Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Humoribus (Humours)

16. Φύσιες δὲ ὡς πρὸς τὰς ὥρας, αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ καὶ κακῶς πεφύκασιν, αἱ δὲ πρὸς χώρας καὶ ἡλικίας καὶ διαίτας καὶ τὰς ἄλλας καταστάσιας τῶν νούσων ἄλλαι πρὸς ἄλλας εὖ καὶ κακῶς πεφύκασι, καὶ ἡλικίαι πρὸς ὥρας καὶ χώρας καὶ διαίτας καὶ πρὸς καταστάσιας νούσων· καὶ ἐν τῇσιν ὥρῃσι, δίαιται, καὶ σιτία, καὶ ποτὰ, ὁ μὲν γὰρ χειμὼν ἀργὸς ἔργων, καὶ πέπονα τὰ ἐσιόντα καὶ ἁπλᾶ, μέγα γὰρ καὶ τοῦτο· αἱ ὀπῶραι δὲ ἐργάσιμοι, ἡλιώσιες, τὰ πινόμενα πυκνὰ, ἀκατάστατα σιτία, οἶνοι, ἀκρόδρυα.