Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Ἐπεὶ τοίνυν ὁρῶμεν οὐχ ἕνα τρόπον οὔτε γενέσεως οὔτε αὐξήσεως τῆς θερμασίας, ὅτι μηδὲ αὐτοῦ τοῦ πυρὸς, ἀλλ’ ἤτοι διὰ κίνησιν, ἢ διὰ σῆψιν, ἢ διὰ ὁμιλίαν ἑτέρας θερμότητος, ἢ δι’ ἐπίσχεσιν ἀποῤῥοῆς θερμῆς, ἢ δι’ ἐπιμιξίαν οὐσίας θερμῆς ὥσπέρ γε ἐκ πηγῆς τινος ἀναζεούσης, ἤτοι γεννωμένης, ὥς γε πρὸς τὴν ἡμετέραν αἴσθησιν, ἢ αὐξανομένης τὴν θερμασίαν, ἀνάγκη πάσας καὶ τὰς τῶν πυρετῶν αἰτίας εἰς τοὺς εἰρημένους ἀνάγεσθαι τρόπους. οἷον αὐτίκα ἡ ἔγκαυσις, εἴθ’ ἡ ἀπὸ τοῦ ἡλίου ἐνέργεια ταύτην ἔχει τὴν προσηγορίαν, εἴτε τὸ γιγνόμενον  ἐν τῷ σώματι πάθος, εἴτε τὸ ἤδη γεγενημένον. ἔστι μὲν δήπου καὶ αὐτὸ τοῦτο παρὰ φύσιν θερμότης, οὐ μὴν ἤδη γέ πω πυρετὸς, εἰ μὴ συνεκθερμαίνῃ τὴν καρδίαν. ἅπαν γέ τοι τοῦτο τὸ γένος τῆς αἰτίας ἐξ ὁμιλίας γίνεται τοῦ θερμαίνοντος, εἴτε ἥλιος, εἴτε φάρμακον εἴη τὸ θερμαῖνον, ἔξωθεν ἁπτόμενον, ἢ πλησιάζον, ἢ ὁμιλοῦν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ. ὁ δέ γε θυμὸς οἷον ζέσις τις καὶ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως ἐν τῷ σώματι τῆς καρδίας αὐτῷ καθιδρυμένης. συνεκθερμαίνεται δὲ αὐτῇ ποτὲ μὲν ἡ τοῦ πνεύματος, ἔστιν ὅτε δὲ ἡ τοῦ αἵματος οὐσία, καὶ ἢν ἐπιτηδείως ἔχοντα τύχῃ πρὸς τὸ τὰ δεξάμενα κατασχεῖν ἐπὶ πολὺ τὴν θερμότητα, κᾂν τῆς καρδίας ἡ κίνησις καταστῇ, διαμένει ταῦτα παρὰ φύσιν θερμὰ, κᾀν τῷδε πυρέττειν ἀνάγκη τὸν ἄνθρωπον. ὁ μὲν οὖν τοιοῦτος πυρετὸς ἀρχὴν ἔχει τὴν κίνησίν τε καὶ ζέσιν τῆς ἐμφύτου θερμασίας· ὁ δὲ ἐπὶ λύπαις οὐκέτι ζέσιν, ἀλλὰ κίνησιν μόνον· ὁ δ’ ἐπὶ κόποις, ἀρχὴν μὲν καὶ αὐτὸς ἔχει κίνησιν πλείονα μυῶν καὶ νεύρων καὶ συνδέσμων καὶ ἄρθρων, ἃ δὴ καὶ πρῶτα θερμαίνεται, διαδίδοται δὲ κατὰ τὸ συνεχὲς ἐντεῦθεν εἰς τὴν καρδίαν ἡ θερμασία, κᾀν τούτῳ πυρέττουσιν. ὁ δ’ ἐπὶ πυκνώσει τοῦ δέρματος ἀναπτόμενος πυρετὸς, ὁποῖος μάλιστα τοῖς γε στυφθεῖσι καὶ ψυχθεῖσιν εἴωθε συμπίπτειν, ἀθροιζομένης ἐν τῷ σώματι τῆς δακνώδους ἀποῤῥοῆς γίνεται. διαπνεῖται μὲν γὰρ ἀεὶ τὰ τῶν ζώων σώματα κατὰ διττὸν τρόπον, ἀπερχομένων μὲν εἰς τοὐκτὸς ὁσημέραι τῶν ἀτμωδῶν καὶ λιγνυωδῶν περιττωμάτων, ἑλκομένης δὲ εἴσω τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας. ἐπειδὰν οὖν αἰτία τις ἰσχυρὰ πυκνώσασα τὸ δέρμα τὰς εἰρημένας διόδους στεγνώσῃ, πολλάκις μὲν εἰς πληθωρικὴν ἐνέβαλε διάθεσιν, ὅταν ἀτμῶδές τε καὶ χρηστὸν ᾖ τὸ ἀποῤῥέον· ἔστι δ’ ὅτε εἰς πυρετὸν, ὅταν δριμὺ καὶ δακνῶδες εἴη, ἡνίκα μάλιστα κᾀκ τοῦ μηδὲν εἴσω τοῦ σώματος ἕλκεσθαι τὸ ἀναψύχον ἡ θερμασία