφην, ἀκούω καὶ θερμὸν λεγόντων ἐνίοτε μὲν αὐτὸ τὸ σῶμα, καθάπερ εἰ τύχῃ τὸ πῦρ, ἐνίοτε δὲ τὴν ἐν αὐτῷ ποιότητα μόνην. οὐ τοίνυν, ἔφην, γινώσκω, ἐπειδὰν εἴπῃς θερμὸν, ὅ τί ποτε δηλοῦν ἐθέλεις, εἴτε τὴν ποιότητα μόνην, εἴτε τὸ δεδειγμένον αὐτὴν σῶμα. ὁ δὲ πρὸς μὲν τοῦτο καὶ μάλα ἑτοίμως ἀπεκρίνατο, μὴ τὴν ποιότητα μόνην, ἀλλὰ καὶ σύμπαν τὸ σῶμα θερμὸν ὀνομάζειν ὁμολογῶν. ἐφεξῆς δέ μου πάλιν ἐρομένου· πότερον οὖν ἐκεῖνο λέγεις μοι τὸ σῶμα στοιχεῖον, ὅ τί περ ἂν ἄκρως ᾖ θερμὸν, ἢ, κᾂν μετρίως ᾖ τοιοῦτο, ἔσται καὶ τοῦτο στοιχεῖον; ὡσαύτως δὲ καὶ περὶ ψυχροῦ, καὶ ὑγροῦ, καὶ ξηροῦ τὴν αὐτὴν ἐρώτησιν ποιησαμένου μου· τί δὲ τοῦτο, ἔφη, σοὶ διαφέρει; ταραττόμενος ἤδη, καὶ μὴ, καθὼς πρόσθεν, ἑτοίμως ἀποκρινόμενος. ὅτι πολὺ διαλλάττει, ἔφην, ἢ ἄπειρόν τι πλῆθος ὑποθέσθαι στοιχείων, ἢ πεπερασμένον. ἄπειρον μὲν γὰρ ἔσται τῷ μετρίως θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν ὑποτιθεμένῳ στοιχεῖον, οὐκ ἄπειρον δὲ τῷ ἄκρως· ἓν γὰρ καθ’ ἕκαστον ἔσται γένος. ὥστε εἷναι τέτταρα τὰ πάντα στοιχεῖα πεπερασμένα. οὕτω τοίνυν, ἔφη, νόει καὶ τέτταρα. δῆλον οὖν, εἶπον, ὅτι καὶ ἄκρα ταῖς ποιότησι, καὶ ἁπλᾶ, καὶ πρῶτα. τί γὰρ, εἶπεν, ἔτι τοῦτο πολυπραγμονεῖς;  ἵνα, ἔφην, νοήσαιμι τὸ λεγόμενον ἀκριβῶς. ἀλλ’ οὕτως, ἔφη, λέγω, καὶ οὕτως νόει. πῶς κελεύεις με νοῆσαι, πάλιν ἐπανηρώτων ἐγὼ, τὸ ἄκρως θερμὸν ἢ ὑγρὸν στοιχεῖον; ὁ δὲ ὀργιζόμενός τε ἤδη καὶ καὶ ταραττόμενος ἱκανῶς, ὅτου δ’ ἂν, ἔφη, τὸ θερμὸν ἐπικρατήσῃ, θερμὸν ὀνομάζω σῶμα, καὶ ὑγρὸν αὖ, καὶ ψυχρὸν, καὶ ξηρὸν ὡσαύτως, ἐν ᾦ κρατεῖ καὶ πλεονεκτεῖ τῶν εἰρημένων ἕκαστον. ὀνομάζειν οὖν, ἔφην, οὕτως οὐδὲν κωλύει· καὶ γὰρ ὀνομάζεται καὶ ἄρτος θερμὸς, καὶ φακῆ, καὶ πτισάνη, καὶ βαλανεῖον· ἀλλ’ οὐχ ἡγοῦμαί σε τούτων ἕκαστον ἀξιοῦν με νοῆσαι στοιχεῖον, ἀλλὰ μόνον ἐκεῖνο τὸ ἄκρως θερμόν· οὕτω δὲ καὶ τὸ ἄκρως ψυχρὸν, καὶ ξηρὸν, καὶ ὑγρόν. ἁπλοῦν γὰρ εἶναι χρὴ, καὶ ἄμικτον, οὐ σύνθετον, οὐδὲ μεμιγμένον ἤδη τὸ στοιχεῖον. οὕτως, ἔφη, νόει· πτισάνην γὰρ καὶ φακῆν οὐκ ἂν εἴποιμι στοιχεῖον. καὶ μὴν, εἶπον, εἰ τὸ ἄκρως θερμὸν σῶμα νοήσαιμι στοιχεῖον εἷναι, πῦρ εὐθέως ἐννοῶ, καὶ οὐδὲν ἄλλο. νόει τοίνυν, ἔφη, πῦρ. οὕτως οὖν, ἔφην, βούλει με καὶ τὸ ἄκρως ὑγρὸν ὕδωρ νοῆσαι; συνεχώρησε καὶ τοῦτο πάνυ μόγις. ἐπὶ πῦρ οὖν αὖθις ἥκομεν, ἀέρα τε καὶ ὕδωρ, καὶ γῆν, ὧν κατ’ ἀρχὰς ἀπεχωρήσαμεν. ὁ δὲ, σὺ γὰρ, ἔφη, τοιαῦτα ταράττεις τὸν λόγον. καὶ ἅμα πρὸς τοὺς ἄλλους ἀποβλέψας μαθητὰς, οὗτος, ἔφη, τραφεὶς ἐν διαλεκτικῇ, καὶ τῆς ἐκεῖθεν ἀναπλησθεὶς ψώρας, (οὕτω γὰρ δὴ καὶ ὠνόμασεν αὐτὸς) ἀναστρέφει πάντα, καὶ διαστρέφει, καὶ κυκᾷ, σοφιζόμενος ἡμᾶς, ἵν’ ἐπιδείξηται τὴν λογικὴν αὑτοῦ παρασκευήν. ἥκει γοῦν ἀξιῶν ἡμᾶς ὁμώνυμα νοῆσαι τὰ θερμὰ, ἓν μὲν ὡς ποιότητα, καθάπερ τὸ λευκὸν χρῶμα, δεύτερον δὲ τὸ τὴν ἄκραν ποιότητα δεδεγμένον σῶμα, καὶ τρίτον, ὃ τῆς τοιαύτης ἐπικρατήσει ποιότητος, θερμὸν ὀνομάζειν, καθάπερ τὸ βαλανεῖον. ἀλλ’ ἡμεῖς, ἔφη, σοφίσματα λύειν οὐκ ἐμάθομεν. αὐτὸς τοίνυν, ὡς ἔπλεξεν, οὕτως καὶ λυέτω. ταῦτα μὲν ἐμοὶ συνέπεσεν ἔτος ἐννεακαιδέκατον ἄγοντι. καὶ τοῦ λοιποῦ τὰ πλείω μὲν ἐσιώπων ὑπὲρ τοῦ μὴ δοκεῖν ἐρίζειν· αὐτὸς δ’ ἀνεσκεπτόμην παρ’ ἐμαυτῷ τάτ’ ἄλλα καὶ τὸν περὶ στοιχείων λόγον. ἐθαύμαζον δὲ, πῶς οὐκ αἰσθάνεται συγχέων ἑαυτὸν ὁ Ἀθήναιος, ὃς θερμὸν μὲν, καὶ ψυχρὸν, καὶ ξηρὸν, καὶ ὑγρὸν ὀνομάζειν ἐπιχειρεῖ, ἀπαξιοῖ δὲ πῦρ εἰπεῖν, καὶ γῆν, καὶ ἀέρα, καὶ ὕδωρ. ναί φησι· τὰ γὰρ προσεχῆ τῶν ζώων λαμβάνω, οὐχὶ τὰ κοινὰ πάντων σωμάτων στοιχεῖα. καλοῦσι δὲ προσεχῆ τὰ οἷον ἴδια, καὶ μηδενὸς ἄλλου τῶν ἁπάντων. ἐμοὶ δὲ καὶ κατ’ ἀρχὰς εὐθὺς εἴρηται, πάμπολυ διαφέρειν τὰ φαινόμενα στοιχεῖα τῶν ὄντως στοιχείων. ἔοικα δὲ καὶ νῦν εἰπεῖν ὑπὲρ αὐτῶν διὰ μακροτέρων. εἴπερ γὰρ ἐλάχιστόν τι καὶ ἁπλούστατόν ἐστι μόριον τὸ στοιχεῖον, εἴη ἄν ὡς πρὸς τὴν αἴσθησιν ὀστοῦν, καὶ χόνδρος, καὶ σύνδεσμος, καὶ ὄνυξ, καὶ θρὶξ, καὶ πιμελὴ, καὶ σὰρξ, καὶ νεῦρον, καὶ μυελὸς, ἶνές τε καὶ ὑμένες, καὶ ἁπλῶς εἰπεῖν ἅπαντα τὰ ὁμοιομερῆ στοιχεῖα τῶν ἀνθρωπίνων σωμάτων. ἆρ’ οὖν ὁ Ἀθήναιος ἔθετό που ταῦτα στοιχεῖα; καὶ μὴν αὐτός ἐστιν ὁ γράφων, ἕκαστον μὲν τῶν ὁμοιομερῶν ἐκ τῶν πρώτων γεγονέναι στοιχείων· ἐκ δὲ τῶν ὁμοιομερῶν ἤδη καὶ συγκεῖσθαι τὰ ἄλλα τοῦ ζώου μόρια. τῆς οὖν σαρκὸς (εἰ οὕτως ἔτυχεν) ἢ τῆς πιμελῆς ἐρωτηθεὶς τὰ στοιχεῖα, δῆλον, ὅτι τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ὑγρὸν, καὶ τὸ ξηρὸν ἀπεκρίνατο. καὶ μὲν δὴ καὶ ὀστοῦ, καὶ χόνδρου, καὶ τριχὸς ὡσαύτως ὑγρὸν, καὶ ξηρὸν, καὶ θερμὸν, καὶ ψυχρὸν εἷναί φησι τὰ στοιχεῖα. καιρὸς οὖν ἤδη πυνθάνεσθαί σε, ὁποῖον ὑγρὸν, καὶ ξηρὸν, καὶ ψυχρὸν, καὶ θερμὸν ἀπεφῄνατο. κατὰ μὲν γὰρ τὴν ἐπικράτησιν ὑγρὸν μὲν ἡ σὰρξ. ὁ χόνδρος δὲ ψυχρόν. ὡσαύτως δὲ τὸ μὲν ὀστοῦν ξηρὸν καὶ ψυχρὸν, ἡ πιμελὴ δὲ ὑγρὸν καὶ θερμὸν, ἕκαστόν τε τῶν ἄλλων ὁμοιομερῶν ἢ τοῖον ἢ τοῖον ἐπικρατείᾳ ἐστὶ τῶν ἁπλῶν. εἴπερ οὖν τὸ κατ’ ἐπικράτησιν θερμὸν ἢ ψυχρὸν, ἢ ξηρὸν ἢ ὑγρὸν ἀποφαίνοιτό τις εἶναι στοιχεῖον, ὀστοῦν, καὶ χόνδρος, καὶ νεῦρον, ὅσα τ’ ἄλλα τοιαῦτα, στοιχεῖα γενήσεται τῶν ἀνθρωπίνων σωμάτων. ἀλλ’ οὐ ταῦτά φησιν ὁ Ἀθήναιος, ἀλλὰ τὰ τούτων συνθετικὰ ὄντως εἶναι στοιχεῖα δῆλον οὖν, ὡς ὑπερβαίνει τὴν αἴσθησιν, ἐπὶ τὰ πρῶτα καὶ ὄντως ἁπλᾶ τῷ λογισμῷ προϊὼν, ἃ μηκέτι ἐγχωρεῖ λέγειν ἐπικρατείᾳ τοῖα ἢ τοῖα γίνεσθαι· σύνθετα γὰρ κᾀκεῖνα πάλιν ἔσται, καὶ διχῆ σφαλησόμεθα τοῦ προσήκοντος, ὅτι τε τῶν αἰσθητῶν ἀπεχωρήσαμεν, ὡς ἁπλούστερόν τι ζητοῦντες, καὶ ὅτι μηδ’ ἐν τοῖς ἀδήλοις ἤδη τὸ ἁπλούστερον ἔχομεν. ἐν μὲν γὰρ τοῖς φαινομένοις, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὁμολογούμενον ἡμῖν ὑπῆρχεν. οὐδεὶς γοῦν ἐστιν, ὃς οὔ φησι, πρῶτα καὶ ἁπλούστατα μόρια πρὸς τὴν αἴσθησιν εἶναι χόνδρον, καὶ πιμελὴν, καὶ  ὑμένα, καὶ τὰ ἄλλα σύμπαντα τὰ ὁμοιομερῆ. τῷ δὲ καὶ ταῦτ’ ἀπολείποντι, διότι πρὸς τὴν φύσιν ἐστὶν σύνθετα, κᾂν ταῖς αἰσθήσεσιν ἁπλᾶ φαίνηται, καὶ μηδέπω μηδὲν τῶν ἁπλῶν λέγοντι, τίς ἂν εὐσχήμων ἀπολογία γένοιτο πρὸς τὸ μὴ περιττά τε καὶ μάταια φλυαρεῖν; εἰ μὲν γὰρ τὸ κατ’ ἐπικράτειαν ὑγρὸν, καὶ θερμὸν, καὶ ψυχρὸν, καὶ ξηρὸν ὀνομάζεις, ἔχεις ἐναργῶς ἤδη τὰ στοιχεῖα γινωσκόμενα, νεῦρον, καὶ ὑμένα, καὶ χόνδρον, καὶ σάρκα, καὶ σύνδεσμον, καὶ τῶν ἄλλων ἕκαστον ὧν εἴπομεν. εἰ δὲ τὸ πρὸς τὴν φύσιν ἁπλοῦν ζητεῖς, ἄμικτόν τε εἶναι χρὴ τοῦτο, καὶ ἄκρατον, καὶ ἄκρον τῇ ποιότητι. πάλιν οὖν ἥκεις ἐπὶ πῦρ, καὶ ἀέρα, καὶ ὕδωρ, καὶ γῆν. ἐν τούτοις γὰρ μόνοις εὑρήσεις ἀμίκτους τε καὶ ἀκράτους τὰς ποιότητας, ἄκραν μὲν ἐν πυρὶ θερμότητά τε καὶ ξηρότητα, ἄκραν δ’ ἐν τῇ γῇ ψυχρότητα καὶ ξηρότητα, καὶ τῶν ἄλλων ἐν ἑκατέρῳ κατὰ τὴν οἰκείαν φύσιν. κᾂν εἰ μὴ τέτταρα δὲ βουληθείης, ἀλλὰ δύο λέγειν ἐξ αὐτῶν ἢ τρία τὰ στοιχεῖα, τάχ’ ἂν ἔχοις τινὸς εὐπορῆσαι λογισμοῦ. τὸ δὲ ἅμα μὲν ἄκρως ὑγρὸν ὁμολογεῖν εἶναι τὸ στοιχεῖον, ἅμα δὲ ἄλλο τι λέγειν οἴεσθαι παρὰ τὸ ὕδωρ, ἐσχάτως ἠλίθιον, εἰ μή τι ἄρα τὰς ποιότητας αὐτὰς μόνας εἶναι λέγεις στοιχεῖα, καὶ οὐ τὰ δεδεγμένα ταύτας σώματα. γενήσεται γὰρ οὕτως οὐ τὸ ὕδωρ στοιχεῖον, ἀλλ’ ὑγρότης, οὐδὲ τὸ πῦρ, ἀλλ’ ἡ ἄκρα θερμότης. εἰ δὲ τοῦτο, πρῶτον μὲν πυρὸς ἀνωτέρω καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος ἀναβήσεται τῷ λόγῳ ὁ μηδ’ ἐπὶ ταῦτα προελθεῖν ὑπομένων, ὡς πόῤῥω τῆς ἰατρικῆς ὄντα· δεύτερον δὲ φανερῶς ἐξελεγχθήσεται μὴ γινώσκων, ὅπη διαφέρει στοιχεῖον ἀρχῆς. ὅτι τε γὰρ ἁπλούστερόν ἐστι πυρὸς ἡ ἄκρα θερμότης, ὅτι τε, ταύτης ἐγγινομένης τῇ ὕλῃ, πῦρ ἀποτελεῖται, τοῖς φιλοσόφοις ὡμολόγηται πᾶσιν, οἷς Ἀθήναιος ἕπεσθαι σπουδάζει. καὶ μὲν δὴ καὶ ὡς ἀρχὴ τῆς τοῦ πυρὸς γενέσεως ἵλη τίς ἐστιν ἡ ἅπασιν ὑποβεβλημένη τοῖς στοιχείοις ἡ ἄποιος, ἥ τ’ ἐγγινομένη ταύτῃ θερμότης ἡ ἄκρα, καὶ τοῦθ’ ὁμοίως ὡμολόγηται· καὶ ὡς ἡ μὲν ὕλη διὰ παντὸς τοῦ αἰῶνος ἐστὶν, ἀγέννητός τε καὶ ἄφθαρτος οὖσα, τὸ δὲ γινόμενόν τε καὶ ἀπογινόμενον αὐτῆς ἡ ποιότης ἐστίν· καὶ ὡς ὁμογενὲς εἶναι χρὴ τὸ στοιχεῖον, οὗπερ ἂν εἴη στοιχεῖον. ἐν τούτῳ γὰρ δὴ καὶ διήνεγκε στοιχεῖον ἀρχῆς, ἐν τῷ τὰς μὲν ἀρχὰς οὐκ ἐξ ἀνάγκης ὁμογενεῖς εἶναι τοῖς πράγμασιν, ὧν ὑπάρχουσιν ἀρχαὶ, τὰ δὲ στοιχεῖα πάντως ὁμογενῆ. ποιότης μὲν γὰρ ἁπλῆ ποιότητος συνθέτου στοιχεῖον, ἁπλοῦν δὲ σῶμα σώματος οὐχ ἁπλοῦ. καὶ μὴν εἰ τὸ θερμὸν, καὶ ψυχρὸν, καὶ ξηρὸν, καὶ ὑγρὸν ἐλέγετο τριχῶς, ἢ ὡς ποιότης, ἢ ὡς ἄμικτον, ἢ ὡς μεμιγμένον σῶμα, φαίνεται δ’ οὔθ’ ἡ ποιότης στοιχεῖον, οὔτε τὸ κεκραμένον καὶ μεμιγμένον σῶμα, ὑπολείπεται τοίνυν τὸ ἄκρατόν τε καὶ ἄμικτον σῶμα καὶ ἁπλοῦν ταῖς ποιότησι τὸ στοιχεῖον εἶναι. πάλιν οὖν ἥκει πῦρ, καὶ γῆ, καὶ ὕδωρ, καὶ ἀὴρ, ἐν οἷς πρώτοις ἄκρα θερμότης, καὶ ψυχρότης, καὶ ξηρότης, καὶ ὑγρότης ἐστί. τὸ δὲ διὰ τοῦτο δεδιέναι ταῦθ’ ὁμολογεῖν εἶναι στοιχεῖα, διότι μήτ’ ἐξαιροῦμεν ἐκ τοῦ σώματος αὐτῶν τι, μήτ’ ἐντίθεμεν, ἐσχάτως ἠλίθιον. τὰ γὰρ ἐκ τῶν στοιχείων γεγονότα προσφερόμενοι, πάντως δήπου καὶ τὰ στοιχεῖα τοῖς σώμασιν ἡμῶν ἐντίθεμεν. ἀλλ’ οὐκ εἰλικρινῆ, φασὶν, οὐδὲ μόνα. κακῶς οὖν λέγεται, μήτ’ ἐξαιρεῖν, μήτε ἐντιθέναι στοιχεῖον. ἐχρῆν γὰρ οὐχ ἁπλῶς οὕτως εἰπεῖν, ἀλλ’ ὅτι μὴ μόνον, μηδ’ ἄμικτον, μηδ’ αὐτὸ καθ’ ἑαυτό. καίτοι καὶ τοῦτ’ αὐτὸ τί ποτε βούλεται περαίνειν αὐτοῖς; οὔτε γὰρ ἄχρηστος ἡ περὶ τῶν στοιχείων θεωρία διὰ τοῦτ’ ἂν εἰκότως νομισθείη, διότι μηδὲν αὐτῶν ἄμικτον ἑτέρου τοῖς σώμασιν ἡμῶν προσφέρομεν, οὔτε διὰ τοῦτο πῦρ, καὶ ἀὴρ, καὶ ὕδωρ, καὶ γῆ κακῶς εἴρηται στοιχεῖα, διότι τοῖς μὲν ἐξ αὐτῶν γεγονόσι χρώμεθα, μόνον δ’ αὐτῶν ἕκαστον ἰδίᾳ καὶ καθ’ αὑτὸ παντάπασιν ἄχρηστον ὑπάρχει. καίτοι καὶ εἰλικρινέσι χρώμεθα πολλάκις τοῖς τοῦ κόσμου στοιχείοις, ὕδατι μὲν ὁσημέραι χρώμενοι, καὶ πίνοντες, καὶ λουόμενοι, καὶ ἄλλως ὁπωσοῦν, ἀέρι τε πανταχόθεν ἡμῖν περικειμένῳ, καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένῳ. καὶ μὲν δὴ καὶ κατεψυγμένοι πολλάκις ἐδεήθημεν πυρός. οὐκ οὖν οἶδα, τί ποτέ ἐστιν ὃ περαίνουσι, φάσκοντες, μήτ’ ἐξαιρεῖν τι τοῦ σώματος ἡμῶν, μήτ’ ἐντιθέναι πῦρ, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ γῆν. ἐγὼ μὲν γὰρ καὶ τὸν ἐν τῷ κρύει παρὰ πυρὶ θαλπόμενον ἀντεισάγειν φημὶ τῷ σώματι πῦρ, καὶ ὅστις ὕδατος πίνει, καὶ τοῦτον ἀντεισάγειν ὕδωρ εἰς τὸ σῶμα, καὶ τὸν ἀναπνέοντα δὲ κατὰ τὸν αὐτὸν λόγον ἀέρα. καὶ μέν γε καὶ ὅσα τῶν ζώων ἢ ψάμμον, ἢ γῆν, ἢ λίθους, ἢ βόρβορον, ἢ ὀστᾶ σιτεῖται, καὶ ταῦτα φανερῶς ἐπεισάγει τοῖς σώμασι γῆν. εἰ δ’, ὅτι μήτε μέχρι τοῦ καυθῆναι θάλπεταί τις παρὰ τῷ πυρὶ, μήτ’ ἄχρι τοῦ διαῤῥαγῆναι πίνει, διὰ τοῦτ’ οὐχ ἡγοῦνται τῶν στοιχείων οὐδὲν ἡμᾶς ἐπεισάγειν τῷ σώματι, θαυμάζειν χρὴ σοφίαν τῶν ἀνδρῶν, οὐδ’ ἄχρι τοσούτου συνιέναι δυναμένων, ὡς, εἰ παντελῶς  ἀπώλλυτο τῶν στοιχείων ὁτιοῦν, εὐθὺς καὶ τὸ ζῶον φθαρήσεται. ἀπολεῖται δὲ, εἰ μὲν ἐκπυρωθείη, τὸ ψυχρὸν στοιχεῖον, εἰ δ’ ἐσχάτως καταψυχθείη τὸ θερμόν. οὕτω δὲ κᾂν ἐσχάτως ἀποξηράνῃς τὸ σῶμα, τελέως ἀναιρήσεις τὸ ὑγρόν· κᾂν ἐξυγράνῃς, τὸ ξηρόν. ὥστ’ αὐτὸ τοὐναντίον, ἢ ἐκεῖνοι λέγουσιν, ἀεὶ μὲν ἀφαιρεῖται καὶ προστίθεται τῶν στοιχείων τι· μέτρῳ μέντοι τοῦτο γίνεται τοῖς γε μὴ βουλομένοις διαφθεῖραι τὸ ζῶον· ἡ γὰρ ἄμετρος αὐτῶν χρῆσις εἰς ὄλεθρον τελευτᾷ.