συνεπαύξεται. δριμὺ δ’ ἀποῤῥεῖ καὶ δακνῶδες περίττωμα τοῖς ἤτοι κακοχυμοτέροις, ἢ ἐδέσματα μοχθηρὰ προσφερομένοις, ἢ πολλάκις ἀπεπτοῦσι, καὶ μάλιστα εἰ ἐπὶ τοῖς τοιούτοις ἐδέσμασιν ἢ ἰλυῶδες καὶ πηλῶδες καὶ βορβορῶδες καὶ τελματῶδες, ἢ λιμναῖον, ἢ ὁπωσοῦν διεφθαρμένον τε καὶ σεσηπὸς ὕδωρ πίνουσιν· ὡσαύτως δὲ καὶ τοῖς ὑπερπονοῦσιν, ἢ ἀγρυπνοῦσιν, ἢ φροντίζουσιν, ἢ φάρμακα δριμέα συνεχῶς προσφερομένοις. ἐδέσματα μὲν οὖν λέγω μοχθηρὰ τά τε φύσει τοιαῦτα, καθάπερ κρόμμυά τε καὶ σκόροδα καὶ κάρδαμα καὶ πράσα καὶ κράμβας ὤκιμά τε καὶ ἀκαλήφας, ὅσα τ’ ἄλλα καλοῦσιν ἄγρια, καθάπερ καὶ τὰς λαψάνας παρ’ ἡμῖν, τά τε φύσει μὲν χρηστὰ, διὰ σηπεδόνα δέ τινα τὴν ἴσην τοῖς εἰρημένοις ἢ καὶ μείζονα πολλάκις ἐπικτησάμενα κακίαν, ὥσπερ καὶ πυροὶ καὶ κριθαὶ καὶ τἄλλα γεύματα σύμπαντα σιτηρὰ, τὰ μὲν ὑπὸ χρόνου μήκους εἰς σηπεδονώδη διάθεσιν ἀχθέντα, τὰ δὲ εὐρῶτος ἐμπλησθέντα διὰ μοχθηρὰν ἀπόθεσιν, ἔνια δὲ καὶ κατὰ τὴν πρώτην γένεσιν ὑπ’ ἐρυσίβης κακωθέντα. τοιαῦτα γοῦν ἐδέσματα καὶ νῦν ἀναγκασθέντες ἐσθίειν πολλοὶ διὰ λιμὸν οἱ μὲν ἀπέθανον ἀπὸ σηπεδονωδῶν τε καὶ λοιμωδῶν πυρετῶν, οἱ δὲ ἐξανθήμασιν ἑάλωσαν ψωρώδεσί τε καὶ λεπρώδεσιν. ὅταν μὲν οὖν ἀνάμεστον ᾖ τὸ σῶμα τοιούτων χυμῶν, ἔμφραξις δὲ μηδεμία κατὰ μηδὲν τῶν σπλάγχνων ᾖ, ἀκωλύτως δὲ διαπνέηται καὶ ἀναψύχηται κατὰ τὸ δέρμα σύμπαν τὸ ζῶον, ὑγιαίνει μὲν, ἀλλ’ ἐπίκαιρόν τε καὶ σφαλερὰν ἔχει τὴν ὑγείαν. ἐπειδὰν δὲ ἤτοι τὸ ἐκτὸς πέρας στεγνωθῇ, ἢ ἐμφραχθῇ τὰς ἐν τῷ βάθει διόδους, ἐπὶ μὲν ταῖς στεγνώσεσι τὸ νῦν εἰρημένον, ἐπὶ δὲ ταῖς ἐμφράξεσι τὸ μετ’ ὀλίγον εἰρησόμενον ἕπεται γένος τῶν πυρετῶν. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τῶν ἀπεπτησάντων οἱ μὲν ἐπύρεξαν, οἱ δὲ οὔ. τοῖς μὲν ἤδη κακοχύμοις οὖσι καὶ κακῶς διαπνεομένοις, ἢ πονήσασιν ἀκαίρως, ἢ λουσαμένοις προπετέστερον, ἕτοιμον πυρέξαι· τοῖς δὲ εὐχύμοις καὶ καλῶς διαπνεομένοις, ἡσυχάσασι καὶ θάλψασι τὰ κατὰ τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀδύνατον πυρέξαι· μένει γὰρ αὐτόθι πᾶν αὐτοῖς τὸ διεφθαρμένον κατὰ τὴν γαστέρα καὶ τὸ ἧπαρ, καὶ ἐν τῷ χρόνῳ δὲ πέττεται κατὰ βραχὺ, καὶ γίνεται χρηστόν· ὥσπερ καὶ τοῖς ἐπὶ κινήσεσι σφοδροτέραις ἀφικομένοις ἢ εἰς ἥλιον θερινὸν, ἢ λουτρὸν θερμὸν γλυκέων ὑδάτων, ἀναλαμβάνεται πάντῃ εἰς τὴν τοῦ σώματος ἕξιν τὰ διεφθαρμένα σιτία· οὕτω δὲ καὶ οἷς ἐπῆλθε κάτω τὰ διεφθαρμένα σιτία, πυρετὸς οὐκ ἠκολούθησεν, εἰ μὴ κατ’ ἄλλην τινὰ αἰτίαν, οἱονεὶ κοπωθεῖσιν ἐπὶ ταῖς πολλαῖς ἐξαναστάσεσιν ἢ φλεγμήνασι τὰ κατὰ τὴν γαστέρα.

٤ وقد نرى أنّ توّلد الحرارة وتزيّدها ليس يكون بطريق واحد، وكذلك نجد الأمر في النار، لكنّا نرى الحرارة إمّا من قبل حركة، وإمّا من قبل عفونة، وإمّا من قبل ملاقاة حرارة أخرى لها، وإمّا من قبل احتقان شيء حارّ يتحلّل، وإمّا من قبل مخالطة جوهر آخر حارّ لها، كأنّها من ينبوع تفور، إمّا أن تتوّلد عند حسّنا، وإمّا أن تتزيّد. فيجب ضرورة أن تضاف أسباب الحمّى إلی هذه الطرق التي ذكرنا.

من ذلك أنّ الحرارة المؤذية التي يقبلها البدن من الشمس وغيرها من كلّ حرارة يكتسبها، هي حرارة خارجة من الطبيعة، وليست بحمّى ما دامت لم تسخّن القلب. وهذا الجنس كلّه من الأسباب يكون من ملاقاة الشيء المسخّن، كان ذلك شمساً أو ناراً أو دواء حارّاً يلقى البدن من خارج، وسواء عليّ متى قلت يلقي، أو يماسّ، أو يدنو، أو يلاقي، أو يلامس، أو كيف شئت أن تقول.

فأمّا الغضب، فكأنّه غليان أو حركة شديدة من القوّة الغضبيّة المغروزة في جرم القلب، ويسخّن بسخونة القلب أحياناً جوهر الروح، وأحياناً جوهر الدم أيضاً. وإن اتّفق أن يكون هذان الجوهران مستعدّين متهيّئين لقبول تلك الحرارة والتمسّك بها مدّة طويلة، فإنّ حركة القلب تلك وإن سكنت، بقي ذانك حارّين حرارة خارجة من الطبيعة، ويجب عند ذلك أن يحمّ صاحب تلك الحال.

فهذه الحمّى إنّما أصلها وابتداؤها حركة الحرارة الغريزيّة وغليانها. وأمّا الحمّى التي تكون من الحزن والغمّ، فليس أصلها وابتداؤها غليان الحرارة الغريزيّة، لكن حركتها فقط. وأمّا الحمّى التي تكون من الإعياء، فأصلها أيضاً وابتداؤها فضل حركة تكون من العضل والعصب والرباطات والمفاصل. فإنّ هذه الأعضاء هي التي تسخّن عند التعب أوّلاً، ثمّ إنّ الحرارة تسعى وتتأدّى من هذه الأعضاء إلی القلب لاتّصال الأعضاء بعضها ببعض، وعند ذلك تكون الحمّى.

وأمّا الحمّى التي تكون من تكاثف الجلد واستحصافه مثل الحمّى التي تعرض خاصّة كثيراً لمن برد جلده أو تقبّض من شيء قابض، فإنّما تكون من قبل اجتماع الشيء اللذّاع الذي كان يتحلّل من البدن فيه. فإنّ جميع أبدان الحيوان تتنفّس دائماً على وجهين، أحدهما أنّ الفضول البخاريّة والدخانيّة التي تتولّد فيها تتحلّل وتخرج من البدن دائماً، والآخر أنّه يجتذب إلی داخل البدن شيء من جوهر الهواء، فيبرّد ويروّح الحرارة الطبيعيّة.

فإذا لقي البدن سبب من الأسباب قويّ وكثّف الجلد وضمّ تلك المسامّ التي يكون بها ذلك التنفّس والتحلّل، فإنّه ربّما اجتمع من ذلك في البدن امتلاء، وذلك يكون إذا كان ذلك الشيء الذي كان يتحلّل من البدن فاحتقن بخاراً صالحاً عذباً. وربّما حدثت من ذلك حمّى، وذلك يكون إذا كان ذلك الشيء الذي كان يتحلّل من البدن فاحتقن بخاراً لذّاعاً، وعند ذلك خاصّة يكون ممّا يزيد في الحرارة تعذّر اجتذاب ما يجتذب إلی داخل البدن من الهواء ليبرّد من حرارته.

وإنّما يكون الفضل الذي يتحلّل من البدن لذّاعاً فيمن كان دمه بالطبع رديئاً، أو يأكل أطعمة رديئة، أو يتخم كثيراً، وخاصّة متى كان الماء الذي يشرب على هذه الأطعمة ماء عكراً من ماء النقائع ومواضع الحمأة أو من ماء الآجام والغياض أو من أيّ ماء كان بعد أن يكون فاسداً عفناً. وكذلك أيضاً يكون ما يتحلّل من البدن فيمن يسرف في التعب أو في الاهتمام أو في السهر أو يديم تناول بعض الأدوية الحادّة.

وأعني بالأطعمة الرديئة الأطعمة التي هي في طبعها كذلك مثل البصل والثوم والحرف والكرّاث والكرنب والباذروج والقرّيص وسائر البقول التي تسمّى البرّيّة مثل هذا الخردل البرّيّ الذي ينبت عندنا، والأطعمة التي هي في طبعها محمودة، إلّا أنّها إذا نالتها عفونة، صارت بها إلی حال مساوية في الرداءة لحال تلك الأول التي ذكرنا وأزيد منها مثل الحنطة والشعير وسائر الحبوب إذا عتقت، حتّى تصير إلی حال العفونة، أو عرض لها التكرّج من قبل سوء خزنها، أو نالتها آفة في أوّل تولّدها من شوب أو يرقان أصابها.

فقد اضطرّ قوم كثير في زماننا هذا إلی أن أكلوا أشباه هذه من الأطعمة بسبب جدب، فمنهم من مات، ومنهم من عرضت له حمّيات عفونة ووباء، ومنهم من عرضت له بثور من جنس الجرب والعلّة التي يقال لها التقشّر. فمتى كان البدن مملوءاً من هذه الأخلاط، ثمّ لم يكن في شيء من الأحشاء شيء من السدد أصلاً، ولم يكن مانع يمنع البدن كلّه من التنفّس والتبرّد بمسامّ الجلد، فإنّه يبقى صحيحاً، إلّا أنّ صحّته تكون غير وثيقة ولا مأمونة بل قريبة من الخطر. ومتى كانت حال البدن تلك الحال، ثمّ استحصف سطحه الخارج أو عرضت له سدد في مجاريه الباطنة، فإنّه يعرض له من استحصاف الجلد هذا الجنس من الحمّى الذي ذكرته، ويعرض له من السدد الجنس من الحمّى الذي أنا ذاكره بعد قليل.

فليس إذاً بعجب أن يكون بعض من يتخم يحمّ، وبعضهم لا يحمّ. وذلك أنّ من كان دمه رديئاً وليس يتنفّس بدنه ويتحلّل على ما ينبغي، وكان يتعب في غير وقته ويعجل في الدخول إلی الحمّام، فإنّ الحمّى تسرع إليه. وأمّا من كان دمه دماً جيّداً محموداً وبدنه يتنفّس ويتحلّل على ما ينبغي، ويستعمل إذا عرضت له التخمة السكون وإسخان نواحي المعدة والكبد، فليس يمكن أن يحمّ. وذلك أنّ الشيء الذي قد فسد يبقى كلّه هناك وينضج على طول المدّة قليلاً قليلاً، حتّى يصير جيّداً محموداً.

فأمّا من استعمل بعد التخمة حركة قويّة أو تعرّض لشمس حارّة صيفيّة أو لحمّام أو لاستحمام بماء حارّ، فإنّ ذلك الشيء الذي قد فسد ينتشر ويتفرّق كلّه في بدنه. وكذلك أيضاً من خرج منه من أسفل ذلك الطعام الذي قد فسد، فإنّه لا تلحقه حمّى، إلّا أن تعرض له بسبب آخر مثل إعياء يصيبه من كثرة القيام والترداد، أو من به ورم يحدث فيما يلي المعدة